Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Α', Λόγος Γ'
Έλεγχος των κακών καθοδηγητών του λαού, η ωδή του αμπελώνος, η καταδίκη της πλεονεξίας και η προαναγγελία της ύψωσης του Κυρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α', Λόγος Γ'
Έλεγχος των κακών καθοδηγητών του λαού, η ωδή του αμπελώνος, η καταδίκη της πλεονεξίας και η προαναγγελία της ύψωσης του Κυρίου.
ΛΟΓΟΣ Γʹ <Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.> Ὅτι παντὸς ἀγαθοῦ νοσήσει τὴν ἐρημίαν ἡ τῶν Ἰουδαίων χώρα, διαφανέστατα καὶ μάλα σαφῶς προεξηγησάμενος, καὶ τὸ τί συμβήσεται τοῖς εἰς Χριστὸν πεπαρῳνηκόσιν διειπὼν, προαναπείθει πάλιν ἀποσχέσθαι τῶν πλημμελημάτων, καὶ τοῖς ἐξ ἡμερότητος λόγοις μονονουχὶ καταγοητεύει χρησίμως, μεθιστὰς ἐπὶ τὸ ἄμεινον, καὶ τοὺς ἁπάντων αὐτοῖς κακῶν γεγονότας αἰτίους παραιτεῖσθαι διδάσκων. Οὐ γὰρ οἶμαι δεῖν τοῖς καθηγεῖσθαι λαχοῦσιν ὑποκεῖσθαι φιλεῖν, κἂν εἰ μή τι τῶν ὅσα ἐστὶ τελούντων πρὸς ὄνησιν ἐπιχειρῶσι διδάσκειν, μήτε μὴν ...οιεν διαβολῆς ἀξιοῦν τὸ ἐν μοίρᾳ τετάχθαι φαυλότητος δικαίως ἂν εἶναι πεπιστευμένον. Ἀρετὴ γὰρ διδασκάλου τὸ ἀποκομίζειν δύνασθαι πρὸς ἀκριβῆ τοῦ συμφέροντος εἴδησιν τοὺς παιδαγωγουμένους, κατακιβδηλεύειν δὲ τὸ κατασίνεσθαι πεφυκὸς, καὶ παραιτεῖσθαι κελεύειν τὸ ἀδικεῖν εἰωθός. Ἐπαίνου δ᾽ ἂν εἶεν ἄξιοι παντὸς καὶ οἱ τελοῦντες ἐν μαθηταῖς, εἰ μὴ ταῖς δόξαις τῶν διδασκόντων ἐνορῷεν ἁπλῶς, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει, καὶ θαυμάζουσι μὲν τοὺς διδάσκοντας, εἴπερ τινὲς εἶεν ὀρθοὶ καὶ ἐπιστήμονες, καὶ τῶν ἀρίστων εἰσηγηταὶ, καταψέγωσι δὲ τοὺς οἷσπερ ἂν εἴη μὴ τοιοῦτος ὁ σκοπός.
Κατανέμουσι μὲν γάρ τινες ἐν ὄρεσι καὶ νάπαις τὰς ὀΐων ἀγέλας· ἀλλ᾽ εἰ παρακέοιτο τοῖς θρέμμασι βόθρος, ἤγουν ὁρῶν ὁ κρημνὸς, περιφοιτᾷ τὰ πρόβατα, καὶ οὐ καθίησιν ἑαυτὰ πρὸς θάνατον· παιδαγωγεῖται γὰρ ὥσπερ δι᾽ ἐμφύτου νόμου, πρὸς τὸ χρῆναι τῆς ἑαυτῶν φείδεσθαι ζωῆς. Εἶτα πῶς οὐκ ἄτοπον, εἰ μὲν τοῖς ἀλόγοις ζώοις τοῦτο φαίνεσθαι κρατοῦν, ἐν δὲ ἡμῖν αὐτοῖς, καίτοι λογικοῖς ὑπάρχουσι, τὴν τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς ζωὴν οὐκ εἶναι γνῶσιν.
Χρὴ τοιγαροῦν κἂν εἴ τινες ἡμᾶς τῶν εἰς διδασκάλους, καὶ καθηγητὰς τεταγμένων ἐφ᾽ ἃ μὴ προσῆκεν ἀποκομίζειν ἕλοιντο, μὴ ἁπλῶς ἀνέχεσθαι φιλεῖν, μηδὲ μὴν ἀκατασκέπτως ἕπεσθαι πρὸς τὸ αὐτοῖς δοκοῦν, ἀλλὰ δοκιμάζειν ἕκαστα τῶν πρακτέων.
Ο... χωρεῖν ἐπὶ τὸ ὅτι μάλιστα τῶν ὠφελεῖν εἰωθότων. Ἦσαν τοίνυν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τοῦτ᾽ ἔστιν, οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, δεινοὶ πρὸς τὸ χρῆναι τοὺς τῶν χρημάτων ἐρανίζεσθαι πορισμοὺς, καὶ τὰς ἐκ τῶν λαῶν συγκομίζειν δωροφορίας, ἀπαρχὰς, δεκάτας, καὶ ὅσα τοῖς ἱερᾶσθαι λαχοῦσιν ὁ νόμος εἰς κλῆρον ἐδίδου. Σκοπὸς δὲ ἦν αὐτοῖς, καὶ διὰ πάσης τέθειτο σπουδῆς τὸ ἀναπείθειν τοὺς τὸ χρῆναι φυλάττειν ἔν γε δὴ τούτοις μάλιστα τὸν νόμον· τῶν γε μὴν ἑτέρων ἐντολῶν οὐ πολὺς ἦν ἄγαν παρ᾽ αὐτοῖς ὁ λόγος. Ταύτῃ τοι πρὸς αὐτοὺς καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον, καὶ τὸ κύμινον. Καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.» Ἦσαν οὖν ἄρα φιλοκερδεῖς καὶ ἐρασιχρήματοι, καὶ πικρὰς ἔσθ᾽ ὅτε τοῖς πταίουσιν ἐπῆγον τὰς δίκας, ἵνα ἐκδειματοῦντες τοὺς ἐφ᾽ ὁτῳοῦν ἐγκαλουμένους προσάγειν αὐτοῖς ἀναπείθωσιν καὶ τὰ ὑπὲρ δύναμιν ἔσθ᾽ ὅτε. Ταύτῃ τοί φησι πρὸς τοὺς παρ᾽ αὐτῶν ἀδικουμένους· «Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.»
Καὶ διὰ μὲν τοῦ λαὸν εἰπεῖν, ἔτι τὸν Ἰσραὴλ δίδωσι νοεῖν, ὡς εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὸ αὐτῷ δοκοῦν, τῶν ἐξ ἡμερότητος τεύξονται καὶ φιλανθρωπίας, καὶ οὐκ εἰσάπαν ἀποπεσοῦνται τῆς πρὸς αὐτὸν οἰκειότητος σχετικῆς. Καλαμᾶσθαι δὲ εἰπὼν τοὺς πράκτορας, τῆς ἐνούσης αὐτοῖς ἀπληστίας τε ὁμοῦ καὶ φιλοκερδίας δείκνυσι τὸ μέγεθος.
Ἐν μὲν γὰρ τοῖς ληΐοις οἱ μὲν ἀποκείρουσι σιδήρῳ τὸν στάχυν, οἱ δὲ τοὺς ἐκπίπτοντας τῆς τοῦ κείροντος χειρὸς συλλέγοντες, οὐδὲν ἀφιᾶσιν ἐν ἀγροῖς. Ἔθος δὲ καὶ τοῖς τὰς ἀμπέλους τρυγῶσι τοῦτο δρᾷν. «Καλαμῶνται τοίνυν ὑμᾶς, φησὶν, οἱ πράκτορες ὑμῶν.» Ὅμοιον ὡς εἰ λέγοι· Τετρυγήκασιν ὑμῶν τὰς περιουσίας, καὶ οὐ μέχρι τούτου τὰ τῆς ἀπληστίας αὐτοῖς. Ἀλλ᾽ ἤδη καὶ καλαμῶνται, τοῦτ᾽ ἔστι, τὰς χεῖρας ἐπάγουσι, καὶ τοῖς ἔτι καταλελειμμένοις. Εὖ δὲ δὴ σφόδρα, καὶ πρεπόντως αὐτοῖς, οὐ καθηγητὰς, οὐ διδασκάλους, οὐχ ἕτερόν τι τῶν τοιούτων εἶναί φησιν, πράκτορας δὲ ὀνομάζει, καὶ ἀπαιτητάς. Διδάσκει δὲ ὅτι κατεξουσιάζουσιν αὐτῶν, οὐχ ὡς διδάσκαλοι μαθηταῖς ἠπίως προσφερόμενοι, ἀλλ᾽ οἷον σκληροὶ καὶ ἄγριοι δεσπόται, τὸ δοκοῦν αὐτοῖς φρονεῖν ἀναγκάζοντες, καὶ πρὸς πᾶν ὁτιοῦν ἀποφέροντες, καὶ τῶν παρὰ γνώμην ἔσθ᾽ ὅτε. Ἀλλ᾽ ὅ γε τῶν ἐν Χριστῷ σκοπὸς οὐ τοιοῦτος ἦν. Γράφει γοῦν ὁ θεσπέσιος Πέτρος τοῖς κεκλημένοις εἰς ἐπισκοπὴν, καὶ καθηγεῖσθαι λαχοῦσι τῶν λογικῶν ποιμνίων, μὴ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Οἶδεν δὲ ὁ λόγος ὁ μυστικὸς καὶ πράκτορας ἑτέρους, οὓς ἀνάγκη παραιτεῖσθαι τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς.
Αἱ γὰρ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις ἕκαστον τῶν ἐπὶ γῆς μονονουχὶ καὶ ἀπαιτοῦσι τὴν εἰς τὸ φαῦλον σπουδὴν, καὶ ὥσπερ τινὰ δασμὸν παρ᾽ ἡμῶν συλλέγουσι, τὴν εἰς τὰ πάθη τῆς διανοίας ῥοπήν. Καὶ γοῦν ὁ ἱερὸς μακαρίζει λόγος τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου· οἱ γὰρ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεξανιστάμενοι, καὶ νεανικῷ φρονήματι τὰ ἐκ τῆς ἁμαρτίας παρωθούμενοι βλάβη, καὶ πατοῦντες ἀρχὰς, καὶ νικῶντες τὰ πνεύματα τῆς πονηρίας, κρείττους γεγόνασι τῆς τοῦ φορολόγου φωνῆς. Δεῖ τοίνυν τοὺς τοιούτους παραιτεῖσθαι πράκτορας, καὶ μήτε θερίζειν ἐν ἡμῖν τὸ εἰς ἁμαρτίαν ἀποτέλεσμα συγχωρεῖν, μήτε μὴν καλαμᾶσθαι.
Δράσομεν δὲ τοῦτο διὰ Χριστοῦ νευρούμενοι, καὶ τῆς ἑαυτῶν διανοίας ἐκπέμποντες διαλογισμοὺς πονηροὺς, ἐπιθυμίας αἰσχρὰς, καὶ πᾶν εἶδος φαυλότητος. <Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.> Εἰς νῆψιν ἐγείρει πάλιν, καὶ δοκιμαστὰς εἶναι τῶν πραγμάτων βούλεται, οὐ χρηστολογίαις ἁπλῶς χαυνοῦσθαι πρὸς ῥᾳθυμίαν. Περιφοιτῶντες μὲν γὰρ οἱ Φαρισαῖοι τοὺς τῶν Ἰουδαίων οἴκους χρηστοεπεῖν ἐπεχείρουν, ηὐλογημένον τε λαὸν ὠνόμαζον, καὶ κλῆρον Θεοῦ. Καὶ τάχα που τὸ διὰ φωνῆς τοῦ Βαροὺχ ἐπεφώνουν αὐτοῖς· «Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρέσκοντα Θεῷ γνωστὰ ἡμῖν ἐστιν.» Ἵνα γοῦν προσεπάγοιεν τάς τε ἐκ νόμου τεταγμένας αὐτοῖς δωροφορίας, καὶ μὴν καὶ δεκάτας, ἤγουν ἀπαρχὰς ἐσκήπτοντο χρηστολογεῖν, εὐπρόσιτοί τε εἶναι πολλάκις ἤθελον, καὶ τὸ ἡμεροφανὲς ἐπετήδευον· κερδῶν δὲ ἔνεκα καὶ λημμάτων καὶ αὐτὸν ἐδίδασκον παραλύειν τὸν νόμον τοὺς ὑπὸ χεῖρα λαούς. ᾘτιᾶτο γοῦν αὐτοῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὡς ἀκυροῦντας τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν ἑαυτῶν παράδοσιν.
Πλανῶσι τοίνυν ὑμᾶς, φησὶν, οἱ μακαρίζοντες ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Οὐ γὰρ ἐῶσιν ὀρθοποδεῖν. Παρεξάγοντες δὲ ὥσπερ τῆς εὐθείας ὁδοῦ κατὰ κρημνῶν φέρουσι καὶ βόθρων. Ὁδὸς δὲ ἡ εὐθεῖα, καὶ ὁμαλὴ, ἡ εἰς Χριστὸν οἰκείωσις διὰ πίστεως. Ἐπειδὴ δὲ ᾔδεσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, ὅτι τῆς διὰ Μωσέως καταργουμένης ἐντολῆς, ἔξω κείσονται κερδῶν καὶ λημμάτων, συνετάραττον ὥσπερ τὴν τρίβον τῶν ποδῶν τοῦ λαοῦ, τὸν Χριστοῦ λόγον κατακιβδηλεύοντες, καὶ ταῖς τοῦ νόμου σκιαῖς προσκεῖσθαι κελεύοντες. Τετολμήκασι γὰρ εἰπεῖν οἱ δείλαιοι· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» καὶ πάλιν· «Εἰ ἦν οὗτος ἀπὸ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Καὶ τὸ ἔτι τούτων δυσσεβέστερον, τοῖς γὰρ ἐθέλουσιν ἀκροᾶσθαι Χριστοῦ, καὶ τοῖς παρ᾽ αὐτοῦ προσκεῖσθαι λόγοις, ἀνοσίως ἔφασκον· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;» Δεῖν δὲ δὴ καὶ ἑτέρως ὑπολαμβάνω τὸν πνευματικὸν ἄνθρωπον καὶ τὸν ἀρετῆς ἐργάτην παραιτεῖσθαι σφόδρα τοὺς εἰς νοῦν καὶ καρδίαν μακαρίζοντας αὐτὸν λογισμούς. Δεινὸς γὰρ ὑπάρχων εἰς κακουργίαν ὁ Σατανᾶς, ὅτε τοὺς εὐδοκιμοῦντας τῆς αὐτοῖς φιλαιτάτης ζωῆς τε καὶ πολιτείας κατακομίζειν οὐ δύναται, πρὸς τὸ αὐτῷ δοκοῦν ἑτέρῳ παραλύειν πειρᾶται τρόπῳ.
Ἐπαινεῖ γὰρ ὡς κατωρθωκότας, ἀποδέχεται δὲ ὡς ἁγίους λοιπὸν, μακαρίζει δὲ καὶ ὡς φίλους ἤδη γεγονότας Θεοῦ, καὶ εἰς λῆξιν ἁπάσης ἀρετῆς ἀναβεβηκότας.
