Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Ο έλεγχος των Γραμματέων και των Φαρισαίων (Ματθ. 23)

Ο αυστηρός έλεγχος του Ιησού προς τους Γραμματείς και τους Φαρισαίους για την υποκρισία τους και η προφητεία για την καταστροφή της Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 11 από 13

Mt 23, 4 Οὐαὶ τοίνυν ὑμῖν, ὦ νομικοί, ὅτι φορτικὸν ὁμολογουμένως ὄντα τὸν νόμον τοῖς μὲν ἄλλοις πατοῦσιν αὐτὸν θανάτου δίκην ἐπάγετε, 〈αὐτοὶ〉 δὲ τοῦ νόμου οὐδὲ προσψαύετε.

Mt 23, 11—12 Ἐπειδὴ τοὺς καινὰ δόγματα διδάσκοντας ὡς ἐπίπαν ἰδεῖν ἔστι κενοδοξίας καὶ ἀλαζονείας ἔρωτι εἰς τὸ τῆς διδασκαλίας ἀξίωμα παραγενομένους, ἀναιρεῖ ὁ κύριος ταύτην τὴν ὑπόνοιαν καὶ τὴν ὁδὸν ἐκκόπτει ὡς ἐπ᾽ ὄλεθρον ἄγουσαν. εἰ τοίνυν, φησίν, δόξης τε καὶ πρωτείων ἐρᾷς, τὴν τῶν διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει καὶ ταπεινοφροσύνην ἄσκει.

Mt 23, 15 〈Υἱὸν γεέννης〉 φησὶ τὸν ἀπολλύμενον ἐξ ἀπιστίας ὡς δυσσεβείας εἰς τοῦτο κατολισθεῖν καὶ εἰς τοῦτο παρανομίας ἀφικέσθαι μέτρον ὡς ἀμεσίτευτον ἔχειν πρὸς φλόγα τὴν οἰκειότητα καὶ μονονουχὶ συγγένειαν τὴν πρὸς 〈τὸ τὰς〉 αἰκίας ἀναμφιλόγως διενεγκεῖν.

Mt 23, 22 Διὰ τοῦτο δὲ 〈«θρόνον θεοῦ»〉 τὸν οὐρανὸν ὀνομάζουσιν αἱ γραφαί, ὅτι ταῖς ἄνω δυνάμεσι θεὸς ἐπαναπαύεται· ἐν οὐρανῷ γάρ εἰσιν οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ ἄγγελοι καὶ ἀεὶ δοξάζοντες αὐτόν· αὕτη γὰρ αὐτῷ ἀνάπαυσις. «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ»· ἐν αὐτῇ γὰρ διὰ σαρκὸς τοῖς ἀνθρώποις συνανεστράφη. ποὺς δὲ θεοῦ ἡ ἁγία αὐτοῦ σὰρξ καὶ διαφόρως ὀνομάζεται.

Mt 23, 23 Ἀπαιτεῖτε, φησίν; ὦ Φαρισαῖοι, τὰς δεκάτας τάχα που καὶ λαχάνων λεπτῶν παρέντες τὰς ἐντολάς, ἐφ᾽ αἷς ἐστιν μείζων ἡ παράβασις. καὶ ποῖα ταῦτά ἐστιν τὰ ἐντάλματα; ἡ 〈κρίσις〉, τοῦτ᾽ ἔστιν τὸ κρίνειν ὀρθὰ καὶ ἀμώμητα, καὶ 〈τὸ ἔλεος〉, τοῦτ᾽ ἔστιν ἡ εἰς θεὸν γνησιότης· ἄμεινον γὰρ 〈κρίσις καὶ ἔλεος καὶ πίστις〉 ἡ εἰς θεὸν δεκάτης καὶ ἀπαρχῆς. διὸ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων θεός· καὶ νῦν, Ἰσραήλ, «τί κύριος» ὁ θεὸς «ζητεῖ παρὰ σοῦ ἀλλ᾽ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν» καὶ ζητεῖν «ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου» τοῦ «θεοῦ σου». ἐν γὰρ τῷ λίαν ἑτοίμῳ πρὸς ἀκολούθησιν τὸ εἰς πίστιν γνησίαν ὁρᾶται σῳζόμενον.

Ὅρα τὴν ἐπίπληξιν· ἀπαιτεῖτε, φησίν, ὦ Φαρισαῖοι, τὰς δεκάτας τάχα που καὶ λαχάνων λεπτῶν παρέντες τὰς ἐντολάς, ἐφ᾽ αἷς ἐστι μείζων ἡ παράβασις. ποῖαι δὲ αὗται αἱ ἐντολαί; ἡ 〈κρίσις〉, τοῦτ᾽ ἔστιν τὸ κρίνειν ὀρθὰ καὶ 〈τὸ ἔλεος〉 καὶ ἡ 〈πίστις〉 εἰς θεόν· ταῦτα γὰρ ἀμείνω δεκάτης καὶ ἀπαρχῆς. διὸ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων θεός· καὶ νῦν, Ἰσραήλ, «τί κύριος» ὁ θεὸς «ζητεῖ παρὰ σοῦ ἀλλ᾽ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν» καὶ ζητεῖν «ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου» τοῦ «θεοῦ σου».

