Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Ε', Τόμος Ε'

Η παύση της αδικίας, η έλευση του Σωτήρος, η διανομή των πνευματικών αμοιβών και η Εκκλησία ως νέος παράδεισος ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 26 από 27

ΤΟΜΟΣ Εʹ. <Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα, καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα.> Καὶ πολύ γε τὸ εἰκὸς ὁ λόγος ἔχει. Εἰ γὰρ οἱ ἄρχοντες αὐτῆς ἐν εἰρήνῃ, καὶ διαπρέποντες ἐν αὐχήμασι δικαιοσύνης οἱ ἐπίσκοποι, κρατήσει πάντως που, καὶ παρὰ τοῖς ὑπεζευγμένοις, τὸ ἐν ἁπάσῃ δικαιοσύνῃ, καὶ εὐσεβείᾳ τῇ κατὰ Χριστὸν ἐπείγεσθαι διαβιοῦν. «Οὐκ ἔστι δὲ, φησὶν, οὐδὲ σύντριμμα ἐν τοῖς ὁρίοις σου.» Σύντριμμα δέ φησι τὴν πλεονεξίαν, τὴν κατά γε τῶν ἐν ὑφέσει, καὶ ἀσθενείᾳ. Εὔδρομοι γὰρ οἱ τοιοίδε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν ἑτοιμοτάτη πρόκεινται θήρα. Ἄδικοι δὲ καὶ πλεονέκται γεγόνασι κατὰ καιροὺς οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, καὶ τοῖς θείοις νόμοις ἀντανιστάμενοι, διαστρόφους ἐποιοῦντο τὰς ἐφ᾽ ἑκάστῳ πράγματι κρίσεις.

Αἰτιᾶται γοῦν αὐτοὺς πλεισταχοῦ τὸ Γράμμα τὸ ἱερὸν, ὡς ἀνοσιότητος εἰς τοῦτο διελάσαντας μέτρον, ὥστε καὶ ἀφορήτοις ἐγκλήμασιν ἐνόχους ὄντας ὁρᾶσθαι· ποτὲ μὲν γάρ φησιν, ὅτι οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκριναν, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Ψάλλει δὲ καὶ ὁ θεσπέσιος, «Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ἐπετίμα δὲ καὶ νενηστευκόσιν ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων· «Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν, εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε εἰς κρίσεις, καὶ μάχας, νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν·» καὶ προσέτι τούτοις διὰ τῆς Ἡσαΐου φωνῆς· «Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.» Ἐπειδὴ πέπαυται μὲν τὰ ἐκείνων, ἀντεγήγερται δὲ τῶν ἁγίων ἀποστόλων ὁ χορὸς, καὶ οἱ μετ᾽ ἐκείνους ἔτι τοῖς αὐτῶν ἴχνεσι κατακολουθεῖν σπουδάζοντες ὀρθοτομοῦσι μὲν τῆς ἀληθείας τὸν λόγον, ἄριστοι δὲ τῶν ὑπὸ χεῖρα γεγόνασι παιδαγωγοί.

Ταύτῃτοι, καὶ μάλα εἰκότως, οὐκ ἔτι μὲν ἀδικίαν ἐν τῇ γῇ αὐτῶν ἀκουσθήσεσθαί φησιν, ἀλλ᾽ οὐδὲ σύντριμμα, καὶ ταλαιπωρίαν· κληθήσεσθαι δὲ μᾶλλον σωτήριον τὰ τείχη αὐτῆς, γλύμμα δὲ καὶ τὰς πύλας, τείχη δὲ, ὥς γε οἶμαι, φησὶ τοὺς ἁγίους παιδαγωγοὺς, δογματικαῖς τε καὶ ἠθικαῖς εἰσηγήσεσιν ἀσφαλιζομένους τὴν Ἐκκλησίαν, ὥστε καὶ ἀνάλωτον εἶναι τοῖς ἐχθροῖς, κἂν εἴτε τινὲς εἶεν ὁρατοὶ, εἴτ᾽ οὖν καὶ ἀόρατοι. Οἱ αὐτοὶ δ᾽ ἂν εἶεν καὶ πύλαι, ἅτε δὴ καὶ εἰσαγωγικῷ χρώμενοι λόγῳ, καὶ εἰσφέροντες διὰ πίστεως εἰς ἐπίγνωσιν ἀληθείας τοὺς ἔξω τέως ὄντας αὐτῆς. Γλύμμα δὲ ὅτι περικαλλὴς ἦν ἄγαν ὁ λόγος αὐτοῖς, καὶ οἷον εἰς ἀλήθειαν ἐκτετορνευμένος· εὐπρεπὲς γὰρ ἅπαν τὸ γεγλυμμένον· καὶ οἱ μὲν Ἑβδομήκοντα ταύτην δεδώκασι τὴν ἑρμηνείαν, οἱ δὲ ἕτεροι τῶν ἑρμηνευτῶν, ἀντὶ τοῦ γλύμμα τεθείκασι τὸν Ἰησοῦν. Ἔστι δὲ καὶ τοῦτο ἀληθές. Ὡραῖος γὰρ κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων κεχρημάτικέ τε καὶ ἔστι, τείχη δὲ αὐτὸν, καὶ πύλας πεπλουτήκαμεν.

Ἀσφαλίζεται γὰρ ἡμᾶς ἀῤῥήτῳ δυνάμει, καὶ ταῖς τῶν ἁγίων ἀγγέλων ἐπικουρίαις· «Ἐντελεῖται γὰρ, φησὶ, τοῖς ἀγγέλοις αὐτοῦ περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·» καὶ «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύεται αὐτούς.» Ἐρχόμεθα δὲ δι᾽ αὐτοῦ εἰς ἐπίγνωσιν τοῦ Πατρὸς, καὶ γέγονε πρὸς τοῦτο καὶ θύρα, καὶ πύλη, καὶ ὁδός. Ἔφη γοῦν ὅτι «Ἐγώ εἰμι ἡ θύρα, καὶ ἡ ὁδὸς, καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.» Ἔστι δὲ καὶ γλύμμα, τουτέστιν ἡ μορφὴ, καὶ τὸ εἶδος τοῦ τεκόντος αὐτὸν, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ εἰκὼν, καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. <Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ᾽ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. Οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη οὐκ ἐκλείψει. Ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον.> Βούλονταί τινες διὰ τῆς τῶν προκειμένων ἐννοίας ἀποφέρειν ἡμᾶς εἴς γε τὸ χρῆναί τι τοιοῦτον ὑπονοεῖν.

Ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐγηγερμένων τῶν ἐν γῇ κειμένων, καὶ καταφοιτήσαντος ἐξ οὐρανοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἀπρακτήσει μὲν ἡ τῶν στοιχείων λαμπρότης, καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον. Ἔφη δέ τι τοιοῦτον καὶ αὐτὸς ὁ Σωτὴρ, ὅτι «Ἐν ταῖς ἡμέραις ἐκείναις ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.» Ἀρκέσει γὰρ τοῖς ἁγίοις εἰς φωτισμὸν αὐτὴ τοῦ Σωτῆρος ἡ δόξα. Ἀλλ᾽ ἵνα δοκῇ πως ἕπεσθαι τῇ τῶν ἀνόπιν ἐννοίᾳ τὰ προκείμενα, τὴν ἑρμηνείαν ἐπαινέσαντες ταυτηνὶ, καὶ ἕτερόν τι δηλοῦσθαί φαμεν διὰ τῶν προκειμένων στίχων. Φῶς μὲν γὰρ τὸ ἡλιακὸν, καὶ προσέτι τὸ σεληνιαῖον, χρειῶδές τε καὶ ἀναγκαῖόν ἐστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Ἀλλ᾽ ἐν νυκτὶ μὲν τὸ ἡλιακὸν συστέλλεται φῶς, ἐν ἡμέρᾳ δὲ τὸ σελήνης. Παραλλὰξ γὰρ ἀλλήλοις παραχωροῦσι τὸ φαίνειν.

Τὸ δέ γε θεῖον καὶ νοητὸν, ὃ ταῖς τῶν πιστευσάντων καρδίαις ἐνίησι, φησὶν, ὁ τῶν ὅλων Σωτὴρ διὰ τοῦ ἁγίου Πνεύματος, καὶ διὰ τῶν εὖ εἰδότων μυσταγωγεῖν, ἄσβεστον ἔσται, καὶ ἀκατάληκτον, καὶ ἀειφανὲς, ὥστε μήτε ἡλίου μήτε σελήνης ἐν χρείᾳ καθεστηκέναι τὸν ἑκάστου νοῦν πρὸς φωτισμὸν, ἢ ἀνάβλεψιν· οὐ γὰρ αἰσθητῷ φωτὶ καταλάμπεται νοῦς, ἀρκεῖται δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου Πνεύματος φωταγωγίᾳ, καὶ φαιδρότητι πρὸς τὸ δύνασθαι καθορᾷν τὴν δόξαν Χριστοῦ, καὶ ὅσον ἂν ἔχοι πρὸς τὸν τεκόντα αὐτὸν τὴν ἐμφέρειαν, οὐσιωδῶς δὲ δηλονότι, ναὶ μὴν καὶ τῆς ἀρίστης ζωῆς ἀπλανῶς εἰδέναι τὴν ὁδόν. Γέγονε τοίνυν φῶς αἰώνιον ἡμῖν ὁ Σωτὴρ, καὶ τοῦτο ἡμῖν ἐναργὲς καθίστησι, λέγων· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» καὶ πάλιν· «Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου.» «Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.» <Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου, καὶ ὁ λαός σου πᾶς δίκαιος, καὶ δι᾽ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα.

Ἐγὼ Κύριος κατὰ καιροὺς συνάξω αὐτούς.> Οἱ τὸν τῆς συντελείας καιρὸν καταδηλοῦσθαι λέγοντες διὰ τοῦ μηκέτι τὸ ἡλιακὸν, ἤτοι τὸ σεληναῖον ἐνεργῆσαι φῶς, συσταλῆναι δὲ μᾶλλον, ἵν᾽ ὁ Κύριος ἡμῶν φῶς αἰώνιον γένηται, φασὶν ὅτι τοῖς πενθοῦσι νῦν, οὓς δὴ καὶ παρακληθήσεσθαί φησιν ὁ Σωτὴρ, τέλος ἔσται τοῦ πενθεῖν κατ᾽ ἐκεῖνό που τοῦ καιροῦ· πεπαύσονται γὰρ τοῦ ποιεῖν ἔτι, καὶ κατατρύχεσθαι, καὶ τῶν εἰς αἰῶνα τεύξονται γερῶν. Τοῦτο γὰρ, οἶμαι, τὸ παρακληθῆναί ἐστιν. Ἐπειδὴ δὲ πάλιν τῶν θεωρημάτων ἕπεσθαι χρὴ τοῖς ἀνόπιν, ἐκεῖνό φαμεν, ὅτι τοῖς μένουσιν ἐν πλημμελείαις τὸ κατηφὲς οἰκεῖον, καὶ ἁρμοδιώτατον. Προσδοκῶσι γὰρ οὐ τιμὰς καὶ στεφάνους, οὐ παράκλησιν τὴν παρὰ Θεοῦ, κόλασιν δὲ μᾶλλον, καὶ πῦρ, καὶ σκότος· οἵ γε μὴν ὄντες ἐν ἀγαθουργίαις τῇ ἐλπίδι χαίρουσι, καθά φησιν ὁ πάνσοφος Παῦλος· διαδέχεται γὰρ τὸ ἐπιεικὲς αὐτῶν ἡ εἰς ἀπεράντους αἰῶνας δόξα, καὶ τρυφή· πλὴν ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, καὶ ὁ πλείσταις ὅσαις ἁμαρτίαις ἐνισχημένος, εἶτα δικαιωθῇ διὰ τῆς πίστεως, καὶ κομίσηται μὲν τῶν αἰτιαμάτων τὴν ἄφεσιν, προσδοκήσει δὲ λαβεῖν καὶ τὰς τοῖς ἁγίοις ηὐτρεπισμένας τιμάς.

Τότε δὴ πεπαύσονται μὲν αἱ ἡμέραι τοῦ πένθους αὐτοῦ, καταλήξει δὲ ἱδρῶτος, καὶ κατηφείας, βεβαιοῖ δὲ ὥσπερ ταυτηνὶ τὴν διάνοιαν τὸ ἐφεξῆς κείμενον· «Ἔσται γὰρ, φησὶν, πᾶς ὁ λαός σου δίκαιος,» τουτέστι, δικαιωθήσεται πᾶς ὁ σοὶ ἑπόμενος λαός· ἔστι δὲ ὁ λόγος ὡς πρὸς τὴν Ἐκκλησίαν· δικαιοῖ δὲ Χριστὸς τὸν ἀσεβῆ χάριτι καὶ φιλανθρωπίᾳ, καὶ ἀνίησι παντὸς αἰτιάματος τοὺς ἁλόντας αὐτός. Τίς γὰρ ἔσται τῶν τοιούτων ὁ χορηγὸς, διαμεμήνυκεν, εἰπών· Φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. Φύτευμα γάρ ἐσμεν τῶν φυτῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἔργον αὐτοῦ· ἀγριέλαιοι γὰρ ὄντες ἐνεκεντρίσθημεν εἰς καλλιέλαιον, μονονουχὶ καὶ αὐτουργοῦντος εἰς ἡμᾶς τοῦ Χριστοῦ· οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ἔφη γοῦν αὐτός· «Ὁ λαλῶν πάρειμι.»—«Ἔσται δὲ, φησὶ, καὶ ὁ ὀλιγοστὸς εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα.» Νῦν μὲν γὰρ, τουτέστιν, ἐν τῷ αἰῶνι τούτῳ κέκρυπται τῶν ἀγίων ἡ δόξα, καὶ τό γε ἧκον εἰς ἀλαζονείας κοσμικὰς ἐλάχιστοί τινες εἶναι δοκοῦσιν οὐκ ἔχοντες δόξαν ἐμφανῆ.

Ἐπιλάμψαντος δὲ πάλιν ἐξ οὐρανῶν τοῦ Χριστοῦ τὸ τηνικάδε, καὶ ὁ νομισθεὶς ἐλάχιστος εἶναι, καὶ ὀλιγοστὸς ἔσται εἰς ἔθνος μέγα. Καθηγήσεται γὰρ λαῶν, καὶ ἡγεμονεύσει πολλῶν, ἅτε δὴ τὸν εὐδόκιμον ἐν τῷδε τῷ βίῳ διανύσας δρόμον· καὶ τοῦτο ἔστιν ἰδεῖν ἐξ ὧν ἔφη Χριστός· τοῖς γὰρ ἀποστόλοις προσλαλῶν· «Ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου καθίσῃ, φησὶν, ἐπὶ θρόνου δόξης αὐτοῦ, τότε καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Ἀλλὰ γὰρ καὶ ἐν τῇ τῶν ταλάντων διανεμήσει εὑρίσκεται λέγων, «Ἔσο ἐπάνω δέκα φυλῶν·» ἑτέροις δὲ τὴν μείω δίδωσι μοίραν· «Ἔσο γὰρ, φησὶν, ἐπάνω πέντε πόλεων.» Ἰσοστατοῦσάν που πάντως ταῖς ἐπιεικείαις αὐτῶν τὴν ἀντιμισθίαν ὀρέγων, καὶ τὴν ἑκάστῳ πρέπουσαν ταλαντεύων τιμήν. Ἐπ᾽ αὐτῷ δὴ οὖν τούτῳ χαίροντες οἱ ἅγιοί φασιν· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Τούς γε μὴν ἐλαχίστους νομισθέντας εἶναι κατὰ τὸν βίον, εἶτα γεγονότας εἰς χιλιάδας, καὶ εἰς ἔθνος μέγα. «Ἐγὼ, φησὶν, ὁ πάντων Κύριος, συνάξω κατὰ καιροὺς» τοὺς τῆς ἐξ οὐρανῶν ἐπιδημίας δηλονότι.

