Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η δραστηριότητα του Προδρόμου, η βάπτιση και οι πειρασμοί του Ιησού (Ματθ. 3-4)

Σχολιασμός της δράσης και του βαπτίσματος του Ιωάννη, της βάπτισης του Κυρίου και της νίκης του κατά των πειρασμών του διαβόλου στην έρημο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 13

Mt 3, 2 〈Βασιλεία τῶν οὐρανῶν〉 ἡ διὰ πίστεως δικαίωσις καὶ ὁ διὰ πνεύματος ἁγιασμός· διὸ καὶ ἀλλαχοῦ· «ἡ βασιλεία» τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστιν».

Mt 3, 6 Τὸ Ἰωάννου βάπτισμα οὐ παρεῖχε ἄφεσιν ἁμαρτιῶν, ἀλλ᾽ ἐδίδασκε τοὺς ἀνθρώπους προστρέχειν τῷ βαπτίσματι διὰ τὰς ἁμαρτίας.

Mt 3, 7 Ὡς νομομαθέστεροι τῶν ἄλλων ὕστερον προσῆλθον τῷ Ἰωάννῃ οὓς καλεῖ 〈γεννήματα ἐχιδνῶν〉 διὰ τὸ ὁμοιότροπον· ὥσπερ γὰρ ἐκεῖνα, ὅτε μέλλει εἰς φῶς ἐξιέναι, διαρρήγνυσιν τὴν τῆς μητρὸς νηδὺν καὶ νεκρὰν αὐτὴν καταλείποντα ἄπεισιν, τὸν αὐτὸν τρόπον καὶ οὗτοι νεκρὰν ὥσπερ οὖσαν τὴν ἑαυτῶν μητέρα, τὴν Ἰερουσαλήμ, κατέλειψαν καὶ διεσῴζοντο ἐκ τῆς χριστοκτονίας, δι᾽ ἣν ὑπέμειναν τὰ ἀνήκεστα κακὰ τέως ὑπὸ Ῥωμαίων, ἣν καλεῖ 〈μέλλουσαν ὀργήν〉.

Mt 3, 8—9 Φαίη δ᾽ ἄν τις 〈καρποὺς μετανοίας〉 εἶναι προηγουμένως μὲν τὴν εἰς Χριστὸν πίστιν, πρὸς δὲ ταύτῃ καὶ τὴν εὐαγγελικὴν πολιτείαν τὴν «ἐν καινότητι» οὖσαν «ζωῆς» καὶ ἀπηλλαγμένην τῆς τοῦ γράμματος παχύτητος. μὴ τοίνυν, φησίν, τὰς εἰωθυίας προβάλλεσθε προφάσεις—〈ὅτι δύναται ὁ θεὸς〉 ἐκ 〈τῶν λίθων τούτων ἐγεῖραι τέκνα τοῦ Ἀβραάμ〉, ἐπήγαγεν.

Mt 3, 9 Ὥσπερ γὰρ τὴν γυναῖκα τοῦ Λὼτ ἀπελίθωσεν, οὕτως δυνατὸν αὐτῷ καὶ 〈ἐκ λίθων〉 ἀνθρώπους ποιῆσαι, ὥσπερ καὶ τὸν Ἀδὰμ ἐκ γῆς πρότερον.

