Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Θαύματα, η ομολογία του Πέτρου και η Μεταμόρφωση του Κυρίου (Ματθ. 14-17)

Σχολιασμός του χορτασμού των πεντακισχιλίων, της βάδισης επί των υδάτων, της ομολογίας του Πέτρου, της προφητείας του πάθους και του γεγονότος της Μεταμορφώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 13

Mt 14, 13—21 Νῦν δὲ καὶ 〈κοφίνους〉 ἐγέμισεν καὶ ὅτι μᾶλλον ἑνὶ ἑκάστῳ τῶν μαθητῶν ἐδόθη εἰς μισθὸν τῆς διακονίας, δι᾽ οὗ σημαίνεται, ὅτι οἱ διακονούμενοι πολὺν ἕξουσιν τὸν μισθόν. ἐπειδὴ καὶ ὁ ἄλλος εὐαγγελιστὴς «κριθίνους» λέγει τοὺς 〈ἄρτους〉, ὁ τῆς θεωρίας σκοπὸς εἰς τοῦτο ὁρᾷ· ἡ κριθὴ κτηνώδης ἐστὶ τροφή, ἥτις ἐστὶν ἡ διὰ Μωσέως θεωρία τοῖς ἀλογωτέροις προσενεχθεῖσα· διὰ τοῦτο δὲ καὶ 〈πέντε〉 τοὺς 〈ἄρτους〉 φαμὲν διὰ τὸ πενταμερὲς τοῦ Μωσέως συγγράμματος, 〈δύο〉 δὲ τοὺς 〈ἰχθύας〉, δι᾽ ὧν δηλοῦται ἡ διττὴ τῶν ἁλιέων συγγραφή, ἀποστολική τε καὶ εὐαγγελική.

Mt 14, 15 Τί τὸ 〈ἀπόλυσόν〉 ἐστιν, ἐξετάσωμεν ἀκριβῶς. οἱ μὲν τῶν ἀκολουθούντων τῷ Χριστῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττεσθαι παρεκάλουν, οἱ δὲ καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν. ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, 〈ἀπόλυσον〉 αὐτούς φασιν, οὐκ αὐτοὶ μᾶλλον ἀκηδιῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμαντικὴν ἐπιστήμην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι.

Mt 14, 19 Τὸ τῆς οἰκονομίας μυστήριον πληρῶν ὁ σωτὴρ 〈εἰς τὸν οὐρανὸν〉 ἀναβλέπει· καὶ γὰρ δούλου μορφὴν ἀνέλαβε θεὸς ὢν κατὰ φύσιν καὶ διὰ τῶν χειρῶν τῶν μαθητῶν δίδωσι τὰς τροφὰς 〈τοῖς ὄχλοις〉 τὴν τῶν ἁγίων αἰνιττόμενος πρὸς θεὸν ἐγγύτητα. διὸ οἱ μὴ τοιοῦτοι ἔξω ἑστήκασιν αὐτοῦ.

Mt 14, 19 Ἵνα διὰ τρόπου παντὸς θεὸς ὢν φύσει ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βραχύ, βλέπει τε 〈εἰς οὐρανὸν〉 οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. ἐποίει δὲ καὶ τοῦτο οἰκονομικῶς δι᾽ ἡμᾶς. ἔστι μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ πατρὸς εὐλογία. ἵνα δὲ μάθωμεν ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾶν θεῷ προσάγειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ᾽ αὐτοὺς καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς.

Mt 14, 20 Τὸ τῶν ἄρτων περισσεῦσαι τὰ κλάσματα πληθύος ἀνδρῶν οὐκ ὀλίγης κατακορεσθείσης πληροφορία σαφὴς ἂν γένοιτο, εἰ τῆς φιλοξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ θεοῦ τὴν ἀντέκτισιν. ἔξεστι δὲ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ, ἀλλ᾽ ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχορήγηκεν ἀφθόνως οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ.

Mt 14, 21 Ἐκλεκτὸν ἀεὶ θεῷ τὸ ἄρρεν ὡς μαχιμώτατον καὶ εἰς ἥβην ἐλθεῖν ἤγουν εἰς εὐεξίαν πνευματικὴν καὶ σπερματίζειν καὶ τοὺς λοιποὺς διδάσκειν δυνάμενον καὶ ἀναμετρεῖν «εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ» ἰσχῦον.

