Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η είσοδος στα Ιεροσόλυμα και οι διαξιφισμοί με τους Ιουδαίους ηγέτες (Ματθ. 21-22)

Η θριαμβευτική είσοδος του Χριστού στα Ιεροσόλυμα, ο καθαρισμός του ναού, η ερώτηση για την εξουσία Του και οι παραβολές των κακών γεωργών και των βασιλικών γάμων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 13

Mt 21, 1—7 Πρὸ πέντε ἡμερῶν τοῦ σωτηριώδους αὐτοῦ πάθους ἀναπληρῶσαι βουλόμενος καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς περὶ αὐτοῦ εἰρημένας κελεύει τοῖς 〈δυσὶ μαθηταῖς〉 ἀπιέναι εἰς τὸ κωμύδριον τὸ ἀντικρὺ Βηθφαγὴ καὶ Βηθανίαν καὶ ἐνέγκαι τὸν ἀσαλῆ 〈πῶλον〉 αὐτοῦ. ὅτι δὲ ὁ μὲν Ματθαῖος 〈ὄνον καὶ πῶλον〉 ἀγηοχέναι τῷ κυρίῳ λέγει, Λουκᾶς δὲ καὶ Μᾶρκος ἑνὸς μόνου ὑποζυγίου ἀπεμνημόνευσαν, οὐ μάχης τὸ εἰρημένον· τοῦ γὰρ πώλου ἀγομένου κατὰ τὸ κελευσθὲν ὑπὸ τῶν μαθητῶν ἐφήλατο καὶ ἡ ὄνος τῷ αὐτῆς τέκνῳ ἀκολουθοῦσα ὡς φιλόστοργος μήτηρ.

Mt 21, 1—3 〈Δύο〉 δέ φησιν εἶναι τοὺς 〈μαθητάς〉, ὅ ἐστιν ἀποστόλους καὶ εὐαγγελιστάς, οἵτινες γεγόνασιν συνεργοὶ καὶ ὑπηρέται Χριστοῦ πρὸς τοῦτο. ἢ καὶ εὐαγγέλους λέγει τοὺς ὑπηρετοῦντας Χριστῷ πρὸς ἡμετέραν λύτρωσιν «ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου». εἰ δὲ ἐρωτήσει ὁ καταδήσας αὐτοὺς ταῖς σειραῖς τῶν ἁμαρτιῶν «τί ποιεῖτε», ἀλλ᾽ οὖν οὐ δυνάμενος ἀντιστῆναι τοῖς τοῦ σωτῆρος λόγοις σιωπήσεται οὐχ ἑκὼν διὰ τὸ ὑπερβάλλον τῆς δυνάμεως· θεία δὲ ἡ κλῆσις ἐν τούτῳ δεδήλωται.

Mt 21, 7—9 〈Ἐρχόμενος〉 λέγεται ὁ Χριστὸς ὡς ἄνωθεν ἐλθών, ὅτι θεὸς ὢν φύσει καὶ υἱὸς τοῦ πατρὸς γέγονεν ἄνθρωπος καὶ ἦλθεν ἐν ὀνόματι κυρίου ὁ κύριος καλούμενος. οὗτος οὖν ὡς φύσει θεὸς 〈εὐλογημένος〉 λέγεται, τοῦτ᾽ ἔστιν δοξολογούμενος. ἐπεκάθητο μὲν οὖν τῷ πώλῳ Χριστός, εἵπετο δὲ ἡ τεκοῦσα. καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν· ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ τῷ εἰδωλολατροῦντί ποτε, ἕψεται δὲ κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων συναγωγή, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ σῴζοντι θεῷ, διὰ τοῦτο δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις καὶ γέγονεν εἰς οὐράν, τοῦτ᾽ ἔστιν παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δέ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν ὁ «νεφροὺς» εἰδὼς «καὶ καρδίας»· ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων συναγωγὴ καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς· οἱ μὲν γὰρ «λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα» θεόν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες νόμον ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς καὶ πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες «παρασυνεβλήθησαν τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοίωνται αὐτοῖς» κατὰ τὴν τοῦ ψάλλαντος φωνήν.

ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον καὶ τὴν ἐκ νόμου κατάρρησιν ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ φιλαμαρτήμονες.

