Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Δ', Λόγος Α'
Η θεία μακροθυμία, η πνευματική τύφλωση του Ισραήλ και η επερχόμενη μετάβαση της χάριτος στα έθνη μέσω του αποστολικού κηρύγματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Δ', Λόγος Α'
Η θεία μακροθυμία, η πνευματική τύφλωση του Ισραήλ και η επερχόμενη μετάβαση της χάριτος στα έθνη μέσω του αποστολικού κηρύγματος.
Φωνὴ δὲ αὕτη τοῖς νικῶσι πρεπωδεστάτη, κατορχουμένη τρόπον τινὰ τῶν νενικημένων· Εἶτά φησιν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Ἐντεῦθεν εὖ μάλα κατίδοι τις ἂν ὅτι κατ᾽ ἐκεῖνο τοῦ καιροῦ, καθ᾽ ὃν ἦν ἐν πλάνῃ τῶν ἐθνῶν ἡ πληθὺς, διαρπάζοντος αὐτοὺς τοῦ Σατανᾶ, καὶ τῷ τῆς ἁμαρτίας σκότῳ καταμελαίνοντος, ἀποφέροντός τε καὶ τοῦ μὴ εἰδέναι μόνον, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι τῶν ὅλων Θεὸς, ἐπαμῦναι μὲν αὐτοῖς ἤθελεν ὁ πάντων ἐπέκεινα Θεός· ἀνεδύετο δὲ τὸ χρῆμα, καὶ διεκαρτέρει σαφῶς, τὸν πρέποντα ταῖς ἐπικουρίαις περιμένων καιρόν· ἦν δὲ οὗτος καθ᾽ ὃν ἐσαρκώθη τε, καὶ ἐνηνθρώπησεν ὁ μονογενὴς αὐτοῦ Λόγος. Τότε γὰρ τότε κατεστρατεύσατο τῶν ἡμᾶς νενικηκότων, καὶ ἐξείλετο μὲν τῆς ἐκείνων σκαιότητος, ἀντελάβετο δὲ καὶ σέσωκε, καὶ τοῖς ἰδίοις ἡμᾶς ὑπήνεγκε ζυγοῖς. Οὐκοῦν κατὰ μὲν τὸν παρῳχηκότα καιρὸν διαρπαζομένων τῶν ἐπὶ τῆς γῆς, καὶ λέοντος δίκην κατεσθίοντος ἅπαντας τοῦ Σατανᾶ· Σεσίγηκα, φησί· μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι;
Ἐκαρτέρησα ὡς τίκτουσα. Ἄθρει δὴ οὖν ὅσην ἐποιεῖτο φειδὼ τῶν ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Θεός· καίτοι, καθά φησιν ὁ Ψαλμῳδὸς, οὐδενὸς ποιοῦντος χρηστότητα· ἐκκεκλικότων δὲ ἁπάντων, καὶ ἕως ἑνὸς, καὶ εἰσάπαν ἠχρειωμένων, μονονουχί. Καὶ ὠδῖνας ἔχων τὰς ἐπὶ τούτῳ, καὶ εἴπερ ἠνείχετο καὶ λύπης αὐτὸν εἶναι δεκτικὸν, παθὼν ἂν, καὶ τοῦτο δι᾽ ἡμᾶς καιρῷ τετήρηκεν, ὡς ἔφην, τῷ πρέποντι τὰς ἐπικουρίας. <Ἐκστήσω, καὶ ξηρανῶ ἅμα, καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ.> Τί τὸ Ἐκστήσω, κατασημήνειεν ἂν ἐν τούτοις, πολυπραγμονεῖν ἀναγκαῖον. Ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι Τοὺς νυνὶ κρατοῦντας τοὺς ἐπὶ τῆς γῆς ἐκβαλῶ, ἔξω τε γενέσθαι παρασκευάσω τῆς πεπορισμένης αὐτοῖς κατὰ πάντων ἀρχῆς, κατά γε τὸ εἰρημένον παρὰ Χριστοῦ· «Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·» ἢ τὸ Ἐκστήσω, συνήσεις, ἀντὶ τοῦ, Θαυμάσαι ποιήσω τοὺς ὁρῶντας τὰ κατωρθωμένα, καὶ τῆς ἐμῆς οἰκονομίας τοὺς τρόπους, καὶ τῆς ἀφράστου δυνάμεως τὴν ὑπερβολήν· καθάπερ ἀμέλει καὶ ὁ προφήτης Ἀββακοὺμ ἐπ᾽ αὐτοῖς δὴ τούτοις κατεπλήττετο λέγων· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Ἤγουν εἴ πέρ τῳ δοκεῖ, καὶ καθ᾽ ἕτερον τρόπον τὸ, Ἐκστήσω, συνήσεις.
Τοὺς γὰρ νυνὶ πλανωμένους, τοὺς ἐν σκότῳ, καὶ ὀμίχλῃ διαβολικῇ, μεταστήσω πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πρὸς τὸ θεῖόν τε καὶ νοητὸν καὶ οὐράνιον φῶς. τοὺς νῦν μεμολυσμένους, καὶ βδελυρὸν, καὶ ἀπερικάθαρτον ἔχοντας νοῦν, πρὸς διάθεσιν μεταβαλῶ τὴν ἀσυγκρίτως ἀμείνω, ὥστε τῶν μὲν ἀρχαίων ῥύπων ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ ἀγαθουργεῖν. Τὸ δέ γε Ξηρανῶ ἅμα, σημαίνει τι πάλιν τοιοῦτον, ὃ δὴ σαφηνιεῖ τῶν ἐφεξῆς κειμένων ἡ δύναμις. Θήσω γὰρ, φησὶ, ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ. Τίνες ἂν εἶεν οἱ εἰς νήσους τιθέμενοι ποταμοὶ, καὶ τὰ ξηραινόμενα τῶν ἑλῶν; Φαμὲν οὖν ὅτι οἱ παρ᾽ Ἕλλησιν ποιηταὶ καὶ λογάδες, οἳ γεγόνασι μὲν τῆς πολυθέου πλάνης κήρυκες. Τεθεοποιήκασι γὰρ τὴν κτίσιν, καὶ ἀναριθμήτους θεοὺς εἰσεκόμισαν τῷ βίῳ. Ἦσαν δὲ ὥσπερ τινὲς ποταμοὶ, ποτίζοντες μὲν ἀνατροπῇ θολερᾷ, καθὰ γέγραπται, τοὺς ἠπατημένους, καὶ λόγων ἐξησκημένων νάμασι τὸν τῶν θαυμαζόντων αὐτοὺς ἐπικλύζοντες νοῦν, συνέχοντές τε διὰ τούτου πρὸς πλάνησιν, καὶ οἷά τινα τροφὴν παρατιθέντες αὐτοῖς τῆς ἑαυτῶν καλλιεπείας τὸ γλυκὺ καὶ ἐπίχαρι. Οὐκοῦν παρεικάζοιντο ἂν εἰκότως ποταμοῖς τε καὶ ἕλεσι, τοῦτ᾽ ἔστι, δρυμοῖς, ἤγουν ἄλσεσι πλείστην τε ὄσην καὶ εὐανθῆ λαχοῦσι τὴν πόαν.
Τοὺς τοιούτους οὖν ποταμοὺς εἰς νήσους μεταβάλλειν ἐπαγγέλλεται ὁ Θεὸς, τοῦτ᾽ ἔστι, ξηροὺς καὶ ἀνύδρους ἀποφῆναι, ἕλη δὲ ὥσπερ ἐργάσασθαι ξηρὰ, ὃ δὴ καὶ γέγονεν.
Ἀπρακτεῖ γὰρ λοιπὸν τῆς ἐκείνων εὐστομίας τὸ καλλιεπές. Καὶ πρόσκειται μὲν αὐτοῖς παντελῶς οὐδεὶς, διαλακτήσαντες δὲ ὥσπερ τὰ σαθρὰ καὶ βέβηλα, καὶ γραοπρεπῆ τῶν πλανώντων μυθάρια, τὴν ἐν Χριστῷ σοφίαν ἁρπάζουσιν οἵ ποτε πλανώμενοι. Γράφει γοῦν ὁ Παῦλος· «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;» Οὐκοῦν ποταμοὺς εἶναί φαμεν τοὺς εἰς νήσους τεθειμένους, τοὺς εἰς ἀπάτην Ἑλληνικὴν συνέχοντας λόγους τῶν παρ᾽ Ἕλλησι σοφῶν. Ἤγουν καὶ ἑτέρας νήσους εἶναι δεδώκαμεν ἐν τοῖς προλαβοῦσι τὰς Ἐκκλησίας Χριστοῦ, δεχομένας τοὺς ναυτιλλομένους, νοητῶς δηλονότι καὶ πνευματικῶς, καὶ ὁρμητηρίοις ὥσπερ τισὶν ἐμβάλλοντας ἀσφαλέσι τοῖς ἐν αὐταῖς διδασκάλοις, διαφεύγοντάς τε τὸ πνεῦμα τὸ πονηρὸν τὸ καταχειμάζον ἀεὶ τοὺς καταβαίνοντας εἰς τὴν θάλασσαν ἐν πλοίοις, καὶ ποιοῦντας ἐργασίαν ἐν ὕδασι πολλοῖς. Θαλάσσῃ δὲ παρεικαστέον, ὡς ἔφην, τοῦ καθ᾽ ὑμᾶς βίου τὸν κλύδωνα, καὶ τῶν ἐπιγείων πραγμάτων τὴν τύρβην.
Ξηραίνονται δὲ καὶ τὰ ἕλη, τοῦτ᾽ ἔστιν, αἱ νομαὶ τῶν πραγμάτων τῶν ὑπὸ χεῖρα ποτὲ τὴν σατανικήν· ἵνα λοιπὸν ὑπ᾽ αὐτῷ γένοιντο τῷ πάντων ἀρχιποιμένι, φημὶ δὴ Χριστῷ. Ὃς οὐ κατ᾽ ἐκείνους τοὺς ψευδοποιμένας εἰς ἀκάνθας καὶ τριβόλους ἀποκομίζει τὰ ἴδια θρέμματα, ποιμαίνει δὲ μᾶλλον ἐν κρίνοις· ὡς εὐοσμώτατα γὰρ νοητῶς τὰ θεῖά τε καὶ ἱερὰ, καὶ ἴδια αὐτοῦ θεσπίσματα. <Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς.
Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν. Ταῦτα τὰ ῥήματα ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, λέγει Κύριος ὁ Θεός.> Ἐλθόντος γὰρ τοῦ Κυρίου τῶν δυνάμεων, ἵνα συντρίψῃ πόλεμον, καὶ καθῃρημένων τῶν ἐχθρῶν, τεθειμένων δὲ καὶ εἰς νήσους τῶν ποταμῶν, καὶ ἀφαυανθέντων τῶν ἑλῶν, κατά γε τοὺς ἀρτίως ἡμῖν γενομένους τῆς θεωρίας λόγους, λελύτρωνται πάντως οἱ ἐν δορυκτήτων τάξει γεγονότες, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ὑπενηνεγμένοι, τυφλοὶ δὲ ὄντες· ἐτύφλωσε γὰρ τὰς καρδίας αὐτῶν ὁ ἀποστάτης· ἄγονται λοιπὸν ὑπὸ Χριστοῦ, δηλονότι εἰς ὁδοὺς, ἃς οὐ πρότερον ᾔδεισαν. Αὗται δέ εἰσι τὰ εὐαγγελικὰ πάντως θεσπίσματα καὶ ὁ κατὰ σύνεσίν τε καὶ ἀρετὴν βίος, καὶ τῆς ἁγιοπρεποῦς εὐζωΐας τὸ κάλλος.
Προσπεφώνηκε γοῦν καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν· «Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» Γέγονε τοίνυν αὐτοῖς τὸ σκότος εἰς φῶς· ἀντὶ τοῦ, μετακεχώρηκεν εἰς πᾶν τοὐναντίον τὰ πράγματα. Οἱ γὰρ ἀμαθεῖς γεγόνασι σοφοὶ, οἵ ποτε πλανώμενοι τὰς εὐθείας πάσης δικαιοσύνης ἐγνώκασιν ὁδοὺς, οἱ τῶν ἀγαθῶν εἰδότες οὐδὲν ἀρετῆς ἁπάσης ἀνεδείχθησαν ἐπιστήμονες, καὶ τῶν εἰς εὐσέβειαν σπουδασμάτων ἐπιμεληταί. Γέγονεν αὐτοῖς τὰ σκολιὰ εἰς εὐθεῖαν, τοῦτ᾽ ἔστι, τὰ δυσχερῆ καὶ δυσήνυτα βάσιμα, καὶ ἱππήλατα, ὕπτιά τε καὶ ἐψιλωμένα. Τοιοῦτόν τι καὶ ἐν τοῖς Ἰωάννου τοῦ Βαπτιστοῦ κηρύγμασιν ὑπεμφαίνεται. Πᾶσα γὰρ φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.
Βουνοὶ μὲν γὰρ καὶ κοιλότητες τὸ ἀνωμάλως ἔχειν τὴν ὁδὸν ἀποφαίνουσιν. Ὄχθου δὲ οὐκ ὄντος, οὔτε μὴν κοιλότητος εὐθεῖά που πάντως, καὶ εὐήλατός ἐστιν ἡ ὁδὸς, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. Τοῦτο καὶ ἑτέρωθί πού φησιν αὐτὸς ὁ μακάριος προφήτης Ἡσαΐας· «Ὁδὸς γὰρ, φησὶ, εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Καὶ γάρ ἐστιν ἀληθῶς τῆς εὐαγγελικῆς πολιτείας ἡ ὁδὸς οὐ τραχεῖα καὶ δύσβατος, ὁμαλὴ δὲ μᾶλλον, καὶ οἷον ὑπτία τοῖς τὸν ἐξαίρετον ἀγαπῶσι βίον. Ἐπαγγέλλεται δὴ οὖν ταῦτα τὰ ῥήματα, ἤτοι τὰς ἐπαγγελίας εἰς πέρας ἄγειν Θεὸς, καὶ μὴ ἐγκαταλιπεῖν αὐτοὺς, τοῦτ᾽ ἔστι, συνεῖναι διὰ παντὸς, κατά γε τὸ, «Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας αἰῶνος.» <Αὐτοὶ δὲ ἀποστραφήσονται εἰς τὰ ὀπίσω. Αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς, ὑμεῖς ἐστε θεοὶ ἡμῶν.> Ἐπὶ καιροῦ δὴ λίαν μεθίστησι τοὺς λόγους ἐπὶ τὸ τῶν Ἰουδαίων ἔθνος, οἳ νόμον ἔχοντες τὸν διὰ Μωσέως χειραγωγοῦντα πρὸς θεογνωσίαν καὶ πρός γε τὸ δεῖν ἀποπεραίνειν βούλεσθαί τε τὰ ἐφ᾽ οἷς ἦν εἰ κὸς εὐδοκιμῆσαι αὐτοὺς, κεχωρήκασι πρὸς ἀπόστασιν, καὶ τοῖς τῆς πολυθεΐας ἐμβεβηκότες τέλμασιν εἰς τὸ τῆς ἀπωλείας κατῴχοντο βάραθρον· προσκεκρούκασί τε διὰ τοῦτο, καὶ σφόδρα εἰκότως τῷ πᾶσαν αὐτοῖς καὶ φειδὼ καὶ ἀγάπην νείμαντι Θεῷ.
Προκηρύξας δὴ οὖν ὁ λόγος, ὅτι κεκλήσονται τὰ ἔθνη κατὰ καιροὺς, καὶ πατήσουσι μὲν ὁδοὺς ἃς οὐκ ᾔδεισαν. ἔσται δὲ τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν, τὰς τῶν ἐξ αἵματος Ἰσραὴλ ἀμαθίας ἐκκαλύπτει, λέγων· Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω.
Ἐμφαντικῶς ἐκληπτέον τὸ, αὐτοί· τοῦτ᾽ ἔστιν, οἱ νόμῳ θείῳ παιδαγωγούμενοι, καὶ ὑπὸ χεῖρα γεγονότες τὴν ἐμὴν, καὶ μεσίτην λαχόντες Μωσέα, οἱ διαῤῥήδην ἀκούσαντες· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Οὗτοι τῆς τῶν ἐθνῶν πληθύος ἐν ἀγαθαῖς οὔσης ἐλπίσιν ἀπεστράφησαν εἰς τὰ ὀπίσω πρὸς τοὺς ἐν Αἰγύπτῳ μολυσμοὺς ἀνοσίως ὑπονοστήσαντες, καὶ τῆς ἀρχαίας ἀπάτης ἀναλαβόντες τὸν μῶμον. Καὶ γέγονεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· «Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρεμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Ἔφη τι τοιοῦτον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὴν ἀρχαίαν ἀσέβειαν παλινδρομοῦντα δεικνύων τὸν Ἰσραήλ. «Ὅταν γὰρ, φησὶν, τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον ὑποστρέφει εἰς τὸν τόπον ὅθεν ἐξῆλθεν. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον. Τότε παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ. Καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.»
