Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Δ', Λόγος Γ'

Ο Θεός ως Δημιουργός, η πτώση της Βαβυλώνας, η ταπείνωση των Χαλδαίων μάγων και η εσχατολογική ανακαίνιση της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 19 από 27

ΛΟΓΟΣ Γʹ. <Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, οὗτος διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. Οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε. Ἐγώ εἰμι Κύριος λαλῶν δικαιοσύνην, καὶ ἀναγγέλλων ἀλήθειαν.> Προανακηρύξας τὴν ἄφιξιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τὸν τῆς σωτηρίας κατασημάνας καιρὸν, καθ᾽ ὃν ἅπαντες τὸν τῆς ἀρχαίας ἀμαθίας ἀφέντες σκότον, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας μεταχωρήσουσι φῶς, ἀναγκαίαν ἐν τούτοις ποιεῖται τὴν παραίνεσιν Ἰουδαίοις τε καὶ Ἕλλησι προστιθεὶς ἐναργῆ τὰ δι᾽ ὧν εἴσονται καὶ μάλα σαφῶς, ὅτι τε αὐτὸς εἴη Θεὸς τῶν ὅλων καὶ δημιουργὸς, ἕτερος δὲ παρ᾽ αὐτὸν οὐδείς. Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύριος, καὶ οὐχ ἁπλῶς Κύριος, πλεῖστοί τε γάρ εἰσιν ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὡς ἐν καταχρήσει λαχόντες τοὔνομα· ἀλλ᾽ ἐκεῖνος αὐτὸς ὁ φύσει τε καὶ ἀληθῶς τοῦτο ὑπάρχων ὅπερ εἶναι καὶ λέγεται, καὶ ὡς ἀπό γε τῶν κατωρθωμένων τὴν δόξαν ἔχων οὐ κατεψευσμένην. Οὗτος γὰρ, φησὶ, Κύριος ὁ ποιήσας τὸν οὐρανόν· πάμμεγα πρὸς ἀπόδειξιν εὐκλείας τῆς ἀνωτάτω, καὶ ὑπεροχῆς πανσθενοῦς, τὸ ποιῆσαι τὸν οὐρανὸν καὶ καταδεῖξαι τὴν γῆν, ἱδρῦσαί τε αὐτήν.

Αὐτὸς γὰρ διώρισεν αὐτὴν, τοῦτ᾽ ἔστι, κεκρυμμένην ἐν ἀβύσσοις ἀόρατόν τε καὶ ἀκατάσκευον οὖσαν πάλαι ἀπέφηνεν ὁρατὴν, καὶ εἰργασμένην. Διώρισε γὰρ αὐτήν· ἔφη γὰρ κατά γε τὴν πίστιν τῶν Μωσέως βιβλίων· «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.» Ὤφθη δὴ οὖν ἐξ ὑδάτων, καὶ ὑποβρυχίαν οὖσαν ἀεργῆ τε εἰσάπαν διέστησεν ἀνὰ μέρος, κλεῖθρα καὶ πύλας ταῖς ἀβύσσοις ἐπιθεὶς, καὶ ἀποκρίνας εὖ μάλα τῶν ὑδάτων αὐτήν. Ὅτι δὲ παρήγαγε χρησίμως εἰς τοῦτό τε καὶ ἀναγκαίως, οὐχ ἵνα ὁρῷτο μόνον, ἀλλ᾽ ἵνα ἔχῃ τοὺς οἰκήτορας, δῆλον δὲ ὅτι τοὺς ἐξ αὐτῆς πεπλασμένους, καθάπερ ἀμέλει καὶ οὐρανὸν τοὺς ἁγίους ἀγγέλους προδιεσάφησεν εἰπών· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι.

Ὄχημα δὴ οὖν καὶ ὥς τις οἶκος ἀνεδείχθη τοῖς πατοῦσιν αὐτὴν, τοῦτ᾽ ἔστιν, ἡμῖν. Εἰ δὲ παρήχθημεν παρ᾽ αὐτοῦ πρὸς ὕπαρξιν, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὅτι πάντως που καὶ διὰ τοῦτο γεγόναμεν, ἵνα προσκυνῶμεν αὐτῷ τε καὶ μόνῳ, καὶ γενεσιουργὸν ὄντα τῶν ὅλων ἐπιγινώσκοντες χαριστηρίους ᾠδὰς ἀναφέρωμεν;

Ἐγὼ τοίνυν εἰμὶ, καὶ οὐκ ἔστιν ἔτι Εἰ γάρ ἐστιν αὐτὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καταδείξας, καὶ μὴ εἰς κενὸν ποιήσας αὐτὴν, ἀλλὰ κατοικεῖσθαι· τίς ἂν ἕτερος νοοῖτο παρ᾽ αὐτὸν ὑπάρχων Θεός; ἢ τίς κατ᾽ ἰσχὺν καὶ δόξαν ἰσοστατήσειεν αὐτῷ; ἢ τίς ὅλως ἐγγὺς καὶ παρὰ βραχύ; πῶς δὲ οὐχ ἅπασα ἡττᾶται τῶν γενητῶν ἡ φύσις, τῆς οὕτω μεγάλης καὶ ὑπεραιρούσης τὰ πάντα, δόξης, ἀλκῆς καὶ σοφίας; Οὐκ ἔστιν οὐδείς. Μόνος οὖν ἄρα, καὶ ἕτερος ἐπ᾽ αὐτῷ παντελῶς οὐδεὶς νοοῖτ᾽ ἂν εἶναι Θεὸς φύσει τε καὶ ἀληθῶς. Ἀλλὰ ναὶ φαίη τις ἂν ἔσθ᾽ ὅτε· Τίς ἔγνω τὸν ἐν αὐτῷ σκοπόν; ἢ τίς ὁ φράσαι δυνάμενος, πότερόν ποτε καὶ ἑτέρους τινὰς τῆς τοῦ Θεοῦ δόξης καὶ κλήσει στεφανοῦσθαι βούλεται, ἤγουν ἑαυτόν τε καὶ μόνον; Ἀπολογεῖται δὴ οὖν καί φησιν· Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταια ζητήσατε. Νόμους, φησὶ, διέταξα περὶ τούτων αὐτοῖς οὐκ ἐν παραβύστῳ λαλῶν, οὐδὲ λαθεῖν σπουδάσας, ἀλλ᾽ ἐναργῶς, καὶ ἀναφανδόν. Κατέβη γὰρ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐν εἴδει πυρός· ἐκεῖ γνόφος ἦν καὶ θύελλα καὶ καπνοὶ, καὶ σαλπίγγων ἠχὴ διαπρύσιος.

Παρειστήκει γὰρ πᾶς ὁ λαὸς μεσιτεύοντος τοῦ Μωσέως, ἐξηγγέλλοντο δὲ παρὰ Θεοῦ νόμοι, οὐ παρεγγυῶντος τῷ Ἰσραὴλ ζητῆσαί τι μάταιον, τοῦτ᾽ ἔστιν, εἴδωλον, ἤγουν ψευδώνυμον σέβας, ἀλλ᾽ ἔκ γε τῶν ἐναντίων ἀπείργουσαι ἐντολαί. Εἴρηται γὰρ πρὸς αὐτόν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.» Οὐκοῦν εἴρηται πρὸς αὐτόν· τὸ δὲ, Ἐγώ εἰμι Κύριος, ὅμοιον ὡς εἰ λέγοι, καὶ οὐχ ἅπαξ, πλειστάκις, τὸ ὅτι δὴ Μόνος εἰμὶ Θεὸς, καὶ τῶν ὅλων Κύριος, λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν· καὶ δικαιοσύνην μὲν, ὥς γε οἶμαι, φησὶ τὸν νόμον· ἔστι γὰρ δικαιοσύνης βραβευτὴς ὁ νόμος· ἀλήθειαν δὲ τὰ Χριστοῦ παιδεύματα. Ἔνεστι δὲ τῷ νόμῳ τῆς ἀληθείας ἡ μόρφωσις, καὶ ἐγκέκρυπται ταῖς σκιαῖς τὸ Χριστοῦ μυστήριον. Περὶ αὐτοῦ γὰρ γέγραφεν ὁ Μωσῆς. Οὐκοῦν ἐν τῷ λαλῆσαι τὴν δικαιοσύνην, ἀναγγέλλεται σὺν αὐτῇ καὶ τῆς ἀληθείας ἡ δύναμις, εἴπερ ἀληθές ἐστιν ὅτι σκιὰ μὲν ὁ νόμος ἦν, νῦν δὲ αὐτῷ τῆς ἀληθείας ἡ μόρφωσις. <Συνάχθητε, καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν.

Οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον τὸ γλύμμα αὐτῶν, καὶ προσευχόμενοι ὡς θεοὺς, οἳ οὐ σώζουσιν.> Ἀπεβουκόλησε μὲν τῆς πρὸς Θεὸν οἰκειότητος σχετικῆς τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ δράκων ὁ ἀποστάτης, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἀποσκευάσας κατεσκέδασεν εἰς ἀπάτην, καὶ πολύθεον πλάνησιν, καὶ τοῖς τῆς φαυλότητος τρόποις ἐγκαθιεὶς, δυσδιάφυκτόν τε καὶ ἀνεξίτητον ἀπέφηνεν αὐτοῖς τῆς ἑαυτοῦ δυστροπίας τὸ λῖνον. Ἀλλ᾽ ἐπέφανεν ὁ Ἐμμανουὴλ ὁ ἐξάγων τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ, ὑπέμεινέ τε δι᾽ ἡμᾶς τὸν κατὰ σάρκα θάνατον, ἵνα, ὡς ὁ εὐαγγελιστής φησι, τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Ἃ γὰρ διεσκόρπισεν ὡς ὠμὸς καὶ ἄγριος λύκος ἐπιπηδήσας ὁ Σατανᾶς, ταῦτα συνεκόμισεν ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν ἑαυτοῦ θεὶς ὑπὲρ τῶν προβάτων. Οὐκοῦν αὐτὸ δὴ τοῦτο κατασημαίνει, λέγων· Συνάχθητε, τοῦτ᾽ ἔστι, συνδέθητε πίστει μιᾷ, καὶ ὁμοψυχίᾳ.

Συνάχθητε τῷ πάντων κρατοῦντι Θεῷ δι᾽ ἁγιασμοῦ καὶ δικαιοσύνης· ἥκετε πλησίον, οἱ μακρὰν ὄντες ἔτι καὶ ἀπεσχοινισμένοι διὰ τὴν ἁμαρτίαν, καὶ τὸ εἰς αἰσχροτάτην καὶ βδελυρωτάτην κατακομισθῆναι διάθεσιν τοῦ νοῦ. Ἀφεστάναι δέ φαμεν τοῦ Θεοῦ τοὺς πεπλανημένους, οἳ καὶ ἐγγὺς ἔσονται διὰ πίστεως τῆς εἰς Χριστόν. Προσπεφώνηκε γοῦν τοῖς εἰς τοῦτο δραμοῦσι ὁ πάνσοφος Παῦλος· «Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Καὶ πάλιν περὶ αὐτοῦ, ὅτι «Ἐλθὼν εὐηγγελίσατο εἰρήνην ἡμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Ταύτῃτοι διὰ προφητῶν ἁγίων τοῖς ἔτι μακρὰν ἐλέγετο· «Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν.» Ἥκετε δὴ οὖν, φησὶ, καὶ βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Τὸ δὲ, Βουλεύσασθε, φησὶν, ἀντὶ τοῦ, Πραττέσθωσαν παρ᾽ ὑμῶν τὰ τῆς εἰς Θεὸν ἐπιστροφῆς, μὴ ἀβούλως, ἢ ἀκατασκέπτως, ἀλλ᾽ ἐν φρονήσει τεθαυμασμένῃ. Διὰ γὰρ τῆς πίστεως προελάσαι σύνεσιν, εἴπερ οὐκ ἔστιν ἐνδοιαστὸν ὅτι τῆς ἐν τῷ πεπλανῆσθαι δυσβουλίας κατεγνωκότες, καὶ τῆς ἀρχαίας ἀπάτης ἀποστρεφόμενοι τὴν ζημίαν, ἄπιμεν δρομαῖοι πρὸς Θεὸν, τὸ τῆς ἀληθοῦς θεογνωσίας δεχόμενοι φῶς, καὶ τοῖς ἀμείνοσιν ἀσυγκρίτως τὴν ἐξ ὀρθῆς διανοίας ψῆφον ἐπάγοντες. Βουλεύσασθε δὴ οὖν, τοῦτ᾽ ἔστιν, φρονήσατε, οἱ ἀπὸ τῶν ἐθνῶν σωζόμενοι.

Ὡς γὰρ ἀφροσύνης ὄντας μεστοὺς ἀποφοιτᾷν ἐπιτάττει πρὸς ἔμφρονα νοῦν, ἀξιάγαστόν τε καὶ ἀνεπίπληκτον σύνεσιν, δι᾽ ἧς ἂν γένοιτο κατιδεῖν τὴν τοῦ πάντων κρατοῦντος Θεοῦ δύναμίν τε καὶ δόξαν. Ἀλλ᾽ οὐκ ἔγνωσαν τοῦτο, φησὶ, τοῦτ᾽ ἔστιν, ἀνούστατοι παντελῶς νοηθεῖεν ἂν ὄντες, καὶ ἀσυνεσίας ἔμπλεῳ τῆς ἐσχάτης. Οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν. Τὸ δὲ αἴροντες ἐν τούτοις, ἀντὶ τοῦ ὑψοῦντες νοήσεις, ὥστε καὶ τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἀνάπτειν αὐτῷ, καὶ τούτῳ ξύλῳ καὶ παρ᾽ αὐτῶν ἐγγεγλυμμένῳ. Εἶτα προσευχόμενοι ὡς πρὸς θεοὺς, οἳ οὐ σώζουσιν. Ἀμαθεῖς οὖν ἄρα, καὶ οὐ μακρὰν τῶν προσκυνουμένων τό γε ἧκον εἰς ἀναισθησίαν, οἷ ταῖς ἑαυτῶν προσκυνοῦντες τέχναις, καὶ ἐξ ὕλης ἀναισθήτου ζητοῦντες ἐπικουρίαν, καὶ τὴν τοῦ Θεοῦ κλῆσιν προσνέμοντες τοῖς διὰ σφῶν αὐτῶν τεχνοποιουμένοις καὶ τεχνουργημένοις. Ἀκουέτωσαν τῆς τοῦ Ψάλλοντος λύρας ἐπιτωθαζούσης αὐτοῖς καὶ βοώσης· «Ὅμοιον αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς.» <Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα, τίς ἀκουστὰ ταῦτα ἐποίησεν ἀπ᾽ ἀρχῆς.

Τότε ἀνηγγέλη ὑμῖν· Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ. Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἐπ᾽ ἐσχάτου τῆς γῆς.> Παγίδας ἱστάντες δεινάς τε καὶ πολυτρόπους τοῖς ἐπὶ τῆς γῆς, καὶ τοὺς τῆς ἀπωλείας ὀρύττοντες βόθρους, οἱ ἀλιτήριοι δαίμονες, καὶ τὴν τῆς θεότητος δόξαν ἀνοσίως καταλῃστεύοντες, καὶ ταῖς σφῶν αὐτῶν ἀνάπτοντες κεφαλαῖς, οἱ πάντολμοι τὰ τῆς ἑαυτῶν ἀπάτης ἐργαστήρια συγκροτεῖν ἐσπούδαζον.

Ὑποκρινόμενοι δὲ τὸ εἰδέναι τὰ μέλλοντα, καὶ ἀπαγγέλλειν αὐτὰ δύνασθαι τοῖς ἐθέλουσι μαθεῖν, μέχρι καιροῦ διατετελέκασι γοῦν ἁρπάζοντες. Χρηστήρια γοῦν κατὰ χώρας τε καὶ πόλεις, ψευδομαντεῖαί τε ἦσαν πανταχοῦ, καὶ κλῃδωνισμοὶ, καὶ φενάκων πληθὺς τὰ ἀπὸ καρδίας αὐτῶν λαλούντων, κατὰ τὸ γεγραμμένον, χρησμῳδοὶ, καὶ νεκυομάντεις, καὶ οἱ φωνοῦντες ἐκ γῆς, ἐγγαστρίμυθοί τε καὶ ἀλφιτομάντεις, καὶ ἁπαξαπλῶς ψευστῶν, καὶ φενάκων ἡ ὑφήλιος πεπλήρωτο. Ἦν οὖν ἄρα παρ᾽ αὐτοῖς οὐδεμία μὲν ἀληθὴς τῶν ἐσομένων ἡ γνῶσις, ψευδηγορίαι δὲ, καὶ βωμολογίαι καὶ ἀπάτη, καὶ δόλος, καὶ ἕτερον οὐδέν. Ταύτῃ τοι φησὶν ὁ τῶν ὅλων Θεός· Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα. Εἰ γὰρ δύνανται, φησὶν, ἀπαγγέλλειν, ἡκέτωσαν ἵνα γνῶσιν ἅμα, ἵνα τι κατὰ πρόσωπον οἱ πάντες εἰς ἓν συναγηγερμένοι (ἦσαν μὲν γὰρ, ὡς ἔφην, ἀνὰ μέρος πλεισταχοῦ χρηστήρια. Ἄλλοι δὲ ἄλλως ἐφοίτων, καὶ ψευδηγοροῦντας ἐτίμων τοὺς ἀκαθάρτους δαίμονας)· εἰ δὲ ἀληθῶς ἀναγγεῖλαι δύνανται, φησὶν, ἅμα καὶ κατὰ ταὐτὸν γενόμενοι πάντες, γνώτωσάν τι τῶν ἐσομένων, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ᾽ ἀρχῆς.

