Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Δ', Λόγος Β'
Ο Θεός ως άναρχος Δημιουργός, η αφροσύνη των κατασκευαστών ειδώλων και η προφητεία για τον Κύρο ως όργανο της θείας πρόνοιας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Δ', Λόγος Β'
Ο Θεός ως άναρχος Δημιουργός, η αφροσύνη των κατασκευαστών ειδώλων και η προφητεία για τον Κύρο ως όργανο της θείας πρόνοιας.
Ὅτι γὰρ Θεός ἐστι καὶ τῶν δυνάμεων Κύριος, εἰδέναι βούλεται, καὶ καθάπερ ἐκ μέθης ἀνενεγκόντας ἰδεῖν, ὅτι καὶ τῆς Αἰγυπτίων πλεονεξίας ἐξῄρηνται, θαυματουργοῦντος αὐτοῦ, καὶ τῆς ἐνούσης αὐτῷ δυνάμεως, καὶ ὑπεροχῆς τὸ μέγεθος ἐμφανίζοντος.
Τί γὰρ οὐ πέπρακται τῶν τεθαυμασμένων; Ποία δὲ τοῖς πλεονεκτοῦσιν αὐτοὺς οὐκ ἐπηνέχθη πληγή; Ἢ πῶς τῆς ἀφράστου δυνάμεως αὐτοῦ οὐκ ἂν γένοιτο σαφὴς ἀπόδειξις, τὸ διαστῆναι μὲν θάλασσαν, παγῆναι δὲ καὶ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ διὰ μέσων ἰέναι τοὺς φεύγοντας; Τί δὲ δὴ τὰ ἐν τῇ ἐρήμῳ μετὰ τοῦτο θαυματουργήματα; Οὐκ ἄρτον αὐτοῖς ἔδωκε τὸν ἐξ οὐρανοῦ; Οὐ διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ; καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα; οὐ τοῖς Ἰορδάνου νάμασιν οἷά τινα χαλινὸν ἐπιθεὶς, ποδὶ παρεσκεύασε παρελθεῖν;
Ἀναγκαίως τοίνυν, οὐχ ἁπλῶς Κύριόν τε καὶ Θεὸν ἐν τούτοις ἑαυτὸν ἀποκαλεῖ· προσεπήγαγε δὲ, ὅτι Καὶ ῥυσάμενος αὐτὸν, εἰς ἀνάμνησιν ἀνακομίζων, ὡς ἔφην, τῶν δι᾽ αὐτὸν παραδόξως τετελεσμένων. Ἴσθι δὴ οὖν, φησὶν, ὅτι Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἦν Θεός.
Ἀρχὴ γὰρ τῶν ὅλων Θεὸς, ἄναρχος ὣν αὐτὸς, καὶ παρ᾽ αὐτοῦ πάντα παρήχθη πρὸς γένεσιν· αὐτὸς μὲν οὖν γέγονεν ὑπ᾽ οὐδενὸς, ἀλλ᾽ ἔστιν ὤν τε καὶ ἐσόμενος. Τοῦτο γὰρ ὄνομα αὐτῷ, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς. Οὔτε τοίνυν πρὸ αὐτοῦ Θεὸς ἕτερος ἦν, οὔτε τις ἔσται μετ᾽ αὐτόν. Εἷς γὰρ φύσει Θεὸς, καὶ ἕτερος παρ᾽ αὐτὸν οὐδείς. Χρησιμωτάτη δὲ λίαν ἡ παραίνεσις τοῖς ἀρνησαμένοις αὐτὸν, καὶ ἐκ πολλῆς ἄγαν ἀσυνεσίας ὠλισθηκόσιν εἴς γε τὸ οἴεσθαι θεοὺς εἶναι πολλούς. Ὅτι δὲ κατ᾽ αὐτὸν οὐδεὶς ἤγουν ἕτερος ἐπ᾽ αὐτῷ καταλογισθῆναι, διαδείκνυσι λέγων· Τίς ὥσπερ ἐγώ; Ποῖος ἄρα τοῖς παρ᾽ ὑμῶν ὑπονοηθεῖσι θεοῖς, ἤγουν ἀσυνέτως ὠνομασμένοις, κατὰ τὴν ἐμὴν ἔσται δόξαν τε καὶ δύναμιν; Ἐκ ποίας ἄρα μεγαλουργίας θεοὺς αὐτοὺς εἶναι πεπιστεύκατε; Στήτω τις, εἴπερ ἐστὶ κατ᾽ ἐμέ. Ἑτοιμασάτω τις τὸν ἰσόῤῥοπον ἔχοντα φύσιν, ἢ κατ᾽ ἰσχὺν ἢ δόξαν. Καλεσάτωσαν οὓς ἂν ἕλοιντο τῶν ψευδωνύμων θεῶν, ἀφ᾽ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Ἐκτισάμην γὰρ, φησὶν, οὐρανοὺς, καὶ τὰ ἐν αὐτοῖς, ἀναριθμήτων ἁγίων πνευμάτων ἀγέλας προσκυνούσας ἔχων καὶ λατρευούσας ἐμοὶ, πλὴν ἀφ᾽ οὗ πεποίηκα τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐν τοῖς ἐφεξῆς, τοῦτ᾽ ἔστιν, εἰς τὸν αἰῶνα, δειξάτω μοί τις τὸν κατ᾽ ἐμέ.
Λέγων δὲ πάλιν τὸ, Ἀφ᾽ οὗ ἐποίησα ἄνθρωπον, ἑαυτὸν μὲν δείκνυσιν ὄντα δημιουργὸν, τοὺς δὲ ψευδωνύμους θεοὺς οὐδὲν ὄντας παντελῶς. Τίνα γὰρ τῶν προσκυνούντων αὐτοὺς εἰς τὸ εἶναι παρήνεγκαν; πλὴν δημιουργὸς ἐγὼ ὑπάρχων γνωρίζομαι, καὶ κτίστης τῶν ὅλων, καὶ ἁπάντων ἔχων τὴν γνῶσιν. Ἐρευνήσατε τοῦτο παρὰ τοῖς παρ᾽ ὑμῶν ῥηθεῖσι θεοῖς, τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. Θεῷ γὰρ κατὰ φύσιν πρέποι ἂν τὸ πᾶσαν ἔχειν τὴν γνῶσιν τῶν τε ἤδη παρῳχηκότων, καὶ τῶν ἐσομένων. Εἰ δὲ οὐδεὶς ἐν τοῖς ψευδωνύμοις θεοῖς τοῦτο λαχὼν εὑρίσκεται, ἀσυμφανὲς, ὅτι οἱ τὴν Θεοῦ γνῶσιν οὐκ ἔχοντες, οὐκ ἂν εἶεν θεοί. Μὴ παρακαλύπτεσθε, ἀντὶ τοῦ, Μὴ σιωπᾶτε, μηδὲ ἀποπροσποιεῖσθε. <Οὐκ ἀπαρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν;> Ὡς γὰρ ὑπάρχων φύσει Θεὸς, καὶ πάντα εἰδὼς τὰ ἐσόμενα, καὶ τὰ ἤδη προγεγενημένα, προαπήγγειλα ὑμῖν διὰ προφητῶν ἁγίων διὰ τοῦ πανσόφου Μωσέως.
Ἐξεκάλυψα γὰρ τὸ Χριστοῦ μυστήριον, καὶ οὐδὲν ἐστὶν ὧν ἦν ἀκόλουθον καταφανῆ καὶ ἡμῖν αὐτοῖς γενέσθαι τὴν γνῶσιν, ὃ μὴ προαπήγγελται παρ᾽ ἐμοῦ. Οὐκοῦν ἐκεῖνοι μὲν οὐ θεοὶ, τῶν ἐοικότων Θεῷ λαχόντες οὐδέν. Ἐγὼ δέ εἰμι κατὰ φύσιν, ὅπερ εἶναι πεπίστευμαι Θεὸς, δῆλον δὲ ὅτι τῶν ὅλων, καὶ γένεσιν ἔχων θεοπρεπῆ. Μυσταγωγεῖ τοιγαροῦν ὁ λόγος τοὺς τῆς ἀληθοῦς θεοπτίας ἀπενηνεγμένους, καὶ ἀψύχοις εἰδώλοις προσνεύσαντας, καὶ τῷ ξύλῳ λέγοντας· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με.» <Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ.> Ἀποφέρει πάλιν εἰς ἀνάμνησιν τῆς ἐπιδειχθείσης αὐτοῖς δυνάμεώς τε καὶ ἐξουσίας, ἥπερ ἂν πρέποι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καὶ τῶν ὅλων Κυρίῳ, ὅτε τῆς Αἰγυπτίων ἐκλελύτρωνται γῆς. Τότε γὰρ τότε συνωπλίζετο τῷ Δεσπότῃ καὶ ἡ κτίσις αὐτὴ, καὶ τῆς τῶν πλεονεκτούντων αὐτοὺς κατεξανέστη σκαιότητος, στοιχείων γὰρ ἐπράττοντο μεταβολαῖς [ἴσ. μεταβολαί].
Μετεσκευάζετο γὰρ εἰς αἷμα τὸ ὕδωρ, τριήμερός τε καὶ βαθὺς ἐξετείνετο σκότος. Κατηφίει δὲ αὐτῶν καὶ χαλάζας ὁ οὐρανὸς, σκνίπες τε καὶ βάτραχοι, καὶ κυνόμια, καὶ ὁ τῶν πρωτοτόκων θάνατος ἐπενήνεκται, καὶ διέβησαν δὲ διὰ θαλάσσης μέσης.
Ἐπειδὴ δὲ εἰς τὴν τῆς ἐπαγγελίας ἐπέδραμον γῆν, νενικήκασιν ἔθνη πολλά τε καὶ εὐσθενέστερα τῆς ἐνούσης αὐτοῖς ἰσχύος, καὶ δεινοὶ γεγόνασι, καὶ δυσάντητοι τοῖς τε ὁμόροις τῶν ἐθνῶν, καὶ τοῖς ἕτι μακρὰν ἀπόβλεπτοί τε καὶ διαβόητοι. Οὐκοῦν οὐχ ἕτεροι μᾶλλον εἰδεῖεν ἂν, ἀλλ᾽ ὑμεῖς αὐτοὶ τὰ καθ᾽ ὑμᾶς αὐτοὺς, τίς ὁ ταῦτα κατορθώσας, τίς δὲ ὁ τὴν κτίσιν σύνοπλον ἔχων ἐν τοῖς καθ᾽ ὑμᾶς τίς ὁ συνθραύσας ἐχθρῶν δυνάμεις, καὶ ταῖς κατὰ πάντων ὑμᾶς στεφανῶν εὐανδρείαις· ὑμεῖς ἐστε τῆς ἐμῆς ὑπεροχῆς οἱ μάρτυρες, εἴπερ ἕλοισθε φρονεῖν ὀρθῶς, καὶ οὐχ ἑτέρων δεηθήσεσθε παιδαγωγῶν.
Πλεῖστοι μὲν γὰρ παρὰ τοῖς Αἰγυπτίοις ἦσαν οἱ θεοὶ, καὶ μεστοὶ τῶν ἀγαλμάτων οἱ παρ᾽ ἐκείνοις σηκοί. Πλεῖστοι δὲ ὁμοίως, οἱ παρά γε Ἀμοῤῥαίοις, Εὐαίοις τε καὶ Φερεζαίοις, καὶ τοῖς ἑτέροις τῶν ἐθνῶν· ἀλλ᾽ ἐκείνων οὐδεὶς ἀρκέσας εἰς σωτηρίαν τοῖς σφετέροις ὁρᾶται· μᾶλλον δὲ καὶ αὐτοὺς τοὺς προσκυνουμένους τοῖς προσκυνοῦσιν ὁμοῦ συνετρίψατε. Τεθέσπισται γὰρ διὰ Μωσέως ὅτι τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν κατακαύσετε πυρί. Οὐκοῦν εἴπερ ἕλοισθε τἀληθὲς εἰπεῖν, ὑμεῖς ἐμοὶ μαρτυρήσατε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Εἰ μὲν γὰρ ἀντεγήγερταί τις ταῖς ἐμαῖς δυνάμεσι, καὶ νενίκηκε, λογιζέσθω παρ᾽ ὑμῖν θεός.
Εἰ δὲ οὐδὲν ὄντες πεφώρανται, καὶ πυρὸς ἔργον γεγόνασι δι᾽ ὑμῶν, διὰ πείρας αὐτῆς ἐγνώκατε, φησὶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ τοῦ ὄντως Θεοῦ. <Καὶ οὐκ ἤκουσαν τότε οἱ πλάσαντές τε καὶ γλύφοντες, πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὀφελήσει αὐτούς· ἀλλ᾽ αἰσχυνθήσονται οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες ἀνωφελῆ, καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων.> Ἀποφαίνει διὰ τούτων δεινὰ καὶ παγχάλεπα τὰ ἐγκλήματα τῶν ἀποστατῶν, εἰ τοσαύτην ἔχοντες πληροφορίαν, ὅτι μὴ ἕτερός ἐστι παρ᾽ αὐτὸν, φύσει τε καὶ ἀληθῶς Θεός· ἐξ αὐτῶν δὲ ὥσπερ ἀναπεπεισμένοι τῶν κατωρθωμένων, ὡς εἴη μόνος αὐτὸς, πρὸς τοῦτο κατώλισθον εὐηθείας, ὥστε καὶ αὐτοῦ τοῦ νόμου διαῤῥήδην αὐτοῖς ἐπιφωνοῦντος καὶ λέγοντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς·» ἐποιήσασθε μὲν παρ᾽ οὐδὲν τὸ ὑπακούειν αὐτῷ· ἐτράπεσθε δὲ μᾶλλον ἀφιλοθέως ἐπί γε τὸ δεῖν πλάττειν τε καὶ διαμορφοῦν τοὺς ἐκ ξύλων τε καὶ λίθων θεούς. Μάταιοι δὴ οὖν οἱ τοιοῦτοι, καὶ σφόδρα εἰκότως, ἐπ᾽ οὐδενὶ μὲν τῶν ἀναγκαίων εἰς τοῦτο ἰόντες, ποιοῦντες καὶ μᾶλλον τὰ καταθύμια ἑαυτῶν, γεγόνασι γὰρ ματαιότητος ἐρασταί. Ποία γὰρ ὄνησις ἡ παρὰ λίθου τε καὶ ξύλου;
Οὐκοῦν βουλῆς ἀσυνέτου καρποὶ καὶ ψυχρῶν ἐνθυμημάτων ἔργον ἂν νοοῖτο σαφὲς ἡ εἰδώλου ποίησις. Πλὴν ὅτι τὸ χρῆμά ἐστιν οὐκ ἀζήμιον, προαπεφαίνει λέγων· Αἰσχυνθήσονται πάντες οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες ἀνωφελῆ, καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων. Εἰ μὲν οὖν ἐπ᾽ αὐτῶν ἐκληφθείη τῶν χειροτμήτων τὰ εἰρημένα, φαμὲν, ὅτι τὸ Ἐξηράνθησαν, ἀντὶ τοῦ, ἀπώλοντο, νοητέον. Εἰ δὲ ἐπ᾽ αὐτῶν κέοιτο τῶν τὰ τοιάδε δρᾷν εἰωθότων, εὖ ἂν ἔχοι καὶ τῇδε νοεῖν· εἴρηται γὰρ ὡς ἐπὶ φυτῶν τῶν ἀκαρπεῖν εἰωθότων, εἰ ἀφαναίνοιντό πως καὶ ἐκκόπτοιντο λοιπὸν εἰς φλόγα καὶ καῦσιν. Τὸ δὲ, Κωφοὶ ἀπ᾽ ἀνθρώπων, ἀντὶ τοῦ, Τελοῦντες μὲν ἐν ἀνθρώποις οὐκ ἔτι, κωφοὶ δὲ μᾶλλον καὶ ἀναίσθητοι παντελῶς, ὥστε κατ᾽ οὐδένα τρόπον ἐπεοικέναι τοῖς παρ᾽ αὐτοῖς γενομένοις.
