Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Γ', Τόμος Ε'
Η μηδαμινότητα της κτίσεως ενώπιον του Παντοκράτορος Θεού, ο έλεγχος των ειδώλων και η αναγγελία της λύτρωσης των εθνών διά του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Γ', Τόμος Ε'
Η μηδαμινότητα της κτίσεως ενώπιον του Παντοκράτορος Θεού, ο έλεγχος των ειδώλων και η αναγγελία της λύτρωσης των εθνών διά του Χριστού.
ΤΟΜΟΣ Εʹ. <Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσεται; Ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ ὡς οὐδὲν ἐλογίσθησαν. Τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκ λέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὐτοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται. Οὐ γνώσεσθε; οὐκ ἀκούετε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;> Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ὁ προφητικὸς ἡμῖν διαμνημονεύσας λόγος, καὶ ἀποχρώντως καταθαυμάσας τὴν ἀπόῤῥητον σοφίαν, δι᾽ ἧς καὶ σεσώσμεθα, καὶ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην ἐπεγνωκότες, τῆς παρ᾽ αὐτοῦ χάριτος ἠξιώμεθα, συναγηγερμένοι μὲν ὡς ἄρνες τῷ βραχίονι αὐτοῦ, γεγονότες δὲ καὶ ὑπ᾽ αὐτῷ καθάπερ ὑπὸ ποιμένι τῷ λίαν ἀγαθῷ· τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων.
Καὶ μὴν καὶ ἀνέφικτον ἀποφήνας τοῦ δύνασθαι κατιδεῖν, ἤγουν ἀναμετρῆσαι τυχὸν τὸν νοῦν, σοφίαν τε τὴν ἀνωτάτω καὶ πάντων ἐπέκεινα διωμολογηκὼς αὐτὸν, εἰσκεκόμικεν ἀναγκαίως τὸν πρός γε τοὺς ἐξ ἐθνῶν, ἤγουν ἔτι προσκυνοῦντας τῇ κτίσει παρὰ τὸν κτίσαντα, ποιούμενον λόγους, καὶ ἀποκομίζοντα μὲν τῆς ἀρχαίας, καὶ προγονικῆς, καὶ πατροπαραδότου πλάνης, μεθιστάντα δὲ πρὸς τὰ βελτίω καὶ πρὸς γνῶσιν ἀνακομίζοντα τὴν ἀνθρωποπρεπῆ. Καταδείκνυσι τοίνυν τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀμέτρητον ὑπεροχὴν, καὶ τῆς ἐνούσης αὐτῷ μεγαλοπρεπείας τὸ ὑπερφερὲς ἀξίωμα, καὶ ὅτι πάντα αὐτῷ σμικρὰ, καὶ ἐν ἴσῳ τοῦ μηδενὸς καταλογισθεῖεν ἂν ὡς πρός γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης τὸ ὑπερτενές. Ταύτῃτοί φησιν· Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται. Μικρὰ δὲ ταυτὶ καὶ τοῦ μηδενὸς ἄξια παντελῶς. Τί γὰρ μία καταφερομένη σταγὼν ἀπὸ κάδδου; Τί δ᾽ ἂν εἴη καὶ ζυγοῦ ῥοπὴ, πρὸς ἰσότητα φέρουσα τὸ ἡττῆσθαι δοκοῦν;
Τί δὲ καὶ σίελος, τοῦτ᾽ ἔστι, πτύσμα τὸ ἀνθρώπινον; Ἀλλ᾽ οὐδὲν ἀρκέσειεν αὐτῷ, φησὶν, ὁ Λίβανος εἰς καῦσιν, ἢ εἰς ὁλοκάρπωσιν πάντα τὰ τετράποδα. Εὐκαταφρόνητα δὲ τὰ τοιάδε παντελῶς· κἂν εἰ πάντα προσκομίζοιτο πρὸς ὁλοκάρπωσιν αὐτῷ, καὶ αὐτὰ τῆς τοῦ Θεοῦ δόξης ἐῤῥίφθω κατόπιν. Καὶ εἰ πάντα τὰ ἔθνη, φησὶν, ὡς οὐδέν εἰσιν, καὶ ὡς οὐδὲν ἐλογίσθησαν, τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;
Τί γὰρ ἔσται τὸ εἰκὸς αὐτῷ, καὶ ἰσοστατοῦν, ἢ εἰς φύσιν, ἢ εἰς ὁλκὴν, ἢ καὶ εἰς εὐκλείας λόγον; Ἆρα γὰρ μὴ τέκτονος τέχναις, καὶ ξυλουργοῦ ἐμπειρίαις; ἆρα χρυσοχόων, ἢ καὶ ὡς ἐν εἰκόνι μεμόρφωται πρὸς ὁτιοῦν τῶν κτισμάτων; ἤγουν ἐποιήθη, φησὶν, ἀνδροειδὲς ἄγαλμα; Οὐμενοῦν. Οὐ γὰρ ἂν γένοιτό τι τὸ ἴσον αὐτῷ. Θεὸς γὰρ ὑπάρχων φύσει, καὶ κατ᾽ αὐτὸν οὐκ ὄντος ἑτέρου, πάντα που πάντως καὶ ὑπερκείσεται.
Ἀποφήνας δὴ οὖν παντὸς ἐπέκεινα τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, διαγελᾷ μετὰ τοῦτο τὴν εἰδώλων ποίησιν, καί φησιν, ὅτι Ξύλον ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται· ὥστε τῆς τοῦ τέκτονος ἐμπειρίας εἴη ἂν, τὸ, τοῖς πλανωμένοις κατά γε τὸ μέτρον τῆς ἐνούσης συνέσεως αὐτῷ, κατασκευάσαι θεὸν κατὰ τὸ αὐτοῖς δοκοῦν, καὶ διὰ πλείστης ἀσφαλείας ἐπικουρούμενον, ἵνα μὴ σαλεύηται καὶ συνθραύηται πεσόν. Ἦσαν οὖν ἄρα θεῶν ἐν σπάνει, οἱ τῶν εἰδώλων προσκυνηταὶ, τεκτονικῆς ἐμπειρίας οὐκ οὔσης ἐπὶ τῆς γῆς· ἀλλ᾽ οὐδ᾽ ἂν ἐσώζοντο τὰ γεγονότα χειροποίητα, εἰ μὴ σοφῶς ἐζήτησεν ὁ τεχνουργὸς τὰ δι᾽ ὧν ἂν ἑστάναι δύναιντο, καὶ ἀκλόνητον ἔχειν τὴν ἕδραν. Φαίη δ᾽ ἂν, οἶμαι, τὶς, καὶ σφόδρα εἰκότως τὸ διὰ φωνῆς τοῦ Δαβίδ· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον, καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.» Προσεπάγει δὲ τούτοις· «Ὅμοιοι αὐτῶν γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς.» Διαγελάσας τοίνυν τὴν εἰδώλων κατασκευὴν, μεθίστησι τὸν λόγον ὡς ἐντροπήν τε καὶ ἐπανόρθωσιν τῶν πεπλανημένων, καὶ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπὶ τούτῳ πλημμελὲς ἀποφαίνει λέγων· Οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; ἀντὶ τοῦ, οὐκ ἔγνωτε; οὐκ ἠκούσατε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Θεμέλια δὲ τῆς γῆς τελευταῖά τε καὶ ἄκρα φησὶν αὐτῆς.
Ἔγνωτε δὴ οὖν, φησὶν, οἱ ἐκ περάτων εἰς πέρατα. Ἠκούσατε, καὶ ἀνηγγέλη ὑμῖν ἐξ ἀρχῆς. Ἀνηγγέλη δὲ τί; Ὅτι Θεὸς μὲν ὁ φύσει καὶ ἀληθῶς, εἷς γέ ἐστι καὶ μόνος· ξύλα δὲ καὶ λίθοι, καὶ ἕτερον οὐδὲν, τὰ δι᾽ ἀνθρώπων ἡμῖν εἰς θεοὺς τεχνουργούμενα. Οὐ γὰρ σεσίγηκεν ἡ θεόπνευστος Γραφή· ἄνωθεν δὲ μᾶλλον ἡ τῆς ἀληθείας κεκήρυκται γνῶσις, διὰ πατριαρχῶν, διὰ νόμου καὶ προφητῶν.
Οὐ γὰρ ὅτε καθ᾽ ἡμᾶς γενόμενος ὁ τοῦ Θεοῦ μονογενὴς Λόγος, ἄνθρωπος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς· τότε καὶ πρῶτον ἐν ταῖς ἐσχάταις διαβολαῖς τοῦ πλανᾶσθαι γέγονεν. Ἀλλ᾽ ἧν ἀρχαῖον, ὡς ἔφην, τῆς εἰδωλολατρίας τὸ κατηγόρημα. Οὐ γὰρ διαλέλοιπεν ὁ τῶν ἁγίων χορὸς κακύνων αὐτὴν, καὶ βδελυρὰν ἀποφαίνων, καὶ τὸν τῶν ὅλων Δημιουργὸν καὶ Κύριον ἐναργῆ καθιστάς. <Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες. Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διαπήξας ὡς σκηνὴν τοῦ κατοικεῖν.> Ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρενός.
Ἔνεστι γὰρ δὴ τοῖς σοφοῖς τὸ κατιδεῖν δύνασθαι, καὶ μάλα ῥᾳδίως, τίς δὴ ἄρα, καὶ πόσος ἐστὶν ὁ τοῦδε τοῦ παντὸς ποιητὴς καὶ τεχνίτης, ὡς ἀπό γε τῆς ὑπεροχῆς καὶ τῆς ἀῤῥήτου καὶ θεοπρεποῦς οἰκονομίας, καθ᾽ ἣν ἡ κτίσις οὐκ οὖσα γέγονε, καὶ γενομένη σώζεται, τῇ τοῦ πεποιηκότος ἰσχύϊ πρὸς τὸ εὖ εἶναι καὶ συνεστάναι συνεχομένη. Τίνι γὰρ ἂν ὁμοιωθείη; φησὶν ὁ Κύριος. Πῶς δὲ οὐχ ὑπὲρ πάντα νοῦν ὁ μόνος τῇ χειρὶ δραττόμενος ἁπάσης τῆς γῆς, καὶ συνέχων αὐτὴν πρὸς τὸ ἐρηρεῖσθαι καλῶς, καὶ οἷά τινα καμάραν ἐπανορθώσας αὐτῇ τὸν οὐρανὸν, καὶ ἐν τρόπῳ σκηνῆς διατείνας, ὥστε κατοικεῖν ἐν αὐτῇ τοὺς δι᾽ οὓς δηλονότι καὶ γέγονεν; Ὡς γὰρ αὐτός πού φησιν ὁ προφήτης· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἆρ᾽ οὖν πολὺ πρὸς Θεὸν, φησὶ, καίτοι ἀμέτρητος οὖσα τῶν ἐν γῇ κατοικούντων ἡ πληθύς; οὐδαμῶς. Ὡς γάρ τοι πρὸς τὴν τοῦ Θεοῦ μεγαλειότητα καὶ ὑπεροχὴν εἶεν ἂν ὡς ἀκρίδες. Ἢ καὶ καθ᾽ ἕτερον τρόπον. Κατέχει γὰρ τὸν γύρον τῆς γῆς, τοῦτ᾽ ἔστιν, ἅπαντα τὸν κύκλον αὐτῆς, καὶ οὐδὲν πρὸς αὐτὸν οἱ κατοικοῦντες αὐτὴν, καίτοι δίκην ἀκρίδων ἀγεληδὸν ἐν αὐτῇ καταβοσκόμενοι, καὶ ἀριθμοῦ παντὸς ἰόντες ἐπέκεινα. Θαυμαστὸν δὲ καὶ τοῦτο, καὶ μέγα πρὸς εὐφημίαν τοῦ πάντα ἰσχύοντος Θεοῦ. <Ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.
Οὐ γὰρ μὴ σπείρωσιν, οὐδ᾽ οὐ μὴ φυτεύσωσιν, οὐδ᾽ οὐ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. Ἔπνευσεν ἐπ᾽ αὐτοὺς ἄνεμος, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα ἀναλήψεται αὐτούς.> Ἔθος τοῖς πεπλανημένοις, καὶ οὐκ εἰδόσι Θεὸν τὸν φύσει καὶ ἀληθῶς, οὐχὶ δὴ μόναις ταῖς τῶν δαιμόνων ἀγέλαις προσκυνεῖν, καὶ τῷ ξύλῳ λέγειν· Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με, ἀλλὰ γὰρ καὶ ἀνθρώπους ἐπισήμους γεγονότας ἐπὶ τῆς γῆς ἀβουλότατα θεοποιεῖν. Καὶ γοῦν ὁ Σεναχηρεὶμ ὑπονοστήσας ἐκ τῆς Ἰουδαίας εἰς τὴν ἑαυτοῦ, προσκυνεῖν ἐλέγετο τὸν πάτραρχον αὐτοῦ. Προσεκόμιζον γὰρ καὶ τοῖς τεθνεῶσι θυσίας, ἥρωάς τε καλοῦντες αὐτοὺς ἀπεγράφοντο θεούς. Ἔδει τοίνυν διαβεβλημένης ἐναργῶς τῆς τῶν εἰδώλων πληθύος, καὶ ἐπ᾽ αὐτὸν δὴ τοῦτον χωρῆσαι τὸν λόγον, ἀναπεῖσαι τοὺς πεπλανημένους οὐδὲν παντελῶς ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἀλλὰ γὰρ κἂν εἴ τινες τῶν ἐπὶ τῆς γῆς λαμπροί τε καὶ ἀξιάγαστοι γεγόνασι κατὰ καιροὺς, ἢ θώκοις ἐμπρέποντες τοῖς ἀνωτάτω, καὶ βασιλικοῖς, ἤγουν ἑτέρας ὑπεροχῆς ἠξιωμένοι κατὰ καιροὺς, κατὰ μηδένα τρόπον οἴεσθαι θεοὺς ὑπάρχειν αὐτοὺς, ἐννοεῖν δὲ μᾶλλον ὅτι, καὶ τὸ δύνασθαι, καὶ τὸ ἄρχειν τισὶν εἴη ἂν οὐκ ἑτέρωθεν πλὴν ὅτι παρὰ Θεοῦ δοτόν.
Καὶ ὅτι τὸ χρῆμα δυσχερείας ἁπάσης ἀπηλλαγμένον ἐστὶ παρά γε τῷ πάντα ἰσχύοντι Θεῷ, διαδείκνυσιν ἐναργῶς, οὐδὲν τοὺς ἄρχοντας εἰς τὸ ἄρχειν δίδοσθαι λέγων παρ᾽ αὐτοῦ. Ἀνάγει δὲ καὶ ἐπὶ τὸ μεῖζον ἔτι καί φησι, Τὴν γῆν ὡς οὐδὲν ἐποίησεν. Ὅτι δὲ ἐν ἐξουσίᾳ κεῖται τῇ παρὰ Θεοῦ τὸ καὶ σώζεσθαί τινα μνήμην, ἢ μὴ, τῶν γεγονότων ἐν γῇ λαμπρῶν τε καὶ ἐπισήμων, ἀποφαίνει λέγων· Οὐ γὰρ μὴ σπείρωσιν, οὐδ᾽ οὐ μὴ φυτεύσωσιν. Εἰ μὴ γὰρ βούλοιτο, δηλονότι Θεὸς, οὐδένα, φησὶν, ἕξουσιν ἐν γῇ καρπὸν, ἀλλ᾽ οὐδὲ ῥίζαν ἢ μνήμην, ἀλλ᾽ οἷον ἀνέμου κατενεχθέντος ἐπ᾽ αὐτοὺς βαδιοῦνται πρὸς τὸ μηδὲν, φρυγάνοις ἐν ἴσῳ.
Πάντα γὰρ τὰ ἀνθρώπινα μικρὰ καὶ εὐδιαῤῥίπιστα, καὶ εὐανάτρεπτα παντελῶς, καὶ πόαις ἐν ἴσῳ καταμαραίνεται. Προσκυνητέον οὖν ἅρα Θεῷ δὴ μόνῳ τῷ κατὰ φύσιν καὶ ἀληθῶς, καὶ λόγος ἔστω μηδεὶς τῶν ἐξ ἐπιστήμης τεκτόνων ἐξευρημένων, μήτε μὴν ἀνθρώπων οἷς ἐπεγράφη πρός τινων τὸ θεῶν ὄνομα. Νεκρολατρεία γὰρ τοῦτο, καὶ ἕτερον οὐδέν. <Νῦν οὖν τίνι με ὡμοιώσατε; καὶ εἶπεν, Ὑψωθήσομαι, ὁ Ἅγιος. Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντας ἐπ᾽ ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν.> Ὁ πάνσοφος Παῦλος κατακέκραγεν εἰκότως τῆς τῶν πλανωμένων ἀμαθίας, καὶ τῆς τῶν εἰδωλολατρούντων πληθύος δικαιοτάτην ποιεῖται τὴν καταβολήν.
Ἐξὸν γὰρ αὐτοῖς καὶ ἐξ αὐτῆς τῆς κτίσεως τὸν τῶν ὅλων εἰδέναι γενεσιουργὸν καὶ τεχνίτην, ἀπεκομίσθησαν εἰς ψευδολατρείαν, καὶ προσκεκυνήκασι τοῖς οὐκ οὖσι θεοῖς. Ἔφη δὲ οὕτω περὶ τοῦ πάντων κρατοῦντος Θεοῦ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι ἀναπολογήτους.
Διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· καὶ φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.» Οὐκοῦν ἐπειδήπερ, φησὶ, κατέχω τὸν γύρον τῆς γῆς, καὶ οἷά τινα σκηνὴν ἐκτέτακα τὸν οὐρανὸν, δίδωμί τε ἄρχοντας εἰς οὐδὲν ἄρχειν, καὶ οἷον ἀκρίσι παρεικάζω τοὺς ἐπὶ τῆς γῆς, τίνι με ὡμοιώσατε; ἀντὶ τοῦ, Τίνι με παρεικάζοντες οὐκ ἂν ἔξω γένησθε τοῦ εἰκότος, οὐδ᾽ ἂν ἁμάρτητε τ᾽ ἀληθοῦς.
Ἆρά με τὸν οὐρανὸν εἰπόντες, ἢ καὶ ἑνὶ τῶν στοιχείων ἐξομοιοῦν ἐθέλοντες, ὑψοῦν μὲν νομίζετε; Ἀλλ᾽ οὐδὲν τῶν κτισμάτων ἐοικὸς ἐμοὶ, καὶ τὸ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτως ἔχον. Ἰσοστατήσειε γὰρ ἂν οὐδεὶς εἰς οὐσίας λόγον τῷ καλοῦντι πρὸς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Ὅτι γὰρ οὐ κατά γε τοὺς παρ᾽ ὑμῖν εἰμι θεοὺς, τοὺς ἐκ τέχνης ἀνθρωπίνης λαχόντας τὴν γένεσιν, ἐξ αὐτῶν θεωρήσατε τῶν κτισμάτων.
Ἄρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἴδετε τὸ στερέωμα, τὸν τῶν ἀστέρων χορὸν, ἐννοήσατε τίς κατέδειξε ταῦτα πάντα, τίς ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ οὐρανοῦ. Κόσμον δὲ τοῦ οὐρανοῦ τοὺς ἀστέρας ἀποκαλεῖ, οὓς εἰδέναι φησὶν ἐν ἑαυτῷ, οὐχὶ δὴ μόνον κατὰ πληθὺν ὁρωμένους, ἀλλὰ γὰρ καὶ καθ᾽ ἕκαστον, καὶ οἷον ὀνομαστί. Θεοπρεπὲς δὲ τοῦτο, καὶ ἐξαίρετον· καὶ γοῦν ὁ προφήτης ἐν πολλῷ ποιεῖται τὸ χρῆμα τῷ θαύματι, καί φησι πρὸς αὐτόν· Ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, Ἀριθμηταί εἰσι παρ᾽ αὐτοῦ σταγόνες ὑετοῦ.
Λάθοι γὰρ ἂν παντελῶς οὐδὲν τὴν ἀπόῤῥητον σοφίαν, τὸν πάντα εἰδότα νοῦν. <Μὴ γὰρ εἴπῃς Ἰακὼβ, καὶ τί ἐλάλησεν Ἰσραήλ; Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν μου ἀφεῖλε, καὶ ἀπέστη.> Ὄτι κεκλήσονται κατὰ καιροὺς οἱ πλανώμενοι, καὶ τὸ τῆς ἀληθείας εἰς νοῦν καὶ καρδίαν καταπλουτήσαντες φῶς, ἐπιγνώσονται μὲν τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, εὖ μάλα διειρηκὼς, ἔσονται δὲ ὅτι σοφοὶ καὶ ἀγχίνοι, καὶ ἀπὸ καλλονῆς κτισμάτων θεωρήσουσιν ἀναλόγως τὸν τόδε τὸ σύμπαν ἀῤῥήτῳ δυνάμει προενεγκόντα πρὸς ὕπαρξιν, καὶ ἀποχρῶσαν αὐτοῖς ἐξυφήνας τὴν μυσταγωγίαν διὰ τῶν ἤδη προειρημένων, μεθίστησι τὸν λόγον ἐπὶ τοὺς ἐξ αἵματος Ἰακὼβ, ἤτοι τὸν Ἰσραήλ. Ἐπειδὴ γὰρ προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καὶ τὸν τῆς σωτηρίας χορηγὸν οὐ παραδεξάμενοι, τῆς πρὸς αὐτὸν οἰκειότητος γεγόνασί που μακρὰν, οὐκέτι παραδεχθείσης τῆς κατὰ νόμον σκιᾶς, οὐκ εἰσκεκομισμένης δὲ μᾶλλον τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως, καὶ λατρείας, τοῦτ᾽ ἔστι, τῆς εὐαγγελικῆς, διεγόγγυζον λέγοντες· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, τοῦτ᾽ ἔστι, τὴν νομικὴν οὐκ ἐπισκέπτεται πολιτείαν. Ζῶντας γὰρ οὕτω. καθάπερ ἀμέλει καὶ ἡ διὰ τοῦ πανσόφου Μωσέως προστέταχεν ἐντολὴ, τῆς παρ᾽ ἑαυτοῦ λοιπὸν ἐποπτίας οὐκ ἀξιοῖ. Ἀφεῖλε δέ μου τὴν κρίσιν καὶ ἀπέστη, τοῦτ᾽ ἔστιν, ἔπαυσε τὸν νόμον.
Κρίσιν δέ φασι τὸν νόμον· καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβὶδ πρὸς τὸν τῶν ὅλων Θεόν· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας·» τοῦτ᾽ ἔστι, Σὺ τὸν δι᾽ ἀγγέλων, ἤγουν διὰ τῆς Μωσέως μεσιτείας ὡρίσω νόμον· ἔφη δὲ καὶ Μωσῆς περὶ τοῦ Ἰσραὴλ, ὅτι Ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσεις. Ἀφεῖλέ μου τοίνυν τὴν κρίσιν, τοῦτ᾽ ἔστι, τὴν κατὰ νόμον λατρείαν ἀποβεβληκὼς μονονουχὶ, καὶ ἀφεῖλεν αὐτὴν ἀφ᾽ ἡμῶν, καὶ ἀπέστη.
Κήδεται γὰρ οὐκέτι τῶν ἐξειλεγμένων, καὶ ὁ πρωτότοκος Ἰσραὴλ οἴχεται πρὸς τὸ μηδέν. <Καὶ νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; Θεὸς αἰώνιος, Θεὸς κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.> Πάλαι μὲν γὰρ, ὦ Ἰσραὴλ, ἐπαιδεύθης διὰ νόμου, ἔγνως διὰ προφητῶν τῆς μετὰ τὸν νόμον ἐσομένης οἰκονομίας τὸν τρόπον. Κεχρησμῴδηται μὲν γὰρ ὁ νόμος, σκιὰς ἔχων καὶ τύπους τῶν μελλόντων ἀγαθῶν, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ὡς ἐν ὠδῖσιν ἔχων τῷ γράμματι· πολυτρόπως γὰρ διὰ τῆς κατὰ νόμον ἐντολῆς προανεμορφοῦτο Χριστὸς, καὶ τὸ ἐπ᾽ αὐτῷ μυστήριον αἰνιγματωδῶς κατεγράφετο· καὶ πιστώσεται λέγων αὐτὸς τοῖς ἀπειθεῖν ἑλομένοις ἐξ Ἰσραήλ· «Εἰ πιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἐπειδὴ δὲ, φησὶν, αἰτιᾶται λέγων, Οὐκ ἐπισκέπτεταί μου τὰς κατὰ νόμον ὁδούς· τοῦτο γάρ ἐστι τό· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἀφεῖλεν ἡμῶν τὴν κρίσιν, ἤτοι τὸν νόμον, καὶ ἀπέστη· ὡς ἠγνοηκὼς δέ που πάντως τὸν ἐν τῷ Θεῷ σκέποντα, τοιάδε φησί· Ἔστω, φησὶ, κἂν γοῦν νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; τοῦτ᾽ ἔστιν, εἰ μὴ ἀκούσειας; ὅμοιον δὲ ὡς εἰ λέγοι· Δέχομαι τὴν προσποίησιν οἰκονομικῶς. Οὐκ ἔγνως, εἰ μὴ μάθοις, ἤτοι μὴ ἀκούσας. Ἄκουε τοίνυν, Θεὸς αἰώνιος. Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει.
Προσεκόμιζες δὲ, φησὶ, τὰς δι᾽ αἱμάτων θυσίας πρόβατα, καὶ βοῦς ἀνετίθεις ἀποπεραίνων εὐχάς· λιβανωτοῖς ἐτίμας καὶ καπνοῖς, τρυγόσι καὶ περιστεραῖς· ἀλλ᾽ ἴσθι τοι καὶ μὴ ἀγνοήσῃς ὅτι τὰ ἄκρα κατεσκεύασε ὁ Θεὸς ὁ αἰώνιος. Ἄκρα δὲ τῆς γῆς τὰ πέρατά φησιν, ἵνα διὰ τούτου νοῆται πᾶσα. Οὐ πεινάσει, οὐδὲ κοπιάσει. Ὅμοιον εἶναι τοῦτό φημι τῷ πρὸς αὐτοὺς εἰρημένῳ, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι;» Πῶς γάρ μοι, φησὶ, προσκομίζετε τὰς θυσίας; ἆρ᾽ ὡς πεινῶντι, καὶ ὑπὸ λιμοῦ κοπιᾷν εἰωθότι; ἄπαγε τῆς δυσβουλίας. Ὁ γὰρ αἰώνιος Θεὸς ὁ φθείρεσθαι μὴ εἰδὼς, οὔτε πεινάσει, οὔτε κοπιάσει· οὐδὲ γὰρ αὐτοῦ τι τῶν ἀνθρωπίνων ἅψεται. Ἀλλ᾽ οὐδ᾽ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Αἰτία μὲν γὰρ ἔσθ᾽ ὅτε, φησὶ, λέγων· Εἰ νῦν ἀπαράδεκτον ἐποιήσω τὴν διὰ Μωσέως ἐντολὴν, ἤτοι τὴν ἐν νόμῳ σκιὰν, τί καὶ ὅλως ἐνομοθέτεις ἐν ἀρχαῖς; εἰ κρείττονα τῶν ἀρχαίων τὰ νέα, τοῦτ᾽ ἔστι, τὰ εὐαγγελικὰ θεσπίσματα, διατί ταῦτα καὶ πρὸς αὐτοῦ τέθειται τοῦ νόμου;
Ἀλλὰ μὴ εἴπῃς τοῦτο, φησίν. Οὐ γὰρ εὑρεῖν δύνασαι τὴν ἀκατάληπτον φρόνησιν, ἤτοι σοφίαν τοῦ Θεοῦ. Δέδοται μὲν γὰρ ἡ διὰ Μωσέως ἐντολή· καὶ ἐπὶ τίσιν ἄρα, καὶ διὰ ποίαν αἰτίαν ὁ Παῦλος διδάξει, λέγων, ὅτι «Νόμος παρεισῆλθε, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» Καὶ πάλιν· «Συνέκλεισε γὰρ ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.» Ὡρίσθη τοίνυν ὁ τῆς ἁμαρτίας παραδεικτικὸς, καὶ οἱονεὶ τῆς ἁπάντων ἀσθενείας ἔλεγχος, ἵνα, ἐπείπερ οὐκ οἶδε δικαιοῦν τοὺς ἡμαρτηκότας, κατακρίνει δὲ μᾶλλον αὐτοὺς, λοιπὸν ἀναγκαίως εἰσφέρεται τῆς διὰ Χριστοῦ φιλοτιμίας ἡ χάρις, δικαιοῦσα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττουσα τῶν πλημμελημάτων τοὺς ἐνισχημένους αὐτοῖς. Οὐκοῦν οὐκ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως τοῦ πάντα σοφῶς οἰκονομοῦντος Θεοῦ, καὶ προαναδείξαντος μὲν τὸν νόμον εἰς ἔλεγχον ἁμαρτίας, πέμψαντος δὲ τὸν Υἱὸν ἐξ οὐρανῶν, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. <Διδοὺς τοῖς πεινῶσιν ἰσχὺν, καὶ τοῖς μὴ ὀδυνομένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. Οἱ δὲ ὑπομένοντες Θεὸν, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοὶ, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσι.> Νόει δή μοι κατὰ κοινοῦ, τὸ, ὅτι Θεὸς ὁ αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, αὐτός ἐστιν ὁ διδοὺς τοῖς πεινῶσιν ἰσχύν.
Οὐ γάρ τοι τροφῆς ἐν ἐνδείᾳ γέγονέ ποτε Θεὸς ὢν καὶ αἰώνιος. Δίδωσι δὲ τοῖς πεινῶσι μᾶλλον αὐτὸς τὴν δικαιοσύνην, πνευματικὴν εὐανδρίαν· δίδωσι δὲ ὁμοίως καὶ τοῖς μὴ ὀδυνομένοις λύπην. Καὶ τοῦτο νοήσεις διχῆ. Καὶ γάρ τοι ἐκ πολλῆς ἄγαν ἀναισθησίας, καὶ ἐκ τοῦ μὴ ἐγνωκέναι τὸ ἀρέσκον Θεῷ, μήτε μὴν εἰδόσιν ὅτι προσκρούοντες αὐτῷ δειναῖς, καὶ ἀφύκτοις περιπεσοῦνται δίκαις, δίδωσιν εἰς ἐπικουρίαν τὸ λυπεῖσθαι λοιπὸν ἐφ᾽ οἷς ἂν πταίωσιν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητόν τε κατεργάζεται, ἤγουν τοῖς σταυρώσασι τὸν Ἰησοῦν, καὶ τάχα που καὶ χαίρουσιν ἐπὶ τούτῳ (διετέθησαν γὰρ οὕτως οἵ τε τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ὅσοι τετολμήκασιν εἰπεῖν· «Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν·») διδοὺς λύπην, συμφοραῖς αὐτοὺς καὶ πολέμου κακοῖς ὁμιλῆσαι παρασκευάσας· καὶ ὅτι τῆς πρὸς αὐτὸν οἰκειότητος ἀπωλισθήκασιν, ἔρημοι γεγόνασιν ἀπάσης ἰσχύος καὶ τροφῆς πνευματικῆς. Ταύτῃτοι μονονουχὶ καὶ διερμηνεύων τὸ εἰρημένον ἐπιφέρει, λέγων· Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται.
Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ ἐκλελύσθαι τὰ ἔθνη, ἠσθενηκέναι τε οὕτως, καὶ ὑπὸ πόδας ἐῤῥίφθαι διαβολικοὺς, καὶ πράττειν ἀμελητὶ τὸ τοῖς ἀκαθάρτοις πνεύμασι δοκοῦν, ἀνδρεῖοί τινες ἦσαν καὶ νεώτεροι· νοητῶς δὲ δηλονότι, καὶ πνευματικῶς, πείνῃ καὶ κόπῳ κατείχοντο. Οἱ δὲ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας εἰδότες ἀγαθουργεῖν, καὶ τὴν δοθεῖσαν ἅπαξ ἀποπεραίνοντες ἐντολὴν, ἀλλ᾽ οὗτοι, φησὶ, πεινάσουσι, καὶ κοπιάσουσι, τοῦτ᾽ ἔστιν, ἀνίσχυες ἔσονται πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν. Ὁ γάρ τοι λιμὸς τῶν θείων λόγων εἰ συμβαίνοι τισὶν, ἀποφαίνει δὴ πάντως αὐτοὺς ἠσθενηκότας, καὶ παρειμένους, καὶ καταθλεῖν εἰδότας τῶν ἀγαθῶν οὐδέν. Ὅτι δὲ λιμῷ κατεφθάρη τὸ ἔθνος τὸ ἐξ Ἰσραὴλ, ἐξῃρημένων τοῦ κακοῦ τῶν πεπιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, προαναφωνεῖ Θεὸς, καὶ πάλαι λέγων δι᾽ ἑνὸς τῶν προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· καὶ ἀπ᾽ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι.» Πῶς γὰρ οὐκ ἔμελλον ἀνίσχυες ἔσεσθαι καὶ κοπιᾷν, καταφθείρεσθαί τε λιμῷ νοητῷ, δῆλον ὅτι Χριστὸν οὐ παραδεξάμενοι, καίτοι λέγοντα σαφῶς· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ἐάν τις τὸν ἄρτον τοῦτον φάγῃ, ζήσεται εἰς τὸν αἰῶνα;»
Ἐπειδὴ δὲ διὰ πολλὴν ἀβουλίαν, καίτοι μεταλαχεῖν ἐξὸν, οὐ κατεδηδόκασι τὸν ἄρτον τῆς ζωῆς, λιμῷ κατατήκονται, τρυφώντων τῶν ἐθνῶν. Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ Σολομὼν, «Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.» Ἀλλὰ ταῦτα μὲν Ἰουδαίους συνέβη παθεῖν.
