Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Α', Λόγος ΣΤ'
Η καταδίκη της αλαζονείας του Εφραΐμ και της Σαμάρειας, ο έλεγχος κατά των άδικων αρχόντων και η τελική ήττα των Ασσυρίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α', Λόγος ΣΤ'
Η καταδίκη της αλαζονείας του Εφραΐμ και της Σαμάρειας, ο έλεγχος κατά των άδικων αρχόντων και η τελική ήττα των Ασσυρίων.
ΛΟΓΟΣ ϛʹ. <Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραὴλ, καὶ γνώσεται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ, καὶ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ, ἐφ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους, καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.> Μακρὸς μὲν γέγονε τῷ προφήτῃ λόγος ὁ περί γε τοῦ Ἐμμανουὴλ, ὃν διαπεράνας εὐπαλῶς, πάλιν ἐπάνεισιν ἐπὶ τὰ ἐν ἀρχαῖς· ἦσαν δὲ ταυτί· Ἐπῃτιᾶτο γὰρ λίαν τὸν Ἰσραὴλ, ὡς ἀπειθοῦντά τε καὶ παροτρύνοντα τὸν ἀεὶ σεσωκότα Θεὸν, ταύτης τε ἕνεκα τῆς αἰτίας, τοῖς ἐσχάτοις ἑαυτὸν ἐνιέντα κακοῖς· ἔφασκε γὰρ ὅτι οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ· ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν.
Καὶ ἐθυμώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς. Καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Ὄρη δέ φησι τὰ παρωξυμμένα τοὺς τῶν Ἀσσυρίων βασιλέας· ὑπέροπτοι γὰρ καὶ ἀλαζόνες, καὶ ὑψηλοὶ τὰς φρένας γεγόνασιν. Οἳ καὶ πᾶσαν ἐκ βάθρων κατασείσαντες τὴν Σαμαρείαν, εἷλον αἰχμάλωτον τὸν Ἰσραὴλ, καὶ ἀπεκόμισαν εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων. Διαπεράνας τοίνυν, ὡς ἔφην, τὴν ἀνάῤῥησιν τοῦ Ἐμμανουὴλ, ἕπεται δὴ πάλιν τῷ ἐν ἀρχαῖς προτεθέντι σκοπῷ, καὶ τῆς Σαμαρείας τὴν δῄωσιν ἀφηγεῖται λέγων· «Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπ᾽ Ἰσραήλ.» Ἰστέον δὲ ὅτι καὶ ἡ τῶν Ἑβραίων ἔκδοσις, καὶ ἕτεροι δὲ τῶν ἑρμηνευτῶν, ἀντὶ τοῦ θανάτου τεθείκασι λόγον. «Λόγον» γὰρ, φησὶν, «ἀπέστειλεν ὁ Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.» Λόγον δὲ ὁποῖον; Καταδικάζοντα δηλονότι τῶν ἠσεβηκότων, καὶ ὑποτιθέντα ποιναῖς τοὺς αὐτὸν μὲν καταλελοιπότας, προσκεκυνηκότας τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Εἰτοῦν λέγοιτο, Θάνατον ἀπέστειλε ὁ Θεὸς, εἰτοῦν Ἀρὰν ἢ λόγον, οὐκ ἀσύμβατος ἔσται τῶν ἐννοιῶν ἡ δύναμις, βαδιεῖται δὲ μᾶλλον εἰς ἕνα τε καὶ τὸν αὐτὸν σκοπόν. Διαμέμνηταί γε μὴν ἱστορίας ἐν τούτοις, ἣν ἐρῶ διὰ βραχέων.