Mt 23, 25 διὰ τούτων τὸν τῶν Φαρισαίων διαγράφει βίον παραινῶν μὴ τοῖς 〈ἔξωθεν〉 σχηματισμοῖς πλάττεσθαι μόνον, ἀλλ᾽ ἔχειν καὶ τὰ 〈ἔσωθεν〉 καθαρὰ τὰ εἰς νοῦν καὶ καρδίαν.

Mt 23, 29—36 Τί δὴ ἄρα φησὶν ὁ σωτήρ, ἀκριβῶς ἐρευνήσομεν. οἱ μὲν τῶν Ἰουδαίων πατέρες ἀπέκτειναν κατὰ καιροὺς τοὺς ἁγίους προφήτας τὸν θεῖον αὐτοῖς διαπορθμεύοντας λόγον· οἵ γε μὴν ἐξ αὐτῶν γεγονότες ὁμολογοῦντες, ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν αὐτοῖς τοὺς στεφάνους ἤτοι 〈τὰ μνημεῖα〉 τιμὴν ἀπονείμαντες τὴν τοῖς ἁγίοις πρεπωδεστάτην, αὐτοὶ δὲ προφήτας εἶναι πιστεύσαντες καὶ ἄνδρας ἁγίους κριταὶ γεγόνασιν τῶν ἀποκτεινάντων αὐτούς· δι᾽ ὧν γὰρ τιμᾶν ἐγνώκασι τοὺς ἀνῃρημένους, διὰ τούτων αὐτῶν κατηγοροῦσιν ὡς ἠσεβηκότων. ἀλλ᾽ οἱ τῶν ἰδίων πατέρων ἐπὶ ταῖς οὕτω δειναῖς μιαιφονίαι καταψηφισάμενοι τοῖς ἴσοις ἔμελλον ἁλῶναι κακοῖς, μᾶλλον δὲ τοῖς ἔτι χείροσιν. «ἀπέκτειναν» μὲν «τὸν τῆς ζωῆς ἀρχηγόν», προστεθείκασι δὲ ταῖς κατ᾽ αὐτοῦ δυσσεβείαις μιαιφονίας ἑτέρας κατὰ τῶν θεσπεσίων αὐτοῦ μαθητῶν· ἕως μὲν γάρ τις τὰς ἑτέρων ἀδικίας ἐξετάζῃ φυσικῷ λογισμῷ κρίνων, ὁρᾷ τὸ φαῦλον καὶ μέμφεται, αὐτὸς δὲ εἰς τὰ ἴσα πάθη προαγόμενος οἱονεὶ τυφλὸς ἐπὶ ταῦτα φέρεται.

Mt 23, 35—36 Κατὰ τίνα τρόπον ἐπὶ τὴν τελευταίαν τῶν φονευτῶν γενεὰν ἡ 〈παντὸς αἵματος ἥξει〉 δίκη, καίτοι διὰ τοῦ προφήτου λέγων ὁ θεὸς «οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων» καὶ μὴν καὶ τὸ ἔμπαλιν «ἕκαστος δὲ τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται»; τί οὖν ἄρα φαμέν; πῶς τῆς ἑτέρων μιαιφονίας πραχθήσονται λόγους ἐκεῖνοι, πρὸς οὓς ταῦτα λελάληκεν ὁ Χριστός; ἢ γὰρ οὐχὶ κολασθήσεται μὲν ὑπὲρ Ἀβὲλ ὁ Κάϊν· Λάμεχ δὲ λέγων· «ἄνδρα» πεφόνευκα «εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα»· ἑκάστου τοιγαροῦν τοῖς ἰδίοις κατηχθισμένου κακοῖς πῶς οἱ δείλαιοι τὴν ὑπὲρ ἁπάντων ὑποστήσονται δίκην; «οὐ γὰρ ἄδικος ὁ θεός», ἀλλ᾽ ἔστιν κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος κατὰ τὸ γεγραμμένον. φαμὲν οὖν, ὅτι τοιάνδε τινὰ τοῖς εἰρημένοις προσήκει ἐφαρμόσαι διάνοιαν. ὑποκείσθω τοιγαροῦν τοιοῦτόν τι τυχόν· λῃσταὶ γεγόνασιν φέρε εἰπεῖν ἐν τῇδε τῇ χώρᾳ. οὗτοι τὰς ἐν κύκλῳ κατεληΐζοντο κώμας καὶ τοὺς ἐν αὐταῖς ἐθανάτουν· ἀλλ᾽ ὁ τῆς ἀρχῆς ἡγεμὼν οὐκ εὐθὺς τὴν ἀρχοντικὴν αὐτοῖς ἀπεγύμνωσε μάχαιραν, ἀπειλαῖς δὲ μᾶλλον μεταπαιδεύεσθαι τούτους ἐσπούδαζεν.

