Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Α', Λόγος Δ'
Η μακροθυμία του Θεού, η πώρωση του Ισραήλ, το όραμα της θείας δόξης από τον Ησαΐα και η προφητεία περί της Παρθένου και του Εμμανουήλ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α', Λόγος Δ'
Η μακροθυμία του Θεού, η πώρωση του Ισραήλ, το όραμα της θείας δόξης από τον Ησαΐα και η προφητεία περί της Παρθένου και του Εμμανουήλ.
ΛΟΓΟΣ Δʹ. <Οὐαὶ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν.> Ὁ μὲν τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ἡμερότητι νικῶν τῆς ἀνθρώπου φύσεως τὴν ἀσθένειαν, προσελάλει τοῖς ἀρχαιοτέροις διὰ τῶν ἁγίων προφητῶν, τὰ δι᾽ ὧν ἦν εἰκὸς μεταχωρῆσαι πρὸς τὰ βελτίω, τὰ χείρω μεθέντας, καὶ φαυλότητος μὲν καταλῆξαι καὶ ἁμαρτίας, διαβιῶναι δὲ μᾶλλον ἐν ἀρετῇ, καὶ κατορθοῦν ἑλέσθαι τὸ ἀγαθόν. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ποτὲ μὲν αὐτοῖς παρετίθει τὰ γέρα τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα· ποτὲ δὲ τοὺς τῆς κολάσεως ἀφηγεῖτο τρόπους, τοὺς τοῖς φιλαμαρτήμοσι πρέποντας, ἵνα πανταχόθεν συνελάσῃ πρὸς τὸ ὠφελοῦν.
Ἀλλ᾽ οὐδεὶς ἦν τρόπος ὁ τὰς Ἰουδαίων ἐξιτηλίας ἀπώσασθαι δυνάμενος. Ἀπονενευκότες γὰρ εἰς φιλοκερδίαν καὶ τρυφὰς, καὶ τὴν ἐσχάτην ἤδη νοσοῦντες ἀπόνοιαν κατὰ Θεοῦ, τοῖς ἁγίοις προφήταις ἐπεφύοντο δεινοί. Καὶ οἱ μὲν ἀπιστοῦντες παντελῶς τοῖς δι᾽ αὐτῶν λεγομένοις ἔφασκον· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἑτέραν πλάνησιν·» οἱ δὲ μονονουχὶ καὶ καταιτιώμενοι τὸ τῆς θείας φύσεως ἀνεξίκακον ἀλλήλοις κατὰ τὸ εἰκὸς προσγελῶντες ἔφασκον· Ἀλλὰ μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις. Καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν· Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει.
Διὰ τοῦτο εἰπὸν αὐτοῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐ μὴ μηκύνωσι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος.» Ἕτεροι δὲ πάλιν μονονουχὶ καὶ ἀπεγνωκότες τῆς ἑαυτῶν σωτηρίας καὶ ζωῆς, κατεθρασύνοντο τῆς ὀργῆς, καὶ δὴ καὶ ἔφασκον· Ἡκέτω τὸ τάχος ὁ τοῦ πολέμου καιρὸς, οὐκ ἀνάνδρους ἡμᾶς ἢ ψοφοδεεῖς ὄντας εὑρήσουσιν οἱ καταδῃοῦν ἐθέλοντες.
Ἐμπειροπόλεμοι καὶ ἡμεῖς, καὶ εὖ εἰδότες τὰ τακτικά. Τοὺς ταῦτα πεφρονηκότας ταλανίζει δικαίως, καί φησιν· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας.» Ἁμαρτίας δὲ καὶ ἀνομίας ἐν τούτοις φησὶ τὰς ὑπέρ γε τῶν ἁμαρτιῶν τιμωρίας ἤτοι κολάσεις, μακρὰν μὲν οὔσας ἔτι, καὶ οὔπω πλησίον, διά τοι τὸ ἀνεξικακεῖν ἔτι βούλεσθαι τὸν Θεὸν, ἑλκομένας δὲ τρόπον τινὰ παρ᾽ αὐτῶν, διὰ τοῦ βούλεσθαι καὶ τοῖς ἐκ θείας ὀργῆς περιπεσεῖν κινήμασιν. Οἶμαι δὲ ἔγωγε τῶν τοιούτων ἑκάστῳ πρεπωδέστατά τε καὶ ἀληθῶς δύνασθαι λέγειν ἡμᾶς· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν, ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ.» Ἕλκουσι γὰρ, ὡς ἔφην, αὐτοὶ καθ᾽ ἑαυτῶν τὸν τῆς κολάσεως καιρὸν, τάχα που μικροψυχοῦντες, ὅτι μέλλει κολάζων αὐτοὺς, καὶ μὴ πλημμελοῦσιν ἀκαθέκτως ἐπετίθει τὰς δίκας. Ἕλκουσι τοίνυν τὰς ἁμαρτίας ὡς σχοίνῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας.
Ὥσπερ γὰρ τὰς δαμάλεις, ἤτοι τὰς βοῦς ὑποφέροντες τοῖς ζυγοῖς, ἕλκουσιν ἔσθ᾽ ὅτε σὺν βίᾳ πολλῇ, καὶ καταδεσμεύουσιν εἰς πόνους· τὸν αὐτὸν, οἶμαι, τρόπον κἀκεῖνοι τοῖς ἐκ θείας ὀργῆς ἐπισυμβήσεσθαι μέλλουσιν ἑαυτοὺς ὑποφέροντες ἔφασκον· «Ἐγγισάτω τὸ τάχος, ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ ἵνα γνῶμεν.» Τοῦτο λέγοντας καὶ οὕτω πεφρονηκότας καὶ ἕτερος τῶν ἁγίων προφητῶν ταλανίζει λέγων· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτοῦ. Χρὴ τοίνυν μανθάνοντας ὅτι λελύπηται Θεὸς, παραχρῆμα μετανοεῖν, καὶ ἀκαταλήκτοις προσευχαῖς μειλίσσεσθαι μᾶλλον αὐτὸν, οὐ παροτρύνειν ἔτι κεκινημένον· οὔτε μὴν ἀπειλοῦντος καταφρονεῖν· μακρόθυμος γάρ ἐστι, καὶ πολυέλεος, ἀποφέρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας· καὶ μικροῖς ἔσθ᾽ ὅτε δακρύοις τῶν ἡμαρτηκότων ἐπὶ τὴν αὐτῷ φιλαιτάτην γαληνότητα μεθιστάμενος. <Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.> Ἀσυνέτους ὄντας παντελῶς καὶ διὰ τούτων ἐλέγχει τοὺς τὰς ἁμαρτίας ἐπισπωμένους ὡς σχοινίῳ μακρῷ.
Δέον γὰρ ἐπαίνου παντὸς ἀξιοῦν τὸ χρῆναι μετανοεῖν, καὶ διὰ πάσης ἐπιεικείας ἀπαλλάττειν ἑαυτοὺς τῆς ἐπηρτημένης ὀργῆς, καὶ ταῖς νηστείαις ἀπολογεῖσθαι λελυπημένῳ τῷ πάντων κρατοῦντι Θεῷ· ἀδόκιμοι γεγόνασι τραπεζῖται, τιμῶντες μὲν τὰ αἰσχίω, κατακιβδηλεύοντες δὲ τὸ ἀσυγκρίτως ἄμεινον, καὶ τὸ ὅτι μάλιστα λυσιτελὲς εἰς σωτηρίαν αὐτοῖς. Πρέπει δὴ οὖν ἄρα τοῖς οὕτω πεφρονηκόσι τὸ οὐαί. Ἀνόσιοι γὰρ καὶ ἀσύνετοι καθ᾽ ἑαυτῶν γεγόνασι δικασταί.
Τὸ μὲν γὰρ πονηρὸν καλὸν εἶναι λέγοντες, καταλογιζόμενοι τὸ σκότος φῶς, καὶ τὸ μὲν πικρὸν γλυκὺ, τὸ δὲ γλυκὺ πικρὸν εἶναι διαβεβαιούμενοι, διά γε τοῦ παθεῖν ἑλέσθαι τὰς ἐκ τοῦ πολέμου συμφορὰς, καίτοι μετὸν εὐκόλως ἔξω γενέσθαι τοῦ κακοῦ, παρωσάμενοι δὲ καὶ αὐτὸν τὸν διὰ Χριστοῦ φωτισμὸν, μεμενήκασιν ἐν σκότῳ. Καὶ τί φησιν ὁ προφήτης; «Ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν ἐν σκοτίᾳ περιεπάτησαν.» Κατώλισθον δὲ δυσβουλίας εἰς τοῦτο καὶ φρενῶν ἀγριότητος, ὥστε καὶ προκειμένης αὐτοῖς εἰς ἀπόλαυσιν τῆς ἡμερότητος τοῦ Θεοῦ, καὶ τῆς ἐντεῦθεν γλυκείας ἐλπίδος, εἵλοντο μᾶλλον αὐτοὶ τὰς ἐκ τοῦ κολάζεσθαι πικρίας, καὶ τοῖς οὕτω δεινοῖς ἐκτρύχεσθαι κακοῖς. Πεπονθέναι δὲ τοῦτό φησιν αὐτοὺς, ὅτι γεγόνασιν ἐν ἑαυτοῖς συνετοὶ, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀληθὲς ὅτι κατὰ τὴν τοῦ Παροιμιαστοῦ φωνὴν, «Ἀνεξέλεγκτος σοφία πλανᾶται.» Φορτικὸν δὲ καὶ ἐπιζήμιον τὸ περιαυτίζεσθαι φιλεῖν τοῖς τοῦτο δρᾷν εἰωθόσι, καὶ ἀποδιδόναι μόνῃ τῇ ἰδίᾳ γνώμῃ τὸ δοκεῖν εἰδέναι τὸ ὠφελοῦν.
Οὕτω καὶ Γράμμα φησὶν ἱερόν· Ὁ δὲ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζὼν οὐδὲν οὐ μὴ περάνῃ. Ταύτην ἔχοντες τὴν ἀῤῥωστίαν εἰς νοῦν καὶ καρδίαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὰς παρὰ τοῦ Σωτῆρος οὐκ ἐδέχοντο συμβουλάς. Ἦσαν γὰρ, ἦσαν, οὐκ ἐνώπιον Κυρίου μᾶλλον, ἀλλ᾽ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, ἐξοφρυώμενοι μὲν καὶ μέγα φρονοῦντες ἐπὶ τῇ τῶν θείων εἰδήσει νόμων, ἐγνωκότες δὲ τὸ σύμπαν οὐδέν. Τυφλοὶ γὰρ ἦσαν τυφλῶν ὁδηγοὶ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. <Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ τὸν οἶνον πίνοντες, καὶ οἱ δυνασταὶ οἱ κεραννύντες τὸ σίκερα· οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκα δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.> Οἱ τῆς Ἰουδαίων συναγωγῆς ἁδρότεροί τε καὶ εὐκλεέστεροι, καὶ τὸ προὔχειν τῶν ἄλλων ἐν εἰδήσει τῶν θείων ἔχοντες νόμων, καὶ τὰς παρ᾽ αὐτοῖς ποιούμενοι κρίσεις, διεβέβληντο λίαν, ὡς ἄπληστον εἰς δωροδοκίαν ἐκτείνοντες χεῖρα, καὶ τοῖς ἀδικεῖν ἐθέλουσιν ἀδελφοὺς τὴν παρ᾽ ἑαυτῶν εὐκόλως καταπωλοῦντες ψῆφον· καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς· «Κρίμα δίκαιον κρίνατε.» Ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πιστώσεται λέγων ὁ προφήτης Ἀμβακούμ· «Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Ἵνα τί ἔδειξάς μοι κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει.
Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκα τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.» Καὶ αὐτὸς δέ πού φησιν ὁ θεσπέσιος Ἡσαΐας πρὸς τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιών· «Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα· ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Ταῦτα δὲ ἔδρων αἰσχρῶν λημμάτων ἡττώμενοι· καὶ τάχα που τὰ εἰς πότους καὶ τρυφὰς ἀνοσίως ἐρανιζόμενοι, καὶ ἐξ ἀδικιῶν συλλέγοντες. Αἰτιᾶται γὰρ αὐτοὺς διὰ φωνῆς προφήτου, λέγων· Καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις, παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν. Οὐαὶ τοίνυν, φησὶ, τοῖς ἁδροῖς καὶ δυνατοῖς, τοῖς ἀρτίουσι περιέργως τὸ σίκερα, τοῖς φιλοπόταις, καὶ ἀγαπῶσι μέθην, τοῖς τὸ δίκαιον αἴρουσι τοῦ δικαίου, τοῦτ᾽ ἔστι, τοῖς κατακρίνουσι μὲν τὸν ἠδικημένον, ἀπονέμουσι δὲ ψῆφον δικαίαν τοῖς εἰωθόσι πλεονεκτεῖν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἀναφανδὸν εἰπεῖν τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν, καὶ σκότος εἰς φῶς, καὶ τὸ φῶς εἰς σκότος, τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἰστέον δὲ ὅτι δυνατοὶ δυνατῶς ἐτασθήσονται· καὶ ᾧ παρέθεντο πολὺ περισσότερον ἀπαιτοῦσι παρ᾽ αὐτοῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.
Οὐ γὰρ ἴσῳ τρόπῳ τὰ τῆς κολάσεως ἔσται τοῖς τε ἡγουμένοις καὶ τοῖς ὑπὸ χεῖρα κειμένοις.
Οἱ μὲν γὰρ ἔσθ᾽ ὅτε προβαλοῦνται τὸ μὴ εἰδέναι τυχὸν τὸ θέλημα τοῦ κυρίου αὐτῶν· οἱ δὲ καίτοι λίαν ἐγνωκότες ἀκριβῶς οὐ δεδράκασιν. Ταύτῃ τοι δικαίως δυσαχθεστέραν ὑπομενοῦσι τὴν τοῦ κολάζοντος κίνησιν. <Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται ἡ καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν, ὡς κονιορτὸς ἀναβήσεται.> Ἐπειδὴ γὰρ αὐτοὶ καθ᾽ ἑαυτῶν, φησὶν, ἐπεσπάσαντο τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ γεγόνασιν οὐκ ὀρθοὶ τῶν πραγμάτων κριταὶ, καταψέγοντες μὲν τὸ ἀγαθὸν, ἐπαινοῦντες δὲ τὸ πονηρὸν, σοφοί τε ἦσαν ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, καὶ πρὸς τὰ ἔτι τούτων αἰσχίονα βλέποντες, δεδικαιώκασι μὲν ἕνεκα δώρων τὸν ἀσεβῆ, τὸ δὲ δίκαιον τοῦ δικαίου ἔλαβον· τούτων ἕνεκα πάντων ὡς εὐκατάπρηστος ὕλη, καὶ καλάμης δίκην, πυρὸς ἔσονται τροφὴ, καὶ φλόγες αὐτοὺς ἀνειμέναι κατανεμηθήσονται, ὡς ὁμοῦ ταῖς ῥίζαις τοὺς ἐξ αὐτῶν δαπανηθῆναι καρποὺς, τοῦτ᾽ ἔστι, συνδιολέσθαι τοῖς τεκοῦσι τὰ ἐξ αὐτῶν, καὶ ὡς χοῦν ἢ κόνιν ῥαγδαιοτάτου πνεύματος διαριπισθῆναι προσβολαῖς. Ἀνειμένην δὲ φλόγα φησὶ τὴν ὑπ᾽ οὐδενὸς σβεννυμένην. Ἐμπέπτωκε μὲν γὰρ ἢ ληΐοις ἤγουν ἀμπέλοις ἔσθ᾽ ὅτε πῦρ· ἀλλ᾽ οὐ γέγονεν ἀνημμένη, ἐπαμυνόντων πολλῶν, καὶ προσελθεῖν οὐκ ἐώντων, οὔτε μὴν ἀδιακωλύτως κατανέμεσθαι τοὺς ἀγρούς.