Ἔσται γὰρ οὕτω καὶ μόλις καταφανὲς τὸ δηλούμενον. Βεβασιλεύκασι τοίνυν κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, ἤτοι τὸν Ἰακὼβ, ἄνδρες ἀγαθοί τε καὶ πονηροί· οὐδὲν δὲ ἧττον καὶ ἐπὶ τὸν Ἰσραὴλ οἱ ἐκ φυλῆς Ἐφραῒμ ἐν τῇ Σαμαρείᾳ. Ἦν γὰρ ἐκ φυλῆς Ἐφραῒμ καὶ ὁ πρῶτος αὐτῶν βεβασιλευκὼς Ἱεροβοὰμ ὁ τοῦ Νάβατ, ὃς καὶ ταῖς δαμάλεσιν αὐτοῦ ταῖς χρυσαῖς ἀνέπεισε προσκυνεῖν. Τῶν τοίνυν κατὰ καιροὺς βεβασιλευκότων ἔν τε τοῖς Ἱεροσολύμοις καὶ ἐν τῇ Σαμαρείᾳ πλεῖστοι γεγόνασιν, ὡς ἔφην, Θεῷ προσκρούοντες ἀδεῶς, βέβηλοί τε καὶ εἰδωλολάτραι, προσκυνοῦντες τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ξύλοις τε καὶ λίθοις ἀνοσίως λελατρευκότες· ὁποῖός τις ἦν καὶ οὗτος ὁ Ἄχαζ, ὃς καὶ τὰ ἴδια τέκνα διήγαγε διὰ πυρὸς, πλεῖστά τε ὅσα κατὰ τὴν Ἱερουσαλὴμ εἰργάσατο κακὰ, παρανενόμηκε δὲ καὶ εἰς αὐτὸν τὸν θεῖον νεών. Ἐπειδὴ δὲ γέγονεν ἐκ μέσου θανάτῳ κατειλημμένος, διαδέχεται τὸ σκῆπτρον Ἐζεχίας, βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ τοῦ Ἰσραὴλ, ἤτοι τῶν δέκα φυλῶν Ὠσηὲ υἱοῦ Ἠλά. Οὗ διέποντος τὴν βασιλείαν κατεστράτευσε τῆς Σαμαρείας ὁ τῶν Ἀσσυρίων βασιλεύς. Συνεξεῖλε δὲ αὐτῇ καὶ πολλὰς ἑτέρας τῆς Ἰουδαίας πόλεις. Εἶτα μετὰ τοῦτο τοῦ Σενναχειρεὶμ κατατρέχοντος τὴν Ἰουδαίαν σέσωκε Θεὸς παραδόξως τὴν Ἱερουσαλὴμ εὐσεβοῦς ὄντος Ἐζεχίου.
Γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεχίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ἕβδομος τῷ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ, ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει αὐτήν.
Καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν, ἐν ἔτει ἕκτῳ τῷ Ἐζεχίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ἔννατος τῷ Ὠσηὲ βασιλεῖ Ἰσραήλ. Καὶ συνελήφθη Σαμάρεια, καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβιὼρ ποταμῷ Γωζᾶν, καὶ εἰς τὰ ὄρη Μήδων· ἀνθ᾽ ὦν, ὅτι οὐκ ἤκουσαν φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐν ἐτείλατο Μωσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἐποίησαν. Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλέως Ἐζεχίου, ἀνέβη Σενναχειρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ συνέλαβεν αὐτάς. Καὶ ταυτὶ μὲν ἐκ τῶν ἱερῶν Γραμμάτων. Ὅτι δὲ πεπόρθηκε τὴν Σαμάρειαν ὁ Σενναχειρεὶμ, ἀναβαίνων κατὰ τῶν Ἱεροσολύμων, ἐξ ὧν αὐτὸς γέγραφεν ὁ μακάριος Ἡσαΐας ὁ προφήτης ἀκονητὶ διοψόμεθα. Προσπεφώνηκε γὰρ οὕτως Ῥαψάκης τοῖς καθημένοις ἐν τῷ τείχει· Μὴ ὑμᾶς ἀπατάτω Ἐζεχίας, λέγων· Ὁ Θεὸς ὑμῶν ῥύσεται ὑμᾶς.
Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἔστιν ὁ θεὸς Ὀμάθα, καὶ Ἀρφάθ; καὶ ποῦ ἔστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουείμ; μὴ ἐδύναντο σῶσαι Σαμάρειαν ἐκ χειρός μου; Προανῄρηκε τοίνυν τὴν Σαμάρειαν ὁ Σενναχειρεὶμ ταῖς ἄλλαις ὁμοῦ πόλεσί τε καὶ χώραις· εἶτα πεπολιόρκηκε τὴν Ἱερουσαλήμ.
Ἐπειδὴ γὰρ τῆς θείας κατεφλυάρησε δόξης, ἐξῆλθεν ἄγγελος παρὰ Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδας. Οὐκοῦν ἐπειδήπερ ἀφίκετο μὲν κατὰ τῶν Ἱεροσολύμων ὁ Σενναχειρεὶμ, προανεῖλε δὲ τὴν Σαμάρειαν Θεοῦ παραδόντος αὐτὴν, διάτοι τὸ δρᾷν ἑλέσθαι τὰ χείρω τῶν ἐν τοῖς Ἱεροσολύμοις, ἀναγκαίως φησί· «Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.» Ἀλλ᾽ ἐμπέπρησται μὲν ἡ Σαμάρεια ἐν ᾗ κατῴκησεν ὁ Ἰσραὴλ, τοῦτ᾽ ἔστιν, αἱ δέκα φυλαὶ, καὶ ἀπόλωλεν ὁλοτελῶς. Ἦν δὲ οἶμαι σοφὸν ἐννοῆσαι λοιπὸν τοὺς περιληφθέντας ἐν αὐτῇ, ὅτι τὸ προσκρούειν Θεῷ παγχάλεπον ἀληθῶς· εἶτα τοῦτο διεγνωκότας ἐκμειλίσσεσθαι τὸν λελυπημένον χρῆναι δήπου πάντως, καὶ ταῖς εἰς τὸ ἄμεινον μεταβολαῖς καταμαλθάσσειν παρωτρυμμένον. Οἱ δὲ τοῦτο μὲν οὐκ ἔδρων, οὐδὲ εἰς νοῦν ἐδέχοντό ποθεν· ἀπονοούμενοι δὲ καὶ ἔτι μειζόνως ἔφασκον· «Πλίνθοι πεπτώκασιν, ἀλλὰ λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.» Ὦ πολλῆς ἀμαθίας. Πῶς γὰρ οὐκ ἔδει μᾶλλον εἰπεῖν· Προσκεκρούκαμεν ἐξ ἀβουλίας τῷ πάντα ἰσχύοντι Θεῷ;
Ἥλωσάν τε ταύτης ἕνεκα τῆς αἰτίας, αἱ παρ᾽ ἡμῖν πόλεις τε καὶ κῶμαι. Δεῦτε, ταῖς μεταγνώσεσιν ἀποφορτισώμεθα τὴν ὀργήν. Οἱ δὲ ταυτὶ μὲν οὐκ ἔφασκον· περιυβρίζοντες δὲ μᾶλλον τῆς ἐπικουρίας τῆς παρὰ Θεοῦ τὴν ἀσφάλειαν ἔφασκον ὅτι τὰ τῶν πόλεων τείχη τῶν κατὰ τὴν Σαμάρειαν πεποίηντο μὲν ἐκ πλίνθου σαθρᾶς. Ἐὰν δὲ λίθους λαξεύσωμεν, καὶ τὰ ἄσηπτα τῶν ξύλων, συκαμίνους δὲ φημὶ, καὶ κέδρους ἁρμόσωμεν αὐτοῖς καὶ ἀναστήσωμεν πύργον, ἀνάλωτοί τε ἐσόμεθα τοῖς ἐχθροῖς, καὶ ἀπόρθητοι μενοῦμεν.
Οἱ τοίνυν ταῦτα, φησὶν, ἐφ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες, γνώσονται, τοῦτ᾽ ἔστι, μαθήσονται πάλιν, ὅποι ποτὲ βαδιεῖται τὸ σκέμμα αὐτοῖς, καὶ ὅτι πάλιν ἐκτελευτήσει πρὸς ὄλεθρον ἡ βουλὴ αὐτοῖς. Ἰστέον δὲ ὅτι μετὰ τὴν πόρθησιν τοῦ Σενναχειρεὶμ ἐν καιροῖς Ἱερεμίου, πεπολέμηκε τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλέ τε πᾶσαν κατὰ κράτος. καὶ πεπόρθηκε τὴν Σαμάρειαν, καὶ αὐτὴν καὶ τὴν Ἱερουσαλήμ. Οὐκοῦν φησιν ὁ προφήτης Ἱερεμίας· «Ἐπικατάρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον. Καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.» Διασώσει γὰρ οὐδεὶς τὸν ὑπὸ θείαν ὀργὴν γεγονότα. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει,» κατὰ τὸ γεγραμμένον; <Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπ᾽ ὄρος Σιὼν ἐπ᾽ αὐτοὺς, καὶ τοὺς ἐχθροὺς διασκεδάσει· Συρίαν ἐφ᾽ ἡλίου ἀνατολῶν, καὶ τοὺς Ἕλληνας ἀφ᾽ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι.> Ὅτε πλήττει Θεὸς διὰ πολλὰς ἁμαρτίας, ἐπάγει τοῖς πεπονθόσι τὴν μώτωσιν, ἵνα φαίνηται διὰ παντὸς τρόπου καλῶν εἰς μετάγνωσιν, διά τε πόνου φημὶ καὶ παρακλήσεως. Τοιοῦτόν τι καὶ νῦν τοῖς παθοῦσι τὴν δῄωσιν ἐπαγγέλλεται. Ἱστορία δὲ ἀπόδοσιν ἔχει τὸ προκείμενον, ἣν ἀναγκαῖον, ὡς ἔφην, διὰ βραχέων εἰπεῖν.
Τελευταῖος μὲν γὰρ κατὰ πάσης ὁμοῦ τῆς Ἰουδαίας, καὶ μέν τοι καὶ τῆς Σαμαρείας, ὁ παρὰ τοῦ Ναβουχοδονόσορ πόλεμος γίνεται, καὶ ἀπεκομίσθησαν αἰχμάλωτοι, καὶ δεδουλεύκασιν ἐχθροῖς ἑβδομήκοντα ἔτη. Ἐπειδὴ δὲ συμπεπέρασται τοῖς ἀπὸ τῆς ὀργῆς ὁ καιρὸς, κατηλέησε πάλιν ὁ τῶν ὅλων Θεὸς, καὶ δὴ καὶ ἀνεθῆναι παρεσκεύασεν, Κύρου τοῦ Καμβύσου νενικηκότος τοὺς Βαβυλωνίους. Ἐπειδὴ δὲ τὴν ἁγίαν ἀφίκοντο πόλιν οἱ πεπονηκότες, ἀνατειχίζειν ἤθελον αὐτήν. Καὶ δὴ καὶ πεπράχασι, καὶ τὸν θεῖον αὐτῶν ἀνεδείμαντο νεών. Ἀλλ᾽ οὐδὲν ἧττον, καίτοι τοσαῦτα πεπονθόσι, καὶ τὰς τῶν ἀρχαίων πλημμελημάτων ἐκτετικόσι δίκας, ἐπεφύοντο πάλιν ἐκ βασκανίας τὰ περίοικα τῶν ἐθνῶν. Οὐ γὰρ ἤθελον ἰσχῦσαι τὴν Ἱερουσαλήμ. Μάλιστα δὲ τῶν ἄλλων ἁπάντων ἐπέκειντο δριμεῖς οἱ ἀπὸ τῆς Συρίας τῆς γείτονος καὶ τῆς Δαμασκοῦ. Πλὴν νενίκηντο, Θεοῦ σώζοντός τε καὶ ἐπαμύνοντος τοῖς ἐκ τῆς αἰχμαλωσίας. Κεκρατήκασι γὰρ τῶν ἐχθρῶν. Εἶτα χρόνου προϊόντος, Ἀντίοχος ὁ ἐπίκλην Ἐπιφανὴς βασιλεύων τῆς Ἀσίας, λελύπηται μὲν πρὸς τὸν βασιλεύοντα τὸ τηνικάδε τῆς Αἰγυπτίων γῆς Πτολεμαῖον· συγκροτήσας δὲ πόλεμον, νενίκητο μὲν, διεσώζετο δὲ μόλις.