Mt 21, 7—9 〈Ἄγεται ὁ πῶλος〉 δύο μαθητῶν ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτῷ δύο τάγματα, προφῆται καὶ ἀπόστολοι, δι᾽ ὧν σαγηνεύονται εἰς πίστιν τὰ ἔθνη. καὶ ἄγεται ἀπό τινος κώμης, ἵνα καὶ ἐκ τούτου τὴν ἄγροικον τῶν ἐθνῶν καταδείξῃ φρένα οὐκ ἐν νόμῳ τεθραμμένων, ζησάντων δὲ μᾶλλον ἀπημελημένως καὶ ἀγρίως, πλὴν μετέστη ἐπὶ τὸ ἡμερώτερον· γέγονε γὰρ ὑπὸ Χριστῷ ταῦτα διδάσκοντι. καὶ παῖδες δὲ «βάϊα φοινίκων» ἀνατείναντες προέτρεχον αὐτοῦ καὶ ὁμοῦ τοῖς μαθηταῖς τὴν δοξολογίαν συνετίθεσαν, ἵνα καὶ δι᾽ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν ὥσπερ ἐν πίνακι γεγραμμένον ἴδωμεν λαόν· γέγραπται γάρ· «καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον».

Mt 21, 9 〈Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ εὐλογημένος〉· τὸ ἑβραικὸν οὕτως ἔχει ἐν τῷ ριζʹ ψαλμῷ· ΑΝΝΑ ΑΔΩΝΑΙ ΩΣΙΑΝΝΑ, ΑΔΩΝΑΙ ΑΣΛΙΑΝΝΑ, ΒΑΡΟΥΧ ΑΒΒΑ ΒΣΑΙΜ.

Mt 21, 12—14 Ἦν μὲν ἐν τῷ ἱερῷ πληθὺς ἐμπόρων, ἀργυραμοιβοὶ ἤτοι κολλυβισταὶ καὶ μετ᾽ ἐκείνων βοῶναι καὶ προβάτων ἔμποροι τρυγόνας τε πιπράσκοντες καὶ περιστεράς. ταῦτα δὲ χρήσιμα ταῖς θυσίαις τῆς κατὰ νόμον λατρείας. ἀλλ᾽ ἦν ἤδη ὁ καιρὸς τοῦ καταλῆξαι τὴν σκιὰν καὶ ἀναλάμψαι τὴν ἐν Χριστῷ ἀλήθειαν· ταύτῃ τοι Χριστὸς εἰκότως ἡ ἀλήθεια ἅτε δὴ μετὰ τοῦ ἰδίου πατρὸς ἐν τῷ παρ᾽ αὐτῷ ὄντι ναῷ τιμώμενος, συστέλλεσθαι μὲν τὰς ἐν νόμῳ προστέταχε θυσίας καὶ τοὺς καπνούς, 〈οἶκον〉 δὲ 〈προσευχῆς〉 ἀναδείκνυσθαι τὸν ναόν· τὸ γὰρ ἐπιπλήττειν τοῖς ἐμπόροις καὶ τῶν ἱερῶν περιβόλων ἀποσοβεῖν αὐτοὺς τὰ εἰς θυσίαν χρήσιμα διαπιπράσκοντάς τισι τοῦτο πάντως ἐστὶν καὶ ἕτερον οὐδέν. ἕτερος δὲ τῶν εὐαγγελιστῶν «καὶ φραγέλλιον ἐκ σχοινίων ποιῆσαι» λέγει τὸν Ἰησοῦν καὶ ἀπειλῆσαι πληγὰς καὶ ἐπανατείνειν αὐτοῖς· ἔδει γὰρ εἰδέναι τοὺς τὴν νομικὴν τιμῶντας λατρείαν μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν, ὅτι «πνεῦμα δουλείας» ἔχοντες καὶ τὸ ἐλευθεροῦσθαι παραιτούμενοι ὑπὸ μάστιγας ἔσονται καὶ ὑποκείσονται κολάσει δουλοπρεπεῖ. ἐπιτειχίζει αὐτοῖς καὶ τὸν Ἠσαίαν κατήγορον—φησὶ γὰρ ὁ εὐαγγελιστής.

Mt 21, 12 〈Κ〉αὶ τῆς λατρείας δὲ τὴν μετάθεσιν προμηνύει ἐκβάλλων τὰ σφαγιζόμενα ζῷα καὶ τὰς νομικὰς παραδόσεις. ἐπανατείνεται δὲ τὴν μάστιγα σημαίνων, ὅτι ἂν πάλιν τὰ αὐτὰ ποιήσωσιν, πειραθήσονται πληγῶν, καὶ ἵνα δείξῃ τὸ δουλοπρεπὲς τῶν ὑπὸ νόμον, οἰκέταις πρέπουσαν ἐπιφέρει μάστιγα.