Mt 3, 10 〈Ἀξίνην〉 φησὶν τὸν Χριστὸν τὸν «τομώτερον μαχαίρας διστόμου» τὸν μέλλοντα ἐκκόπτειν τοὺς ἀπίστους Ἰουδαίους καὶ ἀλλοτριοῦν ἀπὸ τῆς τῶν πατριαρχῶν τιμῆς καὶ κοινωνίας, οὓς καὶ 〈ῥίζαν〉 εἶπεν, οἳ καὶ ἔμειναν οἱ πάλαι θεῷ ἀρέσαντες πατέρες οἱ περὶ Ἀβραὰμ καὶ ὅσοι πρῴην ἅγιοι· οἱ γὰρ ἐξ αὐτῶν ἄπιστοι ἐξεκόπησαν ὡς ἄκαρποι κλάδοι, ἡ δὲ ῥίζα ἔμεινεν, ἐφ᾽ ἧς οἱ ἐξ ἐθνῶν ἐνεκεντρίσθησαν. Εἰρηναῖος δὲ ἀξίνην φησὶν τὸν λόγον τοῦ θεοῦ καθὰ καὶ Ἰερεμίας· ὁ λόγος κυρίου «ὡς πέλυξ κόπτων πέτραν». τί γὰρ λέγω, φησίν, ὅτι ἐκπίπτειν μέλλετε—διά τοι τοῦτο οὐδὲ ἀφειστήκει τῆς ῥίζης.

Mt 3, 10 〈Ἀξίνῃ〉 δὲ παρεικάζει τὸν λόγον τοῦ θεοῦ· καὶ Ἰερεμίας γὰρ ὧδέ φησιν· ὁ λόγος κυρίου «ὡς πέλυξ κόπτων πέτραν». οὕτως τῇ 〈ῥίζῃ〉 ἐπίκειται, ὅπως τῷ φόβῳ σε ποιήσῃ βελτίονα καὶ παρασκευάσῃ 〈καρπὸν〉 ἐνεγκεῖν.

Mt 3, 10 Τίνα λέγει 〈ἀξίνην〉; οὐδὲν ἄλλο ἢ τὴν μέλλουσαν κόπτειν ἀπὸ τῶν πατριαρχῶν τοὺς μάτην καυχησαμένους καὶ μηδέν τι ἐργασαμένους ἀγαθόν· δεῖ γὰρ τοὺς ἀπὸ τῶν τοιούτων ἀκάρπους γεγονότας ἐκκόπτειν τε καὶ εἰς πῦρ βάλλειν.

Mt 3, 11 Συνέδησε δὲ ὁ μακάριος βαπτιστὴς τῇ τοῦ 〈πνεύματος〉 σημασίᾳ τὴν τοῦ 〈πυρὸς〉 ἐνέργειαν καὶ σημασίαν, οὐκ ἐν 〈πυρὶ〉 πάντως βαπτισθήσεσθαι λέγων ἡμᾶς διὰ Χριστοῦ, ἀλλὰ τὴν τοῦ 〈πνεύματος〉 ἐνέργειαν τὴν ζωοποιὸν διὰ τῆς 〈τοῦ πυρὸς〉 σημασίας σημαίνων.

Mt 3, 12 Τοὺς δικαίους ἁρπάζει εἰς τὴν ἄνω πόλιν, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ κατακαῆναι.

Mt 3, 16 Οἱ μὲν παλαιοὶ καὶ πρὸ τοῦ Χριστοῦ τοὺς ὑπ᾽ αὐτῶν βαπτιζομένους κατεῖχον ἐν τῷ ὕδατι ἕως ἂν τὰ ἑαυτῶν ἐξωμολογήσαντο ἁμαρτήματα, ὁ δὲ Χριστὸς ἀναμάρτητος ὢν 〈εὐθὺς ἀνέβη〉· οὐδὲ γὰρ ὡς μετανοῶν ἐβαπτίσθη, ἀλλ᾽ ὡς καθαίρων ἁμαρτήματα καὶ ἁγιάζων τὰ ὕδατα.

Mt 4, 1 〈Ὑπὸ τοῦ διαβόλου〉 ἤγετο κατὰ συγχώρησιν.