Ἵνα δὲ μὴ ἄπρακτος παντελῶς δράμοι οἴκαδε, οὐδὲν ἔχων τῆς νίκης ὑπόμνημα, κατεστράτευσε τῆς Ἰουδαίας, εἷλε τὰ Ἱεροσόλυμα, καὶ ὑπὸ χεῖρα λαβὼν, πάντα τὰ σκεύη τὰ ἅγια διαρπάσας, Λυσίαν τινὰ στρατηγὸν ἐνίδρυσε τῇ Ἰουδαίᾳ, τηρεῖν ἐπιτάξας αὐτῷ τὴν ἀρχήν. Ἐπειδὴ δὲ ὁ μνημονευθεὶς Ἀντίοχος εἰς τὴν ἑαυτοῦ δεδράμηκε βασιλείαν, πεπολεμήκασιν οἱ Ἰουδαῖοι Λυσίᾳ τῷ στρατηγῷ, καὶ νενικήκασι. Ταῦτα δὴ μαθὼν ὁ Ἀντίοχος ἐκ λύπης τελευτᾷ. Ὑπισχνεῖται τοίνυν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεὸς τοῖς πεπορθημένοις ὑπὸ τοῦ Ναβουχοδονόσορ, διαφυγοῦσι δὲ μόλις τὴν αἰχμαλωσίαν φησίν· «Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπ᾽ ὄρος Σιὼν ἐπ᾽ αὐτούς.» Ἀκούεις ὅπως ὁ πλήξας καὶ μωτοῖ; τίνες οὖν οἱ ἐπανιστάμενοι;
Συρία ἀφ᾽ ἡλίου ἀνατολῶν, καὶ οἱ Ἕλληνες ἀφ᾽ ἡλίου δυσμῶν. Ἕλλην γὰρ ἦν τὸ γένος ὁ Ἀντίοχος, ὁ ἐκ Μακεδονίας ὁρμώμενος. Πρὸς δυσμαῖς δὲ αὕτη. Μέρος γὰρ τῆς Ἑσπέρας ἡ τῶν Μακεδόνων χώρα, μάλισθ᾽ ὅταν ὡς πρὸς σύγκρισιν νοεῖται, κατά γε τὴν θέσιν, τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν. Σύροι δὲ οὖτοι καὶ Δαμασκηνοί. Ἐπειδὴ δέ φησι περὶ τῶν Ἑλλήνων, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι, ἰστέον ὅτι ὠμῶς τε καὶ ἀπανθρώπως προσενήνεκται τοῖς Ἰουδαίοις ὁ Ἀντίοχος, καὶ ἀναριθμήτους ἀπέκτονεν οἰκτρῶς τε καὶ ἐλεεινῶς, ὅτε καὶ ἤθλησαν οἱ Μακαβαῖοι, καὶ τὰ σεμνὰ τῶν ἀνδρῶν ἐκείνων πέπρακται νικητήρια. Ταῦτα δὲ Ἰώσηπος ἱστορεῖ ἐν τῇ περὶ αὐτῶν βίβλῳ. Κατεσθίουσί γε μὴν Ἑλλήνων παῖδες καὶ ἑτέρως τὸν Ἰσραὴλ, καὶ ὅπως εἰπεῖν ἀναγκαῖον. Οἱ μὲν γὰρ παρ᾽ αὐτοῖς ποιηταὶ καὶ λογάδες, εἰς ἄκρον ἥκοντες εὐγλωττίας, καὶ τό γε ἧκον εἰς λόγους, δεινοί τε ὄντες καὶ σοφοὶ, συναρπάζουσιν ἔσθ᾽ ὅτε τὸν νοητὸν Ἰσραὴλ, τοῦτ᾽ ἔστι, καὶ νοῦν ὁρῶντα Θεὸν, καὶ ἀπατῶσι τοὺς ἤδη πιστεύσαντας εἰς Χριστὸν, ὥστε καὶ ἑλέσθαι σὺν αὐτοῖς τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν. Οὗτοι κατεσθίουσιν ὅλῳ τῷ στόματι τὸν Ἰσραὴλ, οἷς οὐ προσεκτέον.
Λόγου μὲν γὰρ λαμπρότης ἔργοις ἀγαθοῖς εἰ ὁρῷτο σύνδρομος, ἔσται καὶ δεκτὴ, καὶ ἁνδάνουσα τῷ Θεῷ. Ψιλὴ δὲ καὶ μόνη τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ καθά φησιν ὁ σοφώτατος Παῦλος, «χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον;» <Ἐπὶ τούτοις ἅπασιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως οὖ ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν.> Σέσωκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς καὶ πλημμελοῦντα τὸν Ἰσραὴλ, καὶ δεδώρηται τὴν ἐπικουρίαν, ὥστε καὶ μείζους γενέσθαι τῶν ἐκ Συρίας τῆς γείτονος, καὶ τῶν ἀφ᾽ ἡλίου δυσμῶν, οἳ κατήσθιον αὐτὸν ὅλῳ τῷ στόματι. Πλὴν ὁ ἐπ᾽ αὐτοῖς θυμὸς Κυρίου, φησὶν, οὐκ ἀπεστράφη, τοῦτ᾽ ἔστιν, οὐ κατέληξεν, ὑψηλὴ δὲ μᾶλλον ἀπομεμένηκεν ἡ τοῦ παίοντος χεὶρ, ἑτοίμως ἔχουσα δηλονότι πληγὰς αὐτοῖς καὶ ἑτέρας ἐπενεγκεῖν. Διὰ ποίαν αἰτίαν; Οὐ γὰρ ἀπεστράφη, φησὶν ὁ λαὸς, οὐδὲ τῶν ἰδίων ἀπέσχετο πλημμελῶν.
