Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Ε', Τόμος Δ'
Οι πνευματικές ανταμοιβές της δικαιοσύνης, η μεταφορά της ιερωσύνης σε αλλογενείς και ο πλούτος της δόξας της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Ε', Τόμος Δ'
Οι πνευματικές ανταμοιβές της δικαιοσύνης, η μεταφορά της ιερωσύνης σε αλλογενείς και ο πλούτος της δόξας της Εκκλησίας.
ΤΟΜΟΣ Δʹ. <Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε βοήσεις, καὶ ὁ Θεὸς εἰσακούσεταί σου. Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι.> Εἰ καθαρῶς, φησὶ, νηστεύσειας, καὶ διεσμηγμένας τὰς χεῖρας ἀποδείξειας τῷ Θεῷ, καὶ ῥύπου παντὸς ἀπηλλαγμένον τὸν νοῦν, ἤγουν ὅταν ἀποσμήχῃ τοῦ καταπαίειν πυγμαῖς ταπεινὸν, καὶ ὑπονύσσειν μὲν τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας, ἕπεσθαι δὲ τοῖς αὐτοῦ [γρ. σοῦ] θελήμασι καὶ φιληδονίαις, ὅταν διαθρύψῃς πεινῶντι τὸν ἄρτον, γυμνὸν ἀμφιέσῃς, πτωχοὺς ἀστέγους εἰσαγάγῃς εἰς τὸν οἶκόν σου· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου. Ἔμφασιν ἔχει πλείστην ὅσην ὁ λόγος. Οὐ γὰρ ἁπλῶς ἔφη, Δοθήσεταί σοι παρὰ Θεοῦ τὸ φῶς, ῥαγήσεται δὲ μᾶλλον, οἷον ἀστραπῆς τινος δίκην, σὺν ὁρμῇ καὶ δρόμῳ καθιέμενον παρὰ Θεοῦ, δι᾽ οὗ διαδείκνυται σαφῶς τοῦ χορηγοῦντος ἡ προθυμία. Πρώϊμον δὲ λέγων, ὅτι καὶ πρὸ καιροῦ καταφοιτήσει, διδάσκει. Οἶδε μὲν γὰρ, οἶδεν ὁ τῶν καθ᾽ ἡμᾶς ταμίας Θεὸς, ὁ πνευματικῶν χαρισμάτων δοτὴρ, ταῖς ἐφ᾽ ἑκάστῳ φιλοτιμίαις τὸν καιρὸν ἐοικότα.
Ἀλλ᾽ εἴ τις γένοιτο καλός τε καὶ ἀγαθὸς, καὶ προσέτι φιλοικτίρμων καὶ εὐήνιος, τούτῳ καὶ πρώϊμα τὰ παρ᾽ αὐτοῦ δοθήσεται γέρα, ὥστε καὶ ἀσταχύων δίκην ἀνατέλλειν ἐν αὐτῷ· καὶ τὰ ἰάματα αὐτοῦ, τουτέστιν, ἁπάσης ἀῤῥωστίας ἀποβολὴν, καὶ τῶν ἀμεινόνων ἀντεισδρομήν. Ψυχικῶν γὰρ ἀῤῥωστημάτων ὅταν ἀπαλλάττηταί τις, καρποφορήσει πάντως τὴν εἰς ἅπαν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν.
Φωτὸς οὖν ἐν ἡμῖν διαυγάσαντος τοῦ θείου τε καὶ νοητοῦ, συνανατέλλει πάντη τε καὶ πάντως καὶ τὰ ἰάματα, Θεοῦ μοτοῦντός τε ἡμᾶς καὶ ἀπονευροῦντος τὰ πάθη, καὶ ἀντεισκρίνοντος ἐν ἡμῖν τὸ θέλειν ἀγαθουργεῖν, καὶ διαπρέπειν ἐν δικαιοσύνῃ. Ταύτῃτοί φησιν, ὅτι «Προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου.» Προπορεύσεται δὲ προεξευμαρίζουσα δηλονότι τὴν εἰς εὐσέβειαν ὁδὸν, καὶ τὸ τραχὺ μεθιστῶσα πρὸς τὸ λεῖόν τε καὶ βάσιμον, καὶ τὸ ἄναντες καταφέρουσα, καὶ τὸν ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις οἱονεὶ κατευθύνουσα δρόμον. Προσεπάγει δέ τι καὶ ἕτερον. «Ἡ γὰρ δόξα τοῦ Θεοῦ, φησὶ, περιστελεῖ σε,» τουτέστι, κυκλώσει σε, καὶ ἀπόβλεπτόν σε καταστήσει, καὶ κοινὸν ὠφέλημα πολλοῖς. Ἡ γὰρ τῶν ἁγίων φαιδρότης ὀνίνησι μὲν οὐ μετρίως τοὺς ἐνορῶντας αὐτοῖς. Καὶ γοῦν ἔφη Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐκοῦν ἐσόμεθα λαμπροὶ περιφοιτώσης ἡμᾶς καὶ οἷον ἀμφιεννύσης τῆς παρὰ Θεοῦ δόξης, οἷς ἂν χαρίσαιτο τοῖς [ἴσ. τῆς] δικαιοσύνης ἐπιμεληταῖς· τούτων δὴ οὖν ὑπαρξάντων σοι, φησὶ, βοήσῃ τότε, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· «Εὐχαῖς γὰρ δικαίων ἐπακούει,» κατὰ τὸ γεγραμμένον.
Καὶ καθά φησιν ὁ Μελῳδὸς, «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Κατανεύσει μὲν γὰρ τοῖς αἰτοῦσιν ὡς ἀγαθὸς, ἀλλ᾽ οὐχ ἅπασι παραχρῆμα.
Τοῖς γε μὴν διαπρέψασιν ἐν δικαιοσύνῃ, μελλησμοῦ δίχα παντὸς ὀρέγει τὰ αἰτήματα, καὶ ἑτοιμοτάτην αὐτοῖς ὑπέχει τὴν ἀκοὴν, ὥστε καὶ ἐφ᾽ ἑκάστῳ τῶν αἰτημάτων χαίροντας λέγειν· «Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.» Οὐκοῦν τὸ ἀνυπέρθετον τῆς φιλοτιμίας, καὶ τὸ λίαν ἕτοιμον τοῦ διδόντος Θεοῦ παρίστησιν ἐναργῶς τὸ, Ἰδοὺ πάρειμι, βοᾷν, ἔτι λαλοῦντος δικαίου, ἀνατείνοντός τε τὰς λιτάς. <Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ἐν μεσημβρίᾳ, καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός.> Τὰ τῶν μαθημάτων ἐξαίρετα κἂν πολλάκις λέγηταί τισιν, ἀλλ᾽ οὖν ἔχει τὸ ὀνησιφόρον. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος τοῖς δι᾽ αὐτοῦ πιστεύσασι· «Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Οὐκοῦν πολυτρόπως διὰ τῶν αὐτῶν ἡμῖν ἔρχεται λέγων καὶ τὰς τῆς εὐδοκιμήσεως ὁδοὺς ἐναργεῖς καθιστὰς, καὶ τῶν δοθησομένων τοῖς ἁγίοις γερῶν τὴν φαιδρότητα διηγούμενος, ἵνα καὶ ἔτι μειζόνως προθυμοτέρους ἐργάσηται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ δι᾽ ὧν ἂν γένοιντο σεπτοὶ, καὶ τὴν ἄνωθεν καὶ παρ᾽ αὐτοῦ φιλοτιμίαν εὑρήσουσιν. Οὐκοῦν, «Ἐὰν ἀφέλης, φησὶν, ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν.»
Καὶ σύνδεσμον μὲν, ὥς γε οἶμαι, φησὶ τὴν τῶν ἐθνῶν μοχθηρίαν, σκαιότητά τε καὶ τὸ φιλόνεικον, καὶ τὸ οἷον συνδέσμους πραγμάτων ἐργάζεσθαι κατά τινων, καὶ σκολιῶν εὑρεμάτων ποιεῖσθαι ζητήσεις, ὡς καταδεσμεῖν ἔσθ᾽ ὅτε τινὰς, καὶ ἀφύκτοις περιστάσεων ἐνιέναι βρόχοις. Δεῖ γὰρ ἁπλοῦν, καὶ εὐπρόσιτον εἶναι τὸν ἄνθρωπον, εἴπερ ἔχοι σκοπὸν ἐφορᾶσθαι παρὰ Θεοῦ, καὶ τῶν παρ᾽ αὐτοῦ γλίχεσθαι χαρισμάτων.
Χειροτονίαν δὲ τάχα πού φησι τὴν δωροδοκίαν, καὶ τὸ λημμάτων αἰσχρῶν ἐφίεσθαι, φαμὲν γὰρ ἔσθ᾽ ὅτε περί τινων, ὡς δὲ τὴν χεῖρα πρὸς τὸ λαβεῖν ἐκτεταμένην ἔχει, καὶ περὶ τῶν ἀποσειομένων αἰσχροκερδείαις, ὅτι συνεσταλμένην ἔχει τὴν χεῖρα. Εἴρηται δὲ περὶ τῶν ἡγουμένων τῆς Ἰουδαίων Συναγωγῆς· «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο,» καὶ ὅτι γεγόνασι κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα.
Ἔφη δέ που καὶ ὁ θεσπέσιος Ἀββακούμ· «Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει.» Οὐκοῦν ἢ δωροληψίας ἔσται σημαντικὸν τοὔνομα, τουτέστιν, ἡ χειροτονία, ἢν δὴ καὶ ἀφελεῖν, ἤγουν ἀποστῆσαι προστέταχεν· ἢ καὶ καθ᾽ ἕτερον τρόπον τὸ ἀνταμύνασθαι δηλοῖ, καὶ τὸ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ. Ἔφη γοῦν ὁ Ψαλμῳδὸς περί τινων, ὅτι «Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι.» Προσεπάγει δὲ, ὅτι «Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.» Οὐκοῦν ἡ τῆς χειρὸς ἔκτασις κατασημήνειεν ἂν, ὡς ἔφην, καὶ τὴν ἀνταπόδοσιν, ἣν ἄν τις ποιοῖτο τοὺς καταλυπήσαντας ἀμυνόμενος, καὶ τοῖς προσκρούσασιν ἀντεπαγαγὼν τὰ ἐξ ὀργῆς. Μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος, ὅτι «Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Πραότητος γὰρ καὶ ἀοργησίας τῆς εἰς λῆξιν ἀπόδειξις γένοιτ᾽ ἂν τὸ εἰδέναι διακαρτερεῖν ἐν πλεονεξίαις, καὶ μὴ ἀνταμύνεσθαι φιλεῖν τοὺς λελυπηκότας, ἀμνησικάκως δὲ μᾶλλον διακεῖσθαι περὶ αὐτούς.
Ἀφελεῖν δὲ βούλεται πρὸς τούτῳ καὶ ῥήματα γογγυσμοῦ. Δεῖ γὰρ ἡμᾶς ἱλαρῷ φρονήματι τοῖς θείοις ὑποκεῖσθαι νόμοις, καὶ τῆς ἐξαιρέτου πολιτείας μηδεμίαν ποιεῖσθαι καταβοὴν, μονονουχὶ τὸν ζυγὸν ἀποσειομένους, καὶ καταφοιτῶντος τοῦ νοῦ πρὸς ἔφεσιν τὴν ἐπί γε τοῖς χείροσι, καὶ φιληδονίαν μᾶλλον ἐπαινοῦντος ἢ ἐγκράτειαν, καὶ τὰς ἐν κόσμῳ τρυφὰς προτάττοντος τοῦ διαβιοῦν ἑλέσθαι σεπτῶς.
Ὃ δὴ καὶ πεπράχασιν οἱ ἐξ Ἰσραὴλ τὴν βαθείαν ἐκείνην διατρέχοντες ἔρημον. Καθιέντος γὰρ τοῦ Θεοῦ τὸ μάννα αὐτοῖς, τὴν πρὸς τὰ αἰσχίω ῥοπὴν εἰσεδέχοντο λέγοντες, «Ὄφελον ἀπεθάνομεν, πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν.» Ἀλλ᾽ ἐκβέβηκεν αὐτοῖς εἰς ὄλεθρον ὁ κατὰ Θεοῦ γογγυσμὸς, ἀπώλοντο γὰρ ὑπὸ τῶν ὄφεων. Ταύτῃτοι καὶ ὁ σοφώτατος Παῦλος, «Μὴ γογγύζετε, φησὶ, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.» Οὐκοῦν ἱλαρῷ φρονήματι προσήκει τὸν ἀπάσης εὐκοσμίας ἐπιμελητὴν, καὶ τῶν ἐξαιρέτων ἐφιέμενον ἀνδραγαθημάτων, ἀφελὼν δὲ τὸ ῥῆμα τοῦ γογγυσμοῦ, ἐὰν δῷς τὸν ἄρτον πεινῶντι, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τουτέστιν, εἰ γένοιο φιλοικτίρμων, φιλάγαθός τε καὶ φιλάλληλος, εὐμετάδοτος, καὶ κοινωνικὸς, καὶ τὸν πλησίον ἀγαπῶν ὡς σεαυτὸν, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου. Πῶς δὲ δὴ ἄρα καὶ τοῦτο; Ὡς γὰρ ἐκ νυκτὸς ἡμέρα γίνεται, οὕτως ἐν ἡμῖν, ἐκπεμπομένου τοῦ νοητοῦ σκότους τὸ θεῖον ἀντεισκρίνεται φῶς, ὡς δοκεῖν εἶναι ἐν μεσημβρίᾳ, τουτέστιν, ἐν ἀκμῇ λαμπρότητος. Μεσημβρίζων γὰρ ὁ τοῦ ἡλίου κύκλος ἀκμαιότατον τότε δὴ μάλιστα τοῖς ἐπὶ γῆς ἐνίησι τὸ φῶς. Ἔσται δὴ οὕτως ὁ Θεός σου μετὰ σοῦ διὰ παντός. Πάμμεγα δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. Τί γὰρ οὐχ ὑπάρχει τῶν ἀγαθῶν τοῖς τοῦτο λαχοῦσιν;
ἢ ποίων οὐκ ἔσται χαρισμάτων ἐπίμεστος ἄνθρωπος, Θεοῦ συνόντος αὐτῷ τοῦ πάντα ἰσχύοντος, καὶ πλουσίᾳ χειρὶ διανέμοντος τὰ ὧνπέρ ἐστι χορηγὸς καὶ δοτὴρ, καὶ ἀποσοβοῦντος μὲν τὰς τῶν πειρασμῶν ἐφόδους, εὐσθενῆ δὲ οὕτω τιθέντος, ὥστε καὶ ἀντανίστασθαι γενικῶς καὶ αὐτῷ τῷ Σατανᾷ, καὶ ταῖς ἐκ παθῶν ἐπηρείαις; <Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσονται, ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ, καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν.> Καὶ τίνος ἄρα ἐμπλησθήσεσθε; φησί. Θείων δηλονότι χαρισμάτων, καὶ τροφῆς ἁγιοπρεποῦς· ὡς γὰρ αὐτὸς ἔφη που Χριστός· «Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ,» τοῦτο καὶ πάλαι τοῖς ἐξ αἵματος Ἰσραὴλ ὡς ἐν τύπῳ ἐνεγράφετο, καθιέντος Θεοῦ τὸ μάννα ἐξ οὐρανοῦ· ἐπεί τινα τρόπον ἄρτος ἀγγέλων νοηθείη ἂν, καὶ ἄρτος οὐρανοῦ. Εἰ δὲ καί τινες εἶεν, οἷς τὸ θεῖον ἐνήστραψε φῶς πλουσίως εἰς νοῦν, καὶ τῶν ἱερῶν Γραμμάτων ἀκριβῆ καὶ ἀμώμητον ἐνειργάσατο γνῶσιν, καὶ τούτους ἐμπεπλῆσθαί φαμεν, καὶ εἰς κόρον ἐλάσαι τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τρυφῆς· ἀλλὰ τούτου μὲν ἐκπέπτωκεν ὁ Ἰσραήλ· γεγόνασί γε μὴν ἐν κτήσει καὶ κατοχῇ τὰ ἔθνη διὰ τῆς πίστεως, καὶ ὅσοι τὸν εὐαγγελικὸν καὶ σωτήριον προσιόντες λόγον.
Καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται,» τοῖς ἀπιστήσασι δηλονότι, οἷς δὴ καὶ ὁ θεῖος ἐπεφώνησε λόγος, «Οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσητε.» Ἐπείνασαν γὰρ καὶ ἐδίψησαν, ἀμέτοχοι γεγονότες τῶν διὰ τοῦ πνεύματος ἀγαθῶν, καὶ ἄγευστοι παντελῶς τῶν διὰ Χριστοῦ χαρισμάτων, ἤτοι τῆς θείας τε καὶ εὐαγγελικῆς παιδεύσεως. Ἔφη γάρ που δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ λιμὸν ἐπάγω ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.» Ἐξῄρηται γὰρ τῆς Ἰουδαίων ἀγέλης ὁ ζωοποιός τε καὶ τροφιμώτατος τοῦ Θεοῦ λόγος. Δέδοται δὲ, ὡς ἔφην, τοῖς ἀγαπῶσι Χριστὸν, οἷς δὴ καὶ ἐπεφώνησε λέγων· «Φάγετε, καὶ μεθύσθητε οἱ, πλησίον.» Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, ἅτε δὴ καὶ ἐν μεθέξει γεγονὼς τῆς οὕτως σεπτῆς καὶ ἀμφιλαφοῦς φιλοτιμίας· «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με, ὡς κράτιστον.» Οὐκοῦν ὅσοι τῶν θείων αὐτοῦ μυστηρίων ἐσχήκασι γνῶσιν, ἤτοι ἐνεπλήσθησαν τούτων, κατεπιάνθησαν τὰ ὀστᾶ.
Ἐσχηματίσθη δὲ ὁ λόγος ὡς ἀπό γε τῶν τρυφᾷν εἰωθότων σαρκικῶς· τῶν τοιούτων ἡ ψυχὴ γένοιτο ἂν ὡς κῆπος μεθύων, τουτέστιν εὐανθὴς, καὶ εὐδενδρότατος, καὶ ποικίλαις ἀνθέων ἰδέαις ἐξωραϊσμένος, καὶ παντοδαποὺς ἐκφέρων καρπούς. Οἱ μὲν γὰρ ἄνυδροι τῶν κήπων πολὺ λίαν ἔχουσι τὸ εἰδεχθές· ξηροὶ γάρ εἰσι καὶ παντὸς ἔρημοι καρποῦ, ἢ τάχα που καὶ αὐτῶν ἐν ἐνδείᾳ τῶν φυτῶν. Οἵ γε μὴν ὑδάτων ἀταμιεύτοις ὁρμαῖς ἐκμεμεθυσμένοι παντοδαποῖς, ὡς ἔφην, στεφανοῦνται καρποῖς. Κῆπός γε μὴν Χριστοῦ γέγονεν ἡ Ἐκκλησία, ἧς δὴ καὶ ἀναλαβοῦσα τὸ πρόσωπον ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, «Καταβήτω, φησὶν, ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ·» ὅπερ γάρ ἐστιν ἐν φυτοῖς τὸ ἀκρόδρυον, ἤτοι καρπὸς ὡραῖος, τοῦτο καὶ ἐν ψυχαῖς ἁγίων ἀρετὴ καλὴ καὶ ἡδίστη τῷ Θεῷ. Οὐκοῦν ὡς κῆπος μεθύων ἔσται, φησὶν, ἡ ψυχή σου, ναὶ μὴν καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ. Τοιοῦτοι γεγόνασιν οἱ θεσπέσιοι μυσταγωγοὶ, καθάπερ ἀπὸ πηγῆς ἀεννάου τῆς ἑαυτῶν καρδίας τὰ τῆς εὐσεβοῦς διδασκαλίας προϊόντες νάματα, καὶ τὰς τῶν παιδευομένων ψυχὰς πλουσίως καταρδεύοντες. Καὶ πιστώσεται λέγων αὐτὸς ὁ τῶν οὕτως ἐξαιρέτων χαρισμάτων διανομεύς. «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.»
Καὶ πάλιν· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Τοιούτους εἶναί φαμεν τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, καὶ ὅσοι τὸν θεῖον πρεσβεύουσι λόγον, τοῦτο μὲν δογματικῆς εὐτεχνίας ἐν καλῷ γεγονότες, τοῦτο δὲ καὶ τῆς ἐν ἔργοις φαιδρότητος τὴν ὁδὸν ἐκκαλύπτοντες. Καὶ τὰ ὀστᾶ σου δὲ, φησὶν, ὡς βοτάνη ἀνατελεῖ, καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. Ἔοικεν ἐν τούτοις τὸ τῆς ἀναστάσεως καταδηλοῦν μυστήριον· ἀναστήσεται γὰρ τότε τὸ σῶμα, καθάπερ τις ἐν ἀγρῷ πόα, κατὰ μὲν τὴν τοῦ χειμῶνος ὥραν μαρανθεῖσα καὶ καταμύσασα, γελώσης γε μὴν ἐαρινῆς εὐδίας, ἀναφυεῖσα πάλιν, καὶ οἶον ὑπονοστήσασα πρὸς τὸν ἐνόντα αὐτῇ κατὰ φύσιν ὡραϊσμόν. Ἀνατείλαντά γε μὴν ὡς βοτάνη τὰ ὀστᾶ καταπιανθήσονται, φησὶ, τῇ ζωοποιῷ δηλονότι χάριτι τῇ παρὰ Θεοῦ. Ψάλλει γάρ που καί φησιν ὁ θεσπέσιος Δαβίδ· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς,» τουτέστι, τῶν ἐπὶ γῆς.
Τότε κληρονομήσομεν γενεὰς γενεῶν, μακροημέρευσιν δηλονότι καταργηθέντος θανάτου, καὶ ἀνῃρημένης εἰσάπαν τῆς φθορᾶς. Εἴρηται δὲ πλεισταχοῦ τῆς θεοπνεύστου Γραφῆς, ὀστᾶ ψυχῆς νοητὰ, πρακτικαί τινες αὐτῆς δυνάμεις καὶ ἐνέργειαι, ὡς ἔν γε τῷ φάναι, ὅτι «Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.» Οὐ γάρ τοι τὰ τοῦ σώματος ὀστᾶ διασκίδνησι Θεὸς, συνθραύει δὲ μᾶλλον τὰς τῆς ψυχῆς αὐτῶν δυνάμεις, ὥστε μηδὲν δύνασθαι κατορθοῦν τῶν ὁρώντων αὐτοὺς, καὶ οὐκ εἰς δόξαν Θεοῦ μᾶλλον, οὔτε μὴν εἰς ὄνησιν τῆς αὐτῶν ψυχῆς πράττεσθαί τι τῶν παρ᾽ ἐκείνοις φιλεῖ. Ἔφη δὲ πάλιν ὁ θεσπέσιος Μελῳδὸς, «Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν,» τουτέστι, δοξολογεῖν καὶ προσεύχεσθαι, σεσίγηκα πεσὼν εἰς ἀνθρωπίνην μικροψυχίαν. Ἐπαλαιώθη μου τὰ ὀστᾶ, τουτέστιν, ἐσαθρώθησαν αἱ τῆς διανοίας, ἤτοι τῆς ψυχῆς δυνάμεις.
Αὗται τοίνυν ἐκ ῥᾳθυμίας ἔσθ᾽ ὅτε παραλυθεῖσαι βραχὺ πάλιν ὡς βοτάνη ἀνατέλλουσι, καταπιαίνοντος Θεοῦ παρακλήσεσι ταῖς διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἀναῤῥωννύντος αὐτὴν, ὥστε διὰ τοῦτο κληρονόμους ἡμᾶς καταστῆναι τῆς εἰς μακραίωνα ζωῆς· σημαίνει γὰρ τοῦτο, καὶ ἕτερον οὐδὲν τὸ, εἰς γενεὰς γενεῶν. <Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια γενεῶν γενεαῖς, καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀναμέσον παύσεις.> Δι᾽ ἑτέρων δύο παραδειγμάτων ὁ προφητικὸς ἡμῖν ἔρχεται λόγος, καὶ τῶν κεκρυμμένων ἐννοιῶν τὸ κάλλος ἐκφαίνεται. Ὡς γὰρ ἐπὶ πόλεως ἐρημωθείσης ποτὲ, καὶ κατασεσεισμένης εἰσάπαν, ὡς καὶ ἀτείχιστον αὐτὴν ἀπομεῖναι, τὸ τοῦ λόγου πλάττεται σχῆμα. Αἱ γὰρ ἔρημοί σου, φησὶν, οἰκοδομηθήσονται αἰώνιοι, τουτέστιν, οὐκ ἔσῃ γυμνὴ τῶν οἰκούντων τὴν σὴν καρδίαν λογισμῶν ἀγαθῶν, οὔτε μὴν ἀτείχιστος, ἢ ἀφρούρητος ἀπομενεῖς, καὶ βάσιν ἑδραίαν οὐκ ἔχουσα. Γενήσεται γάρ σοι θεμέλιος ὁ Χριστὸς καὶ ἀσφάλεια διηνεκὴς, καὶ ὡς πόλις ἔσῃ πολυανδροῦσα καὶ ἀναριθμήτους ἔχουσα τοὺς οἰκήτορας.
Αἱ γὰρ τῶν ἁγίων ψυχαὶ λόγων τε καὶ ἐννοιῶν εἰσι μεσταὶ, τῶν περὶ Θεοῦ δηλονότι. Πλεῖστοι δὲ οὗτοι, καὶ διὰ τῆς εἰς λῆξιν ἀκριβείας ἐρχόμενοι, ἄνω τε καὶ κάτω περιθέοντες αὐτὴν, πλήρη τε αὐτὴν ἀποφαίνοντες ἀγαθοῦ παντός. Κληθήσῃ δὲ πρὸς τούτῳ καὶ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις· τοὺς μὲν γὰρ ἐρήμους τῶν κήπων πολλοὶ λίαν οἱ διαστοιχίζοντες. Ἐφεστηκότος γὰρ ὅλως οὐδενὸς, ἤγουν περιφράττοντος ἀπρὶξ εἶεν ἂν οὐδὲν κωλύοντες τοὺς διὰ μέσου βαδίζειν ἐθέλοντας.
Εἰ δὲ δὴ γένοιντό πως ὑπὸ γηπόνον ἀσφαλῆ, τότε καὶ ἀποβάλλουσι τὸ τοῖς τῶν πολλῶν ὑποκεῖσθαι ποσὶν, ἐγηγερμένου δηλονότι φραγμοῦ. Πεπαύσονται γὰρ οὕτως αἱ διὰ μέσου τρίβοι. Ἔσῃ τοίνυν, φησὶν, ὡς ἐπιμελὴς γηπόνος φραγμοὺς ἐγείρων, καὶ παύων τὰς ἀναμέσον τρίβους. Ἕως μὲν γὰρ ἀφρούρητός ἐστι ψυχὴ, ῥέγχουσα πρὸς τὸ ῥᾴθυμον, καὶ ταῖς τῶν ἡδονῶν ἐκτόποις ταύτης ἕνεκα τῆς αἰτίας οὐκ ἀστιβὴς, ἀλλ᾽ ἔοικε κήπῳ διοδευομένῳ παρὰ παντὸς ὁτουοῦν. Ἐπὰν δὲ διανήψασα τῶν τῆς φαυλότητος ἀποπηδήσῃ βρόχων, ἐπιδράξηται δὲ μᾶλλον τοῦ θέλειν ἀγαθουργεῖν, καὶ ὥσπερ τινὰ φραγμὸν ἀναστήσῃ τῷ νῷ τὴν ἀσφάλειαν, τὴν ἀπό γε, φημὶ, τοῦ θείου φόβου, καὶ ἀποσοβήσῃ τῆς διανοίας τοὺς πάλαι κρατοῦντας αὐτῆς διαλογισμοὺς, οἳ διὰ μέσης ὥσπερ ᾔεσαν αὐτῆς ὑπὸ πόδας ἔχοντες ταύτην, καὶ θέντες εἰς καταπάτημα διὰ τοῦ κατακρατεῖν αὐτῆς, τότε κεκλήσεται καὶ οἰκοδόμος φραγμῶν. Ἰστέον δὲ ὅτι καὶ αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις κατατρέχουσιν ἔσθ᾽ ὅτε τῆς ἀθλίας ψυχῆς, μυσαρὰς ἡδονὰς ἐκτίκτουσαι, καὶ ἀποφέρουσαι τυραννικῶς οἷπερ ἂν βούλωνται, καὶ ὡς διὰ κήπου κεχερσωμένου βαδίζουσαι.
Πεπαύσονται δὲ τοῦ καταπατεῖν αὐτὴν, ἐγηγερμένου φραγμοῦ, ὃν ὁ θεῖος ἐν ἡμῖν ἀνίστησι φόβος. Ἐφαρμόσεις δὲ τὸν τοιόνδε λόγον καὶ ἑκάστῳ τῶν ἁγίων μυσταγωγῶν. Γεγόνασι γὰρ οἰκοδόμοι φραγμῶν, ἀσφαλιζόμενοι ταῖς εἰς ἀρετὴν νουθεσίαις τὰς τῶν παιδευομένων ψυχὰς, ὥστε καὶ ταῖς τῶν ἡδονῶν ἐφόδοις ἀστιβῆ τρόπον τινὰ τὴν διάνοιαν ἔχειν καὶ βωμολοχίαις, ἔκ τε τῶν κενοφωνεῖν εἰωθότων, οἳ τὸν ὀρθὸν τῆς πίστεως ἐκκαπηλεύουσι λόγον, μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. <Ἐὰν ἐπιστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρα τῇ ἁγίᾳ, καὶ καλέσῃς τὰ Σάββατα τρυφερὰ, τῷ Θεῷ σου ἅγια, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾽ ἔργῳ, οὐδὲ λαλήσῃς λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ Πατρός σου. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.> Ὁ θεσπέσιος Παῦλος τὴν τοῦ νόμου σκιὰν ὡς ἀδρανῆ παρωθούμενος εἰς πνευματικὴν θεωρίαν μεθίστησι τὰ ἐν αὐτῷ. Οὔτε γὰρ τὴν κατὰ σάρκα περιτομὴν, οὔτε τὴν κατὰ τὸ Σάββατον ἀργίαν ἀποδεξάμενον καταθρῆσαί τις ἂν αὐτὸν, περιτομὴν δὲ μᾶλλον πνευματικὴν, καὶ σαββατισμὸν ὁμοίως διακηρύττων ὁρᾶται.
Ἔφη γὰρ, ὅτι «Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἄλλ᾽ ἐκ τοῦ Θεοῦ.» Περὶ δὲ τοῦ Σαββάτου ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.
Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Οὐκοῦν εἴ τις παύσαιτο τῶν ἰδίων ἔργων, ἤτοι τῶν ἑαυτοῦ θελημάτων τὸ χρῆναι κρατεῖν ἐπιδοὺς τοὶς ἱεροῖς θεσπίσμασιν, οὕτως Σαββατίζει πνευματικῶς, καὶ ἁγίαν ἀληθῶς ἡμέραν ἐπιτελεῖ.
Τοῦτο καὶ τῆς ἐν χερσὶ προφητείας διαδείκνυσιν ἡμῖν ὁ λόγος. Ἐὰν γὰρ ἀποστρέψῃς, φησὶ, τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ. Τὸ δὲ, ἀποστρέψεις τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, οὐδὲν ἕτερον εἴη ἂν, ὥς γε οἶμαι πλὴν ὅτι τὸ μὴ χρῆναι δρᾷν, ἃ ἂν βούλοιτό τις, καὶ τὰς τῶν ἰδίων ἐπιθυμιῶν ἰέναι τρίβους. Ὅτι γὰρ τῶν ἀνθρωπίνων θελημάτων ὁ σκοπὸς εἰς τὸ φιλήδονον βλέπει, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος· «Οὐ γὰρ ὃ θέλω τοῦτο ποιῶ ἀγαθὸν, ἀλλ᾽ ὃ μισῶ κακὸν τοῦτο πράσσω, συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Δεῖ δὴ οὖν ἄρα καὶ μάλα νεανικῶς καταγωνίσασθαι μὲν τὸ ἴδιον θέλημα τοὺς εὐδοκιμεῖν ἐθέλοντας παρὰ Θεῷ, τοῖς δὲ θείοις αὐτοῦ νόμοις πανταχοῦ ἑπομένους τὴν ἀξιάγαστον τῆς δικαιοσύνης διάττειν ὁδόν. Τρυφερὰ δὲ Σάββατά φησι τὰ μηδὲν ἔχοντα τῶν ἀπὸ γνώμης.