Λελατρεύκασι μὲν γὰρ τοῖς Αἰγυπτίων θεοῖς, ἀλλ᾽ ἐκβέβληται τὸ δαιμόνιον, κεκλημένων αὐτῶν πρὸς θεογνωσίαν, διά γέ φημι τοῦ νόμου· ἠῤῥωστήκασι δὲ τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαβολὴν, καὶ ἔτι χειρόνως, ὅτε τὸν φύσει Θεὸν εἰδότες γεγόνασιν ἀποστάται, θεοὺς τιμήσαντες τοὺς οὐκ ὄντας θεούς. Αἰσχύνθητε δὴ οὖν αἰσχύνην, φησὶ, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, καὶ τῆς ὑπὲρ πάντα θεότητος τὸ σεπτὸν ὄνομα, τοῦτ᾽ ἔστι τὴν δόξαν, τοῖς χειροτμήτοις, καὶ χειροποιήτοις ἀνάπτοντες. <Οἱ κωφοὶ, ἀκούσατε, καὶ τυφλοὶ, ἀναβλέψατε ἰδεῖν. Καὶ τίς κωφὸς, ἀλλ᾽ ἢ οἱ παῖδές μου; καὶ τυφλοὶ, ἀλλ᾽ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξατε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.> Κωφοὺς καὶ τυφλοὺς τοὺς τοῖς εἰδώλοις λελατρευκότας εὖ μάλα φησίν. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ.» Πρέποι δ᾽ ἂν ἡ τοῦ λόγου δύναμις ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ μετὸν αὐτοῖς τὸ θεῖον εἰς νοῦν καταπλουτῆσαι φῶς, ἐνιέντος αὐτοῖς τοῦ νόμου τῆς θεογνωσίας τὴν ἔλλαμψιν, ἠγάπησαν ἀνοήτως τὸ ἐν σκότῳ περιπατεῖν, καὶ τοῖς τῆς ἀπάτης ἐγκαθιέσθαι βρόχοις. Τυφλοὶ δὲ δὴ καὶ ἑτέρως.
Ἀπείργοντος γὰρ οὐδενὸς ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁρᾷν τὸν τούτων Δημιουργόν· ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θεότης·» εἰς τοῦτο κατώλισθον ἀμαθίας, ὥστε τοῖς χωνευτοῖς λέγειν· «Ὑμεῖς ἐστε οἱ θεοὶ ἡμῶν.» Ὅτι γὰρ οὐ περὶ τῆς τῶν ἐθνῶν πληθύος ὁ λόγος ἐστὶ τῷ προφήτῃ νυνὶ, ἀλλὰ περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, διέδειξεν εἰπών· Καὶ τίς τυφλὸς, ἀλλ᾽ ἢ οἱ παῖδές μου; καὶ κουφοὶ, ἀλλ᾽ ἢ οἱ κυριεύοντες αὐτῶν; Τετύφλωνται μὲν γὰρ ἡ ὑπὸ χεῖρα πληθὺς ταῖς τῶν ποδηγῶν ῥᾳθυμίαις εἰς τοῦτο πεσοῦσα. Αὐτοὶ γὰρ ἦσαν οἱ τῆς ἀμαθίας αὐτοῖς παραίτιοι γεγονότες, καὶ τοῦ πλανᾶσθαι καθηγηταί.
Κουφοὶ δὲ ἦσαν οἱ κυριεύοντες αὐτῶν· τοῦτ᾽ ἔστιν, οἱ καθηγεῖσθαι λαχόντες· καίτοι γὰρ ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν, καὶ διὰ πείρας ἐλάσαντες μακρᾶς, ἐτράποντο πρὸς ἀπόστασιν. Οὐ γὰρ ἤθελον ὑπακούειν Θεῷ, λέγοντι σαφῶς· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Ἐπειδὴ δὲ τῶν ἐμῶν θεσπισμάτων ὄντες ἐπιστήμονες ὁμοῦ τοῖς ὑπεζευγμένοις κατῴχοντο πρὸς ἀπόστασιν, μονονουχὶ καταπλήττεται, λέγων· «Ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.» Καὶ ποία γέγονεν αὐτοῖς ἡ τῆς τυφλώσεως ἀφορμή; Ἑκόντες, φησὶ, παρηνέχθητε πρὸς τοῦτο. Ἐξὸν γὰρ πλειστάκις ἑωρακότας φυλάξασθαι, καὶ ἀκούειν εἰδότας ἤτοι συνιέντας τὰ γεγραμμένα, οὐκ ἐφυλάξασθε παθεῖν τὴν ἀπόφασιν, οὔτε μὴν μελέτην ἐποιήσασθε τὴν εὐπάθειαν, κατευρύνοντες ὥσπερ τοῖς ἱεροῖς νόμοις τὴν ἀκοήν. Ἀπροφάσιστα δὴ οὖν τὰ τῶν Ἰουδαίων ἐγκλήματα. Καίτοι γὰρ μετὸν εἰδέναι τὸ ἀληθὲς, καὶ χειραγωγὸν εἰς τοῦτο λαχόντας τὸν νόμον, ἐν ἴσῳ γεγόνασι τοῖς οὐκ ἔχουσιν ὀφθαλμοὺς καὶ τὰ ὦτα προκείμενα μάτην τῇ κεφαλῇ, διὰ τὸ μὴ βούλεσθαι τῶν ἱερῶν ἐπακροᾶσθαι νόμων. <Κύριος ὁ Θεὸς ἐβούλετο, ἵνα δικαιωθῇ, καὶ μεγαλύνῃ αἴνεσιν.> Ἐξειλόμην, φησὶ, τῆς Αἰγυπτίων πλεονεξίας αὐτοὺς, ἠλευθέρωσα παρὰ τὸ εἰκὸς ἀλλοτρίοις θητεύοντας· ἐπαιδαγώγησα διὰ νόμου πρὸς θεογνωσίαν· εὐκοσμίας αὐτοῖς ἐπιστάτην δέδωκα Μωσέα.
Σκοπὸς γὰρ ἦν ἐμοὶ τῷ Κυρίῳ τῶν ὅλων δικαιοσύνης ἐργάτην, καὶ ἀρίστων ἔργων ἐπιμελητὴν ἀποφῆναι τὸν Ἰσραὴλ, ἵν᾽ εἰς αἴσθησιν ἐνηνεγμένος τῶν δωρηθέντων αὐτῷ παρ᾽ ἐμοῦ, μεγαλύνῃ αἴνεσιν, τοῦτ᾽ ἔστιν, ἀκαταλήκτως δοξολογήσειεν ἐμὲ, δηλονότι τὸν ἁπάσης αὐτοῖς εὐημερίας πρύτανιν, καὶ ὧν πεπλουτήκασι χορηγὸν γεγονότα. Ἀλλ᾽ οὐδενὸς τῶν τοιούτων εἰς αἴσθησιν ἐνηνεγμένοι, πονηρὰ ἀντὶ ἀγαθῶν ἐκτετίκασι τῷ Δεσπότῃ, καὶ τῶν αὐτοῦ ζυγῶν ὑπεκλύσαντες τὸν αὐχένα, δεδουλεύκασι τῷ Σατανᾷ, καὶ τοῖς τῆς πολυθέου πλάνης βορβόροις ἐγκαλινδούμενοι βδελυροὶ γεγόνασι, καὶ ἀπηχθημένοι παρά γε τῷ φιλαρέτῳ Θεῷ. Τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη καὶ ἑτέρωθί που περὶ αὐτῶν ὡς περὶ ἀμπέλου· «Ὑπέμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» <Καὶ εἶδον, καὶ ἐγένετο λαὸς πεπρονομευμένος.
Ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτοὺς, ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων· Ἀπόδος.> Εἰς ἀνάμνησιν αὐτοὺς ἀποφέρει τῶν τοῖς πατράσι συμβεβηκότων, διά τοι τὸ ἁλῶναι βρόχοις τοῖς τῆς ἐπαράτου πολυθείας. Πέπραχε δὲ τοῦτο οὐ μάτην, ἀλλ᾽ ἵν᾽ ἀποφήνῃ σωφρονεστέρους τὰ ἴσα τοῖς πάλαι παθεῖν δεδιότας. Ἐπειδὴ γὰρ, φησὶ, γεγόνασι τυφλοὶ καὶ κωφοὶ, παρωσάμενοι μὲν τὸ λατρεύειν Θεῷ, ξύλοις δὲ καὶ λίθοις τὸ σέβας ἀνῆπτον. Εἶδον μὲν οὖν τοῦτο ἐγὼ, γέγονε δὲ ὁ λαὸς πεπρονομευμένος, καὶ διηρπασμένος. Ὅτε γὰρ ἐπισκέπτεται Θεὸς τὰ τῶν ἀφορήτως δυσσεβούντων ἐγκλήματα, τότε καὶ δίκας ἐπάγει τὰς ἀναλόγως ἐχούσας τοῖς αἰτιάμασι. Διηρπάσθη τοίνυν ὁ λαὸς, καὶ γέγονε τοῖς ἐχθροῖς προνομή· καὶ διὰ ποίαν αἰτίαν; ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα ἔκρυψαν αὐτούς.
Τίνας δὲ αὐτούς; Χωνευτοὺς δηλονότι θεούς. Ὑποπλαττόμενοι γὰρ τὸ θεοσεβεῖν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ τοῖς νομίμοις θεσπίσμασι τό γε ἧκον εἰς τοὐμφανὲς ὑποτιθέντες τὸν αὐχένα, τῆς ἀποστασίας τὴν νόσον εἰς νοῦν ἔκρυπτον καὶ καρδίαν, προσκυνοῦντες τοῖς οὐκ οὖσι θεοῖς· καὶ τούτους ἐν τοῖς ταμείοις τῶν ἰδίων οἴκων ἐγκατακλείοντες λαθραίας ἐποιοῦντο τὰς τῶν θυσιῶν προσαγωγάς. Γέγραπται γοῦν ἐν τῷ Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, ὄρυξον. Καὶ ὤρυξα δὴ ἐν τῷ τοίχῳ. Καὶ εἶδον, φησὶ, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ καὶ κτήνους, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ᾽ αὐτοῦ κύκλῳ. Καὶ εἶπε πρός με· Ἑώρακας, υἱὲ ἀνθρώπου, μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ ἃ ποιοῦσιν ἕκαστος ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;» Ἄθρει δὴ οὖν ὅπως ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ τὴν γενομένην αὐτῷ παγίδα, τοῦτ᾽ ἔστι, τὴν εἰδωλολατρείαν κειμένην ἔχων, ὑπεπλάττετο τὴν τῶν νόμων αἰδῶ. Ταύτῃτοί φησιν· Ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων, Ἀπόδος. Θεοῦ γὰρ οὐκ ἐπαμύνοντος, τίς αὐτοὺς ἐξείλετο τῆς οὕτω βαρείας καὶ ἀνηκέστου συμφορᾶς; οὐκ ἐπιπλήττοντος δὲ τοῖς διαρπάζουσι, τίς ἂν αὐτοῖς ἔφη τὸ, Ἀπόδος; Οὐ γὰρ ἐζήτησε Θεὸς ὡς ἴδιον ἔτι κλῆρον, παρῆκε δὲ μᾶλλον ὡς ἀλλότριον γεγονότα αὐτοῦ διὰ τοῦ προσνεῦσαι τοῖς οὐκ οὖσι θεοῖς.
Ἔοικε δὲ διὰ τούτων τὸν τῆς αἰχμαλωσίας ὑποφαίνειν καιρὸν, ὃν διατετελέκασιν οἱ ἐξ Ἰσραὴλ ὑπὸ χεῖρα πεσόντες ἐχθρῶν. Μέχρι γὰρ ἔτους ἑβδομηκοστοῦ οὐκ ἦν ὁ ἐξαιρούμενος αὐτοὺς, οὔτε μὴν τοῖς διαρπάσασι λέγων, Ἀπόδος. Οἰκονομικῶς δὲ σφόδρα μετά γε τὸ φάναι τῶν ἐθνῶν τὴν κλῆσιν, τὰ ἐφ᾽ οἷς ἐκβέβληνται τῆς πρὸς Θεὸν οἰκειότητος οἱ ἐξ Ἰσραὴλ, εἴρηται σαφῶς, ἵνα δικαίᾳ ψήφῳ φαίνηται Θεὸς πανταχοῦ κεχρημένος. Ἔδει γὰρ, ἔδει τοὺς τὴν εἰς Θεὸν ἀσέβειαν τιμήσαντας, ἔξω γενέσθαι τῆς παρ᾽ αὐτοῦ φειδοῦς καὶ ἀγάπης· τούς γε μὴν ἐξ ἀμαθίας τοῖς τῆς ἁμαρτίας βόθροις ἐνειλημμένους, καὶ ὑπὸ χεῖρα πεσόντας διαβολικὴν, κατοικτειρῆσαι παρὰ τοῦ πάντων Δημιουργοῦ, καλουμένους εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ εἰς τὸ τῆς ἀληθείας φῶς. Τοῦτο γάρ που καὶ διὰ τοῦ πανσόφου Μωσέως εὑρίσκεται λέγων· Αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεοῖς, παρώξυνάν με ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν. Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει· ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι «Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν παρεζήλωσαν αὐτόν· καὶ εἶδε Κύριος ὁ Θεὸς, καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.»
Εἰ δὲ χρή τινα καὶ θεωρίαν πνευματικὴν τοῖς εἰρημένοις ἐπενεγκεῖν, φυλαττόμεθα παγίδα διαβολικὴν εἰς νοῦν ἔχειν καὶ καρδίαν, καὶ τὰ ἐν φαντασίαις λογισμῶν εἴδωλα πονηρὰ, καλοῦντα πρὸς ἀσέλγειαν καὶ εἰς ἐκτόπους ἡδονὰς, ἵνα μὴ γενώμεθα τῷ Σατανᾷ, καὶ ἅρπαγμα δαιμονίων. Γέγραπται γὰρ, ὅτι «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» <Τίς ἐν ὑμῖν ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα.> Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸ ἀκουτίσασθαι λέγειν, ἐπὶ τοῦ μὴ παρέργως, ἢ ἀτημελῶς, τὸν ἐπί γε τοῖς ἀναγκαίοις πράγμασι δέχεσθαι λόγον, νηφαλέως δὲ μᾶλλον, ὥστε καὶ εἰς νοῦν καὶ καρδίαν ἀπόθετον ἔχειν τὸ διηγγελμένον. Ὁποῖόν ἐστι τὸ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς εἰρημένον· «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Γέγραπται γὰρ καὶ ἐν τεσσαροκοστῷ καὶ ὀγδόῳ ψαλμῷ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Τὸ μὲν γὰρ ἀκοῦσαι, κοινὸν ἅπασι τοῖς ἄπαξ εἰς οὖς λαβοῦσι φωνὴν, ἢ καὶ ἕτερόν τινα κτύπον· τὸ δὲ μὴν ἐνωτίσασθαι, τὸ εἰς νοῦν, ὡς ἔφην, εἰσοικίσασθαί τι τῶν τεθεσπισμένων. Ἔοικε τοίνυν ὁ προφητικὸς ἐν τουτοισὶ λόγος τοὺς ἐπιεικέστερον ἤγουν ἐμφρονέστερον ἀκροασαμένους ἐπιζητεῖν, ὥστε καὶ εἰς τὴν τῶν μελλόντων ἀσφάλειαν τὰ τοῖς πάλαι συμβεβηκότα λαλεῖν.
Ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι· «Τὰ τοιάδε τῶν πραγμάτων τυπικῶς συνέβαινεν ἐκείνοις. Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε.» Δεῖ γὰρ ἡμᾶς οὐ μάτην τοῖς περὶ αὐτὸν ἐντυγχάνειν διηγήμασιν, ἀλλ᾽ εἰς ὄνησιν ταῦτα δέχεσθαι ψυχῆς, παραιτεῖσθαι σφόδρα τὸ τοῖς ἴσοις ἁλῶναι πταίσμασιν, ἵνα μὴ ταῖς ἐκείνων περιπίπτοιμεν συμφοραῖς. <Τίς δέδωκεν εἰς διαρπαγὴν Ἰακὼβ, καὶ Ἰσραὴλ τοῖς προνομεύσασιν αὐτόν; Οὐχὶ ὁ Θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἠβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ εἰσακούειν τοῦ νόμου αὐτοῦ; Καὶ ἐπήγαγεν ἐπ᾽ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ᾽ αὐτοὺς πόλεμος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ· καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.> Ἐμφαντικώτατα λίαν τόν τε Ἰακὼβ, καὶ τὸν Ἰσραὴλ ἔοικεν ὀνομάζειν ἐν τούτοις. Καὶ τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἡ τῆς ἐμφάσεως δύναμις, ἐροῦμεν ὡς ἐν βραχεῖ. Ἐθήτευον μὲν γὰρ Αἰγυπτίοις κατὰ καιροὺς οἱ ἐξ Ἰσραήλ· λελύτρωνται δὲ παρὰ Θεοῦ μεσιτεύοντος τοῦ Μωσέως, πλὴν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθὰ γέγραπται. Μυρίαις γὰρ ὅσαις, καὶ ἀφορήτοις πληγαῖς τοὺς πλεονεκτοῦντας κατῃκίζετο.
Ἐπειδὴ δὲ τῆς Αἰγυπτίων ἐξέδραμον γῆς, διέβησαν ποδὶ τὴν θάλασσαν, κατεδηδόκασιν ἄρτον ἀγγέλων, ἔπιον ὕδωρ ἐκ πέτρας, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κατηγωνίσαντο βασιλείας, κεκρατήκασιν ἐχθρῶν, δεινὴν καὶ δυσάντητον ἐσχήκασι χεῖρα καὶ διαβόητον ἐπὶ τούτῳ τὴν δόξαν. Ὅπλον δὲ ἦν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς, ὁ ἱστὰς μὲν τοῦ ἡλίου καὶ σελήνης δρόμον, κατά γε τῆς Γαβαὼν, ἐπαφιεὶς δὲ χαλάζας τοῖς ἀλλοφύλοις ἐξ οὐρανοῦ καὶ εἰς λῆξιν πάσης εὐκλείας τὸν οἰκεῖον ἀναβιβάζων λαόν. Τίς τοίνυν, φησὶ, τὸν διαβόητον Ἰσραὴλ, τὸν ἀξιοζήλωτον Ἰακὼβ, τὸν ἀνάλωτον ἐχθροῖς, τὸν εὐσθενῆ τε καὶ μαχιμώτατον, καὶ ἀεὶ νικᾷν εἰωθότα δέδωκεν εἰς διαρπαγὴν, καὶ τοῖς προνομεύουσι; Πῶς ἠσθένησεν ὁ νικᾶσθαι μὴ εἰδώς; Πῶς ὑπηνέχθη, καὶ γέγονεν ὑπὸ πόδας τῶν ἀνθεστηκότων ὁ πᾶσιν ὑψοῦ, καὶ ἄθραυστον ἀνατείνων τὸ κέρας; Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τοὺς μετ᾽ ἐκείνους ἡμᾶς μὴ ἀγνοῆσαι τὰς αἰτίας τοῦ παραδεδόσθαι τὸν οὕτω λαμπρὸν, καὶ ἐξῃρημένον λαὸν, ἐπήνεγκεν ἀναγκαίως· Οὐχὶ ὁ Θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἐβούλοντο ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; Ἡ δὲ ἐπὶ τοῖς ἀμφιλόγοις ἐρώτησις ὁμολογίαν ἔχει σαφῆ τοῦ πράγματος.
Θεὸς γάρ που πάντως ὁ δοὺς αὐτὸν, καὶ τὴν τοῖς ἐγκλήμασιν πρέπουσαν ἐπαρτήσας ὀργήν. Ταύτῃτοι τοίνυν κατίσχυσεν αὐτοὺς πόλεμος. Ἀσύνηθες δὲ τοῦτο τοῖς ἐξ Ἰσραὴλ, ἀεὶ γὰρ κεκρατήκασι συνασπίζοντος Θεοῦ. Ἐπειδὴ δὲ εἰς τοὺς θείους αὐτοῦ πεπαρῳνήκασι νόμους, ἔρημοι γεγόνασιν αὐχημάτων τῶν πάλαι. Πεπτώκασιν εἰς τὸ ἀδρανὲς, κατεκομίσθησαν εἰς τὸ ἄναλκες· κύκλῳ γεγόνασιν αὐτῶν οἱ συμφλέγοντες, καὶ οἷόν τινι πυρὶ δαπανῶντες αὐτοὺς τῷ μεγέθει τῶν ἐπενηνεγμένων, ἤγουν καταπιμπράντες αὐτῶν τὰς πόλεις, κατὰ τὸ ἑτέρωθί που σαφῶς εἰρημένον Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Πλὴν οὐκ ἔγνωσαν, φησὶν, ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν· ἀναισθησίας ἐν τούτοις ὑπομένουσι γραφήν.
Ἄρτιοι μὲν γὰρ εἰς σύνεσιν εἶεν ἂν οἱ τὸ προσκρούειν Θεῷ παραιτούμενοι, καὶ τοῦ παθεῖν τι τῶν ἐξ ὀργῆς ἔξω τείνοντες πόδα, διά γε τὸ τρυφερὸν ὑπέχειν αὐτῷ τὸν αὐχένα. Οἵ γε μὴν, καὶ ἐν αὐτῷ γεγονότες τῷ παθεῖν ἐξ ἀνθρωπίνων ὀλισθημάτων, εἰ μὴ αἰσθάνοιντο τῶν ἐπενηνεγμένων, ἁπάσης ἂν εἶεν ἐλπίδος ἀγαθῆς οἱ τοιοίδε μακράν. Ὅτι δὲ καὶ τοῖς τοιούτοις ἐγκλήμασιν ἔνοχοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ, καταθρήσαι τις ἂν Ἱερεμίου λέγοντος πρὸς τὸν τῶν ὅλων Θεόν· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν, ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» Μεμνήμεθα ὅτι μετὰ τὸ ἁλῶναι τὴν Ἱερουσαλὴμ, ἀποκομισθῆναι δὲ καὶ αἰχμάλωτον τὸν Ἰσραὴλ, τοῖς περιλελειμμένοις ὁ προφήτης Ἱερεμίας προσελάλει τὰ περὶ Θεοῦ λέγοντος μὴ κατελθεῖν εἰς Αἴγυπτον.
Εἶτα πρὸς αὐτῶν αἱ γυναῖκες ἀναίδην ἔφασκον, μᾶλλον δὲ οὐδ᾽ εἰς αἴσθησιν ἐνηνεγμέναι τῆς ὀργῆς, ὅτι, Οὐκ ἀπέστειλέ σε Κύριος. Προσεπήγαγον δὲ τούτοις τὰ ἐξ ἀκράτου φρενοβλαβείας. Ἐπειδὴ γὰρ, ἔφασκον, διελείπομεν θύουσαι τῇ βασιλίδι τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ᾽ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. Ἀληθὲς οὖν ἄρα τὸ εἰρημένον, ὅτι Οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχὴν, κατισχύσαντος αὐτῶν τοῦ πολέμου, καὶ τῶν κύκλῳ περιεχόντων καταφλεγόντων παντελῶς αὐτούς. <Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ ποιήσας σε, Ἰακὼβ, ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου.
Ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι᾽ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε· ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος, Ἰσραὴλ, ὁ σώζων σε.> Ἄγασθαι καὶ νῦν ἀναγκαῖον τοῦ φιλοικτίρμονος Θεοῦ. Ἀγαθὸς γὰρ ὑπάρχων φύσει, καὶ τῶν ὅλων Δημιουργὸς, κἂν εἰ γένοιτό τις ἀνάγκη πρὸς ἀπόνηψιν ἐγκλημάτων καταπέσαι τινὰς τοῖς ἐκ δικαίας ὀργῆς κινήμασι, μεταφοιτᾷ πρὸς ἔλεον, καὶ οὐκ εἰς μακρὰν, καὶ ὁ πλήξας μοτοῖ, καὶ ἀποφέρει τὴν μάστιγα, καὶ ἀνακτᾶται μεταγινώσκοντας, καὶ ἀνίστησιν ἡμᾶς ὠλισθηκότας, καὶ τοῖς τῷ παθεῖν ἐνειλημμένοις χεῖρα νέμει σωτήριον, συμφορᾶς ἁπάσης ἐξέλκων αὐτοὺς, καὶ μεθιστὰς εἰς εὐημερίαν.
Ἄθρει γὰρ ὅπως εἰς λήθην ὥσπερ τῶν διεπταισμένων ἔρχεται, καὶ θεοπρεπέσιν ἀμνηστίαις ἀφανίζειν ὑπισχνεῖται τὰ ἐγκλήματα προτιθεὶς αὐτοῖς ἀρχὴν ὥσπερ ἑτέραν καιροῦ πρὸς εὐθυμίαν αὐτοὺς ἀναφέροντος. Καὶ γοῦν τοιοῦτον εἶναί φαμεν τὸ ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.» Ὥσπερ γὰρ ἐκεῖ τὸ Σήμερον ἀρχὴν ὁρίζει καιρῶν ἑτέρων. οὕτω κἀνθάδε τὸ Νῦν ἀμνηστίας ὑπόθεσιν ἔχει τῶν ἤδη προειρημένων.
Ἀναβιβάζει δὲ πρὸς ἀρχὴν ὁδοῦ, καὶ πραγμάτων ἑτέρων ἐσομένων παρὰ Θεοῦ. Οὐκοῦν οὐκ ἐᾷ ταῖς εἰς ἅπαν εὐθυμίαις αὐτοὺς καταμαραίνεσθαι, οὔτε μὴν ἀτελεύτητον ποιεῖται τὴν ἀποστροφὴν, ἐξίστησι δὲ καὶ φόβου παντὸς, καὶ δίδωσι τὸ θαῤῥεῖν, ὅτι τεύξεται παντὸς ἀγαθοῦ, μεθιστάντος Θεοῦ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον τῶν κατ᾽ αὐτοὺς πραγμάτων τὴν φύσιν.
Ἐλυτρωσάμην γάρ σε, φησίν· καὶ τίνα τρόπον σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι Ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Ἐν αὐτῷ γὰρ ἡ πάντων λύτρωσις, ἄφεσίς τε καὶ ἀμνηστία τῶν πάλαι, καὶ ὁ τῆς πνευματικῆς οἰκειώσεως τρόπος, τῆς πρός γέ φημι πρὸς αὐτὸν, δι᾽ ἁγιασμοῦ τελούμενος, ἀναφέροντος ἡμᾶς εἰς κοινωνίαν τοῦ Θεοῦ καὶ Πατρός. Διὰ τοῦτό φησιν· Ἐκάλεσά σε τὸ ὄνομά σου· καὶ ποῖον; τοῦτ᾽ ἔστιν, Ἐμὸς εἶ σύ. Χριστοῦ γὰρ εἶναι λεγόμεθα, καὶ τοῦτό ἐστι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ἡμᾶς. Ἰστέον δὲ ὅτι καὶ ἐν ἑτέρᾳ φέρεται Γραφῇ· Ἐκάλεσά σε τῷ ὀνόματί μου· πλὴν τὸ Ἐμὸς εἶ σὺ, τιθείς τε καὶ λέγων, ἔλυσε τὴν ἀλλοτρίωσιν, ἢν ὑπομένειν ἔθος τοὺς ἁμαρτίαις ἐνισχημένους. Οὐ γὰρ εἰσὶν ἐκεῖνοι Θεοῦ, καίτοι κατεξουσιάζοντος τῶν ὅλων, ἐξίστησι δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος ἡ πρὸς τὰ φαῦλα διάθεσις. Ταύτῃτοί φαμεν οὐκ εἶναι Θεοῦ τοὺς ὄντας ἐν μολυσμοῖς. Οὐκοῦν οἰκειώσεως ἔμφασις εἴη ἂν τῆς πνευματικῆς τὸ, Ἐμὸς εἶ σύ.
Ὑπισχνεῖται δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἐπικουρίαν, ὡς ἀνάλωτον γενέσθαι παντὶ πειρασμῷ. Ποταμοὶ γὰρ, καὶ ὕδωρ, καὶ φλόγες τὰς πολυειδεῖς τῶν πειρασμῶν ἐφόδους κατασημαίνουσι. Γέγραπται δὲ, ὅτι «Πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.» Καὶ αὐτός γε Χριστὸς ἔφη που τοῖς εἰς αὐτὸν πιστεύσασι· Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ.
Ἀλλ᾽ ἐὰν διαβαίνῃς δι᾽ ὕδατος, φησὶ, μετὰ σοῦ εἰμι. Χριστοῦ γὰρ συνόντος ἀδικήσειεν ἂν οὐδὲν τοὺς ὄντας αὐτοῦ. Ἀλλ᾽ ἰσχύος εἰς τοῦτο δραμοῦνται πνευματικῆς, ὥστε οὐδένα τοῦ καταχειμάζειν ἰσχύοντος ποιεῖσθαι λόγον. Ἀλλὰ κἂν ἐπέλθῃ ποτὲ διωγμὸς ποταμίου ῥεύματος δίκην, κἂν πυρὸς ἀκμὴν ἔχοι, καὶ φλογὸς, καὶ οὕτω νικᾷν, πλὴν εἰδότος ὅτι Θεὸς ὁ σώζων ἐστίν. Ἔστι γὰρ ἔθος τῇ θείᾳ Γραφῇ καὶ ποταμοῖς, καὶ ὕδασι τὰς τῶν πειρασμῶν ἐφόδους ἐφομοιοῦν.
Διαδείξει λέγων καὶ αὐτὸς ὁ Σωτὴρ ὡς ἐν εἴδει παραβολῆς, ἤγουν παραδείγματος· «Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε. Τεθεμελιῶτο γὰρ ἐπὶ τὴν πέτραν, ἡ δὲ πέτρα ἐστὶ Χριστός.» <Ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Συήνην ὑπὲρ σὲ, ἀφ᾽ οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου. Ἐδοξάσθης, κἀγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι.> Δυσέφικτος μὲν κομιδῇ τῶν προκειμένων ὁ νοῦς, ποιήσομαι δὲ τὴν ἀφήγησιν ὡς ἔνι Θεοῦ κατευθύνοντος, δίδωσι γὰρ αὐτὸς σοφίαν καὶ γνῶσιν. Οὐκοῦν πρὶν ἐπιλάμψαι τῷ κόσμῳ Χριστὸν, ὅς ἐστι φῶς τὸ ἀληθινὸν, ἐπεπλάνητο μὲν ἡ σύμπασα γῆ, βαθεῖ δὲ καὶ σφοδροτάτῳ τῆς ἀμαθίας κατεμελαίνετο σκότῳ, καὶ πλεῖσται μὲν ἤσαν πανταχοῦ λατρεῖαι, κατά τε χώρας καὶ ἔθνη. Δεισιδαιμονέστεροι δὲ τῶν ἄλλων γεγόνασι Χαλδαῖοι, καὶ Φοίνικες, καὶ ὅσοι τὴν Αἰγυπτίων ἔχουσι γῆν, μέχρι Συήνης τε καὶ Αἰθιοπίας.
Ὅμορον γὰρ τῇ τῶν Αἰγυπτίων οἰκοῦσι χώραν. Ἀπόλεκτος δὲ Θεοῦ κλῆρος μόνος ἦν ὁ Ἰσραὴλ καὶ μερὶς Κυρίου, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ γεγόνασι κυριοκτόνοι, κλῆρος μὲν οὐκ ἔτι Θεοῦ μεμενήκασί ποθεν· ἐξώλισθον δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ προσελήφθη τὰ ἔθνη, καὶ γεγόνασιν ἀντάλλαγμα τοῦ Ἰσραήλ· καὶ οἱ πάλαι τῶν ἄλλων ἀπάντων δεισιδαιμονέστεροι, καὶ δυσαπόνιπτον ἔχοντες ἐν τούτῳ τὸν ῥύπον. Ἔφην τε ὅτι δεινοὶ, καὶ πικροὶ γεγόνασιν οἱ Αἰγύπτιοι, μάλιστα περὶ τὰς τῶν εἰδώλων εὑρέσεις, καὶ βαθεῖς εἰς ψευδολατρείαν, καὶ μέγα φρονοῦντες ἐπὶ τῷ σοφίζεσθαι περιττὰ περὶ τὰς τῶν εἰδώλων θεραπείας τε ὁμοῦ, καὶ κλήσεις.
Σοῦ τοίνυν τοῦ ἠγαπημένου, φησὶ, τοῦ ἐκνεμηθέντος εἰς κλῆρον ἐμοὶ ἐποίησα ἄλλαγμα Αἴγυπτον, καὶ Αἰθιοπίαν, τοῦτ᾽ ἔστι, πάλιν τὴν Αἴγυπτον· Αἰθίοπας γὰρ τοὺς Αἰγυπτίους ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῆ. Ἔφη γοῦν δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι μαχαίρας μού ἐστε. Εἰσεδεξάμην τοίνυν ἀντὶ σοῦ, φησὶ, τοὺς ἐν μολυσμοῖς ὄντας δεινοῖς, μόνον δὲ οὐχὶ καὶ ἀναπόβλητον ἔχοντας τὴν ἀκαθαρσίαν. Πλὴν ἀφ᾽ οὗ ἔντιμος ἐγένου, ἐναντίον μου ἐδοξάσθης. Οὐ γὰρ ἔμεινεν ὁ Ἰσραὴλ ἐν ἀποστροφῇ τε καὶ ἀτιμίᾳ διηνεκεῖ. Κληθήσεται γὰρ καὶ αὐτὸς διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ τῆς τῶν ἁγίων δόξης κοινωνὸς ἔσται, καὶ μέτοχος. Ἐδοξάσθης γὰρ, φησὶ, κἀγώ σε ἠγάπησα. Τὸ δὲ, Δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου, καταδηλοῦν ἔοικεν, ὅτι κεκλημένων κατὰ καιροὺς εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ τῶν ἐξ Ἰσραὴλ, πλεῖστοί τινες ἔσονται μυσταγωγεῖν εἰδότες αὐτοὺς, ἄνθρωποι σοφοὶ καὶ ἐλλογιμώτατοι. Ὑπὲρ σοῦ γὰρ ποιῶν, φησὶ, δώσω πολλοὺς ἀνθρώπους. Δώσω δὲ καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέγοντας κεφαλῆς· κεφαλὴ δὲ τῶν πιστευόντων Χριστὸς, εἰς ὃν πᾶσα βλέπει μυσταγωγία παρὰ τῶν εἰς τὸ καθηγεῖσθαι λαῶν ἀγομένων κατὰ καιροὺς, ψήφῳ δηλονότι τῇ παρ᾽ αὐτοῦ.
Οὐκοῦν τὸ, ὑπὲρ σοῦ, κατασημαίνειεν ἂν τὸ, ὑπὲρ τοῦ χρησίμου καὶ τελοῦντος εἰς ὄνησίν σοι τῷ μανθάνοντι τὸ σεπτὸν καὶ μέγα μυστήριον τῆς σῆς κεφαλῆς, τοῦτ᾽ ἔστι Χριστοῦ. Ἤγουν καὶ καθ᾽ ἕτερον συνήσεις τρόπον τὸ, Δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Γέγονας γὰρ ἀπόκλητος, φησὶ, καὶ ἐξῳκισμένος, καὶ τῆς πρὸς ἐμὲ φιλίας τε καὶ οἰκειότητος ἀλλότριος παντελῶς. Ταύτῃτοι, καὶ εἰς ἀντάλλαγμά σου τὰ εἰς ἔσχατα ἥκοντα διαβολῆς τῶν ἐθνῶν ἐδεξάμην. Ἀλλ᾽ ἀφ᾽ οὗ ἔντιμος ἐγένου ἐναντίον μου, πιστεύσας δηλονότι, καὶ τὴν ἐπὶ τούτῳ δόξαν εὑράμενος, ἠγάπησά σε. Ἠγάπησα δὲ οὕτως, ὥστε καὶ εἰ γένοιτο καιρός; ἢ χρεία τοῦ πολλοὺς ἀνθρώπους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς δοθῆναι κεφαλῆς, δοίην ἄν. Ἔστι γὰρ ὑποθετικὸς ὁ λόγος, καὶ πλείστην ὅσην τὴν ἔμφασιν ἔχων τοῦ τετιμῆσθαι παρὰ Θεοῦ τὸν Ἰσραὴλ, δίδωσί γε μὴν τὸ θαῤῥεῖν ἀραρότως, ὡς ἐν παντὶ καλῷ πάντη τε καὶ πάντως συνόντος Θεοῦ· Μετὰ σοῦ γὰρ εἰμί.
Ἀπόχρη δὲ τοῦτο αὐτοῖς πρὸς πᾶσαν εὐημερίαν· Θεοῦ γὰρ συνόντος, ἐκποδὼν μὲν ἔσται τὰ μοχθηρὰ, ἅπας δὲ τρόπος ἡμῖν εὐθυμίας καὶ τερπωλῆς ἤτ᾽ οὖν χαρᾶς ἀντεισκρίνεται. <Ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε. Ἐρῶ τῷ Βοῤῥᾷ· Ἄγε, καὶ τῷ Λιβί· Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπ᾽ ἄκρων τῆς γῆς, πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου.> Ἐπέφανε τοῖς ἐπὶ γῆς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, τοῦτ᾽ ἔστι, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν᾽ Ἕλληνάς τε καὶ Ἰουδαίους διὰ πολλῶν τε καὶ ποικίλων ὀλισθημάτων κατακομισθέντας εἰς ἀπόστασιν, τὴν ἀπό γε φημὶ τοῦ πάντων Δημιουργοῦ, συνελάσῃ πρὸς θεογνωσίαν τὴν ἀληθινὴν καὶ ἀμώμητον, συναγάγῃ δὲ καὶ εἰς ἑνότητα τὴν πνευματικὴν διὰ πίστεως καὶ ἁγιασμοῦ, τελουμένης εὖ μάλα καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος, ἀξίους ὄντας ἀποφήνῃ λοιπὸν, οὕτω τε συνάψῃ δι᾽ ἑαυτοῦ τῷ Θεῷ, καὶ Πατρί. Ὅτι γὰρ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐνηνθρώπησεν ὁ Χριστὸς, χαλεπὸν οὐδὲν κατιδεῖν δι᾽ ἁγίων εὐαγγελικῶν Γραμμάτων. Ἀνεβίω μὲν γὰρ παραδόξως ὁ Λάζαρος ἐκ νεκρῶν· ἡ δέ γε τῶν ἀνοσίων Ἰουδαίων πληθὺς, ἤτοι τὸ τῶν Φαρισαίων θεομισὲς ἐργαστήριον, συνήδρευόν τε καὶ ἔφασκον· «Τί ποιοῦμεν; ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ ποιεῖ σημεῖα. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος, καὶ τὴν χώραν.
Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Εἶτα τούτοις ἐπήγαγεν εὐθὺς ὁ θεσπέσιος εὐαγγελιστής· «Ταῦτα δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ᾽ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν, ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ ἐσκορπισμένα συναγάγῃ εἰς ἕν.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν, καὶ τὸν ἐπ᾽ αὐτῷ σκοπὸν τοῦ παρενεγκόντος εἰς ὕπαρξιν, τέκνα ἅπαντες ἦσαν αὐτοῦ. Κατεσκέδασε δ᾽, ὡς ἔφην, ἅπαντας ὁ Σατανᾶς εἰς πολύτροπον ἁμαρτίαν, ἀπεβουκόλησέ τε τῆς πρὸς αὐτὸν οἰκειότητος κατενεγκὼν εἰς πλάνησιν· πλὴν συνεκόμισεν ἅπαντας ὁ Χριστός. Ἦλθε γὰρ ζητῆσαι τὸ ἀπολωλός.
Τοῦτό τοι καὶ διὰ τῶν προκειμένων σημαίνεται. Ὑπισχνεῖται γὰρ τῇ ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων συνεγηγερμένῃ συναγωγῇ, ἤγουν ἐκκλησίᾳ, συγκομίζειν ἅπαντας τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ ἐκ Βοῤῥᾶ, καὶ Λιβὸς, ἤτοι Νότου, ἵνα ἐντεῦθεν ἐννοῇς τὸ ἐκ παντὸς κλίματος τῆς ὑπ᾽ οὐρανόν. Ἠὼς γὰρ καὶ δύσις, βοῤῥᾶς, καὶ Νότος, τουτὶ δή που πάντως ἡμῖν ὑπεμφήνειεν ἄν· λέγων· Ἄγε μὴν, τῷ Βοῤῥᾷ, τῷ δὲ Λιβὶ, Μὴ κώλυε, δίδωσί πως ἐννοεῖν, ὅτι τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων τὴν ἀντίστασιν οὐκ ἐᾷ τοῖς πρὸς αὐτὸν ἰοῦσιν ἀντιφέρεσθαι νοητῶς. Καθὰ καὶ πάλαι οἷά τις τύραννος ὠμός τε καὶ ἀλαζὼν κατεφύετο τῶν ἐπὶ γῆς ὁ ἀλητήριος Σατανᾶς ὁμοῦ τοῖς ἰδίοις ὑπασπισταῖς, οὐκ ἐῶν ἀναβλέψαι πρὸς ἀλήθειαν, ἤγουν ἰέναι πρὸς Θεὸν δι᾽ ἐπιστροφῆς. Πέπαυται δὲ καὶ τοῦτο διὰ Χριστοῦ, καταλειαίνοντος μὲν τοῖς κεκλημένοις τὴν εἰς σωτηρίαν ὁδὸν, ἅπαν δὲ τὸ παρὰ πόδας κείμενον, οἷον ἐκ μέσου γενέσθαι παρασκευάζοντος.
Ὀνομάζων δὲ υἱοὺς, καὶ θυγατέρας ἐκ τῶν τεσσάρων τρέχοντας κλιμάτων, τῆς Χριστοῦ παρουσίας ἐμφανῆ καθίστησι τὸν καιρὸν, καθ᾽ ὃν δέδοται τοῖς ἐπὶ τῆς γῆς τῆς υἱοθεσίας ἡ χάρις δι᾽ ἁγιασμοῦ ἐν Πνεύματι.
Ὅτι δὲ οὐκ ἔθνους ἑνὸς, κοινὴ δὲ καὶ μία πάντων γέγονεν ἡ κλῆσις, ὑπέφηνεν εἰπὼν, Πάντας, ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. Ὠνομάσμεθα γὰρ Χριστιανοὶ, ἤτοι λαὸς Θεοῦ. Οὕτω γάρ που καὶ ὁ Πέτρος τοῖς κεκλημένοις διὰ τῆς πίστεως ἐπιστέλλει καί φησιν· «Ὑμεῖς δὲ, γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα· ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ.» <Ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν, καὶ ἔπλασα, καὶ ἐποίησα αὐτόν. Καὶ ἐξήγαγον λαὸν τυφλὸν, καὶ ὀφθαλμοὶ αὐτῶν ὡσαύτως τυφλοὶ, καὶ κωφὰ τὰ ὦτα ἔχοντες. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.> Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ πιστώσεται γράφων ὁ ἱερώτατος Παῦλος· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε.» Γράφει δὲ καὶ τοῖς εἰς καινότητα κεκλημένοις, δῆλον δὲ ὅτι τὴν πνευματικήν· «Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ τέλειον, καὶ εὐάρεστον.»
Ἀνεκαινίσθημεν γὰρ ἐν Χριστῷ, δι᾽ ἁγιασμοῦ πρὸς τὸ ἀρχαῖον τῆς φύσεως ἀναφοιτήσαντες κάλλος, τὸ κατ᾽ εἰκόνα δηλονότι τοῦ * ἐκ τῆς ἁμαρτίας, καὶ ἁπάσης φαυλότητος ἀποβαλόντες παλαίωσιν· ἀπεδυσάμεθα δὲ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνεδυσάμεθα τὸν νέον τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Πλὴν ἐν Χριστῷ γέγονεν ὁ ἀναπλασμὸς καὶ ἡ καλουμένη καινὴ κτίσις, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς ἐσχήκαμεν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ μένοντος. Τὸν τοίνυν λαὸν τὸν ἐκ τεσσάρων τῆς ὑπ᾽ οὐρανὸν κλιμάτων συνειλεγμένον ἐπικληθέντα τε τῷ ὀνόματί μου οὐχ ἕτερός τις, ἀλλ᾽ ἐγὼ μᾶλλον ἐν τῇ δόξῃ μου κατεσκεύασα, καὶ ἔπλασα, καὶ ἐποίησα· καὶ δόξαν μὲν εἶναι τοῦ Θεοῦ, καὶ Πατρὸς φαίη ἄν τις τὸν Υἱὸν, δι᾽ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ δοξάζεται, καὶ κατά γε τὸ, Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, παρ᾽ αὐτοῦ σαφῶς εἰρημένον. Πεπλᾶσθαι γὰρ, ὡς ἔφην, δι᾽ αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας διαβεβαιούμεθα, τῇ πρὸς αὐτὸν συμμορφίᾳ τὸ τῆς θείας φύσεως κάλλος ἐναστράπτον ἔχοντας ταῖς ἑαυτῶν ψυχαῖς. Ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ψαλμῳδός· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Προστιθεὶς δὲ τούτοις, ὅτι Καὶ λαὸν ἐξήγαγον τυφλὸν, τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐπέκεινα λόγου παντὸς καὶ ἀξιάγαστον ὄντως ὑπεροχὴν καθίστησιν ἐναργῆ.
Τοὺς γάρτοι πάλαι τὴν ἐκ διαβολικῆς σκαιότητος ἀχλὺν καὶ ἀπάτην εἰς νοῦν ἔχοντας καὶ καρδίαν, λαμπροὺς ἀπέφηνε καὶ κατηυγασμένους, ἑωσφόρος οἷά τις, καὶ δικαιοσύνης ἥλιος ἀνίσχων αὐτοῖς, καὶ υἱοὺς ἀποφήνας, οὐκέτι νυκτὸς καὶ σκότους, φωτὸς δὲ μᾶλλον, καὶ μὴν καὶ ἡμέρας, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν. Ὅτι μὲν οὖν ἐξήγαγε λαὸν τυφλὸν, οὐδενὶ τῶν ὄντων ἀσυμφανές· ἀλλ᾽ ὥσπερ τινὸς τοῖς τοιοῖσδε λόγοις ἀντανισταμένου τε καὶ λέγοντος· Καίτοι καὶ εἰς δεῦρο κατίδοι τις ἂν τοὺς ὀφθαλμοὺς αὐτῶν ὡσαύτως τυφλοὺς, καὶ μὴν ὅτι κωφὰ τὰ ὦτα ἔχουσιν, ἀπολογεῖται λέγων· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Μόνον γὰρ οὐχὶ προφητείας, ὦ οὗτοι, δέχεσθε λόγους· οὔπω γε μὴν τῶν πραγμάτων ἐνέστηκε καιρός· πλὴν πάντῃ τε καὶ πάντως συναχθήσονται κατὰ καιροὺς πάντα τὰ ἔθνη. Τὸ γὰρ συνήχθησαν, ἀντὶ τοῦ, συναχθήσονται, φησὶν, ἔθους ὅντος τοιούτου τῇ θεοπνεύστῳ Γραφῇ.
Τὰ γὰρ πάντη τε καὶ πάντως ἐσόμενα, καὶ ὡς ἤδη γεγονότα τίθησιν ἔσθ᾽ ὅτε. Εἴρηται γοῦν ὡς ἐκ προσώπου Χριστοῦ διὰ μὲν τῆς Ἡσαΐου φωνῆς· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, ἀντὶ τοῦ, δώσω. Καὶ διά γε τοῦ Ψάλλοντος· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον,» ὅπερ καὶ γέγονεν ἐν καιρῷ τῆς· ἐπιδημίας. Οὐκοῦν ἐπισυναχθήσονται, φησὶ, πάντα τὰ ἔθνη, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ ἔσονται καὶ ἄρχοντες ἐξ αὐτῶν, τοῦτ᾽ ἔστι, λαῶν ἡγούμενοι, καὶ μυσταγωγοὶ, καὶ οἵ ποτε πλανώμενοι, καὶ ἐν σκότῳ κείμενοι βαθείᾳ, φωτὸς ἔσονται τοῦ θείου πρόξενοι τοῖς παρ᾽ αὐτῶν μυσταγωγουμένοις.
Ἔφη τι τοιοῦτον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ὁ Μελῳδός· «Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς.» Ὥσπερ γὰρ ἀμέτρητον καὶ βαθὺν ἠῤῥώστησε σκότον ἐν τῷ τῆς πλάνης καιρῷ, οὕτω πάλιν ὑπέρλαμπρος γέγονε, καὶ ὑπερφυῶς λελευκαμένη.
Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ θεσπέσιος Παῦλος· «Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» <Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν.> Διαμνημονεύσας ἄπαξ τῶν ἐθνῶν, ἤτοι τῶν διὰ πίστεως κεκλημένων εἰς ἐπίγνωσιν ἀληθείας, ἐξυφαίνει τινὰ τρόπον μυσταγωγίας αὐτοῖς, καταγορεύοντα μὲν οὐ μικρῶς τῆς τῶν δαιμονίων ἀπάτης, οὐδὲν δὲ οὖσαν παντελῶς τὴν εἰδώλων ποίησιν ἀποφαίνοντα· τὸ μὲν γὰρ εἰδέναι τὰ πάντα ἐξ ἀρχῆς μέχρι τέλους, πρέποι ἂν μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ. Πᾶσα γὰρ σύνεσις ἐξ αὐτοῦ, καὶ γνώσεως ἁπάσης ἐστὶ πηγὴ, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ σοφίας καὶ γνώσεως ἀπόκρυφοι, κατὰ τὸ γεγραμμένον. Εἰ δέ τις, καὶ τῶν ἐσομένων ἐσχηκὼς εὑρίσκεται γνῶσιν, ἐξ ἀποκαλύψεως τῆς παρ᾽ αὐτοῦ τὸ δῶρον ὁρᾶται λαβών.
Προσδιαλέγεται τοίνυν, ὡς ἔφην, τοῖς ἐξ ἐθνῶν, καὶ δὴ καί φησι· Πάντα μὲν ὑμῖν τὰ ἐσόμενα, καὶ ὅτι κληθήσεσθε μὲν κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας, διήγγελκά τε καὶ ἔφην ἐγώ· ἕτερος δὲ τίς ταῦτα ὑμῖν ἀπαγγελεῖ, ἤγουν ὁρᾶται διειρηκώς; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν. Ἐγὼ μὲν γὰρ, φησὶ, λελάληκα διὰ προφητῶν· προεκήρυξα τὰ ἐσόμενα κατὰ καιροὺς, δι᾽ ἀνδρῶν ἁγίων, καὶ ἔχω μάρτυρας τοῦ προειδέναι τὰ ἐσόμενα τοὺς ταῖς ἐμαῖς διακονησαμένους φωναῖς. Τίνες δ᾽ ἂν μαρτυρήσειαν τοῖς δαίμοσιν, ἤτοι τοῖς ἀψύχοις εἰδώλοις, ὡς εἰρηκόσι τοιοῦτον δι᾽ αὐτῶν; Πλεῖστοι μὲν γὰρ οἱ παρ᾽ Ἕλλησι λογάδες εἰσὶ καὶ ποιηταὶ, ἔφη δ᾽ ὅλως ἐξ αὐτῶν οὐδεὶς ὡς παρά γε τῶν ἰδίων θεῶν, ὅτι ταῦτα συμβήσεται κατὰ καιροὺς αὐτοῖς· οὔτε μὴν ἐπαθρήσαι τις ἂν προαπηγγελκότα τινὰ τῶν παρ᾽ Ἕλλησι σοφῶν, ὅτι τῆς πεπορισμένης αὐτῷ δόξης ἐκ πλεονεξίας ἐξωσθήσεται κατὰ καιροὺς ὁ Σατανᾶς, ἤγουν ὅτι καταφαιδρυνθήσεται διὰ πίστεως τῆς εἰς Χριστὸν ἡ ὑπ᾽ οὐρανὸν, καὶ κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν αὐτοῦ, εἴτ᾽ οὖν ὅτι τὸ τῆς εἰδωλολατρίας οἰχήσεται σκότος, καὶ κρατήσει τῆς ὑπ᾽ οὐρανὸν ἡ ἀλήθεια.
Ἀγαγέτωσαν τοίνυν τοὺς μάρτυρας αὐτῶν, καὶ δειξάτωσαν εἰπόντας ἀληθῆ. Κἂν ἢ τοῦτο γένοιτο, ἀκουσάτωσαν αὐτῶν, τοῦτ᾽ ἔστιν, ἀκολουθήτωσαν, καὶ συναινείτωσαν, ὅτι καὶ ἡ τῶν δαιμονίων ἀγέλη τὴν τῶν ἐσομένων γνῶσιν καταπλουτεῖ. Ἀλλ᾽ οὐδεὶς ὁ ἐκείνοις μαρτυρήσας ἐστὶν, οὔτε μὴν τῶν ἐσομένων ἐξαγγελεύς. Πεπλάνηνται δὴ οὖν ὁμολογουμένως οἱ θεοὺς εἶναι νομίσαντες αὐτούς· εἰσὶ γὰρ βέβηλοι, καὶ ἀπατεῶνες καὶ βωμολόχοι. <Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε, καὶ πιστεύητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί.
Καὶ ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται.> Εἰπὼν, ὅτι μαρτυρήσειεν ἂν οὐδὲν τοῖς ἀκαθάρτοις δαίμοσιν, ἤγουν τοῖς ἔργοις τῶν ἀνθρωπίνων χειρῶν τὸ εἰδέναι τὰ ἐσόμενα, τοῖς ἑαυτοῦ προφήταις προδιαλέγεται, καί φησιν· Γένεσθέ μοι μάρτυρες. Λελάληκα γὰρ δι᾽ ὑμῶν, καὶ τῶν ἐσομένων τὴν γνῶσιν, τὸ ἐμὸν ὑμῖν ἐνήστραψε Πνεῦμα. Οὐκοῦν τῆς ἐμαυτοῦ δόξης καὶ θεοπρεποῦς ὑπεροχῆς παροίσω μάρτυρας. Μαρτυρήσω δὲ ἐμαυτῷ, καὶ ὁ Παῖς ὃν ἐξελεξάμην. Ὅμοιον τούτῳ τὸ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν φωνῆς εἰρημένον πρὸς Ἰουδαίους· «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ καὶ ποῦ ὑπάγω.» Καὶ πάλιν· «Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Ἀξιόχρεως γὰρ ἡ Θεοῦ φωνὴ πρὸς πίστιν ὧν ἂν βούλοιτο λέγειν περὶ τῆς ἑαυτοῦ δόξης καὶ ὑπεροχῆς.
Ἕπεται δὲ κατὰ λόγον δεύτερον, καὶ ἡ παρὰ τῶν ἁγίων ψῆφος, καὶ σύνεσις ἀπονέμουσα αὐτῷ τὰ ὅσαπερ ἂν πρέποι τῇ πασῶν ἐπέκεινα φύσει. Διὰ τοῦτο μάρτυρας παραλαβὼν τοὺς ἁγίους προφήτας, ἐπὶ τὸ μεῖζον ἄνεισι καὶ ἀψευδὲς ὁμολογουμένως, ἑαυτὸν, φημὶ, καὶ τὸν ἴδιον Υἱόν. Ἀπόχρη γὰρ, ὡς ἔφην, εἰς πίστιν ἅπασαν τοῖς ἀρτίφροσιν ἡ Θεοῦ φωνή. «Ταυτὶ δὲ λελάληκα πρὸς ὑμᾶς, φησὶν, οὐ μάτην, ἀλλ᾽ ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί.» Διὰ γὰρ γνώσεως ἡ πίστις, διὰ δὲ τῆς πίστεως ἡ σύνεσις. Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε, φησί· πιστεύσητε δὲ ὅτι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Οὔτε γὰρ πρὸ αὐτοῦ Θεὸς ἦν ἕτερος, ἀλλὰ αὐτὸς ἡ πάντων ἀρχὴ καὶ παντὸς ἐπέκεινα νοῦ, καὶ μετ᾽ αὐτὸν οὐκ ἔσται. Μένει γὰρ ὁ αὐτὸς, καὶ ἀναλλοίωτον ἔχει τὴν φύσιν, καὶ ἀκράδαντον τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ διηνεκῆ βασιλείαν. Ὁ γὰρ ἀρχὴν οὐκ ἔχων τοῦ εἶναι, πρὸς ποῖον δραμεῖται τέλος; <Ἐγὼ Θεὸς, καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώζων.
Ἀνήγγειλα, καὶ ἔσωσα. Ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, ὅτι [al. ἕτι] ἀπ᾽ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς γε μὴν ἀποστρέψει;> Μαρτυρήσατε, φησὶν, ὅτι ἐγὼ μόνος ὁ τῶν ὅλων Θεὸς, οὐδενὸς πρὸ ἐμοῦ γεγονότος, οὔτε μὴν ἐσομένου μετ᾽ ἐμέ. Μόνος γάρ εἰμι ὁ σώζων ἐγὼ, καὶ τοῦτο ὑμῖν ἔκπαλαι προσήγγελκα, καὶ τὸ λαληθὲν ἤγαγον εἰς πέρας. Διέσωσα γὰρ ἐν Χριστῷ· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ἐπελανθάνοντο μὲν γὰρ κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ τῶν ἱερῶν θεσπισμάτων, τῶν διά γέ φημι τοῦ πανσόφου Μωσέως, καὶ φιλήδονοι μᾶλλον ἦσαν οἱ φιλόθεοι. Εἶτα ῥᾳθυμίας πραττόμενοι λόγους, κατεκινδύνευον ἔσθ᾽ ὅτε πολεμίων αὐτοῖς ἐπαφιεμένων. Ἀλλ᾽ ἐν τῷ τῆς θλίψεως καιρῷ τὸν ἀεὶ σώζοντα καλεῖν ἐπεχείρουν εἰς ἐπικουρίαν.
Καὶ τοῦτο αὐτοῖς ὠνείδισα, διὰ τῆς Ἱερεμίου φωνῆς λέγων· «Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· Ἀνάστα, καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; Εἰ ἀναστήσονται, καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;» Οὐκοῦν ὠνείδισα πλειστάκις ὑμῖν τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ μεμαθήκατε διὰ πείρας, ὅτι οὐκ ἦν ἐν ὑμῖν Θεὸς, ἀλλότριος δηλονότι. Σέσωκε γὰρ ὑμᾶς ἐκείνων οὐδείς. Εἰμὶ τοιγαροῦν μόνος ὁ σώζων ἐγώ. Διὸ δὴ μαρτυρήσατε, κἀγὼ δὲ μάρτυς ἐμαυτοῦ γενήσομαι, λέγει Κύριος ὁ Θεός. Ἤγουν κατ᾽ ἐκεῖνο· «Πᾶς οὖν ὅστις ὁμολογήσειεν ἂν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ.» Μαρτυρήσατε δὴ οὖν ὅτι ἐγὼ εἰμὶ ἔτι ἀπ᾽ ἀρχῆς, τοῦτ᾽ ἔστιν, ὁ ἀπ᾽ ἀρχῆς εἰς δεῦρο προαπαγγέλων τε τὰ ἐσόμενα, καὶ σώζειν ἀκονητὶ δυνάμενος τοὺς τὴν πρὸς ἐμὲ διψῶντας οἰκείωσιν.
Σώζων δὲ οὕτως, ὡς δύνασθαι παντελῶς οὐδένα τῶν ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν ἅπαξ προειλημμένον. Οὐκ ἔστι γὰρ ὁ ἐκ τῶν χειρῶν μου, φησὶν, ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Πεποίηκα γὰρ τὴν τῶν ἐθνῶν κλῆσιν, φησὶν, ἤτοι, σέσωκα τοὺς πλανωμένους. Καὶ τίς τοῦτο μεταβαλεῖ, ἤγουν μεταστήσει πρὸς τὸ μὴ οὕτως ἔχειν. Ὅτι γὰρ ἐκ τῆς τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάσει τοὺς παρ᾽ αὐτοῦ σεσωσμένους, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Τὰ πρόβατα, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.»
Τοῦτ᾽ ἔστιν ἐναργῶς τὸ γεγραμμένον· «Οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.» <Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται.> Διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων οὐκ ἀγεννῆ παραίνεσιν ἐξυφήνας τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ διαδείξας ὅτι μόνως ἔχει τῶν τε ἐν ἀρχαῖς, καὶ διὰ μέσου, καὶ τελευταίων τὴν γνῶσιν, καὶ μὴν ὅτι παρ᾽ αὐτὸν ἕτερος οὐδείς ἐστι παντελῶς ὁ διασῶσαι δυνάμενος, καὶ βεβαίαν ἐν αὐτοῖς διὰ τούτων ἐνιδρύσας τὴν πίστιν, μεθίστησι τοὺς λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ πειρᾶται πληροφορεῖν ὡς ἔστι παναλκὴς, καὶ θαυματουργὸς, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν αἱ τῶν πραγμάτων εἴκουσι φύσεις· ὑπηρετεῖ δὲ καὶ αὐτὰ τὰ τοῦ κόσμου στοιχεῖα, καὶ ὅπερ ἂν αὐτὸς ἐθελήσει, τουτὶ δὴ πάντως διαπεραίνεται, παρὰ πόδας κειμένου μηδενός.
Ἔδει γὰρ, ἔδει τοῖς ἐξ Ἰσραὴλ πλείστης τε ὅσης φωταγωγίας καὶ τῶν εἰς ἑδραιότητα νοῦ καθιστάντων αὐτοὺς παραινέσεών τε καὶ ὑπομνημοσυνῶν, ἐπεί τοι παρώλισθον ἐφ᾽ ἃ μὴ θέμις, καὶ θεοῖς ἐτέροις προσνεύσαντες, κατατεθύκασιν εἰδώλοις, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται· ποιεῖται τοίνυν αὐτοῖς τῶν ἐσομένων τὴν προαγόρευσιν, καὶ τὰς τῶν Βαβυλωνίων προεκκαλύπτει συμφορὰς, εὐτεχνέστατα λίαν, ὡς ἔσονται μὲν αὐτοὶ παρ᾽ ἐκείνων αἰχμάλωτοι προκαταδεικνύς· πείσονται δὲ ὅτι τὰ πάντων αἴσχιστα δι᾽ αὐτοὺς προαναφωνῶν, ὡς ἔφην. Ἐπειδὴ δὲ περὶ μεγίστων πραγμάτων ὁ πρὸς αὐτοὺς ἐγίγνετο λόγος, ἀναγκαίως τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπαράβλητον δόξαν, καὶ μὴν τῆς ἰσχύος τὴν ὑπερβολὴν καταδείκνυσι λέγων· Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος Ἰσραήλ. Ἵνα γὰρ εἰς ἀνάμνησιν αὐτοὺς ἀποκομίσῃ τῶν πάλαι, τῶν ἐπί γέ φημι τῇ λυτρώσει τῇ ἐξ Αἰγύπτου γενομένῃ, ὅτε καὶ πολλὴ τερατουργημάτων πληθὺς μεμαρτύρηκεν αὐτοῦ τῇ δόξῃ, διὰ τοῦτο Κύριον τὸν Θεὸν ἑαυτὸν ὀνομάσας, καὶ λυτρωτὴν εἶναι διεβεβαιώσατο. Καὶ ταυτὶ μὲν ἐν τούτοις. Τί δὲ δὴ τὸ ἐσόμενον; Ἕνεκεν ὑμῶν ἀποστελῶ, φησὶν, εἰς Βαβυλῶνα. Εἷλε μὲν γὰρ ὁ Βαβυλώνιος αἰχμάλωτον τὸν Ἰσραὴλ, καὶ τῆς ἐνεγκούσης ἐξαναστήσας, μᾶλλον δὲ κατεμπρήσας ἅπασαν τὴν τῶν Ἰουδαίων χώραν ὁμοῦ τῷ διαβοήτῳ ναῷ, μετέστησεν εἰς τὰ ὄρη Περσῶν τε καὶ Μήδων.
Ἐπειδὴ δὲ τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας ἑβδομηκοστὸν ἔτος διεπεραίνετο, κατηλέει Θεὸς αὐτοὺς, καὶ δὴ κατεξανίστησι τῶν Χαλδαίων Κῦρον τὸν Καμβύσου συνασπιζόντων Περσῶν καὶ Μήδων· οὗτοι κατὰ κράτος εἷλον τὴν τῶν Χαλδαίων, ἤτοι τὴν Βαβυλωνίων, καίτοι πάλαι δεδιότες αὐτοὺς, καὶ πλεονεκτοῦσαν αὐτῶν τὴν χεῖρα παραιτούμενοι. Ἔχει δὲ ἡ παράδοσις ὅτι τῶν μεγιστάνων ἐν αὐτῇ τινας ὁ Κῦρος ἑλὼν, εἶτα σιδήρῳ καταδεσμεύσας, διὰ τῆς Κασπίας θαλάσσης εἰς ἀβάτους καὶ ἀοικήτους ἐξέπεμψε χώρας. Κατεγήγερται δὲ τῶν Βαβυλωνίων ὁ Κῦρος Θεοῦ καταθήγοντος, καὶ τὸ δύνασθαι κρατεῖν ἐκνενεμηκότος αὐτῷ. Ἔφη γάρ που πρὸς αὐτὸν διὰ τῆς Ἡσαΐου φωνῆς· «Οὕτως λέγει Κύριος τῷ Χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη.» Καὶ πάλιν· «Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους, ἀνοίξω σοι.» Ἐπειδὴ γὰρ οἱ Βαβυλώνιοι κατὰ τῶν ἐξ Ἰσραὴλ δεινῷ καὶ ἀκράτῳ θυμῷ χρησάμενοι προσκεκρούκασι Θεῷ, διὰ τοῦτο δέδονται καὶ αὐτοὶ Πέρσαις τε καὶ Μήδοις, οἳ καὶ ἀφορήτοις ἀπανθρωπίαις ἐχρήσαντο κατ᾽ αὐτῶν. Εἴρηται γοῦν πρὸς τὴν Βαβυλῶνα δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.
Ὑμῶν τοίνυν ἕνεκα, φησὶν, ὦ Ἰσραὴλ, ἀποστελῶ εἰς Βαβυλῶνα, ἀποστελῶ δὲ τίνα; Ἢ πάντως που τὸν ἀοίδιμον Κῦρον, καὶ τὴν ὑπ᾽ αὐτῷ στρατιάν; Τὸ δὲ ἀποστελῶ τὸ ἐπιπέμψω δηλοῖ. Ἐπεγερῶ δὲ αὐτοῖς καὶ πάντας τοὺς πάλαι φεύγοντας, εἴκοντάς τε αὐτοῖς καὶ δεδιότας ὡς μαχητὰς, καὶ ἀλκιμωτέρους. Καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Ὡς γὰρ ἔφην φθάσας, καὶ αὐτοὶ μετῳκίσθησαν εἰς ἀπῳκισμένας καὶ ἀβάτους χώρας, τὴν καλουμένην Κασπίαν διαπλεύσαντες θάλασσαν. Ἰστέον δὲ ὅτι καὶ ἑτέρα φέρεται γραφή.
Χαλδαῖοι γὰρ, φησὶν, οὐκ ἐν πλοίοις μᾶλλον, ἀλλ᾽ ἐν κλοιοῖς δεθήσονται. Σέσωκε δὲ καὶ νοητῶς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τὰ τῶν δαιμονίων καταργήσας στίφη, καὶ τὴν ἄμαχον αὐτοῦ καὶ ὑπερφυᾶ δύναμιν κατεξαναστήσας αὐτῶν, τοῦτ᾽ ἔστι Χριστόν. Οὕτω γὰρ ἡμᾶς αἰχμαλώτους ὄντας ἐλυτρώσατο, καὶ τοῖς ἐκείνου θελήμασιν οἱονεὶ θητεύοντας ἀπέφηνεν ἐλευθέρους, καὶ ὡς ἐκ βαρβάρου γῆς ἀποστάσας ἐπανήγαγεν εἰς τὴν νοητὴν Ἰουδαίαν, ἥτις ἐστὶν ἡ Ἐκκλησία ἣν αὐτὸς αὐτῷ περιεποιήσατο, κηλίδος ἁπάσης ἀπαλλάξας καὶ μολυσμῶν, ἁγίαν τε καὶ ἄμωμον ἀποφήνας. <Ἐγὼ Κύριος, ὁ Θεὸς ὑμῶν, ὁ ἅγιος, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν.> Τὰ μεγάλα καὶ ἐξαίρετα τῶν πραγμάτων καὶ ἀπιστεῖται πολλάκις, ὅταν ἔσεσθαι προαγγέλλωνται.
Ταύτῃτοι καὶ σφόδρα εἰκότως ὁ τῶν ὅλων Θεὸς, ὅτε τι τοιοῦτον ἐπαγγέλλεται, πρὸς πίστιν τοῦ ἀκροωμένου τὴν ἑαυτοῦ δόξαν ἐμφανῆ καθιστὰς, Κύριόν τε τῶν ὅλων καὶ Θεὸν ἑαυτὸν ὀνομάζει. Τί δ᾽ ἂν γένοιτο τὸ ἀντιστατοῦν τό γε οὕτως ἔχοντι φύσεώς τε καὶ δόξης; Ὅταν τοίνυν ὑμῖν προαγορεύσω, φησὶν, οὐ καθ᾽ ἕνα καὶ αὐτός εἰμι τῶν ψευδωνύμων θεῶν, οἳ μηδὲν ὄντες παντελῶς, οὐδ᾽ ἂν ἐργάσαιντό τι μικρὸν ἢ μέγα· εἰμὶ δὲ μᾶλλον Κύριος ὁ Θεὸς, ὁ ἐν ὑμῖν ἅγιος, τοῦτ᾽ ἔστι, σεπτὸς, καὶ τῶν ἄλλων ἁπάντων ἐξῃρημένος, καὶ ἀμάχοις νεύμασιν ἃ ἂν βούλωμαι κατορθῶν. Εἰμὶ δὲ ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τοῦτο διχῆ νοητέον· ἢ γὰρ ἐκεῖνο φησίν· Ὡς ἐγώ εἰμι ὁ καταδείξας ἐμαυτὸν διὰ πολλῶν σημείων, καὶ τῆς ὑπὲρ λόγον ἀλκῆς τε καὶ ἐξουσίας βασιλέα ὑμῶν· ἤγουν ἕτερόν τι διὰ τούτου καταδηλοῦν ὑποτοπητέον· Ἰσραὴλ καὶ μέν τοι καὶ Ἰακὼβ παρὰ ταῖς θείαις ὠνόμασται Γραφαῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καθάπερ ἀμέλει καὶ Δαβίδ· διά τοι τὸ ἐκ σπέρματος εἶναι κατὰ σάρκα τῶν ὠνομασμένων.
Εἰμὶ τοιγαροῦν, φησὶν, ἐγὼ ὁ καταδείξας τὸν ἐξ αἵματος Ἰακώβ τε καὶ Ἰσραὴλ βασιλέα ὑμῶν. Πλείστην δὲ ὅσην ἔχει τὴν οἰκονομίαν ὁ λόγος. Ἐπειδὴ γὰρ λυτρώσεως μερικῆς ἐποιήσατο μνήμην· ἀνεκομίσθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν, ἀναγκαίως ἐπὶ τὸ μεῖζον ἀσυγκρίτως ἀναβιβάζει τὴν ὑπόσχεσιν, καὶ διαμέμνηται λυτρώσεως τῆς ἐσομένης διὰ Χριστοῦ, καὶ οὐ μερικῆς ἔτι, καὶ ὡς ἐπ᾽ ἔθνους ἑνὸς, καθὰ καὶ πάλαι, γενικώτερον δὲ μᾶλλον καὶ κατὰ παντὸς ἰούσης τῆς ὑπ᾽ οὐρανόν.
Ὅτι δὲ οὐκ ἀθαύμαστον τοῦ Χριστοῦ τὸ μυστήριον διὰ τὴν τῆς οἰκονομίας ὑπερβολὴν, καὶ τὸ τῆς εἰς ἡμᾶς ἡμερότητος μέγεθος, ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν γε ἅπαξ εἰδότων αὐτό. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ὁ Μονογενὴς, καθίκετο μὲν εἰς κένωσιν, ἔλαβε δὲ δούλου μορφὴν, ἵνα τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλάξας τοὺς ὑπ᾽ αὐτῷ κειμένους, τοῖς ἰδίοις ὑπαγάγῃ σκήπτροις Μέμνηται δὴ οὖν ὁ λόγος ἐν τούτοις, ὡς ἐσομένης κατὰ καιροὺς λυτρώσεως μερικῆς, ἢ μόνοις δέδοται τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ καθόλου, καὶ γενικωτάτης, διὰ Χριστοῦ δηλονότι, δι᾽ ἧς σέσωκεν ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἀνὰ πᾶσαν τὴν οἰκουμένην. <Οὕτω λέγει Κύριος· Ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, ὁ ἐξαγαγὼν ἅρματα, καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν. Ἀλλ᾽ ἐκοιμήθησαν, καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον.> Τὰ χρηστὰ καὶ ὀνησιφόρα, κἂν πλειστάκις λαλεῖται παρά τε Θεοῦ καὶ ἀνθρώπων, ὀχληρὰ μὲν οὐδαμῶς εἶεν ἂν τοῖς ἀρτίφροσιν, ἀναγκαῖα δὲ μᾶλλον εἰς σωτηρίαν. Ταύτῃτοι καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισί· «Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.»
Ἐπειδὴ γὰρ ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας ὁ ἀνθρώπινος νοῦς καταφθείρεται πρὸς λήθην ἔσθ᾽ ὅτε τῶν δεδωρημένων ἑκάστῳ παρὰ Θεοῦ, διὰ τοῦτο πρὸς ἀνάμνησιν αὐτῶν ἀναβιβάζει πλεισταχοῦ θεῖος ἡμᾶς λόγος, οὐκ ἐῶν εἰσάπαν ἀποψύχεσθαι πρὸς τὸ ῥᾴθυμον, ἀναζωπυρῶν δὲ μᾶλλον εἰς φιλοθείαν, καὶ εἰς παντὸς ἔφεσιν ἀγαθοῦ. Οὐκοῦν ἐπειδήπερ λελύτρωται ὁ Ἰσραὴλ, πλείστων ὅσων ὑπὲρ αὐτοῦ παραδόξως τετελεσμένων, εἶτα τούτων ἀμνημονήσαντες ἐτράποντο πρὸς ἀπόστασιν, καὶ τοῖς οὐκ οὖσι θεοῖς προσνενεύκασιν, ἀναγκαίως αὐτοὺς πρὸς ἀνάμνησιν τῆς ἑαυτοῦ δυνάμεως ἀνακομίζει Θεὸς, δεδωκέναι λέγων ὁδὸν ἐν θαλάσσῃ, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Διεβιβάσθησαν γὰρ διὰ θαλάσσης μέσης τῆς Αἰγυπτίων ἀπαίροντες χώρας, διέβησαν δὲ καὶ ποδὶ τὸν Ἰορδάνην. Καὶ ταύτην εἶναί φαμεν τὴν ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ἃ δὴ καὶ θαυμάσας ὁ θεσπέσιος ψάλλει Δαβίδ· «Τί ἐστί σοι, θάλασσα ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;» Καὶ πάλιν περὶ Θεοῦ λέγων· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί.» Οὐκοῦν δέδωκεν ἐν θαλάττῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ἐξήγαγε δὲ, καὶ ἅρματα, καὶ ἵππον, καὶ ὄχλον ἰσχυρόν. Κατεδίωξε μὲν γὰρ ὁ Φαραὼ τοὺς ἐξ αἵματος Ἰσραὴλ ἐν ἅρμασί τε καὶ ἵπποις, καὶ δυσαντήτῳ χρώμενος τῇ τῶν συνασπιζόντων χειρὶ, πλὴν κατ᾽ οὐδένα τρόπον νενίκηκε, ἤτουν ἠδίκησε τοὺς λελυτρωμένους.
Ἐκοιμήθηκσαν γὰρ, καὶ οὐκ ἀναστήσονται, φησὶν, ἀλλ᾽ ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον. Ἐναπεπνίγησαν γὰρ τοῖς ὕδασιν, ἵπποις τε ὁμοῦ καὶ διολώλασι, καὶ ὡς εὐκατάπρηστον λῖνον ὑπὸ θείας ὀργῆς δεδαπάνηνται, καὶ κατεσβέσθησαν ἀμογητὶ, τοῦτ᾽ ἔστι, κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ οἷον ἀποτετέφρωνται. Τὸ γάρ τοι λῖνον πυρὶ μὲν ἕτοιμον εἰς ἀφανισμὸν, σβέννυται δὲ καὶ χειρὸς ἁφῇ, καὶ ἀδρανεστάτην ὠδίνει φλόγα. Εἰ δὲ δή τις λέγοι, Τοῦ τῆς Αἰγυπτίων ἐξάρχοντος γῆς ἰδία βουλήσει κατατρέχοντες τοῦ Ἰσραὴλ, πῶς αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐξαγαγεῖν λέγεται τοὺς ἵππους, καὶ ἅρματα, καὶ τὸν ὑπ᾽ ἐκείνων στρατόν; Φαμὲν ὅτι εἴρηται πρὸς Φαραὼ παρὰ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Καὶ ταυτὶ μὴν εἰρήσθω πάλιν ἱστορικῶς.
Φαμὲν δὲ ὅτι τοὺς εὖ βιοῦν ᾑρημένους, καὶ τὴν ὑπὸ τῷ διαβόλῳ δουλείαν παραιτουμένους, ἀποφοιτῶντάς τε τῶν περὶ γῆν σπουδασμάτων, καὶ οἷον ἀπαίρειν ἐθέλοντας πάσης ἀκαθαρσίας, διώκει μὲν ὁ πονηρὸς, σώζει δὲ παραδόξως Θεὸς, βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ ἀφράστῳ δυνάμει διαβιβάζων αὐτοὺς, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς οὐκ ἐφιεὶς ἐπικλύζειν αὐτοὺς, ἀλλ᾽ ἐπέκεινα σαρκικῶν κυμάτων γενέσθαι παρασκευάζων, ἐξημερῶν δὲ ὥσπερ τινὰ θάλασσαν αὐτοῖς τοὺς πολυτρόπως συμβαίνοντας πειρασμούς· ἵνα ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ, τοῦτ᾽ ἔστιν, ἐν καταστάσει νοῦ καθαρᾷ καὶ σχολαίᾳ φαγεῖν τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ πιεῖν ὕδωρ ἐκ πέτρας, τοῦτ᾽ ἔστιν, ἐν μεθέξει γενέσθαι Χριστοῦ, διαβιβασθῆναί τε τὸν Ἰορδάνην, οὕτω τε εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλάσαι, συνήσει πάντως ὁ πνευματικὸς ὅ φημι. <Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἰδοὺ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε. Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς.
Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην, τὰς ἀρετάς μου καὶ κατορθώματα διηγεῖσθαι.> Ὥσπερ ἐν τοῖς ἀνόπιν βραχὺ μερικὴν οὖσαν τὴν ἐσομένην λύτρωσιν τοῖς ἐξ Ἰσραὴλ, παρετίθει μὲν εἰς γνῶσιν αὐτοῖς, ἀναβιβάζων δὲ τῶν πραγμάτων τὴν ἀφήγησιν ἐπὶ τὸ ἄμεινον, ἀσυγκρίτως τῆς διὰ Χριστοῦ σωτηρίας ἐποιεῖτο τὴν μνήμην, ἀναδεῖξαι λέγων ἡμῶν βασιλέα τὸν Ἰσραήλ· οὕτω κἀνθάδε διαμνημονεύσας χρησίμως τῆς τε Ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Ἰορδάνου ναμάτων, καὶ τοῦ διαβιβασμοῦ τῶν ἐξ Ἰσραὴλ, πάλιν ἐπάνεισιν ἐπὶ τὸ Χριστοῦ μυστήριον.
Διὰ τοῦτό φησι· Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἡ γὰρ τῶν ἀσυγκρίτως ὑπερκειμένων ἐπεισφορὰ, λήθῃ δίδωσιν ἔσθ᾽ ὅτε τὸ ἔλαττον, καὶ τὰ λαμπρὰ τῶν πραγμάτων ἀπαμβλύνουσί πως τὰ μὴ οὕτως ἔχοντα κατὰ φύσιν, κἂν προτερεύῃ κατὰ τὸν χρόνον. Τοιοῦτόν τι καὶ ὁ πάνσοφος Παῦλος, ὅτι «Νῦν μὲν γινώσκομεν ἐκ μέρους· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.» Μεγάλα μὲν γὰρ καὶ λόγου παντὸς ἐπέκεινα τὰ τετελεσμένα παρὰ Θεοῦ διὰ τοῦ πανσόφου Μωσέως, ὑπερφερῆ δὲ καὶ ἀνεστηκότα τὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος τε καὶ ὑπεροχῆς. Σέσωσται γὰρ δι᾽ αὐτοῦ, καὶ παρ᾽ αὐτοῦ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν ἡ πληθύς. Διὰ τοῦτο μονονουχὶ, καὶ ἐπιλανθάνεσθαι κελεύει τῶν πρώτων. Προσερεῖται [al. προσερείδεσθαι] δὲ μᾶλλον τὸν νοῦν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, καὶ λαμπρὰν ἔχουσι δόξαν. Ποιήσω τοίνυν, φησὶν, ἐν τῇ ἐρήμῳ ὁδόν. Νοεῖταί γε μὴν ἔρημος ἐν τούτοις, ἡ πάλαι ξηρὰ καὶ ἄκαρπος τῶν ἐθνῶν πληθὺς, καὶ οἷον ἀκανθοτόκος, διὰ τὸ εἶναι παντελῶς ἐν αὐτῇ μηδένα τὸν εὐσεβῆ, καὶ εὐδόκιμον, καὶ ἀγαθοεργεῖν εἰδότα σοφῶς. Ὡς γὰρ ὁ ψάλλων φησί· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.»
Ἐν ταύτῃ δὴ οὖν τῇ ἐρήμῳ πέφηνεν ὁδὸς ἀποφέρουσα τοὺς δι᾽ αὐτῆς ἐρχομένους πρὸς θεογνωσίαν τὴν ἀληθῆ, καὶ εἰς ἁγίαν καὶ ἀβέβηλον ζωὴν, καὶ εἰς πᾶσαν ἐπιστήμην ἀγαθοῦ παντὸς πράγματος. Φαμὲν δὲ εἶναι ταύτην τὴν ὁδὸν, ἢ τὸ θεῖόν τε καὶ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἢ τάχα που καὶ αὐτὸν τὸν Χριστόν. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι ἡ ὁδός.» Ἀλλ᾽ οὐχ ὁδὸς μόνη γέγονεν ἐν τῇ ἐρήμῳ, ἀνεδείχθησαν δὲ καὶ ποταμοὶ, νοητοῖς καὶ ψυχωφελέσι νάμασι καταμεθύσκειν εἰδότες τοὺς ἐν αὐτῇ. Φαμὲν δὲ εἶναι καὶ τούτους τοὺς τῶν εὐαγγελικῶν τε καὶ ἀποστολικῶν θεσπισμάτων ἱερουργοὺς, ὧν καὶ ὁ θεσπέσιος Δαβὶδ διαμνημονεύει λέγων· «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ὡς γὰρ αὐτός που πάλιν φησίν· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Πρὸς δέ γε τοῖς ὠνομασμένοις ποταμοῖς νοηθεῖεν ἂν καὶ οἱ λαῶν ἡγούμενοι, καὶ μυσταγωγεῖν εἰδότες ὀρθῶς τε καὶ ἀμωμήτως, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις κατάρδειν δυνάμενοι τοὺς προσιόντας Χριστῷ διὰ τῆς πίστεως. Ἄνυδρον δὲ τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν. Οὐ γὰρ ἦν παρ᾽ αὐτοῖς διδάσκαλος ἀληθείας, καὶ σωτηριῶδες ἔχων τὸ νάμα. «
Φάσκοντες γὰρ εἶναι σοφοὶ, ἐμωράνθησαν,» κατὰ τὴν τοῦ μακαρίου καὶ θεσπεσίου Παύλου φωνήν· «Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.» Ἀναδειχθείσης τοίνυν ὁδοῦ, φησὶν, ἐν ἐρήμῳ, καὶ λαβούσης τῆς ἀνύδρου ποταμοὺς, εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι γένος μου τὸ ἐκλεκτὸν, λαὸν ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι· καὶ θηρία μὲν ἀγροῦ δηλοῦν ἔοικε τοὺς ἐκ πολλῆς ἄγαν ἀμαθίας ἐκθηριωθέντας τρόπον τινὰ καὶ ζῶντας ἀγρίως. Ἔζη δὲ οὕτως τὰ ἔθνη. Σειρῆνας δὲ καὶ θυγατέρας στρουθῶν τοὺς εὐστομεῖν παρ᾽ αὐτοῖς εἰδότας φησὶ, καὶ ἐξησκημένους τὸ καλλιεπές. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ σειρῆνας ἀποκαλεῖν τὰ τῶν στρουθίων λαλίστατα, καὶ ἐμμελές τι καὶ εὔρυθμον ἀναφωνεῖν εἰωθότα. Γεγόνασι δέ πως τοιοῦτοι τῶν Ἑλλήνων δεισιδαιμονίας οἱ διδάσκαλοι, ποιηταί τε καὶ λογογράφοι. Ἔνεστι γὰρ αὐτοῖς τὸ ἡδύ τε καὶ εὔκομπον, τό γε ἧκον εἰς λόγους. Διδάσκουσί γε μὴν τῶν ἀναγκαίων οὐδέν. Ἀλλ᾽ οὗτοι πάντες δοξολογήσουσί με, φησὶν, ὡς ὕδωρ δόντα τὸ νοητὸν, καὶ ἀνύδρῳ δείξαντα ποταμούς. Ἵνα τὸ ἐκλεκτόν μου ποτίσωσι γένος· καὶ ποῖον τοῦτό ἐστιν, ἢ ἐκεῖνοί που πάντως, οἷς.
καὶ ὁ πάνσοφος Πέτρος προσπεφώνηκε λέγων· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ; <Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. Οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου. Οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβανωτῷ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ἀλλ᾽ ἐν ταῖς ἁμαρτίαις σου, πλημμελήμασί τε καὶ ἀδικίαις καὶ τοῖς τοιουτοτρόποις προέστην σου.> Διὰ τῶν ἤδη προεξητασμένων, ἤγουν προανεγνωσμένων, τῆς ἐν Χριστῷ διαθήκης καὶ τῶν παρ᾽ αὐτοῦ χαρισμάτων ἐποιεῖτο τὴν προαγόρευσιν. Ἔφη γὰρ ἐν ἐρήμῳ ποιήσειν ὁδὸν, καὶ ἐν ἀνύδρῳ ποταμούς· ταύτης ἕνεκα τῆς αἰτίας εὐλογηθήσεσθαι παρὰ πάντων τῶν θηρίων τοῦ ἀγροῦ· τρόπος δ᾽ ἂν νοοῖτο θυσίας νοητῆς ἡ δοξολογία, καὶ τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης καρπός. Ἐν δέ γε τοῖς προκειμένοις πληροφορεῖν πειρᾶται τὸν Ἰσραὴλ, ὅτι λελύτρωται μὲν ἐξ Αἰγύπτου, καὶ τῆς αὐτόσε θητείας ἐξῄρηται, καὶ τῶν οὕτως ἀνιαρῶν ἀπηλλάχθη πόνων, οὐχ ἵνα μόσχους αὐτῷ προσαγάγῃ, καὶ τὴν δι᾽ αἵματος καὶ καπνῶν ποιῆται πρόσοδον.
Ἀποβλήματα γὰρ τὰ τοιάδε παρὰ Θεῷ, καὶ σκιὰ μᾶλλόν εἰσιν ἢ ἀλήθεια.
Φησὶ τοίνυν Οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ. Τὸ δὲ νῦν, ἐκληπτέον, ἀντὶ τοῦ, οὐχ ὅτε θύεις, ἤγουν οὐκ ἐν τῷ βουθυτεῖν ὄντα καὶ μηλοσφαγεῖν κέκληκά σε, ἵνα μὴ ἄρα πως οἰηθῇς ἀντέκτισιν ὥσπερ τινὰ τῆς προσαγωγῆς ἐσχηκέναι τὴν λύτρωσιν, ἀλλ᾽ ὄντα σε μᾶλλον ἐν ἁμαρτίαις, καὶ μολυσμοῖς ἔνοχον, λελάτρευκας γὰρ τοῖς Αἰγυπτίων θεοῖς, φειδοῦς ἠξίωσα καὶ ἀγάπης. Ἡμερότητος οὖν ἄρα τὸ δῶρον, καὶ φιλανθρωπίας καρπὸς ἡ χάρις, καὶ ὡς ἐξ ἀγάπης ἡ λύτρωσις.
Οὐδὲν γὰρ, φησὶ, πρὸς ἐμὲ τὰ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὔτε μὴν ἐν ταῖς θυσίαις σου ἐδόξασάς με. Τὸ γὰρ ἀπαράδεκτον ὅλως καὶ εἰκῆ προσφερόμενον, πῶς ἂν εἰς δόξαν γένοιτο τὴν ἐμήν; Ἀλλ᾽ οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου. Ὁ μὲν γάρ τι τῶν ἀγαθῶν ἐπιτηδεύων, φησὶ, καὶ αὐχημάτων τῶν εἰς ἀρετὴν γενόμενος ἀποτελεστὴς, ὁ τοῖς ἐμοῖς νεύμασιν ὑποθεὶς τὸν αὐχένα, καὶ θεσπισμάτων τῶν ἱερῶν ἐργάτης, δουλεύειν ἂν λέγοιτο τῷ ἐπὶ πάντας Θεῷ. Ὁ δέ γε λιβανωτῷ τὴν ἁγίαν καπνίζων σκηνὴν, καὶ βοῦς προσάγων ἢ πρόβατα, ἢ τὶ τῶν ἀρίστων κατωρθωκὼς, τὴν τῆς γνησιότητος οὐκ ἀποίσεται δόξαν· Πέπραχε γὰρ ὅλως ὁ τοιοῦτος τῶν ἀρεσκόντων ἐμοὶ οὐδὲν, οὐκοῦν οὐκ ἔν γε τῷ θύειν τὸ δουλεύειν ἐστὶν, ἀλλ᾽ ἐν τῷ βουλεύεσθαι τρυφερόν τε καὶ οἷον ἀναφῆ τοῖς αὐτοῦ θελήμασιν ὑποφέρειν τὸν αὐχένα. Ὅσον γὰρ ἧκον, φησὶν, εἰς τὸ αὐτό μοι δοκοῦν, οὐκ ἂν ἔγκοπόν σε ἐποίησα ἐν λιβανωτῷ, οὐδ᾽ ἂν ἐκτήσω μοι ἀργυρίου θυμίαμα, ἀλλ᾽ οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ἔοικε τούτῳ τὸ δι᾽ ἑτέρου προφήτου πρὸς αὐτοὺς εἰρημένον· »Τὰ ὁλοκαυτώματα αὐτῶν ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συνάγετε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, περὶ ὁλοκαυτωμάτων, καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.»
Ἔφη που καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς προφήτης Ἱερεμίας· «Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με.» Καὶ μὴν, καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.» Ἀπόβλητον δὲ ποιεῖται πανταχοῦ τὴν ἐν σκιαῖς λατρείαν, ἀφιστὰς μὲν αὐτοὺς τῶν τύπων, συνελαύνων δὲ ὥσπερ εἰς δικαίωσιν τὴν ἐν Χριστῷ, καὶ τῆς εὐαγγελικῆς πολιτείας μεταποιεῖσθαι διδάσκων, δι᾽ ἧς ἂν γένοιτό τε καὶ μόνης τὸ εὐαρεστεῖν δύνασθαι τῷ Θεῷ, καὶ τὸ ἄμωμον ἀληθῶς καὶ εἰλικρινὲς εἰς λατρείαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. «Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» <Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Σὺ δὲ μνήσθητι καὶ κριθῶμεν. Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.> Ἄθρει δή μοι πάλιν, ὡς οὐ τῇ δυνάμει τῆς κατὰ νόμον λατρείας ἐκνενέμηκε Θεὸς τὸ ἀπαλλάττειν δύνασθαι τινὰς τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, καὶ ἀνόνητος ἐν τούτοις ἡ τοῦ νόμου σκιά.
Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Ἐπιστέλλει γοῦν, καί φησι περί τε αὐτοῦ, καὶ τῶν ἄλλων ἀποστόλων, ἤγουν τῶν πεπιστευκότων ἐκ περιτομῆς· «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» Μὴ τοίνυν, φησὶν, οἰηθῇς ὡς δυνήσῃ ποτὲ τῶν ἐκ φαυλότητος ἐγκλημάτων ἐλεύθερον ἀποφῆναι σαυτὸν διὰ θυσίας καὶ καπνῶν. Ἴσθι δὲ μᾶλλον ὅτι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.
Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀμνημονεῖν ἐθέλοντος τῶν ἡμετέρων αἰτιαμάτων. Σώζει γὰρ τοῦτο καὶ μόνον τοὺς ἐπὶ τῆς γῆς, ἀδρανῆ, καὶ εὐπαρακόμιστον τὴν διάνοιαν ἔχοντας πρὸς πᾶν ὁτιοῦν τῶν ἐκ νόμου διαβεβλημένων. Ἐπιμελῶς γὰρ, φησὶν, ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Ταύτῃ τοι, καὶ μάλα εἰκότως ὁ θεσπέσιος Δαβὶδ τῶν ἀνθρωπίνων ὀλισθημάτων διαμέμνηται λέγων· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι.» Κατοικτείρει μὲν οὖν ὁ τῶν ὅλων Θεὸς, καὶ δὴ καὶ αἰσίοις νεύμασι καὶ ἀμνηστίαις χρώμενος ταῖς θεοπρεπέσιν, ἔξω τίθησιν αἰτίας, καὶ ὀλισθημάτων τοὺς ἀλόντας αὐτοῖς. Πλὴν οὐκ ἐᾷ τοὺς ἠλεημένους τὴν τοῦ δικαιοῦντος αὐτοὺς εἰδέναι χάριν Ἐπωφελὲς δὲ τοῦτο καὶ διὰ σπουδῆς τοῖς ἁγίοις γεγονὸς εὑρήσομεν. Ψάλλει γοῦν καί φησιν ὁ μακάριος Δαβὶδ, ποτὲ μὲν, ὅτι «Τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός·» καὶ πάλιν, ὅτι «Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.» Ἐγὼ τοίνυν, φησὶν, ἀμνημονήσω μὲν τῶν αἰτιαμάτων.
Μέμνησό γε μὴν αὐτὸς, καὶ δὴ καὶ κριθῶμεν· Ὁμολόγει δὲ σὺ, καὶ βεβαίαν ἔχε τὴν ἀμνηστείαν. Γέγραπται γὰρ ὅτι, «Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Καὶ πάλιν· «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾽ ἁμαρτίαις σου.» Οὐ τετήρηκε τὴν τοιαύτην ἐντολὴν ὁ ὑπέροφρυς Φαρισαῖος, ὃν ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς ἵστησιν εὐχόμενον ὁ Σωτὴρ ἐν τῇ συναγωγῇ, εἶτα πολὺ νοσοῦντα τὸ ἀμαθὲς, καὶ ἐξ εἰκαίου φυσήματος λέγοντα· «Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὔκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα τὰ ὑπάρχοντά μοι.» Οὗτος οὐκ ἠνέσχετο λέγειν τὰς ἑαυτοῦ ἁμαρτίας.
Κατακέκριται δὴ οὖν ὡς ἀλαζών τε καὶ ψεύστης, καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου, καὶ πολλὰ πταίομεν ἅπαντες. Ἔγνω δὲ καὶ ὡμολόγει τὰς ἁμαρτίας ὁ τελώνης τὰς ἑαυτοῦ. Εἱστήκει γὰρ τύπτων τὸ στῆθος, καὶ λέγων· «Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.» Δεδικαίωται δὴ οὖν ὁμολογήσας τὰ ἡττήματα, καὶ τῆς ἐνούσης αὐτῷ βδελυρίας τὸν ῥύπον οὐκ ἀποκρύψας, ἵνα καθαρισθῇ. <Οἱ πατέρες ὑμῶν πρῶτοι, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἄγιά μου· καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.> Εἰπών· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι, συνεῖδεν ὅτι τάχα πού τινες τοῖς εἰρημένοις ἀνταναστήσονται, καὶ δὴ καὶ ἐροῦσιν· Εἰ τετίμηκας ἀμνηστείᾳ τὸν Ἰσραὴλ, εἰ γέγονεν ἐπ᾽ αὐτῷ πολλή τις ἄγαν ἡ γαληνότης, εἰ κεκάθαρται τῶν ῥύπων, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς μολυσμοὺς ἀπενίψατο, πῶς ἢ τίνων ἐξῄτηται δίκας τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενος· εἶτα δορύληπτος γεγονὼς, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, καὶ ὑπὸ χεῖρα καὶ ζυγὸν τῶν ᾑρηκότων γεγενημένος; Δέδοται γὰρ τοῖς ἐκ Βαβυλῶνος ἥκουσι μαχηταῖς. Ἀπολογεῖται δὴ οὖν τὸ, Κριθῶμεν, λέγων, καί φησιν, ὡς αὐτοὶ γεγόνασι, καὶ τούτου αἴτιοί τε καὶ πρόξενοι ταῖς σφῶν αὐτῶν κεφαλαῖς. Οἱ γὰρ πατέρες ὑμῶν, φησὶ, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ οὐχ ἁπλῶς αἰτιᾶται προγόνους πατέρας ἡμῖν ἐν τούτοις εἰπών.
Ἔοικε δὲ μᾶλλον βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν. Οἱ γάρ τοι πρὸς ἱερουργίαν ἐξειλεγμένοι σοφοί τε καὶ νομοΐστορες, καὶ παιδαγωγεῖν εἰωθότες τοὺς ὑπὸ χεῖρα λαοὺς, πατέρες ἂν λέγοιντο τῶν ὑπεζευγμένων, ἄρχοντές τε καὶ ἡγούμενοι. Ὅταν τοίνυν οὐκ ἐκ πληθύος τῆς ἀγελαίου πράττηταί τινα τῶν ἀτόπων, παρ᾽ ἐκείνων δὲ μᾶλλον οὓς ἦν εἰκὸς δύνασθαι καὶ τὰ τῶν ἑτέρων ἐπανορθοῦν, φορτικὸν τὸ χρῆμα, καὶ δυσδιάφυκτος ἡ δίκη, καὶ ὀφειλομένη λοιπὸν τοῖς ἠσεβηκόσι. Οὐκοῦν, οἱ ἐν τάξει πατέρων κείμενοι, φησὶ, καί τοι λαχόντες ἄρχειν ὑμῶν, ἠνόμησαν εἰς ἐμέ. Τὸ δὲ, εἰς ἐμὲ, λέγων, διαδείκνυσιν ὅτι οὐκ εἰς ἕνα τῶν καθ᾽ ἡμᾶς πέπρακται τὰ παρ᾽ ἐκείνων ἐκτόπως τε καὶ ἀνοσίως πεπλημμελημένα, ἀλλ᾽ εἰς αὐτὴν τὴν δόξαν τοῦ πάντων ἐπέκεινα Θεοῦ.
Οἷόν τί φημι· ὅταν μὲν γάρ τις ἀδικήσῃ τινὰς τῶν πέλας, ἢ πλεονεξίᾳ καὶ ὕβρει περιβαλὼν, ἤγουν καθ᾽ ἕτερόν τινα τρόπον, πλημμελεῖ μὲν, πλὴν εἰς ἄνθρωπον ὁμοφυᾶ, καὶ οὔτι που πρὸς Θεόν. Ὁ δέ γε τὴν ὑπ᾽ αὐτῷ λατρείαν διωθούμενος, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἑαυτὸν ὑποθεὶς καὶ προσκυνήσας αὐτοῖς, ἀνταίρει κατὰ Θεοῦ, καὶ τό γε ἧκον εἰς αὐτὸν τῶν τῆς θεότητος αὐτὸν ἐξίστησι θώκων, καὶ ἀποσαλεύειν πειρᾶται τῆς αὐτῷ καὶ μόνῳ πρεπούσης ὑπεροχῆς τε καὶ δόξης. Πεπράχασι δὲ τοῦτο κατὰ καιροὺς οἱ ἐξ Ἰσραήλ. Λελατρεύκασι μὲν γὰρ εἰδώλοις, καὶ δὴ καὶ ἐῤῤῶσθαι φράσαντες τοῖς ἱεροῖς θεσπίσμασι, σκληρὸν καὶ ἀγέρωχον ἀνατείνειν ἤθελον τῷ Θεῷ τὸν αὐχένα.
Αἰτιᾶται γοῦν αὐτοὺς, καί φησιν· Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἔστι Κύριος; Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ. Καὶ πάλιν· Ἵνα τί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ. Ἐμίαναν τοίνυν οἱ ἄρχοντες, φησὶ, τὰ ἅγιά μου. Τετολμήκασι γὰρ οὐκ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ τὰς τῶν δαιμονίων ἐγεῖραι στήλας, ἀλλὰ γὰρ καὶ ἐν αὐτῷ τῷ θείῳ ναῷ τοῦτο πεπραχότες ἀνοσίως ἁλοῖεν ἄν. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς περὶ τῆς Ἰουδαίων συναγωγῆς· Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; βδέλυγμα λέγων τὸ εἰς τύπον Θεοῦ τετεχνουργημένον ἄγαλμα καὶ εἰκόνα.
Μιαίνονται δὲ τὰ ἅγια καὶ καθ᾽ ἕτερον τρόπον, εἰ καταφρονοῖντο πρός τινων τὰ εἰς δόξαν Θεοῦ σεπτῶς καὶ ἁγίως ἐπιτελεῖσθαι προστεταγμένα, καὶ παρ᾽ οὐδὲν ἡγοῖντό τινες τῶν θείων αὐτοῦ νόμον τὴν παράβασιν. Οὐκοῦν ἐπειδήπερ οἱ πατέρες ὑμῶν, φησὶν, ἠνόμησαν εἰς ἐμὲ, ἐμίαναν δὲ καὶ οἱ ἄρχοντες τὰ ἅγιά μου, τοῦτο δέδωκα τοῖς ἐχθροῖς ὥστε ἀπολέσαι τὸν Ἰακὼβ, καὶ ὀνείδεσι τοῖς ἐπὶ τούτων περιβέβληκα τὸν Ἰσραήλ. <Νῦν δὲ ἄκουσον. παῖς μου Ἰακὼβ, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην.> Διαμνημονεύσας τῶν πρώτων, καὶ τὰς αἰτίας εὖ μάλα διειρηκὼς, ἐφ᾽ οἷς δέδοται πρὸς ἀπώλειάν τε καὶ ὀνειδισμὸν ὁ ἀποστάτης Ἰσραήλ· πάλιν αὐτοῖς ἀμνησικακίαν ἐπαγγέλλεται, καὶ ἀνακαινίζειν βούλεται πρὸς ὁλοτελῆ καὶ ἀμώμητον εὐπείθειαν αὐτούς.
Παρεὶς δὲ ὥσπερ τὸν τῆς ἀμαθίας καιρὸν, καθ᾽ ὃν ὁ φιλόθεος γεγονὼς, ὁ νόμον ἔχων πεφώραται, πάλιν ἕτερον αὐτοῖς ὁρίζει καιρὸν, τὸν Νῦν λέγων· ἐοικέναι τούτῳ φημὶ τὸ, «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.» Κατὰ μὲν γὰρ τὸν ἤδη παρῳχηκότα καιρὸν, φησὶ, πλείστη τε ὅση κατὰ σοῦ γέγονε καὶ δικαία που πάντως ἡ καταβοή· σεαυτὸν γὰρ καθῆκας εἰς ἀπόστασιν, προσκέκρουκας οὐ μετρίως παρωθούμενος τὸν παιδαγωγοῦντα νόμον, τραπόμενος δὲ πρὸς ἃ μὴ θέμις, καὶ τοῖς τῆς ἀπειθείας ἐγκλήμασι σεαυτὸν ἐνιείς. Ἀλλ᾽ ἐκεῖνα παρείσθω, φησί. Νῦν ἄκουσον, τοῦτ᾽ ἔστι, Κάθες τὸ φρόνημα τὸ ὑπέροφρυ. Γνῶθι τὸν σεαυτοῦ Δεσπότην· ὕπελθε τὸν τῆς εὐπειθείας ζυγὸν, ἐννοήσας ὅτι παῖς ὠνομάσθης ἐμός. Ἐποιησάμην δέ σε καὶ ἀπόλεκτον ἐκ πάντων, δηλονότι τῶν ἐθνῶν τῶν ὄντων ἐπὶ τῆς γῆς. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ἐντρέπει δὴ οὖν, καὶ οἷον ἐλέγχει παρανομήσαντας καὶ προσκρούσαντας οὐ μετρίως τοὺς ἐν τάξει τέκνων γεγονότας αὐτῷ, καὶ ἐν τῇ τῶν ἀπολέκτων μοίρᾳ κειμένους.
ΛΟΓΟΣ Βʹ. <Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας, Ἔτι βοηθήσῃ.> Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ τὴν ἀπόστασιν, καὶ τὸ ἀποφοιτῆσαι μὲν τῆς πρὸς αὐτὸν ἀγάπης, ἑαυτοὺς δὲ προσνεῖμαι τοῖς οὐκ οὖσι θεοῖς· ἔφη γὰρ, ὅτι Οἱ πατέρες ὑμῶν, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμὲ, καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου· οἰκονομικώτατα λίαν καὶ ταῦτα ἐπιφέρει· οὐκ ἐᾷ γὰρ ἀπενεχθῆναι πρὸς ἀπόστασιν, ἤτ᾽ οὖν ἀπόγνωσιν, οὔτε μὴν τῆς εἰς αὐτὸν ἐλπίδος εἰσάπαν ἀπολισθεῖν. Ἡμερότητα δὲ πάλιν αὐτοῖς ἐπαγγέλλεται, καὶ διὰ τῆς συνήθους ἀνακτᾶται φιλανθρωπίας, καὶ ἀνακομίζει πρὸς μετάγνωσιν. Καὶ δίδωσιν ἐννοεῖν, ὅτι μὴ εἰσάπαν ἀπεστράφη τοὺς ἡμαρτηκότας, οὔτε μὴν ὁλόῤῥιζος ὁ Ἰσραὴλ ἀπολεῖται, κατοικτείροντος αὐτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδὸν εὖ μάλα καταλεαίνοντος· ἑαυτὸν δὲ λέγων Κύριόν τε καὶ Θεὸν, ποιήσαντα καὶ πλάσαντα ἐκ κοιλίας, ὑπεμφαίνειν ἔοικεν, ὅτι καὶ πεπλάνηται τὸ τῆς θεότητος ὄνομα περιθεὶς ἑτέροις, καὶ τὴν τῆς κυριότητος δόξαν ἀνάψας ἀβούλως τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι δὲ καὶ οὐκ ἔγνω τὸν Ποιητὴν, καὶ τὸν παρενεγκόντα πρὸς ὕπαρξιν οὐκ ὄντα ποτὲ τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, ὑπεμφαίνει πάλιν, πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι διαβεβαιούμενος, καὶ οἷον ἀχαριστίας γραφόμενος τοὺς τῆς εἰς αὐτὸν ἀγάπης ἀποπηδήσαντας.
Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοῖς μὲν κατὰ σάρκα γονεῦσι τὰς ἀνωτάτω τιμὰς προσφέρεσθαι παρ᾽ ἡμῶν, νόμου τοῦ θείου καὶ τοῦτο βραβεύοντος, τὸν δέ γε τῶν ὅλων γενεσιουργὸν, μὴ οὐχὶ δὴ μᾶλλον ἐκείνων ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραίρεσθαι καὶ τιμᾶσθαι πρὸς ἡμῶν διὰ τῆς εἰσάπαν ὑποταγῆς. Τοιοῦτόν τί φησι καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Υἱὸς δοξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν αὐτοῦ κύριον. Καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἔστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ.» Ἐν ταυτῷ γάρ ἐστι, καὶ Κύριος μὲν ὡς ὑπὸ ζυγὰ καὶ δουλείαν ὅλην ἔχων τὴν κτίσιν.
Ἔφη γάρ που πρὸς αὐτὸν ὁ θεσπέσιος Μελῳδὸς, ὅτι «Τὰ σύμπαντα σά.» Πατὴρ δὲ δὴ πάλιν ὡς πλάστης, καὶ ποιητὴς, καὶ εἰς τὸ εἶναι παρενεγκών. Οὐκοῦν καθάπερ ἐν ὀφλήματος τάξει καταθετέον τῷ Θεῷ καὶ τὴν υἱοῖς πρέπουσαν ὑποταγὴν, καὶ τὸν ἁρμόττοντα τοῖς οἰκέταις φόβον. Ὅταν τοίνυν πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι λέγει Θεὸς, ἀναφέρει πρὸς ἐννοίας τοῦ χρῆναι τιμᾷν, ὡς καὶ αὐτοῦ τοῦ εἶναι γενόμενον χορηγὸν, καὶ τῆς ὑπάρξεως αἴτιον τοῖς οὐκ οὖσί ποτε. Λέγων δὲ τοῖς ἡμαρτηκόσι τὸ, Ἔτι βοηθήσῃ. δίδωσι θαῤῥεῖν ὅτι καίτοι πολλαῖς καὶ ἀφύκτοις αἰτίαις ἐνειλημμένοις ἡμερότητός τε καὶ φιλανθρωπίας τετήρηται λείψανον. Καὶ ἀπείρξῃ ἂν οὐδὲν τοῦ σώζεσθαι καὶ αὐτοὺς, εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ τοῖς παρ᾽ αὐτοῦ συμβαίνοντα νόμοις. <Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην. Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ. Καὶ ἕτερος ἐπιγράψει, Τοῦ Θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραήλ.> Ἔοικεν ἐν τούτοις Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομάζειν τὸν τῶν ἁγίων ἀποστόλων χορὸν ὡς ἑνὶ προσώπῳ νοούμενον.
Ἓν γὰρ πάντες εἰσὶν ἐν Χριστῷ. Ἄθρει γὰρ ὅπως ἠγαπημένον αὐτὸν καὶ ἀπόλεκτον εἶναί φησι, καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οὐκ ἂν πώποτε τοὺς τὴν εἰς αὐτὸν πίστιν ἠθετηκότας ὠνόμασεν ἀγαπητοὺς καὶ ἐξειλεγμένους. Ἐπειδὴ δὲ ἐξ αἵματος ὄντες Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ, σκεύη γεγόνασιν τίμια καὶ ἀπόλεκτα, καὶ κέκληνται πρὸς ἱερουργίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, δεῖν ᾠήθη ταῖς οὕτω λαμπραῖς στεφανῶσαι φωναῖς, ἅτε δὴ καὶ ἐσομένους ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ἐπέχοντας ζωῆς, καὶ τῆς ὑφ᾽ ἡλίῳ μυσταγωγούς. Μὴ φοβοῦ τοίνυν, φησὶ, τοῦτ᾽ ἔστιν, ἀνδρίζου, καὶ ἴσχυε, τληπαθές τε καὶ νεανικὸν ἔχε τὸ φρόνημα, καὶ τὰς τῶν διωκόντων ἐπαναστάσεις καταγελῶν, βεβαίαν ἔχε τὴν πίστιν ἐπὶ τῷ Θεῷ. Πλεῖστοι γὰρ ὅσοι τοῖς ἱεροῖς διαμάχονται κηρύγμασι, καὶ ἀνταναστήσεται πληθὺς ἀνοσία τοῖς παρ᾽ ὑμῶν ἀντιπράττουσα λόγοις. Ἀλλ᾽ ἔσο δειλίας ἀμείνων, φησὶν, ὄκνου τε καὶ ἀνανδρείας. Ἐγὼ γὰρ δώσω ὕδωρ τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἡδὺ μὲν γὰρ καὶ σωτήριον τοῖς ἐν τῇ διψάδι βαδίζουσι τὸ πηγαῖς ὑδάτων περιτυχεῖν. Τριπόθητόν τε, καὶ ἔτι μᾶλλον εἶναί φαμεν τοῖς κάμνουσι δι᾽ εὐσέβειαν τὸ τοῖς θείοις τε καὶ νοητοῖς κατάρδεσθαι νάμασιν, ἤτοι ταῖς διὰ τοῦ πνεύματος παρακλήσεσι, δι᾽ ὧν ἂν γένοιτο τὸν ἀνθρώπινον νοῦν ἀτονήσαντά πως βραχὺ ἀνηῤῥωθῆναι πρὸς εὐανδρείαν.
Ὕδωρ δὲ ἐν τούτοις, ὅπερ ὑπισχνεῖται τοῖς ἐν ἀνύδρῳ πορευομένοις χορηγήσειν Θεὸς, τὸ Πνεῦμά φαμεν εἶναι τὸ ἅγιον. Ἔφη γοῦν αὐτὸς ὁ Σωτὴρ, καθὼς εἶπεν ἡ Γραφή· «Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.» Διατρανῶν δὲ τῶν εἰρημένων τὴν δύναμιν ὁ πάνσοφος εὐαγγελιστὴς ἐπήνεγκεν εὐθύς· «Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Ζωοποιὸν μὲν γὰρ τὸ ὕδωρ ἐστὶ, καὶ ἀναβιβάζει πρὸς αὔξησιν φυτά τε καὶ χόρτους, ἀπομιμεῖται δέ πως τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, δι᾽ οὗ τὰ πάντα συνέστηκε πρὸς τὸ εὖ εἶναι διακρατούμενα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπίδοσιν ἡ νοητὴ κτίσις καταπλουτεῖ, καὶ οἷον ἀναπηδᾷ πρὸς αὔξησιν ἰοῦσα τὴν πνευματικήν. Ὅτι δὲ τὴν τοῦ ἁγίου Πνεύματος ζωοποιὸν δύναμιν καὶ ἐνέργειαν, τὴν δι᾽ αὐτοῦ παράκλησιν νοητὴν ὑπεμφαίνει τὸ τοῖς δι᾽ ἀνύδρου βαδίζουσιν ἐπαγγέλλεσθαι ὕδωρ σαφηνιεῖ τὸ ἐφεξῆς. Ἐπιθήσω γὰρ, φησὶ, τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Σπέρμα δὲ καὶ τέκνα τῶν ἁγίων ἀποστόλων εἶναί φαμεν τοὺς δι᾽ αὐτῶν κεκλημένους εἰς ἐπίγνωσιν ἀληθείας, καὶ εἰς ἀναγέννησιν τὴν πνευματικὴν, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς τούτους ἀναγεννῶσιν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος, καὶ δι᾽ αὐτοῦ τοῦ ἁγίου Πνεύματος ἐνεργείας.
Ἐπιστέλλει γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι᾽ αὐτοῦ κεκλημένοις, καί φησι· «Κἂν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας.» Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
Εὑρήσομεν δὲ πανταχοῦ τέκνα καλοῦντα τοὺς εἰς αὐτὸν δι᾽ αὐτῶν πιστεύσαντας. Ἐπιθήσω τοίνυν, φησὶ, τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Εὐλογίας δέ φαμεν τὰς ἐκ Θεοῦ τοῖς ἁγίοις χορηγουμένας, τῶν πνευματικῶν χαρισμάτων τὸ πολυειδές. ᾯ μὲν γὰρ δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, καὶ τὰ τούτοις ἑπόμενα. Γράφει δέ που καὶ ὁ πάνσοφος Παῦλος, ὅτι «Ἕκαστος ὑμῶν ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ.» Εἶτα ποία τις ἂν γένοιτο τῶν εὐλογιῶν ἡ ὄνησις, διεσάφησε προστιθεὶς, ὅτι Ἀνατελοῦσιν ὡς χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ.
Πόαι καὶ φυτὰ, ἅπερ ἐν χώροις εἶεν ἀνύδροις, βραδέως μὲν ὅλως ἀνίσχει, ἀνίσχοντα δὲ παραχρῆμα μαραίνεται. Εὐανθῆ δὲ λίαν τὰ οἷσπερ ἂν παρακέοιτο ναμάτων χύσις, καὶ ὑδάτων φορὰ συνέχουσα πρὸς τὸ ζῇν, ἀειθαλὲς δὲ φυτὸν τῆς ἰτέας τὸ χρῆμα, πηγαῖς τε καὶ ποταμοῖς ἀεὶ παραπεφυκός. Ἐκμεμεθυσμένοι δὴ οὖν, φησὶ, τοῖς νοητοῖς νάμασιν οἱ ταῦτα καταπλουτήσαντες, ὁμολογήσουσιν ὅτι μόνον ἴσασιν ἐμὲ, καὶ Θεὸν ἐπιγράψονται τὸν καλέσαντα αὐτούς. Λέγων δὲ, ὄτι οὗτος ἐρεῖ, ὅτι Τοῦ Θεοῦ εἰμὶ, καὶ οὗτος βοήσεται, καὶ ἕτερος ἐπιγράψει, τὴν τῶν ἐπ᾽ αὐτῶν τρεχόντων διὰ πίστεως τῆς ἐν Χριστῷ κατασημαίνει πληθύν.
Οὐ γὰρ κεκλήσεται λαὸς, ἅπασα δὲ μᾶλλον τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατά γε τὴν ὑφήλιον, καὶ πάντες ὁμολογήσουσιν, ὅτι γεγόνασι τοῦ Θεοῦ, καὶ αὐτὸν ἐπιγράψονται Σωτῆρα, καὶ Λυτρωτὴν, καὶ χρηματίζουσι λοιπὸν ἐπὶ τῷ ὀνόματι Ἰακὼβ, τοῦτ᾽ ἔστιν, ὅτι σχοίνισμα, καὶ κλῆρός εἰσι τοῦ Θεοῦ. Ἐγενήθη γὰρ, φησὶ, λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Καυχώμεθα δὲ οἱ πιστεύσαντες ἐπὶ τῷ γενέσθαι Θεοῦ κλῆρος, καὶ μερὶς τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ. <Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ᾽ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. Μὴ παρακαλύπτεσθε, καὶ ἀπήγγειλα ὑμῖν.> Τῆς ἐν Χριστῷ γνώσεως διὰ τῶν ἀρτίως ἡμῖν ἀναγνώσεων ποιησάμενος μνήμην, μεθίστησι τὸν λόγον ἐφ᾽ ἕτερόν τι τῶν ἀναγκαίων. Ἐπειδὴ γὰρ κατ᾽ ἐκεῖνο καιροῦ, καθ᾽ ὃν ὁ θεσπέσιος προφήτης Ἡσαΐας τοὺς περὶ τῶν τοιούτων ἡμῖν συνετίθει λόγους, βασιλεύοντος παρ᾽ αὐτοῖς θεομισοῦς, καὶ ἐν ἀφορήτοις γέγονεν ὀλισθήμασιν.
Ἦν γὰρ ἑκάστῳ τὸ δοκοῦν θεὸς καὶ σέβας· ἀναγκαίαν αὐτοῖς τὴν παραίνεσιν εὐφυεστάτοις ἐλέγχοις ἐγκεκλωσμένην ποιεῖται Θεός· μεθιστὰς μὲν αὐτοὺς τῆς πολυθεΐας, καὶ τῶν ἐν τούτοις ἀῤῥωστημάτων· προσκαλούμενος δὲ διὰ μεταγνώσεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ τῆς αὐτοῦ δόξης, καὶ ἀσυγκρίτου δυνάμεως ἀνακομίζων εἰς ἀνάμνησιν. Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύριος ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.