Mt 14, 23 Εὔχεται δὲ οὐχ ὡς δεόμενος, ἀλλ᾽ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. καὶ μετ᾽ ὀλίγον· ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ δεῖ ἁψικόρως ἔχειν περὶ τούτου, ἀλλ᾽ ὑπομονὴν καὶ προθυμίαν. διδάσκει δὲ καὶ τοῦτο, ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λαλεῖν τοῖς ἐντυγχάνουσιν καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν ἐπὶ τὴν προσευχὴν χωρεῖν. 〈Προσεύχεται〉 οὐχ ὡς δεόμενός τινος ὁ θεός, ἀλλ᾽ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος, καίτοι καθ᾽ ὃ νοεῖται καί ἐστι θεὸς φύσει αὐτὸς χορηγῶν τοῖς ἁγίοις τὰ αἰτήματα. εὔχεται δὲ ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ χρὴ ἁψικόρως ἔχειν περὶ αὐτοῦ, ἀλλ᾽ ὑπομονὴν καὶ μακροθυμίαν ἐνδείκνυσθαι. ὁ μὲν οὖν 〈ἀνέβαινεν〉 ἐκεῖσε καὶ 〈προσηύχετο〉.

Mt 14, 27 Εἰπὼν 〈θαρσεῖτε〉 τὴν πίστιν ἀπαιτεῖ, δι᾽ ἧς ἕκαστος τῶν εἰλικρινῶς εἰς Χριστὸν πιστευόντων σῴζεται· ἐπαγαγὼν δὲ 〈ἐγώ εἰμι〉 λύει πάντα φόβον· ἐγὼ γάρ, φησίν, 〈εἰμὶ〉 ὁ πάντα δυνάμενος ποιῆσαι.

Mt 15, 1—6 Προσῄεσάν τινες τῶν Ἰουδαίων καὶ καθιεροῦν ἐσπούδαζον τῷ θεῷ τὰς ἑαυτῶν ψυχάς, ὡς ἐν τύπῳ μὲν ἔτι καὶ σκιᾷ πλὴν κατὰ τὸν νόμον τὰς παρὰ σφῶν αὐτῶν ὁμολογοῦντες τιμὰς τοῖς ἱερᾶσθαι λαχοῦσι καὶ τῷ θείῳ προσεδρεύουσι θυσιαστηρίῳ, ἀλλ᾽ ἦσάν τινες ἐφιέμενοι μὲν τῆς τοιᾶσδε δόξης, τοῦ ἡγιασμένοι εἶναι φημὶ καὶ ἱεροὶ καὶ θεῖον ἀνάθημα, σπάνει δὲ χρημάτων ἀνακόπτοντες τὴν ἐπιθυμίαν. προτρεπόντων δὲ αὐτοὺς ἐπὶ τὸ δεῖν εἶναι πρὸς τοῦτο τῶν Φαρισαίων καὶ γραμματέων —ἐρασιχρήματοι γὰρ οὗτοι λίαν—τὴν εἰς γονέας αἰδῶ προετείνοντο καὶ ἀληθεύοντες ἔλεγον, μόλις δύνασθαι ἑαυτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι. οἱ δὲ ἀναπείθειν ἐτόλμων παρ᾽ οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ τὸν θεόν, κἂν προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ᾽ αὐτῶν ζητοῦντες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον τῷ πατρὶ ἢ τῇ μητρί, ὅτι 〈δῶρόν〉 ἐστιν, ὅπερ 〈ἂν ἐξ ἐμοῦ ὠφεληθῇς〉, τοῦτ᾽ ἔστιν ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, γίνωσκε τὸ θεῖον παραβλάπτων ἀνάθημα καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ θεῷ.

οἱ δὲ γονεῖς τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη καὶ τοὺς ἐπὶ τῷδε νόμους διαπεφρικότες διεκαρτέρουν οἰμώζοντες καὶ τὴν εἰς θεὸν εὐσέβειαν πρόφασιν αὐτοῖς γενέσθαι λιμοῦ διετείνοντο κατακεκραγότες τάχα που καὶ τῆς θείας ἐντολῆς ἀδικούσης αὐτοὺς εἰς τὰ καιριώτατα. 〈διὰ τί〉 τοίνυν, φησίν, 〈ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν〉; ἔδει γάρ, ἔδει τιμᾶν τοὺς φύσαντας, οὐ τῆς εἰς θεὸν εὐσεβείας ἕνεκα τὸν ἐπ᾽ αὐτοῖς καταλύειν νόμον. οὐκοῦν οὔτε τῶν τῷ θεῷ πρεπόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα οὔτε μὴν εἰς ἅπαν τῶν ἀνθρώπων διὰ τὸν θεὸν καταμελητέον, ἀπονέμοντας δὲ μᾶλλον τὸ τῆς ἀγάπης ἐξαίρετον τῇ πάντων ἀρχῇ, τοῦτ᾽ ἔστιν θεῷ, καθάπερ ἐν τάξει δευτέρᾳ καὶ γείτονι παρακομίζειν εὐθὺς καὶ εἰς τοὺς τῆς γενέσεως ὑπουργοὺς τὰς αὐτοῖς ὅτι μάλιστα πρεπούσας τιμάς.