Mt 21, 14 Αἴνιγμα ἦν τὸ γεγονός, ὅτι τῶν Ἰουδαίων ἐκβληθέντων ἐκ τοῦ ναοῦ σὺν ταῖς τυπικαῖς θυσίαις 〈οἱ τυφλοὶ καὶ χωλοὶ〉 θεραπεύονται οἱ τύπον ἔχοντες τῶν ἐθνῶν. μαθέτωσαν μέντοι καὶ οἱ πωλοῦντες καὶ τὰ τοῦ πνεύματος χαρίσματα καὶ τὴν ἱερωσύνην, ὅτι τοὺς πωλοῦντας τὰς περιστερὰς ἐξέβαλεν ἀπὸ τοῦ ναοῦ μαστίξας ὁ κύριος καὶ παυσάσθωσαν πόρους ἑαυτοῖς ἀπὸ χειροτονιῶν ἀθροίζοντες.

Mt 21, 17 Διὰ τὸ ἀφιλόθεον τῶν Ἰουδαίων ὑπαναχωρεῖ.

Mt 21, 23 Εἰ τὰς «θεοπνεύστους» ᾔδεις «γραφάς», ὦ ἀσύνετε Φαρισαῖε, καὶ τὰς τῶν ἁγίων προφητῶν φωνάς, ἐμνήσθης ἂν λέγοντος τοῦ μακαρίου Δαβὶδ πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστόν· «ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». φράζε δὴ οὖν, τίς ἐκ τῶν γραμματέων ἢ Φαρισαίων λελειτούργηκε τῷ θεῷ «κατὰ τὴν τάξιν Μελχισεδέκ»; ἢ πάντως οὐδείς. ἀλλὰ καὶ ὁ προπάτωρ Ἀβραάμ, ἡ ῥίζα τῆς γενέσεως τῶν ἐξ Ἰσραήλ, ὑπὸ τῆς Μελχισεδὲκ ἱερωσύνης ηὐλόγηται· τύπος δὲ ἦν ὁ Μελχισεδὲκ καὶ ἡ κατ᾽ αὐτὸν ἱερωσύνη τοῦ πάντων σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῶν ἀρχιερεὺς προσάγων τῷ θεῷ καὶ πατρὶ πάντας τοὺς πεπιστευκότας εἰς αὐτὸν διὰ τῆς ὑπὲρ νόμον λατρείας τελειῶν εἰς ἁγιασμόν. τί οὖν ἀσχάλλεις, ὦ Φαρισαῖε; ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς; ἀλλὰ νόμου πάντως ἐπέκεινα θεός· ὁ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ᾽ ἡμῖν ὁρισάμενος μεθίστησι κατὰ καιρὸν ἐφ᾽ ὅπερ ἂν ἕλοιτο τὰ διατεταγμένα καὶ ἀναφέρει εἰς βελτίονα. ἦν οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα· διὸ ἔφη που διὰ φωνῆς Ἠσαίου· «ἀφανισθήσεται νόμιμα λαοῦ»· ἤργησε γὰρ τῆς νέας ἐντολῆς ἀναδεδειγμένης, ἣν δι᾽ ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ υἱός.

Mt 21, 25 Ἤρετο ὁ Χριστός, ὁποίαν περὶ τοῦ βαπτιστοῦ τὴν δόξαν ἐσχήκασιν, ἐπειδὴ ἔθος ἦν τοῖς Ἰουδαίοις ψευδηγόρους ἀποκαλεῖν τοὺς ἁγίους καὶ λέγειν, ὅτι ἀπὸ γνώμης ἰδίας τὴν προφητείαν ὑποπλάττονται οὐκ ἀπεσταλμένοι παρὰ θεοῦ. οἱ δὲ Φαρισαῖοι δεδίασι μὲν εἰπεῖν τὸ ἀληθές, ἵνα μὴ ἀκούσωσιν· 〈διὰ τί μὴ ἐπιστεύσατε〉;