Τίς γὰρ τῶν δεισιδαιμόνων, ἢ τῶν παρ᾽ ἐκείνοις προφητῶν, ἢ τῶν τοῖς μαντείοις προσκαθημένων, ἔγνω ποτὲ καὶ ἀπήγγειλεν ὅτι κατὰ καιροὺς ἐπιλάμψει τῷ κόσμῳ Χριστὸς, καὶ ὅτι τὸ τῆς ἀπάτης οἰχήσεται νέφος, καὶ ἀποσκεδασθήσεται μὲν ὁ τῆς ψευδωνύμου γνώσεως σκότος, ἀναλάμψει δὲ τοῖς ἐπὶ τῆς γῆς, ὡς νοητὸς ἑωσφόρος, ὡς αὐγὴ καὶ ἡμέρα, ὡς δικαιοσύνης ἥλιος ὁ Χριστός; Ἀλλ᾽ οὔτε, φησὶν, οἱ τὴν τῶν ἐσομένων γνῶσιν ἔχειν ὑποπλαττόμενοι δαίμονες ἀνήγγειλαν ταῦτα ἀπ᾽ ἀρχῆς, οὔτε μὴν τῆς ἐκείνων ψευδοεπείας οἱ ὑπουργοί. Οὐδεὶς γὰρ τῶν παρ᾽ Ἕλλησι ποιητῶν ἤτοι λογογράφων τῶν οὕτω λαμπρῶν ἐμνήσθη πραγμάτων. Τίς οὖν ταῦτα ἀκουστὰ πεποίηκεν ἀπ᾽ ἀρχῆς; Τότε καὶ ἀνηγγέλη ὑμῖν, τοῦτ᾽ ἔστιν, ἀπ᾽ ἀρχῆς. Ἀνηγγέλη δὲ οὐ παρ᾽ ἑτέρου τινὸς, παρ᾽ ἐμοῦ δὲ μᾶλλον τοῦ πάντα εἰδότος, καὶ πρὶν γενέσθαι προαπηγγελκότος. Λελάληκα γὰρ ὑμῖν αὐτὰ διά τε Μωσέως, καὶ προφητῶν ἁγίων, οἳ τοὺς παρ᾽ ἐμοῦ πρὸς ὑμᾶς διεπόρθμευσαν λόγους. Οὐκοῦν ἐγώ εἰμι, φησὶν, ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Εἰμὶ δὲ δίκαιος, καὶ σωτήρ. Ἄδικοι μὲν γὰρ οἱ ἀλιτήριοι δαίμονες, καθὰ καὶ φθορεῖς, καὶ φιλαίματοι, καὶ κατωθοῦντες εἰς ὄλεθρον τοὺς ἐπὶ τῆς γῆς.

Δίκαιος καὶ σωτὴρ ὁ τῶν ὅλων Θεὸς, ἐπαμύνων τοῖς ἠδικημένοις, καὶ δεσμῶν ἀνιεὶς τοὺς διηρπασμένους, καὶ σειραῖς ἁμαρτιῶν κατεσφιγμένους, καταφωτίζων δὲ τοὺς ἐσκοτισμένους, ἐνισχύων τὸ ἠσθενηκὸς, καὶ τὸ κείμενον ἀνιστὰς, καὶ τὸ πλανώμενον ἐπιστρέφων. Ταύτῃ τοι φησίν· Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἐπ᾽ ἐσχάτου τῆς γῆς. Ἐν τούτοις εὖ μάλα τῆς διὰ Χριστοῦ χάριτος κατίδοι τις ἂν τὸ μέγεθος εἰς πάντας διῆκον τοὺς ὄντας ἐπὶ τῆς γῆς. Συνεσταλμένη μὲν γὰρ ἡ διὰ Μωσέως χάρις, καὶ σωτηρία, ἡ ἐφ᾽ ἓν ἔθνος ἰοῦσα τὸν Ἰσραήλ· μακρὰ δὲ ὥσπερ καὶ μέχρι τερμάτων τρέχουσα γῆς ἡ διὰ Χριστοῦ. Σεσαγήνευται γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν εἰς σωτηρίαν καὶ ζωὴν ἡ σύμπασα γῆ. <Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος. Κατ᾽ ἐμαυτοῦ ὀμνύω· εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεὸν, λέγουσα· Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν.> Ἔδει τῆς ψευδωνύμου λατρείας καθῃρημένης παρελθεῖν εἰς μέσον τὴν ἀλήθειαν, καὶ οἷον ἀπεληλαμένου τοῦ σκότους περιαστράψαι τὸ φῶς. Ταύτῃτοι, καὶ μάλα εἰκότως μετά γε μὴν ἐπωφελῆ, καὶ ὀνησιφόρον ταυτηνὶ παραίνεσιν, τὴν ἑαυτοῦ δόξαν καθίστησιν ἐμφανῆ. Ἐγὼ γάρ εἰμι Θεὸς, φησὶ, καὶ οὐκ ἔστιν ἄλλος.

Εἶτα τῶν ἔσεσθαι προσδοκωμένων διὰ Χριστοῦ προκαταμηνύει τὴν δύναμιν, ὅρκῳ πιστούμενος, ὅτι πάντη τε καὶ πάντως ἡ δι᾽ αὐτοῦ λαλουμένη δικαιοσύνη, τοῦτ᾽ ἔστιν, ἡ ἐν Χριστῷ διὰ πίστεως τοῖς ἀνὰ πᾶσαν χαρισθεῖσα τὴν ὑπ᾽ οὐρανὸν, καὶ οἱ αὐτοῦ λόγοι, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, πάντη τε καὶ πάντως ἀναλάμψει κατὰ καιρούς. Καταδηλοῖ γὰρ, οἶμαι, τουτὶ τὸ, Οὐκ ἀποστραφήσονται.

Θεοῦ γὰρ ὑπισχνουμένου, καὶ ὅτι πάντη τε καὶ πάντως ἔσται τι λέγοντος, τίς ὁ ἐγκόψαι δυνάμενος; Ὄμνυσι δὴ οὖν καθ᾽ ἑαυτοῦ. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. Θεὸς δὲ ὁ πάντων ἐπέκεινα, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τῶν ἄλλων ἠρμένος, ὄμνυσι καθ᾽ ἑαυτοῦ. Οὐ γὰρ ἦν ὀμόσαι καθ᾽ ἑτέρου αὐτὸς ὢν, ὡς ἔφην, τὸ πάντων ἀκρότατον, καὶ τὸ εἰς λῆξιν ἀνεστηκὸς, κατά τε φύσιν καὶ δόξαν.

Τί οὗν ἄρα τὸ ἐπαγγελθέν; Σωτηρία, καὶ ἐπιστροφὴ παντὸς τοῦ ἐπὶ τῆς γῆς ἔθνους. Ἐμοὶ γὰρ κάμψει, φησὶ, πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεόν. Τὸ δὲ, Κάμψει θεῷ γόνυ, ὅρκιόν τε πρὸς ἁπάντων αὐτοῦ γίνεσθαι τὸ ὄνομα, τί ἂν ἕτερον εἶναι νοοῖτο πλὴν ὅτι πάντων ἐπιστροφὴ, καὶ ἐπίγνωσις, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος δήλωσις; Οἳ γὰρ ὅλως δι᾽ ἐπιστροφῆς πρὸς Θεὸν ἐπιφοιτῶσι παντελῶς καὶ τοῦ κάμψαι γόνυ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῦ διὰ γλώττης ἔχειν αὐτοὺς ὡς θεοὺς (οὐ γὰρ ὀμοῦνται κατά τινος ὡς περὶ Θεοῦ), ἀλλ᾽ ἕνα τὸν φύσει, καὶ ἀληθῶς ὄντα γινώσκοντες, ταῖς αὐτοῦ ζεύγλαις ὑπέχουσι τὸν αὐχένα, καὶ κάμπτουσί τε τὸ γόνυ ποιούμενοι τὰς λιτὰς, κἂν εἰ εὐορκεῖν ἕλοιντό πως, αὐτοῦ καὶ μόνου διαμεμνήσονται λέγοντες, ὅτι Πᾶσα δικαιοσύνη καὶ πᾶσα δόξα πρὸς αὐτὸν ἥξουσι, τοῦτ᾽ ἔστιν, αὐτῷ δὴ πρέπει καὶ μόνῳ. Δεῖ γὰρ τὰ πάντων ἄριστα τῶν ἔργων, καὶ πᾶν ὅσον ἐστὶν ἐν ῥήμασι τελοῦν εἰς δόξαν Θεοῦ, τοῦτο αὐτῷ πρὸς ἡμῶν ἀνάπτεσθαι μόνῳ. <Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυρίου· δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ δοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.> Ἀληθὲς κατ᾽ ἄμφω τὸ εἰρημένον, καὶ οὐκ ἂν ὁ θεῖος διαψεύσεται λόγος.

Ἕψεται γὰρ πάντως τοῖς ἀποφοιτᾷν ἐθέλουσι τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, τὸ καταισχύνεσθαι δεῖν· προσίεσθαί γε μὴν, τὸ ἐν αὐτῷ δοξάζεσθαι, καὶ διαπρέπειν ἐν δικαιοσύνῃ, τοῖς ἐκ καρδίας εἰλικρινοῦς ἀγαπῶσιν αὐτόν. Οὗτοι δ᾽ ἂν εἶεν οὔτι που πάντως ὁ κατὰ σάρκα Ἰσραὴλ, τὸ σπέρμα δὲ μᾶλλον τῶν υἱῶν Ἰσραήλ.

Σαφεστέραν δὲ τὴν τῶν προκειμένων ἀποτελοῦντες διάνοιαν ἐκεῖνό φαμεν. Ἐπέλαμψε γὰρ τοῖς ἐπὶ τῆς γῆς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, ἤτοι γενόμενος σὰρξ, κατὰ τὰς Γραφάς· ἀφίκετο δὲ κηρύσσων αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστέλλων τεθραυσμένους ἐν ἀφέσει, καὶ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ καλῶν ἐνιαυτὸν Κυρίου δεκτόν. Ἀλλὰ καίτοι δέον Ἰουδαίους μάλιστα τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, ἅτε δὴ καὶ παιδαγωγὸν λαχόντας τὸν νόμον, καὶ ἁγίους προφήτας μυσταγωγοὺς, τοῦτο μὲν οὐ πεπράχασιν, ἀπεπήδησαν δὲ ὥσπερ αὐτοῦ, καὶ γεγόνασιν ἐντροπῆς ἀνάμεστοι, τὴν καταισχύνουσαν αὐτοὺς ἁμαρτίαν ἀναπόβλητον, ἔχοντες. Ἀληθὲς οὖν, ὅτι Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυρίου.

Ἤκουον γὰρ λέγοντος αὐτοῦ· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Οἵ γε μὴν ἐπεγνωκότες τὴν ἐπιφάνειαν αὐτοῦ δεδικαίωνται μὲν διὰ πίστεως, κεκερδήκασι δὲ μακρὰν καὶ ἀτελεύτητον δόξαν, μέτοχοι μὲν ἁγίου Πνεύματος ἀναδεδειγμένοι, καταπλουτήσαντες δὲ τὸ λαμπρὸν τῆς υἱοθεσίας ἀξίωμα. Δέδωκε γὰρ αὐτοῖς ἐξουσίαν τέκνα γενέσθαι Θεοῦ, ἀξιόληπτόν τε πρὸς τούτοις καὶ ἀδιάβλητον ἐσχηκότες ἐλπίδα· κληρονομήσουσι γὰρ τὴν τῶν οὐρανῶν βασιλείαν. Νοηθεῖεν δ᾽ ἂν οὗτοι τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Υἱοὺς δὲ Ἰσραὴλ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους, καὶ εὐαγγελιστάς· ἦσαν γὰρ κατὰ σάρκα ἐξ Ἰουδαίων. Υἱοὺς δὲ αὐτῶν τοὺς δι᾽ αὐτῶν κεκλημένους εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ.

Προσπεφώνηκε γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι᾽ αὐτοῦ πιστεύσασι· «Κἂν γὰρ μυρίους ἔχητε παιδαγωγοὺς ἐν Κυρίῳ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Εὑρίσκομεν δὲ πλεισταχοῦ καὶ ἑτέρους τῶν ἁγίων ἀποστόλων, τεκνία καλοῦντας τοὺς δι᾽ αὐτῶν σεσαγηνευμένους εἰς σωτηρίαν τὴν ἐν Χριστῷ. <Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἐγένετο τὰ γλυπτὰ αὐτῶν ὡς θηρία καὶ κτήνη.> Ἀεί πως ἀκολουθεῖ ταῖς προῤῥήσεσιν, αἵπερ ἂν γένοιντο διὰ προφητῶν ἁγίων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, προαγορεύσεις ἀναγκαῖαι τῶν δι᾽ αὐτοῦ γενομένων, ἤγουν τῶν τῷ κόσμῳ κατωρθωμένων.

Κατόρθωμα δὲ τὸ πάντων ἐξαίρετον τὸ ἐκ μέσου γενέσθαι τὸν Σατανᾶν, καὶ τὴν βέβηλον δὲ, καὶ ἀνδροκτόνον πληθύν. Ἐπιλάμψαντος τοίνυν αὐτοῦ τῷ κόσμῳ, λέλυται μὲν ἡ πάλαι πολλὴ καὶ ἐπάρατος τῆς ἁμαρτίας ἀχλὺς, ἣν ταῖς ἁπάντων διανοίαις ἐνῆκεν ὁ Σατανᾶς, ἵνα μὴ βλέπωσι τῆς ἀληθείας τὸ φῶς. Πέπαυται δὲ καὶ τῶν δαιμονίων ἡ τυραννὶς, καὶ τὰ τῆς εἰδωλολατρείας παίγνια. Οὐκοῦν ἀναγκαίως, ὡς ἔφην, ὁ περί γε τούτων ἡμῖν εἰσεκομίσθη λόγος, καὶ πεπτωκέναι φησὶ τὸν Βήλ. Εἴδωλον δὲ τοῦτο μάλιστα τῶν Βαβυλωνίων, τετιμημένον δὲ καὶ ἐν ἑτέραις πόλεσι.

Καί φασιν εἶναι τὸν Βὴλ τὸν παρ᾽ Ἕλλησι τοῖς ἀθέοις μυθολογούμενον Κρόνον, ὃν καί φασιν ὠμὸν εἶναι καὶ φιλαίματον, καὶ ἀνδροκτασιῶν ἐραστήν. Ἀναγέγραπται γοῦν ἐν ἱστορίαις Ἑλληνικαῖς, ὡς ἐν ἡμέρᾳ μιᾷ τριακοσίους τῶν ξένων ἔσφαζόν τινες αὐτῷ, μυσαρὰν καὶ στυγητὴν Θεῷ καὶ ἀνθρώποις ἐπιτελεσθῆναι πανήγυριν. Καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς, ἐπὶ ταῖς οὕτω δειναῖς ἀσεβείαις ἀγανακτῶν, δι᾽ ἑνός πού φησι τῶν ἁγίων προφητῶν τοῖς τὰ τοιάδε δρᾷν εἰωθόσι· Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν. Εἰς τοῦτο γὰρ μισανθρωπίας τε καὶ ἀγριότητος καθικέσθαι φησὶ τοὺς ἀκαθάρτους δαίμονας, ὥστε καὶ ἀκορέστως διψῇν ἀνθρώπινον αἷμα, καὶ ταῖς τῶν ἁλισκομένων φθοραῖς ἐπιγάννυσθαι. Οὐ γὰρ ἂν ἴσως ἔοικεν αὐτοῖς ὁ κλάζων μόσχος ἐπὶ βωμῷ, λιβανωτοί τε καὶ πρόβατα· γλίχονται δὲ μᾶλλον τῆς ἀνθρώπων σφαγῆς.

Ἔπεσε τοίνυν, φησὶν, ἡ Βὴλ, τοῦτ᾽ ἔστι, κατηνέχθη, καὶ ἔπεσεν ἡ τοῦ δαίμονος ἰσχύς· ἵνα λοιπὸν τὸν ἐκ τῆς ἐκείνων σκαιότητος ἀποβαλόντες ζυγὸν ἐλευθέρᾳ καὶ ἀβιάστῳ γνώμῃ τρέχωσι πρὸς Θεὸν οἵ ποτε ταῖς ἐκείνου δυστροπίαις ἐνισχημένοι. Συνετρίβη δὲ καὶ ὁ Δαγών. Σέβασμα δὲ καὶ τοῦτο τῶν τὴν παραλίαν οἰκούντων, ἢ καὶ ὅμορός ἐστι τῆς Ἰουδαίας, Ἀσκαλωνιτῶν τέ φημι καὶ Γαζανῶν, οὓς καὶ Φυλιστιεὶμ ἤγουν ἀλλοφύλους ἡ θεία πλεισταχοῦ κατονομάζει Γραφή. Εὖ δὲ δὴ σφόδρα τὸ, Συνετρίβη, φησὶν, ὡς ἀπό γε τοῦ συμβεβηκότος αὐτῷ κατὰ καιροὺς, καὶ νῦν ὁ προφήτης τὸν περὶ αὐτοῦ διεξάγων λόγον. Ἀνέγνωμεν γὰρ ἐν ταῖς βίβλοις τῶν Βασιλειῶν, ὅτι τὴν θείαν ποτὲ κιβωτὸν λαβόντες οἱ ἀλλόφυλοι εἰσήγαγον εἰς τὸν οἶκον Δαγών· εἶτα εἰσελθόντες οἱ τοῦ δαιμονίου θεραπευταὶ, τεθέανται πεπτωκὸς τὸ εἴδωλον ἔμπροσθεν τῆς κιβωτοῦ, καὶ συντριβὴν ὑπομείναντος αὐτοῦ ὡς ἀποβαλεῖν χεῖράς τε καὶ πόδας, καὶ κεφαλήν.

Σφόδρα οὖν χαριέντως ὡς ἀπό γε τοῦ συμβάντος κατὰ καιροὺς τὸ, Συνετρίβη, φησί. Φαμὲν δὲ ὅτι τῆς εἰδωλολατρείας τὴν ἀναίρεσιν ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνει λόγος, ὡς ἐκ μέρους τό τε Βὴλ, καὶ τὸν Δαγὼν ὀνομάσας. Οὐ γὰρ ἦν ἁπάντων τῶν ἐπὶ τῆς γῆς εἰδώλων ποιήσασθαι μνήμην, ἀλλ᾽ ὡς ἐκ μέρους ἐπὶ τὸ πᾶν διατάττει πάλιν. <Αἴρετε αὐτὰ καταδεδεμένα, ὡς φορτίον κοπιῶντι, καὶ πεινῶντι ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα· οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου· αὐτοὶ δὲ αἰχμάλωτοι ᾐσχύνθησαν.> Τὸ τῶν χειροτμήτων ἀνωφελὲς, καὶ μάταιον καταδείκνυσι πάλιν ἡμῖν ὁ λόγος ἐν τούτοις, ὡς ἀπό γε τῶν ἐπ᾽ αὐτοῖς τελουμένων παιγνίων, αἰσχύνης οὖσαν ἀνάπλεων τὴν τῶν πλανωμένων ἀποφαίνει λατρείαν.