Τότε γὰρ ἔσται τοῖς ἁγίοις ἡ παντὸς ἀπόλαυσις ἀγαθοῦ· οἳ καὶ ἁρπασθήσονται, καθά φησιν ὁ πάνσοφος Παῦλος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, οὕτω τε πάντοτε σὺν Κυρίῳ ἐσόμεθα ταῖς ἀτελευτήτοις ἐντρυφῶντες τιμαῖς <Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας.> Ὁ ἐν τοῖς ἀνόπιν εἰπὼν περὶ τῶν ἐν πίστει κληθησομένων· «Ἐγὼ Κύριος κατὰ καιροὺς συνάξω αὐτοὺς,» ὡς ἐνεστηκότος ἤδη τοῦ καιροῦ, καθ᾽ ὃν ἐπήγγελται συναγείρειν αὐτοὺς, καὶ ὡς ἤδη γενόμενος ἄνθρωπος, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, «Πνεῦμα Κυρίου, φησὶν, ἐπ᾽ ἐμὲ,» καίτοι φύσει Θεὸς ὑπάρχων ὁ Μονογενὴς Ἅγιος ἁγίων ἐστὶ, καὶ πᾶσαν αὐτὸς ἁγιάζει τὴν κτίσιν, ἅτε δὴ καὶ ἐξ ἁγίου Πατρὸς πεφυκὼς, καὶ τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα, καὶ ταῖς ἄνω δυνάμεσιν ἐνιεὶς, ὡς ἑαυτοῦ, καὶ προσέτι τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Πῶς οὖν ἡγιάζετο;

Θεὸς γὰρ ὑπάρχων ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτὸς, δίδωσι μὲν θεϊκῶς τὸ πνεῦμα τῇ κτίσει, δέχεται δὲ αὐτὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ ἀνθρώπινον. Ταύτην εἶναί φαμεν τὴν χρῆσιν [al. χρίσιν]. Ἐναργῆ δὲ καθίστησι τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν. Εἰπὼν γὰρ ὅτι παρὰ τοῦ Πατρὸς, προσεπήνεγκεν ἀναγκαίως, «Οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, ἄφεσίν τε κηρύξαι τοῖς ἐν αἰχμαλωσίᾳ, χαρίσασθαι δὲ καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι τε πρὸς τούτοις καὶ ἡμέραν ἀνταποδόσεως·» πολλὰ κατὰ ταὐτὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὰ περιφανῆ κατορθώματα. Ἵνα γὰρ κατακτήσηται τὴν ὑπ᾽ οὐρανὸν, καὶ τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν οἰκουμένην προσκομίσῃ τῷ Θεῷ καὶ Πατρὶ μεταστοιχειώσας τὰ πάντα πρὸς τὸ ἀμεινόνως ἔχειν, καὶ οἷον ἀνακαινίσας τὸ πρόσωπον τῆς γῆς, ἔλαβε δὲ δούλου μορφὴν, καίτοι Κύριος ὑπάρχων τῶν ὅλων. Εὐηγγελίσατο γοῦν πτωχοῖς, ἀπεστάλθαι διὰ τοῦτό φησι.

Πτωχοὶ δ᾽ ἂν εἶεν, ἤγουν νοηθεῖεν, οἱ παντὸς ἀγαθοῦ νενοσηκότες ποτὲ τὴν ἔνδειαν, ἐλπίδα τε μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον. Οὗτοι δ᾽ ἂν εἶεν οἱ ἐξ ἐθνῶν, οἱ τὴν εἰς αὐτὸν πίστιν πλουτήσαντες, τὸν θεῖόν τε καὶ οὐράνιον κεκερδηκότες θησαυρὸν, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, δι᾽ οὗ γεγόνασι καὶ τῆς τῶν οὐρανῶν βασιλείας μέτοχοι, καὶ συμμερισταὶ τῶν ἁγίων, κληρονόμοι τῶν ὑπὲρ νοῦν καὶ λόγον. «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, φησὶ, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἢ τάχα που καὶ τοῖς πτωχοῖς τῷ πνεύματι δεδωρῆσθαί φησιν ὁ λόγος ἐν τούτοις τῶν διὰ Χριστοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν.

Συντετριμμένους δέ φησι τὴν καρδίαν, τοὺς ἀσθενῆ καὶ εὐδιάθρυπτον ἔχοντας νοῦν, καὶ ταῖς τῶν παθῶν προσβολαῖς ἀντιφέρεσθαι μὴ δυναμένους, ὑπενηνεγμένους δὲ οὕτως αὐταῖς, ὡς αἰχμαλώτους εἶναι δοκεῖν. Τούτοις ἴασίν τε καὶ ἄφεσιν ἐπαγγέλλεται, τυφλοῖς δὲ οὖσιν αὐτοῖς δίδωσι καὶ ἀνάβλεψιν. Οἱ γὰρ τῇ κτίσει λατρεύοντες, καὶ τῷ ξύλῳ λέγοντες· «Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με,» εἶτα τὸν φύσει, καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἐπεγνωκότες, πῶς οὐκ ἂν εἶεν τυφλοὶ, καὶ φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν ἔχοντες τὴν καρδίαν; τούτοις ἐνίησιν ὁ Πατὴρ τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς. Κέκληνται γὰρ διὰ πίστεως, καὶ ἔγνωσαν αὐτὸν, μᾶλλον δὲ ἐγνώσθησαν ὑπ᾽ αὐτοῦ, καὶ υἱοὶ νυκτὸς ὄντες, καὶ σκότους, φωτὸς γεγόνασι τέκνα· διηύγασε γὰρ αὐτοὺς ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν Ἥλιος, καὶ λαμπρὸς ἀνέτειλεν Ἑωσφόρος. Λυπεῖ δὲ οὐδὲν καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι πάντα τὰ εἰρημένα. Καὶ γὰρ ἦσαν πτωχοὶ, καὶ συντετριμμένοι τὴν καρδίαν, καὶ οἷον αἰχμάλωτοι, καὶ ἐσκοτισμένοι. «Οὐ γὰρ ἦν ἐπὶ γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.» Ἀφῆκται δὲ ὁ Χριστὸς καὶ πρό γε τῶν ἄλλων εὐαγγελιζόμενος τοῖς ἐξ Ἰσραὴλ τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα.

Καὶ πρός γε δὴ τούτοις, ἵνα καὶ ἐνιαυτὸν Κυρίου καλέσῃ δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Καὶ δεκτὸς μὲν ἐνιαυτὸς, καθ᾽ ὃν ἐσταυρώθη ὑπὲρ ἡμῶν Χριστός. Δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατρὶ, καὶ καρποφορηθέντες δι᾽ αὐτοῦ, καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν, εἰπὼν, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.» Καὶ πάλιν, «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ γοῦν ἀνεβίω τριήμερος πατήσας τοῦ θανάτου τὸ κράτος.

Εἶτα τοῖς ἁγίοις μαθηταῖς προσεφώνει, λέγων· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Δεκτὸς οὗν ἐνιαυτὸς ἐκεῖνός που πάντως, καθ᾽ ὃν εἰσεδέχθημεν τὴν πρὸς αὐτὸν λαχόντες οἰκείωσιν, ἀπονιψάμενοι τὴν ἁμαρτίαν διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοὶ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος.

Ἤγουν δεκτὸς ἐνιαυτὸς, καθ᾽ ὃν πεφανέρωκε τὴν δόξαν αὐτοῦ διὰ τῆς ὑπὲρ λόγον θεοσημείας· ἐδεξάμεθα γὰρ ἀσμένως τὸν τῆς παρ᾽ αὐτοῦ σωτηρίας καιρὸν, ὃν δὴ καὶ ὁ πάνσοφος Παῦλος καταμεμήνυκε λέγων· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» ἡμέραν γε μὴν ἀνταποδόσεως εἶναί φαμεν οὐδὲν ἧττον αὐτὸν τὸν τῆς ἐπιδημίας καιρὸν, καθ᾽ ὃν ἡ ἀνταπόδοσις δέδοται παρ᾽ αὐτοῦ τοῖς πιστεύσασιν εἰς αὐτὸν διὰ τῆς ἐν ἐλπίσιν ἐπαγγελίας· οἷον δὲ δή τι φημί· Ἡ κατὰ τὸν Μωσέως νόμον πολιτεία ἐπαινουμένη πρόξενος ἦν τοῖς ἀμωμήτως αὐτὴν ἐθέλουσι κατορθοῦν τῆς ἐνταῦθα εὐπραγίας, ὑπόσχεσιν δὲ γερῶν τῶν εἰς τὸ μέλλον οὐκ εἶχε.

Μόνης δὲ τάχα που τῆς κατὰ τόνδε τὸν βίον εὐημερίας ἐποιεῖτο μνήμην· ἐκέλευε μὲν γὰρ ἀπέχεσθαι πλημμελημάτων, ἐπιφωνῶν, ἵνα «Μὴ ἀποθάνης ἐν οὐ καιρῷ σου.» Ἐπεφώνει δὲ καὶ τέκνοις· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» Ἐπηγγέλλετο δὲ καὶ καρπῶν ἀφθονίαν, ἔσθ᾽ ὅτε, καὶ πολέμου παῦλαν, καὶ εἰρήνης πλάτος, καὶ τὴν ἐπ᾽ αὐτῆς εὐθυμίαν. Ἔφη γοῦν διὰ φωνῆς Ζαχαρίου· «Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν αὐτῇ, καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Καὶ πάλιν· «Ἔτι καθίσονται πρεσβύτεροι ἐν ταῖς πλατείαις Ἱερουσαλήμ.

Ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἐν τῇ χειρὶ ἔχων ἀπὸ πλήθους ἡμερῶν, καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.» Προσκαίρων οὖν ἄρα γερῶν ἀπόλαυσιν ὁ διὰ Μωσέως νόμος ὑπισχνεῖτο τοῖς πάλαι· τὸ δὲ θεῖον καὶ σωτήριον κήρυγμα τὰς εἰς τὸ μέλλον ἀνταποδόσεις· «Μακάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ τοὺς ἐφεξῆς κειμένους μακαρισμοὺς εἴ τις ἕλοιτο πολυπραγμονεῖν ἀνταποδόσει ἐπηγγελμένας, λαμπρὰς καὶ μεγάλας εὑρήσει παρὰ Θεοῦ. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ᾽ ἕτερον τρόπον τὴν ἀνταπόδοσιν τὴν γεγενημένην παρὰ Χριστοῦ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οὐκ ἂν ἔξω βάλοι σκοποῦ. Πάλαι μὲν γὰρ κατηλαζονεύετο τῶν ἐπὶ τῆς γῆς ὁ παμβέβηλος Σατανᾶς· πεπλεονέκτηκε γὰρ τὴν ὑπ᾽ οὐρανὸν ἀποβουκολήσας αὐτὴν τῆς ἀληθοῦ; γνώσεως τῆς ἐπί γέ φημι τῷ κατὰ φύσιν Θεῷ, τέλμασι δὲ ὥσπερ τοῖς τῆς ἁμαρτίας ἐμβαλὼν, ἑαυτοῦ τε καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν ἀπέφηνε προσκυνητάς. Ἔφασκε γοῦν, ὅτι «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι·» ἀλλ᾽ ἥλω κενὰς ἔχων ἐπ᾽ αὐτῷ δὴ τούτῳ καὶ τὰς ἐλπίδας.

Ἀντεγήγερται γὰρ, καὶ ἀντείρηκεν ὑπὲρ ἡμῶν ὁ Χριστὸς, εἰσεπράξατο δὲ καὶ δίκας αὐτὸν τῆς καθ᾽ ἡμῶν ἀσεβείας, καθεῖλε γὰρ αὐτοῦ πᾶσαν ἰσχὺν, ἐκβέβληται τῆς καθ᾽ ἡμῶν τυραννίδος, «Καὶ σειραῖς ζόφου ταρταρώσας,» κατὰ τὸ γεγραμμένον, «παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασθησομένους τηρεῖν» αὐτόν τε καὶ τοὺς ἑτέρους, οἳ συναποστάται γεγόνασιν αὐτῷ.

Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ ὡς ἐκ προσώπου τῶν λελυτρωμένων, καί φησιν· «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι, καὶ ἀγαλλιάσομαι ἐν σοί. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε, ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην· ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· »Ναὶ μὴν καὶ ἑτέρωθί που πάλιν φησὶ περὶ αὐτοῦ ὧδε. «Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι᾽ αὐτήν.» Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτήρ· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Καιρὸς οὖν ἀνταποδόσεως, καὶ κατὰ τοῦτον τὸν τρόπον, καθ᾽ ὃν ἐπέλαμψε τῷ κόσμῳ Χριστός· ἐληλυθέναι δέ φησιν, ὥστε παρακαλέσαι πάντας τοὺς πενθοῦντας Σιὼν, δοῦναι αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, καὶ ἄλειμμα εὐφροσύνης, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας. Γεγόνασι μὲν γὰρ κατὰ καιροὺς παρὰ τοῖς Ἰουδαίοις ἄνδρες ἅγιοι, καὶ νομομαθεῖς, καὶ προφητικῶν κηρυγμάτων ἐρευνηταὶ, καὶ ἐπιστήμονες.

Οὗτοι θεωροῦντες τοὺς ἐξ αἵματος Ἰσραὴλ τῆς διὰ Μωσέως ἐντολῆς ὀλίγα πεφροντικότας, τραπομένους δὲ μᾶλλον εἰς τὸ αὐτοῖς δοκοῦν, καὶ διδάσκοντας μὲν διδασκαλίαν ἐντάλματα ἀνθρώπων, ἐκνομωτάτην δὲ καὶ φιλαμαρτήμονα διαβιοῦντας ζωὴν, τὴν ἁγίοις πρέπουσαν ἐπ᾽ αὐτοῖς ἐδέχοντο λύπην. Προσεδόκουν δὲ τὴν διὰ Χριστοῦ λύτρωσιν. Οὐ γὰρ ἠγνόησαν ὄντες πνευματοφόροι τὸν δικαιοῦντα πίστει τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασμήχοντα τοὺς μεμολυσμένους. Καὶ γοῦν ὁ μὲν δίκαιος Συμεὼν βρέφος ὄντα Χριστὸν ἐν ἀγκάλαις λαβὼν προσηύχετο λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Εὑρήσομεν δὲ καὶ τὸν θεσπέσιον Ζαχαρίαν τὸν Ἰωάννου πατέρα λέγοντα· «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν.» Εὐηγγελίζετο δὲ καὶ Φίλιππος τῷ Ναθαναὴλ οὕτω λέγων· «Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, ηὕραμεν Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζάρετ.» Γράφει δέ που καὶ ὁ πάνσοφος Παῦλος, ὅτι «Λύπη μοί ἐστι καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ, ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα.»—«Δέδοται τοίνυν τοῖς πενθοῦσι Σιὼν παράκλησις,» ἡ διὰ Χριστοῦ, «καὶ ἀντὶ σποδοῦ δόξα.»

Κατέληξαν μὲν γὰρ τοῦ πενθεῖν, καὶ κλαίειν αὐτὴν, ἐδέχοντο δὲ τὴν διὰ Χριστοῦ χάριν, εὐαγγελιζόμενοί τε καὶ ἐπαγγέλλοντες. «Ἐδόθη δὲ αὐτοῖς ἄλειμμα εὐφροσύνης ἀντὶ πένθους, καὶ καταστολὴ δόξης, ἀντὶ πνεύματος ἀκηδίας.» Ἄλειμμα δέ φησιν ἐν τούτοις τὸ ἱλαρὸν, ἤτοι τὴν ἱλαρότητα, καὶ τὴν εὐφροσύνην, ἀντὶ τοῦ πενθεῖν, καὶ κλαίειν, καὶ δόξης καταστολὴν, τουτέστι, περίβλημα, ἤγουν στολὴν, καὶ ἄμφιον ἀντὶ πνεύματος ἀκηδίας, τουτέστιν, ἀντὶ τῆς πάλαι μικροψυχίας. Ἐδοξάσθησαν γὰρ οἱ πάλαι θρηνοῦντες αὐτὴν, καὶ ἀκηδιῶντες ὑπὲρ αὐτῆς· ἐδοξάσθησαν δὲ πῶς; τέθεινται γὰρ αὐτῆς καθηγηταὶ καὶ διδάσκαλοι, καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὴν εἰρημένον διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀντὶ τῶν πατέρων σου, ἐγενήθησάν σοι υἱοί.» Τέκνα γὰρ ὄντες τῆς τῶν Ἰουδαίων Συναγωγῆς οἱ πάνσοφοι μαθηταὶ, γεγόνασι πατέρες. Γράφει γοῦν τισιν ὁ πάνσοφος Παῦλος, «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Τέθεινται οὖν ἐν τάξει πατέρων οἱ γεγονότες αὐτῆς υἱοί· ὅτι δὲ τῆς παρὰ Θεοῦ δόξης ἐσχήκασιν τὴν περιστολὴν οἱ θεσπέσιοι μαθηταὶ, σαφὲς ἂν γένοιτο, Χριστοῦ λέγοντος αὐτοῖς, ποτὲ μὲν, ὅτι «Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε·» ποτὲ δὲ πάλιν· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» <Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν.