Mt 21, 33—41 Καὶ ἔστιν 〈ἀμπελὼν〉 μὲν ὁ Ἰσραήλ, ὥς φησιν ὁ ψαλμῳδός· «ἄμπελον ἐξ Αἰγύπτου μετῆρας» καὶ ὁ Ἠσαίας· «ἀμπελών», φησίν, «ἐγενήθη τῷ ἠγαπημένῳ». 〈ἐφύτευσεν〉 δὲ αὐτὸν ὁ θεὸς 〈καὶ ἀπεδήμησε〉 χρόνον μακρὸν ἤγουν ἐμακροθύμησεν. πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου καὶ εἰς νοῦν ἔχων αὐτό· οὐδεὶς γὰρ γέγονεν διὰ μέσου καιρός, καθ᾽ ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ θεοῦ προφῆται καὶ δίκαιοι νουθετοῦντες. οἱ δὲ γεγόνασιν ἀπειθεῖς καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους ἀπέστειλαν κενούς, τοῦτ᾽ ἔστιν οὐδὲν ἔχοντας εἰπεῖν περὶ αὐτῶν ἀγαθὸν τῷ πεπομφότι θεῷ.

Mt 21, 37 Ἆρα καὶ ὑμεῖς υἱοὶ τοῦ θεοῦ καὶ πατρός; ἆρα φυσικῶς ὁ κλῆρος εἰς ὑμᾶς καταβαίνει, ἂν ἐκ μέσου ποιήσητε τὸν κληρονόμον; πῶς γενήσεσθε κύριοι ὧν ἐρᾶτε; κἀκεῖνο πῶς οὐ γέλωτος ἄξιον; ὁ μὲν γὰρ Χριστὸς ὡς υἱὸς καὶ τῶν τοῦ θεοῦ καὶ πατρὸς ἀξιωμάτων οὐσιωδῶς κληρονόμος γενόμενος ἄνθρωπος εἰς κοινωνίαν τῆς ἑαυτοῦ βασιλείας ἐκάλει τοὺς πιστεύοντας εἰς αὐτόν, οἱ δὲ Ἑβραῖοι μόνοι τὴν βασιλείαν ἔχειν ἤθελον, ὅπερ ἦν ἀμήχανόν τε καὶ ἀμαθές. ἐπιτήρησον δὲ ἐν τούτοις, ὅτι μετὰ τοὺς οἰκέτας ὁ υἱὸς πέμπεται ὡς οὐ τελῶν ἐν οἰκέταις, ἀλλ᾽ ὡς υἱὸς ἀληθινὸς καὶ διὰ τοῦτο κύριος· εἰ καὶ ἐφόρεσε γὰρ δούλου μορφὴν οἰκονομικῶς, ἀλλ᾽ ἦν καὶ οὕτω θεὸς καὶ υἱὸς ἀληθινὸς τοῦ θεοῦ καὶ πατρὸς καὶ φυσικὴν ἔχων τὴν κυριότητα.

Mt 21, 41 Καὶ τίνες ἂν εἶεν οὗτοι; τῶν ἁγίων ἀποστόλων ὁ χορός, οἱ τῆς καινῆς διαθήκης ἱερουργοὶ καὶ διδάσκαλοι.

Mt 21, 42—43 〈Λίθον〉 ἐνταῦθα τὸν Χριστόν φησιν, 〈γωνία〉 δὲ ἡ συνάφειά τε καὶ συνήθεια τῶν δύο λαῶν τούτων, τοῦ ἐξ Ἰσραὴλ ἀνασεσωσμένου καὶ τοῦ ἐξ ἐθνῶν. 〈διὰ τοῦτο ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν〉, τοῦτ᾽ ἔστιν ἡ τῆς σωτηρίας εἴδησις καὶ ἡ πρὸς πᾶν ὅ τι οὖν τῶν ἐπαινουμένων ὁδὸς καὶ ἡ πρὸς τὸ πνεῦμα κοινωνία, δι᾽ ὧν τις κτᾶται 〈τὴν τῶν οὐρανῶν βασιλείαν〉.

Mt 21, 42 Ταύτην τεθαύμακε τὴν 〈γωνίαν〉 ἤτοι τῶν δύο λαῶν τὴν εἰς ταὐτότητα σύνοδον ὁ μακάριος Δαβὶδ λέγων· «παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν». οὐκοῦν σωτήριος μὲν ὁ 〈λίθος〉 τῇ γωνίᾳ τῇ παρ᾽ αὐτοῦ γενομένῃ, συντριβὴ δὲ καὶ ὄλεθρος τοῖς ἔξω μεμενηκόσι τῆς νοητῆς καὶ πνευματικῆς ταύτης συνδρομῆς· τοῖς μέν ἐστιν ὁ Χριστὸς «πέτρα προσκόμματος καὶ λίθος σκανδάλου».

