Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἰεζεκιήλ (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Νοερές δυνάμεις και σωτηρία των δικαίων

Εξήγηση των χωρίων του Ιεζεκιήλ σχετικά με τις πτέρυγες των αγγέλων και τη σωτηρία μέσω της δικαιοσύνης των Νώε, Δανιήλ και Ιώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 3

IN EZECHIELEM. <Καὶ τέσσαρες πτέρυγες τῷ ἑνί.> (Cat. Ezech. f. 192. b.) Ἑστήκασι γὰρ ἀεί πως αἱ νοεραὶ καὶ ἄνω δυνάμεις, οὐκ ὀκλάζουσαι πρὸς τὰ αἰσχίω, ἀλλὰ τὴν ὀρθὴν καὶ ἀμώμητον τῆς αὐταῖς πρεπούσης ζωῆς διᾴττουσιν τρίβον. <Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραί.> (Cat. f. 198. b.) Οἱ μακάριοι μαθηταί· περιῆλθον γὰρ πᾶσαν ὑπ᾽ οὐρανὸν, τὸ Χριστοῦ λαλοῦντες μυστήριον, καὶ ᾠδὴν καὶ λύραν ἔχοντες αὐτό. <Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, καὶ Δανιὴλ, καὶ Ἰώβ.> (Cat. f. 203. b.) Ἐπειδὴ οἶμαι δεῖν οὐκ ἀβασανίστους ἐᾷν τὰς τοῦ προφήτου φωνὰς, φέρε λέγωμεν τί δήποτε, Νῶε καὶ Ἰὼβ καὶ Δανιὴλ τεθνεώτων ἤδη, τάχα δέ που καὶ αὐτοῦ τοῦ Δανιὴλ, σωθήσεσθαί φησιν αὐτοὺς ἐν τῇ ἰδίᾳ δικαιοσύνῃ, καί τοι τῆς ἄλλης ἁπάσης γῆς, καθ᾽ ἧς ἂν ἡ τοῦ θανάτου ψῆφος ἐκφέροιτο, καταφθειρομένης. Ἔοικε τοίνυν τῷ μὲν Νῶε παρεικάζειν τοὺς διὰ πίστεως τῆς εἰς Θεὸν εὐεργετοῦντας αὐτῷ· τῷ γε μὴν Δανιὴλ τοὺς σοφούς τε καὶ διορατικούς· Ἰὼβ δὲ πάλιν τοὺς διά γε τῆς ὑπομονῆς, δῆλον δὲ ὅτι τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, εὐαρεστοῦντας αὐτῷ. <Καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου ἐκ κορυφῆς.> (Cat. f. 208.)