Καὶ οἰκοδομήσουσι πόλεις ἐρήμους αἰωνίας, ἐξερημωμένας πρότερον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξερημωμένας εἰς γενεάς.> Χρηματίζουσι γὰρ οἱ ἐν Χριστῷ «Γένος ἐκλεκτὸν, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν,» διά τοι τὸ κάλλος τῆς ἐνούσης αὐτοῖς δικαιοσύνης, καὶ οὔτι πού φημι τῆς κατὰ νόμον, ἐκείνης δὲ μᾶλλον, ἣν διὰ τῶν τοῦ Σωτῆρος ἐσχήκασι θεσπισμάτων· ἀμείνων δ᾽ ἀσυγκρίτως ἡ διὰ Χριστοῦ τῆς ἐν νόμῳ· καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.»—«Κεκλήσονται τοίνυν, φησὶ, δικαιοσύνης γενεαὶ, καὶ προσέτι φύτευμα Κυρίου.» Καὶ γάρ ἐσμεν ἀληθῶς Θεοῦ γεώργιον, καὶ περὶ ἡμῶν ὁ θεσπέσιος Δαβίδ φησι· «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι.» Καὶ γοῦν ὁ πάνσοφος Παῦλος Θεοῦ γεώργιον ὀνομάζει τοὺς κεκλημένους διὰ πίστεως τῆς ἐν Χριστῷ.

Ἔφη δὲ πάλιν, ὅτι «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε.» Γεωργεῖ γὰρ ἡμᾶς ὁ Σωτὴρ διὰ τῶν ἁγίων μυσταγωγῶν· ταύτῃτοι καὶ μάλα εἰκότως φασὶν ἑαυτοὺς συνεργοὺς γενέσθαι Θεοῦ. Ψάλλει δὲ καὶ ὁ πάνσοφος Δαβίδ· «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Ἐσμὲν δὴ οὖν ἄρα φύτευμα Κυρίου, καὶ εἰς δόξαν αὐτοῦ. «Οἰκοδομήσουσι δὲ, φησὶ, πόλεις ἐρήμους αἰωνίας, καὶ καινιοῦσι πόλεις ἐρήμους.» Ἔοικε βούλεσθαι διὰ τούτου δηλοῦν, ἢ τὸ πλῆθος τῶν κληθησομένων, ὡς ἔσται τοσοῦτον, ὥστε καὶ πόλεις ἑτέρας παρὰ τὰς οὔσας ἐπιζητεῖν, καὶ ἀνανεοῦν αὐτὰς ἐρημωμένας ποτέ· ἤγουν ἐκεῖνό που τάχα· Στενοχωροῦντες γὰρ, φησὶ, τῷ πλήθει τὰς ἐκκλησίας, καίτοι γυμνὰς οὔσας καὶ ἐρήμους ποτὲ, δράσουσί τι τοιοῦτον, ὁποῖον εἰώθασιν δρᾷν οἱ πόλεις ἠρημωμένας οἰκοδομεῖν ἐθέλοντες, καὶ οἷον χαμαὶ κειμένας ἐγείρειν σπουδάζοντες. Εἴρηται γοῦν πρὸς τὴν Ἐκκλησίαν· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Ἀληθῆ δὲ οὖσαν τὴν περὶ τούτου προαγόρευσιν, αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις ἐκδείξειεν ἂν, καὶ μάλα ῥᾳδίως. <Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοί· ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ.

Ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. [Ἀντὶ τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν, καὶ οὕτως] ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν. Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.> Ἐνταῦθα σαφῶς τοῦ νόμου μετάθεσιν καὶ τῆς κατ᾽ αὐτὸν ἱερωσύνης ἔσεσθαί φησιν. Οὐ γὰρ ἔτι τοῖς αἵματος τοῦ Λευῒ τὸ ἱερουργεῖν ἁρμόσει, καὶ τὸ τῆς λειτουργίας ὄνομά τε καὶ χρῆμα, ἀλλ᾽ ἐξώσθησαν μὲν ἐκεῖνοι, δέδοται δὲ τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως ἡ ἐπὶ τῷδε δόξα. Ψήφῳ γὰρ στεφανοῦνται Θεοῦ, καὶ αὐτοὶ τετάχαται λειτουργοί τε καὶ ἱερεῖς· «Ἥξουσι γὰρ, φησὶν, ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου.» Ἔστι δὲ ὁ λόγος, ὡς πρός γε τὴν Ἐκκλησίαν, ἧς ἂν νοηθεῖεν πρόβατα τῶν διὰ πίστεως σεσωσμένων ἡ ἁγία πληθύς· αὕτη ποιμαίνεται δι᾽ ἀλλογενῶν. Οἱ μὲν γὰρ πάλαι Γραμματεῖς τε καὶ Φαρισαῖοι, οἱ τὸ καθηγεῖσθαι λαχόντες τῶν ἐξ αἵματος Ἰσραὴλ, ῥᾴθυμοί τε καὶ ἀναπεπτωκότες, καὶ ἀτεχνέστατοι γεγόνασι ποιμένες. Ἀπόλωλε γοῦν ἡ ὑπ᾽ αὐτοῖς τεταγμένη πληθὺς, ἐπειδήπερ ἦν αὐτοῖς ἀδόκιμον τὸ ἀργύριον.

Ἐδίδασκον δὲ καὶ διδασκαλίαν ἐντάλματα ἀνθρώπων, καὶ τοῦ εἰδέναι Χριστὸν ἀπεκόμιζον τοὺς ὑπεζευγμένους, ποτὲ μὲν λέγοντες· «Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·» ποτὲ δὲ πάλιν· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Διεμαρτύρατο γοῦν διὰ φωνῆς προφητῶν ὁ τῶν ὅλων Θεὸς, ὡδὶ λέγων, ὅτι «Οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν·» καὶ μὴν διὰ φωνῆς τοῦ Ἰεζεχιήλ· «Ὦ ποιμένες τοῦ Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτοὺς, οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;

Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε·» ἔτι τε πρὸς τούτοις· «Τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ ὑπόλοιπα κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ ἐπίλοιπον ἐταράσσετε τοῖς ποσὶν ὑμῶν, καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον.» Ὕδωρ μὲν γὰρ καθεστηκὸς τὴν διὰ νόμου παίδευσιν ὀνομάζει, καὶ ἀρίστην νομήν· οἱ δὲ πάντα φύροντες, καὶ καταθολοῦντες αὐτὴν διὰ τοῦ μὴ διδάσκειν ὀρθῶς τοὺς ὑπὸ χεῖρα λαοὺς, παρεσκεύαζον ὕδωρ ὥσπερ ἐκπίνειν οὐ καθαρὸν, οὔτε μὴν ἐνανθῆ νέμεσθαι νομήν.

Ἐξώσθησαν τοιγαροῦν, καὶ μάλα εἰκότως, τοῦ ποιμαίνειν ἔτι τὸν τοῦ Κυρίου λαόν. Κέκληνται γὰρ πρὸς τοῦτο ἀλλογενεῖς. Διδάσκαλοι γὰρ Ἐκκλησιῶν χειροτονοῦνται παρὰ Χριστοῦ σοφοὶ, καὶ ἀγχίνοι, καὶ δογματικῆς εὐτεχνίας ἐπίμεστον ἔχοντες νοῦν, ἄνδρες ἐξ ἀγέλης ἑλληνικῆς, καὶ οὐκ ἐξ αἵματος ὄντες Ἰσραὴλ, οὗτοι γεγόνασι καὶ ἀροτῆρες, καὶ ἀμπελουργοί.

Ἐπειδὴ γὰρ ἐκλεκτὴ γῆ κέκληνται πλεισταχοῦ τῆς θεοπνεύστου Γραφῆς οἱ πιστεύσαντες, καὶ ἀμπελὼν, καὶ κῆπος· ταύτῃτοί φησιν ὁ λόγος, ὡς ἀροτῆρας ἔσεσθαι, καὶ ἀμπελουργοὺς, τοὺς οἵπερ ἂν γένοιντο κατὰ καιροὺς ἱερεῖς Κυρίου καὶ λειτουργοὶ Θεοῦ, τὶν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ ἱερουργοῦντες τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καθὰ γέγραπται· οὐκοῦν οὐχ ἑαυτοῖς ἁρπάζουσι τὴν τιμὴν, κέκληνται δὲ μᾶλλον παρὰ Θεοῦ, καθὼς καὶ ὁ πάνσοφός φησι Παῦλος.

Καίτοι γὰρ φυλῆς ὑπάρχων Βενιαμὶν, ἱερουργὸν αὑτὸν ὀνομάζει πανταχοῦ, καὶ κλητὸν ἀπόστολον Ἰησοῦ Χριστοῦ. «Ὑμεῖς δὴ οὖν ἅπαντες οἱ τὸ τῆς ἱερουργίας λαχόντες ἀξίωμα, ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.» Ἰσχὺν δέ φησιν ἐθνῶν, ἢ τὰς τιμὰς τὰς ἐκ τῶν δυνατωτάτων, οἵπερ ἂν εἶεν ἐξ ἐθνῶν κεκλημένοι, ἢ καθ᾽ ἕτερον συνήσεις τρόπον. «Οὐδεὶς γὰρ ὑμῶν, φησὶ, διαφεύξεται τὸ στόμα,» τουτέστι τὸν λόγον, ἀντὶ γὰρ τοῦ λόγου τὸ στόμα τίθησι πανταχοῦ τὸ Γράμμα τὸ ἱερὸν, οἷον, «Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.»—«Κατανεμηθήσεσθε τοιγαροῦν, φησὶ, τὴν ἰσχὺν τῶν ἐθνῶν.» Ἐθνῶν δὲ δύναμιν, ἢ τοὺς παρ᾽ ἐκείνοις λαμπροὺς, ἤγουν ἐλλογιμωτάτους, καὶ σοφίαν ἔχοντας κοσμικὴν ὀνομάζειν ὁ λόγος ἔοικεν ἐν τούτοις. Εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ἁγίων μυσταγωγῶν κατισχύσαντα λόγον, καὶ τὴν αὐτῶν κλῆσιν πλουτήσαντες ἐδοξάσθησαν. Καύχημα γὰρ διδασκάλων, στέφανός τε καὶ δόξα, οἱ διὰ τῆς αὐτῶν σεσωσμένοι φωταγωγίας.

Διὰ τοῦτό φησιν, ὅτι «Ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.» Ὅτι δὲ τὸ θεσπέσιον κήρυγμα καταδράξεται τῶν χωρῶν, καὶ παντὸς ἔθνους, καὶ μονονουχὶ κληρονόμοι τῆς ὑπ᾽ οὐρανὸν ἔσονται κατὰ καιροὺς οἱ τῶν ἁγίων Ἐκκλησιῶν ἡγούμενοι, Χριστῷ τὴν δόξαν ἀνάπτοντες, ὑπεμφαίνει, λέγων· «Οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν.» Πάλαι μὲν γὰρ κατεκληροδότησε τοῖς ἐξ Ἰσραὴλ Ἰησοῦς ὁ τοῦ Ναυῆ τὰς τῶν ἐθνῶν χώρας· ἕλαβον γὰρ τὴν γῆν τῶν Ἀμοῤῥαίων, καὶ Ἰδουμαίων, καὶ Εὐαίων, καὶ τὰς τῶν ἑτέρων. Ἐπιλάμψας δὲ τῷ κόσμῳ Χριστὸς, οὗ καὶ εἰς τύπον ἦν Ἰησοῦς ὁ πάλαι κατεκληροδότησε τοῖς ἰδίοις ἱερουργοῖς, οὐχὶ δή που μόνον τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ ἅπασαν τὴν γῆν. Καὶ δευτέρα μετὰ τὴν πρώτην κληροδοσίαν γέγονε. Διενείμαντο γὰρ τάς τε χώρας καὶ πόλεις ψήφῳ τῇ παρ᾽ αὐτοῦ μυσταγωγοὶ καὶ διδάσκαλοι, καὶ εἰσὶν εἰς δεῦρο χαίροντες ἐν Χριστῷ, καὶ νοητὴν εὐφροσύνην, ὥσπερ τινὰ στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Αἰώνιος δὲ ἡ εὐφροσύνη· οὐ γὰρ ἐν προσκαίροις πράγμασι προσδοκῶμεν ἔσεσθαι τὴν ἀντιμισθίαν, ἀλλ᾽ ἐν ἐλπίδι μακρᾷ, καὶ ἀτελευτήτῳ βίῳ, καὶ ἐν τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἀγαθοῖς. <Ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνώσονται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν. Καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν.

Πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτοὺς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ, εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον.> Εἰπὼν, ὅτι «Ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ,» ὡς ἐξωσθέντων δηλονότι τῶν πρώτων, καὶ τοῦ καθηγεῖσθαι λαῶν ἐκσεσοβημένων, διαδείκνυσι τὰς αἰτίας, ἐφ᾽ αἷς τοῦτο πεπόνθασιν, ὁσίᾳ ψήφῳ τοῦ τὰ δίκαια κρίνοντος. Ἐπειδὴ γὰρ ἀγαπῶ, φησὶ, τὴν δικαιοσύνην, ἁρπάγματα δὲ τὰ ἐξ ἀδικίας μισῶ, γεγόνασι δὲ τοιοῦτοι τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστῶτες, παρῆκα, φησὶ, καὶ ἐξεωσάμην αὐτούς.

Τῶν γὰρ ἁρπαζόντων ἁρπάγματα ἐξ ἀδικίας τὸν μόχθον ἑτέροις δίδωμι. Οἱ γὰρ ἀδίκως πλουτοῦντες, καὶ, καθά φησιν ὁ προφήτης, θησαυρίζοντες ἑαυτοῖς ἀσέβειαν καὶ θαλαιπωρίαν, εἰς ἑτέρους αὐτὰ παραπέμπουσιν. Ἔφη γοῦν ὁ Σολομὼν, ὅτι «Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἑλκύσει αὐτὸν ἄγγελος.» Καὶ πάλιν· «Ὁ συνάγων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκου, καὶ πλεονασμῶν, τὸ ἐλεοῦντι πτωχοὺς καταλείψει αὐτὸν, καὶ οὐ δή που πάντως ἀγαθοῖς ἀνδράσι, καὶ φιλοικτίρμοσιν, ἀλλὰ ἀσώτοις μᾶλλον.» Εὐφήμως γὰρ τοὺς τοιούτους ἐλεεῖν ἔφη πτωχούς. Τοῖς γὰρ ζῶσιν ἐν ἀσωτίᾳ πλεῖστοι λίαν οἱ κολλώμενοι, καὶ συνδαπανῶντες αὐτοῖς τὰ πολλοῖς ἱδρῶσιν ἀδίκως σεσωρευμένα. Ψάλλει δὲ καὶ ὁ θεσπέσιος Δαβὶδ περὶ τῶν τοιούτων, καί φησι· «Πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά·» Καὶ καθ᾽ ἕτερον δὲ τρόπον ὁ μόχθος, ἤγουν ἡ φροντὶς τῶν Γραμματέων καὶ Φαρισαίων ἑτέροις ἐδόθη, δῆλον δὲ ὅτι «Ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Οὐκοῦν ἐκεῖνοι μὲν ἐξώσθησαν, φησὶν, ἡμῖν δὲ τοῖς κεκλημένοις ἐξ ἐθνῶν εἰς ἱερουργίαν διαθήκην αἰώνιον διαθήσομαι, ἣ τὸ κήρυγμα τὸ εὐαγγελικὸν διὰ τοῦτο δηλῶν, ἤγουν ἐλπίδα τὴν ἀτελεύτητον. «

Ἐν δὲ τοῖς ἔθνεσι γνωσθήσεται,» φησὶ, «τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτοὺς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ.»