Mt 22, 2 〈Γάμον〉 λέγει τὴν πρὸς τὸν υἱὸν τῶν πιστῶν συνάφειαν, καλῶν εἰς τοῦτον Ἰουδαίους, πάλαι μὲν διὰ προφητῶν, ὕστερον δὲ διὰ τῶν μαθητῶν πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως.

Mt 22, 2—5 Ἀπειρήκασι τὴν ἄφιξιν οἱ διὰ τῶν πρώτων οἰκετῶν 〈κεκλημένοι〉, οἳ τὸν διὰ Μωσέως παρωσάμενοι νόμον ἐτράποντο πρὸς διδασκαλίας ἀνθρώπων. ὁμοίως δὲ καὶ οἱ μετ᾽ ἐκείνους δεύτεροι 〈κεκλημένοι〉 διὰ δευτέρων τοῦτ᾽ ἔστιν τῶν ἁγίων ἀποστόλων τὸ συμφέρον παρέντες ὡς πορρωτάτω μετακεχωρήκασιν ἐπὶ τὸ σφίσι δοκοῦν· οἱ μὲν γὰρ ἐπὶ 〈τὸν ἴδιον ἀγρόν〉, δι᾽ οὗ σημαίνεται τῶν ἐπιγείων ἡ κτῆσις καὶ ἡ περὶ ταῦτα σπουδή· πρὸς 〈ἐμπορίαν〉 δὲ ἕτεροι, δι᾽ οὗ πάλιν ἡμῖν τὸ φιλόπλουτον δηλοῦται πάθος καὶ ὁ περὶ τοῦτο σπασμός· φιλοσαρκίαι γὰρ ἡμᾶς καὶ φιληδονίαι κοσμικαὶ καὶ εἰκαῖοι περισπασμοὶ καὶ ἡ τοῦ χρηματίζεσθαι φροντὶς ἀποστερεῖ ἡμᾶς τῆς εἰς αἰῶνα τρυφῆς καὶ τῆς πρὸς θεὸν οἰκειότητος.

Mt 22, 7 Δηλονότι τῆς Ῥωμαϊκῆς στρατιᾶς τὴν ἀκαταγώνιστον χεῖρα. θεοῦ δέ φαμεν τὴν Ῥωμαϊκὴν στρατείαν, καθ᾽ ὅ ἐστιν δεσπότης καὶ πάντων δημιουργός.

Mt 22, 13 Καὶ ἄλλως 〈δεδέσθαι χεῖρας καὶ πόδας〉 λέγεται ὡς μηδενὸς λοιπὸν χρηστὸν ποιῆσαι ἐκεῖσε δυναμένου· ἡ γὰρ τοῦ καλοῦ ἐργασία μέχρι τοῦ παρόντος ἐκτείνεται.

Mt 22, 15 Ἐπειδὴ γὰρ εἶδον, ὅτι οἱ περὶ Θευδᾶν καὶ Ἰούδαν—διὰ τῶν λόγων τούτων εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν.

Mt 22, 17 Ἤθελε μὲν ὁ τῶν ὅλων θεὸς ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ. ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα τῶν τηνικάδε κεκρατηκότων καὶ δασμοὺς ἐπέθηκαν αὐτοῖς. καὶ φόρου λοιπὸν—Ῥωμαίων μεταπεσόντων ἀρχήν.