Εἶτα τὸ τῆς ὑπεροψίας αὐτοῖς πάθος ἐντεκὼν, προσκρούειν παρασκευάζει τῷ Θεῷ, καὶ κατασείει λοιπὸν καθάπερ τι φυτὸν ἐκ βάθρου. Οὐ γὰρ ἠγνόηκεν, ὅτι ταπεινοῖς μὲν δίδωσι χάριν ὁ τῶν ὅλων Θεὸς, ἀντιτάσσεται δὲ τοῖς ὑπερηφάνοις. Παραιτητέον τοίνυν, ὡς ἔφην, τοὺς εἰς νοῦν ἔσω καὶ καρδίαν μακαρίζοντας ἡμᾶς λογισμούς. Οἱ γάρ τοι τὴν εὐθεΐαν ἡμᾶς οὐκ ἐπιτρέπουσι διάττειν ὁδὸν, δι᾽ ἧς ἄν τις ἴοι καὶ μάλα ῥᾳδίως ἐπὶ τὸ ἀρέσκον Θεῷ. <Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἤξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὰ πρόσωπα τῶν πτωχῶν καταισχύνετε;> Οὐκ ἀνεπικούρητον ἔσεσθαί φησιν ὁ προφήτης τὴν ἀδικουμένων πληθὺν, οὔτε μὴν ἁπάσης φροντίδος ἐρήμην, ὑπεραθλήσειν δὲ μᾶλλον αὐτῶν τὸν τῶν ὅλων Θεὸν εὖ μάλα διϊσχυρίζεται. Δικάσεται γὰρ ὑπὲρ αὐτῶν, φησὶ, τοῖς καλαμωμένοις καὶ μακαρίζουσιν αὐτούς. Ταράξει δὲ καὶ τὴν τρίβον τῶν ποδῶν αὐτῶν. Δικάσεται δὲ πρὸς τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ προσέτι τοὺς ἄρχοντας, ἤτοι τοὺς καθηγουμένους.
Ἐλυτρώσατο μὲν γὰρ ἐξ οἴκου δουλείας τὸν λαὸν αὐτοῦ, ἐξείλετο δὲ τῆς τῶν κρατούντων σκαιότητος, ὅλην αὐτοῖς ἐπαναστήσας τὴν κτίσιν. Καὶ ὑδάτων μὲν εἰς αἷμα μεταβολὰς ἐργασάμενος, χαλάζαις δὲ καταπαίων, βαθεῖ τε καὶ τριημέρῳ σκότῳ, καὶ τοῖς ἄλλοις ἅπασι. Μακρὸν γὰρ ἕκαστα διειπεῖν. Εἶτα διαβιβάσας διὰ θαλάσσης μέσης ἔθρεψεν ἐν τῇ ἐρήμῳ. Εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἔθνη μεγάλα καὶ μαχιμώτατα καθάπερ ἀκάνθας ἐξελών. Καὶ τοῦτο ἡμῖν ὁ θεσπέσιος Δαβὶδ κατεδήλου λέγων πρὸς τὸν τῶν ὅλων σωτῆρα καὶ λυτρωτήν· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτὴν, ὡδοποίησας ἔμπροσθεν αὐτῆς· ἐξέτεινας τὰ κλήματα αὐτῆς ἔως θαλάσσης, καὶ ἕως ποταμῶν παραφυάδας αὐτῆς.» Γέγονε γὰρ, ὡς προφήτης φησὶν Ἱερεμίας, ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ, καὶ ὁ καρπὸς εὐθηνῶν αὐτῆς.
Ἀλλὰ τετάχασι μὲν εἰς γεωργοὺς οἱ καθηγεῖσθαι λαχόντες· ἠδικήκασι δὲ οὔτως ἀμπελῶνα τὸν δεσποτικὸν, ὡς εἰς ἅπαν ἤδη καὶ ἐμπεπρῆσθαι δοκεῖν. Ταύτην οὖν ἄρα τὴν αἰτίαν αὐτὸς ποιήσεται λέγων· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Οὓς γὰρ ἦν εἰκὸς καὶ εὐτελεστέραν ἀποφαίνειν τὴν νοητὴν ἐκείνην καὶ εὐκληματοῦσαν ἄμπελον, τοῦτ᾽ ἔστι, τὸν Ἰσραὴλ, οὗτοι κατεκόμισαν εἰς ἐρήμωσιν παντελῆ, ξηράν τε καὶ ἄχρηστον ἀπετέλεσαν τῷ δεσπότῃ.
Ἐμπεπύρισται δὲ τοίνυν παρ᾽ ὧν εἰκὸς ἦν εὔβοτρυν ἔσεσθαι καὶ καρποῖς διαβρυθῆ, καὶ παντὸς ἐπέκεινα βλάβους. Τίνα δὲ τρόπον ἐμπυρίσαι λέγονται τὸν νοητὸν ἀμπελῶνα, πῶς οὐκ ἄξιον ἰδεῖν; Ἔδει μὲν γὰρ τὸ διδασκαλικὸν ἔχοντας ἐπιτήδευμα, καὶ νόμον εἰδότας τὸν εἰς πᾶν ὁτιοῦν ἀποφέροντα τῶν ἀρεσκόντων Θεῷ, καὶ πρό γε τῶν ἄλλων ἐννομώτατά τε διαζῇν αὐτοὺς, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασιν εὖ μάλα κατακαλλύνεσθαι, ὥστε τῆς ἐξαιρέτου ζωῆς τύπον ὥσπερ τινὰ καὶ εἰκόνα τῶν ὑπὸ χεῖρα λαῶν τὸν αὐτῶν γενέσθαι βίον. Εἶτα πρὸς τούτῳ καὶ ταῖς ἐκ νόμου παιδαγωγίαις ἀποκομίζειν ἤθελον τοὺς ὑπεζευγμένους πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν, καὶ πλημμελοῦντας ἐλέγχειν, καὶ παίοντας ἐπανορθοῦν, καὶ τῆς εὐσεβείας καταδεικνύειν τὴν ὁδὸν, καὶ πρὸς τὰ ἀμείνω παιδαγωγεῖν, καὶ πρὸς τὸ τοῦ νόμου τέλος ἀναπείθειν ὁρᾷν, φημὶ δὴ Χριστόν· «Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός.» Καὶ περὶ αὐτοῦ λελάληκεν ὁ Μωσῆς διὰ σκιᾶς καὶ τύπων, προαναφωνῶν τοῖς πάλαι τὸ σεπτὸν καὶ μέγα μυστήριον.
Ἀλλὰ τούτων ἁπάντων ἠφειδηκότες, αὐτοί τε ἦσαν πονηροὶ τοὺς τρόπους, ἀχάλινοι πρὸς πλεονεξίαν, ἀκρατεῖς εἰς φιλοκερδίας, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ κρίνειν ὀρθῶς· καὶ οἷς ἦν ἄμεινον ἐπερυθριᾷν, ἐπ᾽ αὐτοῖς δὴ τούτοις ἐπαυχεῖν εἰωθότες.
Ἐμπεπύρισται τοίνυν ὁ ἀμπελὼν, οὔτε τῷ βίῳ τῶν καθηγεῖσθαι λαχόντων ὠφελούμενος, οὔτε μὴν ταῖς νομικαῖς εἰσηγήσεσι παιδαγωγούμενος εἰς ὀρθὴν καὶ ἀνεπίληπτον ζωὴν, ἤγουν εἰς ἐπίγνωσιν Χριστοῦ, καὶ τοῦτο ἐπιλάμψαντός τε ἤδη τοῖς ἐπὶ τῆς γῆς, καὶ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀκουέτωσαν τοίνυν· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὰ πρόσωπα τῶν πτωχῶν καταισχύνετε; Συνήρπαζον γὰρ τοὺς πτωχοὺς εἰς σύνεσιν ἐπὶ τὸ αὐτοῖς δοκοῦν, καὶ καταισχύνεσθαι παρεσκεύαζον τὰ πρόσωπα αὐτῶν.
Ὅνπερ γὰρ τρόπον οἱ τῆς δικαιοσύνης ἐπιμεληταὶ μονονουχὶ λαμπρῷ προσώπῳ, καὶ πολλῆς γέμοντι παῤῥησίας ἐν ὀφθαλμοῖς ἑστήκασι τοῦ Θεοῦ, οὕτω φαμὲν τοὺς τῆς φαυλότητος ἐραστὰς στυγνόν τε καὶ ἀμειδὲς, αἰσχύνης τε καὶ ἐντροπῆς ἀνάμεστον τὸ τῆς καρδίας πρόσωπον ἔχειν. Ἀλλ᾽ ὥσπερ ὀνίνησιν ὁ παιδαγωγῶν εἰς σύνεσιν, καὶ τῶν καλλίστων εἰσηγητὴς, οὕτως ἀδικεῖ παστισοῦν οἶμαι τῶν τεταγμένων εἰς διδασκάλους, εἰ μὴ τῶν ἀμεινόνων ἐραστὴν ἀποτελοίη τὸν παιδευόμενον. Καταισχύνει γὰρ ὥσπερ τὸ πρόσωπον αὐτοῦ, καὶ πτωχὸν ὄντα πρὸς σύνεσιν, μονονουχὶ καὶ καταβιάζεται, καὶ συναρπάζει πρὸς τὰ αἰσχίω. Ἦσαν δὲ καὶ ἑτέρως ἄδικοί τε καὶ ἅρπαγες οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ καταισχύνοντες μὲν τὰ τῶν πτωχῶν πρόσωπα, προσκείμενοι δὲ πλουσίοις, καίτοι τοῦ νόμου λέγοντος· Κρίμα δίκαιον κρίνατε, καὶ παρεγγυῶντος πανταχῆ τὸ, Οὐ μὴ λήψῃ πρόσωπον ἐν κρίσει. <Τάδε λέγει Κύριος· Ἀνθ᾽ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν, καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.> Προαπέφηνεν ἡμῖν ὁ λόγος, ὅτι τοῖς Ἰουδαίων καθηγηταῖς ἐν σπουδῇ τέθειτο τῇ προὐργιαιτάτῃ τὸ χρῆναι πλουτεῖν, καὶ δόξαν ἔχειν τὴν ἔν γε τούτῳ διαφανῆ.
Πλήρεις δὲ ἦσαν ἀδικιῶν καὶ πλεονεξίας ὡς αὐτοὺς μὲν λαμπράς τε ἐν ἄστει, καὶ μὴν καὶ τὰς ἐν ἀγροῖς ποιεῖσθαι προόδους, ἵπποις τε ἐποχουμένους, καὶ ταῖς ἔξωθεν φαντασίαις τῶν δορυφορεῖν εἰωθότων οὐ μετρίως ἐπευρυνομένους. Κατῃτιᾶτο γὰρ αὐτοὺς ἐν τοῖς ἀνωτέρω λέγων· Καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Εἶτα συνέβαινε τὰς τῶν ἐν πλούτῳ γυναῖκας, ἅτε δὲ τρυφώσας ἐναβρύνεσθαι ζητεῖν, καὶ τοῖς ἐκ χρυσίου καὶ λίθων ὡραϊσμοῖς, ἐπιγάννυσθαι δὲ λίαν καὶ στολῇ ποικίλῃ, καὶ ἐσθημάτων πολυτελείαις. Ἀεὶ γάρ πως τὸ θῆλυ γένος ἐν ταῖς ἄγαν εὐημερίαις φιλόδοξόν τέ ἐστι καὶ φιλεπιδεικτικόν. Ἥδιστα δὲ λίαν εὐϊματεῖς, καὶ μέντοι καὶ χρυσαΐζεται, καὶ ὑψηλὴν ἀνασπῶν τὴν ὀφρὺν, ἐπαυχεῖ τῇ τοῦ σώματος ὥρᾳ. Καὶ ἐπ᾽ αὐτῷ δὴ τούτῳ πλειστάκις τὸ τῶν συνοικούντων αὐταῖς ἐξογκοῦται φρόνημα· καὶ δόξαν ἰδίαν ποιοῦνταί τινες τὴν τῶν γυναικῶν ἐξιτηλίαν. Τοῦτο τάχα πεπόνθασιν οἱ τῶν Ἰουδαίων λαμπροὶ, τῆς εἰς Θεὸν εὐσεβείας ἠφειδηκότες.
Ἵνα γὰρ ἔχοιεν ἀεὶ μενούσας αὐτοῖς τὰς τοῦ πλουτεῖν χορηγίας, προσκομιζόντων τῶν λαῶν τὰ κατὰ τὸν νόμον οὐ προσίεντο τὴν πίστιν τὴν εἰς Χριστὸν, οὔτε μὴν ἑτέρους πιστεύειν ἤθελον, κλείοντες τὴν βασιλείαν τοῦ Θεοῦ, καθὰ γέγραπται, καὶ μήτε εἰσερχόμενοι, μήτε τοῖς ἐθέλουσιν ἐφιέντες εἰσελθεῖν. Ταύτῃ τοι καὶ δέδονται ταῖς Ῥωμαίων στρατιαῖς εἰς ἐρήμωσιν, εἰς διαρπαγὴν, καὶ ἀπολώλασιν, γυναίοις τε ὁμοῦ, καὶ τοῖς φιλτάτοις, οἵκοις τε καὶ πλούτῳ. Γεγόνασι γὰρ ἑτέρων τὰ ὡς ἐν πλείστῃ σπουδῇ συναγηγερμένα· οἰκτροὶ δὲ αὐτοὶ καὶ ἀλῆται, καὶ πρὸς ἐσχάτην ὁρῶνται ταλαιπωρίαν.
Κατατρέχει τοίνυν ὁ λόγος τῶν παρ᾽ αὐτοῖς γυναικῶν, ἤγουν τῶν θυγατέρων οἷον τῶν ἀρχουσῶν μάλιστα, καὶ περιφανεστέρων, αἳ καὶ ἦσαν τῶν ἰσχυόντων, καί φησιν· «Ἀνθ᾽ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν,» καὶ τὰ ἑξῆς.
Ὑψώθησαν δὲ οὐ κατὰ ἀρετὴν, ἀλλ᾽ ὡς ἐν φρονήματι σαρκικῷ καὶ γεωδεστάτῳ. Μέγα γὰρ αὐτοῖς, ὡς ἔφην, φρονεῖν ἐδόκει, ἐπὶ πλούτῳ, καὶ δόξῃ, καὶ ὡραϊσμοῖς τοῖς ἔξωθεν, οὓς ἐκ λίθων καὶ χρυσίου, καὶ στολῆς ποικίλης συλλέγουσι. Γράφει δὲ ἡμῖν ὁ προφητικὸς ἐν τούτοις λόγος φρόνημά τε καὶ σχῆμα φιληδόνου τε καὶ ἀσέμνου γυναικὸς, καὶ κόσμῳ διαφανεῖ κατηγλαϊσμένης, οἷον ἐκ μιᾶς, ἁπάσης τῆς παρ᾽ αὐτοῖς γυναικὸς καταδεικνὺς τὴν ἀγερωχίαν.