Ἐπετέλουν μὲν γὰρ τοῖς δαιμονίοις ψυχρὰς καὶ καταγελάστους ἔσθ᾽ ὅτε τὰς πανηγύρεις· εἶτα τῶν σηκῶν ἐκκομίζοντες τὰ ἀγάλματα, ἐπαναθέμενοί τε ταῦτα τῶν ἱερέων τινὲς περιῄεσαν ἐν πλατείαις κατασειόμενοί τε καὶ οἷον μεθύσκοντες ὡς ἀχθοφοροῦντες ἄγαν, καὶ ἔνθαπερ ἂν ἐπιβαρήσειεν ὃ διακομίζειν ἤθελον, ἐκεῖ πως καὶ συνωθούμενοι, καὶ μὴ δύνασθαι φέρειν τὸ ἄχθος ὑποκρινόμενοι. Ὁ δὲ ἀσύνετός τε καὶ ἀγελαῖος δῆμος, γύναιά τε φρενῶν ἔρημα, κατεκρότει ταῖς εὐφημίαις, τὴν ἄψυχον ὕλην εἰδοποιηθεῖσαν ὁρῶντες εἰς ἄνδρα τυχὸν ἢ γυναῖκα, ᾤοντό τε κατὰ ἀλήθειαν καὶ ἀφόρητον ἐνιέναι βάρος τὸν διακομιζόμενον τοῖς ἀναθεμένοις εἰς ὤμους αὐτόν. Διαγελᾷ τοιγαροῦν ὁ θεῖος ἡμῖν ἐν τούτοις λόγος τῆς Ἑλληνικῆς ἀναισθησίας τὸ μέγεθος, καί φησι περὶ τῶν ἐν σηκοῖς ἀγαλμάτων, ἃ καὶ προσκυνεῖν ἀσυνέτως ἤθελον· Αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι, καὶ πεινῶντι ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα. Ταῦτα γὰρ, ὡς ἔφην, ὑπεπλάττοντο τῶν ἱερέων τινὲς ἐν τῷ περικομίζειν τὰ χειροποίητα. Πῶς οὖν ἄρα τῶν προσκυνουμένων τὸ ἀδρανὲς γνωσθήσεται, ἐκ πολλῶν μὲν καὶ ἑτέρων κατίδοι τις ἂν αὐτό. Ξύλον γὰρ ἢ λίθος ἢ ἑτέρα τις ὕλη τῶν τοιούτων γένεσις.

Ἐπειδὴ δὲ ἀναγκαῖον ἐκ τῶν ὅτι μάλιστα χρησίμων καταδεῖξαι τοῦτο, πρὸς ἀνάμνησιν αὐτοὺς ἀποφέρει τῆς ἐσομένης αὐτῶν αἰχμαλωσίας, τῆς ὑπό γέ φημι τῶν Βαβυλωνίων, ἣν δὴ καὶ πεπόνθασιν, ἐπεί τοι μεθέντες τὸ χρῆναι πληροῦν τὸν νόμον, καὶ τὸν ἕνα τε καὶ φύσει θεραπεύειν Θεὸν, κατῴχοντο πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· τεθύκασί τε πρὸς τούτῳ, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται. Πόθεν οὖν ἄρα τὸ ἀδρανὲς τῶν ἐν ὑπολήψει θεῶν ὀφθήσεται; Οὐ δυνήσονται, φησὶ, διασωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.

Ἁλούσης γὰρ πόλεως ἢ χώρας, εἰ δή τινες εἶεν παρ᾽ αὐτοῖς περίχρυσοί τε καὶ περιάργυροι θεοὶ, πρῶτοι τῶν ἄλλων ἁπάντων παρὰ τῶν ᾑρηκότων λαμβάνονται, οἷς ἦν εἰκὸς, εἴπερ τινὲς ἦσαν θεοὶ, καὶ τοῖς ἰδίοις ἐπαμύναι προσκυνηταῖς, καὶ ἀμείνους αὐτοὺς ἀποφῆναι τῆς τῶν πολεμίων χειρός. Τί τοίνυν ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτὸ κατὰ τὸν τοῦ προφήτου λόγον, ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ, οἳ μήτε σφίσιν αὐτοῖς, μήτε μὴν ἑτέροις ἐπαμύνειν εἰσὶν οἷοί τε; Πῶς γὰρ ἂν γένοιτό τι τοιοῦτον παρά γε ξύλου, καὶ λίθου; <Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ, καὶ τὸ κατάλοιπον τοῦ Ἰσραὴλ, οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως. Ἐγώ εἰμι, ἕως ἂν καταγηράσητε. Ἐγώ εἰμι. Ἐγὼ ἀνέχομαι ὑμῶν. Ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω· ἐγὼ ἀναλήψομαι, καὶ σώσω ὑμᾶς.> Εὐτεχνέστατα πάλιν ὁ λόγος ἔχει, καὶ πρόεισιν ἐν κόσμῳ τῷ δέοντι, καὶ οἰκονομικῶς. Ἐπειδὴ γὰρ πολέμου μνήμην ἐποιήσατο, καθ᾽ ὃν συμβέβηκε πληθὺν ἀμέτρητον ἀνδρῶν καὶ γυναικῶν ἀποθανεῖν, καὶ ὀλιγανδρῆσαι σφόδρα τῶν Ἰουδαίων τὴν χώραν, ταύτῃ τοι φησὶν ὡς πρὸς οἶκον ἕνα, ὡς πρὸς κατάλειμμα, καὶ βαρβαρικῆς ὠμότητος λείψανον· Ἀκούσατέ μου, ὁ οἶκος τοῦ Ἰακὼβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ. Ὤνησε δ᾽ ἂν οὐ μετρίως τοὺς ἀκροωμένους ὁ λόγος, εἴπερ τινὲς ἦσαν ἀγχίνοι, καὶ τῶν χρησίμων ἐξετασταί.

Τὰ γάρτοι σκυθρωπὰ καὶ δυσφόρητα προαπηγγελμένα μὲν εὐκόλως ἄν τις καὶ παρελάσειε τὰς τῆς ἐφόδου φυγὼν αἰτίας· ἀφιγμένα δὲ καὶ οἷον ἐπιπηδήσαντα, πῶς ἂν διακρούσαιτο;

Τὸ κατάλοιπον τοίνυν αὐτοὺς ἀποκαλεῖ μονονουχὶ κεκραγὼς, ὅτι δαπανηθήσονται τῷ πολέμῳ, καὶ βαρβαρικῆς ὠμότητος ἔσονται θήραμα, εἰ μὴ τῶν οὕτως ἐκτόπων ἀποπεπαύσοιντο σπουδασμάτων. Ὅτι δὲ τὸ δυσμαθὲς ταῖς τῶν Ἰουδαίων ἔνεστι ψυχαῖς, καὶ χρῆμα γέγονεν αὐτοῖς ἀνόνητον, ἡ τοῦ νόμου μελέτη, διαδείκνυσι λέγων· Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως. Ἐκ βρέφους γὰρ καὶ μέχρι τῆς πρεσβυτικῆς ἡλικίας τοῖς ἱεροῖς τε καὶ θείοις ἐμμελετῶντες Γράμμασιν ὠφέληνται μὲν οὐδέν· ὥσπερ δὲ οὐδεμιᾶς παράπαν νουθεσίας ἠξιωμένοι κατῴχοντο πρὸς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ.

Ἀλλὰ καὶ εἰ μακρὸς ὑμῖν, φησὶν, ἐδαπανήθη χρόνος, ἐν ἀνονήτοις μελέταις, καὶ ἀμαθεστάτους ὄντας ὁρῶν, τῆς ἐμφύτου γαληνότητος οὐ πεπαύσομαι· καθίστημι δὲ οὕτως ἐμαυτὸν ὑμῖν ἐναργῆ λέγων· Ἐγώ εἰμι, τοῦτ᾽ ἔστι, ζῶ καὶ ὑπάρχω· οὐχ ὡς γενέσεως ἔχων ἀρχὴν ἢ καταλήγειν εἰς πέρας εἰδὼς, ἀλλ᾽ ὁ αὐτὸς ἀεὶ καὶ ὡσαύτως ἔχων, καὶ ἕως ἂν καταγηράσητε πάλιν ὁ αὐτὸς ἔσομαι. Οὐ γάρ μοι καθ᾽ ὑμᾶς ἔπεισι γῆρας, ἀλλ᾽ εἰμὶ ζῶν τε καὶ παναλκής. Καὶ ἐγὼ μὲν ἐποίησα τὰς ἐπενεχθείσας ὑμῖν τοῦ πολέμου συμφορὰς ὁσίᾳ ψήφῳ καλῶν εἰς δίκην τοὺς τὴν ἐμὴν ὑβρίσαντας δόξαν. Πλὴν ἐγὼ ἀνήσω, τοῦτ᾽ ἔστιν, ἀφήσω, καὶ ταῖς ἀμνησικακίαις πεπονηκότας ὑμᾶς ἀνακτήσομαι.

Ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμᾶς. Ὁ γὰρ δοὺς εἰς χεῖρας ἐχθρῶν πάλιν ὑμᾶς οἰκειώσομαι, καὶ τῶν τῆς αἰχμαλωσίας ὑμᾶς ἀπολύσω δεσμῶν. Οὐκοῦν ὡς πολυειδεῖ φαρμάκῳ τὰς τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, καὶ ἐκ πολλῆς ἄγαν ἀμαθίας ὠλισθηκότων ἐφ᾽ ἃ μὴ θέμις, θεραπεύει καρδίας, τοῦτο μὲν ἀπειλαῖς, τοῦτο δὲ καὶ ὑποσχέσεσιν ἀγαθαῖς. Σκοπὸς γὰρ αὐτῷ σῶσαι τὸ ἀπολωλὸς, καὶ τῶν τοῦ διαβόλου χειρῶν ἁρπάσαι τὸ πλανώμενον. <Τίνι με ὡμοιώσατε; Τεχνάσασθε, οἱ πλανώμενοι, οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίπου, καὶ ἀργύριον ἐν ζυγῷ· στήσουσιν ἐν σταθμῷ, καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσεκύνησαν αὐτῷ. Αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων, καὶ πορεύσονται. Ἐὰν δὲ θῶσιν αὐτὸ ἐπὶ τοῦ τόπου, μενεῖ, οὐ μὴ κινηθῇ· καὶ ὃς ἂν βοήσει πρὸς αὐτὸ, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν.> Ὑβριστὰς ὄντας ἐλέγχει, καὶ ὀλιγογνώμονας τοὺς τῶν εἰδώλων προσκυνητὰς, καὶ εἰς αὐτὴν θείαν καὶ ἀνωτάτω πλημμελοῦντας φύσιν. Κατακομίζουσι γὰρ, τό γε ἧκον εἰς ἑαυτοὺς, τῆς ἐνούσης αὐτῇ δόξης τὸ ὑπερτενὲς, ἐφ᾽ ἃ μὴ προσῆκε, καὶ εἰς ἄψυχον ὕλην κατακομίζουσι τοῖς ἰδίοις αὐτὴν τεχνουργήμασιν ἀπονέμοντες, εἶτα ποιναῖς ταῖς ἐσχάταις ἐνισχημένας ὁσίως τὰς ἑαυτῶν ἀποφαίνοντες κεφαλάς.

Τίνι δὴ οὖν ὡμοιώσατέ με, φησὶ, τὸν τῇ φύσει τῶν ὅλων διεστηκότα, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς ὑψοῦ τε ἡρμένον, καὶ παντὸς ἐπέκεινα γενητοῦ, τὸν τῶν ὅλων δημιουργὸν, βασιλέα τε ὁμοῦ καὶ Κύριον; Εἰκὸς δὲ δή που, καὶ ἕτερόν τι βούλεσθαι καταδηλοῦν λέγοντα τοῖς πεπλανημένοις τὸν Θεόν· Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πεπλανημένοι. Χρυσίον μὲν γὰρ, φησὶ, καὶ ἀργύριον συνεισφέροντες, εἶτα μισθωσάμενοι χρυσοχόον διαπλάττουσι μορφὴν ἢ ἀνδρὸς, ἢ γυναικὸς, ἤγουν θηρίου, φέρε εἰπεῖν, ἢ κτήνους, ὄνομά τε τῷ διαπεπλασμένῳ Θεὸς εὐθὺς δίδοται παρ᾽ αὐτῶν.

Κατανοήσατε τοίνυν, φησὶ, τίνι ὡμοιώσατέ με; Ἢ γὰρ ἀνδρὶ ἢ γυναικὶ, ἢ καὶ θηρίοις ἢ ζώοις ἀλόγοις. Εἶτα πῶς οὐχ ἁπάσης ἐπέκεινα δυσσεβείας τὸ χρῆμά ἐστι; Τεχνάσασθέ τι πρὸς ἀπολογίαν· ἀπολύσασθε τὰς ἁμαρτίας. Ἀλλ᾽ οὐκ ἂν εὕρητε τὸν ἐπικουροῦντα λόγον πρὸς τοῦτο ὑμῖν. Τὴν γὰρ ὑπὲρ πάντα φύσιν εἰς θηρία, καὶ κτήνη κατακομίζοντες, ποίοις ἄρα κεχρήσεσθε λόγοις δυναμένοις ἐξαρκέσαι εἴς γε τὸ δύνασθαι τὰ ἐγκλήματα διαφεύγειν; Ὅτι δὲ χυδαιότητος ἐννοιῶν καὶ ἕτερον οὐδὲν ἢ εἰδώλων ποίησις πειρᾶται διδάσκειν· ταύτῃ τοι καὶ λίαν ἰσχνοεπεῖ.

Συνάγουσι γὰρ ἐκ μαρσίπου, φησὶν, ἀργύριον καὶ χρυσίον, καὶ ἐν ζυγῷ θήσουσιν, ἐν σταθμῷ ἰσομέτρῳ, ἑκάστου τάχα συνεισκομίζοντος, ἵνα κατὰ τὸ εἰκὸς τῷ πλέον εἰσφέροντι προσκέοιτο μᾶλλον ὁ τεχνουργούμενος. Φαίη δ᾽ ἂν, οἶμαι, τὶς ὡς εἴπερ ἦσαν χρημάτων ἐπιδεεῖς, οὐδ᾽ ἂν ὅλως ἐσχήκασι Θεὸν, καὶ εἰ μὴ τεχνιτῶν ηὐπόρει ἡ ὑπ᾽ οὐρανὸν, οὐδεὶς ἦν ὅλως ὁ πρὸς αὐτῶν προσκυνούμενος. Ἥκασι δὲ ἀμαθίας εἰς τοῦτο καὶ ἀσυνέτων ἐννοιῶν, ὥστε προϋφεστηκότες αὐτοὶ τῶν ἰδίων Θεῶν τιμῶσιν ὄντας ὀψιγενεῖς, καὶ οὓς χρὴ δήπου μᾶλλον ὁρᾶσθαι δημιουργοὺς, δημιουργοῦσιν αὐτοί· καὶ οἱ τῆς ὕλης κύριοι, καὶ εἰς κατάχρησιν ἀναγκαίαν λαβόντες αὐτὴν παρ᾽ αὐτῆς αἰτοῦσι τὸ σώζεσθαι. Ἀχθοφορούσει τοὺς θεοὺς ἐπ᾽ ὤμων αἴροντες αὐτούς· ἀκινήτους ὄντας ὁρῶσι, καὶ οἷπερ ἂν ἕλοιτό τις ἀποφερομένους, καὶ αὐτοῖς προσάγουσι τὰς λιτάς. Οὐκοῦν ὅταν ἴδῃς λαβόντας τὴν λιτὴν, τότε προσδόκησον ἔσεσθαι τὴν ἐπικουρίαν. Εἰ δὲ ἀναισθήτους τε ὁμοῦ καὶ ἀκινήτους ὄντας ὁρᾷς, εἶτα τίνα παρ᾽ αὐτῶν ἐκδέχῃ τὴν ὄνησιν· Τὰ ἴσα νοσῶν οὐκ αἰσθάνῃ. Πέπτωκας γὰρ εἰς ἐσχάτην ἀναισθησίαν. <Μνήσθητε ταῦτα, καὶ στενάξατε· μετανοήσατε, οἱ πεπλανημένοι. Ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ· ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη.

Καὶ εἶπα· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω, καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν.

Περὶ ὧν βεβούλευμαι, ἐλάλησα, καὶ ἤγαγον, ἔκτισα, καὶ ἐποίησα. Ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ.> Ἀπάτῃ καὶ σκότῳ καὶ ἀμαθίᾳ δεινῇ κεκρατημένους ὁρῶν κατοικτείρει πάλιν αὐτοὺς ὁ Θεὸς, καὶ ἀνόπιν ὥσπερ ἰέναι κελεύει, τῆς διανοίας τὸν ὀφθαλμὸν ἀκριβῆ τοῖς πράγμασιν ἐπιφέροντας, ἵνα καὶ ἵνα κακοῦ εἰσι μαθόντες μεθορμίσωνται πρὸς τὰ ἀμείνω, καὶ τῶν πρὸς αὐτοὺς γεγονότων λόγων ἀτελευτήτους ἔχοντες μνήμας, μετανοεῖν ἕλοιντο, καὶ οὐκ ἀπὸ γλώττης μόνον τοῦτο δρῶντας ἁπλῶς, ἀλλ᾽ ἐξ αὐτῆς καρδίας. Ἀξιεπαινετώτατος γὰρ καὶ ἀληθὴς εἴη ἂν ὁ τῆς τοιᾶσδε μεταγνώσεως τρόπος. Ὅτι μὲν οὖν ἡ εἰδώλων ποίησις χρῆμά ἐστι καταγέλαστον, ἐξ ὧν ἤδη προεῖπε διειδέναι κελεύει. Ὅτι δὲ Θεὸς πάντων ἐστὶν αὐτὸς, ἐκ τῶν ἐνόντων αὐτῷ κατὰ φύσιν θεοπρεπεστάτων ἀξιωμάτων ἐννοεῖν ἀναπείθει. Εἰμὶ γὰρ ἐγὼ, φησὶν, ὁ πάντων ἔχων τὴν γνῶσιν, καὶ πρὶν γενέσθαι τι καταμηνύων αὐτὸ, καὶ εἰς πέρας ἄγων τὸ ἐπηγγελμένον. Διαβεβαιοῦμαι δὲ πρὸς τοῦτο, ὅτι πᾶν εἴ τι βεβούλευμαι συντετέλεσται, καὶ ἀπρακτήσειεν ἂν παντελῶς οὐδὲν τῶν δοκούντων ἐμοί. Πάμμεγα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν ἰσχύος ἀμάχου καὶ θεοπρεποῦς. Ἄνθρωποι μὲν γὰρ, καίτοι τὰς ἀνωτάτω τιμὰς λαχόντες καὶ τὰς εἰς λῆξιν ἔχοντες δυναστείας, προτίθενταί τινα σκοπὸν, καὶ κατορθῶσαί τι βουλεύονται, ἀλλ᾽ οὐ πάντη τε καὶ πάντως αὐτοῖς ἔρχεται κατὰ ῥοῦν τὰ διεσκεμμένα.

Πλεῖστα γὰρ ὅσα παρεμπίπτει τὰ μεταξὺ, καὶ δυσάντητον ἔχει τὴν ἐκκοπήν· Θεός γε μὴν ὁ τῶν ὅλων, εἴπερ τι βούλοιτο δρᾷν, τί ἂν γένοιτο τὸ ἀντιστατοῦν, καὶ ἀντεξάγον αὐτό; Ἃ γὰρ Θεὸς ὁ ἅγιος βούλεται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Οὐκοῦν εἰς ἀπόδειξιν τοῦ ὅτι Θεός ἐστι κατὰ φύσιν καὶ ἀληθῶς, λέγοιτο ἂν εἰκότως παρ᾽ αὐτοῦ τὸ, Πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω.

