Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν ἕνα υἱόν (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Η θεότητα του σαρκωθέντος Λόγου και ο θεοπρεπής αίνος των νηπίων

Αγιογραφική τεκμηρίωση της θείας φύσης του Χριστού μέσω των προφητειών και του γεγονότος της εισόδου στα Ιεροσόλυμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 3

οὐδὲν παρ᾽ ὑμῖν ὀρθὸν, χωλεύει δὲ πάντα καὶ πολλὴ σαθρότης ἐννοιῶν· ἀλλ᾽ οὐ ταῖς τινῶν εἰκαιοβουλίας ἑψόμεθα, Χριστὸν δὲ μᾶλλον ὁμολογοῦμεν ἕνα τῇ φύσει καὶ ἀληθῶς ἐκ Πατρὸς Λόγον, καὶ ἐν προσλήψει γεγονότα σαρκὸς καὶ αἵματος. <Ἐκ τοῦ αὐτοῦ λόγου.> Ὑπὸ κατάραν ἐσμὲν οἱ εἰς Χριστὸν πιστεύσαντες, εἰ μὴ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ὁ ἐκ παρθένου σαρκωθείς· ἔφη γάρ που περὶ αὐτοῦ ὁ προφήτης Ἡσαΐας “Καὶ ἔσται ἡ ”ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ “ἔθνη ἐλπιοῦσι.” πῶς οὖν ἐπ᾽ αὐτῷ τὰς ἐλπίδας ἔχοντες, οὐκ ἐσμὲν ἐπάρατοι εἴπερ ἐστὶν ἀληθὴς ὁ προφήτης Ἱερεμίας λέγων “Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον;” ἀλλ᾽ οὐκ ἐπ᾽ ἀνθρώπῳ τὰς ἐλπίδας ἐσχήκαμεν οἱ εἰς Χριστὸν πιστεύσαντες· Θεὸς ἄρα ἐστὶν εἷς καὶ μόνος καὶ κατὰ ἀλήθειαν Υἱὸς καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, ὃς ἔποχος ὢν τῷ πώλῳ κατὰ τὴν τῶν εὐαγγελιστῶν πίστιν ἀνέβαινεν εἰς Ἱεροσόλυμα, εἶτα προυπήντων εὐφημοῦντα μειράκια καὶ δὴ καὶ ἔφασκον “Ὡσαννὰ τῷ υἱῷ Δαυεὶδ, εὐλογημένος ὁ ”ἐρχόμενος ἐν ὀνόματι Κυρίου.” πρὸς ταύτην τῶν παίδων τὴν φωνὴν, ἠγανάκτουν οἱ φαρισαῖοι· ἐπειδὴ γὰρ ὁρώμενος ἄνθρωπος τὴν Θεῷ πρέπουσαν ὑμνολογίαν ἐδέχετο· καὶ δὴ καὶ προσῄεσαν οἱ θρασεῖς διαμαρτυρόμενοί τε καὶ λέγοντες “Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;”

μονονουχὶ γάρ φασιν Ἄνθρωπος ὢν ἀνέχῃ δοξολογούμενος καὶ ὡς Θεὸς ὑμνούμενος καὶ τὰς Θεῷ πρεπούσας εὐφημίας δέχῃ παρὰ τῶν παίδων; καὶ τί πρὸς ταῦτα Χριστός; ἠγανάκτησεν ἆρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δοξολογίαν; ἐπετίμησε τοῖς εὐφημοῦσιν αὐτὸν ὡς Θεόν; οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας “Οὐκ ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ ”θηλαζόντων κατηρτίσω αἶνον; ἀμὴν λέγω ὑμῖν ἐὰν οὗτοι “σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.” ὅρας ὅπως προσμεμαρτύρηκεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν ὁ ἐποχούμενος τῷ πώλῳ καὶ κατὰ σάρκα υἱὸς Δαυείδ; ἀλλ᾽ οὐκ ἦν δόξης ἀλλοτρίας κοινωνὸς ὡς αὐτοί φασιν ἀλλ᾽ οὐδὲ ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας. διὰ τοῦτο καὶ Θεὸς καὶ Κύριος καὶ Ὕψιστος ὀνομάζεται καὶ διὰ τῆς τῶν ἀγγέλων φωνῆς. καὶ γοῦν ὁ μακάριος Γαβριὴλ τὴν Ἰωάννου γέννησιν εὐαγγελιζόμενος καὶ τὴν ἐσομένην αὐτοῦ διακονίαν ἐναργῆ καθιστὰς τῷ Ζαχαρίᾳ φησὶν ὅτι “πολλοὶ ἐπὶ τῇ ”γεννήσει αὐτοῦ χαρήσονται καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ “ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν.” πῶς οὖν ἐπέστρεφεν ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν τοὺς υἱοὺς Ἰσραήλ;