Δεδυσσεβήκασι γὰρ εἰς τὸν ἀρχηγὸν τῆς ζωῆς. Οἵ γε μὴν ὑπομένοντες τὸν Θεὸν, τοῦτ᾽ ἔστιν, οἱ Χριστῷ δουλεύοντες, καὶ τὰ αὐτοῦ φρονοῦντες, καὶ κατορθοῦν σπουδάζοντες, ἀλλάξουσιν ἰσχύν. Οὐ γὰρ ἐν ἐκείναις μεμενήκασι ταῖς ἀσθενείαις ἐν αἷς ἦσάν ποτε πλανώμενοι, καὶ ὑπεζευγμένοι τῷ Σατανᾷ, καὶ ταῖς κοσμικαῖς ἡδοναῖς, ἀλλ᾽ ἑτέραν ἕξουσι, τοῦ Χριστοῦ δηλονότι χορηγοῦντος αὐτοῖς τὸ δύνασθαι κατευμεγεθεῖν βδελυρᾶς ἁπάσης ἡδονῆς, καὶ τῶν τῆς ἁμαρτίας ἔξω φέρεσθαι βρόχων. Γέγραπται γάρ· «Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.» Ἀνακαινισθήσονται δὲ οὕτω, φησὶν, ὡσανεὶ καὶ ἀετοί. Καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβίδ· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Δραμοῦνται δὲ, καὶ οὐ κοπιάσουσι.
Πρόθυμοι γὰρ καὶ νεανικοὶ τὰς τῆς εἰς Θεὸν εὐσεβείας διοδεύσουσι τρίβους, διδόντος αὐτοῖς τὰ ζωαρκῆ, καὶ κοπιᾷν οὐκ ἐῶντος Χριστοῦ. Ἐμπίμπλησι γὰρ τὰς καρδίας τῶν ἀγαπώντων αὐτὸν τῆς ἄνωθεν εὐσθενείας, ὥστε κἂν εἰ γένοιτο πειρασμοῖς καὶ κόποις περιπεσεῖν, κατορθοῦντας τὴν ἀρετὴν, κρείττους γενέσθαι τοῦ καμεῖν, εὖ εἰδότας ὅτι πολύευκτον ἡ ὑπομονὴ, κἂν εἰ ἐνυπάρχοι τισὶν, ἀποφαίνει δὴ πανδοκιμωτάτους. «Κατεργάζεται γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει τοὺς οὕτω ζῇν εἰωθότας.» Παραθήγει πρὸς εὐανδρίαν, δῆλον δὲ ὅτι τὴν ἐφ᾽ ἅπασιν ἀγαθοῖς, ὁ μακάριος Δαβὶδ λέγων· «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» <Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν εὐαγγειλάτωσαν.> Κατὰ διαφόρους τρόπους αἱ νῆσοι νοοῦνται. Εἰσὶ μὲν γὰρ καὶ ἐν θαλάσσαις πολλαὶ, λέγονται δὲ οὕτω καὶ πόλεις ἔσθ᾽ ὅτε, καὶ κῶμαι πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήροτον καὶ κεχερσωμένην· τοιαύτας εἶναί φασι τὰς τῶν Ἰδουμαίων καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας.
Ἦσαν δὲ οὗτοι δυσσεβεῖς καὶ εἰδωλολάτραι, καὶ τῆς Ἰουδαίων χώρας οὐ μακράν. Φαμὲν τοίνυν, ὅτι τὴν τῶν ἐθνῶν πρόσληψιν κατασημεῖναι θέλων, καὶ ὡς ἐκ μέσου ἐπὶ τὸ πᾶν τὴν τοῦ πράγματος δύναμιν ἀποφέρων, ταῖς τῶν πλανωμένων πόλεσι προσφωνεῖ, λέγων· Ἐγκαινίζεσθε πρός με, νῆσοι, τοῦτ᾽ ἔστι, τὴν ἐκ τοῦ πλανᾶσθαι, καὶ πλημμελεῖν παλαίωσιν, καὶ σαθρότητα τῶν ἰδίων ἀποπεμψάμενοι καρδιῶν, ἀνακαινίσθητε διὰ μεταγνώσεως. Βουλεύσασθε τὰ ἀμείνω, παραδέξασθε τὴν εἰς καινότητα ζωῆς ἀνακαινίζουσαν χάριν, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. Εἰκὸς δὲ δὴ καὶ ἑτέρως, νήσους ἐνθάδε κατωνομάσθαι τὰς Ἐκκλησίας, αἳ μονονουχὶ μεταξὺ περιστάσεων κοσμικῶν τέθεινται, καὶ τοῖς τῶν ἐπανισταμένων αὐταῖς περικλύζονται κύμασι, πλὴν ἵδρυσιν ἔχουσιν ἀσφαλῆ, καὶ ἀκράδαντον διαμένουσι. Τεθεμελίωνται γὰρ ἐπὶ πέτραν, καὶ ἔστιν ἐν αὐτῇ Χριστός. Αὗται τοίνυν αἱ ὡς νῆσοι κατωνομασμέναι, τοῦτ᾽ ἔστιν, αἱ Ἐκκλησίαι. Σημαίνεται δὲ δι᾽ αὐτῶν, ἡ τῶν διὰ πίστεως κεκλημένη πληθὺς, ἡ φιλαμαρτήμων ποτὲ, ἡ βδελυρὰ καὶ ἀκάθαρτος, σαθρὰ δὲ καὶ ἐῤῥυτιδωμένη, μετεφοίτησε διὰ Χριστοῦ πρὸς καινότητα ζωῆς, γέγονε παρθένος, ἁγνὴ, μὴ ἔχουσα σπίλον, ἢ ῥυτίδα, ἁγία δὲ μᾶλλον, καὶ ἄμωμος.
Οὐκοῦν ἐγκαινίζεσθε πρός με, φησίν. Ἀλλάξαι γε μὴν τοὺς ἄρχοντας ἰσχὺν εὖ μάλα διϊσχυρίζεται. Ἄρχοντας ἐνταῦθα τοὺς τῆς ἀληθείας ὀνομάζει κήρυκας, ἑτέρους ἀνθ᾽ ἑτέρων μετὰ τὴν κλῆσιν γεγενημένους. Καὶ δηλοῦσι Πέτρος καὶ Παῦλος, καὶ ὁ λοιπὸς τῶν ἀποστόλων κατάλογος, εἰς οὓς προσφυέστερον ἐκλαβέσθαι καὶ τὸ, Πτεροφυήσουσιν ὡς ἀετοί. Δραμοῦνται, καὶ οὐ κοπιάσουσι. Βαδιοῦνται, καὶ οὐ πεινάσουσι. Τοιαῦτα γὰρ αἱ κατ᾽ αὐτοὺς Πράξεις ἐμφαίνουσι θαύματα. Οὐ γάρ τοι κατὰ τοὺς πρώτους, τοῦτ᾽ ἔστι, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν γεγόνασι μαθηταί. Ἀλλ᾽ ὡς ἐν ἑτέρᾳ δυνάμει, πνευματικῇ δῆλον δὲ ὅτι, πολλῷ ἦσαν ἀμείνους, καὶ ἀσυγκρίτως ὑπερκείμενοι τοῖς κατὰ ἀρετὴν αὐχήμασιν. Οὗτοι τοίνυν οἱ ἄρχοντες ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα. Τὸ δὲ, ἐγγισάτωσαν, κατὰ χρόνον νοήσεις. Εἰ γὰρ ἀναδείξειεν αὐτοὺς ὁ καιρὸς, ἅμα λαλήσουσιν. Ὅμοιον ὡς εἰ λέγοι· Πάντες τὸ αὐτὸ τοῖς μυσταγωγουμένοις ἐροῦσιν. Ὡς γὰρ ἐξ ἑνὸς λαλοῦντες πνεύματος οὐ τοῖς ἀλλήλων διαμαχοῦνται λόγοις, συμφώνως δὲ μᾶλλον τὸ περὶ τῶν θείων δογμάτων ποιήσονται κήρυγμα, καὶ καταγγελοῦσι κεκρυμμένως τὸ Χριστοῦ μυστήριον.
Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Τότε κρίσιν ἀναγγειλάτωσαν. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰσραὴλ κρίσιν ὠνόμαζον τὸν διὰ Μωσέως νόμον, ταύτῃτοι καὶ μάλα εἰκότως ἀντεξάγων αὐτῷ τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, κρίσιν αὐτὸ διὰ τούτων ἀποκαλεῖ. Ἡ γὰρ ἀληθῶς δικαιοκρισία, καὶ τῆς ἀρεσκούσης Θεῷ νομοθεσίας ἡ δύναμις, οὐκ ἔν γε μᾶλλον τῇ κατὰ νόμον σκιᾷ διαφαίνεται, ἀλλ᾽ ἐν τῷ κηρύγματι τῶν ἁγίων μυσταγωγῶν τῶν νέων ἀρχόντων. Οἳ καὶ μαθόντες παρὰ Χριστοῦ τὴν κρίσιν, ἤτοι τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτην καὶ ἡμῖν ταυτοεποῦντες ἀπηγγέλκασιν. <Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται;> Οὐκ ἀπό γε ψιλῆς καὶ μόνης τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας καταθαυμάζεσθαι πρέπει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ἀλλὰ γὰρ καὶ δι᾽ ὧν εὐεργετεῖ, τῆς ἐνούσης αὐτῷ γαληνότητος ποιεῖται τὴν ἔνδειξιν.
Σέσωκε γὰρ τοὺς ἐπὶ τῆς γῆς, καὶ ἀπολωλὸς εἰσάπαν τὸ γένος τὸ ἀνθρώπινον καὶ θανάτου, καὶ φθορᾶς ἐξείλετο, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας. Κατήργηκε γὰρ αὐτὸν, ὁμοῦ ταῖς δυνάμεσι ταῖς σὺν αὐτῷ, δεδικαίωκε δὲ διὰ πίστεως, τὴν τυραννήσασαν καθ᾽ ἡμῶν ἀποσοβήσας ἁμαρτίαν. Ἀλλὰ ταυτὶ δὴ πάντα κατωρθώθη διὰ Χριστοῦ· «Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ ἀπολύτρωσις, καὶ ἁγιασμός.» Καὶ πεφωτίσμεθα δὲ δι᾽ αὐτοῦ, μετεσχήκαμεν δὲ φειδοῦς καὶ ἀγάπης, καὶ ἁπαξαπλῶς παντὸς τοῦ σώζειν εἰδότος. Καὶ τοῦτο ἡμῖν δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν προανεφώνει λέγων· «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Τίς τοίνυν, φησὶ, καθάπερ ἥλιον ἐξ ἀνατολῶν ἀνασχεῖν παρεσκεύασε τὴν δικαιοσύνην; τοῦτ᾽ ἔστι, Χριστόν. Τίς ἐκάλεσεν αὐτήν; τοῦτ᾽ ἔστιν, ἀφικέσθαι παρεσκεύασε, καὶ ἐμφανισθῆναι δὲ οὕτως, ὡς καὶ πορεύεσθαι κατὰ πόδας τοῦ κεκληκότος, ἀντὶ τοῦ μονονουχὶ κατ᾽ ἴχνος ἰέναι τοῦ Θεοῦ καὶ Πατρός; Ἀνεστράφη γὰρ οὕτως ἐν γῇ Κύριος, τὰ τοῦ Πατρὸς ἔργα πληρῶν, καὶ αὐτὸν ἡμῖν ἐν ἰδίᾳ φύσει καταδεικνύς. Ἦν γὰρ καὶ ἔστιν ἰσοσθενὴς αὐτῷ, καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων πεπληροφόρηκε τοὺς ἐπὶ τῆς γῆς, ὅτι κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχει τῷ γεγεννηκότι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύητέ μοι.
Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἑπόμενος δὴ πανταχοῦ τῇ θελήσει τοῦ Πατρὸς, μᾶλλον δὲ αὐτὸς ὢν ἡ θέλησις τοῦ Πατρὸς, τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων· «Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. Καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ὁρᾷς οὖν ὅπως οἱονεὶ κατὰ πόδας πορεύεται τοῦ Πατρός.
Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.» <Δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει. Καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν. Καὶ διώξεται αὐτοὺς, καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς ἐνήργησε, καὶ ἐποίησε ταῦτα;
Ἐκάλεσεν αὐτὴν, ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων.> Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, κτηνῶν ἀλόγων διενεγκόντες οὐδὲν οἱ ἐπὶ τῆς γῆς, ἀμαθίᾳ πολλῇ συζῶντες ἐφαίνοντο, κεκράτηντο δὲ καὶ ἀγνωσίᾳ καὶ σκότῳ, καὶ δεδουλεύκασι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ τοῖς τοῦ διαβόλου θελήμασι τὸν τῆς ἑαυτῶν διανοίας ὑπενεγκόντες αὐχένα, ταῖς εἰς φαυλότητα τροχιαῖς κατεφέροντο πρὸς ἀπώλειαν. Ἀλλ᾽ ἐπέλαμψεν αὐτοῖς ὁ Χριστός. Αὐτὸς γάρ ἐστιν ἡ προσδοκία τῶν ἐθνῶν. Καὶ τῶν πάλαι πλεονεκτούντων ἀπαλλάξας ἐλευθέρους ἀπέφηνε, καὶ υἱοὺς Θεοῦ, πάντα ῥύπον τὸν ἐν αὐτοῖς διασμήξας· δεδικαίωκε γὰρ διὰ πίστεως, καὶ τῇ τοῦ ἁγίου Πνεύματος χύσει λαμπροὺς ἀπέφηνε καὶ πεφωτισμένους.
Τὴν τοίνυν δικαιοσύνην τὴν ἐν ἡλίου τάξει μονονουχὶ καὶ ἐγηγερμένην ἐξ ἀνατολῶν δέδωκε τοῖς ἔθνεσιν, ἐξωσθέντος δηλονότι τοῦ Ἰσραὴλ διὰ τὴν εἰς αὐτὸν δυσσέβειαν. Οὗ δὴ γεγονότος, καὶ πληθύος ἀνασεσωσμένης τῆς οὕτω πολλῆς ἐξανέστησαν οἱ βασιλεῖς.
Ἔκστασις γὰρ ὥσπερ ἐπιπέπτωκε τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ πεφόβηνται τὸ θεῖον καὶ ἀφόρητον κρίμα, τὸ ἐπί γε, φημὶ, τοῖς ἔθνεσι γεγονός. Οἱ δὲ πάλαι δεινοί τε καὶ εὐσθενεῖς καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι, καὶ οἷον ὅπλα κινεῖν κατ᾽ αὐτῆς εἰωθότες, καὶ μαχαίρας ἀπογυμνοῦν, καὶ τὸ τῆς ἀπονοίας ἐντείνειν τόξον, πεπτώκασιν εἰς γῆν, καὶ τὰ τοῦ πολέμου σκεύη μεθέντες, φρυγάνοις ἐν ἴσῳ γεγόνασι. Πεποίηται δὲ πάλιν ὁ ἐπὶ τούτοις λόγος ὡς ἐξ ὁμοιότητος τῶν καθ᾽ ἡμᾶς. Ἥττηνται γὰρ αἱ πονηραὶ δυνάμεις καὶ ἅπας αὐτῶν κακουργίας ᾐσθήνησε τρόπος, Χριστοῦ διαρπάζοντος τὰ σκεύη αὐτῶν. «Οὐ γὰρ ὠφελήσει,» φησὶν, «ὁ ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.» Ἔδει γὰρ, ἔδει, προανῃρημένων τῶν κακῶν, καὶ πονηρῶν δυνάμεων, καὶ κατενεχθέντος εἰς γῆν τοῦ πάντων ἐχθροῦ, τότε δὴ τότε, καὶ λίαν καιροῦ, τῶν ἐθνῶν γενέσθαι τὴν λύτρωσιν.
Κατεδίωξε γὰρ αὐτοὺς ὁ Χριστὸς, τοῦτ᾽ ἔστιν, ἔτρεψε πρὸς φυγήν. Οὐ γὰρ ἦν ἀντανίστασθαι τῷ Θεῷ, καὶ τὴν ἀρχαίαν αὐτῶν τυραννίδα συνελαύνοντος εἰς πέρας, μὴ οὐχὶ πάντη τε καὶ πάντως ἐκεῖνα παθεῖν ἅπερ ἦν ἀκόλουθον ἐπενεχθῆναι παρ᾽ αὐτοῦ τοῖς ἀπολέσασι τὴν γῆν. Δεδιωγμένων τοιγαροῦν τῶν ἐχθρῶν. Ἡ ὁδὸς γὰρ, φησὶ, τῶν ποδῶν αὐτοῦ ἐν εἰρήνῃ διελεύσεται· οὐδὲν γὰρ γέγονεν ἐμποδὼν οἰκονομοῦντι τὰ καθ᾽ ἡμᾶς τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἀλλ᾽ οἷον διὰ ψιλῆς καὶ ὑπτίας ὁδοῦ βαδίζων, τὴν πάντων ἡμῶν κατώρθωκε σωτηρίαν, οὐδενὸς ἐχθροῦ παραλύοντος ἢ ἀνθισταμένου. Πεπτώκασι γάρ. Τίς οὖν ἄρα ἐνήργησε ταῦτα πάντα, ἢ τίς ἐκάλεσε τὴν δικαιοσύνην; Οὐκ ἐγὼ, φησὶν, ὁ νῦν μὲν καὶ ἐν καιρῷ τῷ ἐσχάτῳ καταδείξας αὐτὴν, κεκληκὼς δὲ αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Οὐ γὰρ πρόσφατόν ἐστι τὸ Χριστοῦ μυστήριον, προώριστο δὲ μᾶλλον πρὸ καταβολῆς κόσμου, προεγνωκότος Θεοῦ τὸ ἐσόμενον.