Ἐπορεύθησαν γὰρ, φησὶν, ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν· καίτοι γυναικὶ τῇ κοσμιωτάτῃ, καὶ τὸν ἐν σεμνότητι καὶ ἐπιεικείᾳ τιμώσῃ βίον, αἰδώς τέ ἐστιν ὅτι μάλιστα φίλη, καὶ πρέποι ἂν τὸ μηδὲ ὁρᾶσθαι τοῖς ἀῤῥένων ὀφθαλμοῖς· αἱ δὲ πρὸς τοῦτο ἐξώκειλαν βλαβίας τε ὁμοῦ καὶ ἀναισχυντίας, ὡς ἐπιδεικτιᾷν ἐν προόδοις, καὶ αἴρειν μὲν ὑψοῦ τὸν αὐχένα, διανεύειν δὲ τοῖς ὁρῶσιν αὐτὰς, προσμειδιάσας ἔσθ᾽ ὅτε, καὶ μονονουχὶ τῷ γέλωτι καθυπισχνουμένας ἤδη τοῖς ὁρῶσι τὴν σύνοδον. Ὑδαρεὶ γὰρ ἀεὶ τὸ πορνικὸν φρόνημά ἐστι, καὶ πολὺ χαλᾶται πρὸς ἑτοιμότητα τὴν εἰς ἡδονὰς, ἐπιτείνει δὲ αὐταῖς τὰ τῆς ῥᾳθυμίας ἐγκλήματα, καὶ πεπορνεῦσθαί φησιν, ἅμα συρούσας τοὺς χιτῶνας, καὶ παιζούσας τοῖς ποσίν. Εἰκὸς δὲ ἦν οἴεσθαι, καὶ τοῦτο εἰς κόσμον συντελεῖν αὐταῖς· πορνικὸν δὲ τὸ ἐπιτήδευμα, καὶ βδελυρίας ἀπόδειξις τῆς ἐσχάτης. Ὅπου γὰρ ὁ τῶν ποδῶν κτύπος εὐρύθμοις ᾄσμασι συνηχεῖ, ἐκεῖ που πάντως καὶ αὐτὸς ὁ διὰ χειρῶν ἀνακτυπεῖ κρότος, καὶ πᾶν εἶδος αἰσχρῶν ἐπιτηδευμάτων, καὶ πρόκλησις τοῖς ὁρῶσιν εἰς ἀκαθαρσίαν. Κατ᾽ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ ταπεινώσει, φησὶν, ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν, καὶ ἀποκαλύψει τὸ σχῆμα αὐτῶν, τοῦτ᾽ ἔστιν, ἢ περιελεῖ τὸν κόσμον, ἢ τὴν αἰσχύνην καταθήσει φανεράν.
Ἔσται δὲ τοῦτο, ὅταν ἔρημαι καὶ γυμναὶ κόσμου παντὸς καὶ περιβολῆς ἀποδεδειγμέναι ταῖς τῶν πολεμίων ἐναλοῖεν χερσὶν, δοῦλαι καὶ αἰχμάλωτοι, καὶ ἁπάσης ἔμπλεοι ταλαιπωρίας. <Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τοῦ κόσμου αὐτῶν· καὶ τοὺς κοσύμβους αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς μηνίσκους, καὶ τὸ κάθεμα, καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν, καὶ τὴν σύνθεσιν τῆς δόξης τοῦ κόσμου αὐτῶν, καὶ τοὺς χλιδῶνας, καὶ τὰ ψέλλια, καὶ τὸ ἐμπλόκιον, καὶ τὰ περιδέξια, καὶ τοὺς δακτυλίους, καὶ τὰ ἐνώτια, καὶ τὰ περιπόρφυρα, καὶ τὰ μεσοπόρφυρα, καὶ τὰ ἐπιβλήματα, καὶ τὰ μετὰ τὴν οἰκίαν, καὶ τὰ διαφανῆ λακωνικὰ, καὶ τὰ βύσσινα, καὶ τὰ ὑακίνθινα, καὶ τὰ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσίῳ, καὶ ὑακίνθῳ συγκαθυφασμένα, καὶ θέριστρα κατάκλιτα.> Ἀποκαλυφθήσεσθαι λέγων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ σχῆμα αὐτῶν δίεισιν ἀκριβῶς, καὶ τίνα δὴ τρόπον τὸ σχῆμα αὐταῖς συμβήσεται. Ὅτι γὰρ ἐν ἐνδείᾳ καὶ ἀποβολῇ πάντων ἔσονται τῶν ἐξιτήλως ἐξηυρημένων, καὶ τῆς ἀρχαίας ἐκείνης εὐημερίας καὶ τρυφῆς προσαναπείθει προστιθεὶς, ὅτι παντὸς ἔσονται κόσμου γυμναὶ, τοὺς κοσύμβους ἀποβαλοῦσαι, μηνίσκους τε καὶ τὸ κάθεμα, καὶ τὰ τούτοις συνημμένα.
Δι᾽ ὧν ἔστιν ἰδεῖν ἀκορέστως ἐχούσας εἰς ὡραϊσμοὺς, καὶ εἰς φρόνημα τὸ φιλόκοσμον, μᾶλλον ἤδη τὸ φιλόπορνον. Γυναιξὶ μὲν γὰρ ταῖς ἀγαθαῖς τὴν φρένα, καὶ κοσμιότητος φίλαις ἐχθρά που πάντως ἐστὶ τὰ τοιάδε τῶν ἐπιτηδευμάτων, καὶ τὰ δι᾽ ὧν ἂν εἶεν ἐν ἀσέμνῳ σχήματι φευκτὰ καὶ μεμισημένα, τέθεινται δὲ μᾶλλον, τὸ δεῖν ἐπαινεῖσθαι διὰ πράξεων ἀγαθῶν. Ταῖς γε μὴν ἑταίραις αἷς ἂν ὁρῷτο φίλον τὸ ἑταιρίζεσθαι καὶ πασχητιᾷν πρὸς πᾶν τοὐναντίον μετακεχώρηκεν ὁ νοῦς, καὶ τὰ τῆς προθυμίας αὐταῖς ἐξ ἀντιστρόφου φέρεται. Ἐν σπουδῇ δὲ πάσῃ τὸ ὡραΐζεσθαι, καὶ πανταχόθεν συλλέγειν τὰ εἰς τοῦτο χρήσιμα. Καὶ πρέποι ἂν ἑκάστῃ τῶν τοιούτων ἀκούειν· Ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος. Μέμνηται δὲ τῆς οὕτως ἀσέμνου καὶ σεσοβημένης καὶ ὁ Σολομὼν λέγων· «Τὴν γυναῖκα ἥτις ἐστὶ θήρευμα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου Θεοῦ ἐξαιρεθήσεται ἀπ᾽ αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ.» Καὶ ταυτὶ μὲν ἡμῖν εἴς γε τὸ παρὸν εἰρήσεται περὶ γυναικῶν ἀσέμνων καὶ πονηρῶν. Ἰστέον δὲ ὅτι διὰ φωνῆς Ἰεζεχιὴλ, πρὸς τὴν Ἰουδαίων Συναγωγὴν διαλέγεται Θεὸς, ὡς πρὸς μίαν γυναῖκα· ἣν καὶ κόσμῳ ποικίλῳ κατακαλλῦναί φησιν. Ἔχει δὲ οὕτω περὶ αὐτῆς γεγραμμένα· «Καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι.
Καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος, καὶ ἐγένου μοι, καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμα ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ· καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ· καὶ περιέβαλόν σε τριχάπτῳ· καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου. Καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους περὶ τὰ ὦτά σου· καὶ στέφανον καυχήσεως περὶ τὴν κεφαλήν σου. Καὶ ἐκόσμησά σε κόσμῳ χρυσῷ καὶ ἀργυρῷ· καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τρίχαπτα, καὶ ποικίλα.» Οὐκοῦν ποικίλῳ μὲν κόσμῳ καταφαιδρύνει Θεὸς τὴν προσοικειουμένην αὐτῷ ψυχὴν, καὶ τοῖς ἐξ ἀρετῶν· αὐχήμασιν πολυτρόπως στεφανοῖ. Ἀλλὰ τοῖς μὲν διασώζουσι τὴν ἑαυτῶν πολιτείαν ἀμώμητον, καὶ διατελοῦσιν ἐν ἁγιασμῷ, τὰ τῆς εὐκοσμίας τῆς νοητῆς ἐν ἐπιδόσεσιν ἔσται μείζοσι, καὶ ἀκράδαντα διαμενεῖ. Τοῖς γε μὴν διαπίπτουσιν ἐφ᾽ ἃ μὴ προσῆκεν ἑτοίμως, καὶ ἀπονεύουσιν ἐλαφρῶς εἰς τὰ τῆς φαυλότητος ἔργα, συμβήσεται πάντως ἐν ἀποβολῇ γενέσθαι παντὸς ἀγαθοῦ, καὶ τῶν πάλαι δεδωρημένων νοσῆσαι τὴν ἐρημίαν. Περιπεσεῖται γὰρ πονηροῖς τε καὶ ἀκαθάρτοις ἐρασταῖς, τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου, καὶ τοῖς κοσμοκράτορσι τοῦ σκότους τούτου, τοῖς πνευματικοῖς τῆς πονηρίας, οἳ δὴ μάλιστα τὰς ἐναρέτους θηρῶσι ψυχάς.
Τρυφὴ γὰρ αὐτοῖς τὸ καταστρέφειν αὐτάς. Καθάπερ ἀμέλει καὶ τοῖς τῶν πτηνῶν θηρευταῖς, ἀξιόληπτον εἶναί τι τὸ χρῆμα δοκεῖ τὰ τῶν στρουθίων περικαλλέστερα. Γέγραπται δέ που καὶ περὶ τοῦ Σατανᾶ, ὅτι τὰ βρώματα αὐτοῦ ἐκλεκτά. Οὐκοῦν ἀκόλουθον ἡμᾶς ἐγρηγορέναι τε καὶ ἀνδρίζεσθαι μετὰ Θεοῦ, καὶ διαμεμνῆσθαι λέγοντος τοῦ μακαρίου Παύλου, ὥστε· «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Δεῖ δὲ δὴ πρὸς τούτῳ Θεῷ τῷ πάντα ἰσχύοντι προσιόντας λέγειν ἐν προσευχαῖς· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει δύναμιν.» <Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός· καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου· καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου, περιζώσῃ σάκκον. Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν σὺ ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται. Καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται, καὶ ταπεινωθήσονται, καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.> Οὐ μάτην ἐν τούτοις οἴοιτό τις ἰσχνολογεῖ λίαν ὁ προφητικὸς ἡμῖν λόγος, ἕκαστα δὲ τὰ ταῖς τρυφώσαις καθ᾽ ἡδονὴν δίεισιν ἀκριβῶς τά τε εἴδη τοῦ κόσμου, καὶ αὐτὰς τὰς πάλαι τρυφάς.
Εἶτα ὅτι συμβήσεται πάντη τε καὶ πάντως παθεῖν αὐτὰς τὴν τῶν οὕτως ἡδίστων ἀποβολὴν, διακεῖσθαι βούλεται μονονουχὶ συντήκων εἰς λύπας, καὶ εἰς ἀνάμνησιν τῆς εὐημερίας ὡς ἤδη παθούσας ἀνακομίζων ἀστείως, ἵνα τῇ τῶν ἐσομένων προσδοκίᾳ, καὶ τοῖς ἐντεῦθεν δείμασι, μᾶλλον δὲ καὶ ἀφορήτοις συμφοραῖς καταπτοήσας γοργῶς μεταστήσῃ πρὸς εὐκοσμίαν, καὶ εἰς τὸ τῷ Θεῷ δοκοῦν ἀναπείσῃ παλινδρομεῖν. Συμβήσεται τοίνυν, φησὶν, οὐκ ἐν μόνῃ στερήσει τοῦ κόσμου γενέσθαι τὰς οὕτω τρυφώσας, ἀλλὰ γὰρ καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας, κονιορτὸς, τοῦτ᾽ ἔστιν, ἀντὶ τῶν οἴκων τῶν τεθυμιαμένων, ὁδοιπορίαι μακραὶ καὶ κονιορτώδεις, ἀποφερομένων αὐτῶν εἰς αἰχμαλωσίαν τρυφεροῖς ἔτι ποσί. Καὶ οὐχὶ δὴ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ἔσονται καὶ ἐν σχήματι, καὶ ἐν εἴδει τῷ λίαν ἀτιμωτάτῳ, ὡς ἀντὶ ζώνης χρυσῆς σχοινίῳ περιδεδέσθαι μόνῳ, καὶ ἐν γυμνότητι κεφαλῆς ἤγουν φαλακρώματι, καίτοι πάλαι χρυσοῖς κοσύμβοις ἀνεσφιγμένης.
Ἄμφιον δὲ δίδωσιν αὐταῖς, ὃ ταῖς αἰχμαλώταις πρέπον, παχύ τε καὶ εὐτελὲς, ὃ καὶ ὀνομάζει σάκκον, καὶ τοῦτο αὐταῖς ἀντὶ τοῦ μεσοπορφύρου χιτῶνος καὶ τρυφερῶν ἐσθημάτων. Προσεπάγει δὲ τούτοις, ὅτι Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται. Ἔθος γὰρ τοῖς ἑλοῦσι πόλιν ἢ χώραν, ἐξ αὐτῆς ἁρπάζειν θήλεις καὶ κόλπων μητρὸς, τὰ μικρά τε καὶ ὑποτίτθια βρέφη φονεύειν ὠμῶς, ἵνα βαδίζοιεν αἱ τούτων μητέρες οὐ πεφορτισμέναι, καὶ μὴ τῇ τῶν νηπίων φροντίδι κατηχθισμέναι. Οὐκοῦν ἢ κατὰ τοῦτον τὸν τρόπον μαχαίρᾳ πεσεῖσθαί φησι τὸν ἀγαπητὸν αὐταῖς υἱὸν, ἢ καὶ ἑτέρως μαχόμενον, καὶ τῇ τῶν πολεμίων τεθνεῶτα χειρί. Πενθήσειν γε μὴν τὰς θήκας ἔφη τοῦ κόσμου αὐτῶν, οὐχ ὡς τῶν αἰσθητῶν θηκῶν πενθεῖν δυναμένων, ἀλλ᾽ ὡς ἂν εἴ τις λέγοι καὶ οἶκον πενθεῖν οὐδενὸς οἰκοῦντος ἐν αὐτῷ.
Προσεπάγει δὲ τούτοις τὸ, Καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς γῆν ἐδαφισθήσῃ, τοῦτ᾽ ἔστιν, ἔσῃ τις ἐλεεινὴ καὶ κατεῤῥιμμένη, καὶ οἷον εἰς γῆν κειμένη. Τοιοῦτος γάρ πως ὁ βίος τῶν ἐν αἰχμαλωσίᾳ καὶ ἀθλιότητι, καὶ σκληρᾷ καὶ ἀφορήτῳ δουλείᾳ. Πάνδεινον οὖν ἄρα τὸ προσκροῦσαι Θεῷ, καὶ τοῦ ἐν ψυχαῖς καταφρονῆσαι κάλλους. Τοὺς γάρτοι λίαν ἀπονενευκότας ἐπὶ τὸ ῥᾴθυμον, παντὸς ἐξίστησι κόσμου Θεὸς, δῆλον δὲ ὅτι τοῦ νοητοῦ, καὶ γυμνοὺς ἀποφήνας ἁπάσης ἀρετῆς παραδίδωσι τοῖς ἐχθροῖς. Οὕτω φαμὲν δεδόσθαι τινὰς εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας. Συνέχοντος μὲν γὰρ ἡμᾶς εἰς ἰσχὺν τὴν πνευματικὴν τοῦ ἐπὶ πάντας Θεοῦ, διασώζομεν ἐν ἑαυτοῖς τὸ λαμπρὸν τῆς ἰδίας φύσεως κάλλος. Ἀφιστάντος δὲ τὴν ἐπικουρίαν, γυμνοὶ δὴ πάντως ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ τῶν ἐξ ἀρετῆς αὐχημάτων ἀποβαλόντες τὴν ὡραιότητα, τοῖς τῆς ἀτιμίας πάθεσιν ὑποκεισόμεθα, καὶ δουλεύσομεν ἐχθροῖς. <Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ᾽ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.> Διαπεράνας εὖ μάλα τὸν λόγον, ἐπί γε ταῖς Ἰουδαίων γυναιξὶ ταῖς ἐκ τρυφῆς καὶ πλούτου βαδιουμέναις εἰς αἰχμαλωσίαν, πειρᾶται δεικνύειν, ὅτι κένανδροι μὲν αἱ τῆς Ἰουδαίας ἀπομενοῦσι πόλεις, ἔσονται δὲ καὶ ἐν σπάνει πολλῇ τῶν πάλαι μαχιμωτάτων.