Mt 15, 4—6 Τοῦ θεοῦ παραγγέλλοντος τιμᾶν τοὺς γονεῖς καὶ κίνδυνον ἀπαρτήσαντος τοῖς παραβαίνουσιν ὑμεῖς παραγγέλλετε τοῖς παισὶ μὴ τιμᾶν τοὺς γονεῖς, εἰ μήπου ἄρα οἱ παῖδες ἐκ φιλοτιμίας τοῦτο θελήσουσιν ποιεῖν, ἀλλ᾽ ἐὰν ὑμᾶς αἰτήσωσί τι, λέγειν πρὸς αὐτούς, ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, ἴσθι τοῦτο ἀποστερῶν τοῦ θεοῦ· εἰς θυσίαν γὰρ αὐτὸ ὑπεσχόμην δοῦναι. καὶ δεῖ μὲν τὸν θεὸν προτιμᾶσθαι τῶν γονέων, χρῆναι δὲ 〈λέγω〉 καὶ τὴν εἰς γονέας τιμὴν φυλάττεσθαι ἀπαιτεῖν· οὐ γὰρ διὰ τὸ δοκεῖν προφασίζεσθαι δωροφορεῖν θεῷ ὀφείλουσι πλημμελεῖν εἰς τοὺς ἑαυτῶν γονεῖς.

Mt 15, 13—14 〈Φυτεία〉 ἐστὶν ἡ μὴ ἐκ θεοῦ πᾶν τὸ ἔξω θεοῦ, ὅπερ καὶ 〈ἐκριζωθήσεται〉· ὁ ταύτῃ πεποιωμένος 〈τυφλός〉 ἐστιν.

Mt 15, 17—18 Καὶ αὐτοὺς 〈ἀσυνέτους〉 ὁ κύριός φησι περὶ τὸ σῶμα στρεφομένους, ὥσπερ οἱ Φαρισαῖοι, καὶ μηδέπω διαβαίνοντας ἐπὶ τὸν ἔσω ἄνθρωπον. βρώματα οὖν, φησίν, σώματος ἔχει πλήρωσιν, καρδίας δὲ οὐκ ἐφάπτεται. τὸ δὲ καρδίας μὴ ἐφαπτόμενον οὐ δύναται κοινῶσαι τὸν ἄνθρωπον τὸν ἀληθινὸν ἢ μὴ καθαρὸν ἀπεργάσασθαι.

Mt 15, 28 Εἰπὼν δὲ 〈γενηθήτω σοὶ ὡς θέλεις〉 βασιλικῶς ἐφθέγξατο οὐ δι᾽ εὐχῆς τὸ πρᾶγμα ἀνύσας, ἀλλὰ διὰ τῆς θεοπρεποῦς αὐτῷ ἐξουσίας.

Mt 15, 28 Ῥηθέντος τοῦ λόγου τὸ ἔργον οὐ χρονίζει· θεὸς γὰρ ὁ λέγων καὶ τὸ ῥῆμα ἐνεργοῦν καὶ ἡ δύναμις πανταχοῦ.

Mt 15, 31 Οὔπω τὸ τοῦ κυρίου κατέμαθον ἀξίωμα, ὅτι θεός ἐστιν, ἀλλ᾽ ἄνθρωπον ἐνόμιζον αὐτὸν ψιλόν· διὸ καὶ 〈τῷ θεῷ Ἰσραὴλ〉 τὴν δόξαν ἀνέπεμπον.

Mt 15, 34—39 Ἐκ πολλῶν δὲ ὁ Χριστὸς δείκνυσιν, ὅτι θεός ἐστιν· οὐδὲν ἧττον καὶ ἐκ τοῦ τρέφειν ἐν ἐρήμῳ τὸν ὄχλον τοῦτο παρίστησιν οἱονεί πως καὶ ἄκων διὰ τὴν ἀνάγκην καὶ τὸ τῆς τροφῆς δυσπόριστον ποιῶν τὸ τῶν ἄρτων σημεῖον, ὅπερ οὐκ ἂν ἐποίησεν ἐν πόλει, ὅπου τῶν ὠνίων ἡ ἀφθονία· πλὴν δυνάμενος λόγῳ κραταιῶσαι αὐτοὺς διὰ τὸ ἀφανὲς τοῦτο οὐ ποιεῖ· τὸ δὲ τῶν ἄρτων ὡς ἐναργῶς δεικνύων τὴν αὐτοῦ θεοπρεπῆ δόξαν ἐποίησεν.