Πονοῦντος δὲ οὐδενὸς, ἤγουν ἀνακόπτοντος τὸν ἐπέκεινα δρόμον τῆς φλογὸς, τότε δὴ τότε καὶ ἀνημμένη τις ἔσται καὶ ἄφετος, καὶ ἀχάλινος οὖσα πρὸς πᾶν ὁτιοῦν τῶν παρακειμένων. Οὐκοῦν ἐπειδήπερ ταῖς τοῦ πολέμου συμφοραῖς ὑποφέροντος αὐτοὺς τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ ὁσίᾳ ψήφῳ κολάζοντος, οὐδεὶς παντελῶς ἐπαμύνων ἦν· ταύτῃ τοι καὶ μάλα εἰκότως ἀνημμένην φλόγα τὴν ὀργὴν ὀνομάζει. Ὡς γάρ φησιν ὁ μακάριος Μωσῆς· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστὶν, καὶ ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαβὶδ ψάλλει· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;» Χρὴ οὖν ἄρα παντὶ σθένει χρωμένους παραιτεῖσθαι τὴν ὀργήν· φοβερὸν γὰρ τὸ χρῆμα, καὶ δυσδιάφυκτον· καὶ γοῦν δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τὸ παιδεύεσθαι χαλεπόν. Φορτικὸν δὲ καὶ δύσοιστον, τὸ ἐν ὀργῇ καὶ θυμῷ τοῦτο πράττεσθαι καθ᾽ ἡμῶν· οὕτω καὶ ὁ προφήτης ἔλεγεν· «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.» <Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἀγίου Ἰσραὴλ παρώξυναν.
Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτοὺς, καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ.> Ὁ σοφώτατος Ἱερεμίας ταῖς τῶν Ἰουδαίων ἀμαθείαις τε καὶ ὑπεροψίαις ἐπιπλήττει λέγων· «Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ᾽ ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος, ψευδὴς γραμματεὺς, ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς; Ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν.» Προσήκαντο μὲν γὰρ οὐδαμῶς τὸ κήρυγμα τὸ εὐαγγελικόν· ἀλλ᾽ οὐδὲ αὐτὸν τὸν διὰ Μωσέως τετιμήκασι νόμον. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Χριστός· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Πεπλημμελήκασι τοίνυν κατ᾽ ἄμφω, καὶ ἀπεδοκίμασαν οἱ δείλαιοι τὸν τοῦ Θεοῦ λόγον, μήτε τὰς διὰ νόμου προαγορεύσεις ὡς ἀληθεῖς δεχόμενοι, μήτε μὴν τὸν σωτήριον εὐαγγελικὸν ἐπαινέσαντες λόγον. Ταύτῃτοι διὰ φωνῆς Ἱερεμίου περὶ αὐτῶν ἔφη Θεός· «Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρομαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν.
Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκούειν.» Κατωνείδιζον γὰρ τὸ ῥῆμα Χριστοῦ, τοῖς ἀκροωμένοις περὶ αὐτοῦ λέγοντες· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Οὐκοῦν ἐπειδήπερ οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, παρώτρυναν δὲ καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ, τοῦτ᾽ ἔστι, Χριστοῦ· Ἐθυμώθη, φησὶν, ὀργῇ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη τὰ ὄρη. Καὶ ποῖά φησιν ἐν τούτοις ὄρη; ἢ δηλονότι τὰς Ῥωμαίων ἀρχὰς, διά τοι τὸ ἐν δόξῃ περιφανεῖ, καὶ τὸ ἐν ἀξιώμασιν ἐπηρμένον; Ἀπὸ δὲ τοῦ παροξυνθῆναι τὰ ὄρη, γέγονεν αὐτῶν ὡς κοπρία τὰ θνησιμαῖα, τοῦτ᾽ ἔστιν, οἱ ἐκ τοῦ πολέμου νεκροὶ, διεῤῥιμμένοι πανταχῆ, καὶ τάχα που κείμενοι σωρηδὸν, καὶ πᾶσαν αὐτῶν πιμπλάντες τὴν χώραν. Καὶ ἑτέρως δὲ κατὰ τῶν παροτρυνόντων διὰ τῆς ἀπειθείας τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Παροτρύνονται γὰρ ὄρη τὰ νοητὰ, τοῦτ᾽ ἔστιν, ἀρχαὶ καὶ ἐξουσίαι, καὶ οἱ κοσμοκράτορες τοῦ σκότους τούτου. Οὗ δὴ γεγονότος, πᾶσά πως ἀνάγκη τὸν ψυχῆς ὑπομεῖναι θάνατον τοὺς ὑπενηνεγμένους αὐτοῖς. Ἐπικουροῦντος μὲν γὰρ τοῦ πάντα ἰσχύοντος Θεοῦ, κἂν παροτρύνηται καθ᾽ ἡμῶν τὰ ὄρη, λόγος αὐτῶν οὐδείς. Γέγραπται γὰρ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.
Ἀφιστάντος δὲ τὴν χεῖρα, καὶ οὐκ ἔτι σώζειν ἀνεχομένου, τὸ τηνικάδε κεισόμεθα, καὶ κοπρίων δίκην ὑπὸ πόδας τῶν ἐχθρῶν ἐσόμεθα. <Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν, καὶ συριεῖ αὐτοῖς ἀπ᾽ ἄκρου τῆς γῆς. Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται· οὐ πεινάσουσιν, οὐδὲ κοπιάσουσιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται, οὐδὲ μὴ λύσωσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδ᾽ οὐ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν, ὧν τὰ βέλη ὀξέα ἐστὶ, καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. Οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν· οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς. Ὁρμῶσιν ὡς λέοντες, καὶ παρεστήκασιν ὡς σκύμνος λέοντος.
Καὶ ἐπιλήψεται, καὶ βοήσεται ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος. Καὶ βοήσεται δι᾽ αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης, καὶ ἐμβλέψονται εἰς γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.> Ὅτι μὴ μέχρι τούτων τὰ τῆς ἐπ᾽ αὐτοῖς ὀργῆς μετρηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος, προβήσεται δὲ καὶ ἐπέκεινα, σαφηνιεῖ τὸ προκείμενον. Καίτοι γὰρ ἀγρίως πεπορθημένοι, λιμῷ τε καὶ δίψει πεπιεσμένοι, καὶ ταῖς τοῦ πολέμου συμφοραῖς ἐναλόντες οἱ δείλαιοι, μεμενήκασιν ἐν ἀποστροφῇ Θεοῦ, καὶ οὐκ ἔξω γεγόνασι τῆς ὀργῆς. Τοῦτο γὰρ, οἶμαι, σημαίνει λέγων τὸ, Ἔτι ἡ χεὶρ ὑψηλὴ, ὅτι πλήττουσα τοὺς ἡμαρτηκότας.
Ὑψοῦ γὰρ ἀεί πως ἡ τοῦ παίοντος αἴρεται χείρ. Εἶτα τίς ἢ πόσος ὁ τῶν ὀρῶν ἔσται παροξυσμὸς, τίνες δὲ καὶ οἱ τοῖς ἐκείνων ὑπηρετησόμενοι θυμοῖς, καὶ μεθ᾽ ὅσης ἥξουσιν ἀνδρείας τε καὶ εὐτολμίας, καὶ τῆς εἰς ἀνθρώπους ἀήθους ὠμότητος, ἐμφανίζει λέγων· «Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακράν.» Οὐ γὰρ ὅμοροι καὶ γείτονες τῆς Ἰουδαίων χώρας οἱ ταύτην ἠρημωκότες καὶ κατεμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἁπάσας δὲ τὰς τῶν Ἰουδαίων πόλεις, ἀλλ᾽ ἐκ χωρῶν τῶν μακρὰν, καὶ ἐξ ἁπάσης τῆς γῆς συναγηγερμένοι. Πλεῖστοι γὰρ λίαν· μᾶλλον δὲ τάχα που καὶ ἀριθμοῦ κρείττονες καὶ οἱ συνασπίζοντες Οὐεσπασιανῷ τε καὶ Τίτῳ.
Σύσσημον δὲ δοθήσεται, φησὶν, ὡς ἐν καιρῷ πολέμου καὶ μάχης. Ἔθος γὰρ τοῖς στρατηγοῖς ἐξοπλίζειν μέλλουσιν εἰς παράταξιν τὴν ὑπὸ χεῖρα πληθὺν, σύσσημα διδόναι, τὰς καλουμένας σημαίας αἴροντας ὑψοῦ. Ὧν καὶ ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων· Καταληφθήσεται, ὡς ἱστὸς ἐπ᾽ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. Ἱστοὺς γὰρ ἱστάντες ἐν ὑψηλοῖς γηλόφοις, ἢ ὀρθοῦσιν, ἢ κατακλίνουσιν, ἢ καὶ ἀπαρτῶσί τινα πρὸς ἃ βλέπει τὸ μάχιμον. Εἶδεν δὲ οὕτω τοῦ στρατηγοῦ τί τὸ δοκοῦν. Αἴρει τοιγαροῦν τὸ σύσσημον, φησὶ, καὶ συριεῖ αὐτοῖς. Δέχεται δὲ καὶ τοῦτο πάλιν, ὡς ἀπό γε τῆς συνηθείας τῆς ἐπὶ τῶν μυιῶν. Ἐν ἔθει γάρ πώς ἐστι τοῖς μελισσοκόμοις συρίζειν αὐταῖς· οὕτω τε τῶν σίμβλων ἀποφέρειν εἰς ἄνθη καὶ πόας, καὶ μὴν καὶ ἀνακομίζειν ἐξ ἀγρῶν, οἴκοι τε αὐτὰς ἐναυλίζεσθαι ποιεῖν. Συριεῖ τοίνυν, φησίν. Οἱ δὲ ἀφίξονται πτηνοί τε καὶ κοῦφοι, λιμοῦ μὲν ὀλίγα πεφροντικότες, οὐ δεδιότες δὲ πόνους, ἄϋπνοί τε καὶ εὐζωνότατοι, καὶ ἐξηρτυμένοι τὰ τακτικὰ, καὶ ἀτρύτοις ἵπποις ἐποχούμενοι, καὶ ὁρμῶντες ὡς καταιγὶς, καὶ ἐν ἴσῳ λέουσι, καὶ κατεσθίοντες ὡς θηρία.
Δυσάντητοι δὲ οὕτως ἔσονται καὶ δεινοὶ, ὡς ἀμαχεὶ δύνασθαι νικᾷν ἀντεξάγοντος οὐδενὸς, ἤγουν ἱκανῶς ἔχοντος εἰς ἐπικουρίαν, Ἔσται δὲ θρῆνος κατ᾽ ἐκεῖνο καιροῦ καὶ βοὴ συμμιγὴς, ὡς οὐδὲν ἕτερον ἡγεῖσθαί τινας, ἢ ὅτι θαλάσσης ἠχὴ τῆς Ἰουδαίων κατασκίδναται χώρας. Ἔσται δὲ καὶ σκληρὸν σκότος καὶ οὔτι που πάντως τὸ ὡς ἐν ὀμίχλῃ νοούμενον καὶ νυκτὶ, τὸ ἐκ δειμάτων δὲ μᾶλλον καὶ ἀπορίας. Σκοτοῖ γὰρ τὸν νοῦν τὰ παγχάλεπα τῶν κακῶν. Ὀνίνησι τοιγαροῦν διὰ παντὸς ἡμᾶς ὁ τῶν ὅλων Θεός. Ποιεῖται γὰρ οὐ μάτην· τὰς τῶν ἐσομένων προαγορεύσεις· καὶ δίεισιν ἀκριβῶς τὰ μεγέθη τῶν κακῶν· ἵν᾽ ἐπειδήπερ ἀνουθέτητοί τε πολλάκις ἐσμὲν, καὶ πεποιήμεθα παρ᾽ οὐδὲν τὸν εἰς μετάγνωσιν καλοῦντα λόγον, κἂν γοῦν ὑποπτήξαντες τὸ ταῖς οὕτω δειναῖς ἐναλῶναι δίκαις, τὸν θεῖον ἐν ἑαυτοῖς εἰσδεξώμεθα φόβον, καὶ ἀποσπουδάσαντες τὰ πονηρὰ, μετακομίσωμεν τὴν καρδίαν εἴς γε τὸ χρῆναι λοιπὸν ἑλέσθαι τὸ ἀγαθόν. <Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον Σαβαὼθ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶν, κατεκάλυπτον τὰ πρόσωπα, καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο.
Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.> Οὐ καθ᾽ ἕνα τυχὸν, οὔτε μὴν ἀδιαστάτως οἱ μακάριοι προφῆται τὰς τῶν ὁράσεων ἀποκαλύψεις ἐδέχοντο παρὰ Θεοῦ. Ἀνὰ μέρος δὲ μᾶλλον, κατὰ τὸ Δεσπότῃ δοκοῦν. Καὶ ἐν χρόνοις καθ᾽ οὓς ἤθελε τοῦτο δρᾷν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, καὶ γινώσκων τὰ κεκρυμμένα. Καὶ γὰρ ἔστι μετὰ τοῦτο φῶς, καθὰ γέγραπται. Ὀζίου τοιγαροῦν τοῦ καὶ Ἀζαρίου περιόντος ἔτι, καὶ τοὺς τῆς βασιλείας τῆς ἐν τοῖς Ἱεροσολύμοις διέποντος θρόνους, τοὺς ἐπὶ τοῖς ἤδη φθάσασι πεποίηται λόγους ὁ μακάριος προφήτης Ἡσαΐας. Ἦν μὲν γὰρ Ὀζίας καὶ Ἀζαρίας τῶν ὅτι μάλιστα φιλοθεωτάτων, πεποιηκέναι γὰρ λέγεται τὸ εὐθὲς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Πλὴν οὐ μέχρι παντὸς διεσώσατο καλὴν καὶ ἀμώμητον τῆς εὐσεβείας τὴν δόξαν. Κατισχύσας γὰρ διὰ Θεοῦ τῶν ὁμόρων ἐθνῶν, πλεῖστά τε ὅσα καὶ ἀξιοθαύμαστα κατ᾽ αὐτῶν ἐργασάμενος, τοῖς τῆς εὐπραγίας μεμέθυσται τρόποις· καὶ κατώλισθεν εἰς ὑπεροψίαν. Ἀφίκετο γὰρ εἰς τοῦτο γνώμης, ὥστε καὶ λειτουργίαν ἁρπάσαι τὴν ἱερὰν, καὶ αὐτόκλητος ἐλθεῖν ἐπὶ τὸ δεῖν ἱερᾶσθαι τῷ Θεῷ. Εἰσελθὼν γὰρ εἰς τὸν θεῖον ναὸν, οὐ διὰ τῆς τῶν Λευϊτῶν μεσιτείας, ἤγουν ἱερέων, προσκομίζειν ἤθελε τὰς θυσίας τῷ Θεῷ. Ἀλλ᾽ ἐπ᾽ αὐτὸ τὸ θεῖον ἀναπηδήσας θυσιαστήριον, θυμᾷν ἐζήτει παρὰ τὸ εἰωθὸς καὶ τὸν νόμον.