Σκληρὰ δὲ γνώμη καὶ ἀπηνὴς, τὸ μὴ ὑποκεῖσθαι θέλειν, οἷς ἂν βούληται Θεός· τοιοῦτον ὄντα τὸν Ἰσραὴλ διήλεγξε λέγων, «Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.» Τὸ εὐπειθὲς οὖν ἄρα, καὶ τὸ εὐήνιον, καὶ τὸ εἰκτικὸν τοῦ τρόπου, τρυφερὰν ἀποφαίνει τῷ Θεῷ τὴν κατὰ τὸ Σάββατον ἀργίαν, ἤτοι τὸν κατὰ πνεῦμα σαββατισμὸν, ὃν οἱ κατορθοῦν ἐθέλοντες ἀμωμήτως οὐκ ἀροῦσιν ἐπ᾽ ἔργῳ τὸν πόδα, τουτέστιν, οὐ βαδίζουσι πρακτικῶς, ἐπιτελοῦσι δὲ μᾶλλον τὴν εὐαγῆ, καὶ ὀνησιφόρον ἀργίαν, τὴν ἐπί γε, φημὶ, τοῖς αἰσχίστοις, καὶ βδελυροῖς, καὶ ἀπηχθημένοις τῷ Θεῷ πράγμασι. Βούλεται δὲ τοὺς τοιούτους καὶ ὀργῆς καὶ θυμοῦ κατευμεγεθοῦντας ὁρᾶσθαι, καὶ θύραν ἔχοντας ἐπὶ γλώττῃ καὶ μοχλόν.
Οὐ γὰρ λαλήσεις λόγον, φησὶν, ἐν ὀργῇ ἐκ τοῦ στόματός σου. Δύο δὴ οὖν ἐνταῦθα περιτέμνει δεινὰ καὶ παγχάλεπα, ὧν ἄν τις ἀποφοιτήσας τέλειος ἔσται παρὰ Θεῷ. Ἔφη γάρ τις τῶν ἁγίων ἀποστόλων, «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ δυνάμενος χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.» Ὁ δὲ κρείττων ὀργῆς, πάντως που καὶ εὐσχήμων, εἴπερ ἐστὶν ἀληθὲς καὶ τὸ ἔμπαλιν· γέγραπται γὰρ ὅτι «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Πράους οὖν ἄρα καὶ πλείστην ὅσην ἔχοντας τὴν ἀρετὴν εἶναι βούλεται ὁ Θεὸς τοὺς σαββατίζοντας νοητῶς, καὶ ἁγίως, καὶ τρυφερῶς, καὶ πεποιθέναι κελεύει, οὐκ ἐπὶ πλούτῳ μᾶλλον ἢ δυναστείαις κοσμικαῖς, οὐκ ἐπὶ ῥώμῃ σωμάτων, οὐκ ἐφ᾽ ἑτέρῳ τινὶ τῶν τοιούτων, ἃ πόαις ἐν ἴσῳ ταῖς ἐν ἀγροῖς πρόσκαιρά τέ ἐστι καὶ εὐμάραντα, ἐπὶ Κύριον δὲ μᾶλλον τὸν ἁπάσης εὐθυμίας καὶ χορηγὸν καὶ πρύτανιν. Τὰ τῶν οὕτω ζῇν εἰωθότων, ὅτι οἶοί τινες εἶεν, ἀνθρώπους στεφανοῖ, διαδείκνυσι λέγων, ὅτι «Ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε ἐπὶ τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου.» Ἐπηγγείλατο μὲν γὰρ τοῖς τῶν Ἰουδαίων πατράσιν ὁ τῶν ὅλων Θεὸς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ δὴ καὶ εἰσεκομίσθησαν εἰς αὐτὴν στρατηγοῦντος Ἰησοῦ μετὰ τὸν ἱεροφάντην Μωσέα· Εἶτα πῶς διὰ τῶν προκειμένων στίχων, ὡς οὕπω λαβοῦσι τὸν κλῆρον τὸν ἐπαγγελθέντα τῷ πατριάρχῃ Ἰακὼβ, δώσειν αὐτοῖς ἐπαγγέλλεται;
Οὐκοῦν οὐ περὶ τῆς αἰσθητῆς, ἤτοι τῆς κατακληροδοθείσης αὐτοῖς ἡ ἐπαγγελία ἦν τῷ Θεῷ πρὸς τὸν θεσπέσιον Ἰακὼβ, ἤγουν ἐπὶ Ἀβραάμ τε καὶ Ἰσαὰκ, περὶ ἐκείνης δὲ μᾶλλον, ἣν αὐτὸς ἡμῖν ὁ Σωτὴρ κατεσήμαινε λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Ὅτι δὲ πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσονται τὰ ἐπηγγελμένα, πιστοῦται λέγων· Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα· ἀμήχανον δὲ τοὺς θείους διαπεσεῖν λόγους· Θεὸς γάρ ἐστιν ἀλήθεια. <Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ τοῦ Θεοῦ, διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ᾽ ὑμῶν, τοῦ μὴ ἐλεῆσαι.
Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις. Τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ· οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις. καὶ λαλοῦσι κενά.> Ἐν τοῖς ἀνόπιν βραχὺ τὸ τοῦ Θεοῦ πρόσωπον εἰσεκομίσθη, λέγον τῷ θεσπεσίῳ προφήτῃ· «Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰς ἀνομίας αὐτῶν, καὶ τῷ οἴκῳ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτῶν.
Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες, Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ὑμῶν, καὶ οὐκ ἔγνως;
Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε, εἰς κρίσιν καὶ μάχας νηστεύσετε· οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Ἐλέγομεν δὲ τὴν τῆς προφητείας δύναμιν, ὡς ἔνι, διερμηνεύοντες, ὅτι τοῖς τεθεσπισμένοις διὰ τοῦ πανσόφου Μωσέως ἀντανιστάμενοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ διαζῇν ὀρθῶς, ἔδρων δὲ τὰ συνήθη, στυγητὸν τῷ Θεῷ καὶ φιλαμαρτήμονα πολιτείας τρόπον ἐπιτηδεύοντες, εἶτα πολέμου περιαγγελθέντος ἔσθ᾽ ὅτε τὸ ἀσιτεῖν ἐσκέπτοντο διὰ γυμνῆς καὶ μόνης νηστείας, ἤγουν ἀσιτείας, ἵλεων καταστήσειν ἐφ᾽ ἑαυτοῖς οἰόμενοι τὸν κριτήν. Εἶτα διεγόγγυζον τῆς ἐλπίδος ἡμαρτηκότες, καὶ δὴ καὶ ἔφασκον· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἄθρει δὴ οὖν, ἄθρει τὸν θεσπέσιον προφήτην, ὡς ἐκ πολλῆς ἄγαν φιλοθεΐας ἐπιτιμῶντα αὐτοῖς, καὶ λέγοντα, Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι; Οὐ γὰρ ἠτόνησε, φησὶν, ἡ πανσθενὴς τοῦ Κυρίου δεξιὰ, ἀλλ᾽ οὐδὲ τὸ οὖς βαρυνθὲν ἔχει καὶ ἀπεστραμμένον, ὥστε μὴ εἰσακοῦσαι.
Τὰ δὲ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ αὐτοῦ. Οὐκοῦν εἴ τις ἀφέλοιτο τὴν διαφορὰν, καὶ ἀποστῆσαι τὸ διατειχίζον τῆς πρὸς Θεὸν γνώσεως, τουτέστι, τὴν ἁμαρτίαν, οὐ μακρὰν ὁ σώζων ἐστὶν, ἀλλὰ δέξεται πάντως τὰς ἱκετηρίας.
Ἔνεστι γὰρ αὐτῷ καὶ τὸ πανσθενὲς, καὶ τὸ προσίεσθαι φιλαγάθως τὰς παρὰ τῶν καμνόντων λιτάς. Ποῖαι τοίνυν ἁμαρτίαι διιστῶσιν ἀναμέσον τοῦ Θεοῦ, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιφέρει, λέγων· «Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις. Τὰ δὲ χείλη ἐλάλησαν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.» Ἀπεκτόνασι μὲν γὰρ προφήτας ἁγίους τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, κατελάλησαν δὴ καὶ αὐτοῦ. Ἔφη γοῦν Ἱερεμίας, Ἡ ἰσχύς μου ἐξέλιπεν ἐκ τῶν καταρωμένων με· παρεὶς δὲ τὰ τοιάδε νῦν τὴν κατὰ Χριστοῦ δυσσέβειαν ἐγκαλεῖν ἔοικε, τὰς χεῖρας αὐτῶν αἵματι μεμολύνθαι λέγων. Γεγόνασι δὲ κυριοκτόνοι, ἐλάλησαν δὲ καὶ τὰ χείλη αὐτῶν ἀνομίαν, καὶ ἡ γλῶσσα αὐτῶν ἀδικίαν ἐμελέτησε· οὐ γὰρ διαλελοίπασι μαχόμενοί τε καὶ ὀνειδίζοντες, καὶ καταλαλοῦντες Χριστοῦ, καὶ ποτὲ μὲν διασύροντες τὰς θεοσημείας, καὶ καταψευδόμενοι τῆς θεοπρεποῦς μεγαλουργίας, ποτὲ δὲ κατηγοροῦντες καὶ λέγοντες· «Αἶρε, αἶρε, σταύρου αὐτόν.» Ποτὲ δὲ ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ψῆφον ἄδικον ὑπομείναντος Χριστοῦ, μετὰ παῤῥησίας ἁγιοπρεποῦς ὁ προφήτης ἀναφθέγγεται, Οὐδεὶς ἐλάλει δίκαια, οὐδ᾽ ἔστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις, καὶ καλοῦσι κενά. Ποία δὲ αὐτῶν ἡ ματαία πεποίθησις;
ᾨήθησαν γὰρ ὅτι τὸν κληρονόμον ἐκ μέσου ποιησάμενοι, καθέξουσι τὸν κλῆρον αὐτοῦ· καὶ ταῦτα πρὸς ἀλλήλους κενοφωνοῦντες οἱ δείλαιοι δεδυσσεβήκασι εἰς αὐτόν. Ἢ τοίνυν τὴν εἰς Χριστὸν δυσσέβειαν ὁ προφητικὸς ἐγκαλεῖ λόγος τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἤγουν ὅτι κατ᾽ οὐδένα τρόπον ἐπιεικεῖς ὄντες ἁλοῖεν ἂν, οἵ γε καὶ χεῖρας ἔχουσι μεμολυσμένας αἵματι, χείλη τε καὶ γλῶσσαν οὐδὲν εἰδυῖαν ἕτερον μελετᾷν, πλὴν ὅτι τὰ εἰς δυσσέβειαν, καὶ ἀνομίαν, καὶ ἀδικίαν βλέποντα, καὶ ὅτι πρὸς τούτοις ἄδικοι γεγόνασι δικασταὶ, δωροδοκοῦντες δηλονότι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι. Εἴρηται γὰρ ἑτέρωθί που, «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ, Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» <Ὅτι κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν. Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον, εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον. Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴν περιβαλοῦνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν.> Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πόνον ἀεί πως τὸν φθόνον ἀποκαλεῖν.
Ἔχει δὲ πολὺ τὸ εἰκὸς ὁ λόγος· ἐκτήκει γὰρ καὶ καταμαραίνει τὰς τῶν δεχομένων αὐτὸν καρδίας. Τοιοῦτόν τι καὶ ὁ Ψάλλων φησὶ περί τινος, ἤτοι τοῦ τῶν Ἰουδαίων δήμου, «Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.» Προωδινήσαντες γὰρ τὸν κατὰ Χριστοῦ φθόνον, ἐκτετόκασι τὴν κατ᾽ αὐτοῦ δυσσέβειαν, ἤγουν ἀνομίαν· μόνον γὰρ οὐχὶ τὸ προφητικὸν ἐκεῖνο λέγοντες ἁλοῖεν ἂν διά γε τῶν ἐπιχειρημάτων· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Εὑρήσομεν δὲ καὶ ἐν συλλόγοις αὐτοῦ ἐκτοπωτάτην λαβόντας βουλήν. Ἔφασκον γὰρ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος, καὶ τὴν χώραν· εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, οὗτος τῆς κατὰ Χριστοῦ δυσσεβείας γέγονεν εὑρετής· ἔφη γὰρ πάλιν, Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Σαφέστατα τοίνυν ἐκ τῶν εἰρημένων ἔνεστιν ἰδεῖν, ὅτι κυήσαντες πόνον, τουτέστι, τὸν κατ᾽ αὐτοῦ πόνον προσωδινήσαντες ἐκτετήκασι τὴν ἀνομίαν. Τί οὖν ὁ προφητικὸς ἐν τούτοις ἡμῖν κατασημαίνει λόγος; Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν.
ᾬοντο μὲν γὰρ οἱ Ἰουδαῖοι τὰς κατὰ Χριστοῦ διασκέψεις εἰς αἴσιον αὐτοῖς ἐκβήσεσθαι πέρας, καὶ εἰς ὄνησιν ἔσεσθαι τῷ ἔθνει παντί. Ἀλλ᾽ ἡμάρτανον τοῦ σκοποῦ, καί τι τοιοῦτον συμβέβηκε παθεῖν αὐτοὺς, ὁποῖόν τι πάσχουσιν ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οἱ τὰ τῶν ἀσπίδων ῥηγνύντες ὠά. Συντρίψαντες γὰρ οὐδὲν εὑρήσουσιν ἕτερον, πλὴν ὅτι βασιλίσκον ἐν αὐτῷ· ὄφεως δὲ κύημα τουτὶ τὸ παγχάλεπον, οὔριόν τε πρὸς τούτῳ. Οὐκοῦν ἀνόνητον Ἰουδαίοις, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον τῶν κατὰ Χριστοῦ τολμημάτων τὸ πέρας. Ὄφις γὰρ ὥσπερ ἐκβέβηκεν αὐτοῖς, καὶ ἀπότεξις ὁμολογουμένη, ἡ πρὸς πέταυρον ᾅδου παρακομίζουσα· ὅτι δὲ γέγονε, εἰσάπαν ἀνωφελὴς ἡ κατὰ Χριστοῦ σκευωρία, διαδείκνυσιν εὐθὺς καὶ δι᾽ ἑτέρου παραδείγματος· Ἱστὸν γὰρ, φησὶν, ἀράχνης ὑφαίνουσιν. Ὁ μὲν γὰρ ἀράχνης, τουτὶ δέ φημι τὸ σμικρὸν καὶ εὐτελέστατον ζῶον, ἐν τοῖς ἀργοτέροις τῶν δωματίων μέρεσιν ἱστοὺς ἀναπλέκει, στήμοσιν ἰσχνοῖς εὐτέχνως ἐξυφασμένοις, οἱ δὲ οὖν πλείστῳ μόλις γενόμενοι πόνῳ τὸ σύμπαν αὐτοὺς ὠφελοῦσιν οὐδέν· οὐ γὰρ ἔσονται περίβλημα τῷ πεποιηκότι, ἀλλ᾽ εἰσὶν εὐδιάτμητοι πρὸς περιβολὴν, καὶ αὐτῆς τῆς τέχνης ἀμείνους.
Οὕτω, φησὶ, καὶ τὰ τῶν Ἰουδαίων εὑρήματα, δῆλον ὅτι τὰ κατὰ τοῦ Χριστοῦ· δόλους γὰρ ἐξυφαίνοντες, καὶ ψευδηγορίας συμπλέκοντες, ᾤοντο μὲν γὰρ, ὡς ἔφην, θανάτῳ σαρκὸς περιβαλόντες αὐτὸν, ἐξανύσαι τι τῶν ὀνησιφόρων αὐτοῖς, καὶ τὴν ἀπὸ τῶν ἰδίων ἐπιχειρημάτων καταπλουτῆσαι σκέπην, ἀλλ᾽ εἰς οὐδὲν αὐτοῖς τὸ τῶν ἐλπισθέντων ἐξέβη πέρας. Γυμνοὶ γὰρ γεγόνασι τῆς ἄνωθεν εὐμενείας, ἀποβεβλήκασί τε τὸν σκεπαστὴν, τουτέστι Χριστόν· οἱ μὲν γὰρ ἐξ ἔργων ἀγαθῶν τοῖς αὐτὰ κατορθοῦν ἐθέλουσι συμβήσεται σκέπη, νέμοντος αὐτοῖς καὶ τοῦτο Θεοῦ· τοῖς γε μὴν τῶν φαύλων ἐργάταις εἰς περιβολὴν οὐκ ἔσται τὰ ἐξ αὐτῶν, ἀλλ᾽ ἔρημοι σκέπης ἔσονται μᾶλλον τῆς παρὰ Θεοῦ. <Τὰ γὰρ ἔργα αὐτῶν, ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχυνοὶ τοῦ ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν, διαλογισμοὶ ἀπὸ φόνων· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν.