οἱ δὲ ἦσαν οὐδὲν ἧττον ὠμοί· ἀλλ᾽ ἵνα λοιπὸν ἀνακάμπτηται τὸ δεινόν, ἁλόντων τινῶν οὐκ ἐφείσατο, ὠμοτάταις δὲ αἰκίαις ὑποβαλὼν τὸν ἐπὶ τοῖς ἐσχάτοις ἐπετίθει κίνδυνον οὐχὶ δήπου μόνοις ἐπ᾽ ἐκείνοις ἀγανακτῶν, ἀλλὰ πολλῷ μᾶλλον, ἐπείπερ αὐτὸν ἀνεξικακοῦντα καὶ ἡ τῶν πρώτων ἠπάτησεν ἀγριότης. ἀλλ᾽ οἶμαι τίς ἐρεῖ τῶν τελευταίων ἀνημέρως κεκολασμένων, ὅτι τὰς ἁπάντων ἁμαρτίας ἀπέλαβον αὐτοὶ διὰ τὸ εἰς αὐτοὺς καταλῆξαι τοῦ δικάζοντος τὸν θυμόν; τοιοῦτόν τι νοήσεις καὶ περὶ θεοῦ· ἀνεξικακήσας γὰρ ἐν τοῖς προλαβοῦσι καιροῖς μέχρι τούτων διελογίζετο δεῖν τὸ τῆς ἀνεξικακίας ὁρίσαι μέτρον· καὶ γὰρ ἔδει ἐπὶ τούτοις τὸν θεῖον κατασκῆψαι θυμόν· οἱ μὲν γὰρ εἰς ἀνθρώπους καὶ ὁμοδούλους ἡμάρτανον, οἱ δὲ τὸν τῶν ὅλων ἀπεκτόνασι κύριον. οὐχ ὅτι τοιγαροῦν κολάζει τοὺς τελευταίους διὰ τοῦτο τραχύς, ἀλλ᾽ ὅτι διεκαρτέρησεν εἰς τὸ παρὸν ἀξιάγαστος.

Mt 23, 36 Εἴ τις βούλοιτο διὰ τὸ φάναι τὸν κύριον 〈ταύτην τὴν γενεὰν〉 οὐχὶ μόνους ἐκείνους κατασημαίνεσθαι, πρὸς οὓς ἦν ὁ λόγος, ἀλλ᾽ ὅλων ὥσπερ τῶν φονευτῶν τὸ γένος, τοῦ ὀρθῶς ἔχοντος ἐξοίχεται· εὑρίσκομεν γὰρ τὴν ἁγίαν γραφὴν τὰς ἰσοτροπίας οἱονεί πως καὶ ταυτοβουλίας ὀνομάζουσαν ὡς γένος. καὶ γοῦν ὁ μακάριος ἔφη Δαβὶδ «γενεὰ εὐθείων εὐλογηθήσεται» καὶ «αὕτη ἡ γενεὰ ζητούντων» τὸν κύριον. οὐκοῦν τὸ 〈ταύτην〉, εἰ καὶ λέγοιτο δεικτικῶς, οὐχὶ μόνον τάχα που κατασημῆναι φαμὲν τοὺς τότε παρόντας καὶ ἀκροωμένους, ἀλλὰ πάντα τὸν φονευτὴν καὶ ὑπὸ τὸ αὐτὸ τῆς ἀσεβείας πίπτοντα γένος· συντέξεται γὰρ τῷ ὁμοίῳ τὸν ὅμοιον ὡς ἀδελφὸν καὶ ὁμογενές.

Mt 23, 37 Εἰπὼν τοῦτο δείκνυσιν ἑαυτοῦ τὸ θεοπρεπὲς καὶ ἐν ἀνθρωπίνῃ μορφῇ ὤν· καὶ γὰρ περὶ τοῦ θεοῦ εἶπεν Μωυσῆς· «διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς»· καὶ πάλιν Δαβίδ· «οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν».

Mt 23, 39 Τὸ εἰρημένον νοητὴν ἔχει τὴν διὰ πίστεως θέαν· ὅταν γὰρ «εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν» καὶ πιστεύσωσι τῷ Χριστῷ, τότε οἱ μετὰ ταῦτα πιστεύσαντες Ἰουδαῖοι ὁρῶσι τὸ τῆς θεότητος κάλλος τοῦ Χριστοῦ ἐν υἱῷ θεωροῦντες εἶναι τὸν πατέρα καὶ αὐτὸν λέγοντες εἶναι τὸν λυτρωτὴν τὸν διὰ τῶν προφητῶν κηρυχθέντα, περὶ οὗ προμεμήνυκεν ὁ προφήτης ὡς ἐρχόμενον 〈ἐν ὀνόματι κυρίου〉· οἱ γὰρ ἄλλοι προφῆται οὐκ 〈ἐν ὀνόματι κυρίου〉 ἦλθον· ἔλεγον γάρ· «τάδε κύριος» καὶ «δοῦλος κυρίου ἐγώ εἰμι, καὶ τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι».