Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η ζωή στην Εκκλησία, ο Νόμος και η πορεία προς τα Ιεροσόλυμα (Ματθ. 18-20)

Θεολογική προσέγγιση σε ζητήματα της εκκλησιαστικής ζωής, της πνευματικής ανταπόδοσης, του Νόμου ως παιδαγωγού, και η παραβολή των εργατών του αμπελώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 13

Mt 18, 1 〈Οὐρανῶν〉 τε 〈βασιλείαν〉 ἔν τε τῷ παρόντι μάλιστα λογιζόμεθα καὶ εἶναί φαμεν ἢ τὴν ἐν ἁγιασμῷ κλῆσιν ἢ τὸ ἐν πίστει καὶ ἁγιότητι μέτρον· ὑποφαίνει γάρ τι τοιοῦτον καὶ ὁ σωτὴρ εἰπών· «ἡ βασιλεία» τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστιν».

Mt 18, 10 Ἐπειδήπερ τις πολλὴ καὶ δυσαρίθμητος δαιμόνων πληθὺς τόδε τὸ σύμπαν περιφοιτᾷ πολυτρόποις ἀπάταις τὰ καθ᾽ ἡμᾶς καταστρέφουσα, οὐρανόθεν ἡμῖν ἐπέστησεν ὁ Χριστὸς τοὺς παιδαγωγοὺς οὐχ ὡς τῆς ἀνθρώπου φύσεως τὸ ἔλαττον ἀποφερομένης—πολλοῦ γε καὶ δεῖ· μακρὰν γὰρ τῶν καθ᾽ ἡμᾶς ἐκεῖνοι καὶ ἐναργὴς ὁ λόγος—ἀλλ᾽ ὡς ταῖς τῶν δαιμονίων πλεονεξίαις τὴν ἰδίαν ἰσχὺν ἀντεξάγοντας καὶ τῆς ἡμετέρας ζωῆς ὑπεραθλεῖν ἰσχύοντας· κατώρθωκεν δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἁπάντων ταῖς ἡμετέραις ψυχαῖς ὁ Χριστός. πάλαι μὲν ἀχρειωθέντων ἡμῶν ἀπεκέκλειστο ὁ οὐρανὸς καὶ οὐδένα τῶν καθ᾽ ἡμᾶς ἐποιοῦντο λόγον 〈οἱ ἄγγελοι〉 οἱονεὶ τῷ πάντων δεσπότῃ συναγανακτοῦντες ὡς ὑβρισμένῳ. ἐπειδὴ δὲ ηὐδόκησεν ὁ θεὸς «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ», κατεκόμισεν ἐλθὼν ἐπὶ γῆς καὶ τοὺς ἁγίους ἀγγέλους καὶ τῆς ἡμετέρας ζωῆς κηδεμόνας ἀπέδειξεν. διὸ καὶ ἔλεγεν· «ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου». «τοῦ ἀνθρώπου», τοῦτο ἔστιν διὰ τὸν ἄνθρωπον· κεκλεισμένον γὰρ κατὰ τοὺς ἤδη παρῳχηκότας καιροὺς ἤνοιξεν ἡμῖν τὸν οὐρανόν, ἵνα δι᾽ ἡμᾶς ἄνω τε καὶ κάτω θέοντες ὑπουργοί τινες εἶεν τῆς εἰς ἡμᾶς τελουμένης οἰκονομίας διὰ Χριστοῦ. τοῦτο οὖν καὶ ὁ Παῦλός φησιν· «οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα» καὶ ἑξῆς.

ταύτην ἔχει τὴν δήλωσιν καὶ τῶν ἐνυπνίων 〈τοῦ〉 προπάτορος ἡμῶν Ἰακὼβ ἡ δύναμις· τεθέαται, ὡς ἔφη, «τὴν κλίμακα» διήκουσαν ἀπὸ γῆς «εἰς τὸν οὐρανόν», οὐδὲν οἶμαι κατασημαίνοντος 〈τοῦ ὀνείρου〉 ἕτερον ἢ ὅτι κατὰ καιροὺς ἄνοδος τε καὶ κάθοδος ἔσται τοῖς ἁγίοις ἀγγέλοις διὰ τὸν ἄνθρωπον ἐπιλάμποντα ἐν κόσμῳ μετὰ σαρκὸς τοῦ μονογενοῦς. πάνδεινον οὖν ἄρα τοὺς τοσαύτης φροντίδος ἠξιωμένους παρὰ θεοῦ ὡς ἐπιστάτας καὶ παιδαγωγοὺς ἀγγέλους καταλαχεῖν ἐν τῷ μηδενὶ τετάχθαι λόγῳ καὶ τοῦτο παρ᾽ ἡμῖν τοῖς ὁμοδούλοις καὶ ἀδελφοῖς.