Οὐκ ἔσται κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν. Αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἂς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην. Διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ᾽ αὐτῶν.> Ἕκαστα τῶν Ἰουδαϊκῶν πλημμελημάτων ἀπαριθμεῖται λεπτῶς, ἵν᾽ ἐπειδήπερ ἐκβέβληνται τῆς πρὸς αὐτὸν οἰκειότητος, ψήφῳ δικαίᾳ τοῦτο παθόντες ἁλίσκωνται. Ἔργα γὰρ ἀνομίας φησὶ πάντα τὰ ἔργα αὐτῶν, καὶ συλλήβδην ἐν τούτοις ἁπάσης αὐτῶν τῆς ζωῆς ἀληθὴς γέγονεν ἡ κατάῤῥησις· ἐπιτρέχει δὲ καὶ οὕτω τῶν αἰτιαμάτων ἕκαστον, τοὺς μὲν πόδας ἐπὶ πονηρίαν τρέχειν εἰπὼν, καὶ εἶναι ταχυνοὺς εἰς τὸ ἐκχέαι αἷμα, καὶ λογισμοὺς ἐσχηκέναι τοὺς ἐπὶ φόνοις αὐτοῖς. Ἄθρει δή μοι πάλιν, ὅτι, καίτοι πλείστων ὄντων τῶν πλημμελημάτων, πρῶτος διαμέμνηται τῆς ἑτοιμότητος τῆς εἰς τό γε, φημὶ τὸ ἑλέσθαι φονᾷν. Τρέχειν γὰρ ἔφη πρὸς τοῦτο τοὺς πόδας αὐτῶν, καὶ ὀξεῖς ἤτοι ταχυνοὺς εἶναι πρός γε τὸ δεῖν εἰσδέχεσθαι διαλογισμοὺς τοὺς ἐφ᾽ αἵματί τε καὶ φόνοις· σύντριμμα δὲ καὶ ταλαιπωρίαν ἐν ταῖς ὁδοῖς αὐτῶν εἶναι διατείνεται, οὐκ εἰδέναι τε τὴν εἰρήνην, ἤτοι τὴν τῆς εἰρήνης ὁδόν. Ἃ γὰρ ἔδρων ἀνοσίως, καὶ πέρα παντὸς ἱέντες θράσους, συντριβῆς καὶ ταλαιπωρίας αὐτοῖς, ἤγουν παρ᾽ αὐτῶν ἑτέροις γέγονε πρόξενα.
Ἦσαν δέ που πάντως φιλοπραγματίαι, καὶ δικαῤῥάφοι, καὶ πολὺ νοσοῦντες τὸ δύσερι· καὶ ἡ τούτου πρόφασις λημμάτων ἔφεσις καὶ δωροληψίας. Ταύτῃτοι καὶ μάλα εἰκότως, Οὐκ ἔστι κρίσις, φησὶν, ἐν ταῖς ὁδοῖς αὐτῶν. Κρίσιν δέ φησιν ἐνταῦθα τὴν δικαιοσύνην, ἤτοι τὴν ἐννομωτάτην καὶ ἀδιάβλητον πολιτείαν.
Οὕτω γάρ πού φησιν ὁ θεσπέσιος Δαβὶδ περὶ τῆς διὰ Μωσέως ἐντολῆς, «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Οὐκοῦν εὐθύτης, ἤτοι δικαιοσύνη, οὐκ ἔστιν ἐν ταῖς ὁδοῖς αὐτῶν. Διεστραμμέναι γάρ εἰσι, καὶ φεύγουσι τὴν εἰρηνὴν, ἤτοι πρὸς ἑτέρους εἰρηνικοὶ παραιτούμενοι, ἤγουν εἰρηνὴν ἐνθάδε φησὶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃν οὐκ ἠθέλησαν εἰδέναι, τὸν τῆς ἀπωλείας ἑαυτοῖς ὀρύττοντες βόθρον.
Διὰ τοῦτο γὰρ, φησὶν, ἀπέστη ἡ κρίσις ἀπ᾽ αὐτῶν, τουτέστι, ταύτης ἕνεκα τῆς αἰτίας ἀπεφοίτησεν αὐτῶν ἡ δικαιοσύνη, ἤγουν τὸ εἰδέναι δρᾷν, ἃ τὸν τῆς δικαιοσύνης περιποιεῖται στέφανον τοῖς κατορθοῦν ᾑρημένοις αὐτά. Ἔξω δὲ πάσης εἰσὶν εὐτεχνίας πνευματικῆς Ἰουδαῖοι, καὶ οἷον ἀπέπτη τῆς διανοίας αὐτῶν τὸ καὶ ὅλως εἰδέναι δύνασθαί τι τῶν ἀρεσκόντων Θεῷ διαπεραίνειν ὀρθῶς. <Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.
Ψηλαφήσουσιν ὡς τυφλὸς τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, καὶ πεσοῦνται ἐν μεσημβρίᾳ, ὡς ἐν μεσονυκτίῳ. Ὡς ἀποθνήσκοντες στενάξουσιν, ὡς ἄρκος καὶ περιστερὰ ἅμα πορεύσονται.> Ἐπάρατον αὐτῶν, καὶ ἐκνομωτάτην ἀποφήνας τὴν ζωήν· ἔφη γὰρ, τίνα ἔργα αὐτῶν ἔργα ἀνομίας, καὶ ταῦτα λεπτῶς ἀπαριθμησάμενος, τίνα τέ ἐστι, καὶ δι᾽ ὅσων ἔρχεται τρόπων εἰπὼν, ἀναγκαίως ἐπάγει καὶ παρατίθησι, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐντετριμμένην ζημίαν, καὶ τῆς ἀσχέτου φαυλότητος τὴν ἀντέκτισιν, ἤτοι τοὺς τῆς ἐνούσης αὐτοῖς ἀσεβείας καρπούς.
Προσεδόκων μὲν γὰρ Ἰουδαῖοι τὸν παρὰ Χριστῷ φωτισμόν. Ἤκουον προφητῶν ἁγίων ἀναβοώντων ἀναφανδὸν, «Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γὰρ τὸ φῶς σου, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε.» Καὶ τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ τό γε ἧκον εἰς τὴν τῶν ἁγίων προφήτων προαγόρευσιν, οὐκ ἔξω χρηστῆς ἐλπίδος ἦσαν οἱ τάλανες. Καὶ γοῦν προσελάλουν ἀλλήλοις ποτὲ τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες, «Μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ σπέρματος Δαβὶδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὁ Χριστὸς ἔρχεται;» Καὶ ἡ Σαμαρεῖτις ἐκείνη γυνὴ διωμολόγηκεν ἐναργῶς αὐτῷ προσλαλοῦσα Χριστῷ τῆς ἐπιδημίας τὴν δύναμιν. Ἔφη γὰρ, ὅτι «Οἴδαμεν ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, εὐαγγελεῖ ἡμῖν πάντα.» Οὐκοῦν προσεδόκων μὲν, ὡς ἔφην, τὸν παρὰ Χριστοῦ φωτισμὸν, ἀλλ᾽ ἐκβέβηκεν αὐτοῖς εἰς πᾶν τοὐναντίον τὰ τῆς ἐλπίδος. Οὐ γὰρ προσεδέξαντο τὸ φῶς τὸ ἀληθινὸν, αὐτόκλητον δὲ ὥσπερ ταῖς ἑαυτῶν διανοίαις εἰσοικισάμενοι σκότον, τυφλοὶ γεγόνασι, καὶ τυφλῶν ὁδηγοὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.
Φῶς τοίνυν ὑπομεινάντων αὐτῶν, τουτέστιν ἐλπισάντων ἤτοι προσδοκησάντων, γέγονεν αὐτοῖς σκότος, καὶ μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Αὐτὸ δὴ πάλιν ἑτέρως, ἤτοι περὶ τοῦ αὐτοῦ τίθησιν ὁ προφήτης, τῶν εἰρημένων καταλευκαίνων τὸν νοῦν. Οἱ γὰρ αὐγὴν προσδοκήσαντες, ἐν σκότῳ βαθεῖ περιεπάτησαν.
Τοῦτο γὰρ τὸ τῆς ἀωρίας ὄνομα δηλοῖ. Εἶτα τῆς ἐγγενομένης αὐτοῖς τυφλώσεως ἐμφανίζων τὸ μέγεθος, ψηλαφήσειν ὡς τυφλὸς ἔφη τοῖχον. Οὕτω γὰρ ἔσθ᾽ ὅτε περιπατεῖν ἔθος τοῖς τῶν ὀμμάτων ἠῤῥωστηκόσι τὴν πήρωσιν. Μεσημβρίας δὲ οὔσης, φησὶν, ὡς ἐν μεσονυκτίῳ πεσοῦνται. Καὶ μεσημβρίαν μὲν τὸ μεσαίτατον τῆς ἡμέρας ὀνομάζει συνήθως, ὅτε καὶ ἀκμαιοτάτην ἐπαφίησιν ἀκτῖνα τοῖς ἐπὶ γῆς μεσουρανῶν ὁ ἡλίου κύκλος, καὶ οἷον πεπλουσιωτέραις αὐγαῖς περιαστράπτει τὰ σύμπαντα· μεσονύκτιον δὲ τῆς νυκτὸς τὸ μεσαίτατον, ὅτε καὶ βαθὺς ἅπασι τοῖς ὑπ᾽ οὐρανὸν καταχεῖται σκότος. Ἐν μεσημβρίᾳ τοίνυν, φησὶ, τουτέστιν, ἀμφιλαφεστάτου φωτὸς, θείου δὲ δηλονότι καὶ νοητοῦ, καταυγάζοντος τὴν ὑπ᾽ οὐρανὸν, διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, πεσοῦνται καθάπερ τυφλοὶ μηδὲ εἰδότες, ὅποι βαδίζουσιν Ἰουδαῖοι· οὐ γὰρ ἠθέλησαν ὑπακούειν λέγοντι τῷ Χριστῷ, «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῳ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Κατελήφθησαν τοίνυν ὑπὸ τῆς σκοτίας οὐκ ἀνασχόμενοι περιπατεῖν ἐν τῷ φωτί· πείσονται δέ τι καὶ ἕτερον. Στενάξουσι γὰρ ὡς ἀποθνήσκοντες, φησὶ, τουτέστιν, ὡς βαρείᾳ καὶ ἀσχέτῳ νόσῳ κατισχημένοι.
Πορεύσονται δὲ καὶ ὡς ἄρκος ἅμα, καὶ περιστερὰ, καὶ οὐχ ὡς δύο τινὲς ἀλλήλοις συμβιβάζοντες, ὧν ὁ μὲν ὡς ἄρκος νοηθείη ἂν, ὁ δὲ ὡς περιστερὰ, ἀλλ᾽ ἕκαστος αὐτῶν ἐν ταυτῷ κατὰ τὴν ἕξιν, καὶ κατά γε τὴν ἐνοῦσαν αὐτοῖς διάνοιαν, ὡς ἄρκος ὑπάρχων ὁμοῦ καὶ περιστερά. Ἐπειδὴ γὰρ ἔφη στενάζειν αὐτοὺς, διαδείκνυσιν εὖ μάλα ποῖος ἔσται καὶ ὅσος ὁ στεναγμὸς αὐτῶν. Φασὶ γὰρ τὰς ἄρκους, εἰ ἀτεκνωθεῖεν ὑπό του διηρπασμένων αὐταῖς τῶν σκυμνίων, δεινῶς ὀλοφύρεσθαι, καὶ πίμπλασθαι μὲν ἀκράτου μανίας, ὄρη δὲ καὶ νάπας περινοστεῖν, καὶ τοῖς ὑπαντῶσιν ἀσχέτως ἐπιπηδᾷν· καί που δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν τοιοῦτόν τι σημαίνει, λέγων ὁ τῶν ὅλων Θεὸς περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, Ὑπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη, τουτέστιν, ὠμῶς καὶ ἀγρίως. Αἱ δὲ περιστεραὶ ταῖς ἑαυτῶν καλιαῖς ἐνιζάνουσαι διαγογγύζουσι συχνῶς, καὶ οἷόν τινα γοερὰν πέμπουσι φωνήν. Τοιοῦτοί τινες γεγόνασιν οἱ Ἰουδαῖοι· πεπορθημένης γὰρ αὐτῶν ἁπάσης τῆς χώρας ὁμοῦ τῇ ἁγίᾳ πόλει, φημὶ δὴ τῇ Ἱερουσαλὴμ, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ, θηριοπρεπῆ μὲν ἔχουσι γνώμην, κατὰ τῶν ᾑρηκότων αὐτήν. Θρηνοῦσί γε μὴν παθοῦσαν ὡς περιστεραί. Γέγραπται γὰρ, ὅτι «Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητικαί.» Ἢ τάχα που καὶ ἕτερόν τι καταδηλοῦν τὸν προφητικὸν ἐν τούτοις οἰησόμεθα λόγον.
Πορεύσονται γὰρ, φησὶν, ὡς ἄρκος καὶ περιστερὰ, τουτέστι, διαζήσουσιν ἐν ἀγριότητι νοῦ, συνεζευγμένης ἀσυνεσίας· καὶ ἀγριότητος μὲν ἡ ἄρκος εἰκὼν, ἤτοι παράδειγμα, εὐηθείας δὲ καὶ ἀσυνεσίας ἡ περιστερά. Εἴρηται γοῦν περὶ τοῦ Ἰσραὴλ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· εὑρήσομεν δὲ τοὺς Ἰουδαίους ἀγριομώρους ὄντας τινὰς κατὰ ἀλήθειαν. Οὐ γάρ ἐστιν ἐν αὐτοῖς ἡ παρὰ Χριστοῦ σύνεσις καὶ πραότης· ἠρνήσαντο γὰρ αὐτὸν σοφίας ὄντα καὶ συνέσεως χορηγὸν, ἡμέρους τε καὶ πράους ἀποφαίνοντα τοὺς ἀγαπῶντας αὐτόν. Ἔφη γοῦν ὁ προφήτης Ἱερεμίας περὶ αὐτῶν ποτὲ μὲν, ὅτι «Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως,» ποτὲ δὲ πάλιν, «Οὐ σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν.» <Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία, μακρὰν ἀφέστηκεν ἀφ᾽ ἡμῶν· πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν. Ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ Θεοῦ ἡμῶν. Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν· ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν.> Ἀεὶ φιλαλήθης ἐστὶ τῶν ἁγίων προφητῶν ὁ λόγος.
Λαλεῖ γὰρ ἐν αὐτοῖς τῆς ἀληθείας τὸ πνεῦμα, τουτέστι Χριστοῦ. Ταύτης ἕνεκα τῆς αἰτίας, ἐπειδὰν ποιῶνται μνήμην τῆς ἀποβολῆς τοῦ τῶν Ἰουδαίων ἔθνους, καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς ὀργῆς διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, διαμέμνηνται χρησίμως, καὶ τῆς ἐσομένης ἐπιστροφῆς αὐτῶν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, κλήσεώς τε τῆς ἐν Χριστῷ διὰ πίστεως.
Οἰκονομικώτατα τοίνυν, ἵνα μή τις οἴηται ψευδοεπεῖν τὴν ἀλήθειαν, αὐτοὺς εἰσκομίζει μεταγινώσκοντας, καὶ τὸ αὐτῶν πρόσωπον ἀναλαβὼν, μονονουχὶ παρίστησι Θεῷ λέγοντας· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν. Κρίσιν δέ φασι τὴν δικαιοσύνην, τὴν διὰ Χριστοῦ δηλονότι, ἢν λήψεσθαι μὲν προσεδόκουν, παρ᾽ αὐτοῖς δὲ οὐκ ἔστι, γεγόνασι δὲ σκληροὶ καὶ ἀπειθεῖς. Διὰ τοῦτό φησιν, ὅτι Σωτηρία μακρὰν ἀφέστηκεν ἀφ᾽ ἡμῶν. Πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἐν ἡμῖν. Ἐπειδὴ γὰρ ὅλως ἐκπεπτώκασι τοῦ δικαιοῦντος ἐν πίστει, μακρὰν γεγόνασι καὶ τῆς παρ᾽ αὐτοῦ σωτηρίας, οὐκ ἀποβαλόντες τῆς ἁμαρτίας τοὺς μολυσμοὺς, οὐκ ἀποτριψάμενοι τῆς ἀνομίας τὰ ἐγκλήματα, ἀλλ᾽ οἷον ἐντετηγμένον αὐτοῖς τὸν ἐντεῦθεν ἔχοντες ῥύπον. Διὰ τοῦτο προσεφώνει λέγων αὐτοῖς ὁ Χριστὸς, «Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Οὐκοῦν ἐπειδήπερ οὐ πεπιστεύκασιν, ἐναπέθανον ταῖς ἁμαρτίαις αὐτῶν· ἐπειδὴ δὲ πολυτρόπως δεδυσσεβήκασι κατὰ Χριστοῦ, καὶ τούτων αὐτῶν ποιοῦνται τὴν ἐξομολόγησιν. Φασὶ γὰρ, ὅτι Τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν, ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὅπισθεν τοῦ Θεοῦ ἡμῶν.