Οὐκ 〈εἶπεν ὁ Πέτρος· σὺ εἶ〉 Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ Οὐκ 〈εἶπεν ὁ Πέτρος〉· σὺ εἶ Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ 〈Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ〉· πολλοὶ μὲν γὰρ χριστοὶ κατὰ χάριν καὶ υἱοθεσίας ἀξίωμα ἔχοντες, ἀλλὰ μόνος εἷς ὁ φύσει 〈υἱὸς τοῦ θεοῦ〉. διὸ μετὰ τοῦ ἄρθρου ἔφη ὁ 〈Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ〉. εἰπὼν δὲ αὐτὸν 〈υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος〉 δείκνυσιν, ὅτι αὐτὸς ζωὴ ἦν καὶ θάνατος αὐτοῦ οὐ κυριεύει. κἂν γὰρ πρὸς ὀλίγον ἡ σὰρξ ἠσθένησεν ἀποθανοῦσα, ἀλλ᾽ ἀνέστη μὴ δυναμένου τοῦ ἐν αὐτῇ λόγου ὑπὸ δεσμὰ θανάτου κρατεῖσθαι.

Mt 16, 18 Ὥσπερ οἱ τῇ προσθήκῃ τῆς ὕλης τῆς καιομένης ἐπὶ τὸ μεῖζον αἴροντες τὴν φλόγα, οὕτως καὶ οἱ καθελεῖν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν σπουδάσαντες διὰ τὸν διωγμὸν αὐτὴν εἰς μεῖζον δόξης προήγαγον καὶ δυνάμεως. εἰ δὲ τῆς ἐκκλησίας, φησίν, οὐ κατισχύουσιν—εἶτα καὶ ἑτέραν λέγει τιμήν.

Mt 16, 18—19 Ἄθρει, ὅπως κύριον ἑαυτὸν ἀποφαίνει συλλήβδην οὐρανοῦ καὶ γῆς· ὑπισχνεῖται γὰρ τὰ ὑπὲρ τὴν φύσιν τὴν καθ᾽ ἡμᾶς, μᾶλλον δὲ καὶ τάξεως τῆς ἀγγελικῆς καὶ ὅσα μόνῃ πρέπει χαρίζεσθαι τῇ ἀνωτάτω πασῶν φύσει τε καὶ δόξῃ· πρῶτον μὲν γάρ φησιν ἑαυτοῦ εἶναι τὴν ἐκκλησίαν καίτοι τῶν ἱερῶν γραμμάτων θεῷ μᾶλλον καὶ οὐδενὶ τῶν ἄλλων ἀφιερούντων «μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα», ἣν δὴ καὶ θεμελιοῦν ἐπαγγέλλεται τὸ ἀκατάσειστον αὐτῇ προσνέμων ὡς αὐτὸς ὑπάρχων τῶν δυνάμεων κύριος καὶ ταύτης ποιμένα τὸν Πέτρον ἐφίστησιν. εἶτα ἔφη· 〈καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν〉. ταύτην δὲ τὴν φωνὴν οὐκ ἄγγελος, οὐκ ἄλλη τις λογικὴ δύναμις φθέγξασθαι δύναται, πρέπει δὲ μᾶλλον τῷ πάντων κρατοῦντι θεῷ καὶ ἐξουσίαν ἔχοντι γῆς τε καὶ οὐρανοῦ.

Mt 16, 19 Ὁ τοῦ δώρου καιρὸς εἰς τὸν ἀναστάσεως ὁρῶν καθ᾽ ὃν εἶπεν· «λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῆτε, κεκράτηνται». ἡ δὲ δωρεὰ τῆς πίστεως ἡ δοθεῖσα ἅπασιν ἁρμόζει· διὸ κοινὴν πάντων νοοῦμεν τῶν ἀποστόλων τὴν πίστιν καὶ οὐ μόνου τοῦ Πέτρου.

Mt 16, 20—21 〈Ὅτι〉 Ἰησοῦς 〈Χριστός ἐστιν〉, δείκνυται διὰ τούτου· φησὶν γὰρ τὰ τῆς οἰκονομίας μέλλειν ἃ ἔδει κηρύττεσθαι τελείως μετὰ τούτου εἶναι *** ἵνα Χριστὸν ἐσταυρωμένον ὑπὸ τῶν μαρτυρεῖν δυναμένων *** ἐπεὶ δὲ οὐκ ἐδέχετο «προφήτην 〈ἀπολέσθαι〉 ἔξω Ἰερουσαλὴμ» ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ «ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτήν», διὰ τοῦτο εἰς Ἱεροσόλυμα ἄπεισιν.