Καὶ ἠλέγχετο μὲν παρὰ τῆς ἱερατευούσης φυλῆς ὡς ἀνόσια δρῶν, καὶ παραλύειν ἐπιχειρῶν τὸν νόμον. Ἐπειδὴ δὲ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐντρυφῶν προσνενέμηκεν ἑαυτῷ καὶ τὸ ἱερᾶσθαι πρέπειν· καὶ παρ᾽ οὐδὲν ποιούμενος τὰς τῶν ἱερέων συμβουλὰς, ἠλέγχετο παραχρῆμα παρὰ Θεοῦ.
Λελέπρωται γὰρ, αὐτοῖς μετώποις ἐπηνθηκότος τοῦ πάθους. Οἶμαι δὲ δεῖν πρὸς ἀκριβῆ τῶν εἰρημένων εἴδησιν καὶ αὐτὰ τὰ θεῖα παραθέσθαι λόγια, τὰ ἐπ᾽ αὐτῷ γεγραμμένα. Ἔχει δὲ οὕτως· «Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἰεροβοὰμ βασιλεῖ Ἰσραὴλ, ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμασίου βασιλέως Ἰούδα. Ἓξ καὶ δέκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Χαλία ἐξ Ἱερουσαλήμ.
Καὶ ἐποίησε τὸ εὐσεβὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμαζίας ὁ πατὴρ αὐτοῦ. Πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίαν ἐν τοῖς ὑψηλοῖς. Καὶ ἥψατο Κύριος τοῦ βασιλέως. Καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ.» Καὶ ταυτὶ μὲν ἐν ταῖς Βασιλείαις. Ἐν δὲ Παραλειπομέναις, ὡς ἔφην· «Καὶ ὡς κατίσχυσε, φησὶν, ὑψώθη ἡ καρδία αὐτοῦ καταφθεῖραι. Καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ· καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων· καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ᾽ αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα καὶ δύο υἱοὶ δυνατοί· καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπαν αὐτῷ· Οὔ σοι, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ᾽ ἡμῖν τοῖς ἱερατεύουσι τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις, θυμιάσαι. Ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου. Καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ. Καὶ ἐθυμώθη Ὀζίας· καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ, ἐναντίον τῶν ἱερέων ἐν τῷ οἴκῳ Κυρίου, ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. Καὶ ἐπέστρεψεν ἐπ᾽ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ. Καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.»
Ἐπειδὴ δὲ τοῦ διὰ Μωσέως προστάττοντος νόμου χρῆναι δὴ πάντως ἐκπέμπεσθαι τῆς παρεμβολῆς ὡς ἀκάθαρτον τὸν λεπρὸν, καταμιαίνοντος δὲ καὶ κοινὸν ἀποφαίνοντος τῆς ἀκαθαρσίας τοῦ λεπροῦ τὸν συνόντα αὐτῷ, κατῴκηκεν ἐν τοῖς Ἱεροσολύμοις Ὀζίας, μονονουχὶ σύμπασαν διὰ τούτου μιαίνων τὴν Ἱερουσαλήμ.
Σεσίγηκεν ὁ Δεσπότης οὐκ ἀτιμάζων προφήτας ἁγίους, ἀναξίους δὲ μᾶλλον ἀποφαίνων τῆς παρ᾽ αὐτοῦ νουθεσίας τοὺς ἀκαθάρτους συνοικοῦντας παρά γε τὸ τῷ νομοθέτῃ δοκοῦν. Οὕτω γάρ πού φησι καὶ πρὸς τὸν μακάριον Ἰεζεχιήλ· «Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ· καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ὅτι οἶκος παραπικραίνων ἐστίν.» Ἀποσεσίγηκε τοίνυν, καίτοι δεικνύων τὴν ἀγανάκτησιν.
Σέσεισται γὰρ τὰ Ἱεροσόλυμα, καὶ κατεδονήθη πᾶσα τῶν Ἰουδαίων χώρα. Εἰσόμεθα δὲ καὶ τοῦτο δι᾽ ὧν ἐγεγράφει ὁ προφήτης Ἀμώς. Ἔχει γὰρ οὕτως· «Λόγοι Ἀμὼς οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐν Θεκουὲ, οὓς ἴδεν ὑπὲρ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς βασιλέως Ἰσραὴλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.» Ἐπειδὴ δὲ τετελεύτηκεν Ὀζίας συγκατέληξεν αὐτῷ τῆς σιωπῆς ὁ καιρός. Καὶ πάλιν ἐδίδου τὰς θεοπτίας τοῖς ἁγίοις προφήταις ὁ τῶν ὅλων Θεός. Ταύτῃ τοί φησιν ὁ προφήτης Ἡσαΐας· «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, ἴδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Ὅτι μὲν οὖν τὸν Υἱὸν ὁ προφήτης τεθέαται ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἂν ἐνδοιάσειέ τις, Ἰωάννου γράφοντος ἐναργῶς περὶ αὐτοῦ· «Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε ἴδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ.» Ἄθρει δέ μοι τῆς θεοπρεποῦς ὑπεροχῆς τὸ ἀξίωμα, καὶ τὸ κατὰ πάσης κτίσεως κράτος. Ὁ μὲν γάρ ἐστιν ἐφ᾽ ὑψηλοῦ τε καὶ ἐπηρμένου θρόνου τοῖς τῆς βασιλείας ἐκπρεπεστάτοις αὐχήμασιν εὖ μάλα κατεστεμμένος. Αἱ δὲ ἀνωτάτω δυνάμεις, μεθ᾽ ἃς οὐδὲν ἐπέκεινα τῶν γενητῶν εἶναι λέγεται, κύκλῳ περιιστᾶσι τάξιν ἔχουσαι τὴν οἰκετικὴν, καὶ ταῖς εὐφημίαις καταγεραίρουσαι. Πλήρη τε εἶναί φησι τὴν γῆν ἅπασαν τῆς δόξης αὐτοῦ.
Χρῆναι δὲ ὑπολαμβάνω μὴ ἐν τοπικοῖς ὑψώμασι τὸν θεῖον οἴεσθαι τεθεῖσθαι θρόνον. Εὔηθες γὰρ καὶ ἀσύνετον κομιδῇ τὸ χρῆμά ἐστιν. Ὑψοῦ δὲ ὁ θεῖος τέθειται θρόνος, καθὸ καὶ νοεῖται πάσης ἐπέκεινα φύσεως νοητῆς τῆς τοῦ Θεοῦ βασιλείας ἡ δόξα. Ἡ δὲ κάθισις ἡ ἐπ᾽ αὐτοῦ τὴν οἱονεὶ βεβαιότητά τε καὶ ἐν ταυτότητι τῶν ἀγαθῶν ἵδρυσίν τε καὶ διαμονὴν ἔοικεν ὑποδηλοῦν. Ψάλλει γὰρ οὕτω καὶ ὁ θεσπέσιος Δαβίδ· «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.» Καὶ μὴν καὶ ὁ προφήτης Ἱερεμίας πρὸς αὐτόν πού φησιν· «Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Ἀεὶ γὰρ καὶ ἐν παντὶ χρόνῳ φθαρτή τέ ἐστιν ἡ πεποιημένη φύσις, καὶ τῶν γενητῶν ἐν τούτοις τὸ μέτρον· κάθηται δὲ, ὡς ἔφην, ἡ πάντων τεχνῖτις καὶ δημιουργὸς σοφία, τοῦτ᾽ ἔστιν, ἀκλόνητον ἔχει τὴν ἐν ταυτότητι διαμονήν. Πλήρη δὲ εἶναί φησι τὸν οἶκον τῆς δόξης αὐτοῦ. Οὔπω γὰρ δεδυσσεβηκότος τοῦ Ἰσραὴλ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐπλήρου τὸν οἶκον τὸν ἐν τοῖς Ἱεροσολύμοις ἡ τοῦ Θεοῦ δόξα.
Ἐπειδὴ δὲ ἠρνήσαντο τὴν βασιλείαν αὐτοῦ, καὶ πεπτώκασιν εἰς ἀνοσιότητα τρόπων. Οὗ ἕνεκεν τὴν φωνὴν ἤκουσαν λέγοντος· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Ἑκάστῳ δὲ τῶν Σεραφεὶμ ἓξ ἐμπεφυκέναι φησὶ τὰς πτέρυγας, ὡς ταῖς μὲν δυσὶ κατακαλύπτειν τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, πέτασθαι δὲ ταῖς λοιπαῖς. Διερμηνεύεται δὲ Σεραφεὶμ, ἐμπρησταὶ ἤτοι θερμαίνοντες. Ψυχρὸν γὰρ οὐδὲν παρά γε ταῖς ἄνω δυνάμεσιν, αἵπερ ἂν εἶεν μάλιστα καὶ ἐγγὺς Θεοῦ. Ταύτῃ τοι καὶ ἡμεῖς αὐτοὶ κολλώμενοι διὰ πίστεως καὶ πολιτείας τῆς ἀγαθῆς καὶ ἐννομωτάτης ζέοντες ἀποτελούμεθα τῷ πνεύματι, καὶ θερμοὶ τὴν ἀγάπην τὴν εἰς Θεόν. Σύμβολον δὲ τὸ ταῖς πτέρυξι κατακαλύπτειν τὰ Σεραφεὶμ τό τε πρόσωπον καὶ τοὺς πόδας, πέτασθαι δὲ ταῖς δυσὶν, τοῦ μὴ δύνασθαί τινας ἢ ἀρχὴν ἢ τέλος ὁρᾷν ἐννοιῶν ἢ λόγων τῶν περὶ Θεοῦ. Σημαίνει μὲν γὰρ τὴν ἀρχὴν ἡ κεφαλὴ, καὶ τὸ πρόσωπον, τὸ δέ γε τέλος οἱ πόδες. Ἄναρχον γὰρ τὸ Θεῖον καὶ τελευτᾷν οὐκ εἰδός. Προσβάλλομεν δὲ τοῖς διὰ μέσου μόλις τοῖς κατά γε τοὺς χρόνους φημὶ, καθ᾽ οὓς τὰ οὐκ ὄντα ποτὲ παρήχθη πρὸς ὕπαρξιν. Πέτονταί γε μὴν ὡς οὐδὲν ἔχοντες τὸ κατεῤῥιμμένον.
Ὑψοῦ δὲ μᾶλλον ἀεὶ τὸ φρόνημα πρὸς Θεόν. Οὐ γάρ τοι καθ᾽ ἡμᾶς φρονοῦσι τὰ κάτω, ἀλλ᾽ ἐν ἀποῤῥήτοις τισὶν ὑψώμασιν ἐννοιῶν αἱ ἀνωτάτω δυνάμεις τὸν οἰκεῖον ἔχουσι νοῦν. Εὔφημον δὲ καὶ τὸ στόμα αὐταῖς. Δοξολογοῦσι γὰρ καὶ τοῦτο ἐξ ἀμοιβῆς, οὐ διά γε τὸ κάμνειν, καθάπερ ἐγῷμαι, παραχωροῦσι δὲ μᾶλλον τὰς τιμὰς ἀλλήλως, καὶ ἀντιδωρούμεναι τὰς δοξολογίας. Πάντα γὰρ ἐν κόσμῳ τὰ ἄνω. Τρὶς δὲ τὸ. «Ἅγιος» λέγουσαι, κατακλείουσι τὴν δοξολογίαν, εἰς τὸ, «Κύριος Σαβαὼθ,» ἐν μιᾷ θεότητος φύσει τὴν ἁγίαν τιθέντες Τριάδα. Ὑφεστάναι μὲν γὰρ ὁμολογουμένως φαμὲν τὸν Πατέρα· οὕτω δὲ καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ λόγος οὐδεὶς διατέμνει πρὸς ἑτερότητα φυσικὴν τῶν ὠνομασμένων ἕκαστον, ἀλλ᾽ ἐν ὑποστάσεσι τρισὶ νοεῖται μία θεότης. Καὶ δι᾽ αὐτῶν ἡμῖν τοῦτο μεμαρτύρηται τῶν ἁγίων Σεραφεὶμ, οἳ καὶ πλήρη πᾶσαν τὴν γῆν εἶναι λέγουσι τῆς δόξης αὐτοῦ, προαναφωνοῦντες τὰ ἐσόμενα, καὶ τῆς διὰ Χριστοῦ γεγενημένης οἰκονομίας προαναγγέλλοντες τὸ μυστήριον. Πρὶν μὲν γὰρ σάρκα γενέσθαι τὸν Λόγον, κατεκράτει τῆς ὑπ᾽ οὐρανὸν ὁ δαίμων ὁ ἀλητήριος, ὁ δράκων, ὁ ἀποστάτης. Προσεκυνήθη δὲ καὶ ἡ κτίσις παρὰ τὸν κτίσαντα καὶ Ποιητήν· ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πεπλήρωται τῆς δόξης αὐτοῦ πᾶσα γῆ.
Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα φυλὴ, καὶ γλῶσσαι ἐξομολογήσονται, καὶ αὐτῷ δουλεύσουσι, κατὰ τὸ γεγραμμένον. Προανακεκράγει δὲ καὶ τοῦτο ὁ μακάριος Δαβὶδ ἐν πνεύματι· ἔφη γάρ· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» Τοῦτό τοι τετέλεσται κεκλημένης τῆς ἐξ ἐθνῶν πληθύος· καὶ προσκυνούντων ἁπάντων τῷ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενομένῳ, μεμενηκότι δὲ δι᾽ ἑαυτὸν ὑπὲρ πάντα. <Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ.> Τεθέαται μὲν γὰρ ὁ προφήτης τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, περιεστηκότων ἐν κύκλῳ τῶν ἁγίων Σεραφεὶμ, καὶ ἀκαταλήκτοις δοξολογίαις εὐφημούντων αὐτόν. Διεβεβαιοῦτο δὲ, ὅτι πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.
Νῦν δὲ ἐπῆρθαί φησι τὸ ὑπέρθυρον, ἐμπεπλῆσθαι δὲ καὶ τὸν οἶκον καπνοῦ, καὶ ἀπό γε τῆς φωνῆς ἧς ἐκέκραγον τὰ ἅγια Σεραφείμ. Ἆρ᾽ οὖν ἐροῦμεν τὴν φωνὴν αἰτίαν γενέσθαι τῶν συμβεβηκότων τῷ οἴκῳ; Καίτοι πῶς οὐ σφόδρα ἐστὶν ἀκαλλὲς τὸ φρονεῖν ἑλέσθαι ταυτί; Τίνα δὴ οὖν τρόπον ταῖς τῶν προκειμένων προσβαλοῦμεν ἐννοίαις; Ἄριστά τε καὶ σοφῶς. Πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ ἐπιδημίας, ἔτι τὴν ἐν νόμῳ πολιτείαν ἀκωλύτως τε καὶ ἀνεπιπλήκτως διέποντος τοῦ Ἰσραὴλ, πλήρης ἦν ὁ διαβόητος ἐκεῖνος νεὼς ἐν τοῖς Ἱεροσολύμοις ὃν Σολομὼν ἀνεδείματο τῆς δόξης τοῦ Θεοῦ.