Ἠσέβησαν γὰρ οὐ φορητῶς καταψευσάμενοι τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἀποστάντες τοῦ θέλειν κατακολουθεῖν αὐτῷ. Προσομολογοῦσι δὲ, ὅτι Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν, ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους. Ἄδικα γὰρ λελαλήκασι κατὰ Χριστοῦ· ποτὲ μὲν γὰρ διασύροντες αὐτοῦ τὴν δόξαν, καὶ διαβάλλοντες τὰς θεοσημίας, ἔφασκον, ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια, ποτὲ δὲ καὶ τίκτοντες ἀπὸ τῆς ἑαυτῶν καρδίας λόγους ἀδίκους· κατηγόρευσαν γὰρ αὐτοῦ, Σαμαρείτην καὶ δαιμονῶντα, φάγον τε καὶ οἰνοπότην ὀνομάσαι τολμήσαντες, σεσυκοφαντήκασι δὲ καὶ ἐπὶ Πιλάτου λέγοντες, ὅτι «Ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι.» Διὰ τοῦτό φασιν, ὅτι «Ἀπέστημεν ἀπὸ ὅπισθεν τοῦ Θεοῦ ἡμῶν, ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν· ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδικίας, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκε,» τουτέστιν, ἐῤῥίψαμεν κατόπιν τὴν δικαιοσύνην, καὶ οἷον νῶτα δεδώκαμεν ἀποστραφέντες αὐτήν. Διὰ τοῦτο μακρὰν ἀφέστηκεν ἀφ᾽ ἡμῶν. Αὗται δὴ οὖν μετανοούντων φωναὶ, καὶ ζητούντων ἐλεεῖσθαι παρὰ Χριστοῦ. Χρῆμα γὰρ σωτήριον τὸ μετανοεῖν, καὶ τὰς τῶν πλημμελημάτων ὁμολογίας ποιεῖσθαι σαφῶς. Γέγραπται γὰρ, «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.»
Ἔφη δὲ καὶ ὁ θεσπέσιος Μελῳδός· «Εἶπα, Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» <Ὅτι κατηναλώθη ἐν τοῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾽ εὐθείας οὐκ ἠδύναντο ἐλθεῖν. Καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν, τοῦ συνειδέναι, καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. Καὶ εἶδε καὶ οὐκ ἦν ἀνὴρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος. Καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ, ᾗ ἐστηρίσατο, καὶ ἐνεδύσατο δικαιοσύνην, ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς. Καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως, καὶ περιβόλαιον, ὡς ἀνταποδώσων ἀνταπόδοσιν, ὄνειδος τοῖς ὑπεναντίοις. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ Κυρίου, ἥξει μετὰ θυμοῦ.> Διαμνημονεύσας ὁ προφήτης, ὧν ἐροῦσιν ἐν καιρῷ κλήσεως αὐτῶν οἱ ἐξ Ἰσραὴλ, αἰτοῦντες παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς διὰ Χριστοῦ σωτηρίας τὴν χάριν, μεθίστησι πάλιν τοὺς λόγους εἰς τὸ ἑαυτοῦ πρόσωπον, καὶ καταγορεύει τῶν ἐξ Ἰσραὴλ, μᾶλλον δὲ συναινεῖ, ὅτι γεγόνασι πονηροὶ, καὶ ἀποστάται, καὶ τῆς ἀληθείας ἐχθροί· διϊσχυρίζεται δὲ λέγων, ὅτι Κατηναλώθη ἡ ἀλήθεια ἐν ταῖς ὁδοῖς αὐτῶν, τουτέστι, μονονουχὶ δεδαπάνηται, καὶ εἰσάπαν ᾤχετο.
Οὐ γὰρ ἦν ὅλως ἐν τοῖς ἔργοις αὐτῶν ἀλήθεια, τουτέστι, τῆς ἀληθείας ὁ νόμος. Διὰ τοῦτο δι᾽ εὐθείας οὐκ ἠδύναντο διελθεῖν οἱ γὰρ ὅλως διολισθήσαντες τοῦ εἰδέναι τὸ πολιτεύσασθαι συννόμως, καὶ κατά γε τὸ τῇ ἀληθείᾳ δοκοῦν, ἀλήθεια δὲ ὁ νόμος τοῦ Θεοῦ ὠνόμασται πανταχοῦ, πῶς ἂν ἦλθον εὐθὺ τοῦ πρέποντος; ἢ πῶς οὐ καμπύλας καὶ διεστραμμένας ἐσχήκασι τὰς ὁδούς; Προστιθεὶς δὲ καὶ λέγων, ὅτι Ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι, διαδείκνυσιν ὅτι παντελῶς ἀπεφοίτηκεν αὐτῶν ἡ ἀλήθεια, καὶ μετέστησαν ὁλοτρόπως τοῦ δύνασθαί τε συνιέναι τῶν τελούντων εἰς σωτηρίαν. Ταῦτα, φησὶν, εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ. Οὐ γὰρ ἦν παρ᾽ αὐτοῖς κρίσις, τουτέστι, δικαιοκρισία, καὶ νόμος. Εἶτα· Τεθέαται, φησὶ, καὶ οὐκ ἦν ἀνὴρ, κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, Ἐπειδὴ γάρ ἐστι φιλοικτίρμων, ὡς Θεὸς ἀνίησιν, ἔσθ᾽ ὅτε, καὶ ὁλοκλήρῳ πόλει ἐγκλήματα, δι᾽ ἕνα, καὶ μόνον εὑρεθέντα δίκαιον ἐν αὐτῇ· καὶ γοῦν ἔφη διὰ φωνῆς Ἱερεμίου· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε ἂν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν πίστιν, καὶ ἀγαπῶν ἔλεος, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.» Ὑπέσχετο δὲ καὶ Σοδόμοις τὴν διὰ πυρὸς ἀνήσειν κόλασιν, εἰ πέντε δικαίους ἔσχον παρ᾽ ἑαυτοῖς, τουτέστι, ἐν ἑκάστῃ πόλει δίκαιον ἕνα.
Κατενόησε τοίνυν, φησὶ, καὶ οὐκ ἧν ἀνὴρ, οὐκ ἦν ὁ ἀντιληψόμενος.
Ὁ γὰρ δίκαιος τὸν θεῖον κατευνάσας θυμὸν, καὶ ἀρκέσας μόνος εἴς γε τὸ δύνασθαι καταπραῦναι Θεὸν, ἀντιλαμβάνεται πάντως ἐκείνων, ὑπὲρ ὧν ἂν προσάγῃ τὰς λιτάς. Ἐπεὶ δὲ ἦν τοιοῦτος οὐδεὶς, ἠμύνατο αὐτοὺς, φησὶ, τῷ βραχίονι αὐτοῦ, τουτέστι, τῇ δυνάμει, ἐστηρίσατο δὲ καὶ τῇ ἐλεημοσύνῃ· οὐ γὰρ ὁλόῤῥιζον ἀνεῖλε τὸν Ἰσραὴλ, σέσωκε δὲ κατάλειμμα φιλάνθρωπος ὢν, καὶ τοῖς ἁγίοις αὐτῶν πατράσιν ἀψευδῆ τετήρηκε τὴν ὑπόσχεσιν. Εἶτά φησιν ὁ προφήτης, ὅτι Θώρακα μὲν ἐνεδύσατο, περιέθετο δὲ περικεφαλαίαν καὶ ἱμάτιον ἐκδικήσεως, ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. Μόνον γὰρ οὐχὶ πολεμάρχην ἔφη τινὰ γενέσθαι κατ᾽ αὐτῶν τὸν τῶν ὅλων Θεὸν, παντευχίαν ἔχοντα, καὶ εὖ εἰδότα τὰ τακτικά. Δείκνυσι δὲ διὰ τούτων τῆς ἐπ᾽ αὐτοῖς ὀργῆς τὴν ἔφοδον· ἀντετάξατο γὰρ αὐτοῖς ὁ παναλκὴς, πρὸς ὃν εἴρηται δικαίως· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;» Ἐπενηνεγμένων δὲ τοῖς Ἰουδαίοις τῶν κολαστηρίων, Φοβηθήσονται οἱ ἀπὸ δυσμῶν καὶ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ, ἥξει, φησὶ, κατὰ τῶν ἀπειθησάντων ἡ ὀργὴ, καθάπερ τις βιαιότατος ποταμὸς πάντα κατασύρων, καὶ ἀπρόσβλητον ἔχων τὴν τῶν ναμάτων καταφοράν. <Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη λέγει Κύριος.
Τὸ Πνεῦμα τὸ ἐμόν ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα μου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου. Εἶπε γὰρ Κύριος ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα.> Ὥσπερ ἐν τοῖς ἀνόπιν βραχὺ καὶ τῆς ἐπενεχθησομένης τοῖς Ἰουδαίοις ὀργῆς διεμέμνητο σαφῶς, ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν τῶν ὅλων Σωτῆρα, καὶ Λυτρωτήν· εἶτα τῆς δοθησομένης αὐτοῖς ἐν ὑστέροις καιροῖς ἐλεημοσύνης, καὶ φιλανθρωπίας ἐποιεῖτο τὴν προαγόρευσιν· ἔφη γὰρ ὅτι, Καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο· οὕτω κἀνθάδε, καθάπερ τινὰ χειμάῤῥουν ἀφόρητόν τε καὶ βιαιότατον καταβήσεσθαι κατ᾽ αὐτῶν τὸν τοῦ Κυρίου θυμόν. Εἰπὼν δὲ, καὶ τὸν περὶ τῆς δοθησομένης αὐτοῖς εὐλογίας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ποιεῖται λόγον. Ἥξει γὰρ ἕνεκεν Σιὼν ὁ ῥυόμενος.
Καταπεφοίτηκε γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γενόμενος ἄνθρωπος, ἵνα καὶ πρό γε τῶν ἄλλων καλέσῃ τὸν Ἰσραὴλ, διασώσῃ δὲ καὶ τῶν ἐθνῶν τὴν πληθύν· καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος· «Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς, ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.» Μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.» Ἥξει δὴ οὖν ὁ ῥυόμενος, ἐξ ἁμαρτιῶν δηλονότι, ἐκ θανάτου καὶ φθορᾶς, ἐξ ὠμότητος διαβολικῆς, ἐκ τῆς τῶν δαιμονίων ἀπάτης καὶ πλεονεξίας. Καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, εἶπε Κύριος. Τὸ δὲ ἅπαξ ὁρισθὲν διὰ βουλῆς τοῦ Θεοῦ καὶ ἐπαγγελθὲν, πάντη τε καὶ πάντως, ἀραρὸς ἔσται, καὶ οὐκ ἀρνηθήσεται. Ποία τοίνυν ἔσται, φησὶν, ἡ παρ᾽ ἐμοῦ διαθήκη; Τὸ Πνεῦμα τὸ ἐμὸν, καὶ τὰ ῥήματα, ἃ ἔδωκα ἐν τῷ στόματί σου, οὐ μὴ ἐκλείπῃ ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα χρόνον.
Σαφεστάτη γὰρ ἀπόδειξις τοῦ λελυτρῶσθαι τὸ γένος τὸ ἀνθρώπινον, ἤγουν καὶ πρό γε τῶν ἄλλων τοὺς ἐξ Ἰσραὴλ, πιστεύσαντας τὸ ἐν μεθέξει γενέσθαι Πνεύματος ἁγίου, δι᾽ οὗ καὶ τὸ τῆς υἱοθεσίας εἰσφέρεται καύχημα, καὶ λαλεῖν ἐν γλώττῃ τὸ ῥῆμα τῆς πίστεως, καθὰ γέγραφεν ὁ πάνσοφος Παῦλος· «Μὴ γὰρ εἴπῃς, φησὶν, ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν, ἢ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει ἡ Γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, ὅτι ἐὰν εἴπῃς, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ἐλάβομεν τοίνυν παρὰ Θεοῦ τὸ ῥῆμα τῆς πίστεως, ἤτοι τὴν ὁμολογίαν· σωτήριον δὲ χρῆμα, καὶ δικαιοσύνης πρόξενον· δικαιοῖ γὰρ οὕτω τὸν ἀσεβῆ Χριστὸς, ὁ καὶ πάλαι βοῶν, «Ἰδοὺ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου.» Τοῦτο τὸ ῥῆμα τῆς πίστεως ἐν ἡμῖν ἔστω διηνεκῶς, καὶ ἐκ τοῦ στόματος ἡμῶν οὐ πεπαύσεται.
Παραπέμψομεν δὲ αὐτὸ εἰς γενεὰς γενεῶν, δικαιωθήσονται γὰρ οὕτω καὶ οἱ μεθ᾽ ἡμᾶς. Εἰ γὰρ ἀεὶ Χριστὸς καὶ ἔστι Θεὸς καὶ Κύριος, οὐ καταλήξει πώποτε τῆς εἰς αὐτὸν πίστεως ἡ ὁμολογία, παρὰ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. <Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.
Ἰδοὺ γὰρ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ᾽ ἔθνη· ἐπὶ δέ σε φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.> Ὡς δοθείσης τῆς ἐπαγγελίας τοῦ ὅτι σωθήσεται κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἀνασκιρτᾷ τρόπον τινὰ πρὸς εὐθυμίαν ὁ λόγος ἐν τούτοις ἡμῖν ὁ προφητικὸς, μονονουχὶ γὰρ μεγάλην αἴρων εἰς ὕψος τὴν βοὴν ἐπιφθέγγεται· «Φωτίζου, φωτίζου, λέγων, ἥκει γάρ σου τὸ φῶς.» Ἄθρει δὲ ὅπως πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ ἐκνεμηθέντος παρὰ Θεοῦ τοῦ θείου φωτὸς, δῆλον δὲ ὅτι τοῦ διὰ Χριστοῦ, τὸ, ἥκει σου τὸ φῶς, ὁ προφήτης φησὶ, μονονουχὶ παρόντα καταδεικνύων αὐτοῖς τὸν πάλαι μὲν διὰ νόμου, καὶ προφητῶν ἁγίων προαπηγγελμένον, ἐπιλάμψαντα δὲ τοῖς ἐπὶ γῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς μετὰ σαρκός.
Δόξαν δὲ Κυρίου τὸν ἐπιφανέντα φησὶν, ἀνέτειλε γὰρ οἷά τις ἥλιος ὁ Χριστὸς φωτὶ τῷ θείῳ καὶ νοητῷ περιαστράπτων τὰ σύμπαντα, καὶ τῆς ἀληθοῦς θεογνωσίας καθιεὶς τὴν αἴγλην τοῖς ἑτοιμοτέροις εἰς πίστιν.
Ἔστι δὲ καὶ δόξα τοῦ Θεοῦ, καὶ Πατρός. Ἐν αὐτῷ γὰρ, καὶ δι᾽ αὐτοῦ, καὶ σὺν αὐτῷ δοξάζεται. Ζωγραφεῖ δὲ ὥσπερ ἐν ἰδίᾳ φύσει τὸν τεκόντα αὐτόν. Καὶ ἐπείπερ ἐγνώκαμεν τὸν Υἱὸν, τεθεάμεθα δὲ δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὴν μεγαλειότητα τοῦ Πατρὸς, καὶ τὴν ἀπαράβλητον δόξαν, καὶ τῶν θεοπρεπῶν ἀξιωμάτων τὴν ὑπεροχήν. Καὶ γοῦν ἔφη που Χριστός· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Ὤφθη τοίνυν ἐν ἡμῖν ἡ δόξα τοῦ Θεοῦ καὶ Πατρὸς, εἶτα τῶν ἄλλων ἁπάντων ἐθνῶν ἀποκρίνας τὸν Ἰσραὴλ, ὡς ἐξαιρέτως τετιμημένον παρὰ Θεοῦ, καὶ κλῆρον ὄντα αὐτοῦ, προσεπάγει, καὶ φησίν· «Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ᾽ ἔθνη, ἐπὶ δέ σε φανήσεται Κύριος.» Καὶ οὐχ ὡς σκότους μέλλοντος κατασκίδνασθαι τῶν ἐθνῶν ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ, τὰ τοιάδε φησὶ, κατεφωτίσθη δὲ μᾶλλον, καὶ τὸν τῆς ἀρχαίας ἀπάτης ἀποβέβληκε σκότον.