Ἔφη γὰρ, ὅτι «Πάντες οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται.» Ποία τις οὖν ὧν ἔφην ἡ δεῖξις; εὐφυῶς ἄγαν καὶ ἀστείως ἐσκευασμένη. Νόμου γὰρ δὴ τοῦ διὰ Μωσέως λέγοντος τοῖς υἱοῖς Ἰσραὴλ, «Οὐκ ἔσται ἔν σοι ἄγονος οὐδὲ στείρα·» ἐν ἐσχάτοις ὀνειδισμοῖς παρὰ τοῖς Ἰουδαίοις λελόγιστο τὸ γυναῖκα μὴ τεκεῖν, ἤγουν ἄγονον εἶναί τινα τῶν τελούντων ἐν ἀνδράσιν. Εὐθὺς γὰρ αὐτοῖς ὁ τῆς ἀγόνου καὶ στείρας προσετρίβετο μῶμος. Καὶ πνευματικὸς μὲν ὁ νόμος ἦν. Ἐπηγγέλλετο γὰρ ὁ τῶν ὅλων Θεὸς ὅτι ὁ νοητὸς Ἰσραὴλ, τοῦτ᾽ ἔστι, νοῦς ὁρῶν Θεὸν, οὐκ ἄκαρπος ἔσται, οὔτε ἀπεστειρωμένος, ἔγκαρπος δὲ μᾶλλον καὶ γῆ τις ὥσπερ καλὴ καὶ ἐξαίρετος. Πλὴν ἐνόουν Ἰουδαῖοι σαρκικῶς, ψυχικοὶ γὰρ ἦσαν, πνεῦμα μὴ ἔχοντες. Ἔσται τοίνυν, φησὶν, τοσαύτη σπάνις ἀῤῥένων κατὰ τὴν χώραν, δαπανήσαντος τοῦ πολέμου τὸ γένος, ὡς ἑπτὰ γυναῖκας ἤτοι πολλὰς ἑνὸς ἀνδρὸς ἐπιλαμβάνεσθαι καὶ λέγειν· «Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ᾽ ἡμᾶς, ἀφεῖλε τὸν ὀνειδισμὸν ἡμῶν.» Ὁρᾷς ὅπως δεδείασι τῆς ἀτοκίας τὸν ὀνειδισμὸν, καὶ τὸ τῆς ἀγόνου καὶ στείρας παραιτοῦνται ὄνομα λίαν; Προσέρχονται γὰρ οὐ τὰ συνήθη ζητοῦντες, καὶ ὅσα δέχεσθαι γυναιξὶ παρὰ τῶν συνοικούντων ἔθος· ἑαυταῖς γὰρ ἀρκέσειν εἰς τοῦτό φασιν, αἰτοῦσι δὲ μόνον, ὡς ἔφην, τοῦ ὀνειδισμοῦ τὴν ἀφαίρεσιν.
Ἄθρει δὴ οὖν τοῦ λόγου τὸ βάθος. Εἰ μὲν γὰρ πλούσιος ἦν ὁ παρακαλούμενος, οὐκ ἂν ἔφασαν αἱ γυναῖκες· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβαλούμεθα.
Ἐπειδὴ δὲ ἴσασι τοὺς ἐκ τοῦ πολέμου σεσωσμένους καὶ διαφυγόντας μόλις ἐν ἐσχάτῃ πεσόντας πτωχείᾳ, καὶ πολλὴν ἔχοντας ἀθλιότητα, ζητοῦσι μὲν παρ᾽ αὐτῶν παντελῶς οὐδὲν, αἰτοῦσι δὲ μόνον τὸ τέκνων γενέσθαι μητέρες Καὶ ὁ μὲν λόγος τῆς ἱστορίας ἐν τούτοις. Ἀποκομίζουσι δὲ τὸ προκείμενον εἰς θεωρίαν πνευματικὴν, οὐκ οἶδ᾽ ὅπως, τινὲς οὐ σφόδρα ποιοῦντες ὀρθῶς· ἢ γὰρ ἂν ἐπαίνου παντὸς ἦσαν ἄξιοι. Φασὶ γὰρ εἶναι ἑπτὰ τὰς γυναῖκας, τὰ ἑπτὰ πνεύματα· ἄνθρωπόν γε μὴν ἔνα τὸν Χριστόν. Εἶτα τοῦ πρέποντος ὀλίγα πεφροντικότες, τὰ ἑπτὰ πνεύματά φασι λέγειν οὕτως· Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν, καὶ τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα. Καίτοι πῶς οὐκ ἄμεινον εἰπεῖν, τὰς ἑπτὰ γυναῖκας πολλὰς εἶναι ψυχὰς, αἳ καὶ ἐπελάβοντο διὰ πίστεως τοῦ Χριστοῦ, αὐτὸν ὡς ἄρτον ζητοῦσαι καὶ ὡς ἱμάτιον σωτηρίου, καὶ τὸν ἀπ᾽ αὐτοῦ ζητοῦσαι καρπόν. Τοιοῦτον γάρ τι καὶ ὁ μακάριος ἔφη Δαβὶδ περὶ τοῦ πάντων Σωτῆρος Χριστοῦ· «Ὁ κατοικίζων στείραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.» Εἴρηται δὲ καὶ στείρα τεκεῖν ἑπτὰ, τοῦτ᾽ ἔστι πολλά. Διάφοροι γὰρ ἀρεταὶ, καὶ οὐ μία μᾶλλον, ἀλλὰ πολλαὶ, ὧν εἰσι μητέρες αἱ φιλόθεοι ψυχαί. <Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ.
Καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ κληθέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ.> Ἐνδοιαζόντων τινῶν κατὰ ποῖον ἔσται καιρὸν τὰ ἐπί γε ταῖς τῶν Ἰουδαίων γυναιξὶν, ἤτοι πάσης αὐτῶν τῆς χώρας προανηγορευμένα διὰ τῆς τοῦ προφήτου φωνῆς, πότερα πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἤγουν μετ᾽ αὐτὴν, πεπληροφόρηκεν ἀπλανῶς τῶν προκειμένων ἡ δύναμις, ὡς οὐχ ἕτερον ἡμῖν ὁ προφήτης κατασημαίνει καιρὸν, ἢ ἐκεῖνον αὐτὸν καθ᾽ ὃν τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα. Πεπαρῳνήκασι γὰρ εἰς αὐτὸν οἱ δείλαιοι, καὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσαν ἀποτετίκασι δίκην, κυκλουμένης ὑπὸ στρατοπέδων τῆς Ἱερουσαλήμ. Ὅτε καὶ εἰς τοῦτο δειμάτων κατακομισθῆναί φαμεν τῶν Ἰουδαίων τὸν νοῦν, ὡς φάναι τοῖς ὄρεσι· «Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ᾽ ἡμᾶς.» Τῇ τοίνυν, φησὶν, ἡμέρᾳ ἐκείνῃ, τοῦτ᾽ ἔστι, κατ᾽ ἐκεῖνο τοῦ καιροῦ καθ᾽ ὃν εἰς πέρας δραμεῖται τὰ προηγγελμένα, ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ, μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ.
Ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· βαθὺ δέ τι καὶ ἀπόῤῥητον ἐβουλεύσατο περὶ ἡμῶν. Ἐν μορφῇ γὰρ καὶ ἰσότητι Θεοῦ καὶ Πατρὸς ὑπάρχων, γέγονε καθ᾽ ἡμᾶς, καὶ ἐπεφάνη μὲν τοῖς ἐπὶ τῆς γῆς· πλὴν οὐ δίχα δόξης, καὶ εἰ γέγονε σάρξ. Εἰργάσατο γὰρ τὰ θεοπρεπῆ, καὶ σημείων γέγονεν ἀποτελεστὴς, ἃ δὴ καὶ παντὸς ἀξιοῦται καὶ λόγου καὶ θαύματος. Ἐπιλάμψας γὰρ κατηλέησε τὸν Ἰσραὴλ, οὐ γὰρ ἀπόλωλεν εἰσάπαν. Τετήρηται δὲ τὸ κατάλειμμα, ὑψώθη τε καὶ δεδόξασται, καὶ ἐν βίβλῳ γέγραπται ζωῆς διαπρέψαν ἐν ἁγιασμῷ. Ἴδοι δ᾽ ἄν τις ἀληθῆ τῆς προφητείας τὸν λόγον, ὡς ἐν ἀπαρχῇ τῶν σεσωσμένων τοῖς ἁγίοις ἀποστόλοις, οἳ καὶ ὑψώθησαν ἀληθῶς, καὶ τοῖς θείοις χαρίσμασιν ἐκλελαμπρυσμένοι, τὸ ἐν δόξῃ περιφανὲς πεπλουτήκασιν. Ἔλαβον γὰρ ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά. Τεθεραπεύκασι γὰρ καὶ ἐν ἀῤῥωστίαις ὄντας πολλούς· ἀλλ᾽ ἦσαν καὶ ἐν βίβλῳ γεγραμμένοι ζωῆς. Καὶ γοῦν ἔχαιρον μὲν ὅτι τὰ δαιμόνια ὑπετάσσετο αὐτοῖς, καὶ τοῦτο λέγουσιν ὑπήντα Χριστὸς, καὶ τοῖς ἔτι μείζοσιν ἐπιγάννυσθαι διδάσκων αὐτούς· «Μὴ χαίρετε,» φησὶν, «ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν· χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς.»
Ὑψώθησαν τοίνυν οἱ ἐξ Ἰσραὴλ, ὡς ἐν μοίρᾳ τῇ τοῦ ἐγκαταλείμματος, περισεσωσμένοι· ἠξίωνται γὰρ τῆς παρὰ Χριστοῦ φιλοτιμίας καὶ χάριτος· υἱοὶ κεχρηματίκασι Θεοῦ· ἀδελφοὶ δὲ αὐτοῦ καὶ φίλοι· κοινωνοὶ τέθεινται τῆς δόξης· ἠξίωνται δὲ καὶ τῆς ἄνωθεν καὶ ἐν οὐρανοῖς ἀπογραφῆς, καὶ πολῖται κεχρηματίκασι τῆς νοητῆς Ἱερουσαλὴμ, τῆς τῶν ἁγίων μητρὸς, ἧς αὐτὸς ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων· «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ· πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν.» <Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών· καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.> Ἀνανήφει πάλιν ὁ τοῦ προφήτου λόγος, καὶ τὰς ἐσομένας ἔσθ᾽ ὅτε παρά τινων εὑρεσιλογίας περιττὰς ἀποφαίνει, καὶ τῶν τοῦ Θεοῦ κριμάτων κατεξανίστασθαί τισι κατ᾽ οὐδένα τρόπον ἐφιεὶς προαπολογεῖται χρησίμως· ὥσπερ γάρ τινος ἐκεῖνο βοῶντος· Ὑψωθήσονται πάλιν οἱ υἱοὶ Ἰσραήλ· δοξασθήσονται δὲ, καὶ τὴν ἄνω κερδανοῦσιν ἀπογραφὴν, καίτοι δεδυσσεβήκασιν οὐ μετρίως, ἀπεκτόνασι τοὺς προφήτας, ἐλιθοβόλησαν τοὺς ἀπεσταλμένους, καὶ αὐτὸν δὲ τελευτῶντες προσέθεσαν τὸν Χριστὸν, καὶ γεγόνασιν αὐτῶν αἱ χεῖρες αἵματος πλήρεις. Τί οὖν ὁ προφήτης; «
Ἐκπλυνεῖ,» φησὶ, «Κύριος τὸν ῥύπον τῶν υἱῶν, καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.» Πεπλημμελήκασι μὲν γὰρ ὁμολογουμένως· ἐδικαίου δὲ πάντας ἡ χάρις ἡ διὰ Χριστοῦ, καὶ αὐτοῖς δὲ τοῖς πεφονευκόσιν ἐχαρίζετο τὴν ἀμνηστίαν. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων, ποτὲ μὲν, ὅτι «Ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσατε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.» Ποτὲ δὲ πάλιν· «Καὶ νῦν, ἀδελφοὶ, οἶδα, κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος· ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι καὶ τοῖς τέκνοις ὑμῶν.» Ὁ τοίνυν, φησὶν, ὁ τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ὁ πολὺς εἰς ἔλεος, ὁ νικῶν ἡμερότητι τὰς ἀνθρωπίνας μικροψυχίας· ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτὸν, ἐκπλυνεῖ τὸν ῥύπον τῶν ἡμαρτηκότων, ἐκκαθαριεῖ δὲ καὶ τὸ αἷμα ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Καὶ τὸ μὲν τῆς κρίσεως πνεῦμά φαμεν, τὴν μετὰ κρίσεως ὀρθῆς, ἤτοι δικαιοσύνης, ἐξενεχθεῖσαν ἐφ᾽ ἡμῖν παρὰ Θεοῦ ψῆφον. Οὕτω γάρ πού φησιν ὁ Σωτήρ· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου.»
Ἐδίκασε γὰρ τῷ αἰῶνι τούτῳ καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ἐκβέβληκεν ὡς ἠδικηκότα· δεδικαίωκε δὲ τοὺς ἐν τῷ κόσμῳ διὰ τῆς πίστεως ὡς ἠδικημένους.
Καύσεως δὲ πνεῦμά φαμεν τὴν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι χάριν, οὐ δίχα Πνεύματος ἐν ἡμῖν γινομένην. Βεβαπτίσμεθα μὲν γὰρ οὐκ ἐν ὕδατι γυμνῷ, ἀλλ᾽ οὐδὲ σποδῷ δαμάλεως, ἐῤῥαντίσμεθα δὲ πρὸς μόνην τὴν τῆς σαρκὸς καθαρότητα, καθά φησιν ὁ μακάριος Παῦλος, ἀλλ᾽ ἐν Πνεύματι ἁγίῳ, καὶ πυρὶ τῷ θείῳ καὶ νοητῷ, τοὺς τῆς ἐν ἡμῖν φαυλότητος δαπανῶντι ῥύπους, καὶ τὸν ἐκ τῆς ἁμαρτίας ἐκτήκοντι μολυσμόν.
Τοιαύτην ἡμῖν τοῦ Σωτῆρος τὴν ἄφιξιν καὶ ἕτερος τῶν ἁγίων προφητῶν προκαταμεμήνυκε λέγων· «Ὅτι ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.» Περὶ μὲν γὰρ τῶν Ἰουδαίων, οἳ καὶ τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν ἔνοχοι μεμενήκασιν· «Ἐξέλιπε,» φησὶ, «φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ.
Πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν· ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.» Ἐφ᾽ ἡμῖν δὲ τοῖς πεπιστευκόσιν, οὐκ εἰς κενὸν κεκοπίακεν ἀργυροκόπος, οὔτε μὴν ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς ἢ μόλιβδος, κεκαθάρμεθα γὰρ ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Εἰ δὲ δὴ βούλοιτό τις τὴν ἐν πνεύματι καύσεως ἀποκάθαρσιν γεγενῆσθαι λέγειν ἐπὶ τοῖς Ἰουδαίων δήμοις, διὰ τῆς ἐκ τοῦ πολέμου συμφορᾶς καὶ ὧν ὑπομεμενήκασιν (ἀποκαθαίρουσι μὲν γὰρ αἱ κολάσεις, καὶ ἀπαλλάττει ἔσθ᾽ ὅτε πολλῶν πλημμελημάτων τὸ ὑποσχεῖν τὰς δίκας τῷ πάντων κριτῇ)· φορέσει καὶ οὕτω τὸ ἀληθὲς ὁ λόγος. <Καὶ ἥξει, καὶ ἔσται, πᾶς τόπος τοῦ ὄρους Σιὼν, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς, σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ, καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτὸς, πάσῃ τῇ δόξῃ σκεπασθήσεται.
Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.> Περὶ τίνος ἄρα τὸ, Ἥξει, φησί; Πότερα τοῦ καιροῦ, καθ᾽ ὃν ἔσται ταῦτα, ἢ περὶ τοῦ καθέντος ἑαυτὸν εἰς κένωσιν, καὶ καταβάντος ἐξ οὐρανοῦ ἵνα τὸ ἀνθρώπινον διασώσῃ γένος; Ἁρμόσει τοίνυν ὁ λόγος, κἂν εἴ τέ τις λέγοι περὶ τοῦ καιροῦ τῆς ἐπιδημίας εἰρῆσθαι ταυτί· κἂν εἴτ᾽ οὖν ἐπ᾽ αὐτοῦ βούλοιτο τοῦ Χριστοῦ.
Ἀφικόμενος γὰρ τοὺς τῆς νοητῆς Σιὼν υἱοὺς καὶ τῆς ἐλευθέρας Ἱερουσαλὴμ τῆς παρ᾽ ἑαυτοῦ χάριτος στεφανῶν ἀπέφηνε μακαρίους, καὶ οἷόν τις αὐτοῖς γέγονε σκεπαστὴς, μονονουχὶ τὴν ἀρχαίαν ἐκείνην ἐπαρτήσας νεφέλην τὴν πάλαι κατασκιάζουσαν ἐν τῇ ἐρήμῳ τὸν Ἰσραήλ· ταύτῃ τοί φησι· Καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν, καὶ τὰ πάντα τὰ περὶ κύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας. Ἵνα γὰρ τοῦ παρόντος βίου τὸν καύσωνα, καὶ τὰς ἐκ τῶν πειρασμῶν δοκιμασίας ἤγουν πυρώσεις διαδιδράσκοιεν οἱ τὴν νοητὴν οἰκοῦντες Σιὼν, τοῦτ᾽ ἔστι, τὴν Ἐκκλησίαν, νεφέλης δίκην μονονουχὶ καὶ ἐπικρεμάμενος σκεπαστὴς ἔσται, φησὶν, ὁ Χριστός· ὁ αὐτὸς δὲ πάλιν τὸν ἐκ τῆς ἀμαθίας καὶ διαβολικῆς σκαιότητος ἀποσοβεῖ σκότον, ἐπιλάμπων εἰς νοῦν, ὡς φῶς ἐν σκότῳ, καὶ ὡς πυρὸς αὐγή. Γέγραπται δὲ περὶ τῶν υἱῶν Ἰσραὴλ, ὅτι Ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Ἀλλὰ τύποι μὲν ἐκεῖνα, καὶ τῶν νοητῶν εἰκόνες· ἀλήθεια δὲ τὰ διὰ Χριστοῦ. Καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. Οὗ τῆς ἐπικουρίας ἠξιωμένοι, πάντη τε καὶ πάντως ἔσονται, φησὶν, ὡς εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Σκληρότητι δὲ καὶ ὑετοῖς παρεικάζει πάλιν τὴν τῶν πειρασμῶν φαιδρότητα καὶ ἀκμαιοτάτην προσβολήν.
Οὕτω γάρ πού φησιν ὁ Χριστός· «Πᾶς οὖν ὅστις ἀκούῃ λόγους τούτους καὶ ποιῇ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι· καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ πέτραν.» Προστιθεὶς δὲ, ὅτι πάσῃ τῇ δόξῃ σκεπασθήσεται, δίδωσι νοεῖν, ὡς οὐ μερική τις ἔσται παρὰ Χριστοῦ τοῖς πεπιστευκόσιν εἰς αὐτὸν ἡ χάρις, ἀλλ᾽ ἐν ὁλοκλήρῳ προθυμίᾳ τῆς ἐπ᾽ αὐτοῖς ἔσται φειδοῦς.
Ἔσονται δὲ ἐν περιβολῇ καὶ σκηνῇ τοῦ σώζειν ἰσχύοντος, καὶ παντὸς ἔξω τιθέντος κακοῦ. <ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου.> Ὅρος ὥσπερ τις καὶ προγραφὴ τῶν εἰρῆσθαι μελλόντων ὁ πρῶτος ἂν εἴη τοῦ προκειμένου στίχος. Τί γὰρ βούλεται δρᾷν ὁ προφήτης ὑποσημαίνει, λέγων· ᾌσω δὴ τῷ ἠγαπημένῳ· τοῦτ᾽ ἔστι Χριστῷ. Οὕτω γὰρ ἡμῖν αὐτὸν καὶ ὁ Θεὸς καὶ Πατὴρ ὠνόμαζε λέγων· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἆρ᾽ οὖν, ὦ προφῆτα, τῆς σῆς ἀκουσώμεθα φωνῆς; καὶ ὡς ἐκ μόνων τῶν σῶν ἐννοιῶν ἀναβύουσιν οἱ λόγοι; βλέπει δὲ ὅποι φράσον τῆς ᾠδῆς ὁ σκοπός.
Οὐκοῦν εἰ καὶ δι᾽ ἐμοῦ, φησὶν, ἀλλ᾽ οὐκ ἐμὸς ὁ λόγος, ἀλλ᾽ ἔστι τοῦ ἀγαπητοῦ· πεποίηται δὲ ἐπὶ τῷ ἀγαπητῷ ἀμπελῶνί μου· ἢ, καθά φασιν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, τῷ ἀμπελῶνι αὐτοῦ. Εἰ δὲ δὴ καὶ λέγοι ἐπὶ τῷ ἀμπελῶνί μου, οὐχ ὡς αὐτοῦ τυχὸν τοῦ ἀμπελῶνος ὄντος τὰ τοιάδε φησὶν, ἀλλ᾽ ὡς ὑπάρχων εἷς τῶν τελούντων εἰς τὸν ἀμπελῶνα. Εὑρήσομεν γὰρ τοὺς προφήτας, καὶ ἐπὶ τοῦ λαοῦ τοῦ Θεοῦ ταῖς τοιαύταις ἔσθ᾽ ὅτε κεχρημένους φωναῖς. Οἷον ὁ προφήτης Ἱερεμίας· «Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου, καὶ ἀπελεύσομαι ἀπ᾽ αὐτῶν;» Ὡς γὰρ εἷς ὑπάρχων τοῦ λαοῦ, λαὸν ἑαυτοῦ φησι τοὺς καθ᾽ αἷμά τε καὶ γένος οἰκείους. ᾌδει τοίνυν ὁ προφήτης τῷ ἠγαπημένῳ, καὶ ἔστιν αὐτοῦ τὸ ᾆσμα εἰρημένον ἐπὶ τῷ ἀμπελῶνι τῷ ἀγαπητῷ, τοῦτ᾽ ἔστι, τοῦ Ἰσραήλ. Γέγραπται γὰρ, ὅτι «Ἀμπελὼν Κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.» <Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρὴκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.> Ἀμπελῶνι παρεικάσας τὸν Ἰσραὴλ, ἐπιμένει δι᾽ ὅλου τῇ τοῦ λόγου μεταφορᾷ· «Γέγονε τοίνυν,» φησὶν, «ἀμπελὼν τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι.»
Φασὶ τοὺς ἑτέρους τῶν ἑρμηνευτῶν ἀρκεσθῆναι τῷ εἰπεῖν ἐν τόπῳ πίονι, ὡς τοῦ κέρατος ἡμῖν οὐδὲν ἕτερον, ἢ τοῦτο αὐτὸ σημαίνοντος. Δοκεῖ δέ τισιν τὸ ὡς ἐν κέρατι νοεῖν, ὡς ἐν δυνάμει Θεοῦ. Κεκληρονόμηκε γὰρ ὁ Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν, τοὺς πάλαι κατῳκηκότας ἐν αὐτῇ νικήσας διὰ Θεοῦ.
Τοιγάρτοι φησὶ πρὸς αὐτὸν, ἐν τεσσαρακοστῷ τρίτῳ ψαλμῷ· «Ἔν σοι τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Λαμβάνεται δὲ τὸ κέρας παρὰ τῇ θείᾳ Γραφῇ, εἰς ἰσχὺν καὶ εἰς δύναμιν, καὶ εἰς δόξαν τὴν βασιλικήν. Ἔστι γοῦν ἀκοῦσαι τοῦ μακαρίου Δαβὶδ ποτὲ μὲν λέγοντος, ὡς ἐκ προσώπου δικαίου παντός· «Ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου·» ποτὲ δὲ πάλιν περὶ Χριστοῦ· «Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.» Περιφανεστάτη γὰρ ἡ βασιλεία Χριστοῦ.
Ὅτι δὲ πίων τῆς ἐπαγγελίας ἡ γῆ, μεμαρτύρηκε τὸ Γράμμα τὸ ἱερόν. Πανταχῆ γὰρ αὐτὴν ὀνομάζει γῆν ῥέουσαν γάλα καὶ μέλι. Προσεμπεδοῖ δὲ τὸ λόγον καὶ ὁ θεσπέσιος Μελῳδὸς ψάλλων τε καὶ λέγων περὶ τοῦ Ἰσραήλ· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.» Ὁρᾷς τὸ ἐν κέρατι, τὸ ὡς ἐν δυνάμει Θεοῦ σημαῖνον ἐν τούτοις;
Καταπεφύτευται γὰρ ἐκβεβλημένων ἐθνῶν. Εἰρῆσθαι δὲ καὶ ἑτέροις τὸ ἐν κέρατι δοκεῖ, ὡς ἐν ὑψηλῷ τε καὶ ἐπηρμένῳ χωρίῳ· τοιαύτη γὰρ ἡ Σιὼν ἐν ὄρει κειμένη. Καταφυτεύσας δὴ οὖν τὸν ἀμπελῶνα, φησὶ, καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ κατεφύτευσα ἄμπελον Σωρήκ. Περιεδέδετο δὲ καθάπερ τινὶ φραγμῷ, καὶ ἀγγελικαῖς δυνάμεσι, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις ὁ Ἰσραήλ. Ἐχαρακώθη δὲ πρὸς τούτῳ. Καὶ τί δὴ τοῦτό ἐστιν; Οἱ τῆς τῶν ἀμπελώνων γεωργίας ἐπιστήμονες δόνακας ἑκάστῃ παραπηγοῦντες εὐτεχνῶς, αἴρουσί τε αὐτὰς ὑψοῦ, καὶ ἀναδεσμοῦσι τῆς γῆς. Σῶος γὰρ οὔτως ὁ ἐξ αὐτῶν καὶ ἀδιαλώβητος ἔσται καρπός. Τοιοῦτόν τι πέπραχε καὶ ὁ τῶν ὅλων Θεὸς, νόμῳ τῷ διὰ Μωσέως μονονουχὶ χαρακώσας τὸν ἀμπελῶνα τὸν νοητὸν, ἵνα μὴ εἰς γῆν ἐῤῥιμμένος, καὶ μόνα φρονῶν τὰ σαρκὸς καταφθείρηται πολυτρόπως, δύναιτο δὲ καὶ τὸ ἄνω φρονεῖν.
Ἀποφέρει γὰρ τῶν γηΐνων ὁ τοῦ Θεοῦ νόμος, οἷον ἀνέχων ὑψοῦ τῶν παιδαγωγουμένων τὸν νοῦν. Ὅτι δὲ καὶ εὐγενὴς ὁ ἀμπελὼν, διατρανοῖ λέγων, οὐχ ἁπλῶς τὴν τυχοῦσαν ἄμπελον ἐν τῷ πίονι πεφυτεῦσθαι τόπῳ, ἀλλὰ γὰρ Σωρὴκ, τοῦτ᾽ ἔστιν, ἐκλεκτήν.
Ἑβραίοις δὲ δοκεῖ, καὶ εἶδος ἀμπέλου, ἤτ᾽ οὖν ὄνομα καλῆς καὶ εὐφορωτάτης διὰ τοῦ Σωρὴκ σημαίνεσθαι. «ᾨκοδόμησα δὲ, φησὶ, καὶ πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ.» Ἐγήγερται γὰρ ἐν τοῖς Ἱεροσολύμοις ὁ διαβόητος ἐκεῖνος νεὼς, οἷόν τις πύργος καὶ ἐνδιαίτημα Θεοῦ, καὶ μὴν ὤρυκται καὶ προλήνιον. Τέθειται δὲ θυσιαστήριον ἐν αὐτῷ, καὶ κορβὰν, ὅ ἐστι γαζοφυλάκιον, ἐν ᾧ πᾶσα δωροφορία τῶν προσιόντων συνεκομίζετο. Ἐπειδὴ δὲ τὸν ἀμπελῶνα, φησὶν, εὖ ἔχοντα διὰ πάντων ἀπέφηνα, προσεδόκησα τοῦ ποιῆσαι σταφυλήν. Ὠόμην γὰρ, ᾠόμην, οὐχ ἕτερόν τι ποιήσειν αὐτὸν, ἢ τὸν εὐγενῆ τῆς ἀμπέλου καρπόν· ἐποίησε δὲ ἀκάνθας. Οὐκοῦν ἡμάρτηκε τῆς ἐλπίδος, ἐψεύσατο δὲ, καὶ ἀκάνθας τέτοκεν ἀντὶ βοτρύων ὁ Ἰσραήλ. Οὐ γάρ τοι γέγονε νομοφύλαξ, οὐδὲ τοῖς τῆς ἐπιεικείας κατεκαλλύνθη καρποῖς, ἀλλ᾽ ἐξώκειλεν ἀλλοτρόπως, καὶ πεποίηκεν ἀκάνθας, τοῦτ᾽ ἔστιν, ἔργα πυρὸς, ἤγουν ὅσα πλήττει τοὺς ἐπαφωμένους καὶ προσεγγίζοντας. Λυπεῖ δὲ Θεὸν ἥπερ ἂν γένοιτο παρ᾽ ἡμῶν ἁμαρτία, καὶ ὅπερ ἐστὶ παρ᾽ ἡμῖν ἡ ἄκανθα, τοῦτο καὶ παρ᾽ αὐτῷ φαυλότητος τρόπος. Ἀλλ᾽ ὡς ὁ μακάριος γράφει Παῦλος· «Γῆ μὲν ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ Θεοῦ.
Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος, καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.» <Καὶ νῦν, ὁ ἄνθρωπος τοῦ Ἰούδα, καὶ οἱ ἐνοικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ, καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου. Τί ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.> Πειρᾶται δεικνύειν ἀπροφάσιστον παντελῶς τῶν Ἰουδαίων τὸ ῥᾴθυμον καὶ πρός γε τούτῳ τὴν εἴς γε τὸν νόμον ἀναισχυντίαν. Μετὸν γὰρ αὐτοῖς καὶ μάλα ῥᾳδίως τὴν εὐκλεᾶ καὶ εὐδόκιμον τῆς ἐν νόμῳ ζωῆς, ἤγουν τῆς ἐν Χριστῷ πολιτείας, ἰέναι, τρίβον, αὐτοὶ τετιμήκασι τὴν διεστραμμένην. Καὶ μὴν τὸ δύνασθαι καρποφορεῖν ἀφέντες ὡς ἕωλον, γῆ τις ὥσπερ γεγόνασιν οὐ καρπῶν ἡμέρων τροφή· ἀγρία δὲ μᾶλλον καὶ ἀκανθοτόκος καὶ ὑλομανής. Ἡκέτωσαν τοίνυν, φησὶν, οἱ ἐν ὑμῖν σοφοὶ, δικαζέτωσαν ἐν ἐμοὶ τῷ τοῦ ἀμπελῶνος δεσπότῃ, καὶ αὐταῖς δὲ ταῖς ἀμπέλοις.