Εἶτα πρὸς τοῦτό φησι, Καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν περὶ ὧν βεβούλευμαι· καὶ ἀκολουθήσει καὶ τούτῳ τὸ, Ἐγώ εἰμι. Πετεινόν γε μὴν τὸ καλούμενον ἐξ ἀνατολῶν, καὶ ἐκ γῆς πόῤῥωθεν τὸν Βαβυλώνιον εἶναί φαμεν, ὃς τὴν Ἰουδαίων ἅπασαν κατεμπρήσας χώραν, εἷλε τὰ Ἱεροσόλυμα καὶ τὸν ἐν αὐτοῖς κατέσεισε νεών· εἶτα πλείστους τῶν τε ἀγελαίων, καὶ ἐπιφανῶν ἐξαναστήσας ἀπεκόμισε μὲν τῆς ἐνεγκούσης αὐτοὺς, ἐναπέθετο δὲ τῇ Περσῶν χώρᾳ τε καὶ γῇ, τὸν τῆς αἰχμαλωσίας σκληρῶς τε καὶ ἀφορήτως αὐτοῖς ἐπιῤῥίψας ζυγόν. Ἔσται δέ σοι καὶ τοῦτο σαφὲς, ἐξ ὧν ἔφη Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ. Ἔχει δὲ οὕτως· «Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἶπον παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὁ ἀετὸς ὁ μέγας ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ διήγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτὰ, καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν, ἐν ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτὸ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει τῷ ἐπιφαίνεσθαι αὐτῇ τὰ κλήματα αὐτῆς ἐπ᾽ αὐτὸ, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω τῆς γῆς αὐτῆς ἦσαν.

Καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπωρυγὰς, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς.» Ταυτὶ μὲν οὖν ἔφη Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ. Ἐπειδὴ δὲ δυσέφικτος ἦν ὁ λόγος, καὶ τῶν νοημάτων ἡ δύναμις οὐ σφόδρα σαφὴς τοῖς ἀκροωμένοις, αὐτὸς δὴ πάλιν αὐτὴν διατρανοῖ λέγων· «Εἶπον δὲ πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ τὸν παραπικραίνοντα· Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα ἃ εἶπον. Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς αὐτὸν εἰς Βαβυλῶνα.

Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγουμένους τῆς γῆς λήψεται τοῦ γενέσθαι βασιλείαν ἀσθενῆ, καὶ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστάνειν αὐτήν. Ὡς γὰρ ἐν βίβλῳ τῶν Βασιλειῶν ἀνέγνωμεν, μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, τὸν Σεδεκίαν αἰχμάλωτον, καί τινας τῶν ἐπιφανῶν σὺν αὐτῷ δεδεμένους, ἀπεκόμισεν εἰς τὴν Χαλδαίων ὁ Βαβυλώνιος· καὶ ταῦτά ἐστι τὰ ἐκλεκτὰ τῆς κέδρου.

Εἰμὶ τοίνυν ἐγὼ, φησὶν, ὁ καλῶν ἀπὸ ἀνατολῶν πετεινόν. Περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, οὐ διέψευσμαι, φησί. Προαπήγγελκα μὲν γὰρ ὡς ἥξει κατὰ καιροὺς, ἀλλ᾽ εἰς πέρας ἤχθη τὸ προειρημένον. Ἔκτισα, τοῦτ᾽ ἔστι, κατεσκεύασα κακὰ, δηλονότι γοῦν τὰ κακωτικὰ, καὶ τὰς τοῦ πολέμου συμφορὰς τοῖς τὴν ἐμὴν ἀτιμάσασι δόξαν, καὶ εἰδώλοις ἀψύχοις προσνενευκόσι. Καὶ ἐποίησα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Οὐ γὰρ τῆς ἐκείνου χειρὸς ἦν ἔργον τὸ κατισχύσαι τοῦ Ἰσραὴλ, εἴπερ ἦν ἐπίκουρος αὐτῷ Θεός. Ἀλλ᾽ αὐτὸς σώζων καὶ προεστηκὼς, εὐώδωσα αὐτοῦ τὴν ὁδὸν αὐτοῦ, ἵνα ὑπαγάγῃ ταῖς δίκαις τοὺς τῆς εἰς αὐτὸν εὐσεβείας ὀλίγα πεφροντικότας, μᾶλλον δὲ καὶ εἰσάπαν ἀποσκιρτήσαντας, ὥστε, καὶ ξύλοις, καὶ λίθοις τὴν αὐτῷ τε καὶ μόνῳ πρεπωδεστάτην ἀναθεῖναι τιμήν τε καὶ δόξαν. <Ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, ὡς μακρὰν ἀπὸ τῆς δικαιοσύνης. Ἤγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ᾽ ἐμοῦ οὐ μὴ βραδύνω. Δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα.> Ἰδοὺ δὴ πάλιν σωτηρίαν αὐτοῖς ἐπαγγέλλεται, καὶ ἀπογινώσκειν οὐκ ἐᾷ, μὴ ἄρα πως ταῖς ἐπέκεινα μέτρου δυσθυμίαις κεκρατημένοι, μακρὰν γένοιντο τῆς ἐλπίδος τοῦ ὅτι σωθήσονται, μετανοεῖν ᾑρημένοι.

Ἀκάρδιοι μὲν οὖν οἱ πλανώμενοι, καὶ ἀληθὴς ἐπ᾽ αὐτοὺς ὁ λόγος. Ποίῳ γὰρ νῷ κεχρημένοι δημιουργοῦσιν αὐτοὶ τοὺς προσκυνουμένους, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας, παρ᾽ αὐτῶν αἰτοῦσι τὸ σώζεσθαι; Πλὴν καὶ οὕτως ἀνέχεται Θεὸς, καὶ κατοικτείρει μᾶλλον ἠπατημένους, καὶ πεσόντας ἐλεεῖ, καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἀνακομίζει πρὸς σύνεσιν, καὶ ἀνανήφειν κελεύει, καὶ μακρὰν ὄντας διεσχοινισμένους τε τῆς δικαιοσύνης, τοῦτ᾽ ἔστι, Θεοῦ, πρὸς αὐτὸν ἰέναι κελεύει. Ἔοικε δὲ ταῖς ὑποσχέσεσι τῆς μερικῆς σωτηρίας, καὶ τῆς καθόλου καὶ γενικωτάτης συναναπλέκειν τὴν δήλωσιν. Σέσωκε μὲν γὰρ ἐκ γῆς Χαλδαίων τοὺς ἐν τάξει δορυκτήτων εἰς αὐτὴν ἀπενηνεγμένους, καὶ μερικὸν ἐπικούρημα φαίη ἂν, οἶμαι, τὶς τουτὶ, γενικώτατον δὲ τὸ διὰ Χριστοῦ, ὃ καὶ ἀναδείξειν οὐκ εἰς μακρὰν τοῖς πάλαι κατεπηγγέλλετο. Ἤγγισα γὰρ, φησὶ, τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ᾽ ἐμοῦ οὐ μὴ βραδύνω. Ἐοικέναι δὲ τοῦτό φαμεν τῷ, Ἔτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Δέδοται δὲ ἐν Σιὼν ἡ σωτηρία τῷ Ἰσραὴλ εἰς δόξασμα. Καὶ Σιὼν ἐν τούτοις τὴν νοητὴν ὀνομάζει, τοῦτ᾽ ἔστι, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ δεχόμεθα πάντες ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰσραήλ.

Ὥσπερ γὰρ Ἰουδαῖός ἐστιν οὐχ ὁ κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ εἴ τις καὶ τῆς ἐν πνεύματι περιτομῆς ἠξίωται· οὕτως καὶ Ἰσραὴλ, οὐχ οἱ ἐξ αἵματος μόνον τοῦ Ἰσραὴλ γεγονότες, ἀλλὰ γὰρ καὶ ὅσοι νοῦν ἐσχήκασιν ὁρῶντα Θεὸν, οἳ καὶ εἰς τέκνα τέθεινται, καὶ κατ᾽ ἐπαγγελίαν του Ἀβραὰμ, καὶ τούτους εἶναί φαμεν τὸν ἀληθέστερον Ἰσραήλ. <Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θυγάτηρ Βαβυλῶνος· κάθισον εἰς τὴν γῆν [οὐκ ἔστι θρόνος· εἴσελθε εἰς τὸ σκότος], θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ, καὶ τρυφερά. Λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψον τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιὰς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. Ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου· φανήσονται οἱ ὀνειδισμοί σου. Τὸ δίκαιον ἐκ σοῦ λήψομαι.> Εἰπὼν ὅτι Δέδωκα τῷ Ἰσραὴλ σωτηρίαν εἰς δόξασμα, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας αὐτοῖς ἐπαγγειλάμενος λύτρωσιν, διαμνημονεύει λοιπὸν καὶ ἀφηγεῖται σαφῶς, τίνα τε ἥλω τρόπον καὶ πεπόρθηται, καὶ οἷον ἐν πίνακι καταγράφει τῶν ἁλόντων τὸ σχῆμα.

Ὥσπερ γὰρ τῇ τῶν Ἰουδαίων χώρᾳ τὴν ἐκ τοῦ πολέμου τῶν Βαβυλωνίων προκαταμεμήνυκεν ἐξανάστασιν, λεπτῶς ἕκαστα διεξιὼν, καὶ λέγων· »Ἀνθ᾽ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών· καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τοὺς κόσμους αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς κοσύμβους,» καὶ τὰ τούτων ἐφεξῆς· εἶτα προσεπάγει τούτοις· «Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλακρώματα ἕξεις διὰ τὰ ἔργα σου· καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον·» οὕτω καὶ νῦν οἷα πείσονται τῶν Βαβυλωνίων αἱ θυγατέρες ἤγουν αἱ σύνοικοι, Περσῶν τε καὶ Μήδων περιελκόντων αὐτὰς, διαδείκνυσι λέγων· Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, ὑπεμφήνειεν ἂν τὸ, ταπεινώθητι, καίτοι πάλαι νοσοῦσα δεινῶς τὴν ὑπεροψίαν. Κατάβηθι τοίνυν ἐξ ὄρους καὶ φρονήματος ὑψηλοῦ πρὸς ταπείνωσιν, ἐκ δόξης εἰς ἀτιμίαν, ἐκ τρυφῆς εἰς ταλαιπωρίαν, ἐξ ἀμετρήτου πλούτου εἰς πτωχείαν ἐσχάτην, ἐξ ἐλευθερίας εἰς δουλείαν, καὶ ἁπαξαπλῶς ἐξ ἁπάντων τῶν ἡδίστων ἐπὶ τὰ χείρω καὶ μοχθηρότατα.

Κάθισον εἰς τὸ σκότος, τὸ ἐκ τῆς ἀνηκέστου συμφορᾶς δηλονότι. Καταδουλοῖ γὰρ τὸν νοῦν λύπη δριμεῖα καταχεομένη ψυχῆς, καὶ ἀδοκήτων ἔφοδος πόνων, καὶ φορτίου δίκην ἐπιπίπτων φόβος. Ὅτι δὲ παρελήλακεν αὐτῆς ὁ τῆς ἀρχαίας εὐημερίας καιρὸς, δείκνυσι λέγων· Οὐκέτι μὴ προσθήσῃ κληθῆναι ἁπαλὴ, καὶ τρυφερά. Τὰ μὲν γὰρ τῶν Χαλδαίων γύναια, τὸ ἀπεικὸς οὐδὲν, ἁβρὰν ἐσχηκέναι τὴν δίαιταν, εἶναί τε φιλόκοσμα, καὶ κομμωτικὴν ἐπιστήμην οὐκ ἐν σμικρῷ ποιεῖσθαι λόγῳ· ὅτι καὶ αὐτούς φασι τοὺς τῶν τακτικῶν ἐπιστήμονας χρυσῷ καὶ λίθοις ἐπισεμνύνεσθαι, καὶ οὐκ ἀθαυμάστῳ κόσμῳ διαπρέπειν ἐπείγεσθαι, καὶ ἐν αὐταῖς ταῖς μάχαις. Οὐ κεκλήσῃ τοίνυν ἔτι τρυφερὰ, φησὶν, ὑποστήσῃ δὲ μᾶλλον, καὶ οὐχ ἑκοῦσα, τὴν ἐν τῷ θητεύειν ταλαιπωρίαν· ἀλήσεις ἄλευρον, γυμνὴ τῶν τῆς κεφαλῆς ὀφθήσῃ καλυμμάτων· ἀτημελῶς δηλονότι τῆς τριχὸς διαῤῥεούσης πανταχοῦ, καίτοι πάλαι ποικίλως ἀνεσφιγμένης. Ἀνακάλυψαι τὰς πολιὰς, καὶ τοῦτο σημεῖον ἂν γένοιτο σαφὲς, τοῦ πρὸς τοσαύτην ὠμότητα τοὺς ᾑρηκότας ἐλθεῖν, ὡς μηδὲ πρεσβύτιδος φείσεσθαι γυναικός. Ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. Ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου.

Τὰς γάρ τοι πεσούσας ἅπαξ εἰς ἀπαγωγὴν, καὶ τῆς ἐνεγκούσης ἀποφερομένας, εἰς τὴν τῶν νενικηκότων, καὶ μεταξὺ παρεμπίπτοντας τῶν ποταμῶν διαπεραιοῦσθαι δεῖ ποδὶ, ἀνασυρομένας δηλονότι, καὶ τὴν θηλείαις πρέπουσαν αἰδῶ μηκέτι φερούσας ἐν ὀφθαλμοῖς· ἀλλ᾽ ὡς ἐξ ἀνάγκης καὶ τὰ τοῦ σώματος ἀπόῤῥητα γυμνούσας πολλοῖς. Φαίη δ᾽ ἄν τις καὶ ἑτέρως αὐτῆς ὀφθῆναι τὴν αἰδῶ, καὶ φανῆναι τοὺς ὀνειδισμοὺς ὡς ἁλούσης ἅπαξ, καὶ ἐν τοῖς ἀπευκτοῖς γενομένης, καίτοι πάλαι τρυφώσης, καὶ ταῖς εἰς λῆξιν εὐημερίαις ἐναβρυνομένης. Εἶτά φησιν, ὅτι Τὸ δίκαιον ἐκ σοῦ λήψομαι, τοῦτ᾽ ἔστι, ὅπερ χρή σε παθεῖν, τοῦτο παρὰ σοῦ λήψομαι. Καὶ ποῖον τοῦτό ἐστι, δι᾽ ἑτέρου τῶν ἁγίων προφητῶν προκαταμεμήνυκεν εἰπών· «Καθὼς ἐποίησε, ποίησε, ποιήσω αὐτῇ.» Καὶ πάλιν· «Καθὼς ἐποίησας, ἔσται σοι οὕτως· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.» Εἴρηται δὲ καὶ ἑτέρωθί που περὶ παντὸς τοῦ πλημμελεῖν εἰωθότος· «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ.» <Οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις, εἶπεν ὁ ῥυσάμενός σε Κύριος Σαβαώθ· ὁ Ἅγιος Ἰσραὴλ ὄνομα αὐτῷ.> Παρεισβέβληκε μεταξὺ λόγος ἕτερος, καὶ ὡς πρός γε τὸν Ἰσραὴλ, καὶ ὑπισχνεῖται Θεὸς τὰ κατ᾽ οὐδένα καιρὸν ὑπὸ χεῖρα πεσεῖν ἐχθρῶν, ἐλεῆσαι γὰρ ὡς ἰσοστάθμους τῶν αὐτῷ πεπλημμελημένων ἐκτετικότας δίκας, μᾶλλον δὲ καὶ πέρα τούτου κεκολασμένους.

Ἔφη γάρ που περὶ αὐτοῦ· «Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου τὰ ἁμαρτήματα αὐτῆς.» Οὐκοῦν Ὁ ῥυσάμενός σε, φησὶ, Κύριος Σαβαὼθ, ᾧ καὶ ὄνομα Ἅγιος Ἰσραὴλ, εἶπεν, Οὐκέτι παραδοθήσῃ πονηροῖς, καὶ ἀφιλοικτείρμοσιν ἀνθρώποις, δῆλον δὲ ὅτι τοῖς πάλαι νικήσασιν, ἐπείτοι Θεὸς ὠργίζετο, καὶ φειδοῦς καὶ ἀγάπης ἔρημον ἠφίει τὸν Ἰσραὴλ, τραπομένους ὁρῶν εἰς ἀπόστασιν καὶ ἀσχέτως ἰόντας ἐπὶ τὸ χρῆναι δρᾷν, ἃ τοῖς θείοις αὐτοῦ διαβέβληται νόμοις. <Κάθισον, κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων· οὐκέτι μὴ κληθήσῃ Ἰσχὺς βασιλείας. Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου. Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα, καὶ εἶπας· Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα.

Οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατά σου.> Δικαίᾳ ψήφῳ πανταχοῦ κεχρημένον ἑαυτὸν δεικνύει, καὶ δίκας ἐπάγοντά τισιν οἷς ἂν πλημμελεῖεν, τὰς ἰσοῤῥόπους. Πλεῖστα γὰρ ἦν ὅσα τὰ ἐγκλήματα τῶν Βαβυλωνίων, καὶ γράφεται μὲν αὐτοὺς ἐπὶ πολλῇ λίαν ὠμότητι καὶ ἀπανθρωπίᾳ, καταδείκνυσι δὲ καὶ ἀλαζόνα, καὶ ταῖς ἰδίαις δυνάμεσιν ἀσυνέτως ἐπιθαρσήσασαν, ὥστε καὶ οἴεσθαι τὴν ἐπὶ τὰ χείρω μεταβολὴν κατ᾽ οὐδένα τρόπον ὑποστήσεσθαί ποτε. Οὐκοῦν ὅταν, φησὶν, ὑπομείνῃς τὴν ἅλωσιν, τότε κατανενυγμένη κάθισον. Τὸ δὲ, κατανενυγμένη, φησὶν, ἀντὶ τοῦ, νοήσασα, κἂν γοῦν ὀψέ ποτε, καὶ μάλιστα κατὰ σαυτήν· δέχου δὲ σκοτοδινίαν. Ἔφη γὰρ ὅτι τὰ ἀνήκεστα τῶν κακῶν σκότον ὥσπερ τινὰ καταχέει τοῦ νοῦ, καὶ οἷον κόνις ἐμπίπτει ταῖς ψυχαῖς. Οὐκέτι τοίνυν, φησὶ, κληθήσῃ Ἰσχὺς βασιλείας. Ὠνομάζετο γὰρ οὕτως ἡ Βαβυλὼν, ἅτε δὴ καὶ πληθὺν ἔχουσα τὴν ἀριθμοῦ κρείττονα, καὶ χεῖρα μαχιμωτάτην, καὶ ἀποχρῶσαν εἰς ἀντίστασιν, εἰ δή πού τινες εἶεν οἱ ἀνθιστάμενοι, καὶ ἀντεξάγοντες τοῖς τὸ κρατεῖν ἔχουσι παρ᾽ αὐτοῖς. Εἶτα ποία τις ἦν ἡ πρόφασις τοῦ κατεπαχθῆναι τῶν Βαβυλωνίων τὰ ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, διατρανοῖ λέγων· Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου. Ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.

Τοιοῦτόν τι καὶ διὰ φωνῆς Ζαχαρίου φαίνεται λέγων· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾽ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἔσθ᾽ ὅτε Θεὸς, καὶ ἀνουθετήτους τινὰς γεγονότας, καὶ γαῦρον αὐτῷ στήσαντας τὸν αὐχένα μεθίστησι διὰ πόνων εἰς εὐήνιον, ἢ χεῖρας ἐχθρῶν ἐπαγαγὼν αὐτοῖς, ἢ καὶ ἑτέραις πη λύπαις ἐνιεὶς αὐτούς. Ὥσπερ γὰρ τὰ δυσίατα τῶν τραυμάτων πῦρ ἢ σίδηρος ἐξιᾶται πολλάκις, ἅτε δὴ τῆς τῶν φαρμάκων συμμετρίας οὐκ ἀνεχόμενα, τὸν αὐτὸν δὴ τρόπον, οἶμαι, καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν ἀσχέτοις ἰοῦσαν ὁρμαῖς κατὰ πετρῶν, καὶ τῶν τῆς φαυλότητος τρόπων ἀπρὶξ ἀντεχομένην, πικροῖς αὐτὴν ἐξιᾶται πόνοις. Εἰσὶ δὲ οἳ κολαστῶν ἐν τάξει παρειλημμένοι, δεινοῖς καὶ ἀκράτοις κέχρηνται θυμοῖς, καὶ πέρα φέρονται τοῦ εἰκότος, ἀφορήτως καταφορτίζοντες τοὺς ὑπ᾽ αὐτοὺς γεγονότας.

Παγχάλεπον τοίνυν τὸ χρῆμά ἐστι, καὶ παροξύνεται Θεὸς ἐπὶ τοῖς τοῦτο δρᾷν εἰωθόσιν. Ἀφεκτέον δὴ οὖν τοῦ κακοῦ, κἂν εἴ πού τινες πράττοιντο δίκας, Θεοῦ παιδεύοντος, ἐπὶ τὸ ἥμερον βλέπωμεν, εὖ εἰδότες ὅτι παροξύνεται λίαν ὁ παιδευτὴς, εἰ παρὰ μέτρον τὰ τῆς δίκης αὐτοῖς ἐπιφέροιτο πρὸς ἡμῶν.

Οὐκ ἠλέησας τοίνυν, φησὶ, πρεσβύτην, καὶ εἷλες μὲν αὐτοὺς οὐκ ἀπὸ τῆς σῆς ἰσχύος, δόντος δὲ μᾶλλον ἐμοῦ. Γέγονας δὲ σκληρός τε καὶ ἀγριόθυμος, καὶ τὸ ἔτι τούτου φορτικώτερον εἰς τοῦτο προῆλθες ἀλαζονείας, ὥστε οἴεσθαί τε καὶ λέγειν, ὡς ἀκατάληκτον ἕξεις τὴν ἀρχὴν, καὶ τὸ ἐν ἀκλονήτοις εἶναι δυναστείαις.

Εἶτα ταῦτα συμβαίνοντά σοι, φησὶν, οὐδὲ εἰς νοῦν ἔχειν ἠξίου, οὐδὲ εἰς μνήμην ἐδέξω τὰ ἔσχατα. Ποῖα δὲ ἦν ταῦτα; Τὰ τῆς αἰχμαλωσίας δηλονότι, καὶ τῆς ἐπενεχθείσης αὐτῇ ταλαιπωρίας παρὰ Θεοῦ. <Νυνὶ δὲ ἄκουσον ταῦτα, ἡ τρυφερὰ, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ χήρα, οὐδὲ γνώσομαι ὀρφανίαν. Νῦν δὲ ἥξει ἐξαίφνης τὰ δύο ταῦτα ἐπὶ σὲ ἐν ἡμέρᾳ μιᾷ· χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ, ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα, τῇ ἐλπίδι τῆς πονηρίας σου. Σὺ γὰρ εἶπας· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. Γνῶθι ὅτι ἡ σύνεσις καὶ ἡ πορνεία τούτων ἔσται σοι αἰσχύνη καὶ ἐντροπή.> Διαλέγεται μὲν ὡς βεβήλῳ καὶ μάχλῳ τινὶ γυναίῳ, θρυπτομένῳ τε καὶ ὡραΐζεσθαι μεμελετηκότι. Πλὴν ἐκεῖνό φαμεν· Πλεῖστοί τινες ἦσαν παρὰ τοῖς Χαλδαίοις οἱ μάγοι, οὓς δὴ καὶ σοφοὺς ὠνόμαζον, ὧν ταῖς ὑποθήκαις καὶ ψευδηγόροις μαντείαις πάντα ἔδρων οἱ Βαβυλώνιοι. Ὑποπλαττόμενοι γὰρ ἀκριβῆ τῶν μελλόντων εἴδησιν ἔχειν ἐμαντεύοντο τοῖς κρατοῦσι τῆς γῆς σκυθρωπὸν μὲν οὐδὲν, ἐκεῖνα δὲ μᾶλλον, οἷς ἦν εἰκὸς ἐπιγάννυσθαι τοὺς ἀκροωμένους.

Χρὴ τοίνυν ἐννοεῖν, ὅτι, καὶ Κύρου τὴν ἔφοδον ἀπειλοῦντος αὐτοῖς ἤδη τε ἐπάγοντος τὰς τῶν πολεμίων ἐμβολὰς, παρῆσάν που πάντως εἰς μέσον ἐκεῖνο ψευδηγοροῦντες καὶ λέγοντες, ὡς αὐτίκα δὴ μάλα περιέσονται μὲν αὐτοῦ, κρατήσουσι δὲ καὶ λίαν ἀμογητὶ, καὶ καταλλάξουσι τῶν ἐχθρῶν, ἐπορχήσονταί τε κειμένοις. Ἀλλ᾽ ἐκεῖνοι μὲν ταῦτα. Νῦν δὲ ἄκουσον, τρυφερά. Διασύρει δὲ διὰ τούτων τῶν Βαβυλωνίων τὴν δίαιταν, ὡς ὑδαρεστέραν καὶ ἀνειμένην.

Ἁβροὶ γὰρ ἦσαν, μύροις μὲν τοῖς εὐωδεστάτοις καταχριόμενοι, στολαῖς δὲ ποικίλαις χρώμενοι, καὶ τὴν ἐκ τοῦ κοσμεῖσθαι τιμῶντες φαιδρότητα, ὥστε καὶ ἐν λόγῳ κεῖσθαι παρ᾽ αὐτοῖς τὴν κομμωτικὴν ἐπιστήμην, εἶναί τε καὶ κάλλους ἅμιλλαν. Τρυφερὰ δὴ οὖν ὠνόμασται διὰ τοῦτο. Φησὶ δὲ αὐτὴν καὶ καθημένην, ἀντὶ τοῦ, βασιλεύουσαν, τῶν προσοίκων δηλονότι, μᾶλλον δὲ, καὶ τῶν ἔτι μακρὰν ἐθνῶν. Ἦν δὲ καὶ πεποιθυῖα, τοῦτ᾽ ἔστιν, ἀμετρήτῳ πληθύϊ τῶν μαχίμων ἐπιθαρσήσασα, ὥστε καὶ λέγειν· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. ᾨήθη γὰρ ὅτι κατ᾽ αὐτὴν οὐδεμία ἔσται παντελῶς ἑτέρα. Ἀλλ᾽ ἐσφάλετο τῆς ἐλπίδος, καὶ διημάρτηκε τἀληθοῦς. Ἀντεγήγερται γὰρ ὁ Κῦρος, Πέρσας τε καὶ Μήδους ἐπάγων αὐτοῖς· καὶ μόλις ἔγνω παθοῦσα τὴν ἅλωσιν, ὡς ἦν ἑτέρα καὶ κρείττων αὐτῆς, ἡ Περσῶν δηλονότι καὶ Μήδων χώρα τε καὶ γῆ, ὑφ᾽ ἧς γέγονε χήρα τε καὶ ἄτεκνος, καίτοι τὸ παθεῖν οὐ προσδοκῶσά ποτε. Κεχήρευται γὰρ τοῦ βασιλεύοντος ἐν αὐτῇ κατενηνεγμένου πρὸς θάνατον, ἠτεκνώθη δὲ τῆς τῶν μαχίμων πληθύος τοῖς ᾑρηκότων ξίφεσι δεδαπανημένης. Ἦλθεν οὖν ἐπ᾽ αὐτῇ χηρεία τε καὶ ἀτεκνία. Καὶ ταῦτα συμβήσεταί σοι, φησὶν, ἐν τῇ φαρμακείᾳ σου, καὶ ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα τῇ ἐλπίδι τῆς πονηρίας σου.

Ἐπειδὴ γὰρ, φησὶ, πονηρὰν εἶχες ἐλπίδα ἐπί γε ταῖς αὑτῆς φαρμακείαις καὶ ταῖς ἐπαοιδαῖς, ταύτῃτοι γέγονας ἄτεκνός τε καὶ χήρα· ὑψοῦ γὰρ αἴρουσα τὴν ὀφρὺν, καὶ ἀλαζονείας ἔμπλεων τὴν διάνοιαν ἔχουσα, σαυτὴν ἀμείνω τῶν ἄλλων πασῶν καὶ ἀλκιμωτέραν ᾠήθης εἶναι χωρῶν. Ἔφης γὰρ ὅτι οὐκ ἔστιν ἑτέρα. Γνῶθι δὴ οὖν ὅτι ἡ σύνεσις τούτων, καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. Φθάσας ἔφην ὅτι σοφοὺς ἐκάλουν τοὺς μάγους, ἤτοι συνετούς. Ἴσθι δὴ οὖν, ὦ Βαβυλὼν, φησὶν, ὅτι ἡ σοφία τῶν μάγων, ἤγουν ψευδομάντεων, καὶ ἐπαοιδῶν, καὶ ἡ πορνεία σου πρὸς τούτοις ἔσται σοι αἰσχύνη Πέπτωκας γὰρ ὑπὸ χεῖρα τῶν ἐχθρῶν, ὡς τούτοις ἐπιθαρσήσασα, ὧν οὐδὲν ἀπόνασθαι δυνατὸν, πλὴν ὅτι καταισχυνθῆναι μόνον ὡς εἰκαίαν ἐπ᾽ αὐτοῖς λαβοῦσαν ἐλπίδα. Πορνείαν γέ φησιν ἐν τούτοις τὴν Βαβυλωνίων, οὔτι που πάντως τὴν σωματικὴν, ἀλλὰ γὰρ τὴν ἀκρατῆ καὶ ἀχάλινον ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Γῆ γὰρ ἦν τῶν γλυπτῶν, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ὅλοις ὥσπερ ἀπεκομίζετο τοῖς ἱστίοις. <Καὶ εἶπας τῇ καρδίᾳ σου· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς· βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν.

Καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξαίφνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς.> Γράφεται πάλιν ἀλαζονείας αὐτὴν, καὶ ἀποστήσασαν μὲν ὁλοτρόπως τὴν ἑαυτῆς καρδίαν τοῦ εἰδέναι φιλεῖν, ὡς ἐν ἀνθρώποις μὲν ἀραρὸς οὐδὲν, ἀπήρτηται δὲ τῶν θείων διανευμάτων τὸ εἶναι τυχὸν ἢ μὴ τοὺς ἐπὶ τῆς γῆς· ἀλλ᾽ οἵ γε τοῦτο εἰδέναι μὴ ἀνασχόμενοι, ταῖς σφῶν αὐτῶν ἀνάπτουσι κεφαλαῖς τὸ πάντα δύνασθαι κατορθοῦν, καὶ ὅσαπερ ἂν τελεῖν δύναται πρὸς εὐημερίαν αὐτοὺς, οἱ τοιοῦτοι θαυμάζουσι, καὶ ῥάβδον ὥσπερ ἑαυτοῖς ὑποστήσαντες καλαμίνην ἁλοῖεν ἂν, πίπτουσι γὰρ ἀδοκήτως, καὶ τὸν παρ᾽ ἐλπίδα θρηνοῦσιν ὄλεθρον. Οὐκοῦν ἐπειδήπερ ἔφης ἐν τῇ καρδίᾳ σου· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, καταλήψεταί σε πικρὸν τῆς οὕτω δεινῆς ἀλαζονείας τὸ πέρας. Ἥξει γὰρ ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, τοῦτ᾽ ἔστιν, ἀνόνητός σοι καὶ ἡ μαντεία πρὸς τοῦτο γενήσεται. Πείσει γὰρ ἃ οὐκ ἔγνως, καὶ συμβήσεταί σοι πικρὰ καὶ ἀδόκητος συμφορά. Ἥξει βόθυνος, καὶ ἐμπέσῃ εἰς αὐτόν· ὅμοιον ὡς εἰ λέγοι, δεινὸν καὶ δυσδιάφυκτον κακόν. Τοῖς γὰρ ἅπαξ εἰς βόθρον κατενεχθεῖσιν, εἴπερ τις εἴη βαθὺς, τὸ διαφυγεῖν δύνασθαι τῶν ἀνηνύτων ἔσθ᾽ ὅτε. Ἥξει δὲ καὶ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· ἤξει καὶ ἀπώλεια, καὶ οὐ μὴ γνῷς.

Οὐ γὰρ ἦν εἰδέναι τοὺς μάγους τὸ ἐσόμενον ἁπλῶς· μαντευόμενοι δὲ τὰ πρὸς χάριν, καὶ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, κατὰ τὸ γεγραμμένον, ἀσύμβατον ταῖς προαγορεύσεσιν ἑώρων συμβεβηκὸς τῶν ἐλπισθέντων τὸ πέρας. <Στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι. Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Στήτωσαν, καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.

Ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογὸς, ὅτι ἔχεις ἄνθρακας πυρὸς, καθίσαι ἐπ᾽ αὐτούς· οὖτοι ἔσονταί σοι βοήθεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος· ἄνθρωπος καθ᾽ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.> Διαγελᾷ καὶ οἷον κατειρωνεύεται τῆς τῶν μάγων δεισιδαιμονίας, τὸ διάκενον ἄθυρμα, καὶ δὴ καὶ εἰσάπαν ἀνωφελὲς ἀποφαίνει τὸ ἐπιτήδευμα. Συναγηγερμένων γὰρ τῶν μαχίμων, φησὶ, Κύρου τε ὄντος κατὰ σοῦ, καὶ τῆς τῶν πολεμίων φάλαγγος κατευμεγεθούσης τῶν παρὰ σοὶ τοξευμάτων, ἀσθενήσουσιν αἱ ἀσπίδες, καὶ τῆς τοξείας ἡ δύναμις ὠφελήσει μηδὲν, ὅταν ὁπλίταις ὁμοίως, καὶ τοῖς πεζομάχοις οἱ τῶν ἵππων πέσωσιν ἐμβάται. Στῆθι ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνηθῇς ὠφεληθῆναι. Ἀνάστησον, φησὶ, τοῖς πολιορκοῦσι τοὺς μάγους, τοῖς εὖ εἰδόσι τὰ τακτικὰ τῶν ἐπαοιδῶν τὰς ψυχρολογίας· ἀλλ᾽ οὐ δυνήσῃ, φησί. Κεκοπίακας ἐν ταῖς βουλαῖς σου.

Ὤνησαν γάρ σε παντελῶς οὐδὲν τὰ δοκοῦντά πως εἶναι σοφὰ τῶν μάγων βουλεύματα. Εἰ δὲ οἴει τὸν ἐμὸν τῆς ἀληθείας ἐφαμαρτῆσαι λόγον, στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι, τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Ἕτερον τοῦτο βωμολόχων μὲν τάγμα τι, μετά γέ φημι τοὺς μάγους καὶ τοὺς ἐπαοιδούς. Προσεποιοῦντο γὰρ τῶν παρ᾽ αὐτοῖς τινες, τάς γε ἀνατολὰς καὶ τὰς δύσεις τῶν ἄστρων εἰδέναι, καὶ τὴν ἑκάστου κίνησιν ἀναμετρεῖν ὅποι ποτέ εἰσι, καὶ πόθεν ἔρχονται, διετείνοντό τε διὰ τῆς εἰς τοῦτο ψευδοῦς ἀκριβείας τὴν τῶν ἐσομένων δέχεσθαι γνῶσιν.

Οὐκοῦν εἴπερ εἰσὶν οὐ ψευδοεπεῖς, καὶ εἰς προφητῶν αὐτοῖς ἀποπληροῦσι τάξιν οἱ τὸ στερέωμα λαχόντες ἀστέρες, λεγέτωσαν τὰ συμβησόμενα. Ἀλλ᾽ οὐκ ἂν ἔχοιεν φράσαι, φησὶν, ἔσονται γὰρ ὁμοῦ τοῖς ἄλλοις, φρυγάνων δίκην, πυρὸς ἔργον καὶ τροφὴ, καὶ οὐκ ἄν τις αὐτῶν διαφύγοι. Εἶτα τρόπον τινὰ προσμειδιῶν τῇ Βαβυλωνίων, ὡς πεπλανημένῃ, ἐπιφέρει καί φησιν, Ἔχεις ἄνθρακας πυρὸς, τοῦτ᾽ ἔστι, θερμοὺς καὶ ζέοντας ἄνδρας τοὺς περὶ ὧν ὁ λόγος, ὅταν ἐπ᾽ αὐτοῖς καθίσεις. Ἡ δὲ κάθισις κατασημαίνειεν ἂν τὴν ἀνάπαυσιν. Οὗτοι ἔσονταί σοι βοήθεια· εἰ γὰρ ἕλοιο, φησὶν, ἐπαναπαύεσθαι ταῖς μάγων ψευδοεπείαις, καὶ ταῖς τῶν ἑτέρων βωμολοχίαις, πολλὴν ἐντεῦθεν εὑρήσεις τὴν ἐπικουρίαν. Εἶτα πάλιν πρὸς αὐτήν· Ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος.