Ἀδιαφοροῦσι δὲ πλειστάκις περὶ τὴν τῶν χρόνων ἀπόδοσιν οἱ τὴν θείαν διερμηνεύσαντες Γραφήν. Τεθείκασι τοίνυν, ἀντὶ τοῦ «καλύπτει,» τὸ, «καλύψει.» Ἀληθὲς γὰρ ὅτι καὶ ἐπιλάμψαντος τοῦ Χριστοῦ, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, ἔτι κεκράτητο σκότῳ τῶν ἐθνῶν ἡ πληθὺς, οὔπω μετατιθεμένης ἐπ᾽ αὐτὰ τῆς χάριτος. Ἰδοὺ τοίνυν, φησὶ, κεκάλυπται σκότῳ καὶ γνόφῳ, τῆς ἀμαθίας δηλονότι, καὶ τῷ τῆς πλάνης, ἡ γῆ πᾶσα τῶν ἐθνῶν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, ἐπέλαμψε γὰρ, ὡς ἔφην αὐτοῖς, καὶ πρώτως ὤφθη τε αὐτοῖς ἡ δόξα αὐτοῦ, διὰ τῆς ἐξαιρέτου μεγαλουργίας, καὶ σημείων, καὶ τεράτων. Τεθαυματούργηκε γὰρ ὡς Θεὸς παρ᾽ αὐτοῖς, τοῦτο μὲν νεκροὺς ἀνιστὰς ἐκ μνημάτων, τοῦτο δὲ τυφλῶν ὀφθαλμοῖς τὸ φῶς ἐνιεὶς, λεπροὺς ἐκκαθαίρων νεύματι, δαίμοσιν ἐπιπλήττων μετ᾽ ἐξουσίας, καὶ ἁπαξαπλῶς οὐδένα τρόπον ἀφεὶς, ὃς ἦν ἱκανὸς εἰς πληροφορίαν, ὅτι Θεός ἐστι κατὰ ἀλήθειαν, καὶ Θεοῦ τοῦ κατὰ φύσιν Υἱός. «Πορεύσονται δὲ, φησὶ, βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.»
Συνάπτει πάλιν ὁ προφήτης τῇ ἐπισκέψει τῶν ἐξ Ἰσραὴλ, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν, ἵν᾽ εἰδοῖεν, ὅτι κἂν ταῖς ἀπειθείαις ἀτιμάσωσιν αὐτοὶ τὸν Λυτρωτὴν, καὶ ἀποπηδήσειαν τῆς εἰς αὐτὸν ἀγάπης, ἐπ᾽ ὀλέθρῳ τῆς αὐτῶν κεφαλῆς, ἔρημος οὐκ ἔσται προσκυνητῶν, σαγηνεύσει δὲ μᾶλλον διὰ τῆς πίστεως, ἔθνη τε καὶ βασιλεῖς· τῇ γὰρ λαμπρότητι τῇ δοθείσῃ σοι, φησὶ, τουτέστι τῷ φωτισμῷ τῷ παρὰ Χριστοῦ, πορεύσονται βασιλεῖς καὶ ἔθνη. Πορεύσονται δὲ ὅποι; Εἰς τὴν διὰ πίστεως σωτηρίαν δηλονότι, εἰς εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν, εἰς τὸ εἰδέναι καὶ ὁμολογεῖν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι τῶν ὅλων Γενεσιουργὸς καὶ τεχνίτης. Προσεκύνουν μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ξύλοις, καὶ λίθοις ἀνῆπτον τὸ σέβας. Ἐπειδὴ δὲ τῷ δοθέντι σοι φωτὶ κατελαμπρύνθησαν, καὶ αὐτοὶ, φησὶ, πορεύσονται τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν, οὐδενὶ προσπταίοντες τῶν διὰ μέσου κειμένων, ἀλλ᾽ ὡς ἐν αὐγῇ, καὶ ἡμέρᾳ, καίτοι νυκτὸς, καὶ σκότους ὄντες υἱοὶ, πάντα τὰ σκάνδαλα παρατρέχοντες. <Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· Ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾽ ὤμων ἀρθήσονται· τότε ὄψει, καὶ φοβηθήσῃ, ἐκστήσῃ τῇ διανοίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν, καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ.
Πάντες ἐκ Σαββᾶ ἥξουσι, φέροντες χρυσίον καὶ λίβανον, οἴσουσι καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται· καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι, καὶ οἱ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.> Οἰκονομίαν ἔχει πλείστην τε ὅσην καὶ σοφὴν ὁ λόγος.
Εὐαγγελίζεται γὰρ καὶ τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τῶν δύο λαῶν τὴν ἕνωσιν ἐν Χριστῷ, καὶ τῆς τοῦ νόμου σκιᾶς τὴν μεταβολὴν εἰς λατρείαν πνευματικήν. Πάντα γὰρ ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἔκτισε δὲ αὐτὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα.
Τούτων ἁπάντων ποιεῖται τὴν προαγόρευσιν, καὶ δή φησι πρὸς τὴν νοητὴν Ἱερουσαλὴμ, τουτέστι τὴν Ἐκκλησίαν, τὴν ἀπ᾽ ἀρχῆς συστᾶσαν ἐξ Ἰουδαίων· πρῶτοι γὰρ αὐτοὶ πεπιστεύκασιν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου.
Ἰδοὺ γὰρ ἥκασι πάντες υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾽ ὤμων ἀρθήσονται.» Ὡς γὰρ ἐκ παντὸς ἔθνους τε καὶ χώρας συλλέγοντος τοὺς πιστεύσαντας τοῦ θείου καὶ εὐαγγελικοῦ κηρύγματος σαγηνεύοντος τὴν ὑπ᾽ οὐρανὸν, καὶ ὡς εἴς τινα πόλιν εὐπυργοτάτην ἀποφοιτᾷν ἀναπείθοντος εἰς τὴν διὰ πίστεως χάριν, ἤγουν εἰς τὴν τῶν ἁγίων τροφὴν, φημὶ δὴ τὴν Ἐκκλησίαν, τὰ τοιάδε φησὶ, καθάπερ ἀμέλει, καὶ ἑτέρωθί που· «Ἔσται γὰρ, φησὶν, ἐν ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν εἰς αὐτὸ ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ. Καὶ πορευσόμεθα ἐν αὐτῇ.» Τέκνα δὴ τῆς Ἱερουσαλὴμ οὐχὶ μόνοι λέγοιντο ἂν οἱ ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ ἅπαντες οἱ ἐκ παντὸς ἔθνους καὶ χώρας κεκλημένοι διὰ πίστεως εἰς τὸ τῆς ἀληθείας φῶς. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.» Εἴρηται δὲ παρὰ Θεοῦ πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.»
Οὐκοῦν ὡς ἤδη πληθύος συναγηγερμένης ἐξ ἐθνῶν, καὶ προσκυνούσης Χριστῷ· Ἆρον, φησὶ, κύκλῳ τοὺς ὀφθαλμούς σου, τουτέστιν, ἅπασαν περιάθρει τὴν οἰκουμένην, καὶ ἐκ παντὸς μέρους αὐτῆς ὄψει τρέχοντα πρὸς σὲ τὰ σὰ τέκνα, ἥξουσι δὲ καίτοι μακρὰν ὄντες ποτὲ, μακρὰν δὲ οὐ τοπικῶς, ἀλλὰ κατὰ γνώμην, καὶ διάθεσιν νοῦ. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν τοῖς ἀποδραμοῦσι τοῦ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· «Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.» Γέγραφε δὲ καὶ ὁ πάνσοφος Παῦλος περὶ Χριστοῦ, ὅτι «Ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Ἐπιστέλλει δὲ καὶ τοῖς ἐξ ἐθνῶν· «Διαμνημονεύετε ὑμεῖς τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης ἐν σαρκὶ περιτομῆς χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, νῦν δὲ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Οἱ γὰρ ὅλως Θεὸν οὐκ εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς, μακρὰν εἶναι λέγονται, καὶ εἰσὶ, κατὰ διάθεσίν τε καὶ γνώμην, ὡς ἔφην.
Ἀλλ᾽ ἰδοὺ ἥκασι, φησὶ, τουτέστιν, οὐκ εἰς μακρὰν, οὐδὲ εἰς ἀνάβλησιν ἡ κλῆσις αὐτῶν ἔσται· δραμοῦνται γὰρ ὥσπερ κατὰ πόδα τῶν εὐαγγελικῶν κηρυγμάτων, ποιήσονται δὲ τὴν ἄφιξιν τὴν πρὸς Θεὸν διὰ πίστεως δίχα πόνου παντὸς δυσχερείας τε ἁπάσης καὶ ἱδρῶτος ἐξῃρημένων.
Ἐπ᾽ ὤμων γὰρ ἀρθήσονται· πέπλασται γὰρ τὸ σχῆμα τοῦ λόγου ὡς ἐκ παραδείγματος τοῦ καθ᾽ ἡμᾶς· τὰ γάρ τοι νεογνὰ τῶν βρεφῶν τιθηνεῖσθαι φιλεῖ, καὶ τοῖς τῶν μητέρων κόλποις καὶ βραχίοσιν ἐπαναπαύεσθαι ζητεῖ.
Γίνεταί τι τοιοῦτον ἐπὶ τῶν καλουμένων ἐκ πλάνης Ἑλληνικῆς, θεραπεύονται γὰρ παρὰ τῶν μυσταγωγῶν, σκληραγωγούμενοι μᾶλλον, οὐδὲ τὴν τραχεῖαν εὐθὺς ἰόντες τρίβον, ἀλλ᾽ οἷον διὰ τρυφερᾶς ἀγωγῆς γαλακτοτροφούμενοί τε καὶ ἀναβαίνοντες κατὰ βραχὺ πρὸς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Καὶ γοῦν ἐνετέλλετο μὲν τοῖς ἁγίοις ἀποστόλοις βαπτίζειν πάντα τὰ ἔθνη εἰς τὸ ὅνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκειν τε αὐτὰ τηρεῖν πάντα ὅσαπερ αὐτοῖς ἐνετείλατο. Οἱ δὲ καὶ τοῦτο δρᾷν ἐθέλοντες φορτικὸν οὐδὲν ἐπετίθεσαν ἐν ἀρχαῖς τοῖς πιστεύουσιν εὐτεχνίᾳ χρώμενοι διδασκαλικῇ. Γεγράφασι γὰρ τοῖς ἐξ ἐθνῶν, ὅτι «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος.» Γράφει δέ τισι καὶ ὁ πανάριστος Παῦλος, ὅτι «Γάλα ἐπότισα ὑμᾶς, οὐ βρῶμα, οὔπω γὰρ ἠδύνασθε, ἀλλ᾽ οὐδὲ ἔτι νῦν δύνασθε.» Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια τῆς καρδίας γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Οὐκοῦν ἐπ᾽ ὤμων ἀρθήσονται, φησὶν, οἱ υἱοί σου, καὶ αἱ θυγατέρες σου, τότε δὲ ὄψει, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ, ἀντὶ τοῦ, θαυμάσεις· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Ἀββακούμ· «Κύριε, φησὶν, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.»
Κατειθίσμεθα δέ πως καὶ ἡμεῖς αὐτοὶ, τὸ, ἐξέστην, ἔσθ᾽ ὅτε λέγειν, ὅταν τι τῶν παραδόξων ὑπό του γενέσθαι συμβῇ. Θαυμάσεις τοίνυν, φησὶ, καὶ ποία τούτου γενήσεται πρόφασις; Μεταβαλεῖ γὰρ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν. Σαφεστέραν ἐν τούτοις ποιεῖται τὴν προαγόρευσιν, τοῦ ὅτι κεκλήσεται κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας τῶν ἐθνῶν ἡ πληθύς. Ἦν μὲν γὰρ ἐν τοῖς νοτιωτέροις κλίμασι τῶν Ἰουδαίων ἡ χώρα, τά γε μὴν πρὸς ἄρκτον, καὶ θάλασσαν, καὶ πόλεις, καὶ τὰς ἐπ᾽ αὐτῇ κειμένας χώρας αἱ τῶν ἐθνῶν ἀγέλαι διεμοιρώσαντο. Ἐπειδὴ δὲ τῆς ἀρχαίας ἀπάτης ἀπονοστήσαντες τὴν εἰς τὰ ἀμείνω μεταβολὴν ἐσχήκασι κεκλημένα πρὸς ἐπίγνωσιν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ διὰ τῶν ἱερουργούντων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ταύτῃτοί φησι μεταβαλεῖν εἰς τὴν Ἐκκλησίαν τῆς θαλάσσης τὸν πλοῦτον· πλοῦτος δὲ, ὡς ἔφην, τῶν πρὸς θαλάσσης κειμένων πόλεων καὶ χωρῶν, οἱ κατοικοῦντες ἐν αὐταῖς. «Ἥξουσι δέ σοι, φησὶ, καὶ ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ.» Ἔθνη μὲν γὰρ περίοικα τῆς Ἱερουσαλὴμ, καὶ τὰς ὁμόρους ἔχοντα, Μαδιηναῖοί τε καὶ οἱ ἐκ Γεφάρ. Ἦσαν γὰρ βδελυροὶ, καὶ ἀκρόβυστοι, καὶ εἰδωλολάτραι, ἀλλ᾽ ὅτι κεκλήσονται καὶ αὐτοὶ, καὶ καρποφορήσουσι τῷ Θεῷ, διαδείκνυσιν ἐν τούτοις.
Ἦσαν μὲν γὰρ ἐμβάται καμήλων, καὶ τὰς τοῦ ζῇν ἀφορμὰς ἀπό γε τοῦ μάχεσθαι, καὶ κτηνοτροφεῖν ἐπορίζοντο· ἦσαν δὲ ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, ἀλλ᾽ οἱ ποτὲ πλανώμενοι βέβηλοί τε καὶ ἄμικτοι τοῖς ἡγιασμένοις ἥξουσι, φησὶν, οὐ καθ᾽ ἕνα μᾶλλον, ἀγεληδὸν δὲ ὥσπερ, καὶ κατὰ πληθὺν, ἢ καμήλοις ἐποχούμενοι, ἤγουν ἅπερ ἔχουσι προσκομίζοντες, καὶ τοῖς κατὰ χεῖρα τιμῶντες Θεόν. «Ἥξουσι δὲ πάντες ἐκ Σαββᾶ φέροντες χρυσίον καὶ λίβανον, οἴσουσι καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται.» Χώρα πάλιν ἐστὶν ἡ Σαββὰ τῆς Ἀράβων ἐπέκεινα, καὶ ἀγχοῦ μᾶλλον θαλάσσης Ἐρυθρᾶς, ἐξ ἧς ἡ Σαββὰ ἡ τῶν Αἰθιόπων βασίλισσα ἐν τοῖς Σολομῶντος καιροῖς ἐπεφοίτησε τῇ Ἱερουσαλήμ. Γονιμωτάτη δὲ ἡ χώρα λιβανωτοῦ, χρυσοῦ τε καὶ λίθων τῶν Ἰνδικῶν. Ἥξουσι τοίνυν, φησὶ, καρποφοροῦντες εἰς δόξαν Θεοῦ, καὶ προσάγοντες λίβανον, καὶ χρυσὸν, καὶ λίθους, ἤγουν τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, καὶ φαιδρότητα νοητὴν, καὶ πλοῦτον πνευματικόν. «Εὐαγγελιοῦνται δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ.» Πλεῖστοι μὲν γὰρ ὅσοι κέκληνται μὲν ἐξ ἐθνῶν, σεσοφωμένοι δὲ τὴν καρδίαν, καὶ τῶν ἱερῶν δογμάτων νοῦν λαβόντες ἐπιστήμονα διδασκαλικὸν ἐσχήκασι τὸ ἀξίωμα, καὶ τὴν παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σωτηρίαν τε καὶ χάριν ἑτέροις διακηρύττοντες, τὸν τῆς γνησιότητος ἀνεδήσαντο στέφανον. «
Ἥξουσι δέ σοι, φησὶ, καὶ τὰ πρόβατα Κηδὰρ, καὶ οἱ κριοὶ Ναβαιὼθ, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου.» Κηδὰρ δὲ, καὶ Ναβεὼθ χῶραι πάλιν ἕτεραι λιπαραί τε καὶ εὔβοτοι, καὶ πλείστους μὲν ἔχουσαι τοὺς ἐνοικοῦντας αὐταῖς, πλὴν εἰδωλολάτρας, καὶ πεπλανημένους. Ἀλλὰ καὶ οὗτοι, φησὶ, κριοὺς, καὶ πρόβατα προσοίσουσι, καὶ πάντα ἔσται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου· καίτοι κατά γε τὸν Μωσέως νόμον οὐκ ἐξῆν ἀλλογενέσι προσάγειν θυσίας τῷ Θεῷ. Οὐδ᾽ ἂν εἰ προσῆγον δεκτὰς ἐποιήσατό τις αὐτάς. Ἀλλ᾽ ἰδοὺ προστάττει Θεὸς δεκτὰς εἶναι καὶ ταύτας τοῖς ἁγίοις θυσιαστηρίοις.
Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος, βάρβαρος, Σκύθης, Ἕλλην τε καὶ Ἰουδαῖος, ἀλλὰ πάντα, καὶ ἐν πᾶσι Χριστός. Ἓν γὰρ γεγόνασιν οἱ δύο λαοὶ, κατενεγκόντος αὐτοῦ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντος. Δεκταὶ τοίνυν αἱ πάντων θυσίαι, προσιόντων Θεῷ διὰ τῆς πίστεως ἐν Χριστῷ. Ἐδοξάσθη δὲ ὁ οἶκος τῆς προσευχῆς τοῦ Θεοῦ. Καί μοι πάλιν ἄθρει τοῦ λόγου τὸ βάθος· οὐ γὰρ θυσιῶν, καὶ καπνῶν οἶκον ἔτι βούλεται καλεῖσθαι τὴν Ἐκκλησίαν, καθάπερ ἀμέλει καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ναὸν, εὐχῆς δὲ μᾶλλον, τουτέστι, λατρείας πνευματικῆς.
Ψάλλει δέ που καὶ φησὶν ὁ θεσπέσιος Δαβίδ· «Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Σημειωτέον δὲ ὅτι τοῦτον τὸν στοῖχον καὶ αὐτὸς ὁ Σωτὴρ διεμνημόνευσέ που ταῖς Ἰουδαίων ἐμπορίαις ἐπιτιμῶν, καὶ λέγων· «Γέγραπται· Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.» Ὅτε τοίνυν οἶκος γέγονε προσευχῆς, τότε καὶ δεδόξασται. <Τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς; Ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσὸν μετ᾽ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν Ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι.> Ἔνεστι πάλιν ἐν τούτοις ἰδεῖν τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκομισμένον, ἤτοι τῆς νοητῆς Ἱερουσαλὴμ, ἆρον ὥσπερ ἐν κύκλῳ τοὺς ὀφθαλμοὺς, καθὰ προστέτακται παρὰ Θεοῦ, εἶτα καταπεπλανημένης τῶν ἐπ᾽ αὐτῇ τρεχόντων τὸ πλῆθος, καὶ τῶν διὰ πίστεως συναγηγερμένων τὸν ἀριθμοῦ παντὸς ἐπέκεινα δῆμον. «Τίνες γὰρ οἵδε πέτανται, φησὶν, ὡς νεφέλαι, καὶ ὡς περιστεραὶ σὺν νεοττοῖς;» Σαγηνεύονται γὰρ διὰ πίστεως, οὐ πρεσβύται μόνον, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ νέοι, καὶ ὁμοῦ παισὶ πατέρες, καὶ θυγατράσι μητέρες.
Οὐκοῦν κατὰ πάσης ἡλικίας, τὸ τῶν εὐαγγελικῶν κηρυγμάτων ἁπλοῦται λῖνον, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν τῇ βίβλῳ Ψαλμῶν γεγραμμένον· «Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.» Πετᾶσθαι δέ φησιν αὐτοὺς, ἢ ὅτι βαδιοῦσιν ἐπ᾽ αὐτὴν, οὐκ ἀτημελῶς τε καὶ παρειμένως, ἀλλ᾽ οἷον πτηνοὶ, καὶ δρομαῖοι, ἤγουν τὸ γεῶδες καὶ χθαμαλὸν ἀφέντες φρόνημα μετεωροπολοῦσι τρόπον τινὰ, καὶ ὥσπερ ἐκ θαλάττης νεφέλαι, ἐκ θορύβου τε καὶ τρυφῆς κοσμικῆς, ἄττουσί τε ὑψοῦ, καὶ ἀνανήχονται πρὸς τὴν ἄνω σπεύδοντες πόλιν.
Θαυμαζούσης τοίνυν τῆς Ἐκκλησίας τὴν ἐξ ἁπάσης χώρας τὴν διὰ πίστεως συνδρομὴν, τὴν τοῦ πράγματος αἰτίαν ἀπογυμνοῖ πάλιν ὁ σαγηνεύων αὐτοὺς, καί φησιν· «Ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον μετ᾽ αὐτῶν.» Καὶ νήσους ἐνθάδε συνήσεις, οὐχὶ δὴ πάντως αὐτὰ τὰ τῶν νήσων ἐδάφη, εὔηθες γὰρ, οὔτε μὴν αὐτὰ τὰ τῆς Θαρσεῖς πλοῖα, τοὺς ἐνοικοῦντας δὲ μᾶλλον αὐταῖς, ἤτοι τῶν νήσων τοὺς ἐμβάτας. Θαρσεῖς δὲ ἡ θεία Γραφὴ τὰς Ἰνδικὰς ὀνομάζει πλεισταχοῦ· φασὶ δὲ εἶναι καὶ ἐν τῇ Κύπρῳ Θαρσεῖς πόλιν ὠνομασμένην. Οὐκοῦν ἐπειδήπερ αἵ τε νῆσοι, φησὶ, καὶ οἱ ἐκ τῆς Ἰνδῶν ἥκοντες χώρας ἐμὲ ὑπέμειναν, τουτέστιν, ὑπέστησαν τὸν ἐπενεχθέντα αὐτοῖς παρ᾽ ἐμοῦ ζυγὸν, διὰ τοῦτο συῤῥεῖ πανταχόθεν ἡ τῶν πιστευόντων πληθύς. Ἥκουσι γὰρ, καὶ ἐξ αὐτῆς τῆς Βαρβάρου γῆς ἄνδρες οὐκ ὀλίγοι τὸ Χριστοῦ φοροῦντες ὄνομα, καὶ καρποφοροῦντες εἰς δόξαν αὐτοῦ τὰ ὅσαπερ ἂν αὐτοῖς ἡ χώρα δύνηται φέρειν. Εὔφορον δὲ εἶναι χρυσοῦ, καὶ ἀργύρου φασὶν αὐτήν. Προσκομίζουσι δὲ οὐ κατά γε τὸ παρῳχηκὸς ἔθος ἀψύχοις τισὶν εἰδώλοις, καὶ δαιμονίων ἀγέλαις, ἀλλ᾽ ἐπειδήπερ ἅγιον γέγονε παρ᾽ αὐτοῖς τὸ ὄνομα Κυρίου, ἔνδοξος δὲ ὁ Ἅγιος τοῦ Ἰσραήλ· καὶ οὐχ ἕτερος μὲν ὁ Κύριος, ἕτερος δὲ πάλιν ὁ Ἅγιος τοῦ Ἰσραὴλ, ἀλλ᾽ εἷς καὶ ὁ αὐτὸς ὑπάρχων Κύριός τε καὶ ἅγιος, καὶ δεδοξασμένος.
Ἰστέον δὲ ὅτι νῆσοι καλοῦνται, καὶ πόλεις αἱ κύκλῳ, πολλὴν ἔχουσαι καὶ ἀοίκητον ἐρημίαν. Εἰ δὲ λέγοιντο καὶ αὐταὶ ὑπομεῖναι τὸν Κύριον, τουτέστιν, αὐτῷ δουλεῦσαι, συνήσεις, ὅτι καὶ οἱ τὰς ἀβάτους, καὶ ἐξωσμένας ἐρημίᾳ πολλῇ κατοικοῦντες χώρας, ἢ πόλεις ἥξουσι διὰ πίστεως, καὶ καρποφορήσουσι τῷ Χριστῷ χρυσὸν, καὶ ἄργυρον, καὶ οὐχὶ δή που πάντως τὴν ὕλην, ἀλλ᾽ οἷον τὰ ἐν ἡμῖν τίμια, καὶ λαμπρὰ, καὶ τοῦ παντὸς ἄξια λόγου, πίστιν δηλονότι, καὶ τὴν ἐξ ἁπάσης ἀρετῆς φαιδρότητα· ξένια γὰρ ταῦτα Θεῷ, καὶ πνευματικῆς λατρείας ἀναθέματα λαμπρὰ, καὶ τεθαυμασμένα. Γέγραπται δὲ καὶ ἐν βίβλῳ Ψαλμῶν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαββᾶ δῶρα προσοίσουσι. Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» <Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι.> Ἐξαίσιον καὶ τοῦτο, καὶ θεοπρεποῦς δυνάμεως ἀποτέλεσμα. Τεύχη μὲν γὰρ καὶ περίβολοι σώζοντες τῆς Ἐκκλησίας τὰ τέκνα, νοηθεῖεν ἂν πίστις ὀρθὴ, καὶ ἀμώμητος, ἔργων τε φαιδρότης ἐξ ἁπάσης ἀρετῆς συλλέγουσα κάλλος, γνώσεως δὲ δογματικῆς, καὶ μέντοι καὶ ἠθικῶς [ἴσ. ἠθικῆς] εἶεν ἂν εἰσηγηταὶ, καὶ διδάσκαλοι τῶν θείων κηρυγμάτων ἱερουργοὶ πάντες ὅσοι ψήφῳ θείᾳ καλοῦνται πρὸς τοῦτο.
Καὶ ἀπαρχὴ μὲν τούτων τῶν ἱερῶν κηρυγμάτων γεγόνασιν ἡμῖν οἱ θεσπέσιοι μαθηταὶ, πλεῖστοι δὲ μετ᾽ ἐκείνους, οἱ τὸν παρ᾽ αὐτῶν ἰχνηλατοῦντες λόγον, οὐκ ἐκ μόνων Ἰουδαίων, ἀλλὰ γὰρ καὶ ἐκ ταγμάτων Ἑλληνικῶν, οἳ καὶ τῆς ἐν κόσμῳ σοφίας ἐν καλῷ γεγονότες, καὶ εὐγλωττεῖν εἰδότες ἄριστοι γεγόνασι παιδευταὶ τὸν μὲν ἀκλινῆ τῆς πίστεως λόγον οἰκοδομοῦντες ἀστείως ἐν ταῖς τῶν μυσταγωγούντων ψυχαῖς, ἐνιέντες δὲ αὐτοῖς πολιτείας τὴν ἀξιάγαστον συνείδησιν. Οὐκοῦν ἀλλογενεῖς μὲν, ὅτι μὴ ἐξ αἵματος Ἰσραὴλ κατὰ σάρκα, πλὴν ἀρχιτέκτονες σοφοὶ, κατὰ τὸν θεσπέσιον Παῦλον, καὶ εὖ εἰδότες θεμελιοῦν ἐν ἡμῖν τὸν Χριστὸν, διὰ πίστεως δὲ δηλονότι, καὶ εἰσηγήσεως ἀγαθῶν.
Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι.» Τίνων δὲ οἱ βασιλεῖς; Ἦ δηλονότι τῶν ἀλλογενῶν. Βασιλεῖς δέ φησιν ἐν τούτοις, ἢ τοὺς ἄρχοντας καὶ ἡγουμένους λαῶν, οἳ παρεστήκασι τῇ Ἐκκλησίᾳ Χριστοῦ, δορυφοροῦντες ὥσπερ αὐτὴν, καὶ συνασπίζοντες τοῖς αὐτῆς τέκνοις, καὶ ἀποσοβοῦντες πᾶσαν ἔφοδον ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων, ἢ κατὰ ἀλήθειαν τοὺς ταῖς ἀνωτάτω τιμαῖς ἐστεφανωμένους, καὶ τὸ τῆς βασιλείας ἔχοντας σκῆπτρον, οἳ καὶ παρέστησαν τῇ Ἐκκλησίᾳ. Ἡ δὲ παράστασις ἐν τούτοις σημαίνει τὴν ὑπακοήν. Εἴκουσι γὰρ τοῖς θείοις, καὶ ἱεροῖς θεσπίσμασι, καὶ τὸ τῆς Ἐκκλησίας κήρυγμα παντὸς ἀξιοῦσι λόγου. <Διὰ γὰρ ὀργὴν ἐπάταξά σε, καὶ δι᾽ ἔλεον ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντὸς, ἡμέρας καὶ νυκτὸς, καὶ οὐ συγκλεισθήσονται εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς ἀγομένους. Τὰ γὰρ ἔθνη, καὶ οἱ βασιλεῖς οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημωθήσονται.> Ἐπειδὴ γὰρ, φησὶ, πλείστοις τε ὅσοις καὶ ἀφορήτοις πλημμελήμασιν εὑρέθης ἔνοχος τὴν ἰσόῤῥοπον ὑπομεμένηκας δίκην. Ἦν γὰρ ἀνάγκη τοιαύτην οὖσαν ὑπομεῖναι τὰ ἐξ ὀργῆς. Ἐπειδὴ δέ σοι πάλιν ἐχρῆν ὡς ἐξ ἀγαθοῦ τε καὶ φιλοικτίρμονος Κυρίου καὶ Θεοῦ δοθῆναι τὸν ἔλεον, δέδοται, καὶ διώξω τὰ ἐξ ὀργῆς.
Τί οὖν ὑπάρξει, τί δὲ δοθήσεται πεπαυμένων τῶν σκυθρωπῶν; «Ἀνεωχθήσονται, φησὶν, αἱ πύλαι σου διὰ παντὸς, ἡμέρας καὶ νυκτὸς, καὶ οὐ συγκλεισθήσονται.» Ἔοικεν ἐν τούτοις εἰρήνην αὐτοῖς ὑπισχνεῖσθαι, καὶ τὴν ἐντεῦθεν εὐδίαν. Αἱ μὲν γὰρ ἐν ὑποψίᾳ πολεμίων ἐμβολῆς οὖσαι πόλεις, οὐκ ἀεὶ τὰς πύλας ἀναπετασμένας ἔχουσιν, ἀλλ᾽ ὡς ἐν καιρῷ καὶ χρείᾳ, καὶ ἐν ἡμέρᾳ μόλις, καὶ οὐ δίχα δειμάτων· αἱ δὲ εἰσάπαν ἀπηλλαγμέναι τοῦ προσδοκᾷν τι τοιοῦτο ὑπομεῖναι ἀνευρύνουσιν αὐτὰς τοῖς εἰσβάλλουσι, κἂν εἰ ἐν νυκτὶ τοῦτο δρῶσί τινες. Εἰ τοίνυν εἰρήνην αὐτοῖς ἐπαγγέλλεται Θεὸς, καὶ πλάτος εὐημερίας, ἤγουν ἀδιαλείπτως ἔσται τῶν πρὸς αὐτὴν ἰόντων ἡ συνδρομὴ, καὶ οἷον διηνεκὴς ἡ εἴσοδος, ἑλκομένων τρόπον τινὰ διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, ὥστε δοκεῖν ἀνανεῶχθαι τὰς πύλας, καὶ καιρὸν οὐκ εἶναί τινα, καθ᾽ ὃν αὐτὰς κλείεσθαι πρέπει, καὶ οὐχὶ μόνοις τοῖς ἐν ὑφέσει βίου, καὶ ὑπὸ ζυγὰ βασιλείας, ἀλλὰ γὰρ καὶ αὐτοῖς τοῖς τὸ κατὰ πάντων ἔχουσι κράτος. Ἔξεστι δὲ διὰ πραγμάτων ἰδεῖν τῆς προφητείας τὴν δύναμιν κρατοῦσαν εἰς δεῦρο.
Δέχεται γὰρ ἡ Ἐκκλησία κατὰ πάντα καιρὸν τοὺς πιστεύειν ἐθέλοντας, ἐκκλείει δὲ ὅλως οὐδενὶ τὴν εἰς τοῦτο σπουδήν· ἔξεστι δὲ τοῖς ἐθέλουσι παραποδίζοντος οὐδενὸς, καθ᾽ ὃν ἂν βούλωνται καιρὸν, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας ἄγεσθαι φῶς· ἄγει δὲ ἅπαντας Θεὸς καὶ Πατὴρ εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ, δι᾽ οὗ, καὶ ἐν ᾧ, καὶ μεθ᾽ οὗ δοξάζεται. Καὶ τοῦτο αὐτὸς ἡμῖν καταμεμήνυκε, λέγων· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Ἐθνῶν δὲ δύναμιν εἰσαχθήσεσθαί φησιν, ἵνα μὴ μόνους ἐννοῇς, ὡς ἔφην, τοὺς ἐν σμικρότητί τε καὶ ἐν ὑφέσει, ἀλλὰ γὰρ καὶ αὐτοὺς τοὺς ἐν δυνάμει, καὶ δόξῃ τῇ κατὰ τόνδε τὸν βίον. Προσεπάγει δὲ ὅτι, «Καὶ ἔθνη, καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ ἐρημωθήσονται.» Οἱ γὰρ ἄπιστοι, καὶ ἀμυσταγώγητοι, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἀμέτοχοι, κἂν εἴτε τινὲς εἶεν τῶν περιφανῶν, εἴτε τῶν ἀσημοτέρων, εἰς πέταυρον ᾅδου, καὶ εἰς παγῖδα θανάτου πεσοῦνται· ἐντεθνήξονται γὰρ ταῖς ἑαυτῶν ἁμαρτίαις, καὶ τὴν ἁπασῶν ἐσχάτην ὑπομενοῦσι δίκην. <Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ, καὶ πεύκῃ, καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου.> Ὄρος ἐστὶ τῆς Φοινίκης ὁ Λίβανος, κέδροις τε, καὶ κυπαρίσσοις, καὶ πεύκῃ κατάκομον, καὶ αὐτοῖς δὲ τοῖς τοῦ Λιβάνου φυτοῖς.