Mt 16, 24—28 Ἐπεὶ οὔπω τὴν «ἐξ ὕψους δύναμιν» ἐσχηκότας τοὺς μαθητὰς εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενείαις καί τι τοιοῦτον ἐννενοηκότας εἰπεῖν· πῶς ἀρνήσεταί τις 〈ἑαυτόν〉; ἢ πῶς 〈ἀπολέσας τὴν〉 ἑαυτοῦ 〈ψυχὴν εὑρήσει αὐτήν〉; τί δὲ τοῖς τοῦτο παθοῦσιν τὸ ἰσοτιμοῦν γέρας; διὰ τοῦτο, ἵνα τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκών, φησίν· 〈εἰσίν τινες τῶν ὧδε ἑστηκότων〉 καὶ τὰ ἑξῆς, Πέτρον αἰνιττόμενος καὶ τοὺς υἱοὺς Ζεβεδαίου· οὗτοι γὰρ ἐν τῇ μεταμορφώσει συμπαρελήφθησαν, ἣν καλεῖ 〈βασιλείαν〉 ὡς ἐκφήνασαν τῆς ἐξουσίας τὸ ἄφατον καὶ τῆς πρὸς τὸν πατέρα γνησιότητος τὸ ἀπαράλλακτον· ἐν αὐτῇ δὲ καὶ τῆς δευτέρας παρουσίας τὸ ἀξίωμα καὶ τὸ φρικτὸν ὑπεδήλωσε προοίμιον ταύτην ἐκείνης καὶ οἷον βεβαίωσιν ἐνδειξάμενος. ἥξει γὰρ 〈ἐν δόξῃ τοῦ〉 θεοῦ καὶ 〈πατρός〉, οὐκ ἐν σμικροπρεπείᾳ τῇ καθ᾽ ἡμᾶς.

Mt 16, 27—28 〈Δόξαν〉 φησὶ τὸν μετασχηματισμὸν καὶ μεταλλαγμὸν τῆς ἡμετέρας φύσεως παρὰ τὸ νῦν ὁρώμενον σχῆμα εἰς εὐκλεᾶ καὶ ἀσύγκριτον δόξαν· ὧν δὲ καὶ δόξα μία, πολλῷ μᾶλλον καὶ οὐσία. 〈Δόξαν〉 δὲ ἄλλως τὸν μετασχηματισμὸν καὶ μεταπλασμὸν τῆς ἡμετέρας φύσεως τὸν εὐκλεᾶ καὶ ἀσύγκριτον ἔχοντα τὴν δόξαν παρὰ τὸ νῦν ὁρώμενον σχῆμα.

Mt 17, 1 〈Εἰς τὸ ὄρος〉 ἄνεισι δεικνύς, ὅτι ὁ χθαμαλὸς νοῦς οὐκ ἂν γένοιτο πρὸς θεωρίαν ἐπιτήδειος, ἀλλ᾽ ὁ κατ᾽ ἰδίαν γεγονὼς καὶ ἔξω φροντίδων βιωτικῶν ἐν ἡσυχίᾳ.

Mt 17, 2 Πεπρᾶχθαι δέ φαμεν τὴν μεταμόρφωσιν οὐχὶ δήπου τὸ σχῆμα τὸ ἀνθρώπινον μεταβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτό· μείναντος γὰρ τοῦ σώματος ἐπὶ τοῦ σχήματος ἐπὶ τὸ ἐνδοξότερον οἱ χαρακτῆρες διὰ φωτοειδοῦς χρώματος διεχρώννυντο.

Mt 17, 3—7 Δι᾽ ὧν 〈συλλαλοῦσι〉 δείκνυται, ὅτι τὰ αὐτὰ τῷ Χριστῷ καὶ οἱ πάλαι προφῆται ἐφθέγξαντο, εἰ καὶ δι᾽ αἰνιγμάτων. ὑπὸ δὲ τῆς ἄκρας δειλίας 〈πίπτουσιν οἱ μαθηταὶ〉 καὶ ἀνίστησιν αὐτοὺς ὁ σωτὴρ δεικνύς, ὅτι εἰ μὴ ἐσαρκώθη καὶ ἐμεσίτευσε θεῷ καὶ ἀνθρώποις καὶ ἰσχυροποίησεν τὴν αὐτοῦ φύσιν, οὐκ ἂν ἔφερε φωνὴν θεοῦ ἀκοῦσαι.