Mt 18, 20 Ἐπειδὴ δίδωσι τοῖς τὸ διδάσκειν λαχοῦσιν ἐξουσίαν τοῦ λύειν καὶ δεσμεῖν ὁ Χριστὸς μὴ μεταφοιτώντων τῶν ἅπαξ ἐκκλινάντων πρὸς ἔφεσιν ἀρετῆς, χρὴ δεδιέναι τὰς τῶν ἁγίων φωνάς, κἂν μὴ πολλοί τινες εἶεν οἱ διορίζοντες· πεπληροφόρηκε γὰρ καὶ τοῦτο ἡμᾶς ὁ Χριστός, οὐχὶ δήπου πάντως ὅ τι ἐκ πολλῶν ἔσται βέβαιον εἰπών, ἀλλ᾽ εἰ καὶ δύο τὸν ἀριθμὸν συμφώνως καὶ περιεσκεμμένως ὁρίσειαν, εἰς πέρας ἥξειν ἐπαγγειλάμενος· συνέσομαι γάρ φησι καὶ συνοριῶ, εἰ μόνοι δύο συναχθεῖεν δι᾽ ἐμέ· οὐ γὰρ 〈τὸν〉 τῶν συνόντων ἀριθμόν, ἀλλὰ τὴν τῆς εὐσεβείας καὶ φιλοθεΐας δύναμιν ἐνεργὸν γενήσεσθαί φησιν.

Mt 18, 24—35 Ἀφιέντος ἡμῖν τοῦ πάντων θεοῦ τὰ χαλεπὰ τῶν πλημμελημάτων, διὰ τῶν πολλῶν δηλοῦται 〈ταλάντων〉, εἰ μὴ τοῖς 〈συνδούλοις〉 ἀνίεμεν αὐτοὶ τὰ ρʹ 〈δηνάρια〉, τοῦτ᾽ ἔστιν τὰ ὀλίγα κοσμικὰ πταίσματα ἐκ τῆς ἐνούσης αὐτοῖς μισοπονηρίας, οἱ τῆς καθ᾽ ἡμᾶς ἐφεστῶτες ἄγγελοι καὶ ὑπὸ τὸν αὐτὸν ἡμῖν ὄντες τῆς δεσποτείας ζυγὸν τὴν παρὰ θεῷ ποιοῦνται κατάρρησιν οὐχ ὡς ἀγνοοῦντι σημαίνοντες—πάντα γὰρ οἶδεν ὡς θεός— ἐξαιτοῦντες δὲ μᾶλλον κατά γε τὸ εἰκὸς χρησίμως παιδεύεσθαι τοὺς ἑλομένους καταφρονεῖν καὶ τοὺς τῆς φιλαλληλίας ἀτιμάζειν νόμους. εἰ δὲ δὴ πάθοιμεν τὴν ἐπὶ τούτοις καταβολήν, ἢ παιδευόμεθα κατὰ τὸν παρόντα βίον οἱονεί τισι 〈βασανισταῖς〉 πειρασμοῖς τε καὶ ἀρρωστίαις παραπεμπόμενοι ἢ γοῦν εἰς αἰῶνα τὸν μέλλοντα κολαζόμενοι. ὅτι δὲ παιδεύει θεὸς ἐπιστρεπτικῶς τὸν ἀπειθῆ καὶ δυσάγωγον μετασκευάζων ἐπὶ τὸ ἄμεινον, ἀταλαίπωρον ἰδεῖν· μεστὴ γὰρ τῶν τοιούτων ἡ θεία γραφή, ὁποῖόν ἐστι τὸ σοφῶς εἰρημένον «ὃν ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται» καὶ πάλιν «εἰς παιδείαν ὑπομένετε» καὶ ἑξῆς.

Mt 18, 25 Διὰ τῆς πράσεως τῆς γυναικὸς καὶ τῶν λοιπῶν σημαίνεται τῶν παρὰ θεοῦ τερπνῶν ἡ εἰς ἅπαν ἀφαίρεσις καὶ ἀπόπτωσις παντελής. ἡ δὲ πρᾶσις δηλοῖ τὴν ἀλλοτρίωσιν δηλονότι τὴν ἀπὸ θεοῦ· ἀλλότριοι γὰρ θεοῦ πρὸς οὓς ἂν γένοιτο λόγος ὁ πικρὸς ἐκεῖνος καὶ ἀμειδής· «ἀπόστητε ἀπ᾽ ἐμοῦ ἐργάται» τῆς ἀνομίας· «οὐδέπω» γὰρ «ἔγνων ὑμᾶς».

Mt 19, 17—18 Εἰπόντος τοῦ Χριστοῦ 〈εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολὰς〉 οὐδὲν ἕτερον ἐκεῖνος προσδοκήσας ἐρεῖν αὐτὸν ἢ «εὐθὺς τὰς ἐμάς» φησιν· 〈ποίας〉; πολὺ δὲ τῆς ἐλπίδος ἐσφάλλετο· οὐ γάρ, ὅπερ ᾠήθη, πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστός, ἀλλ᾽ ἐπὶ τὸν νόμον ἀνάγει αὐτόν, οὐχ ὅτι τελειότης ὁ νόμος («δικαιοῦται» γὰρ «οὐδεὶς ἐν νόμῳ» κατὰ τὸ γεγραμμένον), ἀλλ᾽ ὅτι προεισβολή τις ὥσπερ τῆς εἰς αἰῶνα ζωῆς ἡ κατὰ νόμον μελέτη κατὰ βραχὺ προσεθίζουσα τοῖς ἀνωτέρω τῶν παιδαγωγουμένων τὸν νοῦν. «γέγονεν» γὰρ ἡμῖν «ὁ νόμος παιδαγωγὸς εἰς Χριστόν»· ἀρχὴ τοιγαροῦν σωματικῆς πολιτείας ὁ νόμος, τελειότης δὲ ὁ Χριστός· ἀρχὴ γάρ, φησίν, τῶν ἀγαθῶν τὸ ποιεῖν δίκαια. παραδείκνυσι μὲν οὖν τὸ δίκαιον ὁ νόμος, τὸ δὲ ἀγαθὸν ὁ Χριστός. ὁ μὲν οὖν ἐδίδασκεν τοῖς ἴσοις ἀμύνεσθαι τοὺς ἀδικεῖν βουλομένους («ὀδόντα» γὰρ «ἀντὶ ὀδόντος» καὶ «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ»), ὁ δὲ τὸ ἰσορροποῦν ἀνέντας ἡμᾶς ἐπὶ τὸ μεῖζον ... τῷ γὰρ παίοντί σε «εἰς τὴν δεξιάν, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι», φησίν, «καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον».

Mt 19, 24 〈Κάμηλον〉 δὲ ἐνταῦθά φησιν οὐ τὸ ζῷον τὸ ἀχθοφόρον, ἀλλὰ τὸ παχὺ σχοινίον, ἐν ᾧ δεσμεύουσι τὰς ἀγκύρας οἱ ναῦται. οὐκ ἀνήνυτον παντελῶς τοῦτο δείκνυσιν ὄν, τῷ δὲ ἄγαν δυσχερεῖ λοιπὸν ἤδη πως ἐγγὺς καὶ ἀγχίθυρον τοῦ ἀδυνάτου τὸ χρῆμα τιθείς. ὅθεν δείκνυται οὐχ ὁ τυχών—δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν.

Mt 19, 26 Οὐκ ἂν γένοιτό τις παθῶν ἐλευθέραν εἰς ἅπαν ἔχων ψυχὴν καὶ εἰ σφόδρα τις εἴη τῶν ὅτι μάλιστα φιλοπονωτάτων· «τίς γὰρ καθαρὸς ἀπὸ ῥύπου» κατὰ τὸ γεγραμμένον ἢ «τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν»; εἰ δὲ καὶ ὁ «πταίσας ἐν ἑνί, γέγονε πάντων ἔνοχος» κατὰ τὸν τοῦ καταγνωσθῆναι λόγον, τίς οὐκ ἂν εὐθύνοι τὸ λοιπὸν τὴν ἐφ᾽ ἑνὶ παράβασιν οὐδὲ φυγών; οὐδὲ γὰρ ἂν διαδρῴη τὸ κατὰ νοῦν ἁμαρτεῖν καὶ ὁ σφόδρα νηφάλιος. ὅσον οὖν ἧκεν εἰς ἀνθρωπίνην ἀσθένειαν, οὐδεὶς ὁ σῳζόμενος· ὅσον γε μὴν εἰς τὴν τοῦ διασῴζοντος ἡμερότητα, οὐκ ἀπόγνωστος τὴν σωτηρίαν· οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον.