Ἅμα γὰρ πέπτωκεν ὁ Ἀδὰμ, μᾶλλον δὲ πρὶν εἰς τοῦτο κατολισθεῖν αὐτὸν, προενόησεν ὁ Δημιουργὸς καὶ τῆς ἐσομένης αὐτῷ κατὰ καιροὺς θεραπείας, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Προωρίσατο τὸν τρόπον, καὶ μή τι θαυμάσῃς, ὅτι καὶ ἡμᾶς αὐτοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν δεδικαιωμένους προαναθροίσας εὑρίσκεται.
Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν. Ὅτε τοίνυν ἡμεῖς προωρίσμεθα κατὰ πρόγνωσιν, πῶς οὐ μᾶλλον αὐτὸς ὁ δι᾽ οὗ σεσώμεθα, καὶ κεκλήμεθα; <Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν, καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι.> Πρῶτον εἶναι ἑαυτὸν Θεόν φησιν, οὐχ ὡς γεγονότος μετ᾽ αὐτὸν δευτέρου. Πῶς γὰρ ἢ πόθεν; εἷς γάρ ἐστι καὶ τῶν ὅλων Θεὸς, οὐκ ἀρχὴν ἔχων τοῦ εἶναι, κεκληκὼς δὲ μᾶλλον εἰς τὸ εἶναι τὰ πάντα. Αὐτὸς οὖν πρῶτος καὶ μόνος, καὶ ἄναρχος Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, καὶ εἰς ἀπεράντους αἰῶνας τοὺς ἐφεξῆς οὐ καθ᾽ ἕτερον ἔσται τρόπον, αὐτὸς γάρ ἐστι καὶ μόνος.
Ἐπειδὴ δὲ τεθέανται τὰ ἔθνη Χριστὸν καὶ τὴν παρ᾽ αὐτοῦ γενομένην ἡμῖν δικαιοσύνην, τεθέανται δὲ πάντες τοῖς τῆς διανοίας ὄμμασι τὴν δόξαν αὐτοῦ, πεφόβηνται, φησὶν, οἱ ἀπ᾽ ἄκρων τῆς γῆς ἕως ἄκρων, τοῦτ᾽ ἔστιν, οἱ ἀνὰ πᾶσαν τὴν οἰκουμένην. Καὶ συνήχθησαν καὶ ἤγγισαν, οὐκέτι μένοντες μακρὰν, καὶ ὡς ἀλλοτριούμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ᾽ οἷον ἐγγὺς γεγονότες διὰ τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ εἰς μίαν πίστιν καὶ ὁμοψυχίαν συνενηγμένοι. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, ὅτι Ἤγγισαν, καὶ ἦλθον ἅμα.
Γευσάμενοι δὲ τοῦ Κυρίου, καὶ συνέντες ὅτι χρηστός ἐστι, καὶ τῆς ἀληθείας τὸ κάλλος καταθαυμάσαντες, οὐχ ἑαυτοῖς μόνον τετηρήκασι τὸ δῶρον, ἀλλὰ γὰρ εὖ ποιοῦντες, καὶ ἐπιεικῶς κεκρίκασιν ἕκαστος τῷ ἀδελφῷ καὶ τῷ φίλῳ βοηθῆσαι, φησιν. <Καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ποτὲ μὲν ἐρεῖ· Σύμβλημα καλόν ἐστιν. Ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσονται αὐτὰ, καὶ οὐ κινηθήσονται.> Τῆς ἐπικουρίας τὸν τρόπον καθίστησιν ἐναργῆ.
Ἕκαστος γὰρ τῶν κεκρικότων τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, μυσταγωγηθεὶς, φησὶ, καὶ ἐγνωκὼς τὴν ἀλήθειαν, καὶ ἑτέρους νουθετήσει λέγων· Ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ἴσχυσε δὲ τίνα τρόπον; συνθεὶς γὰρ εἴδωλα καὶ διαγλύψας εἰς θεὸν ὁ τεκτονικὴν ἔχων τὴν ἐμπειρίαν, καὶ μὴν καὶ χαλκεὺς τύπτων σφυρήλατον ἄγαλμα πεποιηκὼς ἀπεκόμισε τοῖς ἠπατημένοις εἰς ἀδόκιμον νοῦν, καὶ τῶν ἑαυτοῦ πόνων ἤγουν εὑρημάτων ἀπέφηνε προσκυνητὰς τοὺς κατ᾽ εἰκόνα Θεοῦ γεγονότας. Εἶτα διαγελᾷ τῶν εἰδώλων τὴν ποίησιν, καὶ οἷον ἀπομιμεῖται τῶν ἐργαζομένων αὐτὰ τοὺς λόγους ἐπιφωνούντων ἀλλήλοις, ὅτι Σύμβλημα καλόν ἐστιν. Οἱ γὰρ τῶν εἰδώλων δημιουργοὶ χεῖρα τυχὸν ἢ πόδα, ἢ καὶ ἕτερόν τι τῶν τοῦ σώματος μορίων ἀπεργασάμενοι ἀποτελοῦσι αὐτὰ διὰ συμβλημάτων, καὶ μέλη μέλεσιν ἐναρμόζοντες, καὶ ἰσχυρὰ ποιοῦντες αὐτὰ ἐν ἥλοις· εἶτα τιθέντες καὶ ἀσφαλιζόμενοι πρὸς τὸ ἑστάναι, καὶ μὴ σαλεύεσθαι. Γέλως δὲ ταῦτά ἐστι καὶ ἕτερον οὐδὲν, καὶ τῆς τῶν προσκυνούντων αὐτὰ ματαιότητος, καὶ τῆς εἰς ἄκρον εὐηθείας ἀποδεικτικά.
Τὸ γὰρ εἰδέναι μὲν ὅτι καὶ ἐκ μορίων λεπτῶν καὶ συμβλημάτων τῶν κατὰ μέρος ἀπετελέσθη τὸ εἴδωλον, καὶ τὴν ἐπὶ τῷ γενέσθαι, καὶ μὴν, καὶ ἑστάναι διαμονὴν, καὶ ἀσφάλειαν ἐν ἥλοις ἔχειν· εἶτα προσκυνεῖν αὐτὰ, καὶ θεοὺς ὀνομάζειν, πῶς οὐχ ἁπάσης μωρίας ἐπίμεστον ἀληθῶς; <Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ᾽ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε. Μὴ φοβοῦ.
Μετὰ σοῦ γάρ εἰμι. Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.> Μυσταγωγήσας εὖ μάλα τοὺς ἐξ ἐθνῶν, καὶ εἰδέναι παρασκευάσας ὅτι καὶ Θεός ἐστι καὶ τῶν ὅλων δημιουργὸς, αὐτῷ τε ὑπείκει τὰ πάντα καὶ τοῖς θείοις αὐτοῦ νεύμασι, καὶ γεγόνασιν ἐν ἀρχαῖς, καὶ πρὸς τὸ εἶναι παρενηνεγμένα πέπηγεν ἐν καλῷ, καὶ ἀκλόνητον ἔχει διαμονὴν, παραθαρσύνει λοιπὸν ἀναγκαίως τοὺς τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοὺς, δι᾽ ὧν ἔμελλον τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον τοῖς ἐξ ἐθνῶν. Ἀποφαίνει δὲ αὐτοὺς σοφοὺς καὶ εὐτολμοτάτους, καὶ τῆς τῶν ἁγίων πατέρων ἀρετῆς ἀποφέρει πρὸς ἀνάμνησιν, καὶ τὴν εἰς αὐτοὺς γενομένην ἀγάπην εἰδέναι βούλεται. Ταύτῃτοί φησι· Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὂν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα.
Ἰακὼβ δὲ καὶ Ἰσραὴλ, καὶ σπέρμα τὸ Ἀβραὰμ τοῦ ἠγαπημένου, εἶεν ἂν οὐχ ἕτεροι παράγε τοὺς ἐξ Ἰσραὴλ πιστεύσαντας εἰς Χριστὸν, ὧν οἱονεί τινες ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἀπολέκτους δὲ γενέσθαι, καὶ ἠγαπῆσθαί φησι τοὺς πατέρας, μονονουχὶ λέγων· Οἱ ἐκ ῥίζης εὐγενοῦς, καὶ τῆς οὕτω τετιμημένης καὶ ἠγαπημένης παρ᾽ ἐμοῦ, οἱ ἐξ αἵματος Ἀβραὰμ, τῆς πατρῴας ἀρετῆς ζηλοῦτε τὴν εὐφημίαν, καὶ τῆς ἐκείνων φιλοθεΐας γένεσθε μιμηταί. Ἀντιλαβέσθαι γε μὴν τοῦ Ἀβραάμ φησι, καλέσαι τε ἀπ᾽ ἄκρων τῆς γῆς αὐτὸν, ἤτοι ἐκ τῶν σκοπιῶν αὐτῆς, διά τοι τὸ πόῤῥωθεν καὶ ἐκ γῆς Χαλδαίων μετακεκλῆσθαι πρὸς τὴν Ἰουδαίαν. Ἀκήκοε γὰρ Θεοῦ λέγοντος· «Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω.» Εἶτά φησιν ὡς περὶ παντὸς τοῦ Ἰσραὴλ, ὅτι Εἶπά σοι· Παῖς μου εἶ.
Πρωτότοκος γὰρ ὠνόμασται. Γέγονε δὲ καὶ ἀπόλεκτος, ὡς ἔφην, καὶ οὐκ ἐγκατελήφθη παρὰ Θεοῦ. Ἤκουσε· Μὴ φοβοῦ, καὶ προσέτι τὸ, Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε. Ἐδιδάσκετο γὰρ διὰ τοῦ νόμου, ὅτι Θεὸς εἷς ἐστι, καὶ Κύριος εἷς, καὶ αὐτῷ χρὴ μόνον λατρεύειν, καὶ ὅτι βεβοήθηται παρ᾽ αὐτοῦ καὶ διὰ τῆς αὐτοῦ δεξιᾶς, ὅς ἐστι δημιουργὸς αὐτοῦ δύναμις, τοῦτ᾽ ἔστιν, ὁ Υἱός. Καὶ ἀσφαλὴς αὑτοῦ γέγονε, καὶ κρείττων πάσης ἐπιβουλῆς. Νενίκηκε γὰρ ἔθνη, καὶ κεκληρονόμηκε τὴν γῆν αὐτῶν ἐκείνων. <Ἰδοὺ ἐντραπήσονται, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου.
Ζητήσεις αὐτοὺς, καὶ οὐχ εὑρήσεις τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σοι, ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, σκώληξ Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ. Ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς, ὁ λυτρούμενός σε ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ αἰνετὸς εἰς τοὺς αἰῶνας.> Ἀπόδοσις καὶ ταῦτα τοῖς ἀνωτέρω. Σὺ γὰρ, Ἰσραὴλ, παῖς μου, φησὶ, καὶ Ἰακὼβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα. Ἰδοὺ αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σου. Πλεῖστοι μὲν γὰρ γεγόνασι κατὰ καιροὺς, οἱ τοῖς ἁγίοις μυσταγωγοῖς ἀνοσίως ἐπιβουλεύσαντες, καὶ τοῖς σωτηρίοις κηρύγμασι τὰ ἐκ τῆς αὐτῶν δυστροπίας ἀντεξαγαγεῖν ἐπιχειρήσαντες. Ἀλλὰ γεγόνασιν ὡς οὐδὲν, καὶ ἀπολώλασιν οἱ τῆς εὐσεβείας ἀντίδικοι. Τὸ γὰρ ἀντιπράττειν τοῖς ἱερουργοῖς τοῦ θείου κηρύγματος εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι τὸ μάχεσθαι τοῖς τῆς εὐσεβείας δόγμασιν. Οὐκ ἔσονται τοίνυν, φησὶν, ἀλλὰ ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς εἰς σὲ πεπαρῳνηκότας. Ἔσονται γὰρ ὡς οὐκ ὄντες. Καὶ τοῦτό ἐστι τὸ διὰ φωνῆς τοῦ μακαρίου Δαβὶδ ὑμνούμενον· «Εἶδον ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.»
Κατεπαίρονται μὲν γὰρ πολλοὶ τῶν τὰ ὑψηλὰ φρονεῖν εἰωθότων τῆς τῶν ἁγίων μυσταγωγῶν ἡλικίας. Ἀλλ᾽ ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται, καθά φησι τὸ Γράμμα τὸ ἱερόν. Καὶ οἱ φρονοῦντες τὰ ὑψηλὰ, δεινὴν καὶ ἀδόκητον ὑπομενοῦσι τριβήν. Γέγραπται γάρ· «Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν.» Οὐκοῦν οὐκ ἔσονται, φησὶν, οἱ ἀντιπολεμοῦντές σε· καὶ οὐ δή πού φησιν, ὅτι τοῖς ἁγίοις ἀποστόλοις ἀντιστήσεται μὲν οὐδείς. Ὑπάρξει δὲ πάντως τὸ λαμπρᾶς ἰέναι γαλήνης. Οὐ γάρ ἐστιν ἀληθές. Μυρίοι γὰρ ὅσοι πεπολεμήκασιν αὐτοῖς, ἀλλ᾽ οὐδὲ εὑρεθεῖεν ὡς ὑπάρχοντες, ταπεινούμενοι δηλονότι, καὶ τοῖς τῆς θείας ὀργῆς κινήμασιν ὑποπίπτοντες. Ταύτῃτοι πρὸς εὐανδρίαν ἀνακομίζει αὐτοὺς λέγων· Ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, τοῦτ᾽ ἔστιν, ὁ ἀντιλαμβανόμενός σου, καὶ ἀποφαίνων κρείττονα παντὸς πειρασμοῦ· Ἐγὼ ὁ λέγων σοι, Μὴ φοβοῦ, Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ. Ὅσον μὲν γὰρ πρός γε τὴν τῶν πολεμούντων πληθὺν, ἤτοι τὰς δυναστείας, ὀλιγοστὸς ἦν παντελῶς ὁ Ἰσραὴλ, καὶ οὐ σύμπαν φημὶ τὸ ἔθνος, ἀλλὰ τοὺς πρὸς αὐτοῦ ληφθέντας εἰς ἀποστολήν.
Ἀλλ᾽ ἦν ὁ σώζων αὐτοὺς μέγας ἰσχυρὸς καὶ κραταιὸς εἰς ἐπικουρίαν, ἄμαχον ἔχων τὴν χεῖρα. Λυτρουμένου γὰρ Θεοῦ τίς ὁ κακῶσαι δυνάμενος; <Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης, ἀλοῦντας, καινοὺς, πρηστηροειδεῖς. Καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς.> Αἰγυπτίων μὲν παῖδες συνενεγκόντες ἐξ ἀγρῶν ἐπὶ τὴν ἅλωνα δράγματα, εἶτα βοῦς ἐπαφιέντες αὐτοῖς, καὶ ἐν κύκλῳ περικομίζοντες καταλεπτύνουσι ταῖς χηλαῖς τοὺς ἀστάχους. Διακρίνουσι δὲ καὶ διιστῶσι τῶν ἀχύρων σῖτον, οἵ γε μὴν ἐν ἑτέραις πόλεσι καὶ χώραις ἁμάξαις χρώμενοι καὶ τροχοῖς πρηστηροειδέσιν.
Αὐτὸ δὴ τουτὶ μεμελετήκασι κατορθοῦν. Ἰδοὺ τοίνυν, φησὶν, ὦ Ἰσραὴλ, πεποίηκά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινοὺς, πρηστηροειδεῖς. Καὶ τί τὸ ἀλοώμενον; ἄσταχυς ἄρα καὶ σῖτος, καὶ τὰ ἐξ ἀγρῶν εἰς ἅλω συμπεφυρμένα; Οὐδαμῶς, ἀλλ᾽ ὄρη, καὶ βουνοί. Καὶ τίνες ἂν εἶεν οἱ τοιοίδε πάλιν;
Πρῶτον μὲν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις. Δέδωκε γὰρ ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἶτα παρεικάζειν ἔοικεν ὄρεσι καὶ βουνοῖς τοὺς ὑψηλὰ φρονεῖν εἰωθότας, καὶ ὑπέρογκον ἔχοντας φρόνημα, ὑψοῦ τε ἠρμένους, καὶ ἐν δυναστείαις ὄντας κοσμικαῖς, καὶ τοῖς ἁγίοις μυσταγωγοῖς, κατεξανιστάντες ἑαυτοὺς, καὶ δίκην ὀρῶν ἢ βουνῶν ὑπαντᾷν εἰωθότας, ὡς δυσχερεστάτην αὐτοῖς ἀποφαίνειν τὴν ὁδὸν, τὴν ἐπί γε, φημὶ, τῷ χρόνῳ πληροῦν τῆς ἀποστολῆς τὸν δρόμον. Ἀλλὰ καὶ τοὺς οὕτως ὄντας, φησὶ, λεπτυνεῖς, ἀχύρων δίκην ἀναπτῆναι παρασκευάσεις ταῖς τῶν ἀνέμων αὔραις διασκιδναμένους, καὶ οἷον καταιγίδα διδοὺς, ὥστε διασπείρειν αὐτούς. Βαδιοῦνται γὰρ οὕτω πρὸς τὸ μηδέν. <Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τοῖς ἁγίοις, Ἰσραήλ.
Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς. Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται· καὶ ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Ἐγώ εἰμι Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς.> Οἱ μὲν οὖν ἐχθροὶ τοῦ θείου κηρύγματος, καὶ τὴν σὴν διακόπτοντες τρίβον, ὧ Ἰσραὴλ, φησὶν, οἰχήσονται πρὸς ἀπώλειαν. Εὐφρανθήσῃ δὲ σὺ ἐν τοῖς ἁγίοις, Ἰσραὴλ, τοῦτ᾽ ἔστιν, ἐντρυφήσεις ὅταν ἴδῃς πολλοὺς γεγονότας ἁγίους, καὶ ἐν υἱοῖς Ἰσραὴλ τεταγμένους. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.» Ὅτι δὲ χαίρειν ἦν ἔθος, καὶ ἐπιγάννυσθαι τοῖς ἁγίοις ἀποστόλοις ἐπὶ τοῖς εἰωθόσιν εὐδοκιμεῖν, διὰ πίστεως δηλονότι τῆς εἰς Χριστὸν, σαφηνιεῖ καὶ ὁ Παῦλος ἐπιστέλλων αὐτοῖς, καὶ λέγων· «Χαρὰ καὶ στέφανός μου.» Καὶ ἕκαστον δὲ τῶν ἁγίων μαθητῶν τὸν αὐτὸν διακεῖσθαι τρόπον φαίην ἂν ἔγωγε, καὶ μάλα εἰκότως. Θυμηδίας γὰρ τῆς ἀνωτάτω πρόφασις ἦν αὐτοῖς ἡ τῶν πλανωμένων ἐπιστροφὴ, καὶ τῶν οὐκ εἰδότων τὴν ἀλήθειαν ἡ πρὸς τὸ ἄμεινον ἀνακομιδή.
Εὐφρανθήσῃ τοίνυν ἐν τοῖς ἁγίοις, Ἰσραήλ. Τίνες δὲ οὗτοι διαδείκνυσι, λέγων· Ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ ἐνδεεῖς, τοῦτ᾽ ἔστι, τὰ ἔθνη. Ἦσαν γὰρ ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ, καὶ ἀμέτοχοι παντελῶς τῶν παρὰ Θεοῦ χαρισμάτων. Τοὺς γὰρ ὅλως ἀγνοοῦντας αὐτὸν ἀμοιρεῖν ἀνάγκη τῶν εἰς ἀρετὴν αὐχημάτων. Οἱ πτωχοὶ τοιγαροῦν καὶ οἱ ἐνδεεῖς ἀγαλλιάσονται. Πῶς, ἢ τίνα τρόπον; Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, φησὶ, καὶ ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη.
Τὸ δὲ, ζητήσουσιν, ἐν τούτοις, ἀντὶ τοῦ, ἐζήτησαν, φησίν. Ἐπειδὴ δὲ οὐχ εὑρήκασιν, ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης ἐξηράνθη. Γεγόνασι μὲν γὰρ καὶ παρ᾽ Ἕλλησι πολλοὶ φιλολόγοι τε καὶ φιλοζητηταὶ, καὶ τῆς ἀληθείας ἐρευνηταί· ἀλλ᾽ οὐκ ἦν παρ᾽ αὐτοῖς ὁ ταῦτα διδάσκειν εἰδώς. Οὐκ ἦν ὕδωρ τὸ ζωοποιόν.
Οὐκ ἦν ὁ κατακορέσαι δυνάμενος τοῖς εἰς ἀλήθειαν δόγμασι τοὺς ἐρῶντας αὐτῆς. Ἐξηράνθη τοίνυν ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης. Ἀλλ᾽ ἐγὼ ὑπακούσομαι αὐτῶν, φησὶν ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Κατηλέησε γὰρ τὴν τῶν πλανωμένων πληθὺν, καὶ οὐκ ἀφῆκεν αὐτὴν ἐν ἐνδείᾳ τῶν ἄνωθεν χαρισμάτων, ἐνέπλησε δὲ μᾶλλον, καὶ τίνα δὴ τρόπον, διὰ τῶν ἐφεξῆς εὖ μάλα διατρανοῖ. <Ἀλλ᾽ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην· ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοηθῶσι, καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξε.> Ἔρημόν τε καὶ ἄνυδρον εἶναί φησι τὴν τῶν ἐθνῶν χώραν. Ἔρημον μὲν διάτοι τὸ ἐψιλῶσθαι τρόπον τινὰ, καὶ φυτῶν ἐρήμην εἶναι τῶν εὐθαλεστάτων, νοητῶν δὲ δηλονότι· ἀκάνθης δὲ μόνης ὁρᾶσθαι τροφὸν, καὶ ξύλων ἀγρίων μητέρα, καὶ ὅσα πυρὶ πρὸς τὸ δαπανᾶσθαι χρήσιμον. Ταῦτα τὰ ἔθνη ποτὲ ἐκαρποφόρει, ἀλλὰ τοῖς πάλαι δεδιψηκόσι φησίν· Ἀνοίξω μὲν ἐπὶ τῶν ὀρέων ποταμοὺς, ἄνδρας ἁγίους δηλονότι τοὺς τὸν θεῖον, καὶ ἄνωθεν καταπλουτήσαντας λόγον, καὶ ποταμίων ναμάτων δίκην τοῖς διψῶσιν ἐκχέοντας, καὶ οἷον ἀναπηγάζοντας.
Ὥστε καὶ τὴν ἔρημον ποτὲ μεταβαλοῦσαν τὴν ὄψιν ἕλη φαίνεσθαι, καὶ δρυμοὺς, καὶ γῆν τὴν διψῶσαν ἐν ὑδραγωγοῖς. Ὑδραγωγοὶ δὲ πάλιν εἶεν ἃν οἱ κατὰ καιροὺς καὶ ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει γεγονότες μυσταγωγοὶ, καὶ διδάσκαλοι τῶν Ἐκκλησιῶν· οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν τῶν τῆς θεοπνεύστου Γραφῆς εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν μεθιστᾶσιν, οἷά τινες ὑδραγωγοὶ κήπους κατάρδοντες τοὺς εὐθαλεστάτους.
Τίνα δὲ τρόπον ἡ ἔρημος εἰς ἕλη μεταστήσεται, καὶ ποίων ἔσται ξύλων τροφὸς, διδάσκει λέγων· «Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Ταῦτα δὲ πάντα ἐστὶν εὐώδη καὶ ἄσηπτα ξύλα. Πρόσεστι δὲ τοῖς ἁγίοις, καὶ τὸ εὔοσμον, νοητῶς δὲ διὰ πολιτείας εὐαγοῦς· καὶ τό γε μὴ καταφθείρεσθαι καθιεμένους ἐκλύτους εἰς ἐπιθυμίας κοσμικὰς, ἑστάναι δὲ καὶ ἐρηρεισμένους, ῥιζοῦντος Θεοῦ, καὶ ἀνέχοντος ταῖς ἐπικουρίαις. Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος, καθὰ γέγραπται. Ἔσονται δὲ, φησὶ, ποταμοὶ, καὶ πηγαὶ, καὶ ὑδραγωγοὶ, καὶ ἐν ὄρεσι καὶ πεδίοις, καὶ οἷον πανταχοῦ. Ἔσται δὲ καὶ ἔρημος εἰς ἕλη, ἵνα οἱ καλούμενοι διὰ πίστεως καὶ αὐταῖς ὄψεσιν ἴδωσιν, ἐπιγνῶσι δὲ καὶ δι᾽ ἐννοιῶν ἀγαθῶν, καὶ δὴ καὶ μάθοιεν ἐκ τῆς τῶν γεγονότων μεγαλουργίας, καὶ ἀδοκήτου μεταβολῆς, ὅτι δὴ μὴ ἁπλῶς μηδὲ αὐτομάτως τὰ οὕτω μεγάλα καὶ διαβόητα κατορθοῦσθαι φιλεῖ. Κατέδειξε γὰρ μᾶλλον αὐτὰ χεὶρ Κυρίου, τοῦτ᾽ ἔστι, δύναμίς τε καὶ ἐξουσία θεοπρεπὴς, ἤγουν ὁ Υἱὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα γέγονέ τε ἤδη, καὶ τεθαυματούργηται παρὰ τοῦ Πατρός.
Οὐ γὰρ ψευδώνυμοι θεοὶ, οὔτε μὴν στοιχεῖα κοσμικά· ἀλλ᾽ οὐδὲ ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, γέγονεν αὐτῷ ἐργάτης, ἀλλ᾽ ὁ Ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν. <Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.> Τὴν τῶν ἐθνῶν κλῆσιν ὡς ἔσται κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ὑποσχόμενός τε ποιήσειν τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, κέδροις τε, καὶ πύξῳ καὶ τοῖς ἑτέροις φυτοῖς κατάκομον ἀποφῆναι, καὶ τὴν ἑαυτοῦ χεῖρα θαυμασθήσεσθαι λέγων, ὡς τῶν οὕτω μεγάλων δημιουργὸν, προσδιαλέγεται πάλιν τοῖς τῶν εἰδώλων ποιηταῖς, καὶ τοῖς τὰ τοιάδε τεχνίταις, καί φησιν ἐγγὺς γενέσθαι τὴν κρίσιν αὐτῶν. Κρίσιν δέ φησιν, ἢ τὴν ὀφειλομένην κόλασιν αὐτοῖς. ἤγουν τὴν αἰσχύνην, καὶ ἐντροπήν. Ὁσίᾳ γὰρ ψήφῳ Θεοῦ, καὶ δικαίῳ κρίματι κολασθεῖεν ἂν ὡς ἠπατηκότες τὴν ὑπ᾽ οὐρανὸν, καὶ βουλὰς οὐκ ἀληθεῖς εἰσκεκομικότες. Ἐδίδαξαν γὰρ τοὺς ἐπὶ τῆς γῆς τῷ ξύλῳ λέγειν· «Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με.» Ταύτῃτοι καὶ ἐγγίσαι φησὶ τὰς βουλὰς αὐτῶν, τοῦτ᾽ ἔστιν, εἰς πέρας ἐλθεῖν, κατασείοντος τὴν πλάνην, καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν κατασκεδαννύντος Θεοῦ, καὶ οὐχ ἑνὸς τῶν παρ᾽ αὐτῶν ὄντος, τῶν ψευδωνύμων δηλονότι φαμὲν, ἀλλὰ Κυρίου, καὶ Θεοῦ κατὰ ἀλήθειαν, καὶ τοῦ βασιλέως Ἰακὼβ, τοῦτ᾽ ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ.
Ἀποφέρει δὲ διὰ τούτων εἰς ἀνάμνησιν τῶν γεγονότων σημείων, ἐπὶ τῇ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, δι᾽ ὧν εὖ μάλα διαγινώσκεται τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας, ἢ ἀσυγκρίτου ὑπεροχῆς ἡ δύναμις. <Ἐγγισάτωσαν, καὶ ἐπαγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν· εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Εἴπατε ἡμῖν, ἀναγγείλατε τὰ ἐπερχόμενα ἐπ᾽ ἐσχάτου, καὶ γνωσόμεθα, ὅτι θεοί ἐστε. Εὖ ποιήσατε, καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα, ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς.> Τῆς θείας τε καὶ ἀποῤῥήτου δόξης ἴδιόν τε καὶ ἐξαίρετον τὸ πάντα μὲν εἰδέναι, ἀγνοεῖν δὲ παντελῶς οὐδὲν οὔτε τῶν προγεγονότων, οὔτε τῶν ἐνεστηκότων, ἢ τῶν ἐσομένων. Καὶ γοῦν δὴ [γρ. διὰ] μὲν τοῦ πανσόφου Μωσέως τὰ πρὸ τῆς συμπήξεως τοῦδε τοῦ κόσμου, καὶ τὰ ἐν ἀρχαῖς ἐναργῆ τοῖς ἐπὶ τῆς γῆς καθίστησι λέγων· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου·» καὶ τὴν παντὸς τοῦ κόσμου ποίησιν ἀκριβέστατα διεξέρχεται. Ἀλλὰ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ πάλαι λαλήσας ἐκεῖνα διὰ Μωσέως, ἀπήγγειλεν ἡμῖν τὰ ἐν ἐσχάτοις· ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής· «Καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.»
Ἔστι δὲ ἀκοῦσαι λέγοντος ἐναργῶς· «Μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τί;»—«Καὶ γάρ ἐστιν ἀληθῶς ζῶν ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐναργὴς, καὶ τομώτερος μᾶλλον μαχαίρας διστόμου, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Ἐπειδὴ δέ ἐστι Θεὸς, σώζει μὲν καὶ εὐεργετεῖ, καὶ ἁπάσης ἐμπίμπλησι θυμηδίας, πνευματικῆς δηλονότι, τοὺς σεβομένους αὐτόν· κακοῖ δὲ καὶ ὑποφέρει ταῖς δίκαις τοὺς καταφρονεῖν εἰωθότας, καὶ ἀγαθουργεῖν οὐκ ἀνεχομένους. Ἀλλὰ τῶν οὐδὲν ἔν γε τοῖς ἐκ λίθων πεποιημένοις κατίδοι τις ἄν. Τί γὰρ οἶδεν ἄψυχος ὕλη; Ἢ πῶς ἂν εὖ ποιήσειάν τινα, ἢ καὶ κακῶσαι δύναιντο τὰ μήτε ἑαυτοῖς ἐπαμῦναι δυνάμενα, λαβόντα δὲ παρ᾽ ἑτέρων καὶ τὸ ἑστάναι τε καὶ ὁρᾶσθαι μόνον; Ἡκέτωσαν τοίνυν, φησὶν, οἱ νομισθέντες παρ᾽ ὑμῖν εἶναι θεοί· ἀπαγγειλάτωσαν ἃ συμβήσεται, λεγέτωσαν τὰ πρότερα, καὶ τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Γνωσόμεθα γὰρ τότε, φησὶν, ὅτι θεοί ἐστε. Ἀλλ᾽ οὐ δύνασθε, φησὶν, ἀπαγγεῖλαι.
Οὐκοῦν κἂν εὖ ποιήσατε καὶ κακώσατε. Εἰ δὲ τούτων δύνασθε δρᾷν οὐδὲν, λοιπὸν ὀψόμεθα, τοῦτ᾽ ἔστιν, εὔκολον ἰδεῖν, πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐστὲ γὰρ ἐκ γῆς βδέλυγμα πεποιημένον. Ἢ γὰρ ἐκ ξύλου φέρε εἰπεῖν τὸ εἴδωλον γένοιτ᾽ ἂν, ἢ λίθου λαμπροῦ καὶ ἐξειλεγμένου, ἤγουν ἐξ ἑτέρας ὕλης· ταῦτα δὲ πάντα ἐστὶν ἐκ γῆς. Δεῖ δὲ οἶμαι καταθαυμάσαι τοὺς τῶν εἰδώλων προσκυνητὰς, εἰ μηδὲ ἐκεῖνο ἐγνώκασι παρ᾽ αὐτῶν, τὸ, ὅποι ποτὲ καταλήξει τὰ πράγματα αὐτοῖς. Οὐ γὰρ ἔγνωσαν, ἢ προειρήκασιν ὡς αὐτοῖς τεμένεσι κατεμπρησθήσονται, κείσονται δὲ καὶ εἰς γέλωτα κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς πάλαι πεπλανημένοις. <Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ᾽ ἡλίου ἀνατολῶν· κεκλήσονται τῷ ὀνόματί μου.> Ὁ μὲν γὰρ τῶν ἀκαθάρτων εἰδώλων ἐσμὸς, ἐπείπερ ἦσαν ἕτερον οὐδὲν, πλὴν ὅτι μόνον ξύλα τε καὶ λίθοι, πεπλανήκασι τοὺς ἠπατημένους. Ἀπήγγειλαν δὲ αὐτοῖς παντελῶς οὐδὲν ἢ τῶν πρώτων ἢ τῶν ἐσχάτων, οὔτε μὴν εὖ πεποιήκασί τινας, ἤγουν κακῶσαι δεδύνηνται. Ἐγὼ δὲ, φησὶν, ἐπείπερ ἀγαθός εἰμι Θεὸς, βεβούλημαι πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Σέσωκα τὴν ὑπ᾽ οὐρανὸν, ἐν ἴσῳ τοῖς τεθνεῶσι κειμένους ἤγειρα πολλούς. Καὶ τίνες ἂν εἶεν οὗτοι διδάσκει λέγων· Τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ᾽ ἡλίου ἀνατολῶν, τοῦτ᾽ ἔστι, τὸν λαὸν τὸν ἐξ ἐθνῶν.
Ὡς γάρ τοι πρὸς τὴν τῶν Ἰουδαίων χώραν νοτιωτάτην οὖσαν βορειοτέρα μᾶλλον ἡ τῶν ἐθνῶν, καὶ τὸν πρὸς ἀκτῖνα λαχοῦσα τόπον. Οὐκοῦν ὁ ἀπὸ βοῤῥᾶ, καὶ ἀφ᾽ ἡλίου ἀνατολῶν, εἴη ἂν ὁ ἐξ ἐθνῶν λαὸς, οἳ κέκληνται τῷ ὀνόματι τοῦ Χριστοῦ. Χριστιανοὶ γὰρ ὠνομάσμεθα, καὶ ἐσμέν.