Ἐπετέλουν γὰρ ἐν αὐτῷ τὰς κατὰ νόμον θυσίας. Ἐπειδὴ δὲ τὸν ἐξ οὐρανοῦ ἀφιγμένον ἐν ἀνθρωπείᾳ μορφῇ, καὶ διὰ νόμου καὶ προφητῶν κεκηρυγμένον οὐ προσήκαντο, μᾶλλον δὲ καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐγκατέλιπε τὸν οἶκον αὐτοῦ, ἀφῆκε τὴν κληρονομίαν αὐτοῦ. Ἀπονένευκε γὰρ εἰς τὰ ἔθνη, καὶ πεπλήρωται μὲν πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Παραδέδοται δὲ τῶν Ἰουδαίων ἡ χώρα πρὸς ἐρήμωσιν, ἐμπέπρησται δὲ καὶ αὐτὸς ὁ νεώς. Ὅτε τοίνυν κατά γε τὴν προφητείαν ἤγουν προαγόρευσιν ἤτοι φωνὴν τῶν ἁγίων Σεραφεὶμ ἐπλήσθη πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, τότε ἐπήρθη τὸ ὑπέρθυρον τοῦ ναοῦ, καὶ ἐνεπλήσθη καπνοῦ. Οὐκοῦν τὸ, «ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον,» χρόνου μᾶλλόν ἐστι σημαντικὸν, οὐχὶ δὴ πάντως τῆς δοξολογίας ἔργον καὶ ἀποτέλεσμα.
Σημαίνει δὲ, οἶμαι, τὸ, «Ἐπήρθη τὸ ὑπέρθυρον,» τὸ καταλελεῖφθαι τὸν ναόν. Ὅτι δὲ καὶ ἐμπέπρησται. τὸ ἐμπεπλῆσθαι λέγειν αὐτὸν καπνοῦ. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ᾽ ἕτερον τρόπον τὰ τοιάδε νοεῖν, καὶ τὰ κατὰ παντὸς τοῦ τῶν Ἰουδαίων ἔθνους πεπράχθαι λέγειν αὐτὰ νοητῶς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος λογισμοῦ.
Ὅτε γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν δόξης ἐπλήσθη πᾶσα ἡ γῆ κεκλημένων διὰ τῆς πίστεως τῶν ἐθνῶν, τότε τῆς Ἰουδαίων διανοίας πᾶσα μὲν ἀσφάλεια λέλυται πνευματική. Καπνοῦ δὲ δίκην οἱ τάλανες, τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν λαβόντες εἰς νοῦν τυφλοὶ γεγόνασι νοητῶς. Ταύτῃτοι καὶ ὁ Σωτὴρ αὐτοῖς ἐπεφώνει λέγων· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾷς καταλάβῃ.» Τί δέ ἐστιν ἀσφαλὴς καὶ εὐάλωτος τῶν Ἰουδαίων ὁ νοῦς πρὸς πᾶν ὁτιοῦν τῶν παθῶν ἐπικουρίας τῆς ἄνωθεν ἔρημος ὢν, πῶς ἂν ἐνδοιάσειέ τις τῶν εὖ φρονεῖ εἰωθότων; <Καὶ εἶπα, Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς.> Ὁ διὰ τοῦ πανσόφου Μωσέως προστέταχε νόμος, μὴ συναναμίγνυσθαι τοῖς ἁγίοις τὸν βέβηλον, καὶ πολλή τις ἄγαν ἡ ἐπιτήρησις παρὰ τοῖς Ἰουδαίοις ἐν τούτοις. Καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις ἁλιεύουσιν ἔτι προσεφώνει λέγων ὁ Κύριος· «Χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.» Οὗ δὴ γεγονότος, ἰχθύων μὲν πλῆθος συνείληπτο πολὺ, τεθαυμακὼς δὲ τοῦ λόγος τὴν δύναμιν ὁ θεσπέσιος Πέτρος, «Προσέπεσε, φησὶ, τοῖς γόνασι τοῦ Ἰησοῦ, λέγων· Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.» Ἀλλ᾽ οὐκ ἂν ὁ Πέτρος ἠθέλησεν ἀπελθεῖν ἀπ᾽ αὐτοῦ τὸν Χριστόν.
Ἐπειδὴ δὲ ᾔδει τὸν τοῦ νόμου σκοπὸν, ὡμολόγει μὲν ὅτι ἁμαρτωλός ἐστιν, ἐδεδίει δὲ τῷ ἁγίῳ συνεῖναι, κατά γε τὸ κρατῆσαν ἀεὶ παρὰ τοῖς Ἰουδαίοις ἔθος. Ἀφιγμένου δέ ποτε τοῦ Χριστοῦ καὶ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, εἶτα τεθεραπευκότος τοὺς ἐν τοῖς μνημείοις δαιμωνῶντας ἀγρίως, τεθαυμάκασι μὲν τὴν θεοσημείαν. Ἔφη δὲ ὁ Ματθαῖος, ὅτι «Πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τοῦ Ἰησοῦ· καὶ ἰδόντες αὐτὸν, παρεκάλεσαν μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν.» Καίτοι πῶς οὐκ ἔδει μᾶλλον μεταποιεῖσθαι τοῦ τεθεραπευκότος, καὶ παρακαλεῖν προσμεῖναί τε αὐτοῖς, καὶ πολλῶν ἑτέρων θαυμάτων γενέσθαι δημιουργόν; Ἀλλ᾽ ἦν εὐλαβείας ἀπόδειξις κατ᾽ ἐκεῖνο καιροῦ καὶ τιμῆς τοῖς ἁγίοις ὀφειλομένης τρόπος τὸ παραιτεῖσθαί τινας ἐγγίζειν αὐτοῖς. Ματθαίου κεκλημένου καὶ ἀκολουθήσαντος τῷ Χριστῷ, εἶτα κεκληκότος αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· «Καὶ ἰδοὺ,» φησὶ, «πολλοὶ ἁμαρτωλοὶ καὶ τελῶναι ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
Καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;» Συνῆς οὖν ὅπως ὡς ἠμεληκότα τοῦ νόμου κατῃτιῶντο τὸν Χριστὸν, διά τοι τὸ θέλειν συνδιαιτᾶσθαι πονηροῖς. Ἐπαιτιᾶται δέ που καὶ Θεὸς τοὺς τῆς Ἰουδαίων Συναγωγῆς προσεγκεῖσθαι λαχόντας διὰ προφήτου λέγων· «Ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον.» Εὐλαβείας οὖν ἄρα τρόπος, ὡς ἔφην, καὶ νομικῶν ἐνταλμάτων παράδοσις τὸ μὴ συνεῖναι θέλειν τοῖς ἁγίοις τοὺς ἐν ὑπολήψει φαυλότητος, καὶ οὐκ ἐλεύθερον ἁμαρτιῶν ἔχοντας τὸ συνειδός. Τοιοῦτόν τι καὶ ὁ μακάριος προφήτης ὁρᾶται παθὼν, ταύτῃτοί φησιν· «Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι» Καὶ οὐ διὰ τοῦτο τάλας, ὅτι κατανένυκται· πῶς οὐκ εὔηθες τοῦτο οὕτω νοεῖν; ἀλλ᾽ ὅτι κατανένυκται, φησὶν, ὑπὸ τοῦ συνειδότος, δῆλον δὲ ὅτι διὰ τοῦτο ἔφην· «Ὦ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ ἴδον τοῖς ὀφθαλμοῖς μου.» Ἐπειδὴ γὰρ τὰ ἅγια Σεραφεὶμ καθαροῖς καὶ πανάγνοις στόμασιν ἐποιοῦντο τὰς δοξολογίας, δέδιεν αὐτὸς τὸ χρῆμα, θεοδίδακτος ὢν, καὶ οὐκ ἀγνοήσας ὅτι οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, καθὰ γέγραπται.
Ἦν μὲν γὰρ ὁμολογουμένως ἀκάθαρτα χείλη τοῦ Ἰσραήλ· δεδυσφημήκασι γὰρ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Εἰ δὲ δὴ λέγοι καὶ ὁ προφήτης, ὅτι καὶ αὐτὸς ἔχοι τὰ χείλη τοιαῦτα, καίτοι τῆς τοῦ Ἰσραὴλ δυσσεβείας ἀμοιρήσας παντελῶς, φαμὲν ὅτι μετριάζει μὲν ὡς ἅγιος, εἰκὸς δὲ ὅτι καὶ ὡς ὑπάρχων ἐξ αἵματος Ἰσραὴλ, οὐκ ἔξω τίθησι τῆς αἰτίας ἑαυτόν. Ἀλλ᾽ ὑποφέρει τῷ κοινῷ τοῦ λαοῦ πλημμελήματι, σώζων διὰ τούτου τοὺς ἡμαρτηκότας· ἤγουν τῆς ἀνθρώπου φύσεως ὁμολογεῖ τὴν νόσον. Ὁποῖόν ἐστι τὸ παρὰ τοῦ μακαρίου Δαβὶδ κατὰ τοῦ παντὸς ἀνθρώπου λεγόμενον· «Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.» Νοσεῖ γὰρ τὸ ψεῦδος ἡ ἀνθρώπου διάνοια, κἂν εἰ ἀπαλλάττοιντό τινες τοῦ κακοῦ, νήψει τὸ χρῆμα κερδαίνοντες. Δέδιε τοίνυν ὁ προφήτης ὅτι μὴ ὑπάρχων οὕτω καθαρὸς, καθάπερ ἀμέλει τὰ ἅγια Σεραφεὶμ, τεθέαται μὲν τὸν Κύριον Σαβαὼθ, σεσίγηκε δὲ, καίτοι μᾶλλον ὀφείλων δοξολογεῖν, διὰ τὸ μὴ οὕτως ἔχειν καθαρὸν τὸ στόμα. Ὅτι δὲ χρὴ καθαροῖς στόμασιν ὑμνολογεῖν, σαφὲς ἂν γένοιτο περὶ τῆς γλώσσης λέγοντος ἑνὸς τῶν ἁγίων μαθητῶν· «Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Κύριον καὶ Πατέρα. Καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας. Οὐ χρὴ, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι;
ἢ ἄμπελος σῦκα; Οὕτως οὐδὲ ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.» <Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφεὶμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.> Ὁ θεσπέσιος γράφει Παῦλος περὶ τῶν ἁγίων ἀγγέλων, ὅτι πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανές. Πάντα μὲν γὰρ ἐν κόσμῳ τὰ παρὰ ταῖς ἄνω δυνάμεσι καὶ τιμῆς ἤτοι λειτουργίας μέτρα παρ᾽ αὐταῖς, καὶ ὅροι τέθεινται τῆς ἑκάστου δόξης, παρά γε τοῦ πάντα κατὰ τὸ αὐτῷ δοκοῦν διανέμοντος Θεοῦ.
Πλὴν εἷς ἐφ᾽ ἅπασιν ὁ ζυγὸς, καὶ ὑπηρετοῦσι νεύμασι τοῖς Δεσποτικοῖς, οὐκ ἀπαξιοῦντα τὴν δουλείαν, ἀλλ᾽ ἐν μοίρᾳ τιμῆς καὶ δόξης καταλογιζόμενά που τὸ ἐν τούτοις γνήσιον. Προαναμορφοῦται τοίνυν ἐν ὀφθαλμοῖς τοῦ προφήτου τὸ Χριστοῦ μυστήριον, διὰ τῶν ἄνω δυνάμεων εὖ μάλα διακονούμενον. Ἀποστέλλεται γοῦν ἓν τῶν Σεραφεὶμ ἄνθρακα ἔχον, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ τοῦτο ἄρα ἧν Χριστοῦ σύμβολον, ὃς δι᾽ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν προσεκόμισεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, εἰς θυσίαν πνευματικὴν καθαρὰν καὶ ἀβέβηλον καὶ εἰς ὀσμὴν εὐωδίας. Ταύτῃ τοι καὶ μάλα εἰκότως ἐκ τοῦ θυσιαστηρίου λαμβάνεται. Παρεικάζεταί γε μὴν ἄνθρακι· καὶ διὰ ποίαν αἰτίαν εἰπεῖν ἀναγκαῖον. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πυρὶ τὴν θείαν παρεικάζειν φύσιν.
Ὥφθη γὰρ οὕτω τῷ μακαρίῳ Ἰσραὴλ ἐν τῷ ὄρει Χωρὴμ ἤτοι Σινᾶ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας. Οὕτω καὶ αὐτῷ τῷ μακαρίῳ Μωσῇ ποιμαίνοντι κατὰ τὴν ἔρημον, ἐν εἴδει πυρὸς ἐν τῷ βάτῳ κατὰ καιροὺς, ὤφθη τε καὶ προσελάλει. Ὥσπερ οὖν ὁ ἄνθραξ ξύλον ἐστὶ τῇ φύσει, πλὴν ὅλος δι᾽ ὅλου μεμέστωται τοῦ πυρὸς, καὶ τὴν αὐτοῦ δύναμίν τε καὶ ἐνέργειαν ἔχει· κατὰ τοῦτον, οἶμαι, τρόπον νοοῖτ᾽ ἂν εἰκότως καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἀλλ᾽ εἰ καὶ ἦν καθ᾽ ἡμᾶς ὁρώμενος ἄνθρωπος οἰκονομικῶς, ἀλλ᾽ οὖν ἅπαν τὸ τῆς θεότητος πλήρωμα κατῴκησεν ἐν αὐτῷ, κατά γέ φημι τὸν τῆς ἑνώσεως τρόπον.
Ταύτῃτοι καὶ διὰ τῆς ἰδίας σαρκὸς θεοπρεπεστάτας ἔχων ὁρᾶται τὰς ἐνεργείας. Ἥψατο γοῦν τῆς σοροῦ, καὶ ἀνέστησε τὸν τεθνεῶτα τῆς χήρας υἱόν. Καὶ μὴν καὶ πτύσας ἐνετίθει τυφλοῖς τὸ βλέπειν, πηλῷ καταχρίων τοὺς ὀφθαλμούς. Ἄνθρακι δὴ οὖν εὖ μάλα παρεικαστέον τὸν Ἐμμανουὴλ, ὃς εἰ καὶ γένοιτό πως ἐν τοῖς ἡμετέροις χείλεσιν, πάντη τε καὶ πάντως ἀφαιρεῖ τὰς ἁμαρτίας, καὶ περικαθαριεῖ τὰς ἀνομίας.
Εἶτα πῶς ἐν τοῖς ἡμετέροις χείλεσιν ἔσται; Ὅταν τὴν πίστιν ὁμολογῶμεν τὴν εἰς αὐτόν. Οὕτω καὶ ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν.
Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ἔστω τοίνυν ἐν τοῖς χείλεσιν ἡμῶν ὁ θεῖος ἄνθραξ, ὁ τὸν ἐκ τῆς ἁμαρτίας καταφλέγων συρφετὸν, καὶ τὸν ἐκ τῆς ἀνομίας ἐκτήκων ῥύπον, καὶ ζέοντας ἡμᾶς ἀποτελῶν τῷ πνεύματι. Εἰ δὲ δὴ λέγοιτο τῇ λαβίδι λαμβάνεσθαι, συνήσεις ἀστείως ὅτι πίστιν τὴν ἐπ᾽ αὐτῷ, καὶ μέντοι τὴν γνῶσιν, καθάπερ τινὶ λαβίδι δεχώμεθα διὰ νομικῶν τε ἅμα καὶ προφητικῶν παιδευμάτων, ἤτοι προαγορεύσεων. Ὅθεν καὶ ὁ τῶν ἁγίων ἀποστόλων εἰς ἀλήθειαν πανταχῆ κατασφραγίζεται λόγος, Κεχρημένοι γὰρ ταῖς ἐκ νόμου καὶ προφητῶν μαρτυρίαις, ἀναπείθουσι τοὺς ἀκροωμένους, καὶ μονονουχὶ τὸν ἄνθρακα προσάγουσι καὶ αὐτοὶ τοῖς χείλεσιν αὐτῶν, ὁμολογεῖν τὴν πίστιν τὴν εἰς Χριστὸν παρασκευάζοντες. <Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με.> Ὅτε τῶν τοῦ προφήτου χειλέων ὁ ἄνθραξ ἥψατο, καὶ ἀφῄρηκεν αὐτοῦ τὰς ἀνομίας, τότε καὶ ἀκούει τῆς φωνῆς Κυρίου, καὶ δέδιε μὲν οὐκέτι, καὶ σιωπᾷ τὸ, «Τάλας ἐγὼ,» παρειστήκει δὲ καὶ μάλα γοργῶς ἑαυτὸν εἰς ἀποστολὴν, καὶ οἷον αὐτόμολος εἰς τοῦτό τοι ἰὼν, τὸ, «Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.»