Τίνος δὴ οὖν ἄρα τῶν ἀγαθῶν ἐλλελοιπότων αὐταῖς ἀχρεῖοι γεγόνασιν; Εἰ μὲν γάρ τι τῶν ἀναγκαίων εἰς ὄνησιν παρῶπται τυχὸν ἐμοὶ τῷ πεφυτευκότι, διελεγχέτω τις καὶ πεπαύσομαι. Ἀποστήσω αἰτίας, καὶ οὐκ αἰτήσω δίκας. Τί γὰρ ποιήσω, φησὶν, ὃ μὴ πεποίηκα αὐτῷ; Ἐπειδὴ δὲ τῶν χρησίμων πλήρη τε ἀπέφηνα καὶ οὐδενὸς ἐπιδεᾶ, εἶτα γέγονεν ἀκανθοτόκος, καίτοι προσδοκῶντος ἐμοῦ καρποῖς ὡραίοις κομῶντα βλέπειν. Ποία τις ἔσται λοιπὸν ἡ παρὰ τοῦ δικάζοντος ψῆφος; Ἆρα γὰρ ἀτημελῆ καὶ ῥᾴθυμον ὀνομάσει τὸν γηπόνον, ἢ μᾶλλον ἐκείνους αἰτιάσεται τοὺς ἐν μεθέξει γεγονότας τῆς παρ᾽ ἐμοῦ φροντίδος, ἠμεληκότας δὲ οὕτω τῆς ἑαυτῶν εὐκαρπίας, ὡς εἰκαίαν ὕλην καὶ ἀκανθῶν ὄχλον ἀντὶ βοτρύων ἐκτεκεῖν; Ὅτι δὲ οὐ περὶ τῆς αἰσθητικῆς ἀκάνθης ὁ λόγος αὐτῷ, οὔτε μὴν βοτρύων ἢ σταφυλῆς, παντί τῳ σαφές. Εἴπερ ἐστὶ νοητὸς ὁ ἀμπελὼν, τοιοῦτοι δὲ πάντως καὶ οἱ καρποί. <Νῦν δὲ ἀπαγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ᾽ οὐ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον ἄκανθαι.
Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι ἐπ᾽ αὐτὸν ὑετόν.> Οὐκ ἀθαύμαστον, ὥσγ᾽ ἐμοὶ φαίνεται, τοῦ λόγου τὸ σχῆμα. Μόνον γὰρ οὐχὶ καὶ σεσιγηκότων τῶν κεκλημένων εἰς τὸ δικάσαι, αὐτῷ τε καὶ τῷ ἀμπελῶνι, τὴν δίκην αὐτοῖς ὁρίζει λοιπόν· καὶ τὰ ἐν τίσιν ἔσται προαγορεύει σαφῶς. Ἐλλελοιπότος γὰρ ὅλως οὐδενὸς αὐτῷ τῶν εἰς τὸ εὖ εἶναι χρησίμων, αὐτὸς ἐξ οἰκείας κατεχερσοῦτο γνώμης. Ἔδει δὴ οὖν ἄρα τοὺς εἰς τοῦτο φαυλότητος καθιγμένους ἔξω τε χειρὸς καὶ φροντίδος, καὶ μὴν καὶ ἐπικουρίας τοῦ Δεσπότου γενέσθαι λοιπόν. Οὐκοῦν ἀφελῶ, φησὶ, τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Φραγμοῦ δὲ καὶ τείχους ἔρημος ἀμπελὼν, προκείσεται πάντως τοῖς διαρπάζειν ἐθέλουσιν θοίνη τις ἑτοιμοτάτη καὶ τοῖς διοδεύουσι τρίβος, ἐξείργοντος οὐδενός. Περιφράττοντος μὲν γὰρ ἡμᾶς τοῦ Θεοῦ, καὶ ἀποῤῥήτοις τισὶν ἐπικουρίαις μονονουχὶ καὶ ἀνατειχίζοντος, οὐκ ἐσόμεθα βατοὶ καὶ ἐν τάξει τρίβου τοῖς ἀκαθάρτοις πνεύμασιν· οὔτε μὴν ἕτοιμοι πρὸς διαρπαγὴν τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ ἀλώπεξι τρυφή. Περὶ ὧν γέγραπται καὶ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπέλους.» Λέγονται δὲ καὶ μερίδες ἀλωπέκων γενέσθαι τινές.
Ἀνιέντος τε τοῖς ἀδικεῖν ἐθέλουσιν, καὶ φροντίδος τῆς ἄνωθεν ἀπαμφιεννύντος Θεοῦ, παντὸς εἰς πεῖραν ἥξομεν κακοῦ· καὶ πᾶς ὁστισοῦν ἐντρυφήσει τοῖς καθ᾽ ἡμῶν, κἂν εἰ νοητός τις εἴη λῃστής· κἂν ᾖ ὁ ἐν τοῖς μέλεσι σαρκὸς ἀγριαίνων νόμος· καὶ ἅπαν ἡμῶν τῆς διανοίας τὸ κίνημα καρποφορήσῃ τῷ Σατανᾷ. Οὐκοῦν δίχα τε φραγμοῦ, τοῦ μὴν ἀτείχιστος ἀμπελὼν, τοῖς ἐθέλουσιν ἀνεθήσεται πρὸς διαρπαγήν. Καὶ οὐ μὴ τμηθῇ, οὐδ᾽ οὐ μὴ σκαφῇ, τοῦτ᾽ ἔστιν, οὐδεμιᾶς ἐπιτεύξεται φροντίδος, ἐπανορθοῦν δυναμένης καὶ ἀνακομίζειν ἐπὶ τὸ ἄμεινον, καὶ τῆς οὕτω δεινῆς χερσίας ἀπαλλάττειν αὐτόν. Ἐντελοῦμαι γὰρ δὴ καὶ ταῖς νοηταῖς νεφέλαις, τοῦτ᾽ ἔστι, τοῖς ἁγίοις προφήταις, ἤγουν δυνάμεσι ταῖς ἀγγελικαῖς, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· δῆλον δὲ ὅτι τὸν νοητὸν, τὸν ὡς ἐν παρακλήσει τῇ εἰς νοῦν καὶ καρδίαν, καὶ λόγῳ τῷ θείῳ πραττόμενον. Πλὴν ἐντεῦθεν ἔστι μάλιστα ἰδεῖν, ὅτι τοῖς υἱοῖς Ἰσραὴλ οὐ πρό γε τῶν τῆς ἐπιδημίας καιρῶν τὰ τοιάδε συμβήσεσθαί φησιν ὁ προφητικὸς ἡμῖν λόγος, ἀλλ᾽ ὅτε πεπαρῳνήκασιν εἰς Χριστόν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν εἰπεῖν, ἤγουν καταδεῖξαι καιρὸν, καθ᾽ ὃν κατατετέλεκεν ὁ Ἰσραὴλ προφητῶν ἁγίων δίχα. Γεγόνασι μὲν γὰρ αἰχμάλωτοι κατὰ καιροὺς, καὶ εἰς τὴν Περσῶν καὶ Μήδων ἀπῴχοντο χώραν γυναιξὶν ὁμοῦ καὶ φιλτάτοις.
Πλὴν οὐ δίχα προφητῶν ἁγίων κατέβησαν εἰς Αἴγυπτον, ᾑρηκότων κατὰ καιροὺς τὴν διαβόητον Ἱερουσαλὴμ τῶν Βαβυλωνίων, ἀλλὰ συνῆν αὐτοῖς ὁ προφήτης Ἱερεμίας, τοῖς ἄνωθεν καὶ παρὰ Θεοῦ διακονούμενος λόγοις. Ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἔρημοι φραγμοῦ διατετελέκασι, καὶ πᾶσα αὐτῶν ἀσφάλεια πέπτωκεν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ καθαιρεῖσθαι λέγειν τὸν τοῖχον αὐτοῦ.
Πέπαυται δὲ καὶ ἅπας προφητῶν ἁγίων ὁ ἐπ᾽ αὐτοῖς λόγος, καὶ ὑετοῦ δίκην ἀνασχὼν τρόπον τινά· καὶ διαλελοίπασιν αἱ τῶν ἁγίων φωναί· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ δι᾽ ἑνὸς αὐτοῖς εἰρημένον παρὰ Θεοῦ· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἀπὸ Ἀνατολῶν ἕως καὶ Δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι.» Καὶ ταυτὶ μὲν, ὡς ἔφην, τοῖς ἐξ Ἰσραὴλ συμβέβηκεν, καὶ μάλα εἰκότως. Ἀπεώσαντο γὰρ αὐτοὶ τὸν τῶν δυνάμεων Κύριον, τὸν κατάρδοντα νοητῶς ψυχὰς καὶ καρδίας, καὶ καταπιαίνοντα δρόσοις ταῖς πνευματικαῖς· ὧν καὶ ὁ μακάριος Δαβὶδ διεμέμνητο λέγων· «Ὡς δρόσος Ἑρμὼν καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.» Ἐγήγερται δὲ ἀμπελὼν ἀντ᾽ ἐκείνου νέος, ὁ τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμόν. Καὶ περὶ αὐτῶν φησιν ὁ Νυμφίος ὁ ἐξ οὐρανοῦ, τοῦτ᾽ ἔστι Χριστός· Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Καὶ αὐτὸς μέν ἐστι ἡ πρώτη τε καὶ παναγία, καὶ ἀληθὴς ἄμπελος.
Ἀπηρτήμεθα δὲ αὐτοῦ ἡμεῖς κλημάτων δίκην, τῆς παρ᾽ αὐτοῦ ζωοποιοῦ πιότητος ἀναπιμπλάμενοι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐγώ εἰμι ἡ ἄμπελος ἀληθὴς, καὶ ὁ Πατήρ μου γεωργός ἐστι· πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτὸ, καὶ πᾶν τὸ φέρον καρπὸν καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.» Ἐπειδὴ δὲ αὐτῷ προσπεφύκαμεν δι᾽ οἰκειότητος, δῆλον ὅτι τῆς πνευματικῆς, ἀποτετελέσμεθα καρποφόροι· καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων αὐτός· «Μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλήματα· ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολὺν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Χρῆναι δὲ οὖν ἔγωγέ φημι προσερηρεῖσθαι δεῖν διὰ πίστεως καὶ ἀγάπης καὶ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας τῇ ἀμπέλῳ τῇ ἀληθινῇ, τοῦτ᾽ ἔστι, Χριστῷ.
Αὐτὸς γὰρ ἡμᾶς ἀποφανεῖ καρποφόρους, αὐτὸς περιθήσει φραγμὸν, καὶ ἐγερεῖ τὸ τεῖχος, καὶ ἀποστήσει διοδεύοντας. Καὶ πρὸς αὐτόν πού φησι λόγιον ἱερόν· «Καὶ οἰκοδομηθήσονταί σου ἔρημοι αἰώνιοι, καὶ μνημόσυνον γενεῶν γενεαῖς, καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.» <Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.> Ἀποδέδειχεν ἐναργῶς ἐν τούτοις, ὅτιπερ ὁ λόγος αὐτῷ γέγονεν οὐ περὶ αἰσθητοῦ μᾶλλον ἀμπελῶνος, ἀλλὰ περὶ νοητοῦ. Δέχεται γὰρ ἀεί πως ἡ θεόπνευστος Γραφὴ τὰ ἐμφανῆ τῶν παραδειγμάτων εἰς ἔνδειξιν τῶν ἀφανεστέρων καὶ νοητῶν πραγμάτων. Καὶ γάρ ἐστι, φησὶν, ὁ ἀμπελὼν τοῦ Κυρίου Σαβαὼθ, καὶ τὸ νεόφυτον ἠγαπημένον, ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ὁ ἄνθρωπος τοῦ Ἰούδα. Ἀλλὰ καίτοι τῆς παρ᾽ ἐμοὶ φειδοῦς καὶ ἀγάπης ἠξιωμένος, καὶ πάσης φροντίδος ἀπολελαυκὼς, οὐ γέγονεν εὔβοτρυς, οὐκ ἄμπελος εὐγενὴς, οὐ τετίμηκε νόμον, οὐδὲ ἐπιεικῆ καὶ ἁγίαν διεβίω ζωήν· ἐψεύσατο δὲ ὥσπερ καὶ τὴν τοῦ γηπονοῦντος ἐλπίδα. Ἐγὼ μὲν γὰρ προσεδόκησα κρίσιν. τοῦτ᾽ ἔστι, τὴν ἐκ διανοίας εἰλικρινοῦς ὀρθὴν καὶ ἀμώμητον τὴν ἐφ᾽ ἅπασι τοῖς πρακτικοῖς αἵρεσιν, ἤτοι κρίσιν. Ὁ δὲ, φησὶ, πεποίηκεν ἀνομίαν. Καίτοι πῶς ἂν ἄμπελος ἀκάνθας τέκοι;
οὐκοῦν ἐψεύσατο, καθάπερ ἔφην ἀρτίως. Ὅθεν γὰρ ἦν εἰκὸς τοὺς τῆς δικαιοσύνης ἀναφῦναι καρποὺς, ἐκεῖθεν ἀδόκητος ἐκδέδοται βίος, ὁ καὶ νόμων ἔξω τῶν ἱερῶν καὶ τῶν ἐκ τῆς θείας ἐντολῆς κατάῤῥησιν ἔχων. Οὐκοῦν ἐποίησεν ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.
Κραυγὴν δέ φησιν ἐκεῖνο οἶμαί που δεικνύων, ὅτι γέγονεν αὐτοῖς σεσοβημένος μὲν εἰς ὀργὰς καὶ θορύβου μεστὸς ὁ βίος. Διὸ καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἡγιασμένοις ἐντέλλεται λέγων· «Πᾶσα δὲ κραυγὴ, καὶ ὀργὴ, καὶ θυμὸς, καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ.» Πρέποι γὰρ ἂν, οὐ τοῖς καθεστῶσαν ἔχουσι τὴν φρένα, τὸ ταῖς ἀσυφήλοις κεχρῆσθαι κραυγαῖς, ἐκείνοις δὲ μᾶλλον, οἷς ὁ βίος οὐκ ἀσφαλής· μᾶλλον δὲ πρὸς πᾶν ὁτιοῦν εὐκόλως τῶν κακῶν, καὶ θυμῷ μᾶλλον ἢ συνέσει διοικουμένοις.