Mt 17, 4 Οὐκ ᾔδει τί ἐλάλει· πρὸ γὰρ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ σωτῆρος καὶ τῆς καταλύσεως τοῦ θανάτου καὶ τῆς φθορᾶς τῶν σωμάτων ἡμῶν ἀδύνατον ἦν τὸν Πέτρον συνεῖναι Χριστῷ καὶ τῶν σκηνῶν ἐφίεσθαι τῶν ἐν οὐρανῷ· ταῦτα γὰρ δεῖ γενέσθαι μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν καὶ εἰς οὐρανὸν ἀνάβασιν.

Mt 17, 5 〈Αὐτοῦ〉 προστέταχεν 〈ἀκούειν〉, ἐπειδήπερ οὐ νομικοῖς ἔτι πείθεσθαι γράμμασιν ἡμᾶς θελητὸν τῷ θεῷ καὶ πατρί, ἀλλ᾽ οὐδὲ ταῖς ἐν τύπῳ σκιαγραφίαις, ἕπεσθαι δὲ μᾶλλον τοῖς διὰ τοῦ σωτῆρος ἡμῖν ἐντεταλμένοις οὐκ ἐξωθουμένων Μωσέως τε καὶ τῶν προφητῶν· συμπαρειστήκεσαν γὰρ καὶ συνελάλουν αὐτῷ, ἵν᾽ ἡ μὲν παράστασις τὴν οἰκετικὴν ἡμῖν σημαίνῃ λειτουργίαν, τὸ δέ γε συλλαλεῖν τὴν εἰς Χριστὸν οἰκειότητα καὶ οἱονεὶ τὴν ταὐτολογίαν.

Mt 17, 6 Ἡ μὲν τοῦ θεοῦ καὶ πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος, ἀκράτῳ δὲ ἤδη κατεχόμενοι δείματι πίπτουσιν οἱ μαθηταί, ἵνα δὴ πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ σωτῆρος ἡμῶν ἀναπέφανται μεσιτεία νοουμένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον· εἰ μὴ γὰρ γέγονε καθ᾽ ἡμᾶς, τίς ἂν ἡμῶν ἤνεγκεν ἄνω προσβάλλοντα θεὸν καὶ τὴν ἄφατον αὐτοῦ δόξαν οὐδενὶ τάχα τῶν γεννητῶν φορητὴν ἐμφαίνοντα· «φῶς» γὰρ «οἰκεῖν» αὐτὸν «ἀπρόσιτον» καὶ ὁ μακάριος ἔφησε Παῦλος· καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη καὶ ὄχλος παρῆν.

Mt 17, 11—12 Δείκνυσιν ὁ Χριστὸς τοὺς Ἰουδαίους λίαν ἀγνοοῦντας τὰς γραφάς, ἐξ ὧν τὸν Ἰωάννην οὐκ ἔγνωσαν, τοῦτ᾽ ἔστιν τὸν πρῶτον Ἠλίαν τὸν «τὴν ὁδὸν ἑτοιμάσαντα τοῦ κυρίου», ὃν ἀγνοοῦντες καὶ ἀποκτείναντες τὸν τοῦ Χριστοῦ πρόδρομον καὶ αὐτὸν ἠγνόησαν τὸν κύριον καὶ ἀπέκτειναν αὐτόν.

Mt 17, 14—18 Εἰ καὶ ἔδει τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν οὐ τετυχηκότα τῆς φιλοτιμίας, ἅτε οὐκ ἀμώμητον ποιησάμενον τὴν πρόσοδον, ἀλλὰ τοῦ χοροῦ τῶν ἀποστόλων καταβοήσαντα καὶ εἰπόντα, μὴ ἰσχῦσαι αὐτοὺς ἐπιτιμῆσαι τῷ δαίμονι, μᾶλλον δὲ αὐτὸν διαβάλλοντα τὸν τῶν δυνάμεων κύριον· ὁ γὰρ λέγων ἀσθενῆσαι πρὸς ἐνέργειαν τὴν κατὰ πνευμάτων ἀκαθάρτων τοὺς παρὰ Χριστοῦ ἐξουσίαν λαβόντας ἐκβάλλειν αὐτά, τῆς χάριτος μᾶλλον κατηγορεῖ, οὐχὶ τῶν λαβόντων αὐτήν. διὰ ταῦτα τοίνυν τὸν 〈ἄπιστον〉 ἐκεῖνον πατέρα καὶ διὰ τοῦτο 〈διεστραμμένον〉 ἐχρῆν κενὸν ἀποπεμφθῆναι. ἀλλ᾽ ἵνα μή τις οἴηται καὶ αὐτὸν ἀτονῆσαι τὸν Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατόρθωσιν, «ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι» καὶ παραχρῆμα τοῦ νοσεῖν ὁ παῖς ἀπηλλάττετο «καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ»· πρὸ γὰρ τοῦ θεραπευθῆναι οὐκ ἦν τοῦ πατρός, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος.