Εἰ δὲ δὴ λέγοι Θεός· «Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» οὐκ ἠπορηκότος εἶναί φαμεν τὴν φωνὴν, οὐδὲ οἷον ἐν σπάνει γεγονότος τοῦ πεμφθησομένου, καταιτιωμένου δὲ μᾶλλον τὸν Ἰσραὴλ ὡς ἀπειθῆ λίαν, καὶ εἴξαντα μὲν οὐδενὶ τῶν προαπεσταλμένων, ἀπεκτονότα δὲ μᾶλλον αὐτούς. Τοὺς μὲν γὰρ ὕβρισαν, τοὺς δὲ ἐλιθοβόλησαν, τοὺς δὲ ἀπέκτειναν, καθά φησιν ὁ Χριστὸς, τὴν ἐν τοῖς Εὐαγγελίοις ἡμῖν συντιθεὶς παραβολήν. Τίνα δὴ οὖν ἄρα, φησὶν, ἀποστείλω; Καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; οἳ τοῖς ἤδη προαπεσταλμένοις ἠπειθηκότες, σκληροί τέ εἰσι, καὶ δυσάντητοι, καὶ δι᾽ αὐτῶν ἔδειξαν τῶν πραγμάτων, ὡς οὐκ ἂν εἴη τοῦ τυχόντος προσβαλεῖν αὐτοῖς, μόνου δὲ τάχα τοῦ καὶ αὐτῆς ἀπεγνωκότος τῆς ἰδίας ζωῆς. Ὅτι δὲ γέγονεν ἀκαμπὴς, καὶ ἀνουθέτητος ἄγαν ὁ Ἰσραὴλ, ἀναμάθοι τις ἂν καὶ δι᾽ ὧν ἔφη Θεὸς πρὸς τὸν μακάριον Ἐζεχιήλ. Ἔχει δὲ οὕτως· «Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτὸν, διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βραδύγλωσσον ἐξαποστέλλῃ, πρὸς οἶκον τοῦ Ἰσραὴλ, οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους, ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν.
Καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, αὐτοὶ ἂν εἰσήκουσάν σου· ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου, ὅτι πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι.» Εἰκότως δὴ οὖν μονονουχὶ ἀπορήσας, μᾶλλον δὲ, ὡς ἔφην, ἀρτίως ἐπὶ πολλῇ λίαν ὠμότητι καταιτιώμενος τοὺς ἐξ Ἰσραήλ. Τίνα δὴ οὖν ἀποστείλω; Μελλήσας δὴ οὖν ὁ προφήτης κατ᾽ οὐδένα τρόπον· «Ἰδοὺ ἐγὼ,» φησὶν, «ἀπόστειλόν με.» Ὅταν τοίνυν καὶ ἡμῶν ὁ θεῖος ἄνθραξ ἐπιθιγγάνῃ, καθαροὶ μὲν ἐσόμεθα τῶν διεπταισμένων, πρόθυμοι δὲ καὶ νεανικοὶ πρὸς ἀποστολὴν, ὃ δὴ καὶ πεπράχασιν οἱ θεσπέσιοι μαθηταί.
Καίτοι γὰρ ὄντες ἐξ Ἰουδαίων, καὶ πρὸ τῆς εἰς Χριστὸν ἀγάπης, ἀκάθαρτά που καὶ αὐτῶν τὰ χείλη μετὰ τῶν ἅλλων ἔχοντες, ἐπειδὴ δὲ προσήκαντο τὴν πίστιν, πεποίηνται τὴν καλὴν ὁμολογίαν, ἥψατο δὲ καὶ αὐτῶν ὁ ἄνθραξ, τότε καὶ κέκληνται πρὸς ἀποστολὴν, καὶ ἠκολούθουν ἀμελλητὶ, καίτοι λέγοντος τοῦ πανσόφου Μωσέως· «Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς·» Ἱερεμίου δὲ πάλιν· «Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι ἐγὼ νεώτερός εἰμι.» Θερμότεροι δὴ οὖν πρὸς ἀποστολὴν καὶ διακονίαν τῶν ἀρχαιοτέρων ἁγίων οἱ ἐν Χριστῷ. Καὶ σαφὴς ἂν γένοιτο τοῦ πράγματος τύπος ὁ μακάριος προφήτης Ἡσαΐας, μετὰ τὴν τοῦ ἄνθρακος ἐπαφὴν ἀνακεκραγώς τε καὶ λέγων τό· «Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.» <Καὶ εἶπεν· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.> Πώρωσιν μὲν ἀπὸ μέρους γεγενῆσθαι τῷ Ἰσραὴλ, ὁ θεσπέσιος γράφει Παῦλος· διερμηνεύων δὲ ὥσπερ τίνα τρόπον αὐτοῖς τὴν πώρωσιν συνέβη παθεῖν. «Ἄχρι γὰρ σήμερον, φησὶν, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.»
Καὶ γὰρ ἦν ἀκόλουθον τοῖς εἰς τοῦτο λοιπὸν ἀγριότητος τρόπων ὠλισθηκόσιν, ὡς πολὺ νοσεῖν τὸ ἐξήνιον, καὶ μήτε τοῖς Μωσέως γράμμασιν εἴκειν ἐθέλοντες, μήτε μὴν τοῖς ἁγίοις προφήταις· προσθείην δ᾽ ἂν ὅτι μηδὲ αὐτῷ τῷ Χριστῷ, τῷ τῆς νοητῆς ἀχλύος καταλαμβάνεσθαι σκότῳ, καὶ ὀλίγα διενεγκεῖν τῶν ἀναισθήτων λίθων. Ταύτην οὖν ἄρα ποιεῖται τὴν προαγόρευσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τῷ προφήτῃ παρεγγυᾷ προκαταμηνύειν αὐτοῖς· ὅτι «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ, μὴ ἴδητε.» Γεγόνασι γὰρ αὐτήκοοι τῆς τοῦ Σωτῆρος φωνῆς· ἐδίδαξεν ἐν συναγωγαῖς, προσπεφώνηκεν ἐν τοῖς Ἱεροσολύμοις πλειστάκις, ἀλλ᾽ ἦσαν ἐν ἴσῳ τοῖς μηδ᾽ ὅλως ἀκηκοόσιν. Γεγόνασι θεωροὶ τῶν παραδόξως τετελεσμένων. Τεθέανται γὰρ λεπροὺς τοῦ πάθους ἀπηλλαγμένους, ἀναπηδῶντας χωλοὺς, τυφλοὺς ἀναβλέποντας, νεκροὺς ἐκ μνημάτων ἀνισταμένους· ἀλλ᾽ ὠφέληνται μὲν κατ᾽ οὐδένα τρόπον, ὥσπερ δὲ καὶ αὐτῶν ὀμμάτων ἐστερημένοι, διετέλουν οἱ δείλαιοι. Ταύτῃ τοι καὶ ὀνειδίζονται διὰ τῆς τῶν ἁγίων φωνῆς, ὡς γεγονότες ἀεὶ σκληροτράχηλοι, καὶ ἀπειθεῖς τῇ καρδίᾳ, καὶ ἀπεκτονότες ἁγίους. Δεδόσθαι γε μὴν τὴν πώρωσιν αὐτοῖς φησιν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ συνῶσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσηται αὐτούς.
Καὶ τοῦτο ἦν ἄρα καὶ μάλα σαφῶς, ὅπερ ἔφη Χριστὸς ἀπειθεῖν ᾑρημένοις· «Μὴ γογγύζετε μετ᾽ ἀλλήλων· οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Καὶ πάλιν· «Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς, ἔρχεται πρός με.» Οὐκοῦν οὐ κέκληνται πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, δι᾽ ἀποκαλύψεως τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι μηδὲ ἦσαν ἄξιοι τῆς δι᾽ αὐτοῦ σωτηρίας καὶ ζωῆς. Εἰ δὲ δή τις βούλοιτο προσβαλεῖν ἑτέρως ταῖς τῶν εἰρημένων ἐννοίαις, συνήσει τοιῶσδε. Προαγορεύει μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, ὡς γινώσκων τὰ κεκρυμμένα, καὶ τὰ ἐσόμενα, καί φησιν, ὅτι πάντη τε καὶ πάντως ὄψονται μὲν καὶ ἀκούσονται, μενοῦσί γε μὴν ὡς μήτε ἀκηκοότες, μήτε συντιθέμενοι, καὶ τοῦτο παθόντες ἐκ μοχθηρᾶς αὐτοὶ τῆς ἰδίας γνώμης. Προσεπάγει δὲ τούτοις, ὅτι ταῦτα δρῶντες ἐκεῖνοι, ταῖς ἰδίαις ἐπιβουλεύουσι κεφαλαῖς. Ἠῤῥωστήκασι γὰρ τὸ δυσήκοον, καὶ τὸ μὴ δύνασθαι καθορᾷν, «Ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψουσι, καὶ ἰάσομαι αὐτούς.» Αἴτιοι τοίνυν αὐτοὶ τῆς σφῶν αὐτῶν γεγόνασιν ἀπωλείας, μήτε τὸ οὖς παραθέντες τοῖς παρὰ Χριστοῦ λεγομένοις ὀξὺ, μήτε μὴν τὸν τῆς ἑαυτῶν διανοίας ἀνευρύνοντες ὀφθαλμόν. Εἰ γὰρ τοῦτο ἔδρων, ὑπέστρεψαν ἂν, καὶ τῆς καθηκούσης θεραπείας τετυχηκότες, σῶόν τε καὶ ὑγιᾶ τὸν ἑαυτῶν διεσώσαντο νοῦν. <Καὶ εἶπα· Ἕως πότε, Κύριε;
Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς.> Δέδιεν ὁ προφήτης, μὴ ἄρα διηνεκὴς, καὶ ἀκατάληκτος ἐπενήνεκται τοῖς ἐξ Ἰσραὴλ ἡ πώρωσις.
Ταύτῃ τοι καὶ διαμαθεῖν ἀξιοῖ τὸν χρόνον, καθ᾽ ὃν ἔσται τοῦτο αὐτοῖς, καὶ μέχρι τίνος παρατείνει τὸ ἀῤῥώστημα. Καὶ πρός γε δὴ ταῦτα Θεὸς προαγορεύει τὴν δῄωσιν αὐτῶν τε τῶν Ἱεροσολύμων, καὶ ἁπάσης τῆς Ἰουδαίων χώρας, καί φησιν· «Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους.» Ὃ δὴ καὶ εἰς πέρας ἐκβέβηκεν, Οὐεσπασιανοῦ τε καὶ Τίτου καταδῃωσάντων τὴν Ἰουδαίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ ἀνάληψιν τὴν εἰς οὐρανούς. Ὅτι δὲ οὐ μέχρι τοῦ ταῦτα παθεῖν, ἐκμετρηθήσεται τοῖς ἀπειθοῦσιν ἡ κόλασις, οὔτε μὴν εἰς ἅπαν ἤγουν ὁλόῤῥιζος ὁ Ἰσραὴλ οἰχήσεται, καταμηνύει λέγων· «Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες, πληθυνθήσονται ἐπὶ τῆς γῆς.» Ἐμακρύνθησαν μὲν γὰρ ἀπὸ Θεοῦ, καὶ ἁγίους ἀπεκτονότες, προσθέντες δὲ τὸν ἀρχηγὸν τῆς ζωῆς. Οἱ δὲ δὴ καταλειφθέντες, τοῦτ᾽ ἔστιν, οἱ περισεσωσμένοι, καὶ πεπιστευκότες εἰς Χριστὸν, οἳ καί εἰσι τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, ἐν πολλῇ, φησὶν, ἔσονται πληθύϊ. Πεπίστευκε γὰρ οὐ βραχὺ μέρος τοῦ Ἰσραὴλ, καὶ τοῦτο ἐν ἀρχαῖς τοῦ βιβλίου καὶ αὐτὸς ὁ μακάριος προφήτης Ἡσαΐας μεμήνυκε, λέγων· «Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γομόῤῥα ἂν ὡμοιώθημεν.» Δοκεῖ δέ τισι καὶ ἑτέρως νοεῖν τῶν προκειμένων τὴν δύναμιν.
Διερωτῶντος δὲ τοῦ προφήτου, καὶ ἀναμαθεῖν ἐθέλοντος εἰς τίνα καὶ πόσον ἐκταθήσεται καιρὸν ἡ πώρωσις, ἀποκρίνεται Θεός· «Ἕως ἂν ἐρημωθῶσιν αἱ πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους·» ἵνα διὰ τούτου νοῶμεν τὸν τῆς συντελείας καιρόν. Δεῖ γὰρ πρότερον πολέμους ἡμᾶς ἀκοῦσαι, καὶ ἀκοὰς πολέμων, ἀναστῆναί τε ἔθνος ἐπ᾽ ἔθνος, καὶ βασιλείας ἐπὶ βασιλείας, ἐρημωθῆναί τε πόλεις, καὶ οἴκους, εἶθ᾽ οὕτω τὸ τέλος· μεθ᾽ ὃν μακρύνονται λοιπὸν οἱ ἄνθρωποι, μετὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, τὸν εὐαγῆ καὶ μακραίωνα διαζῶντες βίον, ἀνῃρημένης εἰς ἅπαν τῆς φθορᾶς, καὶ κατηργημένου τοῦ θανάτου, καὶ ἁπάσης ἁμαρτίας ἐξῃρημένης. Ὅτι δὲ πεπώρωται ὁ Ἰσραὴλ, κεκλήσεταί γε μὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, τῆς θεοπνεύστου Γραφῆς λεγούσης σαφῶς τε καὶ ἐναργῶς, εἰκαῖον οἶμαι τὸ διατείνεσθαι, καὶ ζητεῖν τὰ τελοῦντα πρὸς πληροφορίαν. <Καὶ ἔτι ἐπ᾽ αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσονται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτοῦ.> Διαμέμνηται καὶ νῦν ἱστορίας ὁ προφητικὸς ἡμῖν λόγος, ἢν ἀναγκαῖον, ὡς ἔοικεν, εἰπεῖν· ἔσται γὰρ οὕτω σαφὲς τὸ δηλούμενον.