Κατεκτήσατο γὰρ αἵματι τῷ ἰδίῳ ἡμᾶς, καὶ ἠγοράσμεθα τιμῆς, καὶ ἐσμὲν οὐχ ἑαυτῶν. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Τοιγάρτοι φαμὲν ὡς πρός γε τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτήν· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.» Κεκλήμεθα τοίνυν τῷ ὀνόματι αὐτοῦ, καὶ τοῦτο ἦν ἄρα τὸ εἰρημένον διὰ τῆς τοῦ προφήτου φωνῆς· Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Δοκεῖ δὲ, φησὶ, τὸν ἀφ᾽ ἡλίου ἀνατολῶν Χριστὸν εἶναι λέγειν, διά τοι τὸ γεγράφθαι περὶ αὐτοῦ· «Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ.» Καὶ πάλιν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς περὶ αὐτοῦ λέγοντος· «Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;» «Γέγονε γὰρ ἡμῖν δικαιοσύνη Χριστὸς, ἁγιασμός τε καὶ ἀπολύτρωσις προσέτι.» <Ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως, καὶ ὡς κεραμεὺς καταπατῶν πηλὸν, καταπατηθήσεσθε.
Τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν; Καὶ ἐροῦμεν, ὅτι ἀληθής ἐστιν. Οὐκ ἔστιν ὁ προλέγων, οὐδὲ ὁ ἀκούων τοὺς λόγους ὑμῶν.> Ἔμελλε γὰρ Θεοῦ κατανεύοντος, ἡ τῶν εἰδώλων πληθὺς καταπίμπρασθαι, καὶ τοῖς τῶν πιστευσάντων ποσὶ πηλοῦ παρεῤῥίφθαι δίκην. Πεπάτηνται γὰρ, καὶ ὡς χοῦς, ἢ καὶ ὡς πηλὸς κεραμέως, καὶ ἕτερον ὄντα παρὰ τοῦτον οὐδέν. Ἦν γὰρ ἐκ γῆς ἡ γέννησις αὐτοῖς.
Ὅτι δὲ ἔμελλε ταῦτα σύμπαντα πρὸς πέρας ἄγεσθαι κατὰ καιροὺς στρατηγούντων ἁγίων, καὶ τοῖς τοῦ Θεοῦ νεύμασιν ὑπηρετούντων νεανικῶς καταδείκνυσι λέγων τὸ, Ἐρχέσθωσαν ἄρχοντες, τοῦτ᾽ ἔστιν, ἀναδεικνύσθωσαν οἱ τῶν λαῶν ἡγεμόνες, οἱ τοὺς εἰς ἐμὲ πιστεύοντας ἐπιθήγοντες τῇ πλάνῃ, ἐξοπλίζοντές τε κατὰ τῶν ἀψύχων θεῶν. Τίς γὰρ ἐν αὐτοῖς, φησὶν, ἀπαγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν, ἢ καὶ τὰ ἔμπροσθεν, ἵνα ἐκβεβηκότων τῶν εἰρημένων εἰς πέρας συννεύσωμεν ὅτι λελαλήκασιν ἀληθῆ; Ἀλλ᾽ οὐκ ἦν, φησὶν, ἐν τοῖς ψευδωνύμοις θεοῖς, ἤγουν ἐν τοῖς ἀκαθάρτοις πνεύμασιν ὁ προλέγων· ἀλλ᾽ οὐδὲ ἐν ἀνθρώποις ὁ ἀκούων τοὺς λόγους ὑμῶν. Πάλαι μὲν κατά τε χώρας καὶ πόλεις ἐν ταῖς τῶν εἰδώλων τεμένεσι ψευδομαντίαι τε ἦσαν, καὶ ψευδηγορίαι δαιμονίων, τρίποδες δὲ καὶ λέβητες, καὶ πληθὺς ἀναρίθμητος τῶν ἀπατᾷν εἰωθότων· ἐβάδιζον δὲ πολλοὶ χρησμοὺς ληψόμενοι παρ᾽ αὐτῶν. Ἐπεὶ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, πεπτώκασι μὲν τὰ ἐν σηκοῖς εἴδωλα, σεσιγήκασι δὲ καὶ οἱ πλανῶντες δαίμονες· μᾶλλον δὲ καὶ κατεπέμφθησαν εἰς ᾅδου, καὶ τεταρτάρωνται.
Κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πάλαι τοὺς παρ᾽ αὐτῶν τιμῶντες λόγους, καὶ τοῦτο διδάσκει λέγων· «Οὔτε μὴν ὁ ἀκούων τοὺς λόγους ὑμῶν.» <Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. Ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν, οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς, Πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι· εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.> Ὑπισχνεῖται πάλιν τὴν τοῦ Σωτῆρος ἀνάδειξιν, δι᾽ οὗ σέσωσται μὲν ἡ ὑπ᾽ οὐρανὸν, κέκληται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας ἡ τῶν πλανωμένων πληθύς. Ἵνα γὰρ ἔχωμεν τὸν καθηγητὴν, τὸν ἀποκομίζειν εἰδότα καὶ δυνάμενον εἰς τὴν τῆς σωτηρίας ὁδὸν, γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ βασιλεὺς ὢν φύσει· καθὸ καὶ Θεὸς καὶ ἐκ Θεοῦ νοεῖται Πατρὸς, τοῦ δὴ πάντων κρατοῦντος, καὶ ὑπὸ πόδας κειμένην ἔχοντος τὴν κτίσιν· κεχειροτονῆσθαι λέγεται βασιλεὺς ἐφ᾽ ἡμᾶς. Γέγραπται γὰρ περὶ αὐτοῦ· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.» Βεβασίλευκε γὰρ τῆς ὑπ᾽ οὐρανὸν ὁ Χριστὸς, καὶ τοῦτο ἡμῖν ἐναργὲς καθίστησι λέγων· «Ἐδόθη μοι ἐξουσία πᾶσα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Καίτοι γὰρ τῶν ὅλων κατεξουσιάζων ὡς Θεὸς, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν ἑαυτῷ δεδόσθαι φησὶν, ἅπερ εἶχεν ὡς Θεός.
Βασιλεύσας τοίνυν, ἄρχοντας ἐφ᾽ ἡμᾶς κεχειροτόνηκε τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ ἦρξαν ἡμῶν μετὰ κρίσεως, τοῦτ᾽ ἔστι, μετὰ δικαιοσύνης.
Δώσω τοίνυν, φησὶ, τῇ Σιὼν, τοῦτ᾽ ἔστι, τῇ Ἐκκλησίᾳ, ἤτοι τῇ τῶν πιστευόντων πληθύϊ, τὴν σώζουσαν ἀρχὴν, τοῦτ᾽ ἔστι Χριστόν. Παρακαλέσω δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἥ ἐστι πάλιν τῆς Ἐκκλησίας εἴσοδος. Παρακεκλήμεθα γὰρ δυναμούμενοι διὰ Χριστοῦ, καὶ τὴν εἰς ζωὴν ἀποφέρουσαν τὴν ἀμήρυτον δεδιδάγμεθα τρίβον. Ἀπὸ γὰρ τῶν ἐθνῶν, φησὶν, ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἧν ὁ ἀπαγγέλλων. Πλεῖστοι μὲν γὰρ ὅσοι γεγόνασι παρ᾽ Ἕλλησι σοφοὶ, καὶ λογάδες· ἀλλ᾽ οὐδεὶς ἦν ἐν αὐτοῖς ὁ διδάξαι δυνάμενος τὴν εἰς εὐσέβειαν ὁδόν. Εἰδώλων δὲ πλήρεις οἱ παρ᾽ αὐτοῖς ὄντες ἦσαν νέοι, ἀλλ᾽ οὐδὲ ἐν τοῖς εἰδώλοις, ἤγουν ἐν τοῖς ψευδωνύμοις θεοῖς ἦν ὁ τὴν τοῦ συμφέροντος θήραν ἀγγεῖλαι δυνάμενος, ἤγουν εἰς ὁδὸν ἀπευθῦναι δικαιοσύνης. Μᾶλλον δέ τι τοῦτό φημι· Οὐδ᾽ ἂν εἰ ἐρωτηθεῖεν, φησὶ, Πόθεν ἐστέ; δύναιντ᾽ ἂν ἀποκρίνασθαι. Οἱ δὲ ἑαυτοὺς οὐκ εἰδότες, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος, πῶς ἂν ἑτέροις γένοιντο καθηγηταί; ἢ πῶς ἄν τισι καταδείξειαν ὅλως τὸ τελοῦν εἰς ὄνησιν; Εἰσὶ γὰρ, εἰσὶν ὑμᾶς μὲν ποιοῦντες τοὺς ψευδωνύμους πλάττοντες Θεοὺς, ὑμᾶς δὲ πάλιν πλανῶντες τοὺς προσκυνοῦντάς γε αὐτούς. <Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.
Κάλαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λῖνον τυφόμενον οὐ σβέσει, ἀλλ᾽ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη καὶ λαοὶ ἐλπιοῦσιν.> Προεπήγγελται, λέγων, Ἀρχὴν Σιὼν δώσω, καὶ ποία τις αὕτη διαδείκνυσι σαφῶς. Κεχειροτόνηται γὰρ ἐπὶ τὴν νοητὴν Σιὼν, τοῦτ᾽ ἔστιν, ἐπὶ τὴν Ἐκκλησίαν ἄρχων καὶ καθηγητὴς, οὐκ εἰς ἀρχὴν τοῦ πράγματος ἀναβαίνων τότε, ὅτε καὶ εἰς τοῦτο παρενεχθῆναι λέγεται. Ἦν γὰρ καὶ ἔστιν ἀεὶ βασιλεὺς, καὶ τῶν ὅλων Κύριος ὁ ἐκ Παρθένου Λόγος. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἴδιον ποιεῖται τὸ τῆς ἀνθρωπότητος μέτρον. Οὕτω γὰρ ἦν ἀληθῶς, καὶ ἀνενδοιάστως πιστεύεσθαι πρὸς ἡμῶν, ὅτι γέγονε καθ᾽ ἡμᾶς. Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν τὸ κατὰ πάντων κράτος, τῆς μετὰ σαρκὸς οἰκονομίας ἔσται τὸ λαβεῖν, οὐ τῆς ὑπεροχῆς αὐτοῦ, καθ᾽ ἣν νοεῖται τῶν ὅλων Δεσπότης. Ἰακὼβ δὲ αὐτὸν ἀποκαλεῖ καὶ Ἰσραὴλ, ὡς ἐξ αἵματος γεγονότα τὸ κατὰ σάρκα τὸν ἐξ Ἰακὼβ, ὃς μετωνομάσθη καὶ Ἰσραήλ. Φησὶ δὲ, ὅτι Ἀντιλήψομαι, καὶ ἀπόλεκτον ὀνομάζει. Συνειργάζετο γὰρ ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὡς δυνάμεως τῆς ἰδίας ἀπετέλει τὰς μεγαλουργίας. Ἔστι δὲ καὶ ἀπόλεκτος ἀληθῶς, ὅτι καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ παραδεκτὸς ὡς ἠγαπημένος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ.
Ἔφη γοῦν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ὅτι δὲ κέχρισται κατὰ τὸ ἀνθρώπινον, καὶ μετεσχηκέναι λέγεται τοῦ ἁγίου Πνεύματος, καίτοι τὸ Πνεῦμα διδοὺς αὐτὸς, καὶ ἁγιάζων τὴν κτίσιν, σαφηνιεῖ λέγων· Ἔδωκα τὸ Πνεῦμά μου ἐπ᾽ αὐτόν. Βαπτισθέντι γὰρ αὐτῷ τὸ Πνεῦμα, φησὶν, ἐπεφοίτηκεν ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. Εἰ δὲ ἐν καιρῷ τοῦ βαπτισθῆναι δέχεται τὸ Πνεῦμα τῷ τῆς ἀνθρωπότητος μέτρῳ, εἴη ἂν μετὰ τῶν ἄλλων, καὶ τοῦτο. Οὐ γάρ τοι καθ᾽ ὃ Θεός ἐστιν, ἡγιάζετο τὸ Πνεῦμα λαβών· αὐτὸς γὰρ, ὡς ἔφην, ὁ ἁγιάζων ἐστίν· ἀλλὰ καθὸ πέφηνεν ἄνθρωπος οἰκονομικῶς. Κέχρισται τοίνυν, ὥστε κρίσιν τοῖς ἔθνεσιν ἐξοῖσαι. Κρίσιν δὲ τὴν δικαιοκρισίαν ἐν τούτοις φησί. Δεδικαίωκε γὰρ αὐτὰ κατακρίνας τὸν πλεονεκτήσαντα Σατανᾶν. Καὶ τοῦτο ἡμᾶς αὐτὸς ἐδίδαξεν, εἰπών· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου.
Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντα ἑλκύσω πρὸς ἐμαυτόν.» Κατεψηφίσατο μὲν γὰρ τὸν ὄλεθρον τοῦ πλεονεκτήσαντος, ὡς ἔφην, τὴν ὑπ᾽ οὐρανὸν, ὁσίῳ δὲ κρίματι σέσωκε τοὺς ἠπατημένους. Ἀλλ᾽ οὐ κεκράξεται, φησὶν, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Ἐπεδήμησε γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν ὑφέσει πολλῇ καὶ ἀφιλοκομπίᾳ, καὶ οἷον ἀψοφητὶ, καὶ ἀδικῶν οὐδένα· ἀλλ᾽ ἐν σιγῇ τε, καὶ ἠρεμίᾳ, ὥστε καὶ συντεθλασμένον μὴ συντρῖψαι κάλαμον, μήτε μὴν λῖνον τυφόμενον σβέσειν, τοῦτ᾽ ἔστι, μήτε τοῖς ἄγαν εὐτελεστάτοις καὶ εὐτολμότατα λίαν ὑπομένειν εἰωθόσι τὸ βλάβος ἐπαφεῖναι πόδα. Τί οὖν ἐργάσεται, καὶ τί κατορθώσει τοῖς ἔθνεσιν; Εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἐν τούτοις ἔοικε τὸν νόμον ἀποκαλεῖν. Γέγραπται γὰρ περὶ τοῦ Ἰσραὴλ, καὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, ὅτι ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσιν· καὶ πάλιν, Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Τὴν κρίσιν τοίνυν ἤτοι τὸν νόμον τὸν ἐν σκιαῖς ὄντα καὶ τύποις, εἰς ἀλήθειαν ἐξοίσει τῶν εὐαγγελικῶν θεσπισμάτων, δι᾽ ὧν τῆς ἀρεσκούσης αὐτῷ πολιτείας ἀνέδειξε τὴν ὁδὸν, καὶ τὴν ἐν γράμματι κατὰ νόμον λατρείαν μετέστησεν εἰς ἀλήθειαν. Καὶ πεπαρῳνήκασι μὲν εἰς αὐτὸν οἱ τάλανες Ἰουδαῖοι θανάτῳ τῷ τῆς σαρκὸς λυπῆσαι τολμήσαντες.
Πλὴν ἀνέλαμψεν ὡς φῶς, καὶ οὐ συνεθραύσθη, τοῦτ᾽ ἔστιν, οὐ νενίκηται τῇ φθορᾷ, οὐ κεκράτηκεν ἡ τῶν ἐπιβουλευθέντων ἀπόνοια. Λέλυται γὰρ ὁ θάνατος, καὶ ἀνεβίω θεοπρεπῶς, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ γέγονε τοῖς κατὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν σωτηρίας ἀφορμὴ τὸ παθεῖν αὐτόν. Οὐ θραυσθήσεται τοίνυν, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν. Καὶ μὴ ὑπολάβῃς ὅτι καιρὸν ὁρίζει τινὰ καθ᾽ ὃν θραυσθήσεται, τοῦτ᾽ ἔστι, μετὰ τὸ θεῖναι τοῖς ἐπὶ τῆς γῆς τὴν κρίσιν· ἀλλ᾽ ἐκεῖνο μᾶλλον φησὶ, Περιγενήσεται τῶν ἀνθεστηκότων, καὶ κρατήσει τοσοῦτον, ὥστε καὶ ἐν πάσῃ τῇ γῇ θεῖναι τὴν κρίσιν. Κεκήρυκται γὰρ τὸ Εὐαγγέλιον ἐν πάσῃ τῇ γῇ, καὶ οἷον πέπηγε τὰ αὐτοῦ θεσπίσματα. Γέγραπται γὰρ, ὅτι «Δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.» Ἤλπισέ γε μὴν τὰ ἔθνη, φησὶν, ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Ἐπεγνωκότα γὰρ ὅτι Θεὸς κατὰ ἀλήθειαν ἐστὶ, καὶ εἰ πέφηνε σαρκὶ, αὐτὸν ἐλπίδα ποιήσονται, καὶ καθά φησιν ὁ Ψάλλων· «Ἐν τῷ ὀνόμασι αὐτοῦ ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.» Κεκλήμεθα γὰρ Χριστιανοὶ, καὶ ἐπ᾽ αὐτῷ πᾶσαν ἔχομεν ἐλπίδα. <Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε.
Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει βαθεῖ.> Ψευδοπροφῆται, καὶ ψευδομάντεις πλεῖστοι μὲν ὅσοι γεγόνασι κατὰ καιροὺς ἐν τῷ Ἰσραήλ. Συμβέβηκε δὲ ταύτης ἕνεκα τῆς αἰτίας ἀπιστεῖσθαι καὶ αὐτοὺς τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, καὶ προφήτας ἀληθῶς, καὶ ἐν Πνεύματι ἁγίῳ λαλεῖν εἰωθότας.
Καὶ τό γε παράδοξον, ὅτι καὶ αὐτὸς ἐλοιδορήθη Χριστὸς, ὡς οὔτε ἀπεσταλμένος παρὰ Θεοῦ, οὔτε μὴν ἀληθῶς ἅγιός τε ὑπάρχων, καὶ ἐν ὑπεροχῇ θεότητος ἀποτελῶν τὰ παράδοξα. Καὶ γοῦν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καίτοι τερατουργοῦντα βλέποντες, ποτὲ μὲν ἔφασκον αὐτὸν ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια· ποτὲ δὲ πάλιν ἀλλήλοις προσελάλουν· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Καὶ πρός γε ταῦτα, Χριστὸς ἐπειρᾶτο πλειστάκις ἀπολογεῖσθαι καὶ πληροφορεῖν ὅτι μὴ κατ᾽ ἐκείνους ἐστὶ τοὺς ἐν ψιλῇ καὶ μόνῃ γεγονότας δοκήσει τοῦ ἀπεστάλθαι παρὰ Θεοῦ. Ἔφη γοῦν· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι.» Καὶ πάλιν· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου.» Ἵνα τοίνυν καὶ αὐτὸν ἔχῃ μαρτυροῦντα τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, καὶ διὰ προφητῶν ἁγίων χρησίμως τε καὶ ἀναγκαίως ἔφησεν, ὅτι Ἐγὼ Κύριος ὁ Θεὸς ὁ διαπήξας τὸν οὐρανὸν, ὁ τὴν γῆν ἑδραιοτάτην καὶ ἀκλόνητον ἀποφήνας, ὁ ζῶν καὶ ζωοποιὸς, καὶ πνοὴν ἅπασι διδούς. Ἐγὼ ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος ἐκάλεσά σε ἐν δικαιοσύνῃ. Οὐ γὰρ αὐτόμολος, φησὶ, κατ᾽ ἐκείνους γέγονε τοὺς ψευδοπροφήτας, τοὺς ἀπὸ καρδίας αὐτῶν λαλοῦντας, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· ἀλλ᾽ ἐγώ σε κέκληκα, τοῦτ᾽ ἔστι, κατ᾽ εὐδοκίαν ἐμὴν ἐν δικαιοσύνῃ παρήγαγον.
Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· ἀντὶ τοῦ, Συνεργάσομαί σοι, καὶ ἀποφανῶ πάντα ἰσχύοντα. Καὶ οὔτι πού φαμεν ὡς ἀσθενῆ καὶ ἀναλκῆ οἶδεν ὄντα τὸν Υἱὸν ὁ Πατὴρ, οὔτε μὴν ἐπικουρίας ἐνδεᾶ. Αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος, καὶ ἡ τοῦ Πατρὸς ἀνίκητος δεξιὰ, δι᾽ ἧς τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν. Ποιεῖται δὲ πάλιν τοὺς λόγους, ὡς πρὸς ἕνα τῶν καθ᾽ ἡμᾶς, καθ᾽ ὃ πέφηνεν ἄνθρωπος, καὶ δοκεῖ πως διὰ τὸ ἀνθρώπινον δυναμοῦσθαι παρὰ τοῦ Πατρός. Οὕτω γὰρ αὐτὸν καὶ ἀναστῆσαι λέγεται, δοῦναί τε δόξαν αὐτῷ, καὶ ἀποφῆναι κρείττονα τῆς τῶν φονευόντων ἐπιβουλῆς. Εἰ γὰρ τεταπείνωκεν ἑαυτὸν, καὶ καθῆκεν ἑκὼν εἰς κένωσιν, δεῖ δὴ πάντως καὶ τὸ τῆς κενώσεως ὁρᾶσθαι μέτρον, καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων νοεῖσθαι τὸ ταπεινόν. Ὅρα δὲ ὡς περὶ ἀνθρώπου λέγων τὸ, Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, εὐθὺς διαδείκνυσι Θεὸν ὄντα φύσει καὶ Υἱὸν ἀληθῶς, καὶ φῶς ἐκ φωτός. Δέδωκα γάρ σε, φησὶν, εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ἀφίκετο γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, καὶ τοῖς ἐκ γένους, τοῦτ᾽ ἔστι, ἐξ αἵματος Ἰσραήλ· ἐξ αὐτῶν γὰρ πέφηνεν τὸ κατὰ σάρκα γεννηθεὶς ἐκ γυναικός· τὴν καινὴν δέδωκε διαθήκην, τὴν πάλαι προηγγελμένην διὰ φωνῆς προφητῶν. Γέγονε δὲ καὶ τοῖς ἔθνεσι φῶς. Θεοπρεπὲς δὲ καὶ τοῦτο.
Τὸ γάρ τοι νομοθέτην, καὶ ἄπρακτον ἀποφῆναι τὴν τοῦ πανσόφου Μωσέως σκιὰν, προσεπιθεῖναι δὲ τοῖς ἀρχαίοις τὰ νέα θεοπρεπεστάτῃ ἐξουσίᾳ, τὸ δὲ δὴ καὶ φωτίζειν τοὺς ἐν σκότῳ δύνασθαι, καὶ τυφλῶν ἀνοίγειν ὀφθαλμούς· ἐνήστραψε γὰρ τοῖς ἔθνεσι τὸ θεῖόν τε καὶ οὐράνιον φῶς· πῶς οὐκ ἂν ἔχοι σαφῆ τὴν ἀπόδειξιν, τοῦ, καὶ ὅτι Θεὸς, καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστίν;
Ὅτι δὲ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξε, καὶ τοῖς καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐπεφάνη Χριστὸς, καὶ πάντας ἀνῆκε δεσμῶν, καὶ ἀνάγκης, καὶ ποινῆς, καὶ δίκης, προαπέφηνεν εἰπὼν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἵκου φυλακῆς καθημένους ἐν σκότει. <Ἐγὼ Κύριος ὁ Θεὸς, τοῦτό μού ἐστιν ὄνομα.
Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Τὰ ἀπ᾽ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἂ ἐγὼ ἀναγγελῶ. Καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.> Κυρίως γὰρ καὶ ἀληθῶς καὶ μόνος Θεὸς ἂν εἴη, καὶ λέγοιτο πρὸς ἡμῶν ὁ τῶν ὅλων Δημιουργός. Καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος· «Κἂν εἰ πολλοί τινες εἶεν θεοὶ καὶ κύριοι ἔν τε οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀλλ᾽ ἡμῖν εἷς Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ.» Ἐπειδὴ δὲ μεγάλων ἡμῖν καὶ τεθαυμασμένων πραγμάτων ἀποτελεστὴν ἑαυτὸν εἰσκεκόμικεν, οὐ τοῖς ἀψύχοις εἰδώλοις, οὔτε μὴν ἑτέρῳ τινὶ τῶν κτισμάτων τὴν ἑαυτοῦ δόξαν χαριεῖσθαί φησιν, ἤτοι τὰς θεοπρεπεῖς ἀρετὰς, ἀλλ᾽ ἑαυτῷ τηρῆσαι μόνῳ. Καὶ γὰρ ἦν ἀκόλουθον τὴν τῆς θεότητος δόξαν, οὐδενὶ τῶν ἄλλων καὶ παρ᾽ αὐτῶν οὐσιωδῶς ἑτέρῳ ἐμπρέπειν, ἀλλ᾽ αὐτῇ καὶ μόνῃ τῇ ἀῤῥήτῳ καὶ ὑπὲρ πάντα φύσει.
Οὐδενὶ δὲ λέγων τὴν ἑαυτοῦ χαριεῖσθαι δόξαν, δέδωκεν αὐτὴν τῷ Υἱῷ· δεδόξασται γὰρ, καθάπερ ἀμέλει καὶ ὁ Πατὴρ προσκυνούμενος ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς. Πῶς οὖν ἄρα δέδωκεν ὡς οὐκ ὄντι παρ᾽ αὐτῶν ἑτέρῳ, κατά γε τὸν τῆς ὁμοουσιότητος λόγον, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἑκάτερος ἀπετέμνετο; Μία γὰρ ἡ τῆς ἀνωτάτω θεότητος φύσις ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς, νοουμένη τε καὶ προσκυνουμένη παρὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων. Λέγων· Τὰ δὲ ἀπ᾽ ἀρχῆς, ἰδοὺ ἥκασι. Καὶ καινὰ, ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι, ἐδηλώθη ἡμῖν· οὐκ ἐφίησι πρὸς ἡμῶν τὸν τοῦ Σωτῆρος κατά τι γοῦν ὅλως ἀπιστεῖσθαι λόγον. Ὥσπερ γὰρ, φησὶν, εἰς πέρας ἤχθη τὰ ἀπ᾽ ἀρχῆς εἰρημένα περὶ τῆς ἐπιδημίας αὐτοῦ, οὕτως ἐκβήσεται πρὸς τὴν ἀλήθειαν· καὶ ἅπερ ἂν εἴπῃ καινὰ, πρὶν ἐμφανῆ γενέσθαι δηλωθῇ. Ποῖα δὲ ταῦτά ἐστιν; Ἐπηγγείλατο γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωήν, δηλονότι τὴν ἐν ἀφθαρσίᾳ, καὶ ἁγιασμῷ, καὶ δικαιοσύνῃ, τὴν τῶν οὐρανῶν βασιλείαν· τῶν πνευματικῶν ἀγαθῶν τὴν εὐκλεᾶ μέθεξιν, τοὺς τῆς ἐπιεικείας καρποὺς, τῆς εὐσεβείας τὰ γέρα, τῆς εἰς αὐτὸν ἀγάπης τὸν στέφανον· ὧν καὶ ἡμᾶς γένοιτο τυχεῖν δι᾽ αὐτοῦ χάριτος καὶ φιλανθρωπίας· δι᾽ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΛΟΓΟΣ Αʹ. Ἐπέφανεν ἐν ἡμῖν Θεὸς ὢν Κύριος, κατὰ τὰς Γραφὰς, καὶ σεσαγήνευται δι᾽ αὐτοῦ πρὸς τὴν διὰ πίστεως χάριν ἡ τῶν πλανωμένων ἀγέλη. Προσδοκία γὰρ ἦν ἐθνῶν, καὶ τοὺς ἐν ὀμίχλῃ καὶ σκότῳ πρὸς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς ὁ Θεὸς καὶ Πατὴρ δι᾽ αὐτοῦ. Καὶ τοῦτο ἡμῖν κατέστησεν ἐναργὲς διὰ τῶν ὀπίσω, βραχὺ λέγων· «Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότῳ βαθεῖ.» Τέθειται γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς διαθήκην μὲν τοῦ κατὰ σάρκα γένους, φημὶ δὴ τῶν ἐξ Ἰσραὴλ, οἷς καὶ πάλαι Θεὸς ἐπηγγέλλετο δι᾽ ἑνὸς προφήτου λέγων· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.» Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος, σκιᾶς καὶ τύπου διάκονος ἦν, ἐν μέτροις ὑπάρχων τοῖς ἱκετικοῖς. Χριστός γε μὴν ὡς Υἱὸς καὶ Κύριος διαθήκης καινῆς γέγονε βραβευτής.
Καινῆς δέ φημι, τῆς εἰς καινότητα ζωῆς ἁγίας ἀναμορφούσης τὸν ἄνθρωπον, καὶ διὰ πολιτείας εὐαγγελικῆς εὐδόκιμον, καὶ ἀληθινὸν ἀποφαινούσης προσκυνητήν· «Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Οὐκοῦν τέθειται εἰς διαθήκην γένους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς κατεσκότισε τῶν ἐθνῶν τὰς καρδίας· «Ἐματαιώθησαν γὰρ ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.» Τὸ δέ γε φῶς τὸ ἀληθινὸν, τοῦτ᾽ ἔστι, Χριστὸς, ὡς νοητὸς ἡμῖν ἀνέτειλεν ἑωσφόρος, καὶ ὡς τῆς δικαιοσύνης ἥλιος, τὴν τῆς ἀληθοῦς θεογνωσίας ἁπλώσας ἀκτῖνα, τὸν ἐκ διαβολικῆς ἀπάτης ἐπισκήψαντα τοῖς ἐπὶ τῆς γῆς κατεσκέδασε σκότον· ἠλευθέρωσεν ἐκ δεσμῶν τοὺς ταῖς τῶν οἰκείων πλημμελημάτων σειραῖς ἐν ἀφύκτοις εἰλημμένους.
Ὅτι τοίνυν οἱ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, οἱ σκότον ἔχοντες εἰς νοῦν, οἱ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν ἀναπεπεισμένοι προσκυνεῖν, οἱ μακρὰν ὄντες Θεοῦ, κεκλήσονται διὰ πίστεως τῆς ἐν Χριστῷ, ἐπιγνώσονταί τε τὸν τῶν ἁπάντων Βασιλέα καὶ Κύριον, διαδείκνυσιν εὖ μάλα τῆς προφητείας ὁ λόγος. Προστάττει γὰρ τοῖς ἠλεημένοις διὰ Θεοῦ δοξολογεῖν αὐτὸν, οὕτω τέ φησιν· <Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐτοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ᾽ ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέοντες αὐτήν· αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς.> Καινὸς ὁ ὕμνος, καὶ τῇ τῶν πραγμάτων καινότητι πρέπων. «Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, κατὰ τὸ γεγραμμένον, καὶ τὰ ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά.» Λελύτρωνται μὲν γὰρ ἐκ τῆς Αἰγυπτίων πλεονεξίας οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσιτεύοντος τὸ τηνικάδε τοῦ πανσόφου Μωσέως, καὶ πλινθείας ἐξῄρηνται, καὶ ἱδρώτων κενῶν τῶν ἐπὶ γηΐνοις σπουδάσμασιν ἔργον κηδεστῶν ἀγριότητος, καὶ τῆς τοῦ κρατοῦντος ἀπανθρωπίας· διεβιβάσθησαν διὰ μέσης θαλάσσης, ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, ἔπιον ὕδωρ ἐκ πέτρας, ἀβρόχῳ ποδὶ διῆλθον τὸν Ἰορδάνην, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας.
Τάδε ἐφ᾽ ἡμῖν πάντα καινὰ, καὶ τῶν ἀρχαίων ἀσυγκρίτως ἐν ἀμείνοσιν. Οὐ γὰρ σαρκικῆς, μᾶλλον δὲ πνευματικῆς δουλείας ἐξῃρήμεθα, καὶ ἀντὶ τῶν περὶ γῆν σπουδασμάτων τῶν ἐκ φιλοσαρκίας ἀπηλλάγμεθα μολυσμῶν· οὐκ ἐργοδιώκτας ἐφύγομεν Αἰγυπτίους, οὐδὲ τύραννον μὲν ἀσεβῆ, καὶ ἀνήμερον, πλὴν ἄνθρωπον καθ᾽ ἡμᾶς, τοὺς συνωθοῦντας δὲ μᾶλλον εἰς ἁμαρτίαν πονηροὺς καὶ ἀκαθάρτους δαίμονας, καὶ τὸν ταῖς τούτων ἀγέλαις ἐφεστηκότα, τοῦτ᾽ ἔστι, Σατανᾶν. Διέβημεν καθάπερ τινὰ θάλατταν, τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τὴν ἐν αὐτῷ τύρβην, καὶ εἰκαίους ὄντως περισπασμούς.
Ἐφάγομεν τὸ μάννα τὸ νοητὸν, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ· ἐπίομεν ὕδωρ ἐκ πέτρας, τοῖς Χριστοῦ νάμασιν ἐντρυφήσαντες, νοητοῖς δὲ δηλονότι. Διέβημεν τὸν Ἰορδάνην, ἀξιωθέντες τοῦ ἁγίου βαπτίσματος, εἰσήλθομεν εἰς τὴν τοῖς ἁγίοις ἐπηγγελμένην καὶ πρέπουσαν γῆν, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ διαμνημονεύει, λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Οὐκοῦν ἐπὶ καινοῖς κατορθώμασι, καινὸν ἔδει γενέσθαι τὸν ὕμνον παρὰ τῆς ἀρχῆς αὐτοῦ· τοῦτ᾽ ἔστι, παρὰ τῶν ὑπ᾽ αὐτῷ γεγονότων καὶ ἀρχομένων ὑπ᾽ αὐτοῦ· γενέσθαι δὲ τὸν ὕμνον, ἤτοι τὴν αὐτῷ πρέπουσαν δοξολογίαν, οὐ κατά γε μόνην τὴν τῶν Ἰουδαίων χώραν, ἀλλὰ γὰρ ἀπ᾽ ἄκρου τῆς γῆς εἰς ἄκρον δηλονότι, τοῦτ᾽ ἔστιν, ἅπασαν τὴν ὑπ᾽ οὐρανόν. Πάλαι μὲν γὰρ ἦν ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ δὲ κεκλήμεθα διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν ἀληθείας, πλήρης γέγονεν ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.