Mt 22, 34—40 Ἐξ ἀμέτρου ἀναιδείας διαφθονούμενοι οἱ Φαρισαῖοι, ἐπειδὴ καταισχυνθέντων τῶν Σαδδουκαίων ἐπῃνεῖτο ὑπὸ τῶν ὄχλων, μεθ᾽ ὑποκρίσεως πάλιν ἐρωτῶσι πειράζοντες αὐτόν, εἰ καὶ προστίθησι πάλιν τῇ ἐντολῇ τῇ πρώτῃ ὡς διορθούμενος τὸν νόμον, ἵνα εὕρωσι κατ᾽ αὐτοῦ λαβήν. καὶ ὁ μὲν Ματθαῖος καὶ Λουκᾶς «νομικὸν» εἶναι ἔλεγεν τὸν ἐρωτήσαντα, Μᾶρκος δὲ «γραμματέα». οὐκ ἔστι δὲ τοῦτο διαφωνία· οἱ μὲν γὰρ νομομαθῆ τοῦτον ἀποδεικνύουσιν, οἱ δὲ γραμματεισαγωγέα, ὅπερ ἐστὶ τοῦ νόμου ἑρμηνεὺς τῷ λαῷ. ὁ δὲ κύριος δημοσιεύει αὐτῶν τὴν κακίαν, ὅτι οὐ διὰ τοῦτο ἦλθον ἐρωτῆσαι, ὥστε ὠφεληθῆναι, ἀλλ᾽ ἀπὸ τοῦ μὴ ἔχειν καὶ τῷ φθόνῳ κατέχεσθαι, καὶ διδάσκει, ὅτι οὐ δεῖ ἐν μέρει μὲν ἀγαπᾶν τὸν θεόν, ἐν μέρει δὲ τοῖς γηΐνοις προσκεῖσθαι. δι᾽ ὧν δὲ ὁ κύριος εἶπεν ταύτην τὴν ἐντολὴν κεφαλαιωδεστέραν οὖσαν πασῶν, ἔδοξεν ὁ νομικὸς ἐμβάλλειν αὐτὸν εἰς κίνδυνον ὡς θεοποιοῦντα ἑαυτόν. ὅθεν καὶ μὴ εἰπόντα τοῦτο ἐπῄνεσεν ὁ νομικὸς ὡς ὁ Μᾶρκος φησίν. ἡ μὲν οὖν 〈πρώτη ἐντολὴ〉 πᾶν εἶδος εὐσεβείας διδάσκει· τὸ γὰρ 〈ἐξ ὅλης καρδίας τὸν θεὸν ἀγαπᾶν〉 αἴτιόν ἐστιν παντὸς ἀγαθοῦ, ἡ δὲ δευτέρα τὰ πρὸς ἀνθρώπους δίκαια περιέχει· καὶ ἡ μὲν ὁδοποιεῖ τῇ δευτέρᾳ, ἡ δὲ ἐκ ταύτης συγκροτεῖται· ὁ γὰρ τὴν πρὸς θεὸν ἀγάπην κατορθώσας δηλονότι καὶ τὴν πρὸς τὸν πλησίον εἰς πάντα ὡς ἑαυτὸν ἀγαπᾷ.

πασῶν τῶν ἐντολῶν ὁ τοιοῦτος ἐκπληρωτὴς τυγχάνει.

Mt 22, 34—42 Ἐπείπερ καταισχυνθέντων τῶν Σαδδουκαίων καὶ ἀποχωρησάντων ἐπῃνεῖτο ὁ κύριος, ἐπὶ τούτῳ διαφθονούμενοι τούτοις οἱ Φαρισαῖοι ἦλθον εἰς μέσον καὶ νομομαθής τις ἄγαν παρ᾽ αὐτοῖς νομιζόμενος ἐρωτᾷ 〈ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ〉, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μωσέως παραγράφεσθαι, παρατιθέναι δὲ τὴν ἑαυτοῦ διδασκαλίαν ἢ 〈εἰπεῖν〉 ὅτι 〈ἀγαπήσεις κύριον τὸν θεόν σου〉 καὶ ἐμέ, παραζευγνὺς ἑαυτοῦ τὴν δόξαν τῇ δόξῃ τοῦ πατρὸς καὶ οὕτως εὑρίσκει τόπον τοῦ ἐμβαλεῖν εἰς κίνδυνον ὡς θεοποιοῦντα ἑαυτὸν ἤ, εἰ τοῦτο παρασιωπήσει, λέγειν· οὐκοῦν οὐ προσδέχομαί σε ὡς θεόν. ὁ δὲ κύριος οὐδὲν καινὸν εἰπὼν ἀλλὰ τὰ τοῦ νόμου καὶ ταύτῃ ἐπιστομίσας τοὺς Φαρισαίους ἐρωτᾷ καὶ αὐτὸς αὐτοὺς 〈τίνος υἱὸν〉 νομίζουσιν τὸν Χριστόν.

Mt 22, 43—46 〈Πῶς οὖν Δαυὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ〉; δέον γάρ φησιν τοὺς πατέρας τῶν υἱῶν κυρίους ὀνομάζεσθαι διὰ τὸ ἔχειν αὐτοὺς ὑπὸ τὴν αὐτῶν ἐξουσίαν τοὺς υἱούς, τοὐναντίον ὁ Δαυὶδ τὸν ἐκ σπέρματος ἑαυτοῦ 〈κύριον〉 αὐτοῦ καλεῖ.