Οἱ γὰρ κατὰ μαθητείαν υἱοὶ τῶν ἁγίων μυσταγωγῶν ἐκ πολλῆς ἄγαν ἀγαθουργίας, καὶ τῆς κατ᾽ εὐσέβειαν ζωῆς, γνωριμώτατοι πᾶσίν εἰσιν, ὅτι καὶ ἁγίων ἔκγονα γεγόνασι κατὰ μαθητείαν, ὡς ἔφην, «Καὶ ὅτι σπέρμα εἰσὶν εὐλογημένον ὑπὸ Θεοῦ,» οἷον τὰ τῶν ἁγίων μοναστῶν συστήματα, περὶ ὧν φησιν ὁ Παῦλος· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,» οἱ τὸν ἐπιεικῆ καὶ φιλόπονον διαζῶντες βίον· τῶν ἐν παρθενίᾳ τὰ στίφη, καὶ χοροὶ γέμοντες εὐλογίας Θεοῦ, οὗτοι σπέρμα εἰσὶν εὐλογημένον ὑπὸ Θεοῦ, οὗτοι χαίρουσι, καὶ εὐφραίνονται ἐπὶ Κύριον· οὐ γὰρ ἐφήδονται πράγμασι κοσμικοῖς, ἐμπίμπλασι δὲ μᾶλλον τὰς ἑαυτῶν καρδίας ἀγάπης τῆς εἰς Χριστὸν, σωτήριον δὲ τὸ χρῆμά ἐστι, καὶ θυμηδίας ἁπάσης ἐμποιητικόν. <Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.> Φιλότιμον ἐπ᾽ αὐτοῖς ἁπλώσας τὴν χεῖρα, πλείστοις τε ὅσοις καὶ ἀξιοκτήτοις χαρίσμασι στεφανώσειν εἰπών· «Πᾶς γὰρ ὁ ὁρῶν, φησὶν, αὐτοὺς ἐπιγνώσεται, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ,» εἶτα προσεπενεγκὼν ὅτι «Καὶ εὐφρανθήσονται ἐπὶ Κύριον,» δίδωσιν εὐθὺς τὴν εὐφροσύνην αὐτοῖς.

Ταύτῃτοι καὶ μάλα εἰκότως τὸ τῆς Ἐκκλησίας εἰσεκομίσθη πρόσωπον ἐκ περιχαρείας τῆς ἄγαν ἀναφωνοῦν, «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Χιτῶνα εὐφροσύνης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν φησι. Γράφει γοῦν καὶ ὁ πάνσοφος Παῦλος τοῖς εἰς αὐτὸν πιστεύσασιν· «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Οἵ γε μὴν ἀμφίου δίκην ἐσχηκότες αὐτὸν πρὸς τῇ σωτηρίᾳ κερδαίνουσι τὸ εὐημερεῖν, καὶ τὸ ἐν εὐφροσύναις εἶναι μακραῖς. Ἔφη γοῦν αὐτὸς ὁ Σωτήρ· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.» Οὐ γὰρ σώζει μόνον, ὡς ἔφην, ἀλλὰ γὰρ καὶ ἀτελευτήτῳ κατευφραίνει χαρᾷ· καὶ τοῦτό ἐστι τὸ περιττὸν προστεθησόμενον ἡ τοῖς ἁγίοις ζωή. Χριστὸς οὖν ἄρα τὸ ἐξ οὐρανοῦ, καὶ ἄνωθεν ἄμφιον ὁ τῆς ἀφθαρσίας χιτὼν, ὃν εἴ τις λάβοι στεφανωθήσεται κόσμῳ παντὶ, νοητῷ δηλονότι, καὶ τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν. Ἔσται γὰρ ὡς νυμφίος, ὡς μίτραν διεζωσμένος, καὶ ὡς νύμφη κόσμῳ παντὶ διαπρέπουσα. Εἰσὶ γὰρ, εἰσὶν οἱ ἐν Χριστῷ δεινοὶ μὲν, καὶ ἀλκιμώτατοι, πρός γε τὸ δεῖν ἀνδρίζεσθαι νοητῶς, καταπλουτοῦσι δὲ λίαν καὶ τὸ εὐπρεπὲς εἰς ἅπαν εἶδος ἀρετῆς. Ἐοίκασι δὲ καὶ νύμφαις διὰ τὸ καρπογόνον μετὰ τοῦ ποικίλον ἔχειν ὡς ἐν ἀρετῶν φαιδρότητι κάλλος.

Ἔφη γοῦν τις τῶν ἁγίων προφητῶν, ἐγκάρπους ὄντας ἀποδεικνὺς τοὺς τὸν εὐαγῆ κατορθοῦντας βίον· «Διὸ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Οὐκοῦν νυμφίῳ καὶ νύμφῃ τοὺς ἁγίους παρεικαστέον, διάτοι τὸ εὐσθενὲς, καὶ πρός γε τούτῳ τὸ καρπογόνον· πλὴν ἐκεῖνο ἄθρει, πανταχοῦ γὰρ αὐτοῖς ἔνεστι τὰ ὡς ἐν κάλλει διαπρέπειν. Σώζεται δὲ τοῦτο παρ᾽ αὐτοῖς, καὶ ἐν τῷ καρπογονεῖν τὰ ἐξαίρετα τῶν ἀνδραγαθημάτων, καὶ ἐν τῷ κατανδρίζεσθαι παθῶν. Ὅτι δὲ τοῖς ἔθνεσιν ἐπιλάμψαντος τοῦ Χριστοῦ δικαιοσύνην, καὶ ἀγαλλίαμα, καθάπερ τις εὐανθὴς πόα στεφανοῖ τὴν ὑπ᾽ οὐρανὸν, διέδειξεν εἰπών· «Ὡς γῆν αὐξάνουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.» Ἔοικε δὲ διὰ τούτων τὸ ἀνίσχον, ἤγουν ἀνατέλλον, σπέρμα τε καὶ ἄνθος ἐναντίον τῶν ἐθνῶν, αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὀνομάζειν. Ἔφη γὰρ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων·» ἤγουν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, καὶ τὴν αὐτοῦ δικαίωσιν προφερεστέραν οὖσαν τῆς κατὰ τὸν νόμον, ἢ πάντη τε καὶ πάντως τὸ χαίρειν ἀκολουθεῖ, ὅ ἐστιν ἀγαλλίαμα. Τοῖς γὰρ ὅλως κατωρθωκόσιν αὐτὴν τὸ ἐν θυμηδίαις εἶναι μακραῖς νεμηθήσεται παρὰ Θεοῦ.

Ἀκούσονται γὰρ λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου·» ἀγαλλίαμα δὲ τὸ σωτήριον κήρυγμα, καὶ καθ᾽ ἕτερον τρόπον νοηθείη ἄν.

Ὁ μὲν γὰρ νόμος ἦν κολαστὴς, καὶ πολὺ τὸ κατηφὲς ἔχων· ἀθετήσας γάρ τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει, ζωὴν δὲ καὶ γερῶν ὑπόσχεσιν, καὶ ἀληθινὴν ἐλπίδα τῶν ὑπὲρ νοῦν ἀγαθῶν τὸ εὐαγγελικὸν ἡμῖν εἰσκομίζει θέσπισμα. <Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται, καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτὸ, καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.> Σιὼν ἐν τούτοις τὴν Ἐκκλησίαν ἀποκαλεῖ ἧς γεγόνασιν ἀπ᾽ ἀρχῆς καὶ τέκνα πρωτόγονα οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ δι᾽ αὐτῶν κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ πρό γε τῶν ἄλλων οἱ ἐξ αἵματος Ἰσραήλ. Σέσωσται γὰρ τὸ κατάλειμμα, καὶ πλεῖστοι λίαν οἱ ἀπ᾽ αὐτῶν πιστεύσαντες. Οὐκοῦν οὐκ ἀνήσω, φησὶ, τουτέστιν, οὐκ ἂν καταπαύσαιμι τοῦ χρῆναι πρὸς πέρας ἐξενεγκεῖν ἅπερ ἐπήγγελμαι τῇ Σιών. Ὑπέσχετο δὲ ὁ Θεὸς καὶ Πατὴρ τὴν διὰ Χριστοῦ σωτηρίαν Ἰουδαίοις τε καὶ Ἕλλησιν, εἴπερ «Εἷς ὁ Θεὸς.» καθά φησιν ὁ πάνσοφος Παῦλος, «ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν.»

Οὐκοῦν οὐκ ἀνήσω, φησὶν, ἕως ἃν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου. Τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Δικαιοσύνη τε καὶ σωτήριον τοῖς ἐπὶ τῆς γῆς ὤφθη τε καὶ γέγονε Χριστὸς, δικαιοῖ γὰρ, καὶ σώζει, φῶς ὑπάρχων αὐτὸς τὸ ἀληθινὸν, καὶ οἷά τις ἐν σκότῳ λαμπάς. Ἔφη γοῦν αὐτὸς, ὅτι «Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου.» Ἀχλύϊ μὲν γὰρ καὶ σκότῳ τὰ πάντα κατείληπτο, τὰς ἁπάντων καρδίας τοῦ διαβόλου καταμελαίνοντος, καὶ οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, καὶ δικαιοσύνην εἰδὼς, ἤγουν τὴν ἀπάγουσαν [al. ἐπάγουσαν] ἐπὶ τὸ σώζεσθαι τρίβον. Ἀλλ᾽ οὐδὲ ἦν ὁ φῶς ἔχων τὸ θεῖον εἰς νοῦν, καὶ τοῖς τῆς διανοίας ὄμμασι καταθρῆσαι δυνάμενος, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων γενεσιουργὸς, καὶ Κύριος· ἐπεὶ δὲ ὡς φῶς ἀνέσχε, καὶ ὡς λαμπὰς ἀνέλαμψεν ὁ Σωτὴρ, κατεφωτίσθη λοιπὸν ἡ ὑπ᾽ οὐρανὸν, καὶ τὴν τῆς δι᾽ αὐτοῦ σωτηρίας τεθεάμεθα τρίβον. Εἶτα πρὸς τὴν Ἐκκλησίαν φησὶ τὴν ἀπό γε τῆς Ἰουδαίων ἀγέλης, καὶ ὡς οὔπω τῆς τῶν ἐθνῶν πληθύος σεσαγηνευμένης, ὅτι «Ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου.» Δικαιοσύνην δὲ πάλιν ἐν τούτοις, καὶ μέν τοι καὶ δόξαν, οὐδὲν ἕτερον εἶναί φησι πλὴν ὅτι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.

Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν παρ᾽ αὐτοῦ πεπλουτήκαμεν δόξαν. Αὐτοῦ γὰρ γεγόναμεν, καὶ κλῆρος αὐτοῦ χρηματίζομεν. Τετάγμεθα δὲ καὶ ὑπὸ ζυγὰ καὶ σκῆπτρα, τὴν τοῦ καθ᾽ ἡμῶν τυραννήσαντος πλεονεξίαν ἀπονιψάμενοι· ὅτι δὲ τῆς κατὰ νόμον λατρείας ἀποφοιτήσασα, καὶ οἷον μεταβαλοῦσα πρὸς καινότητα ζωῆς εὐαγγελικῆς, καὶ τὴν ἀρχαίαν κλῆσιν συναποβαλεῖ, μετονομασθήσεται δὲ λοιπὸν ὀνόματι καινῷ, κατὰ τὸ δοκοῦν τῷ ἐπὶ πάντας Θεῷ, διαδείκνυσι λέγων· «Καλέσει τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό·» κέκληται γὰρ οὐκέτι συναγωγὴ μᾶλλον, ἀλλ᾽ Ἐκκλησία Θεοῦ ζῶντος, πόλις τε καὶ οἶκος αὐτοῦ. Διαμέμνηται γὰρ αὐτῆς καὶ ὁ θεσπέσιος Δαβὶδ, οὕτω λέγων· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.» Ἔσται δὲ ὅτι καὶ εὐπρεπὴς ἄγαν, καὶ ἀπαραβλήτῳ κάλλει κατεστεμμένη, διδάσκει λέγων· «Ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.» Ἑκάστην γὰρ ἁγίαν ψυχὴν, καὶ συλλήβδην τὴν Ἐκκλησίαν, τουτέστι, τὰ τῶν ἁγίων συστήματα, στεφάνῳ παρεικαστέον ἐκ πολλῶν ἀνθέων συντεθειμένῳ, ἤγουν διαδήματι βασιλικῷ, λίθοις Ἰνδικοῖς ἐκλάμποντι, καὶ πολυειδῶς ἔχοντι τὸ διαπρεπές· πλεῖστα δὲ ὅσα καὶ τὰ τῶν ἁγίων ἀνδραγαθήματα, καὶ οὐχ εἷς μᾶλλον τῶν αὐχημάτων ὁ τρόπος, πολὺς δὲ καὶ διάφορος.

Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην πεποικιλμένην εἰσφέρει, τὸ δὲ «Ἐν χειρὶ Κυρίου,» φησὶ, τουτέστιν, ὑπὸ σκέπην τῆς χειρός μου σκεπάσω σε· καὶ αὐτὸς δέ που Χριστὸς περὶ τῶν ἰδίων θρεμμάτων, καὶ ἤτοι τῆς τῶν πιστευσάντων εἰς αὐτὸν ἀγέλης φησὶν, ὅτι «Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.» <Καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔρημος· σοὶ γὰρ κληθήσεται θέλημα ἐμὸν, καὶ τῇ γῇ σου οἰκουμένη.> Διαδιδάσκει πάλιν, ὅτι τῆς ἀρχαίας ἀποστροφῆς, ἧς πεποίηται πολλάκις ἐπὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καταλήξει λοιπὸν, καὶ πεπαύσεται τῆς ὀργῆς, θελητὴν δὲ ποιήσεται, καὶ προσέτι τούτῳ καὶ ἔγκαρπον, καὶ τῷ πλήθει τῶν πεπιστευκότων στεφανουμένην ἀποφανεῖ. Ἀθετήσασα μὲν γὰρ ἡ Σιὼν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δέδοται πρὸς ἐρήμωσιν, καὶ ἡ τῶν ἀπιστησάντων διόλωλε πληθύς. Ἐπειδὴ δὲ παρεδέξατο τὴν πίστιν τὸ κατάλειμμα, εἶτα κέκληται πρὸς αὐτῷ τῶν ἐθνῶν ἡ πληθὺς, καὶ εἰς ἕνα λαὸν ἐκτίσθησαν οἱ δύο, μία τε λοιπὸν ἐξ ἀμφοῖν κεχρημάτικεν Ἐκκλησία, χαρίζεται Θεὸς αὐτῇ τὸ κατὰ μηδένα τρόπον τοῖς ἀρχαίοις ἁλῶναι κακοῖς, μήτε μὴν κληθήσεσθε [al. αι] καταλελειμμένην, ἢ ἔρημον, ἀλλ᾽ ὅτι μᾶλλον θελητὴ γενήσεται αὐτῷ, καὶ ἔρημος μὲν οὐκέτι, κατοικουμένη δὲ μᾶλλον κληθήσεται.

Ὁρῶμεν δὲ τοῦτο διὰ πραγμάτων αὐτῶν εἰς πέρας ἐκβεβηκός.

Ἐν εὐδίᾳ γὰρ καὶ γαλήνῃ τὰς ἁπανταχοῦ κειμένας Ἐκκλησίας ὁρῶμεν, καὶ εἰς πληθὺν ἀεὶ τὴν ἐπέκεινα μέτρου τοὺς πιστεύοντας ἐκτεινομένους, καὶ εὐδοκοῦντα Θεὸν ἐπ᾽ αὐτοῖς. Διωγμοὶ μὲν γὰρ κεκίνηνται κατὰ καιροὺς, ἀλλ᾽ οὐκ ἐν χρόνῳ μακρῷ, συνεσταλμένοι δὲ, καὶ γυμνάσαντες μᾶλλον ἁγίους, ἢ ἀδικήσαντες· εὐδόκιμοι γὰρ γεγόνασι διὰ καρτερίας, καὶ ὑπομονῆς, τὸν τῆς εἰς Χριστὸν γνησιότητος ἀράμενοι στέφανον, καὶ τὴν τοῦ μαρτυρίου δόξαν καταπλουτήσαντες. <Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται ἐπὶ σοὶ Κύριος.> Εἶτα πρὸς τὴν Ἐκκλησίαν ποιεῖται τοὺς λόγους ὡς ἀπό γε τῶν Ἰουδαϊκῶν ταγμάτων συστᾶσαν ἐν ἀρχαῖς.