Πάλιν τὸ, ἐκοπίασας, ἀντὶ τοῦ, ἠσθένησας, ἐκληπτέον. Ἀποστᾶσα γὰρ Θεοῦ καὶ μεταφοιτήσασα πρὸς ἐξιτηλίαν, διὰ τοῦ προσνεῦσαι δαιμονίων ἀπάταις, καὶ τοῦτο ἐκ νεότητος, ἀσθενὴς γέγονας καὶ εὐάλωτος. Οὐ γὰρ ἐπλούτεις εἰς ἐπικουρίαν τὴν παρά γε μόνου τοῦ σώζειν εἰδότος, ὃς δὴ καὶ ἔστι τῶν δυνάμεων Κύριος. Προσεπάγει δὲ τούτοις, ὅτι Ἄνθρωπος καθ᾽ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία· ὅμοιον ὡς εἰ λέγοι· Πολλοὶ τῶν ἀνθρώπων ἀνθρωπίνως ἐπλανήθησαν, συμμέτροις ἀποστάσεσι Θεῷ προσκρούοντες, ἢ διὰ τοῦ καθικέσθαι πρὸς τὰ σαρκὸς, ἢ καὶ ἕτερόν τι τυχὸν ἀῤῥωστῆσαι τῶν παθῶν. Σὺ δὲ εἰς τοῦτο προὔβης ἀνοσιότητος, ὥστε μηδένα σοι σωτηρίας περιλειφθῆναι τρόπον· ταῖς γὰρ ἀσχέτοις ἐκκλίσεσιν ἕψεται ἡ δίκη. <Ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ, καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ, μιμνησκόμενοι, οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης, καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζόμενοι· Κύριος Σαβαὼθ ὄνομα αὐτῷ.

Τὰ πρότερον ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε.> Διαπεράνας τὸν λόγον τὸν ἐπί γε τοῖς Βαβυλωνίοις, μεθίστησι πάλιν τῆς νουθεσίας τὴν δύναμιν ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, κεκλικότας αὐτοὺς εἰσάπαν ὁρῶν, καὶ ὅλαις ὥσπερ ἡνίαις ἀπενηνεγμένους εἰς ἀπόστασιν. Μετὰ γάρ τοι τὴν Ἐζεχίου τελευτὴν τοὺς τῆς βασιλείας διέπων θρόνους ὁ ἐξ αὐτοῦ γεγονὼς Μανασσῆς, ἀνὴρ γέγονε δυσσεβέστατος, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ὁλοτρόπως συνηρπασμένος· προὔβη δὲ εἰς τοῦτο κακίας, φαυλότητός τε καὶ ἀνοσίων ἐγχειρημάτων, ὥστε βωμῶν καὶ ἀγαλμάτων τὴν ἁγίαν πλῆσαι πόλιν, καὶ ἐν αὐτῷ δὲ τῷ θείῳ ναῷ καθιδρῦσαι βδέλυγμα, τοῦτ᾽ ἔστιν, ἐν τάξει Θεοῦ πεποιημένον ἄγαλμα. ᾘτιᾶτο γοῦν ἐν τούτοις τὴν Ἱερουσαλὴμ ὁ Θεὸς τῶν ὅλων, οὕτω λέγων· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;

Μὴ εὐχαὶ καὶ κρέα ἁγίων ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;» Ποτὲ δὲ πάλιν. ὅτι «Κατὰ ἀριθμὸν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῷ Βαάλ. Ἵνα τί λαλεῖτε πρὸς μέ;

Πάντος ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε πρὸς ἐμὲ, λέγει Κύριος.» Ἱερεμίου γε μὴν προσπίπτοντος καὶ λιτὰς ἀνατείνοντος τὰς ὑπέρ γε τοῦ Ἰσραήλ, ἔφη Θεός·» Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει τε καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαμῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.» Ὡς γὰρ ἔφην φθάσας, ὁ Ἐζεχίου παῖς Μανασσῆς λελάτρευκε μὲν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λόγου δὲ παντὸς ἀξιοῦν ἤθελε γόητάς τε καὶ ψευδομάντεις, ἐπῳδοὺς καὶ οἰωνοσκόπους, τέθυκέ τε τοῖς εἰδώλοις καί τινα τῶν αὐτοῦ τέκνων. Οὐκοῦν εἰς τοῦτο φαυλότητος καὶ δυσσεβείας ὠλισθηκότα τὸν Ἰσραὴλ συχναῖς νουθεσίαις εἰς τὸ τῆς ἀληθείας φῶς ἀνακομίζειν ἤθελεν ὁ τῶν ὅλων Θεός. Ταύτῃ τοι καὶ μάλα συχνὸν τὸν τῆς παρακλήσεως αὐτοῖς ἐχαρίζετο λόγον, ἵνα τὸν τῆς ἑαυτῶν διανοίας ἀνευρύνοντες ὀφθαλμὸν, καὶ δαιμονιώδους αὐτὸν ἀχλύος ἀπαλλάττοντες, κἂν γοῦν ὀψέ τε καὶ μόλις ἰδεῖν ἰσχύσωσι, τίς ἐστιν ὁ τῶν ὅλων Γενεσιουργὸς καὶ Δεσπότης.

Ταύτῃ τοί φησιν· Ἀκούσατε ταῦτα, ὁ οἶκος Ἰακὼβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ, καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες. Οἰκονομικώτατα λίαν τῆς τῶν πατέρων εὐγενείας, τῆς ὡς ἐν ἤθει, φημὶ, καὶ τρόποις ποιεῖται μνήμην πρὸς ἐντροπὴν τῶν ἐκκεκλικότων. Ἦσαν γὰρ, ἦσαν ἐξ αὐτῶν μὲν κατὰ τὴν σάρκα, πλὴν ἀλλότριοι, καὶ μακρὰν τῆς ἐκείνων ἐπιεικίας, ἑτερότροποί τε καὶ ἑτερογνώμονες, καὶ ψιλὴν ἔχοντες τὴν ἀπ᾽ ἐκείνων κλῆσιν, ἀσύμβατοι δὲ τὴν γνώμην ἐκείνοις ὄντες ὧν αὐχοῦσι τὴν εὐγένειαν. Ὅτι δὲ εἰκαῖον τοῦτο πρὸς ὄνησιν αὐτοῖς, διέδειξεν ἐναργῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἰουδαῖοι μὲν γὰρ ἐπὶ τῇ τῶν πατέρων λαμπρότητι φρονοῦντες μέγα, καύχημά τε ποιούμενοι τὰς ἐκείνων ἀρετὰς, ἀσυνέτως ἔφασκον· «Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Ὁ δὲ πρὸς αὐτούς· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Οὐκοῦν οὐκ ἀπόχρη τοὔνομα πρὸς εὐκλείας δύναμιν τοῖς ἐκ πατέρων οὖσι λαμπρῶν, εἰ μὴ τῆς ἐνούσης αὐτοῖς φαιδρότητος γένοιντο μιμηταί. Ἐντρέπει τοίνυν αὐτοὺς, κεκλῆσθαι μὲν λέγων τῷ ὀνόματι Ἰσραὴλ, ἐξελθεῖν δὲ καὶ ἐξ Ἰούδα, τοῦτ᾽ ἔστι, καὶ ἐκ τῆς Ἰούδα σπορᾶς ἀναφῦναι, μὴ μὴν ἐοικέναι κατά τι γοῦν αὐτοῖς ὅλως.

Αἰτιᾶται δὲ πρὸς τούτοις ὡς ὀμνύοντας μὲν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ Ἰσραὴλ, καὶ νομικὴν μὲν ἀποπεραίνοντας ἐντολήν· «Τῷ γὰρ ὀνόματι, φησὶν, αὐτοῦ ὀμνύειν δεχόμενος τὰς τῶν ὅρκων χρείας,» οὐκ ἐπ᾽ ἀληθέσι μᾶλλον καὶ δικαίοις πράγμασιν, ἀλλ᾽ ἐπὶ τοῖς ἐκ νόμου κατεψευσμένοις· εἶτα καὶ ἀντεχομένους τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζομένους. Ὑψηλὴν γὰρ ἤθελον ἀνατείνειν τὴν ὀφρὺν ὡς ἁγίαν οἰκοῦντες πόλιν, καὶ ὀνομαζομένην Θεοῦ. Ἤκουον γὰρ ἐν τῷ θείῳ ναῷ ψαλλόντων ἱερουργῶν περὶ τῆς Ἱερουσαλήμ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Διαμέμνηται καὶ τούτου καὶ αὐτὸς ὁ Κύριος λέγων, μὴ χρῆναί τινας ὀμνύειν κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι οὐ δύνανται μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι· μήτε μὴν εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. Ὤμνυον γὰρ κατὰ τῶν Ἱεροσολύμων, πόλιν αὐτὴν, ὡς ἔφην, ὀνομάζοντες Θεοῦ. Ἀντεστηρίζοντο δὲ καὶ ἐπ᾽ αὐτῷ, ἰσχὺν ἑαυτῶν εἶναι λέγοντες τὸν τῶν δυνάμεων Κύριον.

Ἀλλ᾽ ἦν ἀναγκαῖον τοὺς ὧδε τότ᾽ ἔχειν ὑπειληφότας μὴ τὴν τοῦ Θεοῦ βεβηλῶσαι πόλιν βωμοῖς, καὶ θυσίαις, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐνισχημένους, μήτε μὴν κατερεθίζειν ἐφ᾽ ἑαυτοῖς τὸν ἐφ᾽ ᾧ τεθαρσήκασι, κατευφραίνειν δὲ μᾶλλον σπουδάσμασιν ἀγαθοῖς, καὶ καθάπερ τινὰ θυσίαν αὐτῷ προσκομίζοντες τὸ ἀραρὸς εἰς εὐσέβειαν. Πλὴν ἀκούσατε ταῦτα, φησί· καὶ ποῖα ταῦτα; Τὰ πρότερα ἔτι ἀπήγγειλα, ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν. Ἐπειδὴ γὰρ, ὡς ἔφην, ἐν ἀρχαῖς τούς τε καλουμένους γνώστας καὶ οἰωνοσκόπους πανταχόθεν συναγαγὼν ὁ θεομισὴς Μανασσῆς ἀεὶ τὸ μέλλον περιειργάζετο, καὶ ταῖς ἐκείνων βωμολοχίαις συνηρπασμένος, ᾠήθη τάχα που καὶ εἰδέναι σαφῶς αὐτό· ταύτῃ τοί φησιν ὁ τῶν ὅλων Θεός· Ἐγώ σοι καὶ τὰ πρῶτα ἀπήγγειλα, καὶ οὐ παρ᾽ ἑτέρου τινὸς τῶν ψευδωνύμων θεῶν ἐλαλήθη ταῦτα πρὸς ὑμᾶς, ἀλλ᾽ ἐκ τοῦ στόματός μου ἐξῆλθε· καὶ ἀκουστόν σοι γέγονε, καὶ ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε, τοῦτ᾽ ἔστιν, εἰ καὶ μὴ προσεδόκησας εἰς πέρας ἥξειν αὐτὰ, ἀλλ᾽ οὖν ἔγνως διὰ πραγμάτων αὐτῶν, καὶ πείρας αὐτῆς, ὅτι καὶ ἐποίησα, καὶ ἐπῆλθεν. Ἔοικε δὲ προτέραν λέγειν τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐκ τοῦ πολέμου ταλαιπωρίαν, ὅτε καὶ τῆς ἐνεγκούσης αὐτοὺς ἀπενηνεγμένοι, καὶ πικρᾶς δουλείας λαβόντες ζυγὸν, εἰς τὴν Περσῶν καὶ Μήδων ἀπεκομίζοντο χώραν.

Δεύτερα γὰρ μετ᾽ ἐκεῖνα συμβέβηκε τοῖς Βαβυλωνίοις τὰ ἐκ θείας ὀργῆς ἐπενεχθέντα αὐτοῖς, ἃ καὶ ἤδη διὰ πλείστων ὅσων ἡμῖν εἴρηται λόγων. <Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.

Καὶ ἀνήγγελκά σοι τὰ πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ, ἀκουστόν σοι ἐποίησα.> Διαδείκνυσιν ἐν τούτοις τῆς ἀνωτάτω φύσεως τὴν ἀπαράβλητον ἡμερότητα, καὶ ὅσον εἰς ἀνθρώπους ποιεῖται τὸν ἔλεον, καὶ εἴ τινα εἶεν τῶν καταλυπεῖν αὐτὸν εἰωθότων. Ἰσοπαλῆ γὰρ ἔχει τὴν γαληνότητα τῇ οἰκείᾳ δόξῃ. Καὶ ὥσπερ ἀμέτροις ὑπεροχαῖς τὸ τῶν γενητῶν ὑπερνήχεται μέτρον, οὕτως ἐστὶ καὶ ἀσυγκρίτως φιλάνθρωπος. Ἄθρει γὰρ ὅπως, καίτοι σκληρὸν ὄντα τὸν Ἰσραὴλ γινώσκων, γαῦρόν τε καὶ ἀπερίθραυστον ἔχοντα τὸν αὐχένα, ὥστε καὶ δοκεῖν νεῦρον εἶναι σιδηροῦν, σκληρὸν δὲ δηλονότι καὶ ἀκαμπὲς, μέτωπόν τε χαλκοῦν, τοῦτ᾽ ἔστι, πάλιν ἀπηρυθριακὸς, καὶ ἀνάτρεπτον, καὶ αἰδοῦς ἁπάσης ἐστερημένον, προαπήγγειλεν αὐτῷ τὰ ἐσόμενα, καὶ πρὶν ἐλθεῖν ἐποίησεν ἀκουστά. Ἔδρα δὲ τοῦτο οὐ μάτην, ἀλλ᾽ ἐπείπερ ἀνουθέτητον εἶχον τὴν καρδίαν, τὰς τῶν σκυθρωπῶν ἐποιεῖτο προαγορεύσεις, ἵνα τάχα πως βραχὺ περιθραυσθέντες τοῖς δείμασιν ἀποφοιτήσειεν μὲν τῆς ἐκτόπου καὶ βδελυρωτάτης ζωῆς, μεθαρμόσαιντο δὲ πρός γε τὸ δεῖν τὰ ἀμείνω ζητεῖν, καὶ τὴν ἐπάρατον καὶ βδελυρωτάτην ἀφέντες ψευδολατρίαν, ἣν τοῖς ψευδωνύμοις προσῆγον θεοῖς, προσκυνεῖν ἕλοιντο τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεόν.

Οὓς γὰρ οὐ μεθίστησι λόγος ἐκ τῶν ἀτόπων ἐγχειρημάτων, τούτους ἔσθ᾽ ὅτε καὶ οὐχ ἑκόντας ἐξίστησι φόβος Καίτοι τοιοῦτον ἡμῖν ὑποδηλοῦν ἔοικεν ὁ θεσπέσιος Δαβὶδ, ψάλλων τε καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· «Ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» <Μὴ εἴπῃς ὅτι Τὰ εἴδωλά μοι ἐποίησαν, καὶ μὴ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ χωνευτὰ ἐνετείλαντό μοι. Ἠκούσατε ταῦτα, καὶ ὑμεῖς οὐκ ἔγνωτε, ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσθαι. Καὶ οὐκ εἶπας· Νῦν γίνεται, καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά. Μὴ εἴπῃς, ὅτι Γινώσκω αὐτά. Οὔτε ἔγνως, οὔτε ἠπίστω, οὔτε ἀπ᾽ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα.

Ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοὶ, ἵνα μὴ ἐξολοθρεύσω σε. Ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας. Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.> Ἐν τοῖς Ἱερεμίου τοῦ προφήτου λόγοις εὑρίσκομεν ὅτι τῶν ἐκ Βαβυλῶνος ᾑρηκότων ποτὲ τὴν ἁγίαν πόλιν, καταδῃωσάντων καὶ πᾶσαν τὴν Ἰουδαίαν, ἀποκομισάντων δὲ καὶ τὸν Ἰσραὴλ αἰχμάλωτον, αἱ περιλειφθεῖσαι γυναῖκες ἐβούλοντο μὲν ἅμα τοῖς ἐξ Ἰσραὴλ ἀνασεσωσμένοις κατελθεῖν εἰς Αἴγυπτον, ἀντανισταμένου γε μὴν τοῦ προφήτου, οἴκαδε τὸ μένειν αὐτὸς ἀναπείθοντος, καὶ τὴν αἰτίαν καταλευκαίνοντος, αἳ κατὰ ταῦτα αὐτοῖς ἀντανέκραγον λέγουσαι· «Ἐπειδὴ διελείπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ᾽ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα.» ᾬοντο γὰρ, καίτοι παθόντες τὴν ἅλωσιν, ὅτι τοῖς ψευδωνύμοις θεοῖς προσκρούσαντες, καὶ τῆς ἐπικουρίας ἐστερημένοι πεπτώκασιν ὑπὸ πόδας ἐχθρῶν. Ταύτῃ τοι καὶ ὁ προφήτης Ἱερεμίας ἔφη πρὸς Θεόν· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» Ἐμοῦ τοίνυν, φησὶν, ἀκουστά σοι ποιήσαντος πρὶν ἐλθεῖν τὰ συμβεβηκότα, μὴ πάλιν εἴπῃς, Τὰ εἴδωλά μοι ἐποίησαν.

Τί ἐποίησαν; Τὸ ἁλῶναι δηλονότι ταῖς ἐκ τοῦ πολέμου συμφοραῖς· οὐκ ἐκ τῆς ἐκείνων ὀργῆς ἀπήχθης αἰχμάλωτος, οὐδὲ ἀποστήσαντι τὴν ἐπικουρίαν τὴν παρά γε σφῶν αὐτῶν δυσδιάφυκτόν σοι τὴν δίκην ἐπήγαγον. Γλυπτὰ γάρ εἰσι καὶ χωνευτά. Μήτε μὴν ἐκεῖνο, φησὶν, εἴπῃς κατὰ σαυτὸν, ὅτι Τὰ εἴδωλά μοι ἐνετείλαντο, ἀντὶ τοῦ, ἠπείλησαν, ἤγουν προαπήγγειλαν ὅτι πείσομαι τὰ τοιάδε τῶν κακῶν. Ἠκούσατε ταῦτα παρ᾽ ἐμοῦ, καὶ ὑμεῖς οὐκ ἔγνωτε, τοῦτ᾽ ἔστιν, οὐ συνήκατε, οὔτε μὴν γεγόνατε σοφοί. Τοῦτο γὰρ εἶναί φαμεν τὸ συνιέναι κατὰ ἀλήθειαν. Ἔργον γὰρ ἦν συνετὸν, καὶ φρονήσεως τῆς ἀξιαγάστου καρπὸς τὸ ἀπονεῦσαι τῶν προηγορευμένων, καὶ τῶν σκυθρωπῶν μὴ περιμεῖναι τὸ πέρας, ἀλλ᾽ ἔξω γενέσθαι πάσης ὀργῆς τε καὶ δίκης.