Mt 4, 3 Οὐχ ὑπήκουσεν ὁ Χριστὸς τοῦ διαβόλου ὥστε ποιῆσαι τοὺς 〈λίθους ἄρτους〉, διότι οὐ πρὸς ὠφέλειαν αὐτοῦ ἦν· οὐ γὰρ ἵνα πιστεύσῃ καὶ γένηται ὡς πρότερον ἦν ἄγγελος τοῦτο ᾐτεῖτο· ἀμετανόητος γάρ, ἀλλ᾽ ἵνα εἰς κενοδοξίαν ἑλκύσῃ τὸν Χριστόν. ὅπερ εἰδὼς ὁ σωτὴρ οὐχ ὑπήκουσεν αὐτοῦ.

Mt 4, 3—4 Εἰς φιλοδοξίας πάθος θέλων ἑλκύσαι ὁ σατανᾶς τὸν Χριστὸν οὐκ εἶπεν αὐτῷ φάγε, ἀλλὰ ποίησον σημεῖον. τοῦτο δ᾽ ἐποίει, οὐχ ἵνα ὠφεληθῇ, ἀλλ᾽ ἵνα, ὅπερ εἶπον, εἰς κενοδοξίαν ἑλκύσῃ αὐτόν· ὅπερ εἰδὼς ὁ Χριστὸς οὐχ ὑπήκουσεν αὐτῷ. τούτῳ τῷ σκοπῷ καὶ τοῖς Φαρισαίοις θέλουσιν ἀπ᾽ αὐτοῦ σημεῖον ἰδεῖν οὐκ ἐπένευσεν· οὐ γὰρ ἀνενδοιάστῳ καρδίᾳ προσῄεσαν αὐτῷ ὡς θεῷ, ἀλλ᾽ ὡς ἄνθρωπον ἐπείραζον. ἔστω οὖν οὗτος ἄπτωτος τοῖς ἁγίοις κανὼν πρὸς ἀπίστους ἢ πειράζοντας τὸ μὴ φιλοδοξεῖν ἐπ᾽ οὐδενὶ χρησίμῳ.

Mt 4, 12 Διδασκαλίας ἐστὶ 〈τὸ ἀναχωρεῖν〉 τὸν Ἰησοῦν. σαφῶς ὁ λόγος διδάσκει, ὅτι οὐ χρή τινα ἐπὶ τὸ διδασκαλεῖον ἐλθεῖν, εἰ μὴ πρότερον βαπτισθῇ καὶ τύχῃ πνεύματος ἁγίου καὶ νηστεύσῃ ὁλοκλήρως καὶ νικήσῃ πᾶν εἶδος πειρασμοῦ ὡς ὁ τύπος τῆς ἀληθείας ἐν Χριστῷ ἤρξατο καὶ διὰ Χριστοῦ γίνεται.

Mt 4, 12—16 Οὐ διὰ δειλίαν δὲ ὑπεχώρησεν, ἀλλ᾽ ἡμᾶς δι᾽ ὧν ἐποίει διδάσκων ὑποχωρεῖν τοῖς διώκουσιν. 〈ἀναχωρεῖ〉 δὲ ἐκ τῆς Ἰουδαίας ἐπὶ τὰ ἔθνη, δεικνὺς ὅτι οὐ μόνον ὅταν εἰς αὐτὸν τὸν θεὸν ἐνυβρίσωσιν Ἰουδαῖοι ἀφίσταται αὐτῶν, ἀλλὰ καὶ ὅτε εἰς τοὺς ἁγίους προφήτας ἁμαρτάνουσιν. 〈φῶς〉 δὲ 〈μέγα〉 ἐστὶ Χριστὸς ὁ κύριος ἡμῶν καὶ ἡ φαιδρότης τοῦ εὐαγγελικοῦ κηρύγματος, οὐ μὴν ὁ νόμος, ὃς λύχνῳ ἦν ἀπεικασθείς. διὸ ἀεὶ ἐν τῇ σκηνῇ λύχνος ἐκαίετο διὰ τὸ βραχὺ τῆς τοῦ νόμου αὐγῆς ἄχρι μόνων τῶν Ἰουδαϊκῶν ὅρων ἰσχύων ἐκπέμψαι τὸ ἴδιον 〈φῶς〉. οὐκοῦν οἱ ἐθνικοὶ 〈ἐν σκότει〉 ἦσαν ὡς μηδὲ τὸ λυχνιαῖον ἔχοντες 〈φῶς〉.