Ταύτης γεγόνασιν υἱοὶ κατὰ σάρκα οἱ θεσπέσιοι μαθηταὶ, ἀλλ᾽ ἦσαν ἐν αὐτῇ προὔχοντες μὲν τῶν ἄλλων, καὶ ἡγεμονεύοντες, ὡς ἐν ἀξιώμασιν ὄντες ἀποστολικοῖς, πλὴν τὴν εἰς ἄκρον αὐτῇ σώζοντες ἀγάπην καὶ διάθεσιν, ὥστε καὶ δοκεῖν τοιαύτην εἶναι τὴν ἐπ᾽ αὐτῇ γενομένην φιλοστοργίαν, οἷά περ ἂν πρέποι νεανίσκῳ συνῳκηκότι παρθένῳ, τουτέστι τῇ ἐκ παρθενίας αὐτῷ συνημμένῃ· φασὶ δὲ εἰς λῆξιν ἁπάσης ἐλάσαι φιλοστοργίας τοὺς ἐπὶ τῷ τοιῷδε δεσμῷ μονονουχὶ κατεσφιγμένους. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος· «Λύπη μοι,» φησὶν, «ἔστι καὶ ὀδύνη ἀδιάλειπτος ἐν τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.» Ηὔχετο δὲ καὶ ἀνάθεμα γενέσθαι ὑπὲρ αὐτῶν, πλὴν ὅτι πολὺς τῶν πραγμάτων ὁ καινισμὸς διὰ τῆς προκειμένης ἡμῖν προφητείας σημαίνεται, καὶ ἀξιοθαύμαστος ἡ μεταβολή· ἡ γὰρ ἀρχαία Συναγωγὴ, καὶ τρόπον τινὰ πεπολιωμένη [al.

πεπαλαιωμένη], διὰ τὸν χρόνον νεάνιδι παρεικάζεται· «Κατοικήσουσι γὰρ ὡς μετὰ παρθένου,» φησὶν, «οἱ υἱοί σου·» Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Ἀνακαινισθήσεται, ὡς ἀετοῦ ἡ νεότης σου,» κατῳκήκασί γε μὴν ἐν αὐτῇ χειραγωγοῦντες ὡς τροφὸν, παρακαλοῦντες ὡς μητέρα, τῶν ἐν σκιαῖς καὶ τύποις ἀποκομίζοντες, ἀναβιβάζοντές τε σοφῶς πρός γε τὸ δεῖν τῆς ἀνονήτου σκιᾶς ἀνθελέσθαι τὴν ἀλήθειαν· ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτήν· «Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί.» Οἱ γὰρ αὐτῆς ὄντες υἱοὶ κατὰ σάρκα γεγόνασιν αὐτῆς πατέρες, ἀρχὴ τῶν νέων αὐτῆς ὄντες τέκνων, τῶν διὰ πίστεως δηλονότι κεκλημένων εἰς ἐπίγνωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· τούτων δὲ οὕτως ἐχόντων, φησίν· «Οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοὶ, καθάπερ ἀμέλει καὶ νυμφίος ἐπὶ νύμφῃ.» Καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα ἔγκαρπον ἀποφήνῃ τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Δεξαμένη τοίνυν παρ᾽ αὐτοῦ εὐαγγελικῆς πολιτείας τὰ σπέρματα, κεκυοφόρηκέ τε καὶ τέτοκεν, οὐκ ἔτι τὴν δι᾽ αἱμάτων καὶ καπνῶν λατρείαν, ἐκείνην δὲ μᾶλλον, ᾗ δὴ μάλιστα τὸ τῆς ἀληθείας ἐντετόρνευται κάλλος.

Ταύτῃτοι καὶ μάλα εἰκότως εὐφραίνεται μετατιθεμένους ὁρῶν τοὺς τοῦ νόμου τύπους εἰς ἀλήθειαν εὐαγγελικὴν, καὶ πνευματικαῖς θυσίαις, καὶ ἁγιοπρεπέσιν ἀληθῶς κατορθώμασιν τὴν νύμφην ἐκλάμπουσαν. <Καὶ ἐπὶ τῶν τειχέων σου, Ἱερουσαλὴμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν, καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου. Οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος.> Ὡς πρὸς πόλιν διαλέγεται λαμπρὰν, καὶ συνῳκισμένην· ἀεὶ δέ πως τὰς τῶν πόλεων διαφανεστέρας πλεῖστοί τε ὅσοι καὶ νηφάλιοι περιέπουσι φύλακες, μὴ ἄρα τις ἀδοκήτως τῶν πολεμίων ἐμβάλῃ· οὕτω καὶ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἀφράστῳ δυνάμει καὶ ταῖς τῶν ἀγγέλων ἐπικουρίαις πυργώσας τὴν Ἐκκλησίαν κεχειροτόνηκεν αὐτῇ φύλακας σοφοὺς καὶ ἐγρηγορότας, καὶ ἀκατεύναστον ἔχοντας ἐπ᾽ αὐτῇ τὴν φροντίδα, τοὺς ἁγίους δηλονότι μυσταγωγοὺς, οἳ κατ᾽ οὐδένα τρόπον καταλήγουσι τοῦ διαμεμνῆσθαι τῆς δόξης αὐτοῦ, καὶ τῶν θαυμασίων αὐτοῦ, καθὰ γέγραπται. Κατειθίσμεθα γὰρ ἐν ἐκκλησίαις τοῖς ὑπὸ χεῖρα λαοῖς διακηρύττειν ἀεὶ τὰς τοῦ Σωτῆρος μεγαλουργίας, καὶ τῆς θεοπρεποῦς ὑπεροχῆς τὴν ἔνδειξιν, ἵνα κἀντεῦθεν ἀσφαλῆ καὶ ἀκράδαντον ἔχωσι περὶ αὐτοῦ τὴν πίστιν. Ἢ τάχα που μνησθήσεσθαί φησι τοῦ Κυρίου τοὺς φύλακας ἐπιφωνοῦντάς τε καὶ λέγοντας, ὅτι «Οὐκ ἔστιν ὑμῖν ὅμοιος.»

Οὐ γάρ ἐστι καθ᾽ ἡμᾶς, ἀλλ᾽ ὅσον ὑπερνήχεται τὰ ἀνθρώπινα τῇ τῆς εὐκλείας ὑπεροχῇ, καὶ τῇ τῆς θεότητος δόξῃ, τοσοῦτο νικᾷ καὶ κατά γε τὸ εἶναι χρηστὸς καὶ φιλάνθρωπος. Ὡς γὰρ ὁ Ψάλλων φησίν· «Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.» Σέσωκε γὰρ ὄντας ἁμαρτωλοὺς, καὶ προσηγάγετο φιλανθρώπως οὐκ ὄντας ἀξίους τοῦ σώζεσθαι. Ἔφη τι τοιοῦτον καὶ δι᾽ ἑτέρου προφήτου· «Τί σοι ποιήσω, Ἐφραΐμ; Τί σοι ποιήσω, Ἰούδα; ὡς ἀδάμαντα θήσομαί σε, καὶ ὡς Σεβωῒμ μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραῒμ, διότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος.»

Ἐπειδὴ γὰρ οὐκ ἄνθρωπός εἰμι, φησὶν, ἅγιος δὲ μᾶλλον ἐν σοὶ Θεὸς, διὰ τοῦτο οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραΐμ. <Ἐὰν διορθώσῃ, καὶ ποιήσῃ, Ἱερουσαλὴμ, γαυρίαμα ἐπὶ τῆς γῆς, ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, Εἰ ἔτι δώσω τὸν σῖτόν σου, καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίωνται ἀλλότριοι τὸν οἶνόν σου, ἐφ᾽ ᾧ ἐμόχθησας, ἀλλ᾽ ἢ οἱ συνάγοντες φάγονται αὐτὰ, καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συνάγοντες πίωνται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου.> Ὡς ἐξ ὁμοιότητος πραγμάτων, ἤτοι συμφορῶν ἐπενηνεγμένων πλειστάκις τοῖς ἐξ Ἰσραὴλ ἐπωφελεστάτων ἡμῖν θεωρημάτων ἐξυφαίνει διήγησιν.

Ἡμάρτανον μὲν γὰρ πολυτρόπως, Θεὸν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι· προσεκύνησαν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀπολακτίσαντες δὲ ὥσπερ καὶ τῆς ἐννόμου ζωῆς πρὸς τὸ αὐτοῖς δοκοῦν ἀπεφέροντο. Ταύτης ἕνεκα τῆς αἰτίας ἐπλήττοντο παρὰ Θεοῦ ἀφορίαις ἔσθ᾽ ὅτε, σωμάτων καταφοραῖς, πολέμων ἐμβολαῖς, οἳ πᾶσαν αὐτῶν καταδῃοῦντες τὴν χώραν ἐληΐζοντο καὶ τὰ ἐν ἀγροῖς. Εἴρηται γὰρ πρὸς αὐτούς· «Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίας, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον οὐ μὴ πίητε.» —«Ἂν τοίνυν διορθώσῃ, φησὶν, ὦ Ἱερουσαλὴμ,» τουτέστιν, ἐὰν μεταβάλῃς εἰς λατρείαν τὴν πνευματικὴν, ἂν ἀποδράμῃς τῶν τύπων, καὶ ἐπιγνῷς ὅτι περὶ ἐμοῦ γέγραφεν ὁ Μωσῆς, ἐὰν παραδέξῃ τὴν διὰ πίστεως χάριν, «καὶ ποιήσῃς γαυρίαμα σαυτῇ ἐπὶ γῆς,» τουτέστι, καύχημα λαμπρὸν, τὸ ἐν Χριστῷ δηλονότι, «ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ,» κατ᾽ οὐδενὸς γὰρ ἔχει μείζονος ὁμόσαι, «καὶ κατὰ τοῦ βραχίονος αὐτοῦ,» ὅτι τῶν πάλαι σοι, διὰ πολλὴν ἀπείθειαν ἐπενηνεγμένων, οὐδὲν ἔτι συμβήσεται. Οὐ γὰρ ἄμισθον ἕξεις τὸν τῆς γηπονίας ἱδρῶτα· συνήσεις δὲ τοῦτο πνευματικῶς· ἀλλ᾽ ὥς φησιν ὁ θεσπέσιος Δαβίδ· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.»

Καὶ ὡς ὁ Παῦλός φησιν, ὅτι «Ὃ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει, καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον·» ὅτι τοίνυν ἑαυτῇ κατασωρεύσει πλουσίως τὰ ἐκ τῆς πνευματικῆς εὐκαρπίας, διὰ τῶν προκειμένων ὑποδηλοῖ· «Οἱ δὲ τούτων τυχόντες δοξολογήσουσι, φησὶ, τὸν Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις.» Ἐντρυφήσουσι γὰρ ταῖς ἄνω μοναῖς οἱ τῆς ἐξαιρέτου ζωῆς ἀποτρυγήταντες τὰ αὐχήματα, καὶ τοὺς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως καρποὺς συναγείροντες. <Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.

Ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν, ἕως ἐσχάτου τῆς γῆς.> Αὐτοῖς ἤδη τοῖς φύλαξιν, ἤγουν διδασκάλοις ἐπιφωνεῖ· προστέταχε γὰρ ἀνοιγῆναι μὲν τῆς ἁγίας πόλεως τὰς εἰσβολὰς, ψιλὴν δὲ καὶ εὐήλατον, καὶ δὴ πταισμάτων ἐλευθέραν τοῖς εἰσβάλλειν ἐθέλουσιν ἀποφῆναι τὴν εἰσδρομήν· διὰ γάρ τοι τῶν λίθων ὑποδηλοῖ τὰ σκάνδαλα. Εἰ μὲν γάρ τις εἴη τυχὸν ἐκ τῆς Ἰουδαίων ἀγέλης κεκλημένος, προσπταίει πολλάκις τοῖς νομικοῖς ἐντάλμασιν, ἐμφιλοχωρεῖ γὰρ τοῖς τύποις, καὶ οἷον ἐνιζήσας ταῖς σκιαῖς ἀπαράδεκτον ποιεῖται τὴν ἀλήθειαν. Εἰ δὲ δή τις ᾖ τῶν ἐκ πληθύος Ἑλληνικῆς, προσπταίει καὶ οὗτος τῷ ξένῳ τῆς διδασκαλίας, θορυβεῖ τε λίαν αὐτὸν τὸ ἀσύνηθες τῆς λατρείας, ἢ τάχα που καὶ μέμνηται λόγων, οὓς ἐπί γε τοῖς σφῶν αὐτῶν ποιοῦνται θεοῖς οἱ παρ᾽ αὐτοῖς λογάδες. Παλαιοὺς γὰρ καὶ γεγηρακότας συγγεγράφασι μύθους πλανῶντες, καὶ πλανώμενοι, καὶ διαβολικῆς ἀχλύος ἀναπιμπλάντες τὴν γῆν. Ἀλλ᾽ οἱ νηφάλιοι φύλακες, καὶ μυσταγωγοὶ τὰς τῶν σκανδάλων περικόπτουσιν ἀφορμὰς, ἕκαστα λύοντες εὐτέχνως τὰ ἀνθεστᾶναι δοκοῦντα τῇ παραδόσει τῆς πίστεως, τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· τοῦτο δρῶσιν ὀρθῶς, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν αὐτοῦ.

Εὑρήσομεν δὲ τὸν ἱερώτατον Παῦλον, Ἰουδαίους μὲν σκανδαλισθέντας ἐπανορθούμενον, ἐπιπλήττοντα δὲ τοῖς ἐξ ἐθνῶν τοιοῦτόν τι πεπονθόσιν.

Ἔφη μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραήλ· «Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.» Καὶ πάλιν· «Λέγω γὰρ ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» Ἡμεῖς γὰρ διὰ τῆς πίστεως ἐλπίδα δικαιοσύνης ἐκδεχόμεθα· τῆς [ἴσ. τοῖς] γε μὴν ἐκ τῆς Ἑλλήνων πληθύος· «Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτοὺς, φοβοῦμαι ὑμᾶς, μήποτε εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.» Ὁρᾷς πανταχοῦ διαῤῥιπτοῦντας τοὺς λίθους, καὶ ἐκ μέσου τιθέντας τὰ ἀμφοῖν σκάνδαλα.

Λίθους δὲ εἶναί φαμεν καὶ ἑτέρως, οἷς ἂν ἔσθ᾽ ὅτε προσπταίσειάν τινες, τὰ τῶν ἀνοσίων αἱρετικῶν βέβηλά τε καὶ μυσαρὰ τερετίσματα. Κενοφωνοῦσι γὰρ οἱ δείλαιοι τοῖς ὀρθοποδοῦσιν ἐπιβουλεύοντες, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἀποκομίζοντες, τῶν εὐσυναρπάστων τινάς· ἀλλὰ καὶ ταῦτα διαῤῥίπτουσιν ἐκ μέσου τῶν τῆς Ἐκκλησίας τειχῶν οἱ φύλακες.

Τείχη δὲ αὐτῆς εἶναί φαμεν καὶ τῶν τῆς ἀληθείας δογμάτων τὴν ἑδραιότητα, ὧν οὐκ ἂν κατισχύσαιεν αἱ ᾅδου πύλαι. «Ἄρατε γὰρ σύσσημον, φησὶν, εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ Κύριος ἀκουστὸν ἐποίησεν ἕως ἐσχάτου τῆς γῆς.» Καὶ ποῖον ἄρα τοῦτ᾽ ἕστι τὸ ἀκουστὸν σύσσημον, ὃ καὶ τοῖς ἔθνεσι, καὶ ἕως ἐσχάτου τῆς γῆς ἀρθῆναι δεῖν ἔφη, τουτέστιν, ἐπαρθῆναί τε καὶ γενέσθαι γνωριμώτατον τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν, ἢ τάχα που καὶ τοῦ σωτηρίου πάθους τὸ σύμβολον. Ἔστι δὲ καὶ τοῦτο τῆς πίστεως ὁμολογία.