Οὐκοῦν ἀκουστά σοι ἐποίησα καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι. Οὔπω γὰρ γενομένων οὔτε μὲν συμβεβηκότων αἱ προαγορεύσεις ἐγένοντο παρὰ Θεοῦ. Μὴ τοίνυν εἴπῃς, ὅτι οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτὰ, προηγόρευσα γὰρ ἐξ ἀρχῆς. Μὴ εἴπῃς, ὅτι Γινώσκω αὐτὰ, διὰ τῶν ψευδομάντεων δηλονότι καὶ ψευδηγόρων. Οὔτε γὰρ ἔγνως αὐτὰ οὔτε ἠπίστω, οὔτε μὴν ἀπὸ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. τοῦτ᾽ ἔστιν, οὐ, πρὶν τοὺς ἐμοὺς λόγους γενέσθαι, πεποίηκά σοι τοῦτο παρ᾽ ἑτέρου γνωστόν· ἐπήγαγον δὲ τῶν προηγορευμένων τὸ πέρας. Ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ.

Ἔδει δὲ τοῖς ἀθετοῦσι καὶ ἀνομεῖν ᾑρημένοις, καὶ τοῦτο ἀπὸ γαστρός· ἐδιδάσκοντο γὰρ ἐκ νηπίου τὸ λατρεύειν θεοῖς ἀλλοτρίοις· τὰς αὐτοῖς πρεπούσας ἐπαρτηθῆναι δίκας. Ἔδειξά σοι τὸν θυμόν μου, ἕνεκεν τοῦ ὀνόματός μου, ἐπάξω δὲ καὶ τὰ ἔνδοξά μου ἐπὶ σὲ, ἵνα μὴ ἐξολοθρεύσω σε. Ἦν γὰρ ἀναγκαῖον καταφρονήσαντι μὲν τῷ Ἰσραὴλ, καὶ ἁπάσης φαυλότητος ἐς λῆξιν ἐληλακότι, καὶ οὐδενὸς λόγου παντελῶς τὴν εἰς Θεὸν ἀξιοῦντι τιμὴν δειχθῆναι τὸν θυμὸν, ὑπὲρ δὲ τοῦ πάλιν ἰδεῖν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας τὸ μέγεθος, προσενεχθῆναι τοῖς σκυθρωποῖς καὶ τὰ παράδοξα, ἵνα μὴ ἐξολοθρευθῶσι. Σέσωκε γὰρ αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν, καὶ πεσόντας εἰς τὸ τῆς δίκης λίνον πάλιν ἐξείλετο, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπέλυσε βρόχων, ἵνα μὴ εἰσάπαν ἐξολοθρεύσῃ τὸν Ἰσραήλ. Ἰδοὺ δὴ οὖν πέπρακά σε, φησὶν, οὐχ ἕνεκεν ἀργυρίου, τοῦτ᾽ ἔστιν, οὐ χρημάτων ἕνεκα. Οὐ γὰρ ἐξήτησά τι τῶν τοιούτων παρὰ σοῦ, οὔτε μὴν ἐν χρείᾳ γέγονα τῶν ἐπιγείων τινὸς, ἢ μόσχων, ἢ προβάτων, ἢ τράγων σφαγῆς· ἀλλ᾽ ἐπείπερ ἡμάρτανες, καὶ ῥᾴθυμος ἦσθα περὶ τὴν ὀφειλομένην ἐμοὶ παρὰ σοῦ τιμήν τε καὶ δόξαν. Πλὴν καὶ οὕτως ἐξειλάμην σε, φησὶν, ἐκ καμίνου πτωχείας· δεδούλευκε γὰρ τοῖς Βαβυλωνίοις. Ἕπεται δὲ πάντως τοῖς ἐκ δουλείας κακοῖς καὶ τὸ ἐν ἐνδείᾳ κεῖσθαι παντὸς ἀγαθοῦ. Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ὄνομά μου βεβηλοῦται.

ᾬοντο γὰρ οἱ ᾑρηκότες ὅτι, καίτοι Θεοῦ σώζειν ἐθέλοντος αὐτοὺς καὶ προεστηκότος, ἔτι νενικήκασι, καὶ οὐχ ἑκόντος αὐτοῦ πλεονεκτήσαντες τὸν ἐπικουρούμενον. Βεβηλοῦται τοίνυν, φησὶ, τὸ ὄνομά μου, τοιαύτας ἐκείνων τὰς δόξας περὶ ἐμοῦ ἐχόντων. Δώσω δὲ ἐγὼ οὐδενὶ τῶν ἄλλων τὴν δόξαν μου. Δόξα δὲ Θεοῦ τὸ σώζειν ἐστὶ, καὶ ἐλεεῖν, καὶ τὸ πάντων δύνασθαι κρατεῖν, καὶ τὸ ἀκονιτὶ δύνασθαι πληροῦν, ἅπερ ἕλοιτο κατορθοῦν. <Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ.

Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα· καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν.> Εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει πάλιν τῆς δοθείσης αὐτοῖς τιμῆς τε καὶ δόξης, καὶ προσέτι φειδοῦς τε καὶ ἀγάπης. Ἠξίωνται γὰρ τῶν ἀνωτάτω γερῶν, οἳ καὶ ἐκ πάντων τῶν ἐθνῶν κέκληνται μόνοι πρὸς οἰκειότητα τὴν πρὸς αὐτὸν, μερίς τε καὶ κλῆρος γεγόνασιν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Μωϋσῆς προσεφώνει ποτὲ τοῖς ἐξ Ἰσραὴλ οὕτω λέγων· «Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καί σε ἐξελέξατο ὁ Κύριος ἐκ πάντων τῶν ἐθνῶν εἶναι αὐτοῦ λαόν·» καὶ πάλιν, «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς δὲ ἔσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησε ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἔδει οὖν, ἔδει τοὺς οὕτω τετιμημένους, τοὺς εὐκλεὲς καὶ ἀπόλεκτον λαχόντας ὄνομα, τοὺς εἰς κλῆρον Θεοῦ τεταγμένους, καὶ τὸ ἐν ἀπολέκτοις εἶναι πλουτήσαντας, μὴ ἀπονεῦσαί τι πρὸς ἃ μὴ θέμις, μηδὲ ταῖς ἐξιτήλοις ἐπαναστάσεσι καταλυπεῖν ἑλέσθαι τὸν εὐεργέτην, τὸν ἁπάσης αὐτοῖς δοτῆρα τιμῆς, καὶ χορηγὸν ὄντα τῶν οὕτως ἐξῃρημένων καὶ τριποθήτων ἀγαθῶν. Ἀλλ᾽ οὐδὲν τῶν τοιούτων εἰς νοῦν ἑλόντες οἱ δείλαιοι τοῖς τῆς εἰδωλολατρίας ἐνεπάγησαν τέλμασι, καὶ Θεὸν ἀφέντες τὸν ἀληθινὸν τοῖς τοῦ κόσμου στοιχείοις λελατρεύκασι.

Πλὴν καὶ οὕτως κατοικτείρει πάλιν αὐτούς· καλεῖ γὰρ πρὸς εὐπάθειαν τὸ, Ἀκούσατέ μου βοῶν, καὶ ὅπερ ἦν ἄμεινον ἐν ἀρχαῖς ἑλέσθαι πληροῦν ἵνα καὶ ἀκράδαντον ἔχωσι τὴν εὐημερίαν, τοῦτο κἂν γοῦν ὀψὲ διαπεράναι προστέταχεν, ἵνα ἔξω πόδα θεῖεν τῆς δίκης, καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς θητείας ἀπολύσαιντο τὰ δεσμά. Ἐπειδὴ δὲ προσεκύνησαν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τὸν Κτίστην ἀφέντες τοῖς παρ᾽ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμένοις ἀνήπτοντο σέβας, μυσταγωγεῖ πάλιν αὐτούς.

Ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος· «Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν ἐσχήκασι χρείαν τοῦ διδάσκοντος αὐτοὺς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνασι χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.» Ὅτι τοίνυν αὐτός ἐστιν «ὁ ὢν,» καὶ ἔστι πρὸ πάντων, καὶ ἀκατάληκτον ἔχει τὸ εἶναι Θεὸς ὢν κατὰ φύσιν, διαδείκνυσι λέγων· Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Τοῦ δὲ πρώτου τίς ἂν νοοῖτο πρότερος;

Ὤσπερ γὰρ τῆς ὄντως τε καὶ πρώτης ἀρχῆς οὐκ ἂν προτέρα νοοῖτο παρ᾽ ἐκείνην ἀρχήν· οὕτως οὐκ ἂν νοοῖτο τοῦ πρώτου πρῶτός τις ἕτερος. Οὐκοῦν ἀεὶ καὶ πρὸ πάντων καὶ εἰς ἀπεράντους αἰῶνάς ἐστιν ὁ τῶν ὅλων Θεός. Ὁ γὰρ μὴ ἔχων ἀρχὴν εἰς ποῖόν ποτε καταλήξει τέλος; Καὶ τὰ μὲν τῆς θείας δόξης ἐν τούτοις. Ὁ δέ γε τῶν ψευδωνύμων θεῶν ἐσμὸς, ἤγουν τὰ τοῦ κόσμου στοιχεῖα, οὔτε πρῶτα νοηθεῖεν ἂν, οὔτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν εἰς αἰῶνα δύνανται.

Ἄστρα μὲν γὰρ, ἥλιος καὶ σελήνη, καὶ αὐτὸς δὲ πρὸς τούτοις ὁ οὐρανὸς, παρεκομίσθησαν εἰς τὸ εἶναι, καὶ ἀρχὴν λαβόντα καὶ γένεσιν, καὶ εἰς τὸ πέρας τοῦ εἶναι δραμοῦνταί ποτε· καὶ οὐδὲν ἐν αὐτοῖς καταθρήσαι τις ἂν, ὃ μὴ πάντη τε καὶ πάντως τὴν θείας καὶ ἀκηράτου φύσεως ὑποκάθηται δόξαν. Ὅτι δὲ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς ὁ ἐπὶ τῷδε λόγος, διέδειξεν εὐθὺς λέγων· Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Εἶτα πῶς τὸ ποιηθὲν, περὶ τῶν ἴσων ἁμιλλήσεται τῷ τεκτηναμένῳ, καὶ τῇ τοῦ δημιουργήσαντος αὐτὸ φιλονεικήσει δόξῃ; Ἀποφαίνει δὴ οὖν ἀτοπώτατον, μᾶλλον δὲ καὶ δυσσεβείας ἁπάσης ἔχον γραφὴν, τὸ ἑλέσθαι τῇ κτίσει παρὰ τὸν Κτίσαντα προσκυνεῖν, καὶ τὸν ἀεὶ καὶ πρῶτον ὄντα ἀφέντα, τοῖς ἐν χρόνῳ πεποιημένοις τὸ τῆς ἀληθοῦς Θεότητος ὄνομά τε καὶ χρῆμα προσνέμειν, καὶ ταῖς ἑαυτῶν εὐτεχνίαις χαρίζεσθαι τοῦτο. Προσεκύνησαν γὰρ ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, κατὰ τὸ γεγραμμένον. Χεῖρα δὲ καὶ δεξιὰν ἰδίαν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζει τὸν Υἱόν. Οὕτω γὰρ πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς κεκλημένον εὑρήσομεν. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Μωσῆς· «Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς.» Ὁ δὲ μακάριος Δαβίδ· «Κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.» <Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται.

Τίς αὐτοῖς ἀνήγγειλε ταῦτα;> Ἐβουλόμην γὰρ, φησὶ, συναγηγερμένοις αὐτοῖς προσθεῖναι πεῦσιν, καὶ δὴ καὶ ἐρεῖσθαι σαφῶς, τίνα προγνώστην, ἤγουν προαγορευτὴν οἴονται γενέσθαι κατὰ ἀλήθειαν, τῶν ἀδοκήτως αὐτοῖς ἐπενηνεγμένων, δῆλον δὲ ὅτι τῆς ἐκ τοῦ πολέμου συμφορᾶς. Τῶν μὲν γὰρ ψευδομάντεων οὐδεὶς προαπαγγείλας ὁρᾶται.

Θεοκλητεῖν μὲν γὰρ ἐσκήπτοντο, καὶ εἶναί τινες ἐπίπονοι καὶ δαιμονίων κάτοχοι. Πλὴν οὐδεμία γὰρ ἐν ἀκαθάρτοις πνεύμασιν ἡ πρόγνωσις τῶν ἐσομένων, οὔτε μὴν ἐν ἀψύχοις ὕλαις μεμορφωμέναις εἰς θεούς. Οὐκοῦν τῶν μὲν ἐν δόξῃ θεῶν παντελῶς οὐδεὶς ὁ παραγγείλας ἐστίν. Ἐγὼ δὲ μεμήνυκα διὰ προφητῶν ἁγίων ἕκαστα λεπτῶς· εἶτα ἐξὸν ὑπεκνεῦσαι τοῦ κακοῦ, καὶ ἔξω φέρεσθαι παγίδος, ἐνυστάξατε, μαρτυροῦσαν τοῖς ἐμοῖς λόγοις τἀληθὲς τὴν τῶν κακῶν περιμείναντες πεῖραν. Ποία τοίνυν ὑμῖν τῶν γοήτων ἡ χρεία; ποία τῶν ψευδοπροφητῶν ἡ ὄνησις; τί δὲ τῶν οἰωνοσκοπεῖν εἰωθότων εἰδεῖεν ἂν ἐργαστήρια; οἳ τὰ τῶν εἰδώλων τεμένη καταλαμβάνοντες, καὶ τοῖς ἀκαθάρτοις βωμοῖς προσιζήσαντες, ὀβολῶν εὐτελεστάτων πωλοῦσι τὸ ψεῦδος τὸ ἀπὸ καρδίας αὐτῶν ὡς παρὰ Θεοῦ, καὶ τοῖς προσιοῦσιν αὐτοῖς ἀνερευγόμενοι τὸ δοκοῦν ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου, κατὰ τὸ εἰρημένον διὰ φωνῆς Ἰεζεκιήλ. <Ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνος, τοῦ ἆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ᾽ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.> Οὐκ ἐᾷ πάλιν ἀποκομίζεσθαι πρὸς ὑπονοίας οὐκ ἀληθεῖς.

Ἦν μὲν γὰρ καὶ σφόδρα εἰκὸς, ἅτε δὴ καὶ ἀπαιδαγώγητον ἔχοντας νοῦν, καὶ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἀπόστασιν, καὶ τοῖς τῆς ἀπάτης βρόχοις εὐάλωτον, οἴεσθαί τε καὶ λέγειν τὰ ἐκ τοῦ πολέμου συμβῆναι παθεῖν αὐτοὺς ἐξ ὀργῆς τάχα που τῶν ψευδωνύμων θεῶν, παρεωραμένης μὲν τῆς αὐτοῖς πρεπούσης καὶ ὀφειλομένης θεραπείας, προσκεκομισμένων δὲ οὐκέτι τῶν θυσιῶν αὐτῶν, κατοικτεῖραι δὲ πάλιν καὶ τοῖς ἐκεῖνα παθοῦσιν ἐπιμετρῆσαι τὰ ἐξ ὀργῆς, καὶ τὸ ἀπεικὸς οὐδὲν ὁ λόγος ἔχει. Προαπεδείξαμεν γὰρ ὅτι, πεπορθημένης τῆς Ἱερουσαλὴμ, καὶ κατεμπρησθείσης ὁμοῦ τῷ ναῷ τῆς Ἰουδαίας ἁπάσης, αἱ περιλειφθεῖσαι γυναῖκες ἔφασκον συμβῆναι ταῦτα αὐταῖς, ὅτι διαλελοίπασι θύουσαι τῇ βασιλίσσῃ τῶν. Ἵνα τοίνυν εἰδεῖεν τὸν Λυτρωτὴν, μὴ ἑτέροις θεοῖς, αὐτῷ δὲ μᾶλλον τὴν ἐπὶ τῷ σώζεσθαι προσνέμοντες χάριν, ἐναργέστατά φησιν, ὡς τῇ περὶ αὐτοῦ φειδοῖ καὶ ἀγάπῃ κεκινημένος, ὅπερ ἦν αὐτοῖς τριπόθητον καὶ πολύευκτον, τοῦτο καὶ εἰς πέρας ἐλθεῖν παρεσκεύασε, τὸ ἐξαρθῆναι δηλονότι τὸ σπέρμα τῶν Χαλδαίων, ἅτε δὴ καὶ ᾑρηκότων αὐτοὺς, καὶ πάντα τρόπον ἀπανθρωπίας ἐνδειξαμένων, καὶ τοῖς εἰς λῆξιν αὐτοὺς περιβεβληκότων κακοῖς. Ἀγάπῃ τοίνυν τῇ πρὸς σὲ παρωρμήθην εἰς τὸ δεῖν συμπερᾶναι τὸ σοὶ δοκοῦν ἐπὶ τῇ τῶν Βαβυλωνίων, ὥστε καὶ ἐξᾶραι τὸ σπέρμα τῶν Χαλδαίων.

Εἶτα περὶ Κύρου φησὶν, ὡς τοῖς αὐτοῦ νεύμασιν ἤχθη τε καὶ κέκληται πρός γε τὸ δεῖν καταδῃῶσαι τὴν γῆν, καὶ κατὰ κράτος ἑλεῖν αὐτήν. Ἐγὼ ἤγαγον, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Λελάληκα δὲ ταῦτα ἀπ᾽ ἀρχῆς, φησὶ, καὶ οὐκ ἐν κρυφῇ, προαπήγγελκα ἐναργῶς διὰ προφητῶν ἁγίων· Οὕτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Οὐκοῦν οὐ λαθραῖον οὔτε μὴν ἐν παραβύστῳ τὸν περὶ αὐτοῦ πεποίημαι λόγον, ἀλλ᾽ ἤγαγον αὐτὸν, καὶ ἐκάλεσα, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ· καὶ οὐ λελάληκα μόνον, ἀλλὰ γὰρ καὶ δρῶντι τὰ σοὶ φίλα, καὶ κατ᾽ εὐχὴν συμπαρήμην ἐγὼ, καταστρέφων μὲν τὴν τῶν Χαλδαίων ἰσχὺν, παναλκῆ δὲ τιθεὶς καὶ δυσάντητον, τὸν καταδῃοῦντα αὐτούς· ὥστε μὴ μᾶλλον τῆς Κύρου χειρὸς εἶναι τὰ δρώμενα, ἀλλὰ τῆς ἐμῆς πανσθενεστάτης δεξιᾶς, δίκας αὐτοῖς ἐπάγοντος τῆς εἰς σὲ παροινίας ἕνεκα, μᾶλλον δὲ τῆς ἀμετρήτου μισανθρωπίας, καὶ ἀκρατοῦς ὠμότητος.