Καταστρατευόντων τοιγαροῦν τῆς Ἰουδαίων χώρας, ὡς ἤδη προεῖπον, Οὐεσπασιανοῦ τε καὶ Τίτου, δεδαπάνηται μὲν ἡ τῶν Ἰουδαίων χώρα, πόλεσί τε ὁμοῦ καὶ αὐτοῖς οἴκοις ἐμπεπρησμένη, θέαμα δεινὸν, καὶ παντὸς οἴκτου μεστὸν τοῖς ὁρῶσιν ἦν, ὀλιγανδρίας ἥκειν εἰς τοῦτο λοιπὸν τὸ ἔθνος αὐτοῖς, ὡς τῆς ἀληθείας οὐκ ἀφαμαρτεῖν τὸν λέγοντα, περιλελεῖφθαι μόλις ἐν αὐτῇ τοῦ παντὸς δήμου τὸ ἐπιδέκατον. Εἶτα διατετελέκασι χρόνους τινὰς τρεφόμενοι μὲν ἐν εἰρήνῃ, πλὴν οὐκ ἔξω δειμάτων, τοῦ καὶ εἰσαῦθις παθεῖν τὴν δῄωσιν, ὃ δὴ καὶ γέγονεν. Ἀδριανὸς γὰρ κατὰ καιροὺς τῶν Ῥωμαίων βασιλείας διέπων τοὺς θάκους, καὶ μὴν Ἀντίοχος ἐπίκλην Ἐπιφανὴς, κατέδραμον τῆς Ἰουδαίων χώρας, καὶ οὐδὲν ἦν ἐν μείοσι τῶν πάλαι κακῶν προσερημουμένων λειψάνων, πεμπομένων εἰς αἰχμαλωσίαν τῶν κατειλημμένων, ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη γενέσθαι πάθη. Τῶν τοιούτων διηγημάτων ἡμῖν ποιεῖται τὴν μνήμην ἐν προηγορεύσει πάλιν ὁ τῶν ὅλων Θεὸς καί φησιν· «Ἔτι ἐπ᾽ αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομήν.» Οὐ γὰρ ἔξω φροντίδος κείσεται, φησὶ, κἂν εἰ ἐν λειψάνοις γένοιτο, καὶ τοῦτο μικροῖς, τῶν Ἰουδαίων ὁ δῆμος· ἀλλ᾽ ἔσται πάλιν εἰς προνομήν. Γενήσεται δὲ ἡ χώρα καὶ τότε πάλιν αὐτοῖς ὡς τερέβινθος, καὶ αὐτοὶ δὲ ὡς βάλανος, ὅτε ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτοῦ.
Φυτὸν μὲν γὰρ ἡ τερέβινθος, ἀλλ᾽ εἰ γένοιτο τῶν φύλλων ἀποβολὴ, πολὺ δὴ λίαν ἔχει τὸ ἀτερπὲς, ξηροτάτους ἔχων τοὺς κλῶνας. Κατὰ τοῦτον οἶμαι τὸν τρόπον, καὶ χώρα παθοῦσα τῶν ἐνοικούντων αὐτὴν ἐρήμωσιν, ἐν ἴσῳ που πάντως ξηροῖς ἔσται φυτοῖς, τοῖς κατ᾽ αὐτὴν οὐκ ἔχουσι τὴν ἄνθην, ἀλλὰ καὶ αὐτῆς παθούσης τῆς φυλλίδος τὴν ἀποβολήν. Ὁμοίως ἡ βάλανος καρπὸς μέν ἐστι δρυός· ὅταν δὲ τῆς θήκης ἐκπέσῃ, τότε παρακείσεται τοῖς εἰωθόσιν αὐτὴν κατανέμεσθαι τῶν ζώων. Οὐκοῦν ἡ μὲν τῶν Ἰουδαίων χώρα μεμίμηται τὴν τερέβινθον ἀποβαλοῦσαν τὰ φῦλλα. Οἱ δὲ ταύτης ἀποπεπτωκότες διὰ τοῦ δραμεῖν εἰς αἰχμαλωσίαν, ὡς βάλανοι κείσονται, μονονουχὶ θήκης ἰδίας ἐκπεπτωκότες τῆς ἐνεγκούσης αὐτούς. Τοιοῦτόν τι καὶ ὁ Σολομών φησιν· «Ὥσπερ ὄρνεον ὅταν ἐκπέσῃ ἐκ τῆς ἰδίας καλιᾶς, οὕτω καὶ ἄνθρωπος ὅταν ἀποσπασθῇ ἐκ τῶν ἰδίων τόπων.» Τί γὰρ ἂν γένοιτο τῶν ἐν αἰχμαλωσίᾳ τὸ οἰκτρότερον;
Τί δὲ οὕτως ἐλεεινὸν καὶ πεπατημένον, ὡς ἀνθρώπους ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων; <Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.> Οἱ τὴν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς ἱστορίαν ὡς ἕωλον παραιτούμενοι, φεύγουσι κατὰ τὸ εἰκὸς τὸ νοεῖν δύνασθαι, καθ᾽ ὃν προσήκει τρόπον, τὰ ἐν αὐτοῖς γεγραμμένα. Θεωρία μὲν γὰρ πνευματικὴ καλή τε καὶ ὀνησιφόρος, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν εὖ μάλα καταλαμπρύνουσα νουνεχεστάτους ἀποτελεῖ.
Ὅταν δέ τι τῶν ἱστορικῶς πεπραγμένων διὰ τῶν ἱερῶν ἡμῖν Γραμμάτων εἰσφέρηται, τότε δὴ τότε τὸ ἐκ τῆς ἱστορίας χρήσιμον θηρᾶσθαι πρέπει, ἵνα πανταχόθεν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ σώζουσά τε καὶ ὠφελοῦσα φαίνηται. Ἀφηγεῖται τοίνυν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος τὰ ἐν καιροῖς τῆς Ὀζίου βασιλείας συμβεβηκότα τοῖς ἐξ Ἰούδα καὶ Βενιαμεὶν, καὶ ταῖς ἐν τῇ Σαμαρείᾳ δέκα φυλαῖς, αἲ καὶ Ἐφραῒμ ὠνομάζοντο, καὶ μέν τοι καὶ Ἰσραήλ. Ἐπειδὴ δὲ ἐν καιροῖς τεσσάρων βασιλέων ὁ σύμπας τῆς προφητείας γέγονε λόγος, τὰ ἐν τοῖς ἑκάστου καιροῖς συμβαίνοντα τίθησιν ὁ προφήτης, καὶ ἀναγκαίως ἐπισημαίνεται, τάξιν ταῖς ὁράσεσιν, ἤτοι τοῖς ἑαυτοῦ λόγοις τὴν ἀρίστην ἐπιτιθείς. Τεθνεῶτος τοιγαροῦν Ἀζαρίου καὶ τοῦ Ὀζίου, διαδέχεται τὴν βασιλείαν Ἰωαθὰν, ἠκολούθησέ τε τῷ σκοπῷ, καὶ τοῖς ἐπιτηδεύμασι τοῦ ἰδίου πατρός. Λέγεται μὲν γὰρ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς Κυρίου ποιῆσαι τὸ εὐθὲς, καθὰ καὶ Ὀζίας, πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἀλλ᾽ ἔτι ὁ λαὸς ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. Καὶ ἐζήτησε μὲν Ὀζίας παρὰ τὸ ἐξὸν ἱερατεῦσαι Θεῷ, καὶ προσενεγκεῖν θυμιάματα, καὶ λελέπρωται ταύτης ἕνεκα τῆς αἰτίας. Ἰωαθάν γε μὴν οὐχ οὕτως. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, διαδέχεται τὴν βασιλείαν ὁ Ἄχαζ, βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, τοῦτ᾽ ἔστι, τῶν δώδεκα φυλῶν, Φακεὲ υἱοῦ Ῥομελίου.
Οὗτος κεκίνηκε πόλεμον κατὰ τοῦ Ἄχαζ καὶ τοῦ Ἰούδα, καὶ ἀπέκτεινε μὲν ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν καὶ εἴκοσι χιλιάδας. Παρωτρύνετο γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν ταῖς τοῦ Ἄχαζ δυσσεβείαις, περὶ οὗ καὶ γέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ. Γέγονε γὰρ ἀνὴρ δυσσεβὴς, καὶ λελάτρευκεν εἰδώλοις, καὶ τὰ τέκνα αὐτοῦ διήγαγε διὰ πυρὸς καταθυμιῶν τοῖς ἀκαθάρτοις δαίμοσιν. Ἐν καιροῖς τοιγαροῦν τῆς ἑαυτοῦ βασιλείας συνεφράξαντο κατά τε τῶν Ἱεροσολύμων καὶ Ἰούδα, αὐτός τε Φακεὲ ὁ τοῦ Ῥομελίου, καὶ Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, τοῦτ᾽ ἔστι Συρίας. Καὶ ἦλθον ὡς καταδῃώσοντες, πλὴν οὐχ εἷλον τὴν πόλιν. Δεδιὼς δὲ τὴν ἔφοδον ἀφόρητον οὖσαν ὁ Ἄχαζ, ἄθροισιν μὲν ποιεῖται χρημάτων πολλὴν, πρεσβεύεται δὲ πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων Θεγλαφολλασὰρ, ἐπαμύνεσθαί τε αὐτῷ παρακαλεῖ, καὶ καταστρατεύσασθαι τοῦ Ῥαασσὼν, ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται. Ἐλθὼν δὲ Ἀσσύριος εἶλε τὴν Δαμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν Ῥαασσών.
Τελευτήσαντος δὲ καὶ τοῦ Φακεὲ τοῦ Ῥομελίου τοῦ βασιλεύσαντος κατὰ τὴν Σαμαρείαν ἐπὶ τὸν Ἰσραὴλ, διαδέχεται τὸ σκῆπτρον Ὠσηὲ υἱὸς Ἤλα, οὗ βασιλεύσαντος, ἔρχεται κατὰ τὴν Σαμαρείαν Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ εἷλε μὲν πᾶσαν, ἀπεκόμισε δὲ τὸν Ἰσραὴλ αἰχμάλωτον, καὶ ἀπῴκησεν ἐν τοῖς ὄρεσι Περσῶν καὶ Μήδων· εἶτα τινὰς τῶν ὑφ᾽ ἑαυτῷ κατοικεῖν ἐκέλευσε τὴν Σαμαρείαν, τόν τε ἐκ Χουνθὰ, καὶ τὸν Σαπφαρουΐαν. Γέγραπται γὰρ οὕτως ἐν ταῖς Βασιλείαις, καὶ μακρὸς μὲν ὁ ἐφ᾽ ἑκάστῳ τῶν εἰρημένων λόγος παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, πλὴν πεποίημαι τὴν ἀφήγησιν βραχυλογήσας ὡς ἔνι.
Ἐροῦμεν δὲ καὶ ἀνὰ μέρος ἕκαστα, ταῖς τῶν προκειμένων ἐννοίαις ἑπόμενοι. Ἐν ταῖς ἡμέραις τοίνυν, φησὶν, Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, συμπεφωνήκασιν ὅ τε Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, τοῦτ᾽ ἔστι, Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ, κατὰ τῶν Ἱεροσολύμων, ἀφίκοντο δὲ καταδῃώσοντες, πλὴν οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Εἴρηται δὲ ταῦτα τέως ἐν προγραφῆς δυνάμει, καὶ ὡς ἐν ἀφηγήσει τοῦ συμβεβηκότος. Δηλοῖ γὰρ τὴν σκέψιν καὶ αὐτὸ δὲ τὸ ἐγχείρημα, προσεπάγει δὲ παραχρῆμα, καὶ τὸ τοῦ πράγματος πέρας· Οὐ γὰρ ἠδυνήθησαν, φησὶ, πολιορκῆσαι αὐτήν. <Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ λέγοντες, Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.> Ὁρισάμενος, ὡς ἔφην, τῶν διηγημάτων τὴν πρόφασιν, καὶ ὡς ἐν βραχεῖ κεφαλαίῳ συλλήβδην εἰπὼν τὸ ἐγχείρημα τῶν δύο βασιλέων, καὶ ὅτι πρὸς πέρας αὐτοῖς οὐκ ἐκβέβηκεν ὁ σκοπὸς, ἄρχεται λοιπὸν ἀνὰ μέρος ἕκαστα κατισχνοῦν τῷ λόγῳ. Ἀνηγγέλη γὰρ, φησὶν, εἰς τὸν οἶκον Δαβὶδ, τοῦτ᾽ ἔστι, τὸν βασιλεύοντα, καὶ ἀπήγγελλον ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Ἀρὰμ δέ φησι τὸν Σύρον, καὶ Ἐφραῒμ ὁμοίως τὰς ἐν Σαμαρείᾳ δέκα φυλάς. Ἐπειδὴ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐπύθετο καὶ πεπίστευκεν ὁ οἶκος Δαβὶδ, τοῦτ᾽ ἔστιν, ὁ Ἄχαζ.
Ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Τὸ δὲ, ἐξέστη, τίθησι κοινῶς, ἀντὶ τοῦ, κατεπλάγη, καὶ μικρὸν καὶ αὐτῆς ἐκπέπτωκε φρενός. Τὰ γάρ τοι δεινὰ τῶν δειμάτων, ἰκανά πώς ἐστι εἰς τὸ κατασεῖσαι δύνασθαι τὸν νοῦν, καὶ καταδονῆσαι τὴν ψυχὴν, καί τι τοιοῦτον ὑπομεῖναι δοκεῖν, ὁποῖον ἂν πάθοι καὶ τὸ ἐν δρυμοῖς ξύλον, πνευμάτων ἀγρίων προσβολαῖς τῇδέ τε κἀκεῖσε διαῤῥιπτούμενον. Γέγονε δὲ μάλιστα τῆς δειλίας ἡ πρόφασις, ἤτοι τῆς ἐκστάσεως αὐτῷ τὸ συμβεβηκός. Ἤδη γὰρ ἔφην ὅτι βασιλεύοντος αὐτοῦ, πεπολεμήκει πρὸς τὸν Ἰούδαν ὁ Φακεὲ, καὶ ἀνεῖλεν ἐκ τοῦ λαοῦ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας. Ὅτε τοίνυν καὶ μόνος ὁ Φακεὲ τοσοῦτος γέγονεν, ὡς κατισχῦσαι ῥᾳδίως τῶν ἐν τοῖς Ἱεροσολύμοις· πῶς οὐκ ἔδει τὸν ἐν τοῖς ἐσχάτοις ἐνδείξασθαι φόβον, αὐτόν τε τὸν Ἄχαζ, καὶ τὸν ἐπ᾽ αὐτῷ λαὸν, συμπεφωνηκότος τοῦ Σύρου, καὶ συνεξοπλίζοντος τῷ Ἐφραῒμ μετὰ τῶν Ἱεροσολύμων; <Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν, Ἔξελθε εἰς συνάντησιν Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοῦν ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Καὶ ἐρεῖς αὐτῷ, Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων.
Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.> Οἰκτείρμων ὄντως καὶ ἐλεήμων ὁ Κύριος, καὶ πάντας ἀνθρώπους ἐθέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· οἰκονομεῖ δὲ πάντα σαφῶς, καὶ καταλειαίνων ἑκάστῳ τῆς σωτηρίας τὴν ὁδόν. Καὶ τοῦτο ἡμῖν ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων οὕτως ἔχον ἰδεῖν. Ἀνὴρ μὲν γὰρ γέγονεν εἰδωλολάτρης ὁ Ἄχαζ, βδελυρὸς καὶ βέβηλος. Ἐπειδὴ δὲ ἦν ἐν ἀφύκτοις ἤδη κακοῖς, καὶ μονονουχὶ μεθύοντα ταῖς συμφοραῖς ὁ φιλοικτείρμων τεθέαται, προστίθησιν εὐθὺς τὸ ἐξεῖναι μεταλαχεῖν τῆς παρ᾽ αὐτοῦ σωτηρίας, ὑπισχνεῖται δὲ τὴν ἐπικουρίαν, ἵνα παύσῃ μανίας εἰδωλομανοῦς, καὶ ἀποσχέσθαι παρασκευάζῃ τῶν ἤδη προσεπταισμένων, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐκδέξασθαι φῶς. Προστάττει τοίνυν ὁ προφήτης ὑπαντῆσαί τε αὐτῷ συνόντος Ἰασοῦμ, ὃς ὑπόλειμμα καὶ ὑπολελειμμένος ἑρμηνεύεται· μονονουχὶ τοῦ τύπου σημαίνοντος ὡς ἐν συμβόλῳ τῷ Ἄχαζ, ὅτι σωθήσεται τὸ ὑπόλειμμα τοῦ Ἰούδα μετὰ Θεοῦ μεμενηκός.