Οὐκ ἐξεζήτησε τὸν Κύριον, διά γε τὸ βούλεσθαι τὰ αὐτῷ δοκοῦντα καὶ φίλα φρονεῖν τε καὶ δρᾷν. Μεμενήκασι δὲ τοιαύτην ἔχοντες τὴν γνώμην, ἄχρις ἂν αὐτοῖς ἡ ὑψηλή τε καὶ παναλκὴς ἐπενήνεκται χείρ. Ποία δὲ πάλιν ἡ μετέκεινα πληγὴ, πῶς οὐκ ἄξιον ἰδεῖν; Τελευταῖος μὲν γὰρ, ὡς ἔφην, ὁ Ναβουχοδονόσορ εἷλε τὴν Ἰουδαίαν πᾶσαν. Μετῴκησε δὲ καὶ τὸν Ἰσραὴλ εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἤδη πεπερασμένων τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν, καὶ κατῳκήκασι τὴν Ἱερουσαλὴμ, οὐκέτι διῃρημένων εἰς δύο τῶν φυλῶν, ἀλλ᾽ εἰς ἕνα λοιπὸν οἱ πάντες βασιλέα γεγενημένοι. Τοῦτο γὰρ ἦν τὸ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· «Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν.» Μετὰ τοίνυν τὸ ἐκ τῆς αἰχμαλωσίας ὑπονοστῆσαι σύμπαντας εἰς τὴν Ἰουδαίαν, πεπολεμήκασιν αὐτοῖς οἱ ἀπὸ Συρίας, καὶ οἱ ἀφ᾽ ἡλίου ἀνατολῶν, πλὴν ἥττηνται καὶ αὐτοὶ προασπίζοντος Θεοῦ τῶν λελυτρωμένων. Εἶτα διατετελέκασι τὸν μεταξὺ καιρὸν μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐ ζῶντες αἰσίως, οὔτε μὴν εἰς ἅπαν τῶν ἀρχαίων ἐκείνων πλημμελῶν ἀποφοιτήσαντες, ἀλλὰ γὰρ ἐκτόπως καὶ παρανόμως πολιτευόμενοι, καὶ λίαν ἠμελημένως. Ἐπειδὴ δὲ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ἐπέλαμψεν ὁ Χριστός.
Ἐπέφανε γὰρ ἡμῖν Θεὸς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· τετηρήκασι τὸ ἐξήνιον, καὶ δεδράκασιν ἃ μὴ θέμις, οὐ προσηκάμενοι τὸν παρ᾽ αὐτοῦ λόγον, οὐ πίστει τιμήσαντες. Καὶ τί ταῦτα λέγω; Περιυβρίζοντες ἀνοσίως, καθίκοντο δὲ δυσσεβείας εἰς τοῦτο, καὶ ἀνοσιότητος τρόπων, ὥστε καὶ σταυρῷ παραδοῦναι, καὶ τὸν ἅγιον καὶ δίκαιον ἀρνήσασθαι, καὶ θανάτῳ πειρᾶσθαι περιβαλεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν δικαιοῦντα τὸν ἀσεβῆ· καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐπιλάμψαντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, ἵνα καταργήσῃ θάνατον, καὶ ἀδρανὲς ἀποφήνῃ τῆς ἁμαρτίας τὸ κέντρον. Τούτων ἕνεκα πάντων ἡ τοῦ παίοντος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, καὶ ὁ θυμὸς οὐκ ἀπεστράφη Δέδονται γὰρ ἐς ἐρήμωσιν, πολεμούντων αὐτοῖς Οὐεσπασιανοῦ τε καὶ Τίτου, καὶ ἁπάσης δὲ τῆς Ῥωμαίων χειρὸς, ὅτε καὶ ἄρδην οἱ τάλανες ἀπολώλασιν, κατεμπρησθείσης αὐτοῖς τῆς χώρας, κατασεσεισμένου δὲ αὐτοῦ τοῦ ναοῦ, καὶ πεπτωκότος εἰς ἅπαν, ὥστε λίθον ἐπὶ λίθῳ μὴ ὁρᾶσθαι κείμενον, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἀνεξικακοῦντος τοίνυν ἐπὶ τοῖς ἡμῶν πταίσμασι τοῦ φιλοικτείρμονος Θεοῦ τὸ ἀπονοεῖσθαι παγχάλεπον, χρῆναι δέ φημι διὰ παντὸς ἡμᾶς ἐκμειλίσσεσθαι τρόπου λελυπημένον.
Καὶ μὴ πλημμελοῦντας εὐεργετεῖ· σώζει δὲ ἀπειθεῖν ᾑρημένους διὰ τὴν αὐτῷ πρέπουσαν ἡμερότητα. Μηδεὶς οὖν ἔστω σκληρὸς ἐν ἡμῖν, μήτε μὴν βραδὺς εἰς αἴσθησιν τῶν παρ᾽ αὐτοῦ χαρισμάτων, Ἀλλὰ δι᾽ ὧν ἔγνω καὶ οὐκ ὄντας ἀγαθοὺς εὐεργετεῖν, διὰ τούτων αὐτῶν, ἐς ἐπίγνωσιν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας ἐρχόμενοι, μεταγινώσκωμεν ἐπὶ τοῖς παρῳχηκόσι. Μεταπλάττωμεν δὲ τὸ ἴδιον θέλημα πρὸς τὸ χρῆναι δουλεύειν αὐτῷ, καὶ τοὺς τῆς ἐπιεικείας ἀνθελέσθαι τρόπους. <Καὶ ἀφελεῖ Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας· αὕτη ἡ ἀρχή· καὶ προφήτην, καὶ διδάσκοντα ἄνομα· οὗτος ἡ οὐρά. Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.> Ὑψηλὴν ἀπομεῖναι τὴν τοῦ παίοντος χεῖρα λέγων, οὔποτε τὴν θείαν ὀργὴν καταλῆξαι τὴν ἐπ᾽ αὐτοῖς ἀφηγεῖται λαμπρῶς, καὶ ὁποῖός τις ἔσται κατὰ καιροὺς τῆς ἐπενεχθησομένης αὐτοῖς αἰκίας ὁ τρόπος.
Ἀφαιρεθήσεται γὰρ, φησὶν, ἀπὸ Ἰσραὴλ ἐν ἡμέρᾳ μιᾷ, τοῦτ᾽ ἔστι, καθ᾽ ἕνα καιρὸν, δῆλον δὲ ὅτι πάντως που τὸν τοῦ πολέμου τοῦ παρὰ Ῥωμαίων, κεφαλήν τε καὶ οὐράν. Καὶ τί τὸ αἴνιγμα, διερμηνεύει, λέγων, μέγαν καὶ μικρὸν, τοῦτ᾽ ἔστι, περιφανῆ τε καὶ ἄσημον. Καὶ τίνες ἂν εἶεν οὗτοι, πάλιν προσαπέδειξε προστιθείς· Πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας. Σημαίνει δὲ διὰ τούτων, καθάπερ ἐγῷμαι, τὴν ἱερᾶσθαι λαχοῦσαν φυλὴν, τοῦτ᾽ ἔστι, τοὺς ἐξ αἵματος Λευῒ, οὓς καὶ πρεσβυτέρους ὠνόμαζον οἱ ὑπὸ χεῖρα λαοί. Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ προσπεφωνήκασιν αὐτοῖς, οὕτω λέγοντες· «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρουόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω ὑμῖν καὶ παντὶ τῷ λαῷ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου.» Οὗτοι γὰρ οἱ πρεσβύτεροι, τὴν τοῦ κρίνειν ἔχοντες ἐξουσίαν, οὐκ ὀρθὰς τὰς ἐφ᾽ ἑκάστῳ τῶν παρ᾽ αὐτοῖς κρινομένων ἐποιοῦντο ψήφους, δωροδοκοῦντες ἀπλήστως, καὶ τὰ τῶν πλουσίων θαυμάζοντες πρόσωπα, καίτοι τοῦ διὰ Μωσέως κεκραγότος νόμου· «Κρῖμα δίκαιον κρίνατε·» καὶ τὸ, «Οὐ λήψῃ πρόσωπον ἐν κρίσει,» τιθέντος πανταχῆ. Αὕτη τοίνυν, φησὶν, ἡ ἀρχή· λελόγιστο δὲ καὶ εἰς κεφαλήν. Κεφαλὴ γὰρ λαῶν ἱερεὺς, ὅταν ὡς ἐφ᾽ ἑνὸς νοεῖται σώματος. Συναφαιρεθήσεσθαι δὲ τῷ πρεσβύτῃ φησὶ καὶ προφήτην καὶ διδάσκοντα ἄνομα.