Mt 17, 15 Εἰ διὰ φυσικὸν αὐτῆς νόμον ἡ σελήνη ἴσχυσεν ἐμποιῆσαί τινι πάθος, διὰ τί μὴ πᾶσιν ἐπιπέμπει τοῦτο τοῖς ἀνθρώποις ὥσπερ πᾶσιν ἐνίησι τὸ ἑαυτῆς φῶς; πάλιν ἐκεῖνο δῆλον, ὅτι εἰς φαῦσιν ἐγένετο ἡ σελήνη, οὐκ εἰς τὸ τεκεῖν δαίμονας. εἰ δὲ ἐκ τῆς ἐνεργείας τῆς φυσικῆς τῆς σελήνης ἐγένετο τοῦτο, ἔδει τοῦ δαιμονίου συντριβέντος καὶ τὴν σελήνην βλαβῆναι, τὴν αἰτίαν τοῦ πάθους. ἀλλ᾽ οὐκ ἔστιν τοῦτο, ἀλλ᾽ οἱ δαίμονες πλανᾶν βουλόμενοι τοὺς ἀνθρώπους τὰ τῶν στοιχείων ἑαυτοῖς περιετίθεσαν ὀνόματα, ἵνα ὡς πονηρὰ τὰ στοιχεῖα διαβάλληται, ὅπερ οὐκ ἔστιν· φύσει γὰρ 〈τὰ〉 στοιχεῖα καλὰ μόνοις δουλεύοντα τοῖς δοθεῖσιν αὐτοῖς νόμοις καὶ μὴ ἔχοντα τὸ ἐκ προαιρέσεως ἐξουσιαστικόν.

Mt 17, 17 Ὁ 〈ἄπιστος〉 ἔσται που καὶ 〈διεστραμμένος〉 καὶ κατ᾽ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδώς. τοῖς δὲ τοιούτοις οὐκ ἀξιοῖ συνεῖναι Χριστός, ἀλλ᾽ εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν, ὀλιγωρεῖ καὶ ἀκηδιᾷ. πλὴν οὐκ εἰς τὸ τούτου πρόσωπον—καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν.

Mt 17, 17 Ὅταν δὲ εἴπῃ, ὅτι 〈ἕως πότε〉 συνδιαιτῶμαι ὑμῖν τοῖς οὕτως ὑβρίζουσιν καὶ ἀπίστοις δείκνυσιν, ὅτι ὁ τῆς ἐνσάρκου παρουσίας καιρὸς ἀπῄτει αὐτὸν συνδιαιτᾶσθαι μετὰ θεοπρεποῦς ἡμερότητος τοῖς οὐκ ἀγαθοῖς, ἵνα αὐτοὺς δι᾽ ὧν ποιεῖ διορθώσηται. 〈Ἕως πότε〉, φησίν, συνδιαιτῶμαι ὑμῖν τοῖς οὕτως ὑβρισταῖς καὶ ἀπίστοις δεικνύων, ὅτι ἡ μετὰ σαρκὸς παρουσία αὐτοῦ ἠνάγκασεν αὐτὸν συναναστρέφεσθαι τοῖς οὐκ ἀγαθοῖς, ἵνα διορθώσηται αὐτούς.

Mt 17, 20 Εἰ 〈ἔχετε πίστιν ὡς κόκκον σινάπεως〉 τοῦτ᾽ ἔστιν θερμήν τε καὶ ζέουσαν ἤτοι τὴν τῷ βραχεῖ κόκκῳ παρεικασμένην διὰ τὸ ἐν λόγῳ μικροπρεπές. «ἔχομεν» γὰρ «ἐν ὀστρακίνοις σκεύεσιν τὸν» τῆς πίστεως «θησαυρόν».