Mt 19, 29 Ἵνα μή τις οἰηθῇ ἐπὶ μόνων τῶν μαθητῶν ἁρμόζειν τὸ εἰρημένον, ἐπεπλάτυνεν ἐπὶ πάντας τὸν λόγον τοὺς τὰ ὅμοια ποιοῦντας· εἰ γὰρ καὶ μὴ τῶν αὐτῶν τοῖς μαθηταῖς τεύξονται οἱ λοιποί, ἀλλ᾽ οὖν ἕξουσιν ἀντὶ μὲν τῶν κατὰ σάρκα συγγενῶν τὴν πρὸς θεὸν οἰκειότητα καὶ τὴν ἀδελφότητα τὴν πρὸς τοὺς ἁγίους (ἤτοι τοὺς πρεσβυτέρους καὶ πρεσβύτιδας τῆς ἐκκλησίας λέγει, οὓς ἔσχον δι᾽ ἀγάπην ὡς συγγενεῖς, τοὺς κατὰ διάθεσιν ἀγαπητούς, τοὺς πολλῷ μᾶλλον τῶν κατὰ σάρκα συγγενῶν ἀγαπῶντας, παρ᾽ ὧν καὶ χρήματα ἐδέξαντο, ἵνα διοικήσωσιν αὐτὰ ὡς βούλονται, ἀποκειμένων αὐτοῖς καὶ τῶν ἐσομένων ἀγαθῶν), ἀντὶ δὲ τῶν ἀγρῶν τὸν παράδεισον καὶ ἀντὶ οἴκων τῶν ἐκ λίθων τὴν ἄνω Ἰερουσαλήμ, τὴν τῶν πρωτοτόκων μητέρα.

Ἐπισημαντέον, ὅτι κἂν μὴ τῶν αὐτῶν τοῖς μαθηταῖς οἱ λοιποὶ ἐπιτύχωσιν, ἀλλ᾽ ὅμως ἕξουσιν ἀντὶ μὲν τῶν κατὰ σάρκα συγγενῶν πρὸς θεὸν οἰκειότητα καὶ τὴν ἀδελφότητα τὴν πρὸς ἁγίαν πόλιν τὴν τῶν πρωτοτόκων μητέρα.

Mt 19, 29 Οὐ πολλοὺς οὖν ἀνθ᾽ ἑνὸς πατέρας ἢ πολλὰς ἀντὶ μιᾶς μητέρας ἢ 〈ἀγροὺς〉 ἀντὶ ὀλίγων πολλοὺς ἀπολήψεσθαί φησιν, ἀλλ᾽ ὅτι τῶν ἐπιγείων ἁπάντων ἀσυγκρίτοις ὑπεροχαῖς ὑπερκείσεται τὰ οὐράνια καὶ τῶν ἀπολλυμένων ἔσται προτιμότερα τὰ σῳζόμενα.

Mt 19, 29 Προστέθεικε δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾶν «πρεσβυτέρας μὲν ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ»· ὥσπερ οὖν ἀδελφοὺς δίδωσι τοὺς οὐκ ἀδελφοὺς καὶ γονεῖς τοὺς οὐ γονεῖς καὶ τέκνα τὰ οὐ τέκνα, οὕτω καὶ γυναῖκα τὴν οὐ γυναῖκα ἑτέρῳ τρόπῳ δηλαδὴ πνευματικῷ τὰς οἰκειότητας ἐκπληρῶν, οὐ σωματικῷ. ἀπολείπειν δὲ τὸ κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωήν· τότε γὰρ λέγει χωρίζεσθαι ἀπὸ γονέων καὶ ἀπὸ γυναικός, ὅταν πρὸς ἀσέβειαν ἕλκωσιν· καθὼς γὰρ δεῖ ψυχῆς καὶ σώματος καταφρονεῖν διὰ θεοσέβειαν, οὕτω χρὴ καὶ πάντων ταύτην προτιμᾶν.