Ψάλλει γάρ που καί φησιν ὁ μακάριος Ψαλμῳδός· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς, καὶ οὐκ ὄψονται· ὦτα, καὶ οὐκ ἀκούουσιν.» Ἐπιφέρει δὲ τούτοις· «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς.» Καρποὶ γὰρ τῆς ἐσχάτης ἀναισθησίας νοηθεῖεν ἂν τὰ τοιάδε τῶν κακῶν. Καίτοι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν διὰ πείρας αὐτῆς ἐγνωκότες, εἶτα λίθοις καὶ ξύλοις τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην δόξαν ἀναπέμποντες, πῶς οὐκ ἂν νοηθεῖεν μωροὶ, καὶ ἀκάρδιοι, καὶ τῆς εἰς λῆξιν ἐμβροντησίας μεμεστωμένην ἔχοντες τὴν καρδίαν, καὶ μὴν ὀλίγα διενεγκεῖν διά γε σφῶν αὐτῶν τετεχνουργημένων; <Συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἄμα, καὶ ἐντραπήτωσαν, καὶ αἰσχυνθήτωσαν ἄμα, ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ, καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό. Εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ, καὶ πεινήσει, καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ.> Οὐ καθ᾽ ἕνα μᾶλλον, ἀλλ᾽, εἴπερ ἕλοιντο, καὶ κατὰ πληθὺν συναγηγερμένους ἐντραπήσεσθαί φησι τοὺς τῶν εἰδώλων θεραπευτὰς ταῖς σφῶν αὐτῶν δυσβουλίαις, καὶ λῦσαι τὸ προτεινόμενον, καὶ ποῖον ἄρα τοῦτό ἐστιν, εὐθὺς ἐπιφέρει λέγων· Ὤξυνε, φησὶ, τέκτων σίδηρον.
Διαμέμνηται δὲ καὶ τῶν ὀργάνων δι᾽ ὧν ἡ ποίησις, ἵνα τὴν τοῦ λιθουργοῦ τέχνην προσκυνοῦντας αὐτοὺς ἀποφήνῃ, καὶ οὐκ αὐτὸ τὸ ξύλον. Εἰ γὰρ ἦν θεὸς, οὐκ ἂν ἐδέησε τέχνης αὐτῷ, καὶ τῆς τινὸς ἐπιστήμης· ἀλλ᾽ ἦν ἂν καὶ οὕτω Θεός. Εἰ δὲ ξύλον μὲν οὐκ εἰργασμένον, οὔτε μὴν εἰδοποιηθὲν, εἰκαίαν ὕλην νομίζεις, τεκτονευθὲν δὲ προσκυνεῖς καὶ θεὸν εἶναι λέγεις, ἡ τέχνη σοὶ γέγονεν εἰς θεὸν, καὶ τοῦτο ἀνδρὸς ἀσθενοῦς καὶ ὑποκειμένου τῷ φθείρεσθαι. Φθορᾶς γὰρ ἀπόδειξις τὸ δεῖσθαι τροφῆς καὶ ποτοῦ. Τὸ γὰρ, Οὐ μὴ πίῃ ὕδωρ, οὐκ ἀποφαντικῶς εἰρῆσθαί φαμεν. Ἀναγνωστέον δὲ μᾶλλον ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ. Ἕψεται γὰρ ἡ σύνεσις, ὅτι καὶ πάντως που καὶ πίεται. Εἶτα πῶς ὁ φθαρτὸς θεῶν ἀφθάρτων ἔσται δημιουργὸς, ἢ πῶς ὁ θνητὸς ποιήσει τοὺς ἀθανάτους; Δεῖ γὰρ πάντως ἐνεῖναι τῷ γε ὄντι κατὰ ἀλήθειαν Θεῷ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον, μᾶλλον δὲ καὶ τὸ εἶναι ζῶν, καὶ ζωοποιεῖν δύνασθαι τὰ οἷσπερ ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν.
Σκεπάρνου δὴ οὖν καὶ τερέτρου, καὶ τεκτονικῆς ἰσχύος τε καὶ τέχνης ἐπίδειξις ἡ τῶν πλανωμένων λατρεία· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔφην, ὅτι ξύλον μὲν ἢ λίθον ἀμόρφωτον οὐκ ἂν ἕλοιντο προσκυνεῖν· μορφῆς γε μὴν ἐντετορνευμένης, θεοὶ πάντα παρ᾽ αὐτοῖς τὰ ὁρώμενα. <Ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἐξέκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος, πίτυν καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ᾽ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾽ αὐτῷ, τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ, καὶ καύσαντες ἄρτους ἔπεψαν ἐπ᾽ αὐτῷ, καὶ ἐπ᾽ αὐτοῦ κρέας ὀπτήσας ἔφαγε, καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. Τὸ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν, καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων· Ἐξελοῦ με, ὅτι θεὸς εἶ σύ. Οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.
Καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὑτοῦ, οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτῷ.
Γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ. Ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου.> Ἐναργὴς μὲν σφόδρα τῶν προκειμένων ὁ νοῦς καὶ οὐδὲν ἄναντες ἐν αὐτοῖς. Γράφεται γὰρ ὡς ἀκάρδιον, καὶ πάσης ἔξω φρενὸς γεγονότα, καὶ λογισμοῦ τοῦ καθήκοντος ὁλοτρόπως ἐστερημένον τὸν τῶν εἰδώλων προσκυνητὴν, καὶ προσέτι τὸν τεχνουργόν. Ἐμφιλοχωρεῖ δὲ σφόδρα τοῖς περὶ αὐτὸν διηγήμασιν· ὁμοῦ μὲν ἐντρέπων ὡς πεπλανημένους, καὶ ἀνοιγνὺς ὀφθαλμὸν τοῖς ἐνειλημμένοις τῷ κακῷ, καὶ εἰς αὐτὴν ὁρᾷν ἀναπείθων τὴν ἀλήθειαν, ἣν εἴπερ ἕλοιεν εἰς νοῦν, ἔξω γενήσονται πάγης, καὶ τῶν ἐξ ἀβελτηρίας τραυμάτων τὰς ἑαυτῶν ἀπαλλάξουσι κεφαλάς. Πλὴν ἐκεῖνό φαμεν· πικρὸν γάρ τοι καὶ σοφὸν ἔοικεν ἡμῖν ἐν τούτοις κατασκευάζειν ὁ λόγος, καὶ οὐκ ἔχων ἀνικάνως εἰς τὸ ἀναπεῖσαι δύνασθαι πολλοὺς, τῆς μὲν πολυθέου πλάνης ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ ὑπὸ Θεῷ γενέσθαι τῷ φύσει καὶ ἀληθῶς.
Ἐκλεξάμενος γὰρ, φησὶ, τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό· ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἡ τέχνη, φησὶ, τῶν θεουργεῖν εἰωθότων, τότε δὴ μάλιστα τοῦ παντὸς ἀξιωθείη θαύματος, ὅταν ἐνεργάσηται τῷ ξύλῳ μορφὴν, καὶ κάλλος ἀνδρός. Τὸ δὲ κατὰ μίμησιν τὴν τινὸς ὑπό του τεχνουργούμενον ἡττᾶται πάντως που τἀληθοῦς, ἤτοι κατόπιν ἔρχεται. Οὐκοῦν οἱ προσκυνοῦντες τοῖς εἰς ἄνθρωπον εἰδοποιηθεῖσι ξύλοις ἢ λίθοις, τὸ ἑαυτῶν εἶδος θρησκεύοντες ἁλοῖεν ἂν, καὶ πολλῷ κρείττους ὄντες τῶν κατὰ μίμησιν τὴν ἑαυτῶν ὑβρίζουσι φύσιν, ὡς τὴν ἀμείνω δόξαν ἐκείνοις προσνέμοντες. Ἀναισθησίας οὖν ἄρα τῆς ἐσχάτης ἡ γραφὴ, καὶ τῆς εἰς ἄκρον ἀβελτηρίας τὰ ἐγκλήματα. Ἵστησι γὰρ ἐν οἴκῳ, τοῦτ᾽ ἔστιν ἐν ναῷ τὸ ξύλον ὃ ἐξέκοψεν ἐκ τοῦ δρυμοῦ. Καταδείκνυσιν ἐν τούτοις τοὺς θεοποιεῖν εἰωθότας, οὔτε τὴν ὕλην ἠγνοηκότας ἐξ ἧς γεγόνασιν, ἵνα μὴ λέγωσι τινὰς, κατὰ τὸ Ἑλλήνων ἔθος, διϊπετῆ τε καὶ αὐτόγονα, ἤγουν αὐτολόχευτα τὰ ἐν σηκοῖς ἀνατεθειμένα. Ὅτι δὲ τῆς τοῦ Θεοῦ δημιουργίας παρασημαίνουσι τὸν σκοπὸν, διελέγχει λέγων πεφυτεῦσθαι ἐν δρυμῷ τὸ ξύλον, ἐκτετράφθαι δὲ καὶ ὑετῶν χορηγίαις, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· τὰ δὲ εἰς καῦσιν γεγονότα θεοποιοῦντες, αὐτοὶ πυρὸς ἔσονται τροφὴ σὺν αὐτοῖς.
Μονονουχὶ καταπλήττεται λέγων, ὅτι τὸ ἥμισυ κατέκαυσεν ἐν πυρὶ, καὶ ταῖς ἑαυτοῦ δεδαπάνηκε χρείαις. Τοῦτο μὲν ὀψοποιῶν, καὶ εἰς ἄρτου πέψιν τὰ τῶν θεῶν δεχόμενος μέρη. Εἶτα εἰς τοῦτο πέπτωκεν ἀσυνεσίας ὡς τῷ τῆς χρείας λειψάνῳ προσκυνεῖν, προσεύχεσθαί τε καὶ λέγειν· Ἐξελοῦ με ὅτι θεός μου εἶ σύ. Σποδὸς οὖν ἄρα καὶ ἕτερον οὐδὲν, ἡ καρδία αὐτῶν, καὶ πεπλάνηνται, καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς, πλὴν ὅτι μόνος, εἴπερ ἕλοιτο, Θεὸς, ποιῶν πάντα, καὶ μετασκευάζων, καὶ φωτίζων τὸ ἐσκοτισμένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον. Ἀλλ᾽ ἔνεστι μὲν τὸ ἀνωφελὲς καὶ μάταιον τοῖς χειροτμήτοις θεοῖς, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος. Ἴδετε δὲ, τοῦτ᾽ ἔστι, κατανοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου.
Πάντα μὲν γὰρ ἐπ᾽ ἐκείνοις, φησὶν, ἐψευσμένα ὀνόματά τε καὶ δόξα. Ἐν δὲ τῇ ἐμῇ δεξιᾷ, τοῦτ᾽ ἔστιν, ἐν τῷ Υἱῷ· δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς ὠνόμασται πανταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· οὐδὲν ἂν εὑρεθείη τὸ ἐψευσμένον, ἀλλὰ καὶ εἴ τε Θεὸς ὀνομάζοιτο, θεός ἐστιν ἀληθινός· καὶ εἴτε Κύριος, οὐκ εἰσκεκριμένον ἔχει τὸ χρῆμα, φύσει δὲ μᾶλλόν ἐστι τῶν ὁλῶν δεσπότης· κἂν εἰ βασιλεὺς, κἂν εἰ φῶς, κἂν ζωὴ καὶ δύναμις, κἂν δημιουργὸς, πάντα ταῦτά ἐστιν οὐ κατεψευσμένως· οὐ γάρ ἐστι γενητὸς, ἐπέκεινα δὲ φυσικῶς παντὸς νοοῖτο ἂν τοῦ παρηγμένου πρὸς γένεσιν, Θεὸς ὑπάρχων ἐκ Θεοῦ, καὶ φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. <Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου· καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου. Ἐπιστράφηθι πρός με, καὶ λυτρώσομαί σε.> Ἔφη που Χριστός· Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. Ὁσία δὲ πάντως ἡ ἐφ᾽ ἑκατέρῳ πράγματι ψῆφος. Τοῖς μὲν γὰρ οὐκ εἰδόσι τὸ θέλημα τὸ δεσποτικὸν, εἶτα διαπταίουσι, καὶ τοῖς τῆς παραβάσεως αἰτιάμασιν ἐνισχημένοις συγγνοίη τις ἂν τὸ μὴ ἐγνωκέναι, δεχόμενος εἰς ἐλέου πρόφασιν. Τοῖς γε μὴν ἐν εἰδήσει νόμων τὸ ῥᾳθυμεῖν ᾑρημένοις προσγένοιτο ἂν ἐν δίκῃ τὸ κολάζεσθαι δεῖν.
Ὑπτιώσεως γὰρ ἐναργοῦς τὰ αἰτιάματα.
Ἵνα τοίνυν ἑαυτοῦ γένοιτο κρείττων ὁ Ἰσραὴλ, πλείστοις μὲν ὅσοις ἁλοὺς αἰτιάμασιν, ἀμνηστίᾳ δὲ τῇ παρὰ Θεοῦ τιμώμενος, μεμνῆσθαι προστέτακται τῆς ἑαυτοῦ ῥᾳθυμίας, καὶ τῆς τοῦ κατοικτείροντος ἡμερότητος. Μνήσθητι γὰρ ταῦτα, φησὶν, Ἰακώβ.
Καὶ ποῖα ταῦτα; Τά τε ἤδη προειρημένα, καὶ ὅτι παῖς μου εἶ σύ. Καὶ ἔπλασά σε παῖδά μου. Διαδείκνυσι δὲ καὶ μάλα σαφῶς ἐν τούτοις, ὅτι [οὐ] μεμένηκεν ἀπαιδαγώγητος ὁ Ἰσραὴλ, ἀλλ᾽ ἦν ὑπὸ νόμον καὶ ζυγὰ, καὶ πλείστους ἔχων τοὺς νουθετεῖν εἰδότας· παῖς οὖν ἄρα κατὰ τοῦτο καὶ πεπλασμένος εἰς τοῦτο.
Τίνα δὲ τρόπον, ἐροῦμεν ὡς ἔνι. Πλάττεται μὲν γάρ τις ἄνθρωπος ἁπλῶς, καθάπερ ἀμέλει καὶ ὁ προπάτωρ Ἀδὰμ ἐκ γῆς. Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον. Ἕρπει δὲ κατά γε τὸν τῆς δημιουργίας τρόπον, καὶ εἰς δεῦρο τὰ καθ᾽ ἡμᾶς. Πλάττεται γὰρ ἕκαστος ἐν γαστρὶ τῆς ἑαυτοῦ μητρὸς, καὶ ὁδὸς αὕτη πρὸς τὸ εἶναι φέρουσα τοὺς ἐπὶ τῆς γῆς. Πλάττεται δὲ καὶ εἰς παῖδα Θεοῦ διαμορφούμενος νοητῶς τῇ τῶν θείων εἰδήσει νόμων πρὸς εἶδος ἐξαίρετον, τὸ ἐκ τῆς τῶν ἀρετῶν εὐκοσμίας ταῖς τῶν ἀνθρώπων ἐπισυμβαῖνον ψυχαῖς. Τοῦτο κάλλος ἂν νοοῖτο τὸ πνευματικόν. Πλάττονται δὲ καὶ οἷον ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτόν. Γράφει γοῦν Γαλάταις καὶ ὁ θεσπέσιος Παῦλος· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μορφοῦταί γε μὴν ἐν ἡμῖν ὁ Χριστὸς, ἐνιέντος ἡμῖν τοῦ ἁγίου Πνεύματος θείαν τινὰ μόρφωσιν, δι᾽ ἁγιασμοῦ καὶ δικαιοσύνης.
Οὕτω γὰρ, οὕτω ταῖς ἡμετέραις ἐμπρέπει ψυχαῖς ὁ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς, ἀναμορφοῦντος ἡμᾶς, ὡς ἔφην, τοῦ ἁγίου Πνεύματος δι᾽ ἁγιασμοῦ πρὸς αὐτόν. Ἔφη γοῦν καὶ ὁ ἱερώτατος πάλιν Παῦλος· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν.» Καὶ εὐάρεστον καὶ τέλειον καὶ κάλυμμα μὲν ταῖς Ἰουδαίων καρδίαις τεθεῖσθαί φησιν, ἡμᾶς δὲ πάντας ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένους, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Πλαττόμεθα δὴ οὖν εἰς παῖδα Θεοῦ. Ἐπειδὴ δὲ τὸ τοῦ παιδὸς ὄνομα κοινόν πώς ἐστι· λαμβάνεται γὰρ ἐπί τε οἰκετῶν καὶ υἱῶν, φαμὲν, ὅτι πρέποι ἂν τοῖς ἐν νόμῳ πλαττομένοις τὸ εἰς οἰκέτας πλάττεσθαι μᾶλλον. Πνεῦμα γὰρ ἦν δουλείας ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἦν αὐτοῖς τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον· ἐκόλαζε γὰρ ὡς οἰκέτας ὁ νόμος. Εἰ δὲ ἐν Χριστῷ πλάττοιτό τις, εἰς υἱὸν πλάττεται Θεοῦ, κατά γε τοὺς ἀρτίως εἰρημένους τρόπους. Χρὴ τοιγαροῦν μεμνῆσθαι καὶ τῆς τοῦ δικαιοῦντος φιλανθρωπίας, καὶ ὅτι πεπλάσμεθα πρὸς υἱότητα καὶ δόξαν, καὶ οἷον τῷ Πατρὶ τῷ Θεῷ εἰς ἡμᾶς παρ᾽ αὐτοῦ γενομένων ἀνταποτιννύντες τὰς ἀμοιβάς. Καὶ ὅπως ἂν γένοιτο τοῦτο, καλῶς ἐκπαιδεύει λέγων· Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου.
Ἐπιλανθάνοιτο δὲ ἄν τις Θεοῦ, τῆς εἰς αὐτὸν εὐσεβείας ὀλιγωρῶν, ἢ καὶ εἰσάπαν ἀποφοιτῶν. Δεδράκασι μὲν οἱ ἐξ Ἰσραὴλ τοῦτο τοῖς οὐκ οὖσι θεοῖς λατρεύσαντες· δρῶσι δὲ καὶ εἰς δεῦρό τινες ἀνόπιν ἰόντες μετὰ τὴν πίστιν, ὦν τὸ κρῖμα ἔνδικόν ἐστι, κατὰ τὸ γεγραμμένον.
Ὅτι δὲ τὸ ἐπιλανθάνεσθαι Θεοῦ κατασημαίνει πλεισταχοῦ τὸ τῆς εὐσεβείας τῆς εἰς αὐτὸν ἀποδραμεῖν, εἰσόμεθα, λέγοντος αὐτοῦ πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· «Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, καὶ ἐγκαταλιπόντες τὸ ὄρος τὸ ἅγιόν μου. Ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες σφαγῇ πεσεῖσθε.» Καὶ ἐπ᾽ αὐτῷ δὴ τούτῳ καταβεβόηκε τῶν ἐξ Ἰσραὴλ διὰ φωνῆς Ἱερεμίου λέγων· «Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, ἢ παρθένος τῆς στηθοσιδεσμίδος αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας πολλὰς, ὧν οὐκ ἔστιν ἀριθμός.» Οὐκοῦν ἡ μὲν λήθη πολλάκις τὴν ἀπόστασιν ὑπεμφήνειεν ἄν. Ἡ δέ γε μνήμη τὸ ἑδραῖον εἰς πίστιν, καὶ ἀκράδαντον εἰς ἀγάπην, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν αὐτῇ δοκούντων εὐσθενές. Μὴ δὴ τοιγαροῦν ἐπιλανθάνου μου, φησὶν, μέμνησο δὲ μᾶλλον. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου. Καὶ τὸ ἀπήλειψά φησιν ἐν τούτοις, ἀντὶ τοῦ ἀπαλείψω, καὶ ὥσπερ τινὰ γνόφον, καὶ νεφέλην διαλύσας ἀφανίσω. Ὅτι γὰρ ἀντὶ τοῦ ἀπαλείψω τὸ ἀπήλειψά φησι, διαδείξειεν εὖ μάλα τὸ ἐφεξῆς. Ἐπιστράφηθι γὰρ, φησὶ, πρός με, καὶ λυτρώσομαί σε. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς ἐπιστροφήν;
Ὡς οὔπω μὲν ἐπιστρέψαντας, ἥξοντας δὲ καὶ εἰς τοῦτο κατὰ καιροὺς, ὅταν ἐπιλάμψῃ τῷ κόσμῳ Χριστὸς, δι᾽ οὗ πᾶσα πλημμελημάτων ἄφεσις, καὶ ἐπιστροφὴ καὶ κλῆσις ἡ πρὸς Θεὸν, διά τε τῆς εἰς αὐτὸν πίστεως, καὶ πολιτείας εὐαγγελικῆς, καὶ ἀρίστων ἀνδραγαθημάτων. <Εὐφράνθητε, οὐρανοὶ, ὅτι ἠλέησεν ὁ Θεὸς Ἰσραήλ. Σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται.> Καταθρήσαι τις ἂν κἀντεῦθεν ἀμογητὶ, ὅτι τῶν ἁμαρτιῶν ἡ ἄφεσις, καὶ μὴν καὶ ἡ πάντων ἐπιστροφὴ καὶ λύτρωσις, ὡς ἐσομένη διὰ Χριστοῦ προαναφωνεῖ τὸ κατὰ καιροὺς διὰ προφητῶν ἁγίων. Ἐπειδὴ γὰρ Θεὸς Κύριος ὢν ἐπέφανεν ἡμῖν, καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς, ὡς ἄνθρωπος, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸ πάναγνον ἱερεῖον· τότε δὴ τότε, καὶ πρόφασις ἑορτῆς τὸ χρῆμα γέγονε ταῖς ἄνω τε καὶ ἐν οὐρανῷ δυνάμεσι λογικαῖς, ἤτοι τοῖς τῶν ἁγίων ἀγγέλων τάγμασιν. ᾞδον γὰρ, ᾖδον ἐπὶ τῇ γεννήσει αὐτοῦ, τῇ κατὰ σάρκα φημὶ, καὶ δὴ καὶ ἔφασκον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.»
Καὶ εἴπερ ἐστὶν ἀληθὲς, πάντως δὲ δή που καὶ ἀληθὲς, ὅτι κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν χαρά ἐστιν ἐν τοῖς οὐρανοῖς ἐνώπιον τῶν ἁγίων ἀγγέλων ἐφ᾽ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ἂν ἐνδοιάσειέ τις ὡς τὴν ὑφήλιον πᾶσαν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀνακομίζοντος τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν, καὶ δικαιοῦντος ἐν πίστει, καὶ διαπρεπῆ τιθέντος δι᾽ ἁγιασμοῦ, χαρὰ καὶ πανήγυρις παρὰ τοῖς ἄνω πνεύμασιν ἦν;
Εὐφραινομένων τοίνυν τῶν οὐρανῶν, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν Ἰσραὴλ καὶ οὔτι που τὸν κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ καὶ τὸν κατὰ πνεῦμα νοούμενον· ἐσάλπισε τὰ θεμέλια τῆς γῆς, τοῦτ᾽ ἔστιν οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοί· τούτων ἠχὴ διαπρύσια; προσηνέχθη πανταχοῦ, καὶ οἷά τινες σάλπιγγες ἀνεφώνησαν ἱεραὶ, τὴν τοῦ Σωτῆρος δόξαν περιαγγέλλουσαι τοῖς ἁπανταχοῦ, καὶ καλοῦσαι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ τούς τε ἐκ περιτομῆς, καὶ τοὺς πάλαι τῇ κτίσει λατρεύοντας παρὰ τὸν Κτίστην. Θεμέλια δὲ τῆς γῆς ὠνομάσθαι φαμὲν αὐτοὺς, διὰ ποίαν αἰτίαν;
Ἔστι μὲν γὰρ ἁπάντων θεμέλιος καὶ ἀκατάσειστος ὑποβάθρα Χριστὸς, ὁ ἀνέχων ἅπαντα, καὶ διακρατῶν εἰς τὸ εὖ εἶναι τὰ ἐρηρεισμένα· ἐπ᾽ αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς συναρμολογούμενοι διὰ Πνεύματος εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον αὐτοῦ. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως, θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ᾽ ἡμᾶς νοηθεῖεν ἂν ἀπόστολοί τε καὶ εὐαγγελισταὶ, γεγονότες μὲν αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, γενόμενοι δὲ καὶ εἰς ἑδραίωμα πίστεως. Ταῖς γὰρ αὐτῶν παραδόσεσιν ἕπεσθαι δεῖν ἐγνωκότες, εὐθῆ καὶ ἀδιάστροφον τῷ Χριστῷ τὴν πίστιν τηρήσομεν. Εἵρηται γάρ που παρ᾽ αὐτοῦ πρὸς τὸν θεσπέσιον Πέτρον (ὅτε σοφῶς καὶ ἀνεπιπλήκτως τὴν εἰς αὐτὸν πίστιν ὁμολογῶν ἔφασκεν· Σὺ εἶ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος)· «Σὺ εἶ Πέτρος. καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλησίαν,» πέτραν, οἶμαι, λέγων τὸ ἀκράδαντον εἰς πίστιν τοῦ μαθητοῦ. Εἴρηται δέ που καὶ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.» Ὄρεσι δὲ παρεικαστέον ἁγίοις εὖ μάλα τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, ὧν ἡ γνῶσις τοῖς μετ᾽ αὐτοὺς θεμελίου δίκην ἐρήρεισται, μεταπίπτειν οὐκ ἐῶσα πρὸς τὸ ἀδόκιμον εἰς πίστιν τοὺς δι᾽ αὐτῶν σεσαγηνευμένους. Σαλπίζουσι τοίνυν τὰ θεμέλια τῆς γῆς· πλὴν ὅρα τὴν ἐπιτήρησιν.
Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν ὁ Μωϋσῆς. Οὐ γὰρ ἦν ὁ νόμος ἐξάκουστος, πλὴν ὅτι τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν.
Σαλπίσατέ γε μὴν, οἱ τὰ Χριστοῦ πρεσβεύοντες. «Ἐξῆλθε γὰρ εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Βοᾷν δὲ τοῖς ὄρεσιν εὐφροσύνην προστέταχε· τὰ δὲ θεμέλια τῆς γῆς, ὄρη πάλιν ἐν τούτοις εἰπών· ἀπόβλεπτοι γὰρ καὶ διαφανεῖς οἱ θεσπέσιοι μαθηταὶ, ἔργῳ τε καὶ λόγῳ διαπρεπεῖς, καὶ τοῖς ἁπανταχοῦ γνωριμώτατοι, οἷς καὶ προφητικὸς ἐπεφώνησε λόγος· «Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ.» Ταυτὶ δὴ οὖν ἄρα τὰ ὄρη τὰ νοητὰ βοῆσαι προστέταχεν εὐφροσύνην. Ἔνεστι δὲ κἀντεῦθεν ἰδεῖν τήν τε τοῦ νόμου δύναμιν, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων τὴν ἐπὶ τὸ κρεῖττον διαφοράν. Ὁ μὲν γὰρ νόμος κολάσεις ἀπειλῶν τοῖς παραβαίνουσι, καὶ δίκαις ἀφύκτοις ἐνιεὶς τοὺς ἁλισκομένους, οὐκ εὐφροσύνην ἐβόα μᾶλλον, ἀλλὰ κατήφειαν· οἱ δέ γε τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοὶ, καὶ τῶν παρὰ Χριστοῦ χαρισμάτων διάκονοι, εὐφροσύνην τῷ κόσμῳ διακηρύττουσιν.
Ὅπου γὰρ ἄφεσις ἁμαρτιῶν, καὶ μὴν καὶ δικαίωσις ἐν πίστει, καὶ ἁγίου Πνεύματος μέθεξις, καὶ υἱοθεσίας λαμπρότης, καὶ οὐρανῶν βασιλεία, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἐλπὶς οὐ κατεψευσμένη, ἐκεῖ που πάντως ἐστὶν εὐφροσύνη καὶ χαρά. Βουνοὺς δὲ καὶ ξύλα τὰ ἐν αὐτοῖς φαμεν εἶναι πάλιν τοὺς τῶν ὀρῶν ἡττωμένους, καὶ βραχύ πως ὑποκαθημένους, κατά γε τὸ τῆς ἐνούσης αὐτοῖς εὐζωΐας μέτρον, ὑπερανεστηκότων δηλονότι τῶν ἁγίων ἀποστόλων, καὶ εὐαγγελιστῶν. Οὐκοῦν βουνοὶ μὲν ἂν εἶεν οἱ βραχύ πως τῆς ἐκείνων εὐκλείας ὑφιζηκότες, καὶ τοῦ μεγέθους τῆς ἀρετῆς ἡττώμενοι, πλὴν ἀνέχοντες καὶ αὐτοὶ, καὶ ἐπιγείων ὄντες ἐπέκεινα πραγμάτων, καὶ φρονοῦντες τὰ ἄνω, καὶ τὸ ὑψοῦ νοεῖσθαι κατ᾽ ἀρετὴν κεκληρωμένοι. Ξύλα δὲ τὰ ἐν αὐτοῖς, τὰ ὑπ᾽ αὐτῶν τεθραμμένα, νοηθεῖεν ἂν οἱ δι᾽ αὐτῶν πιστεύσαντες, καὶ οἷον εἰς ἄνδρα τέλειον ἀναβεβηκότες, καὶ εἰς μέτρον ἡλικίας διελάσαντες τοῦ πληρώματος τοῦ Χριστοῦ.
Εἶεν δ᾽ ἂν οὗτοι καὶ διδάσκαλοι λαῶν, καὶ ποιμνίων καθηγηταὶ, ταῖς παρὰ σφῶν αὐτῶν νοηταῖς εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι. Οὐκοῦν τὴν ἐν Χριστῷ νοουμένην εὐφροσύνην συγκεκράγασι τοῖς θεμελίοις τῆς γῆς, βουνοὶ καὶ ξύλα τὰ ἐν αὐτοῖς, χαίρουσι δὲ ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται. Οὐ γὰρ ἐλυτρώθη μόνον τοὺς τῆς ἁμαρτίας ἀποτριψάμενος μολυσμοὺς, καὶ πυρὸς καὶ δίκης ἐξῃρημένος, ἀλλὰ γὰρ καὶ ἐδοξάσθη Θεοῦ γεγονὼς οἰκεῖος, καὶ υἱὸς αὐτοῦ χρηματίσας, καὶ ἀδελφότητα λαχὼν τὴν πρός γε τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν, τοῦτ᾽ ἔστι, Χριστόν. <Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν πάντα. Ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων.> Οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς κἀν τούτοις ἡμῖν διαλέγεται, καὶ πειρᾶται πληροφορεῖν τοὺς οἵ γε πεπαρῳνήκασιν εἰς τὴν δόξαν αὐτοῦ, μεθιστάντες αὐτὴν εἰς ἑτέρους, δῆλον δὲ ὅτι τοὺς οὐκ ὄντας θεοὺς, ὡς ἔστιν αὐτὸς γενεσιουργὸς τῶν ὅλων, καὶ ταμίας, κτίστης τε καὶ ποιητὴς καὶ αὐτῶν τῶν παιδευομένων.
Ἐπειδὴ δὲ περὶ πραγμάτων πλείστων τε ὅσων καὶ θαυμαστῶν ἐποιεῖτο τὰς ὑποσχέσεις, ἃς δὴ καὶ ἦν εἰκὸς ἀπιστεῖσθαι πρός τινων, χρησίμως, ὡς ἔφην, τὴν ἰδίαν αὐτοῖς προαναφαίνει δύναμιν καὶ ὑπεροχὴν, ὡς ἂν εἰδεῖεν, ὅτι πάντη τε καὶ πάντως, ὅπερ ἂν ἕλοιτο κατορθοῦν, τοῦτο δραμεῖται πρὸς πέρας. Πρὸς τί γὰρ ἀνικάνως ἔχοι, ἢ πῶς οὐκ ἂν δύναιτο λυτροῦσθαί τινας ὁ ἐκ κοιλίας πλάσας, τοῦτ᾽ ἔστιν, ὁ καὶ εἰς αὐτὸ τὸ εἶναι καλέσας, καὶ εἰς ὕπαρξιν ἐνεγκὼν τοὺς οὐκ ὅντας ποτὲ, ὁ συντελῶν τὰ πάντα, τοῦτ᾽ ἔστιν, ὁ ταμίας τῶν ὅλων, ἕκαστά τε διοικῶν τε καὶ διιθύνων κατὰ τὸ αὐτῷ δοκοῦν; Τοῦτο δὲ πάντως εὖ ἔχει. Οὐ γὰρ ἂν ἁμάρτῃ Θεὸς τοῦ τῇ ἰδίᾳ δόξῃ πρεπωδεστάτου.
Ἢ πῶς οὐκ ἂν εἴη πανσθενὴς, καὶ παντὸς ἐπέκεινα, καὶ νοῦ, καὶ λόγου, ὁ τὸν παμμεγέθη τοῦτον τανύσας οὐρανὸν, καὶ στερεώσας τὴν γῆν; ὡς καὶ ὁ Ψάλλων φησίν· «Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.» Ὁ δὲ εἰς τοῦτο δυνάμεως ἀναβεβηκὼς, μᾶλλον δὲ ἡ πᾶσα δύναμις, πάντως που καὶ οἴσει πρὸς πέρας ἅπερ ἂν ἐθέλοιτο δρᾷν, ἀπείργοντος οὐδενός.
Μόνος δέ φησιν ἐκτεῖναι τὸν οὐρανὸν, οὐκ ἔξω τιθεὶς τὸν ἐκ τῆς οὐσίας αὐτοῦ Θεὸν Λόγον μονογενῆ, τὸν δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα· ἀλλ᾽ ὅτι τῶν ψευδωνύμων θεῶν παντελῶς οὐδεὶς συνειργάσατό τι τῷ ἐπὶ πάντας Θεῷ. Οἱ γὰρ οὐκ ὄντες ὅλως, πῶς ἂν εἰσδεχθεῖεν ὡς ἐργάται, ἢ μᾶλλον εἰπεῖν ὡς συνεργάται δημιουργοῦντος Θεοῦ; Οὐκοῦν οὐ πρός γε τὸν φύσει καὶ ἐξ αὐτοῦ γεννηθέντα Υἱόν φαμεν ἐν τούτοις γενέσθαι τὴν ἀντιδιαστολὴν, ἀλλ᾽ ὅτι μὴ ἑτέρου μᾶλλον Θεοῦ γέγονεν ἐναποτέλεσμα τὸ τανυσθῆναι τὸν οὐρανὸν, ἤγουν ἀκραδάντους ἕδρας ἐσχηκέναι τὴν γῆν.
Καταδείξας τοίνυν ἑαυτοῦ διὰ τούτων τὴν δόξαν, καὶ τὴν ἀπαράβλητον ὑπεροχὴν, καὶ τὸ τῆς δυνάμεως μέγεθος, τίνων ἔσται κατὰ καιροὺς ἀποτελεστὴς, ἐν τοῖς ἐφεξῆς διαδείκνυσί τε καὶ ἀφηγεῖται σαφῶς. Τίς γὰρ ἕτερος, φησὶ, διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; Οὔπω γὰρ ἡμῖν ἐπιλάμψαντος ἐξ οὐρανῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τῆς τοῦ διαβόλου τυραννίδος ἡ πλεονεξία κατὰ πάντων ἐξετείνετο, καὶ βαθὺς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς κατεβόσκετο σκότος. Ἦσαν γὰρ, ἦσαν κατά τε χώραν καὶ πόλιν, βωμοὶ καὶ τεμένη, καὶ ἀγαλμάτων ἐσμὸς, καὶ ψευδωνύμων θεῶν οὐκ ἀριθμουμένη πληθὺς, γοητεῖαί τε καὶ ψευδομαντεῖαι πανταχοῦ, καὶ δαιμονίων φενακισμοὶ, πλαττομένων μὲν εἰδέναι τε καὶ προαγγέλλειν δύνασθαι τὰ ἐσόμενα, λεγόντων γε μὴν ἢ εἰδότων παντελῶς οὐδέν. Ἐπειδὴ δὲ τὸ φῶς τὸ ἀληθινὸν, τοῦτ᾽ ἔστιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὅλην περιήστραψε τὴν ὑπ᾽ οὐρανὸν, ἀπελήλαται μὲν ἡ τῆς ἁμαρτίας ἀχλὺς, καὶ ὁ βαθὺς ἐκεῖνος πέπαυται σκότος, κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πεπλανημένοι· τότε δὴ τότε διεσκεδάσθησαν τὰ σημεῖα τῶν ἐγγαστριμύθων.
Ἐγγαστριμύθους δέ φησι τοὺς ψευδομάντεις, ἤτοι πυθωνικοὺς, τοὺς ἀπό γε τῆς σφῶν αὐτῶν καρδίας ἀνερευγομένους τὸ δοκοῦν, καὶ τῶν ἀληθῶν εἰδότας οὐδέν. Περὶ τῶν τοιούτων καὶ ὁ προφήτης Ἰεζεχιήλ φησιν· «Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθ᾽ ὅλου μὴ βλέπουσι.» Διεσκεδάσθη τοιγαροῦν τῶν τοιούτων τὰ ἐκ τῆς ψευδομαντείας διδόμενά τισι σημεῖα, ἤτοι προαναῤῥήσεις. Ἤργησαν γὰρ τὰ Ἑλληνικὰ χρηστήρια πανταχοῦ, καὶ σεσιγήκασιν οἱ ψευδοεπεῖν εἰωθότες τῶν παρ᾽ Ἕλλησι θεῶν· ἀπεστράφησαν δὲ καὶ φρόνιμοι εἰς τὰ ὀπίσω, καὶ ἐμωράνθησαν αἱ βουλαὶ αὐτῶν. Ἔοικε δὲ φρονίμους ἐν τούτοις, ἢ τοὺς παρ᾽ Ἕλλησι μάγους ἀποκαλεῖν· ὠνομάζοντο γὰρ παρ᾽ ἐκείνοις σοφοί· ἢ τάχα που καὶ τοὺς ἐν δόξῃ σοφῶν παρ᾽ αὐτοῖς γεγονότας, καὶ πικροὺς εἰς σύνεσιν, καὶ λόγων ἔχοντας δείνωσιν, καὶ ἀρίστους εἰς εὐγλωττίαν, καὶ οὐκ ἔχοντας ἀνικάνως εἴς γε τὸ δύνασθαι ταῖς παρὰ σφῶν εὐεπείαις κατακαλλῦναι τὸ ψεῦδος. Τοὺς τοιούτους ἀπεστράφθαι φαμὲν εἰς τὰ ὀπίσω· λοιπὸν ἀχρήστου καὶ ἀνωφελοῦς ἀποδεδειγμένης τῆς ἐν αὐτοῖς σοφίας, ἢ ψυχική τέ ἐστι καὶ ἐπίγειος δαιμωνιώδης. Μεμωράνθαι δέ φησι τὴν σοφίαν τοῦ κόσμου, παρὰ Θεοῦ δηλονότι, καὶ ὁ πάνσοφος Παῦλος.
Ἀποστραφέντων δὲ, φησὶ, τῶν φρονίμων, καὶ πάσης αὐτῶν βουλῆς ἀσυνέτου τε καὶ ἀνοήτου παντελῶς ἀποδεδειγμένης, ἔστησεν ὁ Θεὸς καὶ Πατὴρ τὰ ῥήματα τοῦ ἑαυτοῦ Παιδὸς, τοῦτ᾽ ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον θέσπισμα, ὅπερ ἡμῖν αὐτὸς ἐλάλησεν ὁ Χριστός. Ἀπέδειξε δὲ καὶ ἀληθῆ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ. Ἄγγελοι γὰρ νοηθεῖεν ἂν οἱ τὰ Χριστοῦ πρεσβεύοντες, καὶ τῷ κόσμῳ διακηρύττοντες. Βουλὴ δὲ ἦν αὐτοῖς ἀγαθὴ, καὶ παραίνεσις τοῖς ἁπανταχοῦ τὸ τῶν ἀρχαίων μὲν αἰτιαμάτων ἀποφοιτᾷν, ἀναῤῥώννυσθαι δὲ πρὸς ἀγαθουργίας, καὶ τῶν ἀμεινόνων ἀντέχεσθαι, καὶ Θεὸν εἰδέναι τὸν φύσει καὶ ἀληθῶς, καὶ τοῖς αὐτοῦ νόμοις ὑπενεγκεῖν τὸν αὐχένα, τρέχειν δὲ οὕτω πρὸς σωτηρίαν καὶ ζωήν. Οὐκοῦν μεστοὶ μὲν ἁπάσης ἀληθείας εἰσὶν οἱ παρ᾽ αὐτῶν λόγοι· μεμώρανται δὲ τὰ Ἑλλήνων, τὸ τῆς ἀληθείας οὐκ ἔχοντες κάλλος· πάντα γὰρ παρ᾽ ἐκείνοις ψευδῆ, καὶ προφητεία, καὶ σύνεσις, καὶ τῶν ἐν δοκήσει θεῶν, ἡ καὶ αὐτοῖς τοῖς πλανωμένοις ἀγνοουμένη πληθύς. <Ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τοῦ Ἰούδα· Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ.> Ἕψεται καὶ οὕτω τὸ, Ἐγώ εἰμι, τοῦτ᾽ ἔστιν, Ἰερουσαλὴμ, ὁ λυτρούμενός σε, ὁ συντελῶν πάντα, καὶ ἐκτείνας τὸν οὐρανόν. Εἰμὶ τοιγαροῦν, φησὶν, ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ. Εἷλον μὲν γὰρ αὐτὴν κατὰ κράτος οἱ Βαβυλώνιοι, τὴν τῶν Ἰουδαίων ὅλην καταδῃώσαντες χώραν.
Ἀλλ᾽ ἐκλελύτρωνται παρὰ Θεοῦ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπεδύσαντο ζυγὸν, ἀφέντος τοῦτο δρᾷν τοῦ τὴν Βαβυλῶνα κατεμπρήσαντος, Κύρου φημὶ τοῦ Καμβύσου· καὶ δὴ καὶ ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, τάς τε πόλεις ἀνεδείμαντο καὶ τὸν νεὼν, καὶ κατῳκήκασιν ἐν εἰρήνῃ.
Εὐφυέστατα τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος οἰκοδομηθήσεσθαι λέγων τὴν Ἱερουσαλὴμ, δίδωσιν ἐννοεῖν τοῖς ἀκροωμένοις, ὡς ἁλώσεται κατὰ καιροὺς, καὶ καταστραφήσεται. Καὶ οὐκ ἀπό γε τῶν μοχθηρῶν ποιεῖται τὴν προαγόρευσιν τῶν συμβησομένων αὐτοῖς, ἀπ᾽ ἐκείνων δὲ μᾶλλον ἐφ᾽ οἷς ἦν εἰκὸς ἡσθῆναι λίαν· μετὰ τοῦ καὶ εἰς ἐννοίας, ὡς ἔφην, ἐλθεῖν τῶν σκυθρωποτέρων. Οὐκοῦν Θεοῦ προστάττοντος οἰκοδομηθήσεσθαι τὴν Ἱερουσαλὴμ, ἁλοῦσάν που πάντως πρότερον ὁ τῆς προφητείας κατασημαίνει λόγος.
Εἰ δὲ δή τις βούλοιτο καὶ βαθυτέροις ἔτι θεωρήμασιν ἐμβάλλειν, φαμὲν ὅτι τὴν ἀληθεστέραν Ἰουδαίαν, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἧς ἂν ἔνοικοι καὶ πολῖται νοηθεῖεν ἂν οἱ τὴν ἐν πνεύματι φοροῦντες περιτομήν. Ἔρημον οὖσάν ποτε πολυανδροῦσαν ἔδειξεν ὁ τοῦτο γενέσθαι προστεταχὼς, δῆλον δὲ ὅτι Θεὸς ἐν Χριστῷ, ἀνέτειλε δὲ τὰ ἔρημα αὐτῆς. Ξύλοις γὰρ νοητοῖς εὑρέθη κατάκομος, καὶ οἷον εὐδενδροτάτη, καὶ ὑψηλὰς ἁγίων ἔχουσα κεφαλάς. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ φυτοῖς καὶ ξύλοις ἀφομοιοῦν ἔσθ᾽ ὅτε τὸν τῶν ἁγίων χορόν. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἁγίων, ὅτι «Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Εἴρηται δὲ καὶ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν ἁγίων πρὸς Θεὸν, ποτὲ μὲν, ὅτι «Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας·» ποτὲ δὲ πάλιν· «Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.» Καὶ οὔτι πού φαμεν ὡς τῶν ἀναισθήτων ξύλων τὸ χαίρειν ἐστὶ, πρέποι δ᾽ ἂν μᾶλλον ἁγίοις τὸ χρῆμα, οὓς δὴ καὶ ἡσθῆναί φησιν ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ.
Ἔκρινε γὰρ οὕτω τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, δικαιώσας μὲν ἐν πίστει τοὺς πεπλανημένους ποτὲ, καταδικάσας δὲ τὸν ὄλεθρον τοῦ Σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ. <Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει. Ὁ λέγων Ἱερουσαλήμ· Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.> Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, ὡς ἔφην, κατὰ καιρούς· εἷλον γὰρ τὴν Ἰουδαίων χώραν οἱ Βαβυλώνιοι. Ἐπειδὴ δὲ τοῖς ἁλοῦσιν ἑβδομηκοστὸν ἤδη ἔτος τετέλεστο, καὶ ἐνειστήκει λοιπὸν ὁ καιρὸς τῆς ἐν αὐτοῖς ἡμερότητος, δῆλον δὲ ὅτι τῆς παρὰ Θεοῦ, κατεξανέστησε τῶν Χαλδαίων, Περσῶν τε καὶ Μήδων διέποντα τὴν ἀρχὴν τὸν Καμβύσου Κῦρον, ὃς εἷλεν αὐτοὺς, ἀνῆκέ τε τοὺς Ἰουδαίους, μεμαθηκὼς ὅτι Θεὸς ᾧ λελατρεύκασι προηγόρευσε περὶ αὐτοῦ, ὡς ταῖς παρ᾽ αὐτοῦ νευρούμενος ἐπικουρίαις, καὶ ἀμείνων ἔσται τῶν ἐχθρῶν, καὶ δυσάντητος κομιδῆ τοῖς ἐθέλουσιν ἀντανίστασθαι, καὶ ὅτι τὸν θεῖον αὐτὸς ἀναστήσει ναόν. Ὅτι τοίνυν ἔμελλεν ἐρημωθήσεσθαι παντελῶς, καίτοι πολυανδροῦσα λίαν, ἡ Βαβυλωνίων, κατασημαίνει λέγων· Ἐγώ εἰμι ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ. Ἄβυσσον γὰρ ἐν τούτοις τὴν ἀριθμοῦ κρείττονα τῶν Βαβυλωνίων ὠνόμαζε πληθύν· ποταμοὺς δὲ αὐτῆς τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ᾗ περίοικά τε ἦν, καὶ τὰς ὁμόρους ἔχοντα χώρας ἐκέκληντο παρ᾽ αὐτῶν εἰς ἐπικουρίαν.
Ἔθος δὲ πάλιν τῇ θείᾳ Γραφῇ, ποταμοῖς καὶ θαλάσσαις, καὶ ὕδασι παρεικάζειν ἀεί πως τὰ πολλὰ τῶν ἐθνῶν. Ἔφη γοῦν ὁ θεσπέσιος Μελῳδὸς περί τε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν πληθύος, ἢ ταῖς αὐτοῦ σεσαγήνευται φωναῖς· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε Κύριος.» Ἡ γάρ τοι φωνὴ τοῦ Κυρίου, τοῦτ᾽ ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα κατὰ πάντων ἠνέχθη τῶν ἐθνῶν, ὅτε μονονουχὶ κατεβρόντησεν αὐτῶν.
Περιεκτύπησε γὰρ ὡς παρὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν, τὸ ἱερὸν καὶ σωτήριον κήρυγμα. Γέγραπται δὲ πάλιν· «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ποταμοὺς γὰρ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους, ὧν αἱ φωναὶ, τοῦτ᾽ ἔστιν, αἱ διδασκαλίαι γεγόνασι γνώριμοι τοῖς ἀπανταχοῦ. Εἴρηται δέ που καὶ περὶ αὐτῆς τῆς Βαβυλῶνος, καὶ Νινευὶ, ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς. Ἦν οὖν ἄρα ὁ Θεὸς ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Καὶ αὐτὸς ἦν ὁμοίως ὁ λέγων τῷ Κύρῳ φρονεῖν, ἀντὶ τοὺ μετὰ συνέσεως πάντα δρᾷν, καὶ πάντα τὰ αὐτῷ δοκοῦντα πληροῦν.
Ταῦτα δὲ ἦν τὸ δίκην ἐκτίσαι τοὺς Βαβυλωνίους ὧν πεπράχασιν ὠμῶς καταδῃοῦντες τὴν Ἰουδαίαν, καὶ τὸν ἱερὸν καὶ θεῖον καταπιμπράντες ναὸν, ἀνεῖσθαί τε πρὸς τούτῳ τὸν Ἰσραὴλ, καὶ ἀναδείμασθαι τὸν οἶκον, ἤγουν θεμελιῶσαι. Τοῦτο γὰρ μᾶλλον εἰπεῖν ἀληθέστερον. Προστέταχε μὲν γὰρ ὁ Κῦρος, καὶ χρημάτων πόρους προστιθεὶς ἀναστῆναι τὸν νεὼν, καὶ κατεβάλετο μὲν ὑποβάθρας. Ἐπειδὴ δὲ μεταξὺ τὸν ἀνθρώπινον κατέλυσε βίον, κεκώλυται μὲν ἐκ τῆς τινων βασκανίας ἡ τῶν ἔργων ἐπίδοσις παρὰ τοῦ μετ᾽ αὐτόν. Ἤχθη γε μὴν εἰς πέρας καὶ μετὰ τοῦτο πάλιν, Θεοῦ κατανεύοντος. Ἔχομεν δὲ τῆς ἱστορίας τὸ ἀκριβὲς παρά γε τῇ θεοπνεύστῳ Γραφῇ· καὶ τὸ μακροὺς ἐν τούτοις τρίβειν ἑλέσθαι λόγους, περιττὸν οἶμαί που. Μὴ δὲ λεγέτωσάν τινες, ὡς ὁ θεῖος διέψευσται λόγος, ὅτι μὴ πάντα τὰ τῷ Θεῷ δοκοῦντα πεποίηκεν ὁ Κῦρος, ἄνθρωπος ὢν εἰδωλολάτρης.
Τέτακται γὰρ τὸ, Πάντα τὰ θελήματά μου ποιήσει, κατ᾽ ἐκεῖνά που πάντως ἅπερ εἰκὸς βούλεσθαι δηλοῦν Θεὸν, τὸ ἁλῶναί φημι τὴν Βαβυλωνίων, τὸ ἀπαλλαγῆναι δεσμῶν καὶ δουλείας τὸν Ἰσραὴλ, καὶ τὸ ἐγερθῆναι τὸν νεὼν, καὶ τὰς τῆς Ἰουδαίας οἰκοδομηθῆναι πόλεις. <Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, Ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί μου [Vulg. σου], καὶ προσδέξομαί σε. Σὺ δὲ οὐκ ἔγνως με, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεός. Οὐκ ᾔδεις δέ με. Ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔτι. Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά.
Ἐγὼ Κύριος ὁ Θεὸς ποιῶν πάντα ταῦτα.> Ταύτῃ φαμὲν ἐντετυχηκέναι τῇ προφητείᾳ τὸν ἀλκιμώτατον Κῦρον, ἡσθῆναί τε λίαν ἐπὶ τοῖς περὶ αὐτοῦ προηγορευμένοις παρὰ Θεοῦ, καὶ εἰς τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ ἐν ταῖς ὑπὸ χεῖρα πόλεσί τε καὶ χώραις ποιήσασθαι τὴν ἀνάῤῥησιν τῆς τοῦ Θεοῦ δόξης, ὁμολογοῦντα σαφῶς, ὅτι μόνος αὐτὸς εἴη Θεὸς, καὶ τῶν ὅλων Κύριος, ὁ παρὰ τῶν Ἰουδαίων προσκυνούμενος. Καὶ σαφὴς μὲν λίαν, ὥς γε οἶμαι, τῆς προφητείας ἡ δύναμις, ἤτοι τῶν προφητικῶν προῤῥήσεων.
Ἕκαστα δὲ τῶν εἰρημένων ἐπιδραμόντες, ὡς ἔνι τὸ δοκοῦν εἶναι φησὶν [ἀφανὲς] ἔσθ᾽ ὅτε καὶ ἄναντες, σαφὲς καταστήσωμεν. Χριστὸν μὲν γὰρ ὀνομάζει τὸν Κῦρον, καὶ οὐχ ὡς ἕνα τῶν ἁγίων, καθ᾽ ὧν ἂν κέοιτο τοὔνομα, καταχρηστικῶς δὲ, ὡς ἀπό γε τοῦ κεχρίσθαι, ληφθὲν, ἀλλ᾽ ὅτι τοὺς καλουμένους εἰς βασιλείας παρὰ Θεοῦ, κἂν εἰ μή τινες εἶεν ἅγιοι καὶ σεπτοὶ, ἐλαίῳ καταχρίειν ἔθος ἦν. Εὑρήσομεν γὰρ τοὺς ἁγίους προφήτας τισὶν εἰρηκότας τῶν εἰς τοῦτο παρενηνεγμένων, ὅτι «Ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ.» Χριστὸς οὖν ὁ Κῦρος ὡς βασιλεύς· πλὴν ὅτι διὰ Θεοῦ κεκράτηκεν, ἤρθη τε εἰς δόξαν ὑπερφυᾶ, δίδωσιν ἐννοεῖν, χριστὸν ὀνομάσας αὐτὸν, τοῦτ᾽ ἔστι χρίσει καὶ ψήφῳ τῇ παρ᾽ αὐτοῦ κεκλημένον εἰς βασιλείαν.
Ταύτῃτοί φησιν, ὅτι κεκράτηκε τῆς δεξιᾶς αὐτοῦ. Ἀντιλήψεως δ᾽ ἂν σημεῖον γένοιτο καὶ τοῦτο σαφὲς, κατά γε τὸ ὑπὸ τῶν ἁγίων ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· «Ἐκράτησας τῆς χειρός μου, τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Κεκρατηκέναι δέ φησι τῆς δεξιᾶς αὐτοῦ, ὥστε καὶ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, τοῦτ᾽ ἔστιν, ὑποταχθῆναι καὶ ὑπείκειν αὐτῷ, διαῤῥαγῆναι δὲ τὴν βασιλέων ἰσχύν.
Ἑπτὰ γὰρ εἶναί φασι βασιλέας ὑπὸ τὸν ἕνα καὶ προὔχοντα παρὰ τοῖς Βαβυλωνίοις. Ὅτι δὲ ἔμελλον ἀνοίγνυσθαι μὲν αὐτομάτως αἱ πόλεις, διακωλύσαι δὲ παντελῶς οὐδὲν κατατρέχοντα τὸν Κῦρον τῆς τῶν πολεμίων ἰσχύος, διαδείκνυσι λέγων· Πόλεις οὐ συγκλεισθήσονται.
Ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, τοῦτ᾽ ἔστιν, ἅπαντά σοι ψιλὰ, καὶ εὐήλατα γενέσθαι παρασκευάσω, ὡς μηδὲν εἶναι τὸ ἀντιστατοῦν. Ἀλλὰ κἂν εἴ τις ἐπέλθοι, καὶ οἷον ὄρος ταῖς σαῖς δυνάμεσιν ὑπαντήσειε, καὶ τοῦτο ὁμαλιῶ, τοῦτ᾽ ἔστιν, οἰκτρὸν ἀποφανῶ, καὶ χαμαιῤῥιφὲς, καὶ ἄναλκες. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι. Φασὶ τοὺς Βαβυλωνίους μετὰ τὸ ἁλῶναι τὴν πόλιν, σπηλαίοις ἑαυτοὺς ἐγκαταχῶσαι σκοτεινοῖς, μάλιστα δὲ τοὺς ἐν αὐτοῖς ὄντας περιφανεστέρους τῶν ἄλλων, οἳ δεδιότες τὸν θάνατον, ὄφεων δίκην ἐν παντὶ σπηλαίῳ καὶ σχισμαῖς πετρῶν καταδύντες ἐκρύπτοντο, οὐ μὴν ἰσχῦσαι διαλαθεῖν.
Κατεσημαίνοντο γὰρ τούτῳ [ἴσ. τοῦτο] τῷ Κύρῳ τινές· ὁ δὲ καὶ δᾷδας ἀναφθῆναι προστέταχε, καὶ ἐκ μυχῶν σκοτεινῶν ἀνορύττεσθαι τοὺς πεφοβημένους, οὕτω τε πικραῖς ὑποθεῖναι δίκαις. Ἕτεροι δέ φασιν ὅτι τοὺς Βαβυλωνίων ἐκένωσε θησαυροὺς ὑπὸ γῆν ὄντας καὶ κεκρυμμένους. Ἔσῃ δὴ γοῦν περιφανὴς οὕτω καὶ ἀοίδιμος, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραὴλ, ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου. Κέκληκα γάρ σε πρὸς τοῦτο, φησὶν, ἐγὼ Θεὸς μόνος, καὶ τετίμηκά σε ταῖς οὕτω λαμπραῖς εὐκλείαις, ἵνα εὖ πάθοι παρὰ σοῦ ἐμὸς ὢν οἰκέτης ὁ Ἰσραήλ. Ἐγὼ μὲν κέκληκά σε, φησὶ, καὶ κατεστεφάνωσα ταῖς εὐκλείαις.
Σὺ δὲ οὐκ ἔγνως με ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεὸς, καὶ οὐκ ᾔδεις με· ὅμοιον ὡς εἰ λέγοι σαφῶς· Οὐκ ἀντέκτισιν λαμπρῶν ἀνδραγαθημάτων τῶν ὁρώντων εἰς εὐσέβειαν ἐκομίσω παρ᾽ ἐμοῦ τὴν τοιαύτην δόξαν· τετίμηκα δέ σε, καίτοι μὴ εἰδότα τὴν ἐμὴν θεότητα καὶ ὑπεροχὴν, ἀλλ᾽ οὐδ᾽ ἐναρίθμιον ὄντα τοῖς προσκυνοῦσί με, ἀλλ᾽ ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰ γὰρ ἑλοίμην, φησὶν, ἐκρύεσθαι τοὺς ἐμοὺς, καὶ διὰ τῶν οὐκ εἰδότων τὴν δόξαν τὴν ἐμὴν ἀποπερανῶ τὸ χρῆμα, ὑπέρ γε τοῦ σαφῶς εἰδέναι τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν γῆν, ὅτι Θεὸς οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰμὶ γὰρ τῶν δυνάμεων Κύριος, καὶ παντὸς ἔθνους, καὶ γένους Δεσπότης· καὶ ὅποιπερ ἂν θελήσαιμι, τὰς τῶν ἐπὶ γῆς ἀποφέρω καρδίας, ὥστε τῶν ἐμῶν θελημάτων ὑπουργοὺς ἀναφαίνεσθαι καὶ τοὺς οὐκ ὄντας ἐμούς. Ἐγὼ τοίνυν εἰμὶ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, τοῦτ᾽ ἔστιν, ἡμέραν τε καὶ νύκτα, ἤγουν φῶς μὲν τοῖς λελυτρωμένοις, σκότος δὲ τοῖς πεπορθημένοις. Οἱ μὲν γὰρ ἔχαιρον, ὡς ἀπαλλαττόμενοι τῶν δεσμῶν, οἱ δὲ ἦσαν ἐν ἀφύκτοις συμφοραῖς.
Ἐγώ εἰμι ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐκλήψῃ καὶ τοῦτο κατὰ τὴν ἴσην διάνοιαν, ὡς ἔφην, ἀρτίως· Εἰρήνην μὲν τοῖς λελυτρωμένοις, κακὰ δὲ, τοῦτ᾽ ἔστι, κακωτικὰ, ἤτοι πάσης κακώσεως ἐμποιητικὰ, τοῖς ὠμοῖς καὶ ἀγρίοις, τοῖς ἐπενηνεγμένοις τῷ Ἰσραήλ. Ὅτι γὰρ λελύπηκε τὸ χρῆμα Θεὸν, σαφὲς ἂν γένοιτο, λέγοντος αὐτοῦ διὰ φωνῆς ἀγγέλου τῷ προφήτῃ Ζαχαρίᾳ· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾽ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ μὴν καὶ ὡς πρὸς αὐτῶν τῶν Βαβυλωνίων· «Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.» Ὅτι δὲ κατὰ βούλησιν Θεοῦ ταῖς Βαβυλωνίων ἀλαζονείαις ἐπεπήδησεν ὁ Κῦρος, θρασύς τε καὶ παναλκὴς, καὶ τῇ πρεπούσῃ τοῖς πάσχουσιν ὠμότητι χρώμενος, εἰσόμεθα, λέγοντος αὐτοῦ, διὰ τῆς Ἱερεμίου φωνῆς, ὡς πρός γε τὸν Κῦρον· «Πικρῶς ἐπίβηθι ἐπ᾽ αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ ἐκδίκησον μάχαιραν, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι.» Καὶ πρὸς τούτοις ἔτι· «Ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον, καὶ ἐξολοθρεύσατε αὐτήν.
Μὴ γενέσθω αὐτῆς κατάλειμμα, ἀναξηράνατε πάντας τοὺς καρποὺς αὐτῆς, καταβήτωσαν εἰς σφαγήν. Οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.» Ἔφη δέ που καὶ αὐτὸς ὁ προφήτης Ἡσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Βαβυλωνίους· «Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι.
Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδ᾽ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν,» δηλονότι τῶν Μήδων. <Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα.> Ἔθος καὶ μελέτη πλεισταχοῦ τῇ θεοπνεύστῳ Γραφῇ διεξάγειν τοὺς λόγους ἐκ τῶν καθ᾽ ἕκαστά τε καὶ ἀνὰ μέρος ἐπί τισι γεγονότων εἰς τὸ καθόλου καὶ ἐπὶ πάντας, καὶ καθάπερ ἐξ ἐνεργοῦς εἰκόνος τῶν ἱστορικῶς πεπραγμένων ἀναβιβάζειν ἀστείως τῶν παιδευομένων τὸν νοῦν εἰς θεωρίας μυστικωτέρας.
Ὃ δὴ καὶ ἐπὶ τῶν ἐν χερσὶ στίχων ἔνεστιν ἰδεῖν. Μακρὸς μὲν γὰρ δεδαπάνηται λόγος διὰ τῶν ἀνόπιν περὶ Κύρου, τοῦ Περσῶν τε καὶ Μήδων ἐξάρχοντος, ὡς καταδῃώσαντος μὲν τὴν Βαβυλωνίων, καὶ κατὰ κράτος αὐτὴν ᾑρηκότος, θητείας δὲ τῆς αὐτόσε, καὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνέντος τὸν Ἰσραήλ· θεμελιώσαντος δὲ καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις νεὼν, κατεγήγερται δὲ καὶ ὅτι τῆς Χαλδαίων καὶ Θεοῦ καταθήγοντος, καὶ ἀνοιγνύντος αὐτῷ θύρας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνθραύοντος. Ἀλλ᾽ ἦν τοῦτο διήγημα μερικόν. Ὑπῆρξε γὰρ μόνοις τὸ διευθυμεῖσθαι δεῖν, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλλάττεσθαι πόνων, τοὺς ἐξ αἵματος Ἰσραήλ. Μεθίστησι δὲ λοιπὸν τῶν ἐννοιῶν τὴν δύναμιν ἐπ᾽ αὐτὸν ἥδη τὸν Ἐμμανουὴλ, ὃς ἀνεδείχθη παρὰ Θεοῦ καὶ Πατρὸς, ἵνα κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν, ἵνα τοὺς ταῖς τῶν ἰδίων ἁμαρτημάτων σειραῖς ἀφύκτως κατεσφιγμένους ἐξέληται τοῦ κακοῦ, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθέρους ἀποφήνας, τοὺς ἐπὶ τῆς γῆς παλινδρομῆσαι παρασκευάσῃ πρὸς ἑαυτὸν, προσαγάγῃ τε οὕτω δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Γέγονε γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ δι᾽ αὐτοῦ τὴν καταλλαγὴν ἐσχήκαμεν ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα, καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς· αὐτὸς τὸν θεῖον ἤτοι τὸν ἑαυτοῦ ναὸν ἀνεδείματο. τοῦτ᾽ ἔστι, τὴν Ἐκκλησίαν.
Αὐτὸς γὰρ αὐτὴν ἑαυτῷ παρέστησεν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον ἡ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἁγίαν δὲ μᾶλλον, καὶ ἄμωμον. Οὐκοῦν ὡς ἐν εἰκόνι τῷ Κύρῳ καὶ τοῖς παρ᾽ αὐτοῦ γεγονόσι κατίδοι τις ἂν εὖ μάλα τὰ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν δεδωρημένα παρὰ Θεοῦ θεοπρεπῆ κατορθώματα. Οὗτος μὲν οὖν τῶν προκειμένων ἡμῖν ὁ σκοπός. Ἕκαστα δὲ κατὰ μέρος τῶν γεγραμμένων ὡς ἔνι διερμηνεύσομεν. Εὐφραινέσθω τοίνυν, φησὶν, ὁ οὐρανὸς ἄνωθεν, τοῦτ᾽ ἔστιν, οἱ τὴν ἄνω τρίβοντες πόλιν, καὶ τὸ λαμπρὸν καὶ ἀξιάγαστον ἔχοντες ἐνδιαίτημα, ἄγγελοί τε καὶ ἀρχάγγελοι, καὶ τὰ τούτων ἐπέκεινα, θρόνοι τε καὶ ἐξουσίαι, καὶ δυνάμεις λογικαὶ, καὶ τῶν ἀνωτάτω θώκων οἱ παραστάται. Φαμὲν δὲ ὅτι θυμηδίας πρόφασις καὶ αὐτοῖς δὴ γέγονε τοῖς ἐν οὐρανῷ πατράσιν, ἡ τῶν πεπλανημένων ἐπὶ τῆς γῆς ἐπιστροφὴ πρὸς τὸν Θεὸν, ἡ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἡ τυφλῶν ἀνάβλεψις, καὶ ἁπαξαπλῶς τῶν ἀπολωλότων ἡ σωτηρία. Εἰ γὰρ χαίρουσιν ἐφ᾽ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ἐνδοιάσαι θέμις, ὡς ἥδονταί τε καὶ κατευφραίνονται σεσωσμένην ὁρῶντες τὴν ὑπ᾽ οὐρανόν; Οὐκοῦν ἄνωθεν μὲν ὁ οὐρανὸς εὐφραινέσθω, φησὶ, ῥανάτωσαν δὲ καὶ αἱ νεφέλαι δικαιοσύνην.
Νεφέλας δὲ εἶναί φαμεν νοητὰς τὰς ἄνω δυνάμεις, δι᾽ ὧν αἱ διὰ τοῦ πνεύματος παρακλήσεις ὑετοῦ καθίενται δίκην, καὶ ταῖς τῶν πιστευόντων καρδίαις ἐνστάζουσι, κατά γε τὸ ἑτέρωθί που σαφῶς εἰρημένον ὡς περὶ ἀμπέλου περὶ τῶν ἐξ Ἰσραήλ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ᾽ αὐτοὺς ὑετόν· ἤγουν καὶ αὐτοὺς τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὧν καὶ πρῶτοι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, οἳ δὴ ἅπασαν περιφοιτῶντες τὴν γῆν, τὸν θεῖόν τε καὶ ἱερὸν κατεσκέδασαν λόγον, καὶ καθάπερ τινὰ διψάδα καὶ ἄκαρπον γῆν, τοὺς ἁπανταχοῦ κατευφραίνοντες, καὶ οἷον κατάρδοντες νοητῶς, πρόφασις αὐτοῖς εὐκαρπίας γεγόνασι τῆς πνευματικῆς.
Οὐκοῦν Ἰουδαίοις ἅτε μὲν, ἅτε δὲ καὶ γεγονόσι κυριοκτόνοις, καὶ εἰς αὐτὸν παροινήσασι τὸν τῶν νοητῶν ναμάτων δοτῆρα Χριστὸν, ἐκέλευε Θεὸς ταῖς νεφέλαις τὸ μὴ διδόναι τοὺς ὑετοὺς, τοῖς γε μὴν εἰς αὐτὸν πιστεύουσι καθεῖναι προστάττονται, καὶ κατάρδειν ἀμφιλαφῶς τὰς τῶν προσιόντων αὐτῷ καρδίας. «Ὑετῶν γε μὴν καθιεμένων, ἀνατειλάτω, φησὶν, ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα.» Ἦν γὰρ ἀναγκαῖον τῶν νοητῶν νεφελῶν, ὡς ἔφην, τοῖς εἰς δικαιοσύνην μαθήμασιν ἀρδευουσῶν τὴν ὑπ᾽ οὐρανὸν, καθάπερ ἐκ σπερμάτων ἀγαθῶν, ἀναφῆναί τε καὶ ἀναβλαστῆσαι καρποὺς ἀγαθούς.
Ὥσπερ γὰρ κατάρχοντος ἐπὶ τῆς γῆς τοῦ τῆς ἁμαρτίας εὑρετοῦ, καὶ διὰ τῶν ἐν κόσμῳ σοφῶν, μυσαρά τε καὶ βέβηλα πανταχοῦ καθιέντος σπέρματα, οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ καρπῶν ἐπιεικείας ἔρημος ἦν ἡ σύμπασα γῆ, οὔπω τῶν τῆς δικαιοσύνης μαθημάτων, ὑετῶν δίκην, καθιεμένων τοῖς ἁπανταχοῦ· λοιπὸν, ἦν ἀκόλουθον τοὺς τῆς εἰς Θεὸν εὐσεβείας εἶναι καρπούς· ἔλεος δὲ εἶναί φαμεν τὴν ἀγάπην, ἥτις ἐστὶ τοῦ νόμου τὸ πλήρωμα, συμπαρομαρτούσης αὐτῇ καὶ δικαιοσύνης, καὶ πάντως που τῆς εὐαγγελικῆς· ἧς καὶ βραβευτὴς καὶ διδάσκαλος αὐτὸς ἡμῖν γέγονεν ὁ Χριστός. Φαίη δ᾽ ἄν τις, ἔλεος καὶ δικαιοσύνην τὴν ἐκ γῆς ἀνίσχουσαν, ἢ καὶ βλαστήσασαν, αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πατρὸς ἔλεος καὶ δικαιοσύνη· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἠλεήθημεν ἐν αὐτῷ, καὶ δεδικαιώμεθα, τῶν ἀρχαίων αἰτιαμάτων λαβόντες τὴν ἄφεσιν, ἤγουν ὅτι παρ᾽ αὐτοῦ δεδέγμεθα τὴν εἰς λῆξιν ἀγαθοῦ παντὸς ἀνακομίσαι δυναμένην ἡμᾶς δικαιοσύνην, δι᾽ ἧς καὶ σεσώσμεθα. Εἰ δὲ ἡ γῆ τὴν δικαιοσύνην ἀναφῦναι προστέτακται, χαλεπαινέτω μηδεὶς, ἐννοήσας ὅτι καὶ ὁ Ψαλμῳδός πού φησι περὶ Θεοῦ καὶ Πατρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἐμμανουήλ· «Εἰργάσατο δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.»
Οὐ γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατεκόμισεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Χριστὸς, γεγένηται δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, ἣ καὶ μία γέγονε τῶν ἐπὶ γῆς. Ὅταν οὖν λέγηται γῆς γενέσθαι καρπὸς καὶ βλάστημα, συνήσεις, ὡς ἔφην, ὅτι γέγονε κατὰ σάρκα ἐκ γυναικὸς ληφθείσης εἰς τοῦτο πρὸς ὑπουργίαν, καίτοι μιᾶς οὔσης τῶν ἀπὸ τῆς γῆς. <Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὁ κτίσας σε· ποῖον βελτίονα κατεσκεύασα ὡς πηλὸν κεραμέως;> Τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ καὶ Θεὸν ὄντα κατὰ φύσιν Υἱὸν, κενῶσαι μὲν ἑαυτὸν, ἑλέσθαι δὲ καὶ παθεῖν ὑπὲρ ἡμῶν, καὶ τῆς οὕτω μεγάλης ἀξιῶσαι φειδοῦς τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὡς ἀντάλλαγμα τὴν ἰδίαν προέσθαι ψυχήν· μᾶλλον δὲ καὶ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφὴν, καὶ τῆς ἀνωτάτω δόξης ἀλλάξασθαι τῆς ἀνθρώπου φύσεως τὸ μικροπρεπές. Ταύτῃτοι φησὶν, ὅτι Ἐγώ εἰμι, νῦν ἐκληπτέον, ἀντὶ τοῦ, ὑφέστηκα καὶ ζῶ, Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ τῶν δυνάμεων Κύριος, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ θάνατον οὐ ποιήσας, κτίσας δὲ μᾶλλον ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα. Εἶτα τιμῶν τὴν ἀνθρώπου φύσιν, καὶ ὅτι τῶν ἐπὶ γῆς ἁπάντων ζώων ἰσοστατήσειεν ἂν αὐτῇ παντελῶς οὐδὲν, Ποῖον, φησὶ, βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; πεπλάσμεθα γὰρ παρ᾽ αὐτοῦ χοῦν λαβόντος ἀπὸ τῆς γῆς, καὶ κεραμέως δίκην εὖ μάλα διαμορφώσαντος.
Ἀλλ᾽ οὐ μέχρι τούτων τῆς ἀνθρώπου φύσεως τὸ ἀξίωμα, ἀλλά τι καὶ μεῖζον ἐν ἡμῖν ξένιόν τε καὶ δῶρον εὐτεχνίας Θεοῦ. Πεποιήμεθα γὰρ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, καὶ τῆς αὐτοῦ δόξης τὸν χαρακτῆρα πεπλουτήκαμεν νοητῶς ἐναστράπτοντα ταῖς ἡμετέραις ψυχαῖς, εἰ καί ἐσμεν κατὰ σάρκα γῆ καὶ ἐκ γῆς. Οὐκοῦν οὐκ εὐκαταφρόνητον, μᾶλλον δὲ καὶ ἀξιάγαστον ἐπὶ γῆς ζῶον ὁ ἄνθρωπος· οὕτω τε Θεὸς ἐπ᾽ αὐτῷ σεμνύνεται. Καὶ γοῦν ἔφη πρὸς τὸν τληπαθέστατον Ἰὼβ, τὰς ἑαυτοῦ μεγαλουργίας ἐναργεῖς καθιστάς· «Ἦ συλλαβὼν γῆς πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Εἶτα τῆς ἀνθρώπου φύσεως τὸ περιφανὲς ἐξηγεῖται λέγων· «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Ἐφήρμωσε μὲν γὰρ τῷ Χριστῷ τῶν προκειμένων στίχων τινὰς ὁ πάνσοφος Παῦλος. Λέγοιτο δ᾽ ἂν οὐκ ἀπεοικότως καὶ ἐπὶ παντὸς ἀνθρώπου τοῦ καθ᾽ ἡμᾶς· ἐψευσμένον γὰρ ἐν αὐτοῖς οὐδέν. <Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων τῷ πατρί· Τί γεννήσεις;
καὶ τῇ μητρί· Τί ὠδινήσεις;> Βαθὺς μὲν ὁ λόγος, καὶ ἀσαφείᾳ πολλῇ κατεσκιασμένος, εἴσῃ δ᾽ ὅμως εὐθὺ τοῦ χρησίμου, καὶ ἀληθοῦς· χρῆναι δὲ οἶμαι προαναπτύξαι βραχὺ τῶν νοημάτων τὸν σκοπόν. Ἔσται γὰρ οὕτως εὐαφής τε καὶ εὐπαράδεκτος τοῖς ἀκροωμένοις. Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς ἐλυτρώσατο μὲν ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ, ἐξείλετο δὲ καὶ τῆς πολυθέου πλάνης, καὶ τῆς τῶν δαιμονίων ἀπάτης, νόμῳ τῷ διὰ Μωσέως ἀνακομίσας αὐτὸν εἰς τὴν τῆς ἀληθοῦς θεογνωσίας αὐγήν. Ἑνὶ γὰρ λατρεύειν ἐδίδαξε Θεῷ, καὶ Κύριον ἕνα προσκυνεῖν· εἶτα διὰ τύπων καὶ σκιᾶς ἀναβιβάζειν ἤθελεν ἐπὶ τὰ ἔτι μείζω, καὶ τελεώτερα, τοῦτ᾽ ἔστι, τὰ ἐν Χριστῷ. Παιδαγωγὸς γὰρ ὁ νόμος ἦν, ἔκειτο δὲ καὶ μέχρι καιροῦ διορθώσεως· ἦν δὲ οὗτος ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίας, ὅτε τῶν νομικῶν ἐνταλμάτων ἀποστήσας τὴν σκιὰν, καὶ τοὺς ἐν γράμμασι τύπους τῆς ἐν πνεύματι καὶ ἀληθοῦς λατρείας τὸ κάλλος εἰσκεκόμικε τοῖς ἐπὶ τῆς γῆς, γυμνῶς τε καὶ ἀπημφιεσμένως. Ἀλλ᾽ ἐπ᾽ αὐτῷ δὴ οὖν τούτῳ δεδυσφορήκασιν Ἰουδαῖοι, καὶ τοῖς τύποις ἔτι συναγορεύοντες ἀντεπράττοντο τῷ Χριστῷ, καὶ τῶν Μωσαϊκῶν θεσπισμάτων τὴν λύσιν ἐνεκάλουν αὐτῷ, ποτὲ μὲν λέγοντες· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον·» ποτὲ δὲ καὶ τοῖς ἔτι χείροσι κατασφενδονῶντες λόγοις.
Οὐκοῦν ἐπειδήπερ ἀπαράδεκτον ἐποιοῦντο τῶν εὐαγγελικῶν κηρυγμάτων τὴν ὄνησιν ἀναβιβάζουσαν αὐτοὺς εἰς πνευματικὴν εὐκαρπίαν ἐκ τῆς ἀνονήτου σκιᾶς, ταύτῃτοί φησι· Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Ὦ ἀνόητοι, φησίν· ἀνατέμνει μὲν γὰρ τοῖς ἀρότροις τὴν ἄρουραν ὁ γηπόνος, ἀλλ᾽ οὐ μέχρι παντὸς τοῦτο δρᾷ, οὐδὲ ἅπαντα τοῖς ἀρότροις τὸν τῆς γηπονίας δαπανήσει καιρόν. Ἀνατέμνει γὰρ τὴν ἄρουραν, οὐχ ἵνα φαίνηται τοῦτο παθοῦσα μόνον, ἀλλ᾽ ἵνα εὐπαράδοχος ᾖ τοῖς ἐν αὐτῇ καταβαλλομένοις σπέρμασι, καὶ καρπογόνος ὀφθῇ. Οὐκοῦν ὑλομανούσας ποτὲ καὶ οἷον κεχερσωμένας τὰς ἁπάντων ἡμῶν καρδίας, ὥσπερ ἀρότρῳ χρησάμενος τῷ διὰ Μωσέως νόμῳ, προείργασμαι, καὶ γεωργοῦ δίκην ἀνατέμνων, εὐπρεπεῖς ἀποφαίνω αὐτὰς εἰς καταβολὴν σπερμάτων ἀγαθῶν. Ὁ δέ γε ἀγαθοῦ παντὸς σπορεὺς ὁ ἐμός ἐστιν Υἱός. Προσδέξασθε τοίνυν τὰ παρ᾽ αὐτοῦ, καὶ μὴ βούλεσθε διηνεκῶς στέργειν, καὶ ἀγαπᾷν τὸν ἀροτῆρα νόμον. Ἠροτρίασε γὰρ, ὡς ἔφην, οὐχ ἵνα μὲν ἔχητε τοῦτο· ποία γὰρ ὄνησις ἐντεῦθεν; ἀλλ᾽ ἵνα τοὺς τῆς ἀληθείας ἐκτέκητε καρπούς.
Ἐπειδὴ δὲ καὶ μεταπεπλάσμεθα νοητῶς ἐν Χριστῷ, ἤγουν μετεστοιχειώθημεν, οἱ μὲν ἐκ πλάνης Ἑλληνικῆς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ εἰς ζωὴν ἁγίαν, τὴν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· οἵ γε μὴν ἐκ περιτομῆς εἰς ἀνάληψιν μαθημάτων εὐαγγελικῶν, καὶ εἰς καινότητα λατρείας, οὐκ ἔτι τῶν τύπων ἐχούσης τὸ ἀτερπὲς, ἐκλαμπούσης δὲ μᾶλλον τῆς πνευματικῆς τὸ εὐπρεπέστατον κάλλος· ὑπῆρξε δὲ ἡμῖν κἀκείνοις τὴν διὰ ὕδατός τε καὶ πνεύματος ἀναγέννησιν ἐν Χριστῷ πλουτήσασιν· ὁμοίως δὲ ἦν τοῖς Ἰουδαίων δήμοις ἀπόβλητός τε καὶ ἀπαράδεκτος ἡ ἐπ᾽ αὐτοῖς δὴ τουτοισὶ χάρις· ἀντέπραττον γὰρ, ὡς ἔφην, τοῖς παρὰ Χριστοῦ θεσπίσμασι· ταύτῃτοί φησι· Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδινήσεις;
Ἐγὼ μὲν γὰρ, φησὶν, ἀναμορφῶσαι βούλομαι πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀναπλάσαι πρὸς τὰ βελτίω διὰ γεννήσεως νοητῆς, πάντως δήπου τῆς δι᾽ ὕδατος τε καὶ πνεύματος. Ἀλλὰ τοῖς ἐμοῖς σκέμμασιν ἀσυνέτως ἀντιπράττετε. Ἆρ᾽ οὖν ἐπετίμησε, φησὶν, ὁ πηλὸς τῷ κεραμεῖ ποτε, ὡς χεῖρα τὴν τεχνουργὸν οὐκ ἔχοντι, ἢ ὡς οὐκ εἰδότι τίνα χρὴ τρόπον διαμορφῶσαι τὸ ἐν χερσίν; Ἀλλ᾽ ὁ μέλλων τεχθήσεσθαι, φησὶ, μὴ πεῦσιν προσήγαγε τῷ ἰδίῳ πατρὶ, ἆρα γεννήσει;
Εἶτα πῶς ὑμεῖς, ὡς πηλὸς ὄντες εἰς χεῖρας κεραμέως, καὶ οὐκ εἰδότες ὅλως τίνα τρόπον ἡ νοητὴ περὶ ὑμᾶς ἀναγέννησις ἔσται, οὐ δεδίατε φιλονεικεῖν; καὶ οὐχὶ δὴ μᾶλλον ὡς τεχνίτῃ καὶ πατρὶ τὸ ὅπως ἂν γένοιτο ταυτὶ παραχωρεῖν ἐγνώκατε; ὅτι γὰρ ἐφιλονείκουν Ἰουδαῖοι τοῖς τοῦ Σωτῆρος λόγοις, οἳ γεγόνασιν αὐτῷ περὶ τούτων, χαλεπὸν οὐδὲν συνιδεῖν. Ἔφη γὰρ πρὸς Νικόδημον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος, καὶ πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» Ὁ δὲ τοῖς ὑπὲρ νοῦν ἀσυνέτως ἐπιπηδῶν ἀντανίστατο λέγων· «Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» Προσετίθει δὲ τούτοις καὶ ἑτέραν μυσταγωγίαν, Πῶς δύναται ταῦτα γενέσθαι; Τί οὖν πρὸς ταῦτα Χριστός; «Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσητε;» Εἴκειν οὖν ἀναγκαῖον οἷς ἂν λέγοι Θεός. Αὐτὸς οἶδε τῶν ἰδίων ἔργων τὴν ὁδὸν, ἀπολυπραγμόνητα δὲ τὰ παρ᾽ αὐτοῦ τεχνουργούμενα, καὶ ἀνενδοιάστῳ πίστει τὰ ὑπὲρ νοῦν ὄντα, τὸν καθ᾽ ἡμᾶς τιμᾶσθαι προσήκει.