Mt 17, 22—23 Οὐκοῦν ἀνεκόμισε μὲν εἰς τὸ ὄρος τοὺς κορυφαίους καὶ ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ᾽ ἧς ἐπιλάμψει τῷ κόσμῳ κατὰ καιρούς, εἶτα κατελθὼν ἐκ τοῦ ὄρους πονηροῦ τε καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. ἀλλ᾽ ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος. οὗ δὴ γεγονότος οὐδὲ ἀπεικὸς ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς κἀκεῖνό που τάχα καθ᾽ ἑαυτοὺς ἐννοεῖν καὶ λέγειν· ὁ τοσούτους νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ καὶ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν σατανᾶν, πῶς ἥλω νυνὶ καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; ἆρα ἠπατήθημεν θεὸν εἶναι νομίζοντες αὐτόν; ἵνα τοίνυν εἰδεῖεν τὸ πάντη τε καὶ πάντως ἐσόμενον, προμηνύει αὐτοῖς τοῦ πάθους τὸ μυστήριον.

Mt 17, 22—23 Συναναμίξας τὸν περὶ τῆς ἀναστάσεως λόγον συναναπλέκει τῇ ἀσθενείᾳ τὴν δύναμιν, τῇ ἀδοξίᾳ τὴν δόξαν, τῇ εὐτελείᾳ τῆς ἀνθρωπότητος τὸ τῆς θεότητος ὑψηλόν· ἀπέθανε γὰρ ὡς ἄνθρωπος, ἀνεβίω ὡς θεός. 〈λυποῦνται〉 δὲ οἱ μαθηταὶ διὰ τὴν πρὸς τὸν Χριστὸν ἀγάπην καίτοι γε προαναγγελθείσης τῆς ἀναστάσεως μετ᾽ οὐ πολύ, ἐπείπερ θερμότερον οἱ ἄνθρωποι λυποῦνται ἀκούοντες τῶν λυπηρῶν καὶ πλείω τούτων αἰσθάνονται ἢ τῶν ἡδίστων.

Mt 17, 24 καὶ πανούργως ἐρωτῶσι τὸν Πέτρον. ἐπειδή, φησίν, ἔθος ἔχει τοῖς τοῦ Μωσέως ἀντιπράττεσθαι νόμοις, οὐδὲ 〈τὸ δίδραχμον τελεῖ〉, εἰδὼς ὅτι καὶ ὁ Χριστὸς ἦν εἰπὼν «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι», καὶ ὅτι τῆς οἰκονομίας ὁ τρόπος τοῦτο ἀπαιτεῖ. τούτοις μὲν οὖν εἶπεν ὁ Πέτρος—ἴσως ἐρυθριῶν ὑπὲρ τούτων διαλεχθῆναι.

Mt 17, 27 Δυνάμενος καὶ ἐκ τῆς γῆς παραγαγεῖν τὸν 〈στατῆρα〉 οὐκ ἐποίησε τοῦτο, ἀλλ᾽ ἐκ τῆς θαλάσσης τὸ σημεῖον ἐποίησεν, ἵνα μυστήριον ἡμᾶς διδάξῃ θεωρίας γέμον· ἰχθύες γὰρ ἦμεν ἐκ τῶν πικρῶν τοῦ βίου ταραχῶν ἀνασπασθέντες ὡς ἐκ θαλάσσης διὰ τῶν ἀποστολικῶν ἀγκίστρων ἔχοντες ἐν τοῖς ἑαυτῶν στόμασι τὸν Χριστὸν τὸν 〈στατῆρα〉 τὸν βασιλικόν, ὃς ἐδόθη ὑπὲρ δύο ἀντίλυτρον, ὑπὲρ ψυχῆς καὶ σώματος ἡμῶν ἤτοι ὑπὲρ δύο λαῶν, Ἰουδαίων τε καὶ ἐθνικῶν, ὁμοίως λυτρούμενος πένητας καὶ πλουσίους ἐπείπερ καὶ ὁ παλαιὸς νόμος ἀνυποστόλως ἐξ ἴσου ἀπῄτει τὸ τέλος τῆς δραχμῆς παρά τε πλουσίου καὶ πένητος.

Ἠδύνατο ὁ σωτὴρ καὶ ἐκ τῆς γῆς παραγαγεῖν τὸν 〈στατῆρα〉, οὐκ ἐποίησε δὲ τοῦτο, ἀλλ᾽ ἐκ τῆς θαλάσσης τὸ σημεῖον εἰργάσατο, ἵνα δείξῃ μυστήριον ἡμῖν θεωρίας ἔμπλεον· ἡμεῖς γάρ ἐσμεν οἱ ἰχθύες θηρευθέντες ἐκ τῶν τοῦ βίου ταραχῶν διὰ τῶν ἀποστολικῶν διδαγμάτων. ἔχομεν δὲ ἐν τοῖς στόμασιν ἡμῶν τὸν 〈στατῆρα〉, τοῦτ᾽ ἔστιν τὸν Χριστόν.