Δεῖ γὰρ εἰπεῖν, ὅτι Κύριος Ἰησοῦς, πιστεῦσαί τε, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Σώζει δὲ τοῦτο καὶ ἐκ θανάτου, καὶ ἁμαρτίας. Οὐκοῦν οὐ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ἐθνῶν. Αἴρεται γὰρ τὸ σύσσημον οὐχὶ μόνοις τοῖς πιστεύσασιν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ τοῖς ἁπανταχόσε γῆς· σεσαγήνευται γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ ὑπ᾽ οὐρανόν. <Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι ὁ Σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἄγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη.> Προϋπαγορεύει δὲ τοῦ Σωτῆρος τὴν ἄφιξιν, ὅσα τε δι᾽ αὐτῆς κεκερδήκαμεν, καὶ τὸν δοθησόμενον τοῖς εἰς αὐτὸν πιστεύουσι πλοῦτον. Θυγατέρα γε μὴν ὀνομάζει τὴν Σιών. Καὶ εἰ μὲν βούλοιτό τις τὴν ἀρχαίαν νοείτω ὡς ἠλεημένην ἤδη, καὶ δεδικαιωμένην ἐν πίστει.

Εἰ δὲ δὴ τὴν νέαν, τουτέστι τὴν Ἐκκλησίαν, λέγοιτο ἂν οὐκ ἀπεικότως καὶ αὔτη θυγάτηρ εἶναι τῆς Σιών. Πρῶτοι γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ πεπιστεύκασι, καὶ οἷόν τις θυγάτηρ τῆς ἀπ᾽ αὐτῶν συστάσης ἐν ἀρχαῖς Ἐκκλησίας ἡ ἐξ ἐθνῶν ὀνομάζεται. Τίσι δὲ κελεύει τὸ εὐαγγελίσασθαι τῇ Σιών; ἢ πάντως που τοῖς ἁγίοις μυσταγωγοῖς τοῖς καθηγεῖσθαι λαχοῦσιν Ἐκκλησιῶν, οἷς καὶ ἀνοιγνύναι τὰς πύλας, καὶ τοὺς λίθους ἐκ μέσου διαῤῥίπτειν εὖ μάλα παρεκελεύετο; Τί δὲ δὴ ἄρα τὸ κηρυττόμενον; «Ἰδού σοι ὁ Σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ.» Δύο τίθησιν ὁμοῦ θεοπρεπῆ τε καὶ ἐξαίρετα, δι᾽ ὧν ἂν γένοιτο καταφανὴς τοῦ Σωτῆρος ἡ δόξα. Οἱ μὲν γὰρ θεσπέσιοι προφῆται παρεκάλουν εἰς εὐζωΐαν αὐτὴν, καὶ εἰς ἔννομόν τε καὶ εὐσχήμονα πολιτείαν.

Εἶτα διεμέμνηντο τῶν γερῶν, ἃ παρὰ Θεοῦ λήψονται κατὰ καιροὺς, οἷς ἂν γένοιτο τὸ εὐδοκιμεῖν ἐν λόγῳ, ἀλλ᾽ οὐκ αὐτοὶ χαρισμάτων δοτῆρες ἦσαν τῶν πνευματικῶν. Προηγόρευον δὲ, ὡς ἔφην, ὑποσχέσεις Θεοῦ. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ, ἅτε δὴ Θεὸς ὑπάρχων, ἔχει τὸ δύνασθαι διδόναι μισθοὺς, καὶ προσεπιτούτῳ τὸ ἐφορᾷν ἑκάστῳ τὸν τρόπον, ἤτοι τὸ ἔργον· θεοπρεπὲς γὰρ καὶ τοῦτο. Γέγραπται γὰρ, ὅτι «Ἐνώπιόν εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.»—«Ἥξει τοίνυν,» φησὶν, «ἔχων τὸν ἑαυτοῦ μισθὸν,» τουτέστιν, αὐτὸς τὰ γέρα διδοὺς, οἷς ἂν πρέποι τὸ λαβεῖν.

Καὶ γοῦν ὁμολογήσαντι μὲν τὴν πίστιν ὀρθῶς τῷ θεσπεσίῳ Πέτρῳ, «Δώσω σοι,» φησὶ, «τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.» Ἐχαρίζετο δὲ καὶ συλλήβδην ἅπασι τοῖς ἁγίοις ἀποστόλοις κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν, καὶ τὸ θεραπεύειν δύνασθαι πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Ναὶ μὴν καὶ τῷ συγκρεμαμένῳ λῃστῇ τὴν πίστιν οὐκ ἄμισθον εἰπὼν ἀπέφηνεν· «Ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ἀφιγμένος δὴ οὖν, φησὶ, τοὺς μὲν εἰς αὐτὸν πιστεύοντας «καλέσει λαὸν ἅγιον, καὶ λελυτρωμένον ἀπὸ Κυρίου.» Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, καθὰ γέγραπται· «Σὺ δὲ, Σιὼν,» ἤγουν Ἐκκλησία, «κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη·» τὸ δὲ, ἐπιζητουμένη, φησὶν, ἀντὶ τοῦ, μνήμης ἀξιουμένη.

Μνημονεύεται γὰρ τὸ ζητούμενον· καὶ οὐ καταλελειμμένη, καθὰ καὶ ἡ πρώτη, τουτέστιν ἡ τῶν ἀπιστησάντων πληθύς. Εἴρηται μὲν οὖν παρὰ Χριστοῦ διὰ μὲν τῆς Ἱερεμίου φωνῆς, «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,» διὰ δὲ τῆς αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ὑμῖν.» <Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὗτος ὡραῖος ἐν στολῇ, βοᾷ μετὰ ἰσχύος· Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου. Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης; Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾽ ἐμοῦ. Καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν. Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, καὶ πάντα τὰ ἐνδύματά μου ἐμόλυνα. Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι.

Καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηθός. Καὶ προσενόησα, καὶ οὐδεὶς ἀντελάβετο, καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ ἐμέθυσα αὐτοὺς ἐν τῷ θυμῷ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.> Σοφῶς καὶ ἐντέχνως τῆς προφητείας ὁ λόγος μονονουχὶ ζωγραφεῖ τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐξαγαγεῖν γὰρ εἰς πέρας τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, καὶ Θεόν.

Ὤφθη γε μὴν ταῖς ἄνω δυνάμεσιν οὐκ ἐν εἴδει μόνον τῷ καθ᾽ ἡμᾶς, τουτέστιν, ὡς ἄνθρωπος, ἀλλὰ γὰρ καὶ τὰ τοῦ πάθους σημεῖα δεικνύς· καὶ οὔτι πού φαμεν ὡς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν αἱ διατρήσεις τῶν ἥλων, καὶ τὰ ἕτερα τῶν στιγμάτων ἐνυπῆρχον ἔτι τῇ ἁγίᾳ σαρκὶ, ἐκεῖνο δὲ μᾶλλον· ὥσπερ γὰρ ἀπιστήσαντι τῷ Θωμᾶ τοῖς ἁγίοις ἀποστόλοις φάσκουσιν, ὅτι τεθέανται τὸν Κύριον ἐγηγερμένον ἐκ νεκρῶν, ἐπέδειξε τοὺς τύπους τῶν ἥλων, καὶ τὴν πλευρὰν, οὕτω συνίεμεν ὅτι ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς, καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ μετὰ τῶν τοῦ πάθους σημείων ἀναφοιτῶν, ξένον καὶ ἀσύνηθες παντελῶς ταῖς ἄνω δυνάμεσιν ἐποιεῖτο θέαμα. Κατατεθήπασι γοῦν ἀνιόντα βλέπουσαι, καὶ δὴ καὶ ἔφασκον· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ;» Διερμηνεύεται δὲ τὸ Ἐδὼμ ἑλλάδι φωνῇ «πύρινον,» ἢ «γήϊνον·» τὸ δὲ Βοσὸρ, ἢ «σαρκὸς,» ἢ «σάρκινος.» Τίς οὖν ἄρα, φησὶν, οὗτός ἐστιν ὁ ἐκ γῆς, ἤτοι γήϊνος, «ἐρύθημά τε ἱματίων ἐκ Βοσὸρ,» τουτέστι, πεφοινιγμένος τὸ ἄμφιον ὡς ἀπὸ σαρκὸς, ἤγουν αἵματος; «Οὗτος ὡραῖος ἐν στολῇ.» Ὡς γὰρ ἰσχναὶ καὶ σοφαὶ δυνάμεις, καὶ θεοπρεποῦς δόξης ἔμπλεοι κατεθεῶντο Χριστὸν, εἰ καὶ ἦν ἐν σαρκὶ, ναὶ μὴν καὶ ἰσχύος ὄντα μεστὸν τῆς ἀμάχου, τοῦτο γὰρ, οἶμαι, τὴν θείαν ὑπεδήλου.

Ἐρομένων δὴ οὖν τῶν ἀγγέλων, ἢ τάχα που καὶ πρὸς ἀλλήλους τὸ «Τίς οὗτος;» διηγορευκότων ἀποκρίνεται, καί φησιν· «Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου·» δικαιοσύνην δέ φησιν, ἢ τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα, ἤγουν ὅτι Θεοῦ πᾶς λόγος δίκαιος· σωτηρίου δὲ κρίσιν τάχα που τὸ ἐφ᾽ ἡμῖν ὀνομάζει κρῖμα, δεδίκακε γὰρ τὴν ὑπ᾽ οὐρανὸν, καὶ τῷ ταύτην ἀδικήσαντι Σατανᾷ, καὶ τοὺς ταῖς ἀφορήτοῖς πλεονεξίαις κατηχθισμένους σέσωκεν· ἐκβέβληκε δὲ τῆς κατ᾽ αὐτῶν ἀρχῆς τὸν ἀποστάτην, καὶ ἀλλότριον· ἔφη γοῦν νῦν ὅτι «Κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω, κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ταῦτα δὲ εἰπόντος τοῦ Χριστοῦ, πάλιν ἀναπυνθάνονται, καί φασι· «Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης;» Ἐνταῦθά μοι μέμνησο τοῦ πατριάρχου λέγοντος Ἰακὼβ τό· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.» Πεφοινιγμένα γὰρ τῷ αἵματι τὰ ἐνδύματα κατεφαίνετο, καὶ οἷον ἐξ οἴνου κατακεχωσμένα πρὸς τὸ ἐρυθρόν. Εἶτα πάλιν εὐθὺς ὁ Σωτήρ· «Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾽ ἐμοῦ·» ἔχεται τοῦ λόγου, καὶ συνάπτει κατόπιν καὶ ταῦτα· «Ἐγὼ γὰρ, ἔφη, διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾽ ἐμοῦ.»

Οὐδεὶς γάρ μοι πάσχοντι παρίστη, φησὶν, ἐξ οὐδενὸς ἦν ἔθνους ὁ συναλγῶν, καὶ τό γε ἧκον εἰς ἀνθρώπους, ἀνεπικούρητος ἦν παντελῶς, ἐπιπηδώσης αὐτῷ τῆς τε σπείρας τῶν στρατιωτῶν, καὶ τῆς τῶν ὑπηρετῶν ἀγριότητος, «οἳ καὶ ἀπήγαγον αὐτὸν πρὸς Καϊάφαν, καθά φησιν ὁ εὐαγγελιστὴς, τότε πάντες ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον,» πλὴν καὶ τοῦτο προηγόρευσεν ὁ Χριστός· ἔφη γάρ· «Ἰδοὺ ἔρχεται ὥρα, καὶ ἐλήλυθεν, ἵνα ἕκαστος σκορπισθῆτε εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε, καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ᾽ ἐμοῦ ἐστιν.» Ἔφη δὲ καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου, καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ εὗρον, καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Οὐκοῦν «Οὐδεὶς ἦν μετ᾽ ἐμοῦ, φησὶν, ἐκ πάντων τῶν ἐθνῶν.» Ἆρ᾽ οὖν, ἐπεὶ μόνος ἦσθα, καὶ τῶν συναθλούντων ἔρημος, ἥττων γέγονας τῆς τῶν πολεμούντων χειρός; Ἆρα κεκρατήκασι, καὶ τῆς σῆς ἰσχύος κατευμεγεθήσαντες, χαίρουσί τε λοιπὸν, ὡς νενικηκότες; Οὐδαμῶς, φησί.

Καίτοι γὰρ ἔχων οὐδένα τὸν παραστάτην, κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν· μετὰ γάρ τοι τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ Χριστοῦ, πᾶν εἶδος ἀφορήτου συμφορᾶς τοῖς Ἰουδαίων δήμοις ἐκ θείας ὀργῆς ἐπενήνεκται. «Ἡμέρα γὰρ ἀνταποδόσεως,» φησὶν, «ἐπῆλθεν αὐτοῖς.» Οἷς γὰρ ἐξὸν ἁρπάσαι τὴν πίστιν, καὶ τὴν δι᾽ αὐτῆς καταπλουτῆσαι χάριν, εἶτα ῥᾴθυμοι γεγονότες, μᾶλλον δὲ ἀλαζόνες, καὶ ὑβρισταὶ, καὶ μέχρι παντὸς θεομάχοι, πῶς οὐ σφόδρα εἰκότως παντὸς εἴσω γεγόνασι κακοῦ; Πλὴν ὁ τῆς ἐκείνου ἀνταποδόσεως καιρὸς, λυτρώσεως ἦν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐν ταυτῷ γὰρ ὁ μὲν ἐξήνιος ἐκολάζετο, ὁ δὲ εὐπειθὴς καὶ ὑφειμένος ἐλυτρώθη παρὰ Χριστοῦ. «Ἐπέβλεψα γὰρ,» φησὶ, «καὶ οὐκ ἦν ὁ βοηθός· προσενόησα, καὶ οὐδεὶς ἀντελάβετο·» καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. «Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου.» Ἔοικεν ἐν τούτοις τῆς τῶν Γραμματέων καὶ Φαρισαίων ῥᾳθυμίας ποιεῖσθαι καταβοὴν, οἳ τετάχαντο μὲν εἰς τὸ καθηγεῖσθαι λαῶν, καὶ ἀπευθύνειν αὐτοὺς εἰς δικαιοσύνην, καὶ παιδαγωγεῖν εὖ μάλα πρὸς τὸ Θεῷ δοκοῦν. Ῥᾴθυμοι δὲ ἦσαν οὕτω, καὶ ἀναπεπτωκότες, ὡς ἐπικουρεῖν μὲν οὐδενὶ τῶν ὑπεζευγμένων, καὶ ταῖς νουθεσίαις ἐπανορθοῦν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἀποκομίζειν εἰς ἀπιστίαν.

Τετολμήκασι γὰρ εἰπεῖν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Καὶ πάλιν· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Οὐκοῦν ἐπειδήπερ οὐδεὶς ἦν, φησὶν, ὁ βοηθῶν, ἢ ἀντιλαμβανόμενος, σέσωκε μὲν ἐκείνους ὁ ἐμὸς βραχίων, τουτέστι, δύναμις, πλεῖστοι γὰρ, ὡς ἔφην, ἐξ Ἰουδαίων πεπιστεύκασι. Τοῖς γε μὴν οὐκ ἐθελήσασι βοηθεῖν ὁ θυμός μου ἐπέστη, γεγόνασι καταπάτημα τῆς ὀργῆς. Κακοὶ γὰρ κακῶς διολώλασι, καὶ ἰσοῤῥόπους τοῖς αἰτιάμασιν ἐξῄτηνται δίκας. <Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν, οἷς ὁ Κύριος ἡμῖν ἀνταποδίδωσι.

Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ, ἐπάγει ἡμῖν καὶ κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ.> Θεοῦ λέγοντος ὡς ἐπέστη μὲν τοῖς ἀπειθήσασιν ὁ θυμὸς, κατεπάτησε δὲ αὐτοὺς ἡ ὀργὴ, καὶ ὅτι κατεκομίσθη τὸ αἷμα αὐτῶν εἰς γῆν, διὰ μέσου κεχώρηκεν ὁ προφήτης, καὶ ἀπογινώσκειν οὐκ ἐᾷ τοὺς καθ᾽ ὧν οἱ λόγοι, μέτεισι δὲ τὸ χρῆμα, καὶ λίαν εὐτέχνως.