Οὕτω γάρ που καὶ ὁ Ψάλλων φησίν, ὅτι «Πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Τίνες οὖν οἱ δοξολογεῖσθαι τὸ ὄνομα αὐτοῦ προστάττοντες ἀπ᾽ ἄκρου τῆς γῆς, οἱ τοὺς ᾠδοὺς ἱστάντες αὐτῷ, καὶ χοροστατεῖν ἀναπείθοντες, καὶ εἰς θίασον συγκαλοῦντες πνευματικὸν, οἱ καταβαίνοντες εἰς θάλασσαν, καὶ πλέοντες αὐτὴν, αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς; Διαμέμνηται δὲ, καθάπερ ἐγῷμαι, τῶν ἁγίων ἀποστόλων. Οὐ γάρ τοι κατὰ μόνην τὴν Ἰουδαίαν ἐκήρυττον τὸν Ἰησοῦν, καὶ τὴν δι᾽ αὐτοῦ χάριν, ἀλλὰ γὰρ καὶ θάλασσαν διαπεραιούμενοι ταῖς τῶν ἐθνῶν εὐηγγελίζοντο χώραις. Ἀφίκοντο γοῦν καὶ μέχρι τοῦ Ἰλλυρικοῦ, καὶ ἐπέκεινα, ὥστε καὶ τὰς ἐν τῇ θαλάσσῃ νήσους μὴ ἀνηκόους ἀπομεῖναι τῶν ἱερῶν κηρυγμάτων, μήτε μὴν τοὺς οἰκοῦντας αὐτάς. Καὶ ἱστορικῶς μὲν ὡδὶ τοῖς εἰρημένοις προσβαλεῖς. Συνήσεις δὲ, εἰ δοκεῖ, καὶ καθ᾽ ἕτερον τρόπον τῆς προφητείας τοὺς λόγους. Θαλάσσῃ μὲν γὰρ ἡ θεόπνευστος Γραφὴ παρεικάζει πολλάκις τόνδε τὸν κόσμον, ἤτοι τὸν βίον τὸν ἀνθρώπινον, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη, καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων.» Ἐοικέναι δὲ θαλάσσῃ τὸν καθ᾽ ἡμᾶς ἰσχυρίζεται βίον, δι᾽ αὐτὸ τάχα που τὸ ἀστάθμητον τῶν ἐν αὐτῇ πραγμάτων, καὶ τὸ ἄνω τε, καὶ τὸ κάτω, καὶ τὸ ἐν συγχύσει πολλῇ.
Διαπλέουσι δὲ τὴν τοιάνδε θάλασσαν οἱ μὴ βαπτιζόμενοι παρ᾽ αὐτῆς, ἀνανηχόμενοι δὲ ὥσπερ, καὶ περισπασμῶν ἑαυτοὺς ἀπαλλάττοντες κοσμικῶν. Οὗτοι τῆς παρὰ Θεοῦ τυχόντες ἐπικουρίας, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων ἀεὶ μεμνημένοι δοξολογοῦσιν αὐτὸν, αἵ τε νῆσοι, τοῦτ᾽ ἔστιν, αἱ Ἐκκλησίαι μονονουχὶ τῇ νοητῇ διεσωσμέναι θαλάσσῃ, καὶ δεχόμεναι τοὺς χειμαζομένους ὑπὸ πνεύματος πονηροῦ, αὗται δοξολογοῦσι Χριστὸν, ἤγουν οἱ κατοικοῦντες αὐτάς. Ἐκκλησίας γὰρ ὅτε φαμὲν, ἤγουν ὀνομάζομεν, τοὺς ἐν αὐταῖς ὄντας ἁγίους προσκυνητὰς σημαίνομεν. Ἰστέον γε μὴν κἀκεῖνο· Καλοῦνται γὰρ νῆσοι καὶ ὅσαιπέρ εἰσι κωμῶν ἢ πόλεων ἐν μέσῳ κείμεναι πολλῆς τε καὶ εὐρείας γε μὴν ἐρήμου. <Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ᾽ ἄκρων τῶν ὀρέων βοήσουσι. Δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.> Οἱ μακάριοι προφῆται τοὺς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐξυφαίνοντες λόγους, τῆς τῶν ἐθνῶν κλήσεως ποιοῦνται μνήμην πλεισταχοῦ. Καὶ γὰρ ἦν, ὡς ἔφην, ἐθνῶν προσδοκία Χριστός. Ἐπαφιᾶσι δὲ τοὺς περὶ τῶν τοιούτων λόγους, οὐχ ἅπασιν ἁπλῶς τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι καὶ λαοῖς.
Οὐ γὰρ ἦν εἰκὸς ἀναριθμήτου πληθύος ἀναπιμπλάσης τὴν ὑπ᾽ οὐρανὸν ἰσχνοεπεῖν ἑλέσθαι τοσοῦτον, ὡς καὶ ἁπάντων ποιεῖσθαι μνήμην ὀνομαστί τε, καὶ κατὰ γένος, δεχόμενοι δὲ πολλάκις τὰς ὁμόρους μὲν τῇ Ἰουδαίᾳ χώρας, εἰδωλολατρούσας δὲ σφόδρα, εἶτα ταύτας κληθήσεσθαι λέγοντες κατὰ καιροὺς, ὡς ἐκ μέρους τὴν τοῦ παντὸς ἐποιοῦντο δήλωσιν. Ὁμόρου τοίνυν οὔσης τῇ τῶν Ἰουδαίων γῇ τῆς πλατείας ἐρήμου τῆς κατὰ νότου κειμένης, ἣν δὴ κατενέμοντο τὰ Σαρακηνῶν καὶ Ἀῤῥάβων ἔθνη, τοὺς οἰκοῦντας ἐν αὐτῇ τεύξεσθαί φασι κατὰ καιροὺς τῆς διὰ Χριστοῦ χάριτος, καὶ σωτηρίας. Ὀνόματα δὲ ταῖς κώμαις, ἤτοι ταῖς πολίχναις, ταῖς κατά γέ φημι τὴν ἔρημον, ἀπαύλεις, καὶ Κηδὰρ, καὶ Πέτρα, κατὰ τὴν Ἀῤῥάβων γῆν καὶ εἰς δεῦρο κειμένη, οὕτω τε ὠνομασμένη.
Δεισιδαιμονέστατοι δὲ, ὡς ἔφην, οἱ περὶ ὧν ὁ λόγος, ἤγουν οἱ τούτων οἰκήτορες, καὶ ὁλοτρόπως ἐκνενεύκασιν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν. Ἐπειδὴ δὲ ἔμελλον, ὡς ἔφην, ἐν μεθέξει γενέσθαι κλήσεώς τε καὶ σωτηρίας τῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ πίστεως τῆς ἐν Χριστῷ· ταύτῃτοι καὶ μάλα εἰκότως, ὡς ὡραίους ἔχων τοὺς πόδας ὁ προφήτης, ἐν τούτοις εὐαγγελίζεται γὰρ ἀγαθὰ, μονονουχὶ καὶ εἰς ὕψος αἴρει τὴν βοὴν, καί φησιν· «Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν.» Ἔνδειξις δὲ μεγάλη, καὶ ἀξιάγαστος τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως, καὶ ὑπεροχῆς τὸ χρῆμά ἐστι, τοῦ τὰς οὕτω σκληρὰς, καὶ ἀνουθετήτους καρδίας, εὐκόλως καταμαλάξαντος, καὶ ἀναπείσαντος μὲν τῆς ἀρχαίας ἀπάτης ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ τὰ ἀμείνω, καὶ μεθαρμόζεσθαι πρὸς ἀλήθειαν. Καὶ τοῦτο ἡμῖν διὰ φωνῆς Ἰεζεκιὴλ προκαταμεμήνυκε λέγων, ὅτι «Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην, ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ᾽ ἔστι, τρυφερὰν, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.» Οὐκοῦν ὅτι κεκλήσονται καὶ αὐτοὶ, κατεσήμαινε λέγων· Εὐφράνθητι, ἔρημος, καὶ τὰ τούτοις ἐφεξῆς.
Οἱ δέ γε ἀπ᾽ ἄκρων τῶν ὀρέων βοῶντες, διδόντες τε τῷ Θεῷ δόξαν, καὶ ἐν ταῖς νήσοις ἀναγγέλλοντες τὰς ἀρετὰς αὐτοῦ, τίνες εἶεν ἂν, ἄξιοι ἰδεῖν. Λυπεῖ τοιγαροῦν οὐδὲν, καὶ αὐτοὺς νοεῖσθαι τοὺς κεκλημένους, οἱ Πέτραν οἰκοῦντες, ὑψηλὴν οὕτω καὶ ἠρμένην χώραν τε καὶ πόλιν, οὐκέτι μὲν ὕμνους καὶ ᾠδὰς ὑφαίνουσι τοῖς ψευδωνύμοις θεοῖς, δοξολογοῦσι δὲ μᾶλλον τὸν καταφωτίσαντα Θεὸν, καὶ σαγηνεύσαντα πρὸς ἀλήθειαν.
Ἤγουν οἱ ἀπ᾽ ἄκρων τῶν ὀρέων βοῶντες, λέγοιντ᾽ ἂν εἶναι, καὶ μάλα ὀρθῶς, οἱ θεσπέσιοι μαθηταί. Οἷς καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης· «Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ.
Ὑψώσατε, μὴ φοβεῖσθε.» Διεκήρυττον γὰρ ἐν παῤῥησίᾳ πολλῇ, καὶ οὐδένα τῶν ὄντων λανθάνειν ἤθελον, ἀλλ᾽ ἦσαν περίοπτοι τοῖς ἁπανταχοῦ, καθὰ πόλις ἐν ὄρει κειμένη· καὶ ὁ λόφος αὐτοῖς οὐκ ἐν παραβύστῳ, καὶ λεληθότως ἦν, ἀλλ᾽ ἐν πολλῇ παῤῥησίᾳ, καθάπερ ἔφην ἀρτίως. Τοῦτο γὰρ αὐτοῖς καὶ αὐτὸς ὁ Σωτὴρ ἐνετέλλετο λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτία, εἴπατε ἐν τῶ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.» Ἐδίδοσαν τοίνυν τῷ Θεῷ δόξαν, καὶ ἀπήγγελλον αὐτοῦ τὰς ἀρετὰς ἐν ταῖς νήσοις. Ὁ γάρτοι τῶν ἁγίων ἀποστόλων τε καὶ εὐαγγελιστῶν λόγος τῆς τοῦ Σωτῆρος δόξης ἐξαγγελεὺς ὁρᾶται γεγενημένος. Ποτὲ μὲν γὰρ τοὺς περὶ τῆς ἀῤῥήτου θεότητος αὐτοῦ ποιοῦνται λόγους, καὶ τὴν ὑπερκόσμιον ὑμνοῦσιν ἀρετὴν, οὐκ ἐν γεννητοῖς τιθέντες αὐτὸν, ἀλλ᾽ ἐπέκεινα παντὸς τοῦ κεκλημένου πρὸς ὕπαρξιν, καὶ ἐν ταυτότητι φυσικῇ τῇ πρὸς Θεὸν καὶ Πατέρα· ποτὲ δὲ αὖ διηγοῦνται τὰς ὑπὲρ θαῦμα καὶ λόγον αὐτοῦ θεοσημείας. Τὸ γὰρ ἐγείρειν ἐκ μνημάτων νεκροὺς, καὶ τὸ ὡς ξηρᾷ κεχρῆσθαι θαλάσσῃ, βάσιμον αὐτὴν ἀποφαίνοντα τοῖς ἰδίοις ποσὶ, καὶ τὸ ἀνέμοις ἐπιτιμᾷν, καὶ λόγῳ συντρίβειν τὸν Σατανᾶν, θεοπρεπῆ τὴν δόξαν αὐτῷ πραγματεύεται. <Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον· ἐπεγερεῖ ζῆλον, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι;
Ἐκαρτέρησα ὡς ἡ τίκτουσα.> Πρόεισι καὶ νῦν ὁ λόγος ἐν τάξει πολλῇ, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν οἰκονομίαν. Ἔμελλον γὰρ οἱ τῶν τοῦ Σωτῆρος ἡμῶν θεσπισμάτων ἱερουργοὶ, τὰς ἀρετὰς αὐτοῦ διακηρύττειν τοῖς ἁπανταχοῦ, καὶ ἐν παῤῥησίᾳ πολλῇ τοὺς περί γε τούτων αὐτῶν ποιεῖσθαι λόγους. Ἀλλ᾽ ἦν ἀναγκαῖον ἐννοεῖν, ὅτι πάντη τε καὶ πάντως ἀναστήσονται ταῖς οὕτω σεπταῖς αὐτῶν σπουδαῖς τε καὶ προθυμίαις οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ τοῦ Σωτῆρος δόξῃ πολυτρόπως ἐπιβουλεύοντες, ἄνδρες δηλονότι φθόροι τε καὶ δεισιδαίμονες, καὶ διαβολικῆς σκαιότητος ὄργανα, καὶ τῆς ἐκείνου δυστροπίας ὑπασπισταὶ, ἢ τάχα που σὺν αὐτοῖς καὶ αὐτὰ τῶν δαιμονίων τὰ στίφη, ἅτε δὴ καὶ κατασειομένης αὐτῶν τῆς δόξης, καὶ τῆς ἐκ πλεονεξίας πεπορισμένης ἀρχῆς. Κεκρατήκασι γὰρ ἐξ ἀπάτης τῆς ὑπ᾽ οὐρανόν. Ὅτι τοίνυν ἀνάλωτοι γενήσονται τοῖς ἐχθροῖς, περιέσται δ᾽ αὐτῶν οὐδεὶς Θεοῦ συνασπίζοντος, διαδείκνυσιν ὁ προφήτης ἐν τούτοις, λέγων, ὅτι Κύριος τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, καὶ τὸ, ἐξελεύσεται, φησὶν, ὡς ἐπί τινος τῶν ἐπὶ γῆς βασιλέων ταῖς τῶν πολεμίων φάλαγξιν ἀφορήτως ἐμπίπτοντος ὁμοῦ ταῖς ὑπὸ σκῆπτρα στρατιαῖς. Ὅτι δὲ περιέσται πάντως ὁ τῶν δυνάμεων Κύριος, ἐπέφηνεν, εἰπὼν, ὅτι συντρίψει πόλεμον.
Οὐ γὰρ εὐάντητός τισιν ἡ παρὰ Θεοῦ δύναμις, μᾶλλον δὲ οὐδενὶ τῶν ὄντων οἰστὴ, κατεξανισταμένη, καὶ ἐμπίπτουσα, κἂν δυνάμεις ἐννοῶμεν πονηρὰς, κἂν αὐτὸν τὸν ἀποστάτην καὶ ἀλητήριον Σατανᾶν, κἂν ἐπιγείους τινὰς, οἷς ἀντ᾽ ἐκείνων μέλοι· ἀλλ᾽ οὖν ἔσονται ληπτοὶ, καὶ τοῦτο ἀπονητί γε μὴν καὶ ἀκονιτί. «Τὴν χεῖρα γὰρ τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. Ὅτι τοίνυν τοῖς ἀνθισταμένοις τῷ χορῷ τῶν ἁγίων ἀποστόλων, οὐ πρὸς μόνους ἁγίους ἀγγέλους ὁ πόλεμος ἦν καὶ ἔστιν εἰς δεῦρο, ἀλλὰ γὰρ καὶ πρὸς αὐτὸν τὸν τῶν δυνάμεων Κύριον, πεπληροφόρηκεν ὁ προφήτης, αὐτὸν ἐξελεύσεσθαι λέγων, ἵνα συντρίψῃ πόλεμον. Ἐγερεῖ ζῆλον, φησὶ, τοῦτ᾽ ἔστι, παροξυσμὸν, ἢ τὸν παρ᾽ ἑαυτοῦ κατ᾽ ἐχθρῶν, κατά γε τὸ γεγραμμένον ἐν τοῖς τοῦ Ζαχαρίου λόγοις· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν·» ἤγουν ἐκ τῶν ὑπεραθλούντων τῆς δόξης αὐτοῦ, δῆλον δὲ ὅτι τῶν σεβομένων αὐτὸν, ὧν ἕνα γενέσθαι καὶ ἀπόλεκτον τὸν ἱερώτατον Παῦλόν φαμεν, ὃς δὴ καί φησιν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψεις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» πάλιν, «Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Οὕτω φαμὲν γενέσθαι ζηλωτὰς, καὶ τοὺς ἁγίους μάρτυρας, οἳ κρείττους γεγόνασι τοῦ Σατανᾶ, καὶ πεπολεμήκασιν αὐτοῦ τῇ δυνάμει, τῆς εἰς Χριστὸν εὐσεβείας ἕνεκα.
Τετηρήκασι γὰρ τὴν πίστιν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὸ, γνήσιον· Ἐπεγερεῖ τοιγαροῦν ζῆλον, φησὶ, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος· τὸ βοήσεται, τιθεὶς, ἀντὶ τοῦ, καταλαλάξει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.