Θαυμάζεται δὲ ταύτης ἕνεκα τῆς αἰτίας τὸ μνημονευθὲν ὄρος, ὡς ἀφθονωτάτην ἔχον τὴν ὕλην, καὶ δένδρεσι τοῖς εὐμηκεστάτοις, καὶ εὐοσμοτάτοις καταπλουτοῦν. Αὕτη τοίνυν ἡ δόξα δοθήσεταί σοι, φησὶ, νοητῶς δηλονότι, καὶ πνευματικῶς.
Τρέφει γὰρ ἡ Ἐκκλησία Χριστοῦ πλείστας τε ὅσας, καὶ εὐδοκίμους ἁγίων κεφαλὰς ὑψοῦ τε ἠρμένας ἐξ ἀρετῶν, ναὶ μὴν καὶ εὐοσμοτάτας. Χριστὸν γὰρ εὐοδιάζουσιν· ἔνεστι δὲ αὐτοῖς καὶ τὸ πέρα κεῖσθαι φθορᾶς τῆς ἐκ φρονήματος σαρκικοῦ, καθάπερ ἀμέλει καὶ τὸ μὴ φθείρεσθαι πεύκῃ τε καὶ κέδρῳ. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τοῖς τοιοῖσδε τῶν φυτῶν ἀφομοιοῦν ἔσθ᾽ ὅτε τὴν τῶν ἁγίων πληθὺν, καὶ γοῦν ἔφη που πάλιν Θεὸς διὰ φωνῆς Ἡσαΐου· «Καὶ ποιήσω ὕδωρ ἐν τῇ ἐρήμῳ, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Γῇ μὲν γὰρ ξηρᾷ τε καὶ ἀνύδρῳ παρεικάζει τὰ ἔθνη· οὐ γὰρ ἦν παρ᾽ αὐτοῖς θεῖος λόγος ὁ ζωοποιεῖν δυνάμενος, καὶ εἰς αὔξησιν ἀναφέρειν τὴν ἐν εὐσεβείᾳ τε καὶ γνώσει Θεοῦ, ἀλλὰ γεγόνασι παρ᾽ αὐτοῖς κέδρος, καὶ πύξος καὶ μυρσίνη, καὶ κυπάρισσος, καὶ λεύκη, τουτέστιν, εὐμήκη τε καὶ ἀξιάγαστα φυτὰ, ὧν καὶ ὁ θεσπέσιος Μελῳδὸς διαμνημονεύει λέγων· «Ἄρτος καρδίαν ἀνθρώπου στηρίζει, χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, καὶ αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.» Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Θεοῦ γεώργιόν ἐσμεν.» Αὕτη τοίνυν ἡ δόξα τοῦ Λιβάνου, φησὶ, δοθήσεταί σοι, τουτέστιν, ὀφθήσῃ κατάνομος πολλαῖς καὶ τεθαυμασμέναις ἁγίων κεφαλαῖς. Ἔσται δὲ τοῦτο, ὥστε δοξασθῆναι τὸν τόπον τὸν ἅγιόν μου.
Καύχημα μὲν γὰρ Ἐκκλησιῶν οἱ τοῖς τῶν ἀρετῶν ὑψώμασιν ἐμβεβηκότες, καὶ χθαμαλὸν οὐδὲν, ἤγουν γήϊνον, καὶ χαμαιῤῥιφὲς ἔχοντες εἰς νοῦν διὰ τοῦ φρονεῖν τὰ σαρκὸς, ἄττοντες δὲ μᾶλλον ὑψοῦ, καὶ τὰ ἄνω φρονοῦντες, καὶ οἷον ἀποφοιτῶντες τῆς γῆς, καὶ περιπατοῦντες μὲν ἐπ᾽ αὐτῆς, ἄνω δὲ καὶ ἐν οὐρανοῖς ἔχοντες τὸ πολίτευμα. <Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες οἱ υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ.> Αὐτὸ τῶν πραγμάτων τὸ πέρας διαδείκνυσιν ἀκριβῶς τῆς προφητείας τὴν δύναμιν, οὐκ ἔξω βαίνουσαν τ᾽ ἀληθοῦς· ἐμπαροινησαμένη γὰρ τῷ πάντων Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ ταπεινὴ γέγονεν ἡ Ἱερουσαλὴμ τῆς πρὸς Θεὸν οἰκειότητος ἀποβεβλημένη, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπολισθήσασα, καὶ φειδοῦς ἐρήμη τῆς ἄνωθεν γενομένη, πεσοῦσα δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, οἳ δὴ καὶ πᾶσαν τὴν Ἰουδαίαν καταδῃώσαντες, καὶ αὐτὸν ἐνέπρησαν τὸν θεῖόν τε καὶ διαβόητον ναόν. Ἐπειδὴ δὲ σέσωσται τὸ κατάλειμμα Θεοῦ κατοικτείραντος, πεπιστεύκασι γὰρ εἰς Χριστὸν οὐκ εὐαρίθμητοι τῶν ἐξ Ἰσραὴλ, κεχρημάτικεν Ἐκκλησία Χριστοῦ, καὶ γέγονε μήτηρ ὥσπερ ἐθνῶν.
Οἱ γὰρ υἱοὶ τῶν ποτε ταπεινωσάντων αὐτὴν, τουτέστιν, οἱ τῶν ἐπιγείων κρατοῦντες πραγμάτων, καὶ ταῖς τῶν σκήπτρων διαδοχαῖς ὡς ἐξ ἐκείνων ἐρχόμενοι σεπτὴν ἡγοῦνται τὴν Ἐκκλησίαν, καὶ δεδοικότες, τουτέστι, μετ᾽ εὐλαβείας, καὶ τὸν θεῖον εἰς νοῦν ἔχοντες φόβον προσίασιν αὐτῇ· «Κέκληται γὰρ πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ.» Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, καὶ τοῦτο διδάσκει ὁ θεσπέσιος Δαβὶδ ὡς πρὸς αὐτὴν, «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Καὶ αὐτὸς δέ που φησὶν ὁ τῶν ὅλων Κύριος διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτὴν, τὴν θύραν αὐτῆς εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτον, τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν.» Εἰ δὲ δὴ βούλοιτό τις καὶ τῶν ποτε διωξάντων τὴν Ἐκκλησίαν βασιλέων υἱοὺς τοὺς καθεξῆς ὀνομάζειν, οἳ μετὰ τιμῆς καὶ δέους προσέρχονται νῦν αὐτῇ, καὶ ὡς θείαν τιμῶσι πόλιν, οὐκ ἔξω φέρεται τοῦ σκοποῦ. Ὁρῶμεν γὰρ εἰς τοῦτο ἐκβεβηκὸς τὸ τῶν πραγμάτων πέρας. <Διὰ τὸ γενέσθαι σε ἐγκαταλελειμμένην, καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν. Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι. Καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, καὶ ὁ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ.> «Γέγονας μὲν γὰρ, φησὶν, ἐγκαταλελειμμένη, καὶ μεμισημένη, καὶ οὐκ ἦν ὁ βοηθῶν.»
Αὕτη σοι πρόφασις τῆς ταπεινώσεως ἦν, πεπαρῴνηκας γὰρ εἰς τὸν ὑψοῦν δυνάμενον, καὶ ἀκράδαντόν σοι φυλάξαι τὸ εὐημερεῖν, ἀλλ᾽ οὐδεὶς ἦν ὁ χεῖρα νέμων ἐπίκουρον, ἐπείπερ ἦσθα θεομισής· πεπαρῴνηκας γὰρ οὐκ εἰς ἕνα τινὰ τῶν ἐν τάξει κειμένων οἰκετικῇ, καὶ διακονικὴν ἐχόντων τὴν λειτουργίαν, ἀλλ᾽ εἰς αὐτὸν τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον. Ἐπειδὴ δὲ ἅπαξ πέπονθας τὴν ταπείνωσιν παρελάσει τὰ μοχθηρὰ, καὶ τοῖς δευτέροις ἀνακτήσεταί σε. Ὥσπερ γὰρ ἀπειθήσασαν ἔδει κολάζεσθαι ψήφῳ δικαίᾳ Θεοῦ, οὕτως ἐπιστρέψασαν ἐλεεῖσθαι πρέπει. «Θήσω σε τοίνυν, φησὶν, εὐφροσύνην γενεαῖς γενεῶν·» στυγνὸν γὰρ οὐδὲν ἐν Ἐκκλησίᾳ Χριστοῦ, ὅπου δὲ ὅλως ἐλπὶς ἀφθαρσίας, καὶ ἀτελευτήτου ζωῆς, καὶ ἀμηρύτου δόξης, καὶ βασιλείας οὐρανῶν, ποῖον ἂν ἔχοι τὸ κατηφές;
Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι. Καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι διδάσκειν τῆς προφητείας ὁ νοῦς, ὅτι πολλοὶ τῶν ἐξ ἀγέλης Ἑλληνικῆς σεσοφωμένοι τὸν νοῦν ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ δογματικῆς εὐτεχνίας εἰς γνῶσιν ἀναπηδήσαντες, ἔσονται διδάσκαλοι τῆς ἐξ Ἰουδαίων Συναγωγῆς.
Δοκεῖ δέ πως εἰς τὸ παρὸν ὁ λόγος, οὐχὶ ταύτην ἰέναι μᾶλλον τῶν ἐννοιῶν τὴν ὁδὸν, ἐκεῖνο δὲ ἴσως βούλεσθαι καταδηλοῦν, ὅτι ταῖς ἐξ ἐθνῶν καρποφορίαις, καὶ βασιλικοῖς ἀναθήμασιν ἐμπλησθήσεται. Διαδείκνυσι γὰρ ἀληθὲς ὂν καὶ τοῦτο τῶν πραγμάτων ἡ πεῖρα. Τούτων δὲ οὕτω τετελεσμένων φησὶν, ὅτι «Ἐγὼ Κύριος ὁ σώζων σε.» Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Χάριτι γὰρ καὶ φιλανθρωπίᾳ Θεοῦ σέσωσται τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, ὥστε μὴ εἰσάπαν ἀπολέσθαι τὸ ἐξ ἁγίων πατέρων ἔθνος. <Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων, οἴσω σοι χαλκὸν, ἀντὶ δὲ λίθων, σίδηρον. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.> Δέχεται μὲν τὰς ὕλας ὡς ἐν τάξει παραδειγμάτων, πλείστην ὅσην ἐχούσας τὴν πρὸς ἀλλήλας διαφοράν.
Σημαίνει δέ τι πλαγίως πνευματικὸν καὶ βαθύ. Βούλεται γὰρ εἰπεῖν ὅτι πάντα πρὸς τὰ ἀμείνω μεταστήσεται, καὶ τῶν πρώτων διοίσει τὰ δεύτερα. Παραχωρήσει γὰρ πάντως ἡ ἐν νόμῳ παίδευσις τῇ διὰ Χριστοῦ, τουτέστι τοῖς εὐαγγελικοῖς θεσπίσμασι, καὶ τοσοῦτον ἔσται τὸ μεταξὺ, ὅσονπερ ἂν καὶ εἰ τὸ διὰ μέσου χαλκοῦ καὶ χρυσοῦ. Χρυσοφανὴς μὲν γὰρ ὁ χαλκὸς, πλὴν οὐκ ἔστι χρυσὸς, ἀργυροφανὴς δὲ καὶ ὁ σίδηρος, ἔνεστι γὰρ τὸ λαμπρὸν αὐτῷ, πλὴν οὐκ ἄργυρος, ἀλλ᾽ ἡττᾶται πολὺ τοῦ προὔχοντος. Οὐκοῦν τὴν ἐν νόμῳ παίδευσιν παρεικάσαι τις δύναιτ᾽ ἂν χαλκῷ, χρυσῷ γε μὴν τὴν διὰ Χριστόν· καὶ πάλιν τῆς ἐν νόμῳ πολιτείας τὴν δύναμιν παρεικάσαι τις ἂν σιδήρῳ, μεμετρημένον ἔχοντι τὸ φαιδρὸν, τήν γε μὴν ἐν Χριστῷ καὶ εὐαγγελικὴν, ἀργύρῳ μᾶλλον· τελεωτάτην γὰρ ἔχει φαιδρότητα, νοητῶς. Ταύτῃτοι, καὶ ὁ πάνσοφος Παῦλος, καίτοι πλεῖστον ὅσον ἐσχηκέναι λέγων διὰ τῆς ἐν νόμῳ ζωῆς τὸ καύχημα, γνώσεώς τε τῆς ὑπ᾽ αὐτοῦ, σκύβαλα μὲν ἡγεῖτο τὰ πάντα, Χριστὸν δὲ κερδαίνειν ἤθελε, καὶ τὸ ὑπερέχον τῆς γνώσεως αὐτοῦ. Ξύλα δὲ καὶ λίθοι χρήσιμα πρὸς οἰκοδομήν· εὑρήσομεν δὲ τὸν πάνσοφον Παῦλον τῆς παρά τινων μυσταγωγίας τὴν δύναμιν ταύταις παρεικάζοντα ταῖς ὕλαις. «Εἰ γάρ τις, φησὶν, ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον, ξύλα, χόρτον, λίθους, καλάμην.»
Τούτου δὲ οὕτως ἔχοντος, ἐκεῖνό φαμεν, ὅτι τῶν Γραμματέων, καὶ Φαρισαίων ἡ διδασκαλία, ἤγουν καθάπαξ τῶν ἀπίστων Ἰουδαίων ἡ ὑφήγησις, οὐ συνιέντων ὅλως τὸ Χριστοῦ μυστήριον, ὅτι μηδὲ πεπιστεύκασιν εἰς αὐτὸν, παρεικάζοιτο ἂν ξύλοις τυχὸν, καὶ λίθοις, ἡ δὲ ἐν Χριστῷ, καὶ εὐαγγελικὴ, τοσοῦτον ἔχει τὸ ἄμεινον, ὅσον χαλκὸς καὶ ξύλον, σιδηρός τε πρὸς λίθον. Εὐδιάθρυπτα μὲν γὰρ τὰ παρ᾽ ἐκείνοις ἦν διδάγματά τε καὶ ἐνθυμήματα, στερεὰ δὲ, καὶ οἷον ἄθραυστα μετὰ τοῦ λαμπροῦ, καὶ τιμίου, τὰ τῶν ἐν Χριστῷ. Ἰουδαῖοι μὲν γὰρ ἐκπίπτουσιν εἰς γενεαλογίας, καὶ μύθους ἀπεράντους τοῖς ὑπὸ χεῖρα λαοῖς ἐξηγούμενοι, λήρους τε τινὰς ἐμπλέκοντες, καὶ γραώδη τερετίσματα· οἱ δὲ τὸν Χριστὸν φοροῦντες εἰς νοῦν, πᾶσαν ὁδὸν εὐτεχνίας ἁγιοπρεποῦς τοὺς ὑπὸ χεῖρα διδάσκουσι, καὶ δογματικῆς ἀκριβείας ἀποφέρουσιν ἐραστὰς, καὶ ἁπάσης ἀρετῆς ἐργάτας τοὺς προσιόντας αὐτοῖς· διαδείκνυσι δέ πως εὐθὺς τὸ ἐπενηνεγμένον, ὅτι τοῦτον ἔχει τὸν σκοπὸν τῆς προφητείας ὁ νοῦς. «Δώσω γὰρ, φησὶ, τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.» Ὡς γὰρ τῶν πρώτων, φησὶν, ἐξωσμένων, ἑτέρους ἀνίστησιν ἄρχοντάς τε καὶ ἐπισκόπους λαῶν ὁ τῶν ὅλων Σωτὴρ διαπρέποντας ἐν εἰρήνη, καὶ δικαιοσύνῃ. Εἰρηνεύουσι γὰρ πρὸς Θεὸν, οἱ τὰ αὐτῷ δοκοῦντα φρονεῖν σπουδάζοντες, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασι στεφανούμενοι.
Ἔφη τι τοιοῦτον ἑτέρωθί που πάλιν ὁ προφήτης Ἡσαΐας, μᾶλλον δὲ διὰ τοῦ προφήτου Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλήμ· «Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ᾽ ἀρχῆς, καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών.» Ναὶ μὴν καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπετίμα λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ἑτέρῳ, ποιοῦντι τοὺς καρποὺς αὐτῆς.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.