Mt 20, 1—16 Φεύγων τὸ φιλόδοξον ὁ κύριος ὡς περὶ ἑτέρου λέγει 〈οἰκοδεσπότου〉 αὐτὸς ὢν οἰκοδεσπότης καὶ τῆς τῶν οὐρανῶν βασιλείας διανομεύς. 〈ἡμέραν〉 δὲ λέγει τὸν πάντα αἰῶνα, καθ᾽ ὃν ἐν διαφόροις καιροῖς μετὰ τὴν τοῦ Ἀδὰμ παράβασιν προσκαλεῖταί τινας δικαίους εἰς ἐργασίαν θεοσεβῆ μισθὸν αὐτοῖς ὁρίσας ἐπὶ τοῖς ἔργοις. εἰσὶν οὖν περὶ τὴν πρώτην ὥραν οἱ περὶ τὸν Ἀδὰμ καὶ τὸν Ἐνώχ, οἱ δὲ 〈περὶ〉 τὴν 〈τρίτην〉 οἱ περὶ Νῶε καὶ Σὴμ καὶ οἱ ἐξ αὐτῶν δίκαιοι· δεύτερος γὰρ ὁ καιρὸς καὶ ἡ κλῆσις δευτέρα, ὅτε καὶ διάφορα τὰ νόμιμα. οἱ δὲ 〈περὶ〉 τὴν 〈ἕκτην〉 κεκλημένοι ἐργάται οἱ κατὰ τοὺς Ἀβραάμ εἰσι χρόνους, ἐφ᾽ οὗ πάλιν ἡ τῆς περιτομῆς νομοθεσία, οἱ 〈ἑνδεκάτην〉 οἱ κατὰ τὴν Χριστοῦ παρουσίαν, ἐφ᾽ ὧν καὶ μόνων λέγεται 〈τὸ τί ὧδε〉 ποιεῖτε 〈ὅλην τὴν ἡμέραν ἀργοί〉, ὅτι κυρίου ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ καὶ ἀργοὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ ἐοικότες τοῖς 〈ἐν ἀγορᾷ ἑστῶσιν〉 καὶ μηδὲν ὅλως ψηλαφῶσιν, ἀλλ᾽ εἰκῆ καὶ μάτην τὸν ἑαυτῶν διατρέχοντες βίον. οὓς καὶ προτρέπεται ὁ κύριος λέγων· 〈τί ἑστήκατε〉 (οὕτως λέγων) 〈ἀργοί〉; πρὸς ὃν ἀνταποκρίνονται λέγοντες· 〈οὐδεὶς ἡμᾶς ἐμισθώσατο〉· οὔτε γὰρ Μωυσῆς οὔτε τις τῶν ἁγίων ἐκήρυξε τοῖς ἔθνεσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραήλ. ὅμως ὁ κύριος εἰσπέμπει καὶ αὐτοὺς 〈εἰς τὸν ἀμπελῶνα〉.

πέντε δὲ κλήσεις 〈λέγει〉 γενέσθαι, ἵνα δείξῃ, ὅτι ἐν ἑκάστῳ καιρῷ ἦσαν εὐδοκιμοῦντες καὶ ἀστοχοῦντες ὡς αἱ «πέντε παρθένοι φρόνιμοι καὶ αἱ μωραὶ πέντε» δηλοῦσιν κατὰ τοὺς αὐτοὺς οὖσαι χρόνους, καὶ ὅτι τινὲς ἐνάρετοι ηὑρέθησαν, τινὲς δὲ κατεφρόνησαν διὰ μωρίαν τοῦ μέλλοντος αἰῶνος. ἐπὶ τέλει δὲ τοῦ βίου, ὅ ἐστιν ἑσπέρα (ὁ γὰρ ἀπὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ καιρὸς ἕως τῆς συντελείας ἐστὶν ὁ μετὰ 〈τὴν ἑνδεκάτην ὥραν〉 καθὼς ὁ Ἰωάννης φησίν· «ἐσχάτη ὥρα ἐστίν»), ἐν ᾗ ὁ οἰκοδεσπότης, φησίν, ἀπὸ τῶν τελευταίων 〈κελεύει〉 δοθῆναι τὸν μισθόν. οἰκοδεσπότης δὲ νοηθεί〈η〉 ὁ πατὴρ χρώμενος τῷ υἱῷ διανομεῖ οὐχ ὡς ὑπουργῷ, ἀλλ᾽ ὡς 〈συνεργῷ〉 ὅτι δι᾽ αὐτοῦ διοικεῖ καὶ ἐνεργεῖ πᾶν, ὅ τι οὖν βούλεται. δίδωσιν δὲ πᾶσιν τὸ 〈ἀνὰ δηνάριον〉, ὅ ἐστιν ἡ τοῦ πνεύματος χάρις συμμόρφους ἀποτελοῦσα τοὺς ἁγίους θεῷ καὶ τοὺς ἄνω χαρακτῆρας ἐν ταῖς ἐκείνων ψυχαῖς ἐγχαράττουσα καὶ εἰς ζωὴν ἀνάγουσα καὶ ἀφθαρσίαν.