Θεοῦ γὰρ εἰς τύπον ὁ προφήτης λαμβάνεται, εὖ δὲ δὴ σφόδρα τῆς ἐπικουρίας ποιεῖται τὴν ὑπόσχεσιν ἐπὶ τῇ κολυμβήθρᾳ τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Τύπος δὲ πάλιν ἡ κολυμβήθρα τῆς σωτηρίου πηγῆς τοῦ ἁγίου βαπτίσματος, ἣ καὶ εἰς ὁδὸν ἡμᾶς ἀποφέρει τὴν ἄνω, καὶ τοῦ νοητοῦ κναφέως, τοῦτ᾽ ἔστι, τοῦ πάντα ῥύπον ἡμῶν ἐκσμήχοντος, καὶ ἀπαλλάττοντος μολυσμῶν. Ἀσφαλὴς οὖν ἡ ὑπόσχεσις, καὶ ὡς ἐν τύπῳ τῆς μερικῆς τῆς καθόλου καὶ διὰ Χριστοῦ, σοφὸν δέδοται τῷ προφήτῃ τὸ αἴνιγμα. Φησὶ δὲ τὸ, «Φυλάσσου τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων.» Καὶ τὸ μὲν ἐπιτάττειν ἠρεμεῖν καὶ φροντίδων δίχα διατελεῖν, καὶ μὴν καὶ δειμάτων ἀπαλλάττεσθαι χαλεπῶν· καλοῦντος ἦν ἄρα καὶ μάλα ἐμφρόνως εἰς εὐπείθειαν, καὶ οἱονεὶ εἰς ἀρχὰς ἀναφέροντος τοῦ χρῆναι τιμᾷν τοὺς περὶ Θεοῦ λόγους, καὶ οἷς ἂν λέγοι τὸ ἀληθὲς ἑτοίμως ἐπιψηφίζεσθαι. Δαλοὺς δὲ καὶ ξύλα καπνιζόμενα καλεῖ, τοὺς κατ᾽ αὐτοῦ συμπεφωνηκότας, ὡς ὅσον οὐδέπω πεπαυσομένους καὶ αὐτοῦ τοῦ εἶναι, καὶ τῆς βασιλείας.
Ὥσπερ γὰρ ξύλον ἤγουν ὁ δαλὸς, ὅταν ἐξέληται τοῦ πυρὸς, καπνίζεται μὲν, πλὴν ἐν καταλήξει γίνεται, τοῦ καὶ ἔτι τὸ πῦρ ἔχειν ἐν ἑαυτῷ· κατὰ τὸν ἶσον, οἶμαι, τουτονὶ τρόπον, καὶ ἄνθρωπος μέλλων ἢ ζωῆς ἢ πράγματος ἐν καταλήξει γίνεσθαι, λέγοιτ᾽ ἂν εἰκότως δαλὸς ἢ ξύλον καπνιζόμενον ἔτι. Ἐπειδὴ δὲ ἠπίστοιτο περιδεεῖς μάλιστα γεγονότας, καὶ ἐν κατηφείᾳ πολλῇ, διά τε τὸ ἡττᾶσθαι μεμαχημένους πρὸς Φακεὲ, ὅτε καὶ πεπτώκασιν, ὡς ἔφην, ἑκατὸν εἴκοσι χιλιάδες ἐκ τοῦ Ἰούδα ἐν ἡμέρᾳ μιᾷ· καὶ τούτων ἐξίστησι τῶν δειμάτων αὐτοὺς, καί φησιν· «Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι·» τοῦτ᾽ ἔστιν, οὐδ᾽ ἂν ἐκεῖνοι πεπτώκασιν, εἰ μὴ δέδωκεν αὐτοὺς ὑπὸ χεῖρα τῶν ἐχθρῶν θυμὸς ἐμός. Ἀλλ᾽ εἰ γένοιτο, φησὶ, τὰ ἐξ ὀργῆς κατά τινων, ἰάσομαι πάλιν τοὺς πεπονθότας.
Ὁ γὰρ παραδοὺς ἐξ ὀργῆς, ἐξελεῖται ῥᾳδίως δι᾽ ἔμφυτον ἡμερότητα καὶ φιλανθρωπίαν. <Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται.> Οὔτε τῶν κατ᾽ αὐτοῦ σκευωρημάτων τὴν ἀπαγγελίαν ἀπιστεῖσθαι συγχωρεῖ, οὔτε μὴν ἐφίησι περισσῶς συνθραύεσθαι δείματι. Βεβαιώσας δὲ μᾶλλον, καὶ ἀληθεῖς ἀποφήνας τὰς κατ᾽ αὐτοῦ συναινέσεις ἤγουν συμφωνίας τῶν δύο βασιλέων, ὑπισχνεῖται τὴν ἐπικουρίαν μετατάττων ἐπὶ τὸ ἐπ᾽ αὐτῶν μᾶλλον ἐρηρεῖσθαι δεῖν, καὶ μὴ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις, καὶ τοῖς τῶν ψευδομαντέων λόγοις, οἳ μυρία μὲν ὅσα κατὰ γνώμην φασὶ τοῖς τὰς πεύσεις προσάγουσι, λαλοῦσί γε μὴν τῶν ἀληθῶν οὐδέν. Ὅτι τοίνυν ἐβουλεύσαντο, φησὶν, ἀνελθεῖν μὲν εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλῆσαι τοῖς ὑπὸ χεῖρα σὴν, ἀναπεῖσαί τε ταῖς αὐτῶν ἕπεσθαι γνώμαις, ἀληθὲς καὶ ὡμολογημένον.
Βούλονται γὰρ ἐπιστῆσαι τὸν τοῦ Ταβεὴλ υἱόν. Ἀλλ᾽ οὐκ ἔσται τοῦτο, φησίν. Καὶ τίς ὁ ὑπισχνούμενος; Κύριος Σαβαὼθ, τοῦτ᾽ ἔστι, Κύριος τῶν δυνάμεων, ἤτοι ἐκ στρατιῶν· οὗ δὴ συννεύοντος τὸ χρῆναι νικᾷν, οἷς ἂν ἕλοιτο τυχὸν, τίς ὁ ἀναστρέψων τὰ ἐψηφισμένα;
Καὶ τοῖς θείοις αὐτοῦ κρίμασιν, τίς ὁ ἀντεξάγειν δυνάμενος; Βεβαιοῖ τοιγαροῦν εἰς πίστιν τοὺς ἀπίστους ἔτι. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες, καθὰ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτήρ. Ἰστέον δὲ ὅτι υἱὸν μὲν τοῦ Ἀρὰμ τὸν Σύρον ἀποκαλεῖ, τοῦτ᾽ ἔστι, τὸν Ῥαασσὼν, τοῦ γε μὴν Ῥομελίου τὸν Φακεὲ, ὃς βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ, τοῦτ᾽ ἔστι, τῶν δέκα φυλῶν ἐν τῇ Σαμαρείᾳ. <Ἀλλ᾽ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσών· ἀλλ᾽ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν, ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ, καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, υἱὸς τοῦ Ῥομελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε.> Τοῖς διατρανοῦν, ἐθέλουσι τὰ ἐν τῇ θεοπνεύστῳ Γραφῇ, χρεία δὴ πάντως καὶ ἀφηγήσεως ἱστοριῶν, ἵνα πανταχόθεν τὸ ἀληθὲς τοῖς θείοις ἕπηται λόγοις.
Ἐξηγεῖται τοίνυν ὁ προφήτης τὰ ἐν τοῖς ἱεροῖς Γράμμασι, δι᾽ ὧν ἔστι μάλιστα ταῖς τῶν προκειμένων ἐννοίαις ἄριστα προσβαλεῖν. Οὐκοῦν ἐν καιροῖς βασιλείας τοῦ Ἄχαζ συμπεφωνήκασι μὲν μετὰ τοῦ Ἰούδα καὶ τῶν Ἱεροσολύμων ὅ τε Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Δαμασκοῦ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεύων ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ. Δεδιὼς τοίνυν τὴν ἔφοδον ὁ Ἄχαζ πείθει χρήμασι τὸν Θεγλαφαλλασὰρ τῶν Ἀσσυρίων βασιλέα ἐπαμῦναί τε ἑαυτῷ, καὶ τῶν συμπεφωνηκότων ἀνατρέψαι τὴν ἔφοδον.
Ὃς καὶ ἐλθὼν ἀνεῖλε μὲν τὴν Δαμασκὸν, μητρόπολιν οὖσαν τῶν Σύρων, ἀπέκτεινε δὲ καὶ αὐτὸν τὸν Ῥαασσών. Ἀποθανόντος δὲ καὶ τοῦ Φακεὲ, ἐν τῇ Σαμαρείᾳ, ὃς ἦν τοῦ Ῥομελίου, διαδέχεται τὴν βασιλείαν Ὡσηὲ υἱὸς Ἠλᾶ, πονηρὸς ἀνὴρ, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐγκείμενος. Οὗ διέποντος τὴν βασιλείαν ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος κατὰ πάσης τῆς Σαμαρείας, καὶ παραχρῆμα μὲν εἷλεν τὸν Ὠσηὲ, καὶ ἐν οἰκέτου τάξει πεποίηται· καταδῃώσας δὲ τὴν χώραν ἅπασαν, καὶ τῶν υἱῶν Ἰσραὴλ ἀποφήνας ἐρήμην, καθίστησιν ἀντ᾽ αὐτῶν τῶν ἰδίων τινὰς ἐνοίκους, ἤτοι τῶν ὑπὸ χεῖρα, τόν τε Ἐκχουθὰ καὶ τὸν Σαπφαρουΐαν· ἔθνη δὲ οἶμαι ταυτὶ Περσικά. Γέγραπται γὰρ οὕτως ἐν βίβλοις Βασιλειῶν. Ταύτης ἡμῖν ἱστορίας τὴν ἀφήγησιν ὁ προφήτης, λέγων· «Τάδε λέγει Κύριος· Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται, ἀλλ᾽ ἡ κεφαλὴ Ἐφραῒμ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσίμ· ἀλλ᾽ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ.» Καὶ ἀσαφὴς μὲν ἡ τῶν λέξεων συνθήκη· προσβαλεῖν δὲ χρὴ τοιῶσδε· Ἡ κεφαλὴ, φησὶν, Ἀρὰμ, τοῦτ᾽ ἔστι τῆς Συρίας, Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσὶμ, τοῦτ᾽ ἔστιν ὁ Ῥαασσών· κεφαλὴ γὰρ τῆς τε χώρας καὶ τῆς πόλεως ὁ βασιλεύων αὐτῶν.
Καὶ ἡ βασιλεία δὲ Ἐφραῒμ ἐκλείψει ἀπὸ λαοῦ· ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραΐμ, τοῦτ᾽ ἔστι, τοῦ Ἰσραήλ· ἐκλείψει καὶ ἡ κεφαλὴ Ἀρὰμ, τοῦτ᾽ ἔστιν ἡ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, τοῦτ᾽ ἔστιν ὁ Ῥαασσών. Εἷλεν γὰρ, ὡς ἔφην, ὁ μὲν Θεγλαφαλλασὰρ τήν τε Δαμασκὸν καὶ τὸν Ῥαασσὼν, ὁ δὲ Σαλμανασὰρ τὸν Ὠσηὲ βασιλέα Ἐφραῒμ, ἤτοι τοῦ Ἰσραὴλ, καὶ τὴν Σομόρων, ἤτοι Σαμαρείαν, ἀπὸ κοινοῦ τρέχοντος τὸ ἐκλείψει· καὶ ἡ κεφαλὴ δὲ Ἐφραῒμ Σομόρων ἐκλείψει πάλιν. Κεφαλὴν δὲ Ἐφραῒμ τὰ Σόμορα καλεῖ, τοῦτ᾽ ἔστι τὴν Σαμαρείαν· μητρόπολις γὰρ Σαμαρείας Σόμορα.
Ἐφραῒμ δὲ ὅταν λέγει, τὸν Ἰσραὴλ δηλοῖ· καὶ ἡ κεφαλὴ Σομόρων υἱὸς τοῦ Ῥομελίου, τοῦτ᾽ ἔστιν ὁ Φακεέ· τρέχει δὲ πάλιν τὸ ἐκλείψει κατὰ πάντων. Προσεπάγει δὲ τούτοις· «Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε.» Ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος.
Τοῖς γὰρ ταῖς ἀπιστίαις περιυβρίζουσι τὸν τοῦ Θεοῦ λόγον, οὐδ᾽ ἂν ἐγγένοιτο σύνεσις ἡ παρὰ αὐτοῦ. Δεῖ τοιγαροῦν ἀμελλητὶ δέχεσθαι τὰ παρὰ Θεοῦ, καὶ οἷς ἃν ὑπισχνεῖται καὶ λαλεῖ συννεύειν ἑτοίμως. Ἔσται γὰρ ἐν ἡμῖν οὕτως ἡ σύνεσις ἀγαθὴ, καὶ περιαστράψει τὸν νοῦν τῆς παρ᾽ αὐτοῦ σοφίας ὁ φωτισμός. <Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδ᾽ οὐ μὴ πειράσω Κύριον.> Τοὺς τῆς βασιλείας διέποντα θάκους ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἄχαζ, καὶ πολὺ λίαν ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν δαιμονίων ψευδολατρείαις, διὰ παντὸς πειρᾶται τρόπου μετακομίζειν ἐπὶ τὸ ἄμεινον, καὶ εἴς γε τὸ δεῖν τῶν τῆς ἀληθείας ἐφικέσθαι δογμάτων, καὶ ὀρθὰ φρονεῖν ἑλέσθαι περὶ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ τοῖς τῶν εἰδώλων θεραπευταῖς περὶ πολλοῦ ἐτέθειτο, καὶ ἦν ἐν σπουδῇ τὸ χρῆναι περιεργάζεσθαι τὰς τῶν πραγμάτων ἐκβάσεις, καὶ χρησμοὺς αἰτεῖν ἐξ ἱερῶν, καὶ τοῖς τῶν ψευδομάντεων φενακίζεσθαι λόγοις, κινδύνων αὐτοῖς ἐπηρτημένων, προανακόπτει τρόπον τινὰ τοῦτο μέλλοντα ποιεῖν Ἄχαζ, καὶ πρὸς τὸ τεταχέναι τι σημεῖον, οὐκ ἐκ τῶν συνηθῶν αὐτῶν τεμενῶν, οὐδ᾽ ἐκ τῶν ψευδομάντεων ἔτι, μᾶλλον δὲ παρὰ Κυρίου τοῦ Θεοῦ.