Ἐμνήσθην γὰρ, φησὶ, κατ᾽ ἐμαυτὸν, ὡς ἔστιν οὐκ ἀπηνὴς ὁ τῶν ὅλων κριτής. Οἶδα γὰρ τὸν ἔλεον καὶ τὰς ἀρετὰς αὐτοῦ, τουτέστι, τὰς δυναστείας ἐν πᾶσιν, οἷς ἀνταποδίδωσιν ἠμῖν. Εἰ γὰρ καὶ ἀπέστραπται, φησὶ, πεπαρῳνηκότα τὸν Ἰσραὴλ, καὶ ἀπειθεῖν ᾑρημένον, καὶ οἷον ἀνταποδίδωσιν ἡμῖν τὰ ἐξ ὀργῆς, οὐκ ἀκράτου μᾶλλον, ἀλλ᾽ ἡμερότητι κεκρατημένης, ἀλλ᾽ οὖν εὖ ἐπίσταμαι τὰς ἀρετὰς αὐτοῦ, τουτέστι, τὰς δυναστείας γεγενημένας κατὰ καιροὺς ἐπὶ τῇ λυτρώσει τοῦ Ἰσραήλ. «Ἔσται τοίνυν,» φησὶν, «ὁ Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ,» οὐκ ἀκριβὴς μᾶλλον, ἀλλὰ χρηστὸς, ἤγουν ἀγαθός. Δικαστοῦ μὲν γὰρ ἀκριβοῦς ἔργον ἂν γένοιτο, τὸ δίκας αἰτεῖν τοὺς ἡμαρτηκότας ἀναλόγως ἐχούσας τοῖς αἰτιάμασιν· ἀγαθοῦ γε μὴν, τὸ ἐλεεῖν ὡς ἠσθενηκότας.

Οὐκοῦν ἐπειδήπερ κριτὴς ἀγαθὸς, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, τουτέστι, συμμετρήσει τὰ ἐξ ὀργῆς, καὶ ἀναμὶξ ἐλέῳ ποιήσει τὴν ἀγανάκτησιν. Πλῆθος γὰρ ἔνεστιν αὐτῷ δικαιοσύνης, τουτέστιν, εἰς λῆξιν ἁπάσης διελήλακε δικαιοσύνης. Ταύτῃτοι, καὶ μάλα εἰκότως, οὐκ ἀθῶον εἰσάπαν ἀφήσει τὸν Ἰσραὴλ, ἡμερότητι δὲ μᾶλλον, ὡς ἔφην, κεράσει τὰ ἐξ ὀργῆς.

Σέσωσται γὰρ τὸ κατάλειμμα. <Καὶ εἶπε Κύριος. Οὐχ ὁ λαός μου; τέκνα μου οὐ μὴ ἀθετήσουσι. Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν· οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, Κύριος αὐτὸς ἐπολέμησεν αὐτούς.> Ἄθρει δή μοι πάλιν τὸ τοῦ Θεοῦ πρόσωπον εἰσκεκομισμένον εὐθὺς, μονονουχὶ κατακεκραγὸς τῆς τοῦ Ἰσραὴλ ἀπειθείας. Εἶπε γὰρ, φησὶ, Κύριος, τουτέστιν, αὐτὸς ὁ τῶν ὅλων Θεός· Οὐκ ἐν τάξει τέκνων κατελογισάμην τὸν λαόν; Ἐπειδὴ δὲ τοῦτο ἐστὶν ἀληθές· ἔφη γὰρ, ὅτι Υἱὸς πρωτότοκός μου Ἰσραήλ· οὐκ ἂν ἐνδοιάσειέ τις, ὡς οὐκ ἔσται σκληρὸς, καὶ ἀπειθής.

Προσδέξεται δὲ μᾶλλον ἀποσταλέντα τὸν Υἱόν. Ἀλλ᾽ οὐκ ἐκβέβηκε τοῦτο πρὸς πέρας, καὶ οὐχ ἥμαρτεν ἐλπίδος ὁ πάντα εἰδώς· ἠπίστατο γὰρ τὰ ἐσόμενα. Λανθάνει δὲ αὐτὸν παντελῶς οὐδέν. Πέπλασται δὲ ἀνθρωπίνως τοῦ λόγου τὸ σχῆμα. Ταῦτα Θεοῦ λέγοντος διαλαβὼν ὁ προφήτης ἀναισθησίας τε ὁμοῦ καὶ ἀχαριστίας γράφεται τὸν Ἰσραὴλ, ἀποφαίνει δὲ καὶ ἀμνημονήσαντα παντελῶς τῶν ὑπαρχθέντων αὐτοῖς ἀγαθῶν. «Ἐγένετο γὰρ αὐτοῖς,» φησὶν, «εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν·» ἔτερος δὲ παρ᾽ αὐτὸν οὐδεὶς σέσωκεν αὐτοὺς, οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς Κύριος δι᾽ ἑαυτοῦ. Τεθαυματούργηκε γὰρ ἐν Αἰγύπτῳ μεσολαβοῦντος μὲν τοῦ Μωσέως, πλὴν ἐνεργῶν αὐτὸς τὰ παράδοξα. Καὶ γοῦν ὅτε μεμοσχοποίηκεν ὁ Ἰσραὴλ, εἶτα πρὸς τοῦτο λελύπηται Θεὸς, καὶ συνεκπέμψειν αὐτοῖς ἄγγελον ἐπηγγέλλετο, δεδυσφόρηκεν ὁ Μωσῆς λέγων· «Εἰ μὴ σὺ αὐτὸς πορεύσῃ μετ᾽ ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν.» Αὐτὸς οὖν ἄρα δι᾽ ἑαυτοῦ σέσωκεν αὐτοὺς, ἐσχηκὼς μὲν παρ᾽ αὐτῶν τὸ σύμπαν οὐδὲν, μόνον δὲ διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ κήδεσθαι αὐτῶν. Τοῦτο δέ ἐστιν ἀπόδειξις ἐναργὴς τῆς ἀπαραβλήτου φιλανθρωπίας, καὶ γαληνότητος τῆς θεοπρεποῦς· ἐλυτρώσατο τοίνυν αὐτοὺς ἐξ οἴκου δουλείας, ἀνέλαβεν, ὕψωσε· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἐν ἀρχαῖς ἔφη, «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα,» τουτέστιν, ἐξέθρεψα, ἤγουν ἐπισήμους ἀπέφηνα, «αὐτοὶ δέ με ἠθέτησαν.»

Τὸ δὲ πάσας τὰς ἡμέρας τοῦ αἰῶνος κατασημήνειεν ἂν, τὸ, ἀκαταλήκτως, καὶ διηνεκῶς, ἀλλ᾽ ἦν μὲν οὕτω περὶ αὐτοὺς ἀγαθὸς ὁ τῶν ὅλων Θεὸς, αὐτοὶ δὲ γεγόνασιν ἀπειθεῖς καὶ παροτρύνοντες οὐ διαλελοίπασι τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ. Καὶ τοῦτο διδάξει λέγων ὁ θεσπέσιος Δαβίδ· «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;» Ἢ τάχα παρώξυναν τὸ Πνεῦμα Χριστοῦ, σκληροὶ καὶ ἀμείλικτοι γεγονότες, ἐξήνιοί τε καὶ ἀπειθεῖς; Οὐ γὰρ ὑπήκουον αὐτῷ, καλοῦντι πρὸς σωτηρίαν. «Ἐστράφη» τοίνυν «αὐτοῖς εἰς ἔχθραν, καὶ πεπολέμηκεν αὐτούς·» ἔδει γὰρ, ἔδει τοὺς τῶν παραδόξων ἀμνήμονας, καὶ κατ᾽ οὐδένα τρόπον ὠφελημένους, δι᾽ ὦν ἦν εἰκὸς εἰς πᾶν ὁτιοῦν ἐλάσαι τῶν ἀνδραγαθημάτων, καὶ φειδοῦς, καὶ ἀγάπης ἀπολισθεῖν τῆς παρὰ τοῦ σώζειν ἐθέλοντος, ὥστε καὶ ἐν τάξει πολεμίου λοιπὸν δοκεῖν αὐτοῖς ἀντανίστασθαι. <Ἐμνήσθη ἡμερῶν αἰωνίων. Ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων; ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον; ὁ ἀναγαγὼν τῇ δεξιᾷ Μωσῆν;

Ὁ βραχίων τῆς δόξης αὐτοῦ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον· ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς ἵππον δι᾽ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου· κατέβη πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου, τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης.> Εἰς ἔχθραν αὐτοῖς μεταβληθῆναι λέγων τὸν φειδοῖ καὶ ἀγάπῃ τὸ πρὶν κατευφραίνοντα, τὰς τοῦ πράγματος αἰτίας ἐξηγεῖται χρησίμως. Διεμνημόνευσε γὰρ, φησὶν, ἤγουν ἀνεπόλησε τὰς ἡμέρας τὰς αἰωνίους, τουτέστι, τὰς ἀειμνημονεύτους, διὰ τὸ ἐν αὐταῖς πλεῖστά τε ὅσα καὶ ἐξαίρετα γενέσθαι θαύματα.

Τίς δὲ ὁ μνημονεύσας; ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων; Ἔοικεν ἐν τούτοις τῆς ἀναστάσεως ποιεῖσθαι μνήμην τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ὁ γὰρ ἀναβιβάσας, φησὶν, ἀντὶ τοῦ, ὁ ἀναστήσας ἀπὸ γῆς τὸν πάντων ἀρχιποιμένα, ἀναστήσας δὲ οὐχὶ πάντως ἐκ νεκρῶν, ἀλλ᾽ οἷον ἀναδείξας ἐξ ἀνθρώπων· γέγονε γὰρ ὡς εἷς ἐξ ἡμῶν, γέννησιν ὑπομείνας τὴν κατὰ σάρκα ἐκ γυναικὸς ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἀμνημόνευτα εἰσάπαν τῆς παρὰ Θεοῦ μεγαλουργίας ἐθεᾶτο τὸν Ἰσραὴλ, μονονουχὶ κατατέθηπεν ὁ προφήτης, καὶ εἰς τοῦτο πεσόντας ἀναισθησίας ὀλοφύρεται λέγων· «Ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον,» τουτέστιν, ὁ ἐπιστήσας ἐν αὐτοῖς τὸ θεῖον αὐτοῦ καὶ σωτήριον Πνεῦμα. Κατέβη γὰρ Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτοὺς, φησίν. Ἔφη δὲ καὶ ὁ θεσπέσιος Δαβὶδ, ὅτι «Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.» Ὁ δὲ Κύριος τὸ πνεῦμα ἐστὶν, ἐνεργεῖ γὰρ διὰ τοῦ ὁμοουσίου Πνεύματος.

Ποῦ τοίνυν ἐστίν; ἀντὶ τοῦ, ἐπελάθοντο, καὶ οὐκ ἐξεζήτησαν αὐτὸν, διὰ τοῦ μεμνῆσθαι δηλονότι, καὶ ἀγαπᾷν αὐτόν. Ποῦ ὁ ἀναγαγὼν τῇ δεξιᾷ τὸν Μωσῆν; Μέγας ἦν ὁ Μωσῆς ὁ διαβόητός τε καὶ ὑψηλὸς ἐν εὐκλείᾳ· ὑπεμφαίνει δὲ τοῦτο τὸ, ἀναγαγὼν, ἐνεργούσης δι᾽ αὐτοῦ τῆς τοῦ Θεοῦ δεξιᾶς. «Ὁ βραχίων τῆς δόξης κατίσχυσεν,» ἢ κατηγωνίσατο, καὶ νενίκηκε τὴν τῶν ὑδάτων φύσιν συμπήξας αὐτά. Ἐπάγει γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, φησὶν, ἤγουν αὐτὰ κατίσχυσε τὰ ὕδατα, ὥστε καὶ πῆξιν ὑπομεῖναι, καίτοι φύσιν ἕχοντα τὴν ὑγράν. Πεπλήρωκε δὲ καὶ τοῦτο, φησὶν, ἵνα ἑαυτῷ περιποιήσῃ ὄνομα αἰώνιον· εἴ τι γὰρ γέγονεν, ἤγουν καὶ ἐνηργήθη διὰ τοῦ πανσόφου Μωσέως, τοῦτο εἰς δόξαν πέπρακται Θεοῦ. Πήξας δὲ τὰ ὕδατα, φησὶν, ὡς ἵππον, ἢ ὡς κτήνη, ὡδήγησε διὰ θαλάσσης, ὡς διὰ πεδίου. Τοῦτο καὶ ὁ Ψαλμῳδὸς διδάσκει λέγων· «Καὶ ἀνήγαγεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ὡδήγησεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμῳ.» Ὡδήγησε δὲ αὐτοὺς, ὡς ἔφην, Πνεῦμα Κυρίου. Οὕτως ἤγαγες τὸν λαόν σου, τοῦ ποιῆσαι αὐτῷ ὄνομα δόξης.

Δύο γὰρ ἐπράττετο κατὰ ταυτόν. Οὐ γὰρ σέσωσται μόνον ὁ Ἰσραὴλ, καὶ τῆς τῶν πλεονεκτούντων ἐλυτρώθη χειρὸς, ἀλλὰ γὰρ καὶ τῶν παραδόξως τετελεσμένων τὸ πέρας τῷ τῶν ὅλων κρατοῦντι Θεῷ τὴν αὐτῷ πρέπουσαν δόξαν ἐπραγματεύετο. <Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ δόξης σου. Ποῦ ἔστιν ὁ ζῆλός σου, καὶ ἡ ἰσχύς σου; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; Σὺ γὰρ εἶ ἡμῶν Πατὴρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς.

Ἀπ᾽ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾽ ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε;> Ἐνταῦθα λοιπὸν ὁ προφήτης τὰς ὑπὲρ παντὸς τοῦ ἔθνους ποιεῖται λιτὰς, καὶ ἐκ προσώπου τῶν ἐξ Ἰσραὴλ ἀνατείνει τὴν ἱκετηρίαν· καταλῆξαι γὰρ παρακαλεῖ τῆς ἐπ᾽ αὐτοῖς ὀργῆς, παῦσαί τε τὴν ἀποστροφὴν, καὶ οἷον ὑπονοστῆσαι πρὸς αὐτοὺς τὸν ἀποφοιτήσαντα αὐτῶν, ἅτε δὴ καὶ οὐχ ἕνα τινὰ τὸν [ἴσ. τῶν] ἐπὶ γῆς ὄντα, Θεὸν δὲ μᾶλλον ἀληθινὸν, καὶ ὡς οἶκον δόξης ἔχοντα τὸν οὐρανόν. Εἰ δὲ λέγοιτό που κατοικεῖν ἐν οὐρανῷ Θεὸς, μηδὲν νοείσθω σωματικὸν ἐπ᾽ αὐτοῦ. Οὐ γὰρ ἐν τόπῳ, καὶ περιγραφῇ τὸ Θεῖον εἶναι φαμὲν, ὅτι καὶ ἁπλοῦν ἐστι καὶ ἀσώματον, καὶ πάντα πληροῦν. Ἐπειδὴ δὲ τοῖς ἄνω πνεύμασιν, ὡς ἁγίοις ἐπαναπαύεται, ταύτῃτοί φαμεν θρόνον τε καὶ οἶκον αὐτοῦ τὸν οὐρανόν. Ἐπίστρεψον τοίνυν, φασίν· «Ποῦ γάρ ἐστιν ὁ ζῆλός σου, καὶ ἰσχύς σου;» Καὶ οὐ δή που φαίη ἂν, οἶμαι, τὶς, ὡς ἦν ἐν σπάνει τῶν τοιούτων ὁ τῶν ὅλων Θεὸς, ἀλλ᾽ ὡς οὐκέτι μετέχοντες αὐτῶν τὰ τοιάδε φασί. Ζήλῳ γὰρ ἀεὶ, καὶ ἰσχύϊ τῇ θεοπρεπεῖ χρώμενος σέσωκε τὸν Ἰσραήλ.