Mt 4, 17 Ἔν τισι τὸ 〈μετανοεῖτε〉 οὐ κεῖται. εἰ δὲ τὰ αὐτὰ ὁ σωτὴρ Ἰωάννῃ λέγει, εἷς ὁ πέμψας ἀμφοτέρους θεός. καὶ τάχα Ἰωάννης μὲν ὡς «ἑτοιμάζων» θεῷ «κατεσκευασμένον» πρῶτος λέγει 〈μετανοεῖτε〉, Ἰησοῦς δὲ ἡτοιμασμένα παραλαβὼν μηκέτι δεόμενα μετανοίας οὐ λέγει 〈μετανοεῖτε〉. οὐκ ἀντικηρύσσων δὲ νόμῳ καὶ προφήταις, πληρώσαντι δὲ Ἰωάννῃ τὴν παλαιὰν 〈κηρύσσειν ἤρξατο〉 τὴν νέαν, αὐτὸς ἀρχὴ γενόμενος αὐτῆς. διὸ ἐπὶ Ἰωάννου οὐ γέγραπται τὸ 〈ἤρξατο〉· πέρας γὰρ ἦν. καὶ ὅτι ὁ μὲν ἐν ἐρήμῳ κηρύσσει, ὁ δὲ ἐν λαῷ. ἡ δὲ 〈βασιλεία τῶν οὐρανῶν〉 οὐκ ἐν τόπῳ ἐστίν, ἐν δὲ διαθέσει· «ἐντὸς» γὰρ «ἡμῶν ἐστιν». ὅρα δὲ εἰ Ἰωάννης μὲν κηρύσσει ἐγγίζουσαν 〈βασιλείαν οὐρανῶν〉, βασιλεὺς Χριστὸς ἣν παραδώσει «τῷ θεῷ καὶ πατρί».

Mt 4, 23 Εἰ δέ τις ἐρωτᾷ, τίς ἡ διαφορὰ 〈νόσου〉 καὶ 〈μαλακίας〉, ἀποκρινούμεθα, ὅτι 〈μαλακία〉 μέν ἐστιν ἡ πρόσκαιρος ἀνωμαλία τοῦ σώματος, 〈νόσος〉 δὲ ἀσυμμετρία τῶν ἐν τῷ σώματι στοιχείων. χρὴ δὲ καὶ τοῦτο ἐπισημήνασθαι, ὅτι ἡ κληρουχία τῆς φυλῆς τοῦ «Ζαβουλὼν καὶ Νεφθαλεὶμ» ἄχρι Σιδῶνος ἐθνικῆς πόλεως παρετέτατο καὶ ὅτι ἀναμὶξ τοῖς ἔθνεσιν Ἰουδαῖοι κατῴκουν λοιπόν. ἑρμηνεύεται δὲ «Ζαβουλὼν» μὲν εὐοδία καὶ εὐλογία, «Νεφθαλεὶμ» δὲ στέλεχος ἀνειμένον ἤγουν φυτὸν παρατεινόμενον. γεγόνασιν δὲ ταῦτα οἱ εἰς Χριστὸν πιστεύσαντες· εὐόδως γὰρ πορευόμενοι τῆς θείας εὐλογίας ἠξιώθησαν καὶ τοῖς καλοῖς ἅπασιν ἐνεπλαντύνθησαν οἱ πρὶν 〈ἐν Γαλιλαίᾳ〉 ὄντες, ἥτις κατακυλιστὴ ἑρμηνεύεται, τοῦτ᾽ ἔστιν οἱ κατακυλιόμενοι κατὰ τῶν βαράθρων τῆς ἀπωλείας.