Ἔφη γὰρ, ὅτι Ἐγὼ δέδωκα αὐτοὺς εἰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. Εἶτα μεταξὺ τῶν τοιῶνδε λόγων αὐτοῦ τοῦ Κύρου τίθησι φωνὰς, ὁμολογοῦντος ὅτι Θεὸς ἦν ὁ καταθήγων αὐτὸν, καὶ δυσμαχώτατον ἀποφαίνων, καὶ τῆς Βαβυλωνίων ἰσχύος κρείττονα. Καὶ νῦν γὰρ, φησὶ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ δὲ, Καὶ νῦν, τίθησιν ἀντὶ τοῦ, εἰ καὶ μή τι τῶν συμβεβηκότων προαπηγγέλθη παρὰ Θεοῦ, ἀλλ᾽ ἰδοὺ νῦν διωμολόγηκεν ὁ Κῦρος ὅτι Θεὸς ἦν ὁ ἀναστήσας, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανῶν, διὰ δὴ τοῦ κατευμεγεθῆσαι Βαβυλωνίων.

Πυθόμενος γὰρ ὁ Κῦρος παρὰ τῶν τὴν Βαβυλῶνα κατοικούντων Ἰουδαίων, ὅτι Θεὸς περὶ αὐτοῦ λελάληκεν ἐν προφήταις ἁγίοις, ὡς ἥξει κατὰ καιροὺς, καὶ κατὰ κράτος αἱρήσει τὴν Χαλδαίων, καὶ αὐτὸς ἀνήσει τὸν Ἰσραήλ· εἶτα, καθά φησι, καὶ τὰς βίβλους αὐτὰς ἐπιδειξάντων αὐτῷ, παρεσκεύασαν εἰς τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ κηρύγμασιν ἰδίοις Κύριόν τε καὶ Ὕψιστον ὀνομάσαι τὸν Θεὸν Ἰσραήλ.

Γέγραπται δὲ οὕτως ἐν βιβλίῳ πρώτῳ τοῦ Ἔσδρα· «Βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήματος Κυρίου ἐν στόματι Ἱερεμίου, ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου τοῦ βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἅμα διὰ γραπτῶν λέγων· Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ ὕψιστος, καὶ ἐσήμηνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ. Εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ, οἰκοδομείτω τὸν οἶκον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ.

Οὗτος ὁ Κύριος ὁ σκηνώσας τὴν Ἱερουσαλήμ.» Οὐκοῦν ὅταν ἐπιστῆτε, φησὶν, ὡς οὐ διὰ τῶν ψευδωνύμων θεῶν, δι᾽ ἐμοῦ δὲ μᾶλλον γνωστὰ γέγονεν ἐν ὑμῖν πρὶν γενέσθαι τὰ συμβεβηκότα, ἀκούσατε Κύρου λέγοντος ὅτι «Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» <Οὕτω λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾖ πορεύσῃ ἐν αὐτῇ. Καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡσεὶ κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡσεὶ ἄμμος τὸ σπέρμα σου, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου. Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων.> Ἀραρὸς δὴ πάλιν αὐτοῖς ἐργάζεται φρόνημα, καὶ εὖ βεβηκότα νοῦν, εἴς γε τὸ δεῖν εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· καὶ τὴν ἰδίαν αὐτοῖς ἐκκαλύπτει δόξαν, ἵνα μὴ ταῖς τῶν πλανώντων φωναῖς ἀποφέρωνταί ποι πρὸς τὸ ἐξίτηλον, ἤγουν πρός γε τὸ οἴεσθαι καὶ φρονεῖν, τοὺς ψευδωνύμους αὐτοῖς ἐπαμύναι θεοὺς, τοὺς οὐκ ὄντας ὅλως. Διὰ γάρ τοι τοῦτο, καθάπερ ἐγᾦμαι, τὸ Ἐγώ εἰμι ὁ Θεός σου, φησὶ, τοῦ, εἰμὶ, σημαίνοντος τὸ, ὑπάρχω. Τοῦτο καὶ τῷ πανσόφῳ Μωσῇ διηγόρευσε λέγων· «Ἐγώ εἰμι ὁ ὤν.» Ὢν γάρ ἐστι κυρίως τε καὶ ἀληθῶς ὁ τῶν ὅλων Θεός.

Τὰ δέ γε παρ᾽ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμένα ὄντα μὲν καὶ αὐτὰ λέγοιντ᾽ ἂν, πλὴν ὅτι γεγόνασι, καὶ ἀρχὴν τοῦ εἶναι διεκληρώσαντο. Οὕτω τοίνυν φησὶ Κύριος ὁ ῥυσάμενός σε, Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου. Ἀλλ᾽, ὦ Δέσποτα, φαίη ἂν, οἶμαι, τὶς τῶν ἐξ αἵματος Ἰσραὴλ, ἐλυτρώσω καὶ σέσωκας, ἐξείλου πυρὸς καὶ δίκης, ζυγοῦ καὶ δουλείας, βαρβάρου χειρὸς, ὡς παναλκὴς δηλονότι, καὶ ψιλοῖς νεύμασιν ἅπερ ἂν ἕλοιο κατορθῶν. Εἶτα πῶς οἱ ὑπὸ σὴν ὄντες φειδῶ καὶ ἀγάπην εἰς σὲ τὸν ἐπίκουρον αὐχοῦντες ἀεὶ, πρὸς τοῦτο ταλαιπωρίας κατενηνέγμεθα, ὥστε καὶ ὑπὸ πόδας πεσεῖν ἐχθρῶν, καὶ θητεῦσαι παρὰ τὸ εἰκὸς τοὺς ἐλευθέρους ἐξ ἐλευθέρων;

Τί οὖν πρὸς ταῦτα Θεός; Δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Νόμον σοι τέθεικα, φησὶ, τῶν πρακτέων τὸν ὁριστὴν, τὸν ἀπευθύνειν εἰδότα πρὸς πᾶν ὁτιοῦν τῶν ἡδίστων ἐμοὶ, ποδηγὸν εἰς δικαιοσύνην, διδάσκαλον εὐσεβείας, εἰς εὐθείαν ὁδὸν ἀποφέροντα, δι᾽ ἧς εἰ πράττειν ἤθελες, κατήντησας εἴς γε τὸ εἶναι γνήσιος καὶ λάτρις ἀληθὴς, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα κατεστεμμένος.

Ἀλλ᾽ ἔξω τρίβου γέγονας τῆς ἐπ᾽ εὐθὺ, καὶ ἁμαξητὸν ἀφεὶς, ὥσπερ παρετράπης ἐφ᾽ ἃ μὴ θέμις· λελάτρευκας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τέθυκας εἰδώλοις, προσκεκύνηκας τοῖς οὐκ οὖσι θεοῖς, ἐπελάθου τοῦ Κτίσαντος, παρ᾽ οὐδὲν ἡγήσω τὸν δοθέντα νόμον.

Εἰ γὰρ ἦσθα γεγονὼς τῶν ἐμῶν ὑπάκοος ἐντολῶν, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη ὡσεὶ κῦμα θαλάσσης. Καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον· Τοὺς χειμάῤῥους φασὶν, ὑετοῦ τοῖς ὄρεσιν ἐνσκήψαντος λάβρου, καταφέρεσθαι δεινῶς τε καὶ ἀφορήτως, ὡς ἀντισχεῖν δύνασθαι παντελῶς οὐδὲν ταῖς ἐκείνων ὁρμαῖς. Εὔδηλον δὲ κἀκεῖνο, οἶμαί που. Αἱ γάρ που τῶν θαλάσσης κυμάτων ἐμβολαὶ δειναὶ καὶ δυσάντητοι, καὶ οὐ πλωτῆρσι μόνοις, ἤγουν ταῖς ὁλκάσιν, ἀλλὰ καὶ αὐταῖς ἔσθ᾽ ὅτε ταῖς πέτραις. Ἀποῤῥήγνυνται γὰρ αὗται, κρουνηδὸν αὐταῖς τῶν ὑδάτων ἐῤῥηγνυμένων. Οὐκοῦν εἰ τῶν ἐμῶν, φησὶ, κατήκοος ἦσθα λόγων, εἰ τὸν νοῦν ἐπήγαγες εὐπειθῆ, ἐγένετο ἂν ἡ εἰρήνη σου ποταμοῦ καὶ ὑδάτων δίκην, ἀκαταμάχητος τοῖς ἐχθροῖς, ἤγουν τοῖς ἐθέλουσιν ὑπαντᾷν. Ἢ τάχα που, καὶ καθ᾽ ἕτερον τρόπον, ἵνα τὸ τῆς εἰρήνης ἄφθονόν τε αὐτοῖς καὶ διηνεκὲς ἀποφήνῃ χρῆμα, ποταμῷ παρεικάζει καὶ κύμασι, ποταμῷ μὲν ἀεὶ καὶ ἀμφιλαφῶς ῥέοντί τε καὶ φερομένῳ, κύμασί τε κυρτουμένοις ἀεὶ, καὶ οἷον διηνεκῶς τῇ χέρσῳ προστρέχουσιν. Ἐγένετο δ᾽ ἂν καὶ τὸ σπέρμα σου ὡσεὶ ἄμμος, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς. Ὅμοιον ὡς εἰ λέγοι. Οὐδενὸς οὐ ξίφος ἐπανατείνοντος, οὐ τῆς τῶν πολεμίων χειρὸς ὀλοθρευούσης τινὰς, πολύχους ἦσθα καὶ ἀναρίθμητος, ὥστε ψάμμῳ καὶ χοῒ παρεικάζεσθαί σου τὰ τέκνα.

Ἐπειδὴ δὲ πεπαρῴνηκας εἰς Θεὸν, καὶ προσκέκρουκας οὐ μετρίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἐκβεβηκὼς, συνεστάλης εἰς βραχὺ, καὶ τὴν τοῦ γένους εἰς πληθὺν ἐπίδοσιν εὐρυνομένην οὐκ ἔχεις, πλὴν οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς. Τετήρηται γὰρ πανταχοῦ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Ἔφη δὲ Θεὸς οὐδαμοῦ πεσεῖν ὁλόῤῥιζον αὐτὸν διὰ τὴν τοῖς πατράσιν δοθεῖσαν ἐπαγγελίαν. Εἶτά φησιν, ὅτι Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων.

Νεῦμα τοῦτο βασιλικὸν ἀπαλλάττον τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. Ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρατοῦντες πραγμάτων, καὶ τοὺς τῆς βασιλείας διέποντες θρόνους τοῖς ὑπὸ γῆν οὖσι φυγῆς κατανεύουσιν ἔσθ᾽ ὅτε τὴν ἄφεσιν, φιλανθρώπῳ νεύματι καὶ φωνῇ σημαίνοντες τὸ χρῆμα· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς νεῦμα φιλάνθρωπον τοῖς πεπονηκόσιν ἐχαρίζετο, καὶ τὸ, Ἔξελθε, φησὶν ἐναργῶς, ἵν᾽ εἰδεῖεν τὸν Λυτρωτὴν καὶ ἁπάσης αὐτοῖς εὐθυμίας τὸν χορηγόν. <Φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς. Λέγετε· Ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακὼβ, καὶ ἐὰν διψήσωσι, δι᾽ ἐρήμου ἄξει αὐτοὺς, σχισθήσονται πέτραι καὶ ῥυήσονται ὕδατα, καὶ πίεται ὁ λαός μου. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος.> Ἀξιοθαύμαστα μὲν πάντα ἐστὶν ὁμολογουμένως ἅπερ δρῴῃ Θεός. Τά γε μὴν τῶν ἄλλων ὑπερκείμενα, καὶ δόξαν λαχόντα τὴν ἀνωτάτω τῶν ἔργων αὐτοῦ, λανθάνοντα μὲν ἀδικεῖ τοὺς τοῦ εἰδέναι τυχὸν ἀπεστερημένους, γνωσθέντα γε μὴν ὀνίνησιν οὐ μικρῶς. Ἔνεστι γὰρ ἐντεῦθεν ἰδεῖν τήν τε ἄφραστον αὐτοῦ δόξαν, καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ τὴν ὑπέρτονον χεῖρα, καὶ πανσθενῆ δόξαν. Ἐλυτροῦτο μὲν γὰρ ἐξ Αἰγύπτου τὸν Ἰσραήλ.

Ἀλλ᾽ ἵνα ὁρῷτο μεγαλουργὸς, ὥστε καὶ τοῖς ἀνὰ πᾶσαν οὖσι τὴν γῆν ἐμφανῆ γενέσθαι τὴν δόξαν αὐτοῦ, παρελήφθη μέσος ὁ Φαραὼ καθάπερ τι σκεῦος, ἵνα τοῖς διὰ Μωσέως ἀντανιστάμενος λόγοις, καλέσῃ Θεὸν εἴς γε τὸ χρῆναι λοιπὸν τὴν ἰδίαν ἅπασιν ἐμφανίσαι δόξαν, καὶ τῆς ἀμετρήτου δυνάμεως καταδεῖξαι τὸ μέγεθος. Εἴρηται γὰρ πρὸς αὐτόν· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐκδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Καὶ συμβέβηκε μὲν ἐκεῖνα τοῖς πάλαι, γεγόνασι δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε.

Ἔδει δὴ οὖν, ἔδει τὴν ἐκ Βαβυλῶνος λύτρωσιν τῶν ἐξ Ἰσραὴλ μὴ σιγᾶσθαι μᾶλλον, ἀλλ᾽ οἷον ἀνακηρύττεσθαι τοῖς ἁπανταχοῦ. Ταύτῃ τοι καί φησι· Φωνὴν εὐφροσύνης ἀναγγείλατε. Εὐφροσύνης δὲ φωνὴν εἶναί φαμεν τὴν δοξολογίαν, ἣν ἂν ποιήσαιτό τις ὑμνῶν αὐτὸν ἐπὶ τοῖς οὕτω μεγάλοις καὶ λαμπροῖς κατορθώμασιν. Αὕτη κυρίως τε καὶ ἀληθῶς εὐφροσύνη, φωνὴ πρέπουσα δικαίοις, οἷς ἁρμόσαι καὶ τὸ χρῆναι δοξολογεῖν. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, καί φησι· «Φωνὴ ἀγαλλιάσεως· καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Βούλεται δὲ τὴν φωνὴν, ἀφήγησιν ἔχειν τῆς λυτρώσεως τῶν ἐξ Ἰσραὴλ, ὁποία τις ἦν ἡ ἐν βίβλῳ Ψαλμῶν. Ἔχει δὲ οὕτως· «Εὐδόκησας, Κύριε, τὴν γῆν σου· ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Ταυτὶ γὰρ εἰ καὶ πραγμάτων πνευματικῶν ἐμπεριέχει τὴν δήλωσιν, ἀλλ᾽ οὖν εἰσι καὶ τῇ ἱστορίᾳ χρήσιμα. Ὑπισχνεῖται δὲ ὅτι, ἐὰν διψήσωσι δι᾽ ἐρήμου βαδίζοντες, ὕδωρ ἐκ πέτρας ἄξει αὐτοῖς. Σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. Καί φαμεν ὅτι δείκνυσιν ἐν τούτοις, ὡς οὐχ ἕτερός τις Θεὸς ἦν ὁ τῆς Αἰγυπτίων σκαιότητος ἐλευθερώσας τὸν Ἰσραὴλ, καὶ διαγαγὼν διὰ θαλάσσης μέσης, καὶ τροφὰς ἐν ἐρήμῳ διδοὺς, καὶ ὕδωρ ἐκ πέτρας ἐξενεγκών· ἀλλ᾽ ὁ αὐτὸς ἀεὶ κατὰ αὐτὰ, καὶ ὡσαύτως ἔχων, καὶ τὰ ἴσα τοῖς πάλαι τερατουργεῖν δυνάμενος.

Εἰ γὰρ ἔλθοιεν δι᾽ ἐρήμου, φησὶ, εἶτα γένοιντο ποτοῦ, καὶ ὑδάτων ἐν σπάνει, τὸ ἀρχαῖον ἐκεῖνο δειχθήσεται σημεῖον αὐτοῖς· ἐκκομισθήσεται γὰρ ὕδωρ ἐκ πέτρας· καὶ τοῦτο μὲν γεγονὸς, οὐχ εὕροι τις ἂν ἀναβαινόντων εἰς τὴν Ἰουδαίαν ἐκ τῆς Βαβυλῶνος τῶν ἐξ Ἰσραήλ. Εἴρηται δὲ, ὡς ἔφην, οἰκονομικῶς, ἵνα εἰδοῖεν ὅτι Θεὸς ὁ πάλαι, καὶ νῦν ἐστιν, ἴσῃ τε δυνάμει, καὶ ἰσαμίλλοις θαύμασι χρῆσθαι δυνάμενος, καὶ ἀμετάπτωτον ἔχων ἰσχὺν, ἐπιβοᾷ τε ὥσπερ καὶ νόμον ἐκφέρει γενικόν. Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀληθὲς καὶ τοῦτο. Κατηφὲς γάρ πως ἀεὶ τῶν δυσσεβῶν τὸ πρόσωπον πληττομένης κατὰ τὸ εἰκὸς τῆς καρδίας, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις ἀχθοφοροῦντος τοῦ νοῦ. Προσδοκᾷ γὰρ οὐ στεφάνους, οὐκ ἐπαίνου τιμὴν, πῦρ δὲ μᾶλλον, καὶ δίκην, ἃ τοῖς πλημμελοῦσιν ηὐτρέπισται.

Ἢ τάχα που καὶ ἁρμόσειεν ἂν τοῖς Βαβυλωνίοις ἡ φωνή. Ἔχαιρον μὲν γὰρ ὡς τὸν τοῦ Θεοῦ λαὸν ᾑρηκότες, ᾤοντο δ᾽ ὅτι καὶ τῆς αὐτοῦ κατευμεγεθήσαντες δεξιᾶς τῆς Ἰουδαίας κεκρατήκασιν. Ἀλλ᾽ ἐσφάλοντο τἀληθοῦς. Οἱ μὲν γὰρ ὅτι πλημμελοῦντες πεφώρανται φειδοῦς ἔξω γεγόνασι τῆς παρ᾽ αὐτοῦ, οἱ δὲ ὅτι σκληροί τε ἦσαν, καὶ ἀτεράμονες καὶ τὸ ἐλεεῖν οὐκ εἰδότες τὰς αὐτοῖς πρεπούσας ἐξῄτηνται δίκας, ἐστέρηνται δὲ, καὶ τοῦ χαίρειν, ἔτι κεκολασμένην ἔχοντες τὴν ὀφρὺν, κεκολασμένον ἤδη τὸ φρόνημα. Οὐ γὰρ ὅτι νενικήκασί ποτε τοὺς ἐξ Ἰσραὴλ μετῆν ἔτι τὸ χαίρειν αὐτοῖς, ἀλλ᾽ ὅτι κακοὶ κακῶς διολώλασιν ὠλοθρευμένης αὐτοῖς τῆς χώρας τὸ δριμὺ τῆς λύπης ἐδέχοντο.