Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἱερεμίαν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Ερμηνευτικά σχόλια στις προφητείες κατά των εθνών

Παρατίθενται ερμηνείες για την Αμμών, την Αίγυπτο και την Ιδουμαία, καθώς και η αλληγορική ταύτιση της Ιερουσαλήμ με τη Βαβυλώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 3

Κυρίλλου τὸ αὐτὸ καὶ Ἀπολιναρίου.> Ἀμμὼν δὲ οἱ μὲν τὴν Ἀλεξάνδρειαν λέγουσιν, οὕτω πάλαι καλουμένην, ὡς καὶ ἐν τῷ Ναούμ φησι· Μὴ κρείττων εἶ σὺ τῆς Ἀμμὼν, τῆς κατοικούσης ἐν ποταμοῖς; Ὕδωρ κύκλῳ αὐτῆς ἧς ἡ εὐπορία θάλασσα, καὶ ὕδωρ τὰ τείχη αὐτῆς· Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστη πέρας τῆς φυγῆς· καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς, καὶ αὐτὴ εἰς μετοικίαν πορεύσεται.> Ἀλλ᾽ οἱ παρόντες καιροὶ τῆς Ἀλεξάνδρου πρεσβύτεροι κτίσεως. Ἴσως οὖν πρὸ Ἀλεξάνδρου πόλις ὑπῆρχεν ἐκεῖ, καὶ παυσαμένην ἀνέκτισε. Τινὲς δέ φασιν ὡς Ἀμμωνᾶν τὸν Δία καλοῦσιν Αἰγύπτιοι, ἀφ᾽ οὗ καὶ Ἀμμωνιακὴ προσαγορεύεται χώρα· ὃν αὐτῆς υἱὸν καλεῖ ὡς παρ᾽ αὐτῆς θεοποιηθέντα· χειροποίητον γὰρ τὸ ἄγαλμα, ὃ δὴ, φησὶν, οἱ Βαβυλώνιοι παραλήψονται, καὶ τοὺς ἄλλους αὐτῶν οὓς ἐπάγει θεούς. Τὸ δὲ ἐπὶ Φαραὼ καὶ Αἴγυπτον, κατὰ κοινοῦ ἔχει τὸ ἐκδικῶ. <Καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε.> Περιοχὴν δὲ εἶπεν οὓς Ἱερεμίας ἀγγέλους, καὶ Σύμμαχος ἀγγελίαν ἐξέδωκεν· νοοῖτο δ᾽ ἂν καὶ πολιορκία. Καλεῖ δὲ κατὰ τῆς Ἰδουμαίας ἔθνη πολλὰ τὸ θεῖον νεῦμα, καὶ τὴν ἐξ αὐτοῦ κίνησιν ἀγγέλους εἶπε. Κινηθέντες γὰρ ἐκ Θεοῦ πρὸς πόλεμον, ἀλλήλους ἠρέθιζον, ὥς φησιν Ἀβδιού· συνεισέβαλον γὰρ τοῖς ἐξ Ἰσραὴλ εἰς Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν.

Πρὸς Ἰδουμαίαν δὲ μεταστρέψας, φησίν· Ἰδοὺ μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, ἀλλ᾽ ὅμως εὐκαταφρόνητος γενόμενος ἐφρόνεις εἰς μέγα ἐπὶ ταῖς δυσχερείαις, ἀγνοῶν ὡς ἁλώσῃ κἂν ὑψώσῃς ὡς ἀετὸς τὴν κατοίκησιν. Τῷ δὲ, καὶ ἔσται Ἰδουμαία εἰς ἄβατον, καὶ τοῖς ἐφεξῆς, συνῳδὰ πάλιν ἔφησεν Ἀβδιού· Καὶ ἔσται ὁ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσεται εἰς αὐτοὺς, καὶ οὐκ ἔσται πυρφόρος ἐν τῷ οἴκῳ Ἡσαῦ. Ἡ δὲ παροιμία καὶ παρὰ τοῖς ἔξω κρατεῖ· Οὐδὲ πυρφόρος ἐλείφθη, ἐπὶ τῶν ἄρδην ἀπολλυμένων. Προηγεῖτο γάρ τις πῦρ ἔχων, καὶ περικαθαίρων πρὸ τῆς συμβολῆς τὰ στρατεύματα, καὶ νόμος ἦν μηδένα κατὰ τούτου χεῖρα φέρειν πολέμιον. <Ἰατρεύσαμεν τὴν Βαβυλῶνα.> Βαβυλῶνα τὴν Ἱερουσαλὴμ ἐν τούτοις κατονομάζουσιν, ὡς τὰ ἐκείνης μιμεῖσθαι σπουδάζουσαν, καὶ οὐδὲν ἀποδέουσαν τῆς τῶν ἐθνῶν χώρας, τό γε ἧκον εἰς ἕξιν τελείαν, καὶ τὸ μὴ ἀνέχεσθαι τιμᾷν τὸν νόμον, ἤτοι τῆς προφητικῆς παιδαγωγίας τὸ ἐπωφελές.