Ἔοικε δὲ καὶ τὴν παγχάλεπον τῶν Ἰουδαίων κραυγὴν ὑπαινίττεσθαι, ἢν ἐπ᾽ αὐτῷ πεποίηνται τῷ Χριστῷ. Πιλάτου γὰρ ὀνειδίζοντος, εἰ δὴ βούλοιντο σταυροῦσθαι τὸν βασιλέα τὸν ἑαυτῶν, ἁπάσης εὐκοσμίας τε ὁμοῦ καὶ φιλοθεΐας ἠφειδηκότες ἀνακεκράγεσαν αὐτοί· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.» Κραυγὴ τοίνυν πονηρὰ, τῆς Ἰουδαίων συναγωγῆς ὁ καρπὸς, δι᾽ ἣν ἀφῄρηται καὶ φραγμοῦ, καὶ τοίχου, καὶ ἀρδείας τῆς ἐκ νεφελῶν ἁγίων. Ἐστέρηνται δὲ καὶ ἁπάσης ἐπιμελείας. Ἔφη γὰρ, ὅτι Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ᾽ οὐ μὴ σκαφῇ. Κατεχερσώθη δὲ ὅλος ἀκάνθας ἐκτετοκὼς, αἳ φλογός εἰσι τροφή. <Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς;
Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα.> Ἵνα μή τις οἴηται μάτην κατειρηκότα τοῦ Ἰσραὴλ εἰκῆ τε τὴν ἄμπελον διαβαλεῖν, ὡς ἥκιστα μὲν σταφυλὴν ἐκτετοκυῖαν, μᾶλλον δὲ ἀκάνθας, τοῦτ᾽ ἔστιν, ἀντὶ κρίσεως, ἤτοι κριμάτων δικαίων ἀνομίας, ἀντὶ δὲ τῆς δικαιοσύνης κραυγήν· ἀπαριθμεῖται χρησίμως τὰ δι᾽ ὧν ἦν εἰκὸς, οὐ μετρίως κατεγνωσμένον ἰδεῖν, καὶ οὐκ ἐπὶ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλ᾽ ἐπὶ τοῖς ἄγαν ἐκνομωτάτοις, καὶ τοῖς ὅτι μάλιστα κατεστυγημένοις παρά γε τῷ φιλαρέτῳ Θεῷ. Ταύτῃτοί φησιν· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι.» Ἔνεστι γὰρ ὡς ἐπίπαν τοῖς ἐθέλουσι πλουτεῖν, καὶ μὴν καὶ τὸ δύνασθαι λαχοῦσι πρὸς τοῦτο, τὸ ἀεί τι θέλειν τοῖς ἤδη πεπορισμένοις ἐπισωρεύειν ἔτι, καὶ τὰ τῆς οὐσίας αὐτοῖς ἐν ἀκαταλήκτοις πλεονασμοῖς, ὁρᾶσθαι ποιεῖν. Καὶ γοῦν ἐπιφύονται τοῖς ὁμόροις ἀεὶ καὶ γείτοσιν· εὐρυτέρας τε τὰς ἐν ἄστεσιν οἰκίας ἀποτελεῖν σπουδάζοντες, καταβιαζόμενοι δὲ τοὺς τῶν ὁμορούντων αὐτοῖς χωρίων δεσπότας, καὶ τοῖς ἰδίοις συνάπτοντες. Ἀκόρεστον γάρ τι χρῆμα πλούσιος ἀνὴρ, εἰ παρακέοιτό πως αὐτῷ τὸ δύνασθαι ῥᾳδίως ἅπερ ἂν βούλοιτο κατορθοῦν. Πέπαυται γὰρ οὐδαμῶς τοῖς τοῦ πέλας ἐπιπηδῶν· καὶ διψῇ μὲν ἀεὶ τὸ οὔπω παρὸν, γλίχεται δὲ τῶν μήπω πεπορισμένων.
Οὐαὶ τοίνυν, φησὶ, τοῖς συνάπτειν ἐθέλουσι τὰς ἑαυτῶν οἰκίας ταῖς ἑτέρων, καὶ ἀγροῖς ἀγροὺς, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Πρόφασιν γάρ πως ἀεὶ τοῦ χρῆναι πλεονεκτεῖν ποιεῖσθαι σπουδάζουσι, τὸ μὴ δεῖν ἑτέρους γειτνιᾷν αὐτοῖς· εἶτα βιάζονται τοὺς ἀσθενεστέρους, καὶ πλεονεκτοῦσιν ἀνοσίως κατοιμώζοντας ἔσθ᾽ ὅτε, καὶ τῆς ἐνούσης αὐτοῖς σκαιότητος κατακεκραγότας. Τί οὖν ἄρα φησὶν αὐτοῖς ὁ προφητικὸς λόγος; Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς;
Ἆρα γὰρ, φησὶν, οἴεσθε μόνους ὑμᾶς κατὰ τὴν γῆν ὑπάρχειν, μὴ ἐφεστηκότος Θεοῦ, καὶ ἐφορῶντος τὰ δρώμενα; Καίτοι λίαν ἐγγὺς ὁ τῶν ὅλων ἐστὶ Δεσπότης· ἠκούσθη τὰ παρ᾽ ὑμῶν. Καὶ τίνα τρόπον; ἴσως ἐρεῖτε. Κατακεκραγότων δηλονότι τῶν ἠδικημένων.
Τοιοῦτόν τι καὶ ὁ Σωτῆρος ἡμῖν γέγραφε μαθητής· «Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῖν ταῖς ἐπερχομέναις.» Καὶ πρός γε τούτῳ φησίν· «Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν. Ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράξει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.» Δέχεται γὰρ καὶ λίαν ἑτοίμως τὰς τῶν πλεονεκτουμένων φωνὰς ἡ παναγία τε καὶ μισοπόνηρος φύσις. Ὅτι δὲ οὐκ ἀφέστηκε τῶν ἐπὶ τῆς γῆς, πιστώσεται λέγων αὐτός· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν.» Ἀκουέτωσαν τοίνυν οἱ πλεονεκτεῖν ἐθέλοντες, καὶ βιάζειν, καὶ διαρπάζειν ἀδελφούς· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Πάρεστι γὰρ ὁ τῶν ὅλων Θεός. Ἰστέον δὲ ὅ τι, καίτοι κατὰ τὸ εἰκὸς τῶν ἄγαν ἀστειοτάτων, ὁ προφήτης ἡμῖν ἐν τούτοις ὑποδηλοῖ· Ὦ γὰρ πλούσιοι, φησὶ, τί τὰ τοῦ πλησίον ἁρπάζετε, καὶ μεμισήκατε τὸν ἐγγύς; Συμβήσεται πάντως ὑμῖν δὴ καὶ μόνοις οἰκῆσαι τὴν χώραν, τῶν ἄλλων ἁπάντων ἐξωθουμένων. Ἔρημον οὖν τῶν κατῳκηκότων ἀποφανεῖτε τὴν γῆν. Ἄριστον οὖν ἄρα καὶ σοφὸν, μεταποιεῖσθαι μόνων τῶν εἰς αὐτάρκειαν τὴν μεμετρημένην. Κρείσσων γὰρ μερὶς μικρὰ μετὰ τοῦ φόβου Κυρίου, ἢ πολλὰ γενήματα μετὰ ἀδικίας.
Εἰ δὲ δή τι χρὴ καὶ ἐξ ἱερῶν γραμμάτων λαβόντας εἰπεῖν, βεβασίλευκέ τις τῶν ἐν Σαμαρείᾳ κατὰ καιροὺς τοῦ Ἰσραὴλ, ὃς δὴ καὶ οἶκον πολυτελέστατον ἑαυτῷ ἀναστήσας, πίπτει μὲν παρ᾽ αὐτοῦ καὶ παραχρῆμα διόλλυται. Διελέγχων δὲ Θεὸς ὡς εἰκῆ πεποιηκότα, φησίν· ᾨκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ, διεσταλμένα θυρίσιν, ἐξυλωμένα ἐκ κέδρων, καὶ κεχρισμένα ἐν μίλτῳ. Μὴ βασιλεύσῃς, ὅτι σὺ παρωξύνθης ἐν Ἀχὰζ τῷ πατρί σου. Βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν. «Οὐ γὰρ ἂν ὀνήσουσι θησαυροὶ ἀνόμους,» κατὰ τὸ γεγραμμένον· «δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.» <Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαὶ, εἰς ἐρήμωσιν ἔσονται μεγάλαι καὶ καλαί· καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἔργονται δέκα ζεύγη βοῶν ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία.> Ἠκούσθη μὲν γὰρ ὁμολογουμένως, φησὶν, εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ, τὰ τῆς καθ᾽ ἑτέρων πλεονεξίας ἐγκλήματα τῶν δυνατωτέρων. Τί οὖν σεσίγηκεν ἄρα, παρῆκεν ἡσυχῇ, καὶ χαλινὸν ἐπήνεγκε ταῖς ὀργαῖς;
Οὐδαμῶς, φησί. Καὶ τούτου σαφὴς ἀπόδειξις, τὸ εἰκαῖον ἀποφῆναι τοῖς τῶν ἀλλοτρίων ἐρασταῖς τὸ ἐπὶ τούτῳ σπούδασμα. Ποία γὰρ ὄνησις τοῦ συνάπτειν οἰκίαν πρὸς οἰκίαν, λαμπρῶς τε καὶ φιλοτίμως κατασκευάζειν ἑστίας, εἰ μή τις ἔσται, φησὶ, κατοικήσων ἐν αὐταῖς, δαπανήσαντος τοῦ πολέμου μικροὺς καὶ μεγάλους; Τί δὲ τῶν εὐρυοτάτων αὐτοῖς ὄφελος ἀγρῶν, εὐκαρπεῖν αὐτοῖς οὐκ ἐῶντος Θεοῦ, διὰ τὰς τῶν κτησαμένων, ἤγουν ἁρπασάντων πλεονεξίας;
Ἔσται γὰρ, ἔσται ἐν ἀφορίᾳ τοσαύτῃ τὰ ἐν ἀγροῖς, ὡς εἴκοσι μόσχων, ἤτοι ζευγῶν δέκα πονούντων ἐν ἀμπελῶσιν, ἓν καὶ μόλις γενέσθαι κεράμιον· καὶ σπαρέντων μέτρων ἓξ ἐν ἡμίσει τῆς τῶν σπερμάτων καταβολῆς τὴν τῶν καρπῶν ἀπόδοσιν ἰδεῖν. Ἀρκέσει δὲ, οἶμαι, πρὸς ἐργασίαν ζεύγεσι δέκα βοῶν, πλείστη μὲν ἀμπελόφυτος γῆ, πλεῖστοι δὲ ὁμοίως ἀρόσιμοι κλῆροι. Οὐκοῦν ἀνόνητος ἡ κτῆσις, καὶ τοῦ πλεονεκτεῖν εἰκαῖος ὁ πόνος, εἰ μήτε τις οἰκήσει τὰς ἐν τοῖς ἄστεσιν οἰκίας. Μὴ μὴν εὐφορήσει τὰ ἐν ἀγροῖς, Θεοῦ καταφθείροντος, καὶ τὴν τῶν ἀπλήστων ἐλέγχοντος ἀδικίαν. Ἐπειδὴ δὲ καὶ ἡμῶν ἕκαστος ἐν ἰδίᾳ ψυχῇ νοητὸν ἔχει γεώργιον, καὶ τὸν τῆς δικαιοσύνης ἐργάζεται σπόρον, φυλαττώμεθα τὸ προσκρούειν Θεῷ.
Τότε γὰρ τότε, καθάπερ οἶκον ἀσφαλῆ καὶ ἐρηρεισμένον, οἰκήσομεν τὴν πολυειδῆ καὶ παμποίκιλον ἀρετὴν, πληθυνοῦμεν δὲ σίτων ὥσπερ κοιλάδες· εὐλογήσει δὲ ὁ τῶν ὅλων Θεὸς τὸν σπόρον ἡμῶν, καὶ αὐξήσει τὰ γεννήματα τῆς δικαιοσύνης ἡμῶν, καθά φησιν ὁ θεσπέσιος Παῦλος. <Οὐαὶ οἱ ἐγειρόμενοι τῷ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων, τὸν οἶνον πίνουσι, καὶ αὐλῶν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν.> Συνάπτει τοῖς πρώτοις ἕτερα καὶ παγχάλεπα τῶν πλουσίων ἐγκλήματα. Πάρεσται γὰρ αὐτοῖς, πρός γε τῷ βούλεσθαι πλεονεκτεῖν καὶ ἀκορέστως βιάζεσθαι τοὺς ἀσθενεστέρους, καὶ τὸ ἐν πότοις εἶναι φιλεῖν, καὶ τρυφαῖς ἐπιγάννυσθαι, κώμοις τε καὶ μέθαις ἀκαταλήκτοις, καὶ τοῖς ἐκ φιλοσαρκίας καταμιαίνεσθαι κακοῖς· καὶ τοῦτο ἐνδελεχῶς οἴεσθαι δεῖν αὐτοὺς ἐν παντὶ δὴ τοῦτο πράττειν καιρῷ. Ἱκανὸς γὰρ ὁ πλοῦτος ἀκονῆσαι πρὸς τρυφὰς, καὶ τὸν ἐπ᾽ αὐτοῖς ἀφανίσαι κόρον. Ἀλλ᾽ «ὁ σπείρων εἰς τὴν σάρκα,» καθά φησιν ὁ Παῦλος, «ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Τέλος γὰρ τῆς προσκαίρου τρυφῆς μακρὸν καὶ διηνεκὲς ἔσται δάκρυον, καὶ σαρκικῆς ἡδονῆς ὄλεθρος ὁ καρπός. Γράφει τοίνυν ἡμῖν ὁ προφήτης τὰς τῶν Ἰουδαίων ἀγερωχίας, καὶ τὸ ἐξίτηλον εἰς τρυφὰς, καὶ τὸ κεχυμένον εἰς ἀσωτίας.
Πάντα γὰρ, φησὶ, καιρὸν ἀπονέμοντες ταῖς γαστριμαργίαις, ὑπὸ τὴν ἕω ζητοῦσι τὸ σίκερα, καὶ τοῖς ἡλίου δρόμοις συνεκτείνουσι τοὺς πότους, καὶ μέχρις αὐτῆς μένοντες τῆς ἑσπέρας. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει.
Ὁμολογουμένως μὲν γὰρ ἐμποιεῖ τινα καῦσιν ἄδην πινόμενος τοῖς σπλάγχνοις ὁ οἶνος. Συγκαύσει δὲ καὶ ἑτέρως τοῦ μεθύειν τοὺς ἐραστὰς, ἔσται γὰρ αὐτοῖς πρὸς τοῦτο κολάζοντος ἀφορμή. Συγκαυθήσονται δὲ πάντη τε καὶ πάντως εἰς φλόγας πεμπόμενοι τὰς διηνεκεῖς, καὶ ἡτοιμασμένας τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ταύτῃτοι καὶ ὁ μέθυσος ὁμοῦ τοῖς ἄλλοις βεβήλοις ἀπόκληρος ἔσται παρὰ Θεῷ, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν οὐκ εἰσελεύσεται.
Ὅρα γὰρ ὅση τῶν Ἰουδαίων γέγονε κατὰ καιροὺς ἡ ἐπὶ τὸ χρῆναι τρυφᾷν ἐξιτηλία. Ὅπου γὰρ ὁ κιθάρας κτύπος, καὶ τυμπάνων ἦχος, καὶ τῶν αὐλούντων συναναφώνησις, σὺν εὐρυθμίᾳ καὶ κρότοις, ἐκεῖ που πάντως ἐστὶ καὶ πᾶν εἶδος ἀκαθαρσίας, καὶ τὰ κρυφῆ γιγνόμενα παρ᾽ αὐτῶν, ἃ καὶ αἰσχρόν ἐστι λέγειν. Ζημιοῖ δὲ τοῦτο αὐτοὺς τὸ μὴ δύνασθαι καθορᾷν τὴν τοῦ Θεοῦ δόξαν, μήτε μὴν ἐνατενίζειν τοῖς ἔργοις αὐτοῦ. Ὥσπερ γὰρ ὁ τοῦ σώματος ὀφθαλμὸς, ἢ κόνεως ἐμβαλούσης, ἢ λήμης ἐγκεχυμένης, ἢ παρενοχλοῦντος τραύματος ἰδεῖν οὐ δύναται καθαρῶς· οὕτω καὶ ἀνθρώπινος νοῦς ταῖς τῆς σαρκὸς εἰ καταπαχύνοιτο τρυφαῖς, ἀναμύειν οὐ δύναται πρὸς Θεὸν, οὔτε μὴν ἀκριβῆ τοῖς παρ᾽ αὐτοῦ γινομένοις ἐνερείδειν τὴν ὄψιν· δι᾽ ὧν ἔστι καὶ μάλα σαφῶς, τίς τε καὶ ὅσος ἐστὶν ὁ Δημιουργὸς, ἐννοεῖν δύνασθαι. Γινώσκεται γὰρ ἀπὸ καλλονῆς κτισμάτων· καὶ θαυμάσειεν ἂν αὐτὸν καὶ μάλα πλουσίως ὁ τοῖς παρ᾽ αὐτοῦ πεποιημένοις τὸ θαῦμα διδούς. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἤ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.»