Ἰστέον δὲ, ὅτι καὶ ὁ προφήτης Ἱερεμίας εἰς τὸν οἶκον τοῦ κεραμέως ἐπέμπετο, τεχνουργοῦντα αὐτὸν ὀψόμενος· διαπεσόντος δὲ τοῦ πηλοῦ, καὶ εἰς ἀγγεῖον ἕτερον ἀναπεπλασμένου, πρὸς αὐτὸν ἔφη Θεός· «Μὴ, ὡς ὁ κεραμεὺς οὗτος, οὐ δυνήσομαι ὑμᾶς, οἶκος Ἰσραήλ; Ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν χερσί μου.» Ὅτι δὲ καὶ μεταπλαττόμεθα νοητῶς εἰς ἁγίαν τε καὶ παγκάλην ζωὴν, σαφηνιεῖ λέγων ὁ Παῦλος· «Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·» δι᾽ οὗ καὶ ἀναγεννώμεθα, σπορὰν ἔχοντες οὐκέτι φθαρτὴν, ἀλλὰ τὴν διὰ λόγου ζῶντος Θεοῦ, καὶ μένοντος. <Ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος Ἰσραὴλ, ὁ ποιήσας τὰ ἐπερχόμενα· Ἐπερωτήσατέ με περὶ τῶν θυγατέρων, καὶ περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ᾽ αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.> Τῆς τῶν ἀνωτέρω διανοίας ἀπόδοσις ἐν τούτοις ὁρᾶται γεγενημένη.
Ἔχει δὲ οὕτως τῶν στίχων ὁ νοῦς· Εἰ γὰρ ὁ πηλὸς τῷ κεραμεῖ, φησὶν, ἐπετίμησέ ποτε, καὶ ὡς ἀτεχνῆ πως ἢ ἀργοτέραν τὴν τοῦ διαπλάσαντος ἐγράψατο χεῖρα· εἰ περιειργάσατό τις τῶν οὔπω μὲν ὄντων ἢ γεγεννημένων, γεγεννῆσθαι δὲ προσδοκωμένων, ὁποίων ἄρα τέκνων ὁ αὐτοῦ πατὴρ ἔσται σπορεύς· ἐρωτήσατέ με καὶ ὑμεῖς, οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες· πῶς ἂν γένοιτο, καὶ τίνα τρόπον ὑμεῖς εἰς υἱοὺς ἔσεσθέ μοι, καὶ θυγατέρας. Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Τὸ δὲ ἐντείλασθε, φησὶν, ἀντὶ τοῦ διατάξασθε, καὶ ὡς οὐκ εἰδότι τῶν πρακτέων τὴν ὁδὸν, μὴ ὀκνήσητε γνωμοδοτῆσαι τῷ Θεῷ. Ἀξιάγαστος οὖν καὶ σφόδρα εἰκότως ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· «Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ. καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Δεῖται γὰρ ὅλως οὐδενὸς ἔν γε τοῖς καθ᾽ αὑτὴν ἡ πάντων τεχνῖτις σοφία. Ἀλλ᾽ οὐδ᾽ ἂν εἴη τι τῶν καθ᾽ ἡμᾶς ἄπορόν τε καὶ ἀμήχανον αὐτῇ. Πάντα γὰρ δύναται τὸ πανσθενὲς ἔχουσα· μᾶλλον δὲ ἡ πᾶσα δύναμίς ἐστιν αὐτή. Κύριος γάρ ἐστι τῶν δυνάμεων ὁ τῶν ὅλων Θεὸς, οἶδέ τε κατὰ μόνας αὐτὸς τῶν ἰδίων ἔργων τὴν ὁδόν. Οὐκοῦν ἀπολυπραγμόνητα αὐτοῦ, καὶ τὰ ὑπὲρ νοῦν, καὶ λόγον ἀνέφικτα μὲν ταῖς ἀνθρώπων διανοίαις, αὐτῷ γε μὴν ἐγνωσμένα.
Καὶ γοῦν δι᾽ ὕδατός τε καὶ πνεύματος τὴν νοητὴν ἀναγέννησιν δεδόσθαι πιστεύομεν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ. Ἐπειδὴ Νικοδήμῳ τὴν χάριν ἐναργῆ καθιστᾷν ἐβούλετο Χριστὸς, ἐξηγεῖτο μὲν τοῦ πράγματος τὴν ὁδόν· ὁ δὲ συνιεὶς τῶν λεγομένων οὐδὲν, τῶν τοῦ Σωτῆρος ῥημάτων κατηγόρευσε τὸ ἀμήχανον. Ὅ τε καὶ οὕτως ἔχοντα γνώμης, πίστει δέχεσθαι τὸ θαῦμα παρενεγγύησε, λέγων· «Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν.» Οὐκοῦν εἰ μὴ συνίεμεν τῶν θείων ἔργων τὴν ὁδὸν, ἐνδοιασμοῦ παντὸς τὸν ἑαυτῶν ἀπαλλάττοντες νοῦν, Θεῷ λέγομεν· Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν· μὴ ἐρωτῶμεν αὐτὸν περὶ τῶν θυγατέρων, καὶ τῶν υἱῶν αὐτοῦ. Μήτε μὴν ἐντελλώμεθα, ἤγουν διατάττωμεν αὐτῷ περὶ τῶν ἔργων τῶν χειρῶν αὐτοῦ· ἀλλ᾽ ὡς πηλὸν κεραμεῖ παραχωρῶμεν ἡμεῖς ἐργάζεσθαι τὸ δοκοῦν. Μεθίστησι γὰρ ἀμογητὶ πρὸς ὅπερ ἂν βούλοιτο τὰ καθ᾽ ἡμᾶς, καὶ μεταπλάττει τὸν νοῦν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, καὶ καρδίαν ἡμῖν ἐνίησι καινὴν, ἀποῤῥιζώσας τὴν πρώτην. Καὶ γοῦν ἔφη τι τοιοῦτον διὰ φωνῆς Ἰεζεχιὴλ, ὅτι «Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ᾽ ἔστι, τρυφεράν τε καὶ εὔεικτον, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.»
Ἀποφοιτῶντες γὰρ φαυλότητός τε ἁπάσης, καὶ μολυσμῶν, εἶτα τὴν ἐαυτῶν διάνοιαν μεθαρμόζοντες εἰς τὸ πληροῦν ἐθέλει [γρ. ἐθέλειν] τὸ ἀγαθόν· προσλαβόντες δὲ τούτῳ καὶ τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος νοητὴν ἀναγέννησιν, εἰς υἱοὺς καὶ θυγατέρας ἐσόμεθα Θεοῦ. Ὅτι γὰρ ἔνεστιν αὐτῷ τὸ πανσθενὲς, διαδείκνυσι λέγων· Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾽ αὐτῆς. Ὁ δὲ τῆς ἀνθρώπου γενέσεως εὑρετὴς, ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὸν οὐκ ὄντα ποτὲ, πῶς ἀτονήσει πρὸς ἀναμόρφωσιν τὴν πνευματικήν; καὶ οὐχὶ δῆλον τοῖς ἑαυτοῦ νεύμασι μεταχωρήσειεν ἂν, εἰς πᾶν ὁτιοῦν τῶν κατὰ γνώμην αὐτῷ, τῶν ποιημάτων ἡ φύσις; Τί τὸ παράδοξον εἰ τὴν τοῦ ἀνθρώπου διάνοιαν μεταχαλκεύει πρὸς τὸ δοκοῦν ὁ ἰδίᾳ χειρὶ στερεώσας τὸν οὐρανόν;
Χεῖρά γε μὴν τοῦ Πατρὸς τὴν παντουργὸν εἶναί φαμεν Υἱὸν δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα. Τῷ λόγῳ γὰρ Κυρίου, φησὶν, οἱ οὐρανοὶ ἐστερεώθησαν. Αὐτὸς ἅπασι τοῖς ἄστροις ἐνετείλατο, τοῦτ᾽ ἔστι, διετάξατο, ὅπως ἕκαστον αὐτῶν εἶναι χρή. Ἥλιος μὲν γὰρ εἰς ἀρχὰς τέθειται τῆς ἡμέρας, σελήνη δὲ τῆς νυκτός. Ἀλλ᾽ ὡς ὁ Ψάλλων φησίν· «Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθετο δὲ σκότος ὁ τῶν ὅλων Θεὸς, καὶ ἐγένετο νύξ.» Ψάλλει γοῦν πάλιν ὁ θεσπέσιος Δαβὶδ, καί φησι· «Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Σὺ κατηρτίσω ἥλιον, καὶ σελήνην.» Οὐκοῦν ἑκάτερον τούτων τὸν αὐτῷ τεταγμένον διαπεραίνει δρόμον εὐτάκτῳ φορᾷ, καὶ μεμετρημένοις ὡρῶν διαστήμασιν. Ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν ἄστρων κατὰ τὸν αὐτοῖς δοθέντα παρὰ Θεοῦ νόμον, ἀνίσχει τε κατὰ καιροὺς καὶ δύεται. Αὐτοῖς ἐνετείλατο Θεὸς ὢν φύσει καὶ τῶν ὅλων δημιουργὸς κύριος. <Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα.
Πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὔτε μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ.> Φαῖεν ἂν ἴσως τινὲς, εἰρῆσθαι ταυτὶ περὶ Κύρου τοῦ Καμβύσου, διά τε τὸ αὐτὸν ἀνεῖναι τὸν Ἰσραὴλ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολῦσαι δεσμῶν, θεμελιῶσαι δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεών· ἀλλ᾽ ἤτοι τῶν ἐφεξῆς θεωρία περιστήσει μᾶλλον τῶν ἐννοιῶν τὴν δύναμιν, οὐκ ἐπ᾽ ἐκείνῳ μᾶλλον, ἀλλ᾽ ἐπὶ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ὃς ἐγήγερται μετὰ δικαιοσύνης.
Ἀνέλαμψε γὰρ ἐφ᾽ ἡμᾶς Θεὸς ὢν Κύριος, εὐδοκήσαντος τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν ἐγήγερται μετὰ δικαιοσύνης οὐκ εἰσποιητοῦ καὶ διδακτῆς, ἀλλ᾽ ὑπάρχων αὐτὸς αὐτόχρημα καὶ δικαιοσύνη. Γέγραπται δὲ καὶ ἑτέρωθί που περὶ αὐτοῦ· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Ἦν μὲν γὰρ ἀεὶ βασιλεὺς τῶν ὅλων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ πᾶσαν ἔχων ὑπὸ πόδας τὴν κτίσιν ὁρατὴν καὶ ἀόρατον, ἀποσκιρτήσαντα δὲ τῆς ὑπ᾽ αὐτῷ βασιλείας τὸν ἄνθρωπον τὸν ἐπὶ τῆς γῆς, καὶ τῶν αὐτοῦ σκήπτρων ὀλιγωρήσαντα, διά τοι τὸ ὑπὸ χεῖρα γενέσθαι διαβολικὴν, καὶ τοῖς τῆς ἁμαρτίας ἐνεσχεθῆναι βρόχοις, πάλιν ὑπήγαγε τοῖς ἑαυτοῦ ζυγοῖς ὁ δικαιοσύνης ἁπάσης καὶ βραβευτὴς καὶ δοτήρ. Εἰσὶ γὰρ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ εὐθεῖαι. Ὁδοὺς δὲ εἶναί φαμεν τοῦ Χριστοῦ τὰ θεῖά τε καὶ εὐαγγελικὰ θεσπίσματα, δι᾽ ὧν εἰς πᾶσαν ἰόντες ἀρετὴν, καὶ τοῖς τῆς εὐσεβείας αὐχήμασιν ἑαυτῶν σεμνύνοντες τὰς κεφαλὰς, εἰς τὸ τῆς ἄνω κλήσεως βραβεῖον ἐρχόμεθα. Εὐθεῖαί γε μὴν αἱ ὁδοί· σκολιὸν γὰρ οὐδὲν ἐν αὐταῖς ἢ διεστραμμένον, ἀλλ᾽ οἷον ὀρθοὶ καὶ εὐήλατοι. Γέγραπται γὰρ, ὅτι «Ὁδὸς εὐσεβῶν εὐθεία ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.»
Τραχεῖα μὲν γάρ πως ἡ τοῦ νόμου τρίβος διὰ πολλῶν ἰοῦσα τύπων, καὶ δυσχερείας οὐ φορητῆς, ψιλὴ δὲ ἡ διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ οὐδὲν ἔχουσα παντελῶς τὸ ἄναντες ἢ τραχύ.
Εὐθεῖαι δὴ οὖν αἱ ὁδοὶ τοῦ Χριστοῦ, καὶ αὐτὸς ᾠκοδόμησε τὴν ἁγίαν πόλιν, τοῦτ᾽ ἔστι, τὴν Ἐκκλησίαν, ἐν ᾗ καὶ αὐτὸς αὐλίζεται· κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ναοὶ γεγόναμεν Θεοῦ ζῶντος, Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Τεθεμελίωκε τοίνυν τὴν Ἐκκλησίαν αὐτὸς ὢν ὁ θεμέλιος, ἐφ᾽ ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα, ὡς λίθοι πολυτελεῖς καὶ τίμιοι εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Ἀκλόνητος δὲ παντελῶς ἡ Ἐκκλησία, Χριστὸν ἔχουσα τὸν θεμέλιον, καὶ ἀκατάσειστον ὑποβάθραν· «Ἰδοὺ γὰρ τίθημι, φησὶ, τὰ θεμέλια Σιὼν, λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν, οὐ μὴ καταισχυνθῇ.» Αὐτὸς οὖν ὁ θεμελιώσας τὴν Ἐκκλησίαν, ἐπέστρεψε καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Τυραννουμένους γὰρ ἡμᾶς τοὺς ἐπὶ τῆς γῆς ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας, σέσωκέ τε καὶ ἐξείλετο, καὶ τοῖς ἰδίοις ὑπήγαγε ζυγοῖς· πλὴν οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων· ὡς γὰρ ὁ αὐτοῦ μαθητὴς, «Οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου, καὶ ἀσπίλου Χριστοῦ.» Δέδωκε γὰρ ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου καὶ σώσαντος.
Ταύτῃτοι, καὶ μάλα εἰκότως, οἱ τῆς ὀρθῆς πίστεως τὸν εὐγενῆ κανόνα παρατρέχοντες διὰ τῆς τῶν ἁγίων κατηγοροῦνται φωνῆς, ὡς τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι. <Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορίαι Αἰθιόπων, καὶ οἱ Σαβαῒμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται. Ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἦν Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ.> Τὸν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προεισκομίσας λόγον, καὶ προαπαγγείλας ὅτι ἐπιστρέψει τὸν λαὸν αὐτοῦ οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, καταδείκνυσιν εὐθὺς τοὺς κληθησομένους εἰς λύτρωσιν, δῆλον δὲ ὅτι τοὺς ἐξ ἐθνῶν, οἷς δὴ μάλιστα Χριστὸς ἐπιλάμψας ὁρᾶται. καίτοι λέγων ἐναργῶς· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.» Ἀλλ᾽ ἐκείνοις μὲν καὶ πρώτοις θεῖόν τε καὶ εὐαγγελικὸν ἐνήστραψε φῶς. Ἐπειδὴ δὲ, καθὰ γέγραπται, ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος Ἰσραήλ (ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς)· ταύτῃτοι καὶ μάλα εἰκότως ταῖς ἐθνῶν ἀγέλαις ἐπέλαμψεν ὁ Χριστὸς, καὶ αὐτὸ δὴ τουτὶ ταῖς τῶν προκειμένων θεωρίαις ἐνὸν εὑρήσομεν.
Ὀνομάζει δὲ τῶν ἐθνῶν τὰ πάντων μάλιστα δεισιδαιμονέστατα, ἵνα καὶ ἡ τοῦ καλοῦντος εἰς μετάγνωσιν θαυμάζηται δύναμις. Ὥσπερ γὰρ δὴ τότε μάλιστα τῶν ἰατρεύειν εἰδότων ἐπαινεῖται τὸ εὐτεχνὲς, ὅταν τινὰς τὰ ἀπεγνωσμένα νοσοῦντας τῶν παθῶν ἀπαλλάττειν δύνωνται ταῖς σφῶν αὐτῶν ἐμπειρίαις ἐπὶ καιροῦ χρώμενοι· οὕτω καὶ ὁ Θεὸς, ἐμφανεστέραν ἑαυτοῦ τὴν ὑπερφυᾶ καθίστησι δόξαν, ὅταν τινὰς τῶν ἄγαν ἐκκεκλικότων, καὶ εἰς αὐτόν που τὸν κατωτάτω πυθμένα φαυλότητός τε καὶ ἀσεβείας κατενηνεγμένων, ἀνανήχεσθαί τε καὶ ἀναφοιτᾷν ἀναπείσῃ πρὸς ἔφεσιν ἀρετῆς, καὶ εἰς ἀπότριψιν τοῦ κακοῦ, καὶ οἷον εἰς ἀμφίεσιν τῶν ἐπαινουμένων.
