Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν ἕνα υἱόν (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αναίρεση της διάκρισης σε δύο υιούς και ομολογία του ενός Κυρίου

Επιχειρηματολογία κατά της διαίρεσης του Χριστού σε δύο υποστάσεις, με βάση τη μαρτυρία της καθολικής επιστολής του Ιούδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 3

HOMILIARUM FRAGMENTA. I. FRAGMENTA HOMILIAE DE UNO FILIO. Τοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς περὶ ἑνὸς υἱοῦ. ΕΙ γὰρ εἷς ἐστιν ἰδικῶς Υἱὸς ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγος, εἷς δὲ ὁμοίως ἰδικῶς καὶ ἕτερος παρ᾽ αὐτὸν ὁ ἐκ σπέρματος Δαυεὶδ, τῇ πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱὸν κοινωνίᾳ τιμώμενος, πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι ὁ μὲν δίδωσιν, ὁ δὲ λαμβάνει· ὁ μὲν στεφανοῖ, ὁ δὲ στεφανοῦται· καὶ ὁ μέν ἐστι φύσει Κύριος, ὁ δὲ οὐκ ἔστι; τίνες οὖν οἱ ταῦτα λέγοντες καὶ φρονοῦντες, ἢ ποῖον αὐτῶν τὸ κρῖμα, τοὺς ἁγίους ἐρωτήσωμεν μαθητάς. ἄκουε λέγοντος ἐναργῶς “Παρεισέδυσαν ”γάρ τινες ἄνθρωποι, οἱ καὶ πάλαι προγεγραμμένοι εἰς τοῦτο “τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ χάριν μετατιθέντες καὶ τὸν ”μόνον Δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνού- “μενοι.” πῶς οὖν μόνος ἐστὶ δεσπότης Ἰησοῦς Χριστὸς ὁ κοινωνὸς τῆς ἑτέρου δεσποτείας γεγονὼς, εἰ κατὰ χάριν ἔχει τοῦτο, εἰ δοτὸν αὐτῷ καὶ αὐτὸ τὸ τῆς υἱοθεσίας ἀξίωμα, εἰ μηδὲν ὅλως αὐτοῦ, πάντα δὲ μᾶλλον ἑτέρου τοῦ δόντος αὐτῷ; μόνον ἔφη δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἐκ Θεοῦ Λόγον· πῶς οὖν συνάπτεις αὐτῷ κοινωνὸν τὸν ἐκ σπέρματος Δαυείδ; οὐκ ἐᾷς γὰρ μόνον εἶναι δεσπότην, μερίζων αὐτοῦ τὴν κυριότητα καὶ προσνέμων ἑτέρῳ. οὐκοῦν λέγομεν τοῖς οὕτω φρονεῖν ἑλομένοις, τὸ διὰ φωνῆς Ἡλίου “Ἕως πότε χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;”