Εἰκὸς δὲ δὴ τὸν προφήτην καταιτιᾶσθαι τοὺς Ἰουδαίους ὡς ἀγαπῶνται πότους, συλλεγομένους δὲ καὶ μάλα προθύμως εἰς τρυφάς· μὴ μὴν ἔτι καὶ εἰς νοῦν ἔχειν, ἤγουν εἰς τὰ μέλλοντα θεωρεῖν, τοῦτ᾽ ἔστι, τὰ συμβήσοντα αὐτοῖς ὡς ἐκ θείας ὀργῆς, ἃ καὶ ἔργα φησὶ τῶν χειρῶν τοῦ Θεοῦ. Ποιεῖ γὰρ εἰρήνην τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς παροτρύνουσι κτίζει κακά. Εἰ γὰρ ἑώρων τὰ ἐσόμενα κατ᾽ αὐτῶν ἔργα Κυρίου, οὐκ ἂν ἠνέσχοντο πότον, ἀλλ᾽ ἦν ἂν αὐτοῖς ἐν σπουδῇ τὸ δάκρυον, καὶ φίλος ὁ θρῆνος, πόνοι τε καὶ προσευχαὶ, καὶ τὰ τῆς μεταγνώσεως ἔργα, τῶν ἐν ἀσωτίᾳ κακῶν ἡδίονα. <Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ λιμὸν καὶ δίψαν ὕδατος.
Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Καὶ καταβήσονται οἱ ἔνδοξοι, καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ νομεῖς αὐτῆς. Καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτισθήσεται ἀνήρ.
Καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται, καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ, καὶ ὁ Θεὸς ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.> Ὅτι τοῖς θέλουσι τρυφᾷν ἐκτελευτᾷ τὸ χρῆμα πρὸς ὄλεθρον καὶ πρὸς αὐτό που τὸ λοῖσθον ἀφικνεῖται τῶν κακῶν, ὁ θεῖος ἡμᾶς ἐν τούτοις διδάσκει λόγος. Ἐπειδὴ γὰρ οἱ τῆς Ἰουδαίων χώρας, τῶν ἄλλων περιφανέστεροι, μεθέντες ὡς ἀκερδὲς τὸ χρῆναι περιεργάζεσθαι τὰ ἔργα τοῦ Θεοῦ, καὶ τὸ ἐμβλέπειν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, παρ᾽ οὐδὲν ποιήσασθαι μεμελετηκότες, κώμοις τε διηνεκέσιν ἐσχόλαζον, καὶ μεθύειν ἤθελον ἀσωτότατα καταυλούμενοι, καὶ τοῦτο διημερεύοντες· οἰχήσονται μὲν αἰχμάλωτοι καὶ δουλεύσουσιν ἐχθροῖς, πληθὺς δὲ τοσαύτη νεκρῶν κατὰ πᾶσαν ἔσται τὴν χώραν, λιμῷ καὶ δίψει διολωλότων, ὡς μονονουχὶ σπαταλῆσαι τὸν ᾅδην πλατεῖ καὶ ἀπλήστῳ στόματι, χανδὸν ἐκροφοῦντα τοὺς καταβαίνοντας, καὶ τοῖς ἰδίοις ἀποκλείοντα θησαυροῖς. Ὅταν γὰρ ᾅδου ψυχὴν πλατυνομένην ἀκούεις, νομιστέον ἕτερον οὐδὲν βούλεσθαι δηλοῦν αὐτὸν, ἢ ὅπερ ἔφην ἀρτίως. Κέχρηται γὰρ ἡ θεόπνευστος Γραφὴ τοῖς ὀνόμασι τροπικῶς ἔσθ᾽ ὅτε, καὶ οἷον ἐκ μεταφορᾶς, καὶ ἐπὶ τῶν οὐκ ἐχόντων ψυχὴν, ἀλλ᾽ οὐδὲ ἐν τάξει ζώων ἠριθμημένων, ἢ καὶ ὄντων τούτων κατ᾽ ἀλήθειαν. Ποία γὰρ ᾅδου ψυχή;
Τόπος δὲ μᾶλλον ὁ ᾅδης, καὶ ψυχῶν ἀθλίων ἀμειδὲς δεσμωτήριον. Οὐκοῦν τῶν ἐν τῷδε τῷ βίῳ ἐντρυφώντων ψυχαὶ κατοιχήσονται μὲν εἰς τὸν ᾅδην, κατεμπλήσουσι δὲ ὥσπερ τὴν ψυχήν. Καί τι τοιοῦτον ἡμῖν ὁ θεσπέσιος μελῳδὸς ὑποδηλοῖ, λέγων περὶ πάσης, οἶμαι, ψυχῆς φιληδόνου τε καὶ φιλαμαρτήμονος· Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Ὥσπερ γὰρ τοὺς ἁγίους ἀπαλλαττομένους τῶν καθ᾽ ἡμᾶς πραγμάτων, προστεθῆναί φησι τὸ Γράμμα τὸ ἱερὸν τοῖς πατράσιν αὐτῶν· εἴρηται γάρ που πρὸς τὸν μακάριον Ἀβραάμ· «Καὶ σὺ προστεθήσῃ πρὸς τοὺς πατέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ·» οὕτω καὶ τοὺς τελευτῶντας ἐν ἁμαρτίαις εἰς γενεὰν πατέρων αὐτῶν ἀποδραμεῖσθαί φαμεν, πατέρας αὐτῶν εἶναι λέγοντες τοὺς ὁμοιοειδῆ καὶ διὰ πάντων ἴσην καὶ ὁμοίως ἔχουσαν διαζῶντας ζωήν. Εἰ δὲ δὴ λέγοιτο πλῆθος εἶναι νεκρῶν, διὰ λιμὸν καὶ δίψαν ὕδατος, ἐκεῖνό φαμεν, ὅ τι γέγραφεν Ἰώσηπος ὁ τῆς Ἰουδαίων συμφορᾶς ἐκτραγῳδήσας τῷ βίῳ τὸ μέγεθος· ὅτι πολιορκουμένης τῆς Ἱερουσαλὴμ γύναια μὲν κατεδήδοκεν ἃ τετόκασι κορία, ἤττοντο δὲ παντὸς ὑπὸ λιμοῦ καὶ ἀνάγκης τοῦ τοῖς ὀδοῦσιν εἴκοντος. Ὅτι δὲ οὐκ ἐν μόνῃ τοῦτο γέγονε τῇ Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἐν ταῖς ἑτέραις τῆς Ἰουδαίας πόλεσιν, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις;
Οὐκοῦν πλεῖστοι μὲν ὅσοι δεδαπάνηνται τῷ πολέμῳ, καὶ πεπτώκασιν ἐν μαχαίραις· πολλῶν δὲ τῶν οὕτως ἀπολωλότων πλείονας ἡ τοῦ λιμοῦ κατέφθειρεν ἀγριότης. Εἰ δὲ δή τις λέγοι, καὶ νοητῶν ὑδάτων γενέσθαι σπάνιν, καὶ τροφῆς τῆς θείας δεδυσσεβηκόσι τοῖς Ἰουδαίοις· ἀπολωλέναι δὲ οὕτως αὐτοὺς, καὶ οἷον εἰς ᾅδου καθικέσθαι, διά γε τοῦ μὴ ζωοποιεῖσθαι διὰ Χριστοῦ, καθ᾽ ὁμοιότητα τῶν πιστευσάντων εἰς αὐτόν· οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς. Συμβέβηκε γὰρ αὐτοὺς καὶ τοῦτο παθεῖν. Ἀλλὰ τίνες ἂν νοηθεῖεν οἱ καταβαίνοντες, οἷς καὶ αὐτὸς ὁ ᾅδης καταπλατύνει τὴν ἰδίαν ψυχὴν, καὶ τὸ ἄπληστον ἀνοίξει στόμα, προσεπάγει λέγων· Οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ λοιμοὶ αὐτῆς. Ἐπειδὴ γὰρ ἦσαν τῶν ἀνὰ πᾶσαν τὴν χώραν ἡγούμενοι καὶ περιφανέστεροι, δι᾽ αὐτῶν ἦν εἰκὸς παιδαγωγηθήσεσθαι καλῶς τὸ ὑπήκοον· ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων. Τύποι δὲ ὥσπερ καὶ ὑπογραμμὸς γεγόνασι τοῖς ἄλλοις τῆς ἐπαράτου ζωῆς, καὶ πρὸς αὐτούς πού φησι λόγιον ἱερόν· «Ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν.» Ὁρᾷς ὅπως παγὶς καὶ θήρατρον γεγόνασι τοῖς λοιποῖς, ὅτι καὶ ταῖς τῶν ἡγουμένων ἐπιεικείαις, καὶ μέντοι καὶ ῥᾳθυμίαις ἀεί πως ἕπεσθαι φιλεῖ τὸ ὑπήκοον.
Οὐκοῦν ὡς παραίτιοι γεγονότες σφίσιν ἑαυτοῖς, καὶ τοῖς ἄλλοις ἅπασι τοῦ ἀπολέσθαι δεῖν, πρῶτοι καταβήσονται καὶ προελάσουσιν εἰς ᾅδου, ἐπιπηδώσης τρόπον τινὰ καὶ πρό γε τῶν ἄλλων αὐτοῖς τῆς θείας ὀργῆς. Κολασθήσονται δὲ οὐχ ὅτι πλούσιοι καὶ ἔνδοξοι γεγόνασιν, ἀλλ᾽ ὅτι λοιμοὶ, τοῦτ᾽ ἔστι, φθοροὶ καὶ λυμεῶνες, καὶ ἑαυτῶν, ὡς ἔφην, καὶ τῆς ἀγελαίας πληθύος. Οἱ δὲ μεγάλα φυσῶντες, φησὶν, ἔσονται τεταπεινωμένοι καὶ ἄτιμοι. Καὶ τίνα γὰρ οὐ ταπεινοῖ τοῦ θανάτου τὸ δεῖμα; Ἢ ποῖον ὀφθαλμὸν ἐπηρμένον καὶ ἄνω βλέποντα δεινὴ καὶ δύσοιστος οὐ κατακοιμίζει συμφορά;
Τούτων δὲ, φησὶν, ἁπάντων συμβεβηκότων ὑψωθήσεται Κύριος Σαβαὼθ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ᾽ ἔστι, κατ᾽ ἐκεῖνο τοῦ καιροῦ, καθ᾽ ὃν εἰς πέρας δραμεῖται τὰ ἐπ᾽ αὐτοῖς προηγορευμένα. Ὑψοῦται δὲ μόνος Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ἐν δικαιοσύνῃ, ὡς ὀρθῇ καὶ ὁσίᾳ τῇ ψήφῳ κολάσας τὸν ἀλαζόνα λαὸν, τὸν ἀπειθῆ καὶ φιλήδονον. Παραιτητέον οὖν ἄρα τὰς τρυφὰς, καὶ ὡς ἀπωτάτω ποιεῖσθαι σπουδάζωμεν τὰς ἀνονήτους φιλοσαρκίας, μᾶλλον δὲ τὰς μυσαρωτάτας, ἵνα μὴ κατατρυφήσῃ καὶ ἐφ᾽ ἡμῖν ὁ ἄπληστος ᾅδης. Μεμνήμεθα γὰρ τοῦ Σωτῆρος λέγοντος· «Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.» Καὶ πάλιν, ὅτι «Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι γελάσετε·» καταλήξει γὰρ ὁ πόνος εἰς ἀναψυχὴν, καὶ ἀγαθῶν ἱδρώτων τὸ πέρας, τρυφῆς ἡμῖν ἔσται τῆς εἰς αἰῶνα πρόξενον. «Ὁ γὰρ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθορὰν,» καθὰ γέγραπται· «καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.» <Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται.> Συνεστώσης ἔτι τῆς Ἰουδαίων χώρας καὶ ἐν ἀκμαῖς οὔσης τοῦ εὐημερεῖν, ἐμάχοντο μὲν πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ τὰ περίοικα τῶν ἐθνῶν.
Ἐπειδὴ δὲ ἦν ὁ τῶν ὅλων Θεὸς ὁ συνασπίζων τῷ Ἰσραὴλ, κεκράτηκεν οὕτως τῶν ἀνθεστηκότων ὡς νικᾷν ἀμαχεὶ, καὶ καταπτοεῖν ἅπαντας, καὶ διαρπάζειν αὐτῶν τὰς χώρας, καὶ καταδῃοῦν τὰς πόλεις, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων μετ᾽ ἐξουσίας. Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ δέδονται ταῖς Ῥωμαίων στρατιαῖς εἰς ὄλεθρον καὶ διαρπαγὴν, ἐνεπρήσθησαν μὲν αἱ πόλεις, διηρπάσθησαν δὲ πάντα τὰ ὄντα αὐτοῖς παρὰ τῶν νενικηκότων. Εἶτα τῆς Ῥωμαίων στρατιᾶς ὑπενδούσης βραχὺ, κατέτρεχον οἱ πάλαι διαρπαζόμενοι, πόλεις τε καὶ οἴκους διερευνώμενοι, συνεκόμιζόν τε τὰ λοιπὰ, καὶ εἰς τὰς σφῶν αὐτῶν ἀπέφερον χώρας.
Καί τι τοιοῦτον ἡμῖν ὑποδηλοῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφήτου· «Καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ λοιπὰ τοῦ Ἰσραήλ· ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.» Ὅτι τοίνυν οὐκ ἀρκέσει μόνα παθεῖν αὐτοὺς τὰ ἐκ τῆς Ῥωμαίων στρατιᾶς, προστεθήσεται δὲ καὶ τὰ ἐκ τῆς ὠμότητος τῶν ὁμόρων ἐχθρῶν, προαγορεύει λέγων· «Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι.» Οἱ γὰρ πάλαι, φησὶν, ἕτοιμοι διηρπασμένοι ὑπ᾽ αὐτῶν, διὰ τὸ ἐπαμύνειν Θεὸν, κατανεμηθήσονται τὴν χώραν αὐτῶν ὡς ταῦροι, τοῦτ᾽ ἔστι, δεινοὶ καὶ ἀγέρωχοι, καὶ ἄμαχον ἔχοντες τὴν ἀντίστασιν. Καὶ τὰς ἐρήμους τῶν ἀπειλειμμένων ἄρνες φάγονται. Ἀπειλειμμένων δὲ φησὶ, τῶν πολιορκηθέντων. Τὰς τοίνυν, φησὶν, ἐρημωθείσας πόλεις τῶν πολιορκηθέντων ἄρνες βοσκηθήσονται, τοῦτ᾽ ἔστι πάλιν οἱ ἐξ ἐθνῶν. Ἐπειδὴ δὲ πάλιν ὡς περὶ ταύρων ἡμῖν πεποίηται τὸν λόγον, μεμένηκε τῇ τροπῇ, καὶ προστέθεικεν ἄρνας, ἵνα τοὺς μὲν ἄγαν ἰσχυροὺς νοῶμεν εἰς μόσχους. Τοὺς δὲ μὴ οὕτως ἔχοντας, ὑποβεβηκότας δὲ ἐν ἰσχύϊ μείονι, λέγομεν ἄρνας. Οὕτω δὴ καὶ τὴν ἑκάστου τῶν ῥᾳθυμούντων καρδίαν αἱ πονηραὶ καὶ ἀκάθαρτοι νεμηθήσονται δυνάμεις, ὡς μόσχοι καὶ ἄρνες. Τροφὴ δὲ αὐταῖς τὸ φιλήδονον, καὶ νοῦ ῥοπὴ βλέποντος εἰς τὸ πλημμελές.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.