Αἰγύπτιοι τοίνυν, καὶ τὰ τῶν Αἰθιόπων ἐμπορεῖα, τοῦτ᾽ ἔστιν, αἱ Θηβαίων πόλεις, αἷς εἰσι πρόσοικοί τε καὶ ἀγχιτέρμονες οἱ καλούμενοι Σαβαῒμ, τοῦτ᾽ ἔστι, τὰ τῶν Αἰθιόπων, ἤγουν τῶν Ἰνδῶν ἔθνη (τάχα που τὴν κλῆσιν λαχόντες ὡς ἀπό γε τῆς Σαβᾶ τῆς βασιλευσάσης κατὰ καιροὺς τῆς αὐτῶν χώρας τε καὶ γῆς), ἐκοπίασαν, φησί· τὸ δὲ, Ἐκοπίασαν, διχῇ νοητέον· ἢ γὰρ ἐκεῖνο βούλεται δηλοῦν, ὅτι κεκμήκασιν οὐ φορητῶς, κατά γε τὸν τοῦ πλανᾶσθαι καιρὸν ὠμῷ τυράννῳ κατεζευγμένοι τῷ Σατανᾷ, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις δουλεύοντες ἐξαιτοῦντι θυσίας, καὶ αὐτὰ τὰ αὐτῶν γεννήματα, υἱούς τέ φημι καὶ θυγατέρας· ἤγουν ὅτι πάλαι μὲν ἦσαν δεινοὶ καὶ ἄθραυστοι, καὶ οἷον ὑπασπισταὶ τῆς ἀρχαίας ἀπάτης, καὶ σθένει παντὶ χρώμενοι πρός γε τὸ δεῖν ἔχεσθαι νεανικῶς τῆς προκειμένης αὐτοῖς δυσσεβείας Ἑλληνικῆς. Ἐπειδὴ δὲ ἐπέλαμψεν ὁ Χριστὸς, καὶ φῶς τὸ ἀληθινὸν ταῖς ἁπάντων ἀνῆκε καρδίαις, καὶ ὥσπερ τις νοητὸς ἀνέτειλεν ἑωσφόρος, ἐκοπίασαν, τοῦτ᾽ ἔστιν, οὐ μεμενήκασιν ἐνστατικοὶ, καθὰ καὶ πρότερον, καθυφῆκαν δὲ ὥσπερ τοῦ πάλαι τόνου, παραχωρήσαντες τὸ νικᾷν τοῖς περὶ αὐτοῦ κηρύγμασι, κατεψεύσθη δὲ οὐδαμῶς ὁ περὶ τούτων λόγος. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Πλήρης γὰρ ἡ τῶν Αἰγυπτίων ὁρᾶται γῆ σεπτῶν καὶ ἁγίων ἐκκλησιῶν.
Θυσιαστήρια πανταχοῦ καὶ μοναστῶν ἀγέλαι, καὶ παρθένων ἐσμοὶ, καὶ ἀσκήσεων πόνοι σὺν θυμηδίᾳ πολλῇ καὶ δρόμος εἰς ἀρετὴν, καὶ προθυμία πολλὴ, σφριγῶσά τε καὶ ἐκκόπτεσθαι μὴ ἀνεχομένη καὶ τῷ [γρ. τὸ] Χριστοῦ παρατείνει σέβας, καὶ μέχρις αὐτῶν τῶν Σαβαῒμ, ἤτοι τῶν Ἰνδικῶν ἐθνῶν. Ἔστι γὰρ, ἔστι καὶ παρ᾽ ἐκείνοις ἰδεῖν ὅσα καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν τοῖς ἐμπορίοις τῆς Αἰθιοπίας, τοῦτ᾽ ἔστιν, ἐν τῇ Θηβαίων γῇ. Οὗτοι δὴ οὖν οἱ Αἰγύπτιοι, φησὶ, καὶ οἱ Σαβαῒμ ἄνδρες ὄντες ὑψηλοὶ, τοῦτ᾽ ἔστιν, ἀπόβλεπτοι, καὶ γνωριμώτατοι τοῖς ἁπανταχοῦ, καὶ ἀγνοηθέντες οὐδενὶ ὅτι τέ εἰσιν ἐξῃρημένως δαιμονίων θεραπευταὶ, καὶ διαβολικῶν εὑρεμάτων ὑπασπισταὶ, ἐπὶ σὲ διαβήσονται, τοῦτ᾽ ἔστι, τὴν πρώτην ἀφέντες ἀπάτην, καὶ τῶν τῆς ἀπωλείας βάθρων ἀποπηδήσαντες, ἥξουσι πρὸς σὲ, καί σοι ἔσονται δοῦλοι, καὶ τῶν σῶν δηλονότι θελημάτων ὑπουργοί.
Κατασημαίνει γὰρ τοῦτο τὸ τῆς δουλείας ὄνομα τεθειμένον ἐπὶ Θεοῦ. Ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις. Βαδιοῦνται γὰρ κατ᾽ ἴχνος, φησὶ, τὸ σὸν, τοῖς εὐαγγελικοῖς χειραγωγούμενοι νόμοις εἰς ἕκαστα τῶν πρακτέων, καὶ τὴν τῆς ἐξαιρέτου ζωῆς διελάσουσι τρίβον δεδεμένοι χειροπέδαις, τοῦτ᾽ ἔστι, δεσμοῖς ἀγάπης, καὶ σειραῖς ἀῤῥήτου φιλοθεΐας, ὥστε δύνασθαι λέγειν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Οὗτοι προσκυνήσουσί σοι, φησὶ, καὶ ἐν σοὶ προσεύξονται, ὅτι Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς, πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Κάμπτει γὰρ τῷ πάντων Σωτῆρι Χριστῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, καὶ εἰς αὐτὸν ἔρχεται πᾶν πέρας εὐχῆς. Ἐν Χριστῷ γὰρ αἰτοῦμεν παρὰ Θεοῦ καὶ Πατρὸς τὰ αἰτήματα, καὶ ἐν αὐτῷ προσευχόμεθα, ὁμολογοῦντες ὅτι καὶ ἐν αὐτῷ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν αὐτοῦ. Οὕτω γὰρ ἡμᾶς φρονεῖν ἐδίδαξε λέγων τῷ θεσπεσίῳ μαθητῇ (Φίλιππος οὗτος ἦν)· «Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;
Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Τὸ τοίνυν, Ὁ Θεὸς ἐν σοί ἐστι, καὶ Οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἴσην ἔχει δύναμιν τῷ, ὅτι «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Εἰ δὲ δὴ βούλοιτό τις τῶν εἰρημένων τὴν δύναμιν καὶ εἰς μόνον τὸ πρόσωπον τοῦ Χριστοῦ περιενεγκεῖν εὐτέχνως, φαμὲν ὅτι κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, κατῴκηκε μὲν ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Ἦν δὲ αὐτὸς ὁ Θεὸς, οὐκ εἰς υἱοὺς δύο διῃρημένος, ἀλλ᾽ ὡς ἰδίαν ἔχοντος τοῦ Λόγου τὴν σάρκα, ἐν ᾗ καὶ κατῳκηκέναι λέγεται. Οὐκοῦν κἀν τούτῳ νοεῖται Θεὸς, καθάπερ ἐν ἀνθρωπίνῳ σώματι ψυχή· ἀλλ᾽ οὖν εἷς Υἱός ἐστιν ὁ Θεός. Ἰστέον γε μὴν, ὅτι τὴν τοῦ Κυρίου σάρκα φαμὲν ἐψυχῶσθαι ψυχῇ νοερᾷ. Ὁμολογοῦσι δὴ οὖν, ὅτι Καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἕστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αὕτη μετανοούντων φωνὴ, καὶ μεταφοιτώντων ἤδη πρὸς τὸ φῶς ἐξ ἀπάτης καὶ σκότου, καὶ εἰς ἐπίγνωσιν ἀληθείας διεληλακότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἐπεγνωκότων Θεὸν, καὶ τῶν ὅλων δημιουργὸν καὶ Κύριον. Σωτῆρά γε μὴν τοῦ Ἰσραὴλ ὀνομάζουσιν αὐτὸν τὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, αὐτὸν ἐκεῖνον εἶναι πιστεύσαντες, ὃς καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ ἐπίκουρος ἦν.
Ἤγουν Ἰσραὴλ συνήσεις οὔτι που τὸν κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ καὶ εἴ τις ἕτερος ὁρᾷν δύναται Θεόν. Διερμηνεύεται γὰρ τὸ Ἰσραὴλ νοῦς ὁρῶν Θεόν. Ὁρᾷ δὲ Θεὸν τοῖς τῆς διανοίας ὄμμασιν, ὁ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς χαρακτῆρα βλέπων, τοῦτ᾽ ἔστι, τὸν Υἱὸν, ᾧ καὶ ἐντραπήσεσθαί φησι τοὺς ἀνθεστηκότας, πορευθήσεσθαι δὲ καὶ ἐν αἰσχύνῃ.
Οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν οὐ προσηκάμενοι, θεομαχήσαντες δὲ, καθάπερ ἀμέλει καὶ Ἰουδαῖοι, πάντες ἔσονται κατῃσχυμμένοι, ἡττώμμενοι μὲν τῆς ἀνικήτου χειρὸς, ἀδικοῦντες δὲ παντελῶς οὐδὲν τὴν δόξαν αὐτοῦ, ταῖς γε μὴν σφῶν κεφαλαῖς ὄλεθρον ἐπαντλήσαντες, εἰς αἰσχύνην ἔσονται καὶ ὄνειδος. Ἔσονται γὰρ εἰς ὅρασιν πάσῃ σαρκὶ, κατὰ τὴν τοῦ προφήτου φωνήν. <Ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον. Οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, λέγει Κύριος παντοκράτωρ.> Ἀνευρύνει πάλιν τὴν προαγόρευσιν τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐπιστροφῆς· καὶ οὐ μέχρι μόνον ἵστησι τῶν Αἰγυπτίων τῆς τε Αἰθιοπίας τῶν ἐμπορίων, καὶ αὐτῶν δὲ τῶν Σαβαΐμ· ἀλλὰ γὰρ ὅτι κεκλήσονται καὶ οἱ κατὰ πᾶσαν ὄντες τὴν γῆν, καὶ ἁγίων Ἐκκλησιῶν ἀνάδειξις ἔσται πανταχοῦ, διαμεμήνυκεν ἐν τούτοις.
Προσεφώνει γὰρ ὥσπερ ταῖς Ἐκκλησίαις ὁ πανσθενὴς τοῦ Θεοῦ λόγος τὸ ἐγκαινίζεσθαι πρὸς αὐτὸν, ἃς δὴ καὶ νήσους κατονομάζειν ἀξιοῖ. Ὥσπερ γὰρ αἱ κατὰ τήνδε τὴν θάλασσαν νῆσοι βάλλονται μὲν ἀεὶ ταῖς τῶν κυμάτων ὁρμαῖς, πλὴν ἀκλόνητοι διαμένουσιν, εἰσδέχονται δὲ καὶ κινδυνευούσας ἔσθ᾽ ὅτε τὰς ναῦς, καὶ σώζουσιν ἐκ κυμάτων, κόλπον αὐταῖς προτείνουσαι τὸν ἀκύμονα· οὕτως αἱ Ἐκκλησίαι Χριστοῦ, κεῖνται μὲν ὥσπερ ἐν μεσαιτάτῳ τοῦ βίου τύρβης τε καὶ ἀμιξίας, καὶ ἀναριθμήτων μὲν ἀνέχονται πειρασμῶν, πλὴν ἔχουσιν ἐν Χριστῷ τὸ ἀκράδαντον. εἰσοικίζονται δὲ τοὺς φεύγοντας τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων ἀνωφελῆ καὶ διάκενον ταραχὴν, καὶ οἷον καταχειμαζομένους ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας. Νήσοις δὴ οὖν παρεικαστέον αὐτάς.
Τοῦτο γὰρ ἐν τούτοις ὁ θεῖος βούλεται λόγος. Ἐγκαινίζεσθε δὴ οὖν πρός με, φησὶν, ὦ νῆσοι. Τό γε μὴν τῆς Ἐκκλησίας ὄνομα τὴν τῶν εἰς Χριστὸν πιστευσάντων ὑφαίνει πληθὺν, ἱερουργούς τε καὶ λαοὺς, ποιμένας, καὶ διδασκάλους, καὶ τοὺς ὑπὸ χεῖρα κατεζευγμένους, ἀλλ᾽ οὗτοι πάντες ἀνεκαινίσθησαν ἐν Χριστῷ, κατὰ καιροὺς δηλονότι καθ᾽ οὓς ἐπέλαμψεν ἡμῖν Θεὸς ὢν Κύριος. Τότε γὰρ, τότε καὶ ἀνεκαινίσθημεν εἰς καινότητα ζωῆς, ἠθῶν τε καὶ τρόπων, καὶ προσέτι λατρείας. Ἀποβεβλήκαμεν γὰρ τὴν ἐκ τῆς ἁμαρτίας παλαίωσιν, γεγόναμεν δὲ καινὴ κτίσις ἐν Χριστῷ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενοι, πρὸς εὐκλεᾶ καὶ ἀξιέραστον πολιτείαν. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος τοῖς κεκλημένοις διὰ πίστεως ἐπιστέλλει καί φησι, ποτὲ μὲν, ὅτι «Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ ἐνδύσασθε τὸν νέον, τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν·» ποτὲ δὲ πάλιν, «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.» Συνεσταυρῶσθαι δέ φησι καὶ τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, ἵνα ἐνδυσώμεθα τὸν νέον διὰ τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς.
Ἀνακαινιζόμεθα δὲ κατά γε τὸν τῆς λατρείας τρόπον, οἱ μὲν ἐκ τῶν Ἰουδαϊκῶν ὄντες ταγμάτων, σκιὰς ἀφέντες καὶ τύπους. Κεχρήσονται γὰρ βουθυσίαις μὲν καὶ λιβανωτοῖς οὐκέτι, πνευματικὴν δὲ, καὶ ἄϋλον, καὶ καθάπερ ἐν τάξει τῶν εὐκοσμοτάτων θυμιαμάτων· οἱ δὲ ἐκ τῆς τῶν ἐθνῶν πληθύος σεσαγηνευμένοι μετοικισθήσονται πρὸς τὰ ἀμείνω, καὶ ἀσυγκρίτως ὑπερκείμενα. Οὐ γὰρ ἔτι τὸν ἀρχαῖον εἰς νοῦν ἕξουσι σκότον, ἀλλὰ τὸ θεῖόν τε καὶ νοητὸν εἰσοικισάμενοι φῶς, ὅσιοί τε καὶ ἀληθεῖς ἔσονται προσκυνηταί. Ἀποπεπαύσονται γὰρ τοῦ προσκυνεῖν τῇ κτίσει κωφαῖς τε καὶ ἀναισθήτοις ὕλαις· ἀφέξονται δὲ μαντειῶν τε καὶ γοητειῶν, καὶ καθαρίσουσι τὸ ἀπηχὲς βωμολοχίας Ἑλληνικῆς καὶ ἀπάτης δαιμονίων, καὶ ἁπαξαπλῶς τὰ αἰσχίω μεθέντες, καὶ βδελυρῶν σπουδασμάτων ἀπονοστήσαντες, ἔσονται ἀρετῆς ἁπάσης ἐν καλῷ, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐπιστήμονες. Ἐγκαινισμὸς οὖν ἄρα τὰ καθ᾽ ἡμᾶς.
Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ. Ἐπαγγέλλεταί γε μὴν ὁ τῶν ὅλων Θεὸς ἅπαντα τὸν κατὰ σάρκα, φημὶ, καὶ τὸν ἐν τέκνοις Ἀβραὰμ ἐξ ἐπαγγελίας, κατατεταγμένον («Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς τέκνα»), σώζειν σωτηρίαν αἰώνιον, αἰσχύνης τε καὶ ἐντροπῆς ἔσεσθαι ποῤῥωτέρω, καὶ ταῦτα διηνεκῶς.
Ἀποδυσάμενοι γὰρ ἐν Χριστῷ τὴν βέβηλον ἁμαρτίαν καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπολυσάμενοι τὸν ζυγὸν, συναποβάλλοντες δὲ τούτοις τὴν φθορὰν, ἐνδυσάμενοί τε τὴν ἀφθαρσίαν, ἐν τούτοις ἐσόμεθα διὰ παντός. Οὐκέτι γὰρ ἡμῶν ἁμαρτία κατορχήσεται· ἀλλ᾽ οὐδὲ πλεονεξίαις ταῖς πρώταις ὑποθήσει πάλιν ὁ Σατανᾶς· οἰχήσεται δὲ εἰσάπαν καὶ τὸ τοῦ θανάτου κράτος κατὰ τὸν αἰῶνα τὸν μέλλοντα πεπατημένον ἐν Χριστῷ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.