Καὶ τὸν τῆς αἰτήσεως τρόπον ταῖς αὐτοῦ ψήφοις ἀπονενέμηκεν εἰπών· «Εἰς βάθος ἢ εἰς ὕψος,» τοῦτ᾽ ἔστιν, ἢ εἰς οὐρανὸν, ἢ εἰς γῆν, καὶ τὰ ἔτι κατωτέρω. Καὶ πεπληροφόρηκεν διὰ τούτου, καὶ δίδωσι νοεῖν, ὅτι Θεὸς ὑπάρχων τῶν ὅλων καὶ Κύριος, ἐπ᾽ ἐξουσίας ἐργάζεται τὸ δοκοῦν, κἂν εἴτε τι τῶν ἐν οὐρανῷ βλέπειν βούλοιτο, κἂν εἴτε τι τῶν ἐπὶ τῆς γῆς. Παραιτεῖταί γε μὴν ὁ Ἄχαζ, οὐχ ὡς Θεὸν αἰδούμενος, περιυβρίζων δὲ μᾶλλον ὁ δείλαιος, κἂν εἰ τοῖς ἐξ εὐλαβείας ἐπισεμνύνοιτο λόγοις. Οὐ γὰρ μὴ αἰτήσω, φησὶν, οὐδ᾽ οὐ μὴ πειράσω τὸν Κύριον.
Ἐπειδὴ γὰρ Θεοῦ προστάττοντος αἰτεῖν, τὸ μὴ αἰτεῖσθαι θέλειν ἐναργὲς ἔχει τὸ δυσσεβὲς, ὑποπλάττεται τὸ μὴ πειρᾶσθαι θέλειν αὐτὸν, καὶ νομικὸν ὥσπερ προΐσχεται λόγον· «Οὐ γὰρ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» Καίτοι πῶς οὐχ ἁπαστισοῦν τῆς τοῦ Ἄχαζ σκαιότητος καταβοήσει λόγος; Αὐτοῦ γὰρ ἐφιέντος αἰτεῖν τοῦ Θεοῦ, πῶς οὐκ ἄμεινον τὸ ἑλέσθαι μᾶλλον ἐκεῖνο δρᾷν, ὃ προστέταχεν, ἢ δυστρόπως εὑρεσιλογεῖν, καὶ πρόφασιν εὐπειθείας ποιεῖσθαι σαθρὰν τὸ, Οὐ μὴ πειράσω Κύριον; Ἀλλ᾽ ἦν ὁ σκοπὸς αὐτῷ τοὺς μὲν ἄνωθεν καὶ παρὰ Θεοῦ μὴ προσίεσθαι λόγους, ψήφῳ δὲ μᾶλλον τῇ κρείττονι στεφανοῦντας τὸν χρησμολόγον, ψευδοεπείας καὶ ταῖς οἰωνῶν τάχα που περιεργάζεσθαι πτήσεσι, καὶ τὰς ἐκ τῶν δαιμονίων ἐπικουρίας αἰτεῖν. <Καὶ εἶπεν· Ἀκούσατε δὴ, οἶκος Δαβὶδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον.> Ἀπειρηκότος τοῦ Ἄχαζ τοῦ σημείου τὴν αἴτησιν, οὐκ ἀνεχομένου τε τιμᾷν ἢ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων Κύριον, ὅτι μὴ εἰς ἅπαν ἀγνοηθήσεται παρὰ τοῦ Ἰσραὴλ, μήτε μὴν τὸν ἴδιον ἀπολέσει κλῆρον, ἀλλ᾽ ἐπιγνώσονται κατὰ καιροὺς, αὐτὸν πειρᾶται διδάσκειν.
Πλὴν οὐκέτι λόγου μὲν ἀξιοῖ τὸν Ἄχαζ, ὑβριστὴν ὄντα καὶ θεομισῆ, προσπεφώνηκε δὲ μᾶλλον τῷ οἴκῳ Δαβὶδ, τοῦτ᾽ ἔστι, τοῖς ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς καὶ αὐτὸς γέγονε τὸ κατὰ σάρκα Χριστός. Ἀνεξικάκῳ[ς] δὲ λίαν ὡς Θεὸς ποιεῖται τὴν προαγόρευσιν. Προαιτιασάμενος γὰρ ὅτι πεποίηται παρ᾽ οὐδὲν τὸ καὶ αὐτῷ προσκροῦσαι τῷ πάντα ἰσχύοντι Θεῷ, καὶ οἷον ἀγῶνας αὐτῷ καὶ καμάτους, τόγε ἧκον εἰς αὐτοὺς, σαλεύειν ἐπιχειρεῖν διά γε τοῦ μὴ θέλειν ὀρθοποδεῖν· τότε δὴ τότε τῆς καθόλου τε καὶ γενικωτάτης ἐπικουρίας ποιεῖται τὴν προανάῤῥησιν.
Ὦ, τοίνυν, φησὶν, οἶκος Δαβὶδ, εἰ τὸ ἀνθρώποις προσκρούειν οὐκ ἀζήμιον, τί τῷ Κυρίῳ παρέχετε ἀγῶνα, τῷ κολάζειν μὲν οὐκ ἐθέλοντι, ἰσχύοντι δὲ τοῦτο δρᾷν καὶ λίαν εὐκόλως; Ἐπειδὴ δὲ παραιτεῖσθε τοῦ σημείου τὴν αἴτησιν, αὐτόμολός εἰμι πρὸς τοῦτο, φησίν· κἂν εἰ βούλοισθε νοσεῖν, ἐπάγω τὴν θεραπείαν, ἐπείπερ εἰμὶ χρηστὸς καὶ φιλάνθρωπος. Αὐτὸς ὑμῖν Κύριος δώσει σημεῖον, πληροφορῶν ὅτι καὶ σωθήσεται κατὰ καιροὺς ὁ πεπλανημένος Ἰσραὴλ, καὶ οὐκ ἀγνοήσει τὸν Δεσπότην, ἀλλ᾽ ἔσται προσκυνητὴς τοῦ σεσωκότος Θεοῦ. Κατώρθωται δὲ τοῦτο διὰ Χριστοῦ κεκληκότος εἰς ἐπίγνωσιν τὸν Ἰσραὴλ, καὶ ἁπάσης αὐτὸν ἀπαλλάξαντος. ἁμαρτίας, καὶ τοῦ προσκυνεῖν ἐθέλειν ξύλοις καὶ λίθοις. <Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.
Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξασθαι τὸ ἀγαθόν. Διότι πρινὴ γνῶναι τὸ παιδίον ἀγαθὸν καὶ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν. Καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἔρημος ἀπὸ προσώπου τῶν δύο βασιλέων.> Ἐκδεδώκασι μέν τινες τῶν τὰς θείας ἑρμηνευσάντων Γραφὰς, τὸ, Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει. Δοκεῖ γε μὴν Ἰουδαίοις τῷ τῆς νεάνιδος ὀνόματι κατασημαίνεσθαι δεῖν τὴν τοῦ Κυρίου Μητέρα, καὶ οὐχὶ δὴ μᾶλλον καλεῖσθαι παρθένον. Οἴονται γὰρ ὅτι τὴν τοῦ μυστηρίου δύναμιν ἀπρακτῆσαι θέμις, εἰ νεᾶνις λέγοιτο, καὶ οὐχὶ δὴ μᾶλλον παρθένος. Ἀμαθαίνοντας δὲ κατὰ πολλοὺς τρόπους κατίδοι τις ἂν αὐτούς. Πρῶτον μὲν γὰρ, κἂν εἰ λέγοιτο νεᾶνις ἡ παρθένος, οὐκ ἔξω κείσεται τοῦ εἶναι παρθένος. Εἶτά φασι περὶ τῆς τοῦ Ἄχαζ γυναικὸς τὸν προφήτην εἰπεῖν τὸ, Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, ἵνα νοῶμεν τὸν Ἐζεχίαν τὸν ἐξ αὐτοῦ γεγονότα. Ἀλλὰ τοὺς τῆς προφητείας οὐ βασανίζοντες λόγους, τὸ ἀπερισκέπτως δοκοῦν ἁρπάζουσιν, εἶτα τὸν ἑαυτῶν οἴονται σκοπὸν ἐμπεδοῦν διὰ τούτου καὶ μόνου. Ἀλλ᾽, ὦ βέλτιστοι, φαίη τις ἂν πρὸς αὐτοὺς, τίς τὸν Ἐζεχίαν ἐκάλεσεν Ἐμμανουήλ;
Ἢ πόθεν ἂν ἐπιδείξειαν ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· Οὐκοῦν ἐῤῥῶσθαι φράσαντες ταῖς ἐκείνων τερθρείαις, τὸ ὀρθῶς τε καὶ ἀληθῶς ἔχον παραδεξόμεθα, τὴν ἁγίαν Παρθένον διὰ τῆς προκειμένης ἡμῖν προφητείας κατασημαίνεσθαι παρὰ Θεοῦ πιστεύοντες. Οὕτω γὰρ ἔσται παράδοξον ἀληθῶς καὶ ὑπερμέγεθες τὸ σημεῖον, εἰς βάθος τε ὁμοῦ καὶ ὕψος κατά γε τὴν θείαν ὑπόσχεσιν γεγονός. Ὁ γὰρ ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγενημένος Υἱὸς μονογενὴς, κεκένωκεν ἑαυτὸν, καὶ λαγόνων ἐξεδόθη τῶν παρθενικῶν τὸ κατὰ σάρκα, οὐκ ἐξ ἀνθρωπίνης καταβολῆς λαβούσης τὴν γένεσιν, ἀλλ᾽ ἐκ δυνάμεώς τε καὶ ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Οὕτω γὰρ εἴρηται πρὸς τὴν ἁγίαν Παρθένον διὰ φωνῆς τοῦ μακαρίου Γαβριήλ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σε.» Τέξεται τοίνυν, φησὶν, υἱόν. Καὶ σὺ, ὦ οἶκος Δαβὶδ, ὁ νῦν, φησὶ, παραιτούμενος τὸ ἐπὶ Θεῷ πεποιθέναι, καὶ παρ᾽ αὐτοῦ σημεῖον αἰτεῖν, εἰς βεβαίωσιν ὧν ἐπήγγελται, διὰ τὸ προσκεῖσθαι μᾶλλον εἰδώλοις, καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, τοῦτ᾽ ἔστιν, ὁμολογήσεις τὸν Θεὸν ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα. Ὅτε γὰρ πέφηνε καθ᾽ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τότε καὶ γέγονε καὶ μεθ᾽ ἡμῶν. Ὁ γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν, γέγονε καθ᾽ ἡμᾶς.
Ἄθρει δὲ ὅπως, ἵνα δείξῃ τὸν αὐτὸν ἀληθῶς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, τίθησιν ἐπ᾽ αὐτοῦ τὰ θεῖά τε καὶ ἀνθρώπινα. Ὅτι μὲν γὰρ ἐν σαρκὶ γέγονε κατ᾽ ἀλήθειαν, πειρᾶται πληροφορεῖν, τροφὴν αὐτῷ γεγενῆσθαι λέγων τὴν νηπίοις πρέπουσαν, βούτυρόν τε καὶ μέλι. Ὅτι δὲ, καίτοι σὰρξ γεγονὼς, οὐδὲν ἧττον ἔσται κρείττων ἁμαρτίας ὡς Θεὸς, διδάσκει πάλιν ἐπιφέρων εὐθύς· Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἄνθρωποι μὲν γὰρ οὔπω πρὸς ἥβην ἐλάσαντες, οὔτε μὴν εἰς μέτρον ἡλικίας ἀφιγμένοι, τῆς ὡς ἀπό τε χρόνου φρονήσει τετιμημένης, οὐδ᾽ ἂν εἶεν ὅλως ἐπιτήδειοι διακρίνειν δύνασθαι, τί μὲν ἂν εἴη τὸ φαῦλον, τί δὲ τὸ ἀγαθόν· καλοῦντος δὲ ἤδη πρὸς τοῦτο καιροῦ, τότε τῶν πρακτέων ἐλευθέραν ποιοῦνται τὴν αἵρεσιν. Ἡ δέ γε θεία καὶ ἀνωτάτω φύσις, οὐκ ἔν γε τοῖς καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἐν ἰδίοις καὶ τοῖς αὐτῇ πρέπουσιν ὑψώμασιν, ἄβατος ἀεὶ πονηρίας ἐστίν· καὶ τοὺς τῆς φαυλότητος ἀποσείεται τρόπους, οὐ πειραζομένη ποθὲν, οὐκ ὄχλησιν ὑπομένουσα, φυσικῶς δὲ μᾶλλον καὶ οὐσιωδῶς ἀπειθοῦσα τῇ πονηρίᾳ.
Καὶ οὐ καθ᾽ ἕτερον, οἶμαι, τρόπον, ἢ ὥσπερ ἂν εἴ τις λέγοι περὶ τοῦ φωτὸς, ὅτι ἀπειθεῖ που εἶναι σκότος. Οὐ γὰρ ἀνέχεται παθεῖν τὸ μὴ εἶναι φῶς. Φύσεως οὖν ἄρα τῆς θείας τὸ ἀεὶ πεπηγὸς εἰς τὸ ἀγαθὸν κατασημαίνει λέγων, ὅτι «Ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Ἀληθὲς δὲ τοῦτο καὶ ἐπ᾽ αὐτοῦ τοῦ Χριστοῦ. Εἰ γὰρ καὶ γεγένηται κατὰ σάρκα διὰ τῆς ἁγίας Παρθένου, Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Λόγος, ἀλλ᾽ ἦν ἐκ μήτρας καὶ πρὸ αὐτῆς, μᾶλλον δὲ καὶ πρὸ παντὸς αἰῶνος ἅγιος ὡς Θεὸς, τῶν ἰδίων πλεονεκτημάτων οὐκ ἀπολισθήσας διὰ τὸ ἀνθρώπινον· ἀλλ᾽ οὐδὲ τῶν ἀνθρωπίνων ἀμελήσας διὰ τὴν οἰκονομίαν· ἵνα πιστεύσηται κατ᾽ ἀλήθειαν γεγονὼς καθ᾽ ἡμᾶς, καὶ αὐτὴν ἡμῶν ἁγιάσῃ τὴν γένεσιν.
Καταλειφθῆναι δέ φησι τὴν γῆν, περὶ ἧς ὑφορᾶται καὶ ἐδεδίει ἐκ προσώπου τῶν δύο βασιλέων. Ὅμοιον δὲ ὡσεὶ καὶ λέγοι σαφῶς· Ὅταν ἡ Παρθένος ἐν γαστρὶ λαβοῦσα τέκοι, σὺ, ὦ οἶκος Δαβὶδ, καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· τότε πάντες οἱ παρενοχλοῦντες τῇ ἁγίᾳ γῇ καταλείψουσιν αὐτήν.
Ἔσται γὰρ οὐκέτι βατὴ τοῖς ἐθέλουσι καταδῃοῦν. Πνευματικὸς δὲ ὁ λόγος. Γεννηθέντος γὰρ τοῦ Ἐμμανουὴλ, ἡ ἀληθῶς ἁγία γῆ καὶ πόλις, τοῦτ᾽ ἔστιν ἡ Ἐκκλησία, γέγονεν ἐν καλῷ τῆς ἐλπίδος, καὶ πάντα πεπάτηκεν ἐχθρὸν, οἳ καὶ ἄμαχον εἰδότες αὐτὴν ἀνακεχωρήκασι, καταλελοιπότες ὡς παρὰ Θεοῦ σωζομένην.
Ἐγὼ γὰρ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.