Οἷόν τί φημι, δεδουλεύκασιν Αἰγυπτίοις οἱ καὶ κατωδύνοντες αὐτῶν τὴν ζωὴν [al. κατώδυνον τὴν ζωὴν αὐτῶν] πηλῷ, καὶ πλινθείᾳ, καὶ τῇ τῶν ἐργοκηδεστῶν ὠμότητι κατατρύχοντες, ἀλλ᾽ ἐζήλωσεν ὁ τῶν ὅλων Θεός. Ἔφη γοῦν· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ πάντα τὰ ἔθνη τὰ συνεπιτιθέμενα.» Ἀνθ᾽ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά· εἶτα πάλιν εἰργάζετο τὰ παράδοξα.

Καίτοι γὰρ ἄθραυστον οὖσαν τὴν Βαβυλωνίων, καὶ δυσαντήτῳ δυνάμει χρωμένην, δέδωκεν εἰς ἐρήμωσιν. Ἐπαφῆκε γὰρ αὐτοῖς τὸν Καμβύσου Κῦρον. Τῆς τοιαύτης φειδοῦς ἀπολαῦσαι γλιχόμενοι φασὶ τό· «Ποῦ ἔστι ὁ ζῆλός σου, καὶ ὁ θυμός σου; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;» Διψῶσι δὲ πάλιν τὸν ἔλεον, καὶ τὴν ἐπὶ πολλοῖς παραπτώμασι δοθεῖσαν αὐτοῖς ἡμερότητα, καὶ φιλανθρωπίαν. Ἠνέσχετο γὰρ αὐτῶν, καὶ οὐ φορητῶς ἔσθ᾽ ὅτε παροτρυνόντων αὐτῶν αὐτὸν κατελάλησαν ἐν τῇ ἐρήμῳ, καὶ ἐξεπείρασαν αὐτὸν ἐν ταῖς καρδίαις αὐτῶν λέγοντες, Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, ὅτι ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν;

Μὴ καὶ ἄρτον δύναται δοῦναι; Καὶ πρὸς τούτοις ἔτι μεμοσχοποιήκασιν ἀπόντος Μωσέως, πλὴν ἠλέηνται παρακαλοῦντος αὐτοῦ. Ἀνέσχου τοίνυν ἡμῶν, φασὶ, καίτοι πλειστάκις προσκεκρουκότων. «Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς.» Οὐκ ἀρνοῦνται τοὺς πατέρας. Ἀσυντελὲς γὰρ τοῦτο αὐτοῖς πρὸς μετάγνωσιν. Οὐ γὰρ ἐκβέβληνται δι᾽ αὐτοὺς, ἀπονέμουσι δὲ μᾶλλον τῷ φιλαγάθῳ Θεῷ τὸ πλεονεκτεῖν εἰς φιλοστοργίαν, καὶ τοὺς κατὰ σάρκα πατέρας· Πατὴρ γάρ ἐστι πατέρων. Γεγόναμεν γὰρ ἐξ αὐτῶν, φασὶ, πλὴν οὐ τεθέανται ἡμᾶς. Σύ γε μὴν οὐ διαλέλοιπας τὴν Πατρὶ τῷ φιλόπαιδι πρέπουσαν εἰς ἡμᾶς ἀποσώζων, καὶ φειδῶ, καὶ ἀγάπην. Ῥῦσαι τοίνυν ἡμᾶς· ἐπεκλήθη γὰρ ἡμῖν τὸ ὄνομα τὸ σόν· κλῆρος γάρ σου, καὶ λαὸς χρηματίζομεν. Ἐπειδὴ δὲ διὰ πολλὴν ἀπείθειαν, καὶ σκαιότητα τρόπων ἐμπαροινίσαντες τῷ Χριστῷ ἐκπεπτώκασι τῆς πρὸς αὐτὸν οἰκειότητος, πνευματικῆς δηλονότι, καὶ ἀμέτοχοι γεγόνασι τῶν παρ᾽ αὐτοῦ χαρισμάτων, καὶ τῆς εὐαγγελικῆς πολιτείας οὐκ ἔγνωσαν τὴν ὁδόν· ταύτῃτοι, καὶ μάλα εἰκότως, θρηνοῦντες φασίν· Ἵνα τί ἐπλάνησας ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐσκλήρυναν μὲν γὰρ αὐτοὶ τὰς ἑαυτῶν καρδίας. Εἴρηται γοῦν πρὸς αὐτοὺς διὰ τῆς τοῦ προφήτου φωνῆς· «Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν.»

Πλὴν καταμαλθάξαι δυνάμενος ὁ τῶν ὅλων Θεὸς, ἀπηνῆ καὶ ἄθραυστον ἔχειν αὐτοὺς συγκεχώρηκε νοῦν. Καὶ ταύτης ἔνεκα τῆς αἰτίας, ὅτι μὴ τρυφερὰς ἀπέφηνεν αὐτὰς, αὐτὸς σκληρῦναι λέγεται, τοῖς δὲ τοῦτο πεπονθόσι πᾶσά πως ἀνάγκη καὶ τὸ ἕτερον ἐπελθεῖν, φημὶ δὴ τὸ ἔξω τοῦ θείου γενέσθαι φόβου. Βλέπει δὲ τοῦτο πρὸς ὄλεθρον, καὶ εἰς πέταυρον ᾅδου κατακομίζει ψυχάς. <Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Ἐγενόμεθα ὡς τὸ ἀπ᾽ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾽ ἡμᾶς.> Αἰτοῦσι πάλιν τὴν πρὸς αὐτοὺς ἐπιστροφὴν, τὴν διά γε φημὶ γαληνότητα, καὶ φιλανθρωπίαν. Δούλους δὲ καὶ κλῆρον εἶναι φασίν· οὐχ ὡς πεπραχότες τι δουλοπρεπὲς, ἤγουν ταῖς αὐτοῦ ζεύγλαις ὑποσχόντες τὸν αὐχένα, ἀλλ᾽ οὐδὲ ὡς τελοῦντες εἰς κλῆρον τὸν ἐκνεμηθέντα αὐτῷ μελετήσαντες τὸ εὐήνιον. Ἐπειδὴ δὲ ἅπαξ κεχρηματίκασιν αὐτοῦ, καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτήκασιν ἐν ἀρχαῖς, διὰ τοῦτο καὶ μόνον αἰτοῦντες τὸ σώζεσθαι· «Ἐπίστρεψον γὰρ,» φησὶν, «ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου.»

Ὄρος μὲν οὖν ἅγιον τὴν Ἐκκλησίαν πλεισταχοῦ φησι τὸ Γράμμα τὸ ἱερὸν, ἧς γεγόνασι βραχύ τι μέρος οἱ ἐξ Ἰσραήλ· εἰ μὲν γὰρ παρεδέξαντο τὴν πίστιν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, συναγήγερτο ἂν ἐξ αὐτῶν εἰς πολύ τι μέρος τῆς Ἐκκλησίας τὸ σύστημα, προσεπενεχθείσης αὐτοῖς καὶ τῆς τῶν ἐθνῶν πληθύος. Ἐπειδὴ δὲ διὰ πολλὴν ἀπείθειαν κατόπιν γεγόνασι τῶν ἐθνῶν, καὶ ἀριθμοῦ μὲν κρείττων ἡ ἐκείνων ἐστὶ πληθὺς, αὐτοὶ δὲ δὴ κομιδῇ βραχεῖς· σέσωσται γὰρ τὸ κατάλειμμα· διὰ τοῦτο μικρόν τι κεκληρονομήκασι μέρος ἐν τῷ ὄρει τῷ ἁγίῳ, τουτέστι, τῇ Ἐκκλησίᾳ. Εἰ δὲ δή τις λέγοι τὴν ἄνω πόλιν, τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, τὴν τῶν ἁγίων μητέρα καὶ τροφὸν, ὄρος ἄγιον ὀνομάζεσθαι παρ᾽ αὐτῶν, καὶ ἐν αὐτῷ βούλεσθαι κλήρου μέρος λαχεῖν, ὀρθῶς συνήσεις, καὶ κατὰ τοῦτον τὸν τρόπον· γενέσθαι δέ φησι τὸ ὡς ἀπαρχῆς, ὅτε οὐκ ἦρχεν αὐτῶν, οὔτε μὴν ἐπεκλήθη τὸ ὄνομα αὐτοῦ ἐπ᾽ αὐτούς· ἔχει δὲ πολὺ τὸ εἰκὸς ὁ λόγος· ἐκπεπτωκότες γὰρ ἅπαξ τῆς παρ᾽ αὐτοῦ φειδοῦς, καὶ σκέπης ὑπενόστησαν εἰς τὸ ἐν ἀρχαῖς. Καὶ ποῖα ταῦτά ἐστιν;

Ἐδούλευον Αἰγυπτίοις πηλῷ καὶ πλινθείᾳ, καὶ τοῖς εἰς τοῦτο καμάτοις καταικιζόμενοι διετέλουν· πεπτώκασι δὲ καὶ νῦν ὑπὸ πόδας διαβολικοὺς, καὶ τοῖς τῆς σαρκὸς πάθεσι καὶ κοσμικαῖς ἐπιθυμίαις καταμιαίνονται· πλινθεία γὰρ αὕτη νοοῖτο ἂν εἰκότως ἡ κεκρυμμένη. Ἐλάτρευον ἐν Αἰγύπτῳ πνεύμασι πονηροῖς, καὶ νῦν ἐν αὐτοῖς ἐστι πνεῦμα τὸ ἀκάθαρτον.

Καὶ τοῦτο αὐτὸς ἡμᾶς ὁ Σωτὴρ ἐδίδαξε λέγων περὶ αὐτῶν, «Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. Τότε λέγει· Εἰς τὸν οἶκόν μου ἐπιστρέψω, ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον· τότε παραλαμβάνει, φησὶν, ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων. Οὕτως ἔσται,» φησὶ, «τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.» <Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται· καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις. Ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται, ὅταν ποιήσῃς τὰ ἔνδοξα.

Τρόμος λήψεται ἀπὸ σοῦ ὄρη.> Ἔθος τοῖς ἁγίοις προφήταις τὰς ὑπὲρ τοῦ Ἰσραὴλ ποιεῖσθαι λιτὰς, πλημμελοῦντος ἔσθ᾽ ὅτε, καὶ εἰσπράττεσθαι μέλλοντος τῶν αἰτιαμάτων τὰς δίκας, ἀποσκευαζόμενοι δὲ ὥσπερ τὰ ἐξ ὀργῆς, εἰς ἑτέρους αὐτὴν πέμπεσθαι παρεκάλουν, καὶ εἰς τὰς τῶν ἀλλοφύλων τρέπεσθαι κεφαλάς. Καὶ γοῦν ὁ θεσπέσιος Μελῳδὸς, ἐν ἑβδομηκοστῷ καὶ ὀγδόῳ ψαλμῷ, πεπορθημένην ἐθρήνει τὴν Ἱερουσαλὴμ, καὶ δὴ καὶ ἔφασκεν· «Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἄγιόν σου.» Ἕτερά τε πρὸς τούτοις ἐπενεγκὼν διὰ μέσου φησίν· «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.» Τοιοῦτόν τι καὶ νῦν ὁ προφήτης φησίν· «Ἐὰν γὰρ ἀνοίξῃς τὸν οὐρανὸν,» τῇ καθόδῳ τῆς ὀργῆς δηλονότι, καθάπερ ἀμέλει καὶ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ· ἀνεῴχθησαν γὰρ οἱ καταράκται τοῦ οὐρανοῦ· τότε τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται.» Ὄρη δέ φησιν ἐν τούτοις, οὐχὶ δή που πάντως τὰ αἰσθητὰ, δυνάμεις δὲ μᾶλλον τὰς πονηρὰς, διὰ πολλὴν ἄγαν ὑπεροψίαν, ὄρεσι τοῖς ὑψηλοτάτοις εὖ μάλα παρεικασμένας. Ταύτας δὴ οὖν τὰς τῆς ἀλαζονείας συντρόφους δυνάμεις τρόμος λήψεται. «Κατατακήσονται γὰρ ὡς ὑπὸ πυρός.» Ὑπεναντίους ὄντας τοῖς σοῖς δηλονότι θεσπίσμασι, πυρὸς δίκην ἐμπίπτουσα κατακαύσειεν ἂν ὀργή. «

Καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις.» Καὶ τί δὴ τοῦτό ἐστι; Θαυματουργεῖ μὲν γὰρ πλειστάκις ὁ τῶν ὅλων Θεὸς, τῆς ἐνούσης δυνάμεως αὐτῷ καὶ ὑπεροχῆς τὸ μέγεθος ἐναργὲς καθιστάς. Διὰ τούτου ἐκόλαζε, καὶ ἁμαρτωλοὺς ἔσθ᾽ ὅτε, καὶ διὰ τῆς ἐπ᾽ αὐτοῖς ὀργῆς ἐναργῆ καθιστὰς ἑαυτόν· ὁποῖόν τι γέγονεν, ὅτε Σοδομίταις ἐπηφίετο πῦρ, ἤγουν ὅτε τὸν ἀπόπληκτον Φαραῶ πολλαῖς καὶ ἀφορήτοις ὑπετίθει πληγαῖς. Οὐκοῦν, ὦ Δέσποτα, φασὶ, μὴ φανερώσῃς τὴν σεαυτοῦ δόξαν ἤτοι τὸ ὄνομα, διὰ τῆς καθ᾽ ἡμῶν ὀργῆς· ἐπάγαγε δὲ μᾶλλον αὐτὴν δυνάμεσι πονηραῖς, ἤγουν τοῖς ἀναφανδὸν τῇ σῇ μαχομένοις δόξῃ, καὶ ἐκ πολλῆς ἄγαν ὑπεροψίας παρενηνεγμένοις εἰς τοῦτο. Ἔσῃ γὰρ καὶ οὕτως ἐμφανής. Ὅτε γὰρ ποιήσῃς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη· καὶ πάλιν ἐκεῖνα τὰ ὄρη φησὶν, ὧν ἐμνήσθημεν ἀρτίως. <Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ, καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον· συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται.> Ἀόρατον μὲν τῇ φύσει τὸ Θεῖόν ἐστι· «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸ γεγραμμένον· θεωρεῖταί γε μὴν τοῖς τῆς διανοίας ὄμμασιν, ἐξ ὧν ἂν ἐργάσαιτο παραδόξως, καὶ ὑπὲρ λόγον. «

Τὰ γὰρ ἀόρατα αὐτοῦ,» φησὶν, «ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμίς τε καὶ θειότης·» ἐπιγινώσκεται δὲ πλειστάκις, καὶ δι᾽ ὧν ἂν εὐεργετεῖ, καὶ τῆς ἐνούσης αὐτῷ γαληνότητος ποιεῖται τὴν ἔνδειξιν, διασώζων ἀδοκήτως τοὺς ἐξ ἁπάσης ἐλπίδος ὠλισθηκότας, καὶ χεῖρα νέμων σωτήριον τοῖς χαμαί που, καὶ ὡς ἐν γῇ κειμένοις.

Τοιοῦτόν τί φασιν οἱ τὴν προκειμένην λιτὴν ἀναφέροντες. Ἀπὸ γὰρ τῆς τοῦ κόσμου καταβολῆς οὔτε ἠκούσαμεν, οὔτε μὴν τεθεάμεθα τοιοῦτόν τινα Θεὸν, πλὴν ἄρα σοῦ τε καὶ μόνου· τοῖς γὰρ ὑπομένουσί σε, τουτέστι, τοῖς εἰς σὲ πεποιημένοις τὴν ἐλπίδα, ἐπιδαψιλεύει τὸν ἔλεον· ἕψεται γὰρ πάντως τοῖς τῆς δικαιοσύνης ἐργάταις, κἀκείνοις αὐτὸν ἁρμόσει λαβεῖν, οἵπερ ἂν εἶεν ἐν μνήμῃ τῶν σῶν ὁδῶν, τουτέστι, τῶν σῶν θελημάτων ἀποτελεσταί· ὁδοὺς γὰρ Κυρίου φαμὲν εἶναι τὰς ἐντολὰς αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος ψάλλει Δαβὶδ, ποτὲ μὲν, ὅτι «Ἐν τῇ ὁδῷ σου ζήσομαι,» ποτὲ δὲ πάλιν· «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.»