ἐν τούτοις δὲ 〈οἱ πρῶτοι〉 δοκοῦσιν 〈πλεῖον〉 τῶν ἐσχάτων κεκοπιακέναι ὡς τὴν τοῦ διαβόλου πύρωσιν ἐπὶ πλεῖον ὑποστάντες οὔπω τῆς ἁμαρτίας κατηργημένης καὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου· τὸ πρᾶγμα γάρ, εἰ κατ᾽ ἰσότητα ἐξετάζοιτο, πλεῖόν τι τοῖς προτέροις ὀφειλόμενον ὑποβάλλει, ὅτι θανάτου καὶ διαβόλου κρατοῦντος ἐπολιτεύοντο· τοῦτο γάρ ἐστιν 〈τὸ βάρος τῆς ἡμέρας καὶ ὁ καύσων〉, ὅτε μηδὲ ἡ τοῦ πνεύματος δρόσος παρῆν ἐπικουροῦσα πρὸς δικαιοσύνην ἀνθρώποις. οἱ δὲ 〈ἔσχατοι〉 ἀντὶ κόπων τὴν τοῦ δεσπότου ἔχοντες φιλοτιμίαν πρῶτοι τὸν μισθὸν δέχονται, ἐπείπερ πάντες οἱ μετὰ τὴν ἐπιδημίαν διὰ τοῦ βαπτίσματος καὶ τῆς πρὸς τὸ πνεῦμα συναφείας «θείας» γεγόνασιν «κοινωνοὶ φύσεως» καὶ υἱοὶ θεοῦ ἐχρημάτισαν τῶν πρὸ τῆς ἐπιδημίας πάντων γεννητῶν γυναικῶν χρηματιζόντων, μελλόντων δὲ καὶ αὐτῶν πρὸς τοῦτο καλεῖσθαι· εἰ γὰρ καὶ γεγόνασι μέτοχοι πνεύματος οἱ προφῆται, ἀλλ᾽ οὖν οὐχ ὡς οἱ πιστοί, τρόπον τινὰ τοῦ ἁγίου πνεύματος ταῖς τῶν πιστῶν ψυχαῖς ὡσανεὶ ζύμης γενομένου καὶ ὅλον τὸν ἄνθρωπον μετατιθέντος εἰς ἑτέραν βίου κατάστασιν. διὸ καὶ «θείας» γινόμεθα «κοινωνοὶ φύσεως» καὶ ἐκ παρρησίας βοῶμεν «ἀββᾶ ὁ πατήρ». οἱ δὲ ἀρχαιότεροι οὐ τῆς αὐτῆς ἔτυχον χάριτος.

διὸ καὶ ὁ Παῦλός φησιν· «οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας» ὡς ὅτι οἱ ἀρχαῖοι «πνεῦμα δουλείας» ἐλάμβανον οὐκ ἔχοντες τὸ τῆς υἱοθεσίας ἀξίωμα. 〈πρῶτοι〉 οὖν λαβόντες τὸ νοητὸν 〈δηνάριον〉 ἀναγκαίως τῶν ἄλλων προτετιμῆσθαι λεγόμεθα.

Mt 20, 23 Ἐρωτᾷς, εἰ λοιπόν τινες μέλλουσιν καθεσθῆναι· μάθε, ὅτι οὐδείς· μόνης γὰρ τῆς πρώτης οὐσίας τὸ τοιοῦτόν ἐστιν καὶ οὐκ ἀνθρωπίνης· μὴ νοήσαντες γὰρ οἱ ἀπόστολοι τί ἐστιν τὸ καθεσθῆναι «ἐπὶ δώδεκα θρόνους» καὶ ὅ τι τὸ δοξασθῆναι τότε δηλοῖ τοιαύτην ἐζήτουν καθέδραν.