Καὶ τοῦτον εἶναί φησι τὴν οὐρὰν, τοῦτ᾽ ἔστι, τὸ ἑπόμενον. Ἦσαν μὲν γάρ τινες παρὰ τοῖς Ἰουδαίοις, τὸν διὰ τοῦ πανσόφου Μωσέως διερμηνεύοντες νόμον· ἔδρων δὲ τοῦτο διεστραμμένως, τοῖς διὰ Μωσέως λόγοις ἐπάγοντες οὐκ ὀρθῶς παραδόσεις ἀγράφους, ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.
Οὗτοι τὸν τῶν Ἰουδαίων πεπλανήκασι δῆμον, καὶ γαῦρον ἐγεῖραι κατὰ Χριστοῦ πεποιήκασι τὸν αὐχένα. Ἐπειδὴ τοίνυν εἵποντο καὶ οὗτοι ταῖς τῶν ἱερέων γνώμαις, οἳ καὶ ἐν τάξει τέθειντο τῆς κεφαλῆς, οὐρὰν ὠνόμασεν αὐτούς. Ὡς γὰρ ἔφην, ὅταν ὡς ἐφ᾽ ἑνὸς νοῶμεν σώματος, ἕπεται πάντως ἡ οὐρὰ τῇ κεφαλῇ. Ἐπειδὴ δὲ προφήτας ὠνόμασεν αὐτοὺς, οὐχ ἁγίους εἶναι καὶ ἀληθεῖς λογιούμεθα. Προστέθεικε γὰρ τὸ, ὅτι διδάσκουσιν ἄνομα. Πλὴν ἐκεῖνό φαμεν· Ἦσαν μὲν γὰρ ἐν τῷ Ἰσραὴλ ψευδοπροφῆται κατὰ καιροὺς, δηλονότι καθ᾽ οὓς ἦσαν οἱ κατὰ ἀλήθειαν προφῆται. Μετὰ δέ γε τοὺς τῆς αἰχμαλωσίας καιροὺς, ἀραρότως εἰπεῖν οὐκ ἂν δύναιτό τις, ὅτι γεγόνασι κατ᾽ ἐκείνους ἕτεροί τινες· εἰ μὴ ἄρα τις ἐκείνους λέγοι, ὧν καὶ διαμέμνηται Γαμαλιὴλ νομοδιδάσκαλος ὢν, καὶ τίμιος παντὶ τῷ λαῷ, κατά γε τὸ γεγραμμένον ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων.
Προσπεφώνηκε γὰρ οὕτω περὶ τῶν ἁγίων ἀποστόλων τοῖς ἐν τῷ συνεδρίῳ, λέγων· «Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς λέγων τινὰ εἶναι ἑαυτὸν μέγαν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη. Καὶ πάντες ὅσοι εἵποντο αὐτῷ διελύθησαν, καὶ ἐγένοντο εἰς οὐδέν. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ. Κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.» Ἀφαιρεθήσεσθαι τοίνυν φησὶ κεφαλὴν καὶ οὐρὰν, κατά γε τὴν ἀρτίως ἡμῖν προαποδοθεῖσαν διάνοιαν. Πλὴν τοὺς μακαρίζοντας τὸν λαὸν τοῦτον πλανῶντας ἔσεσθαί φησι, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς· οἱ γὰρ τῶν Ἰουδαίων καθηγηταὶ τὴν ἱεράν τε καὶ θείαν πεπιστευμένοι σκηνὴν, καὶ τὰς κατὰ νόμους θυσίας ἐπιτελεῖν ἐπιτεταγμένοι, προὔτρεπον εἰς δωροφορίας τοὺς ὑπὸ χεῖρα λαοὺς, μακαρίους αὐτοὺς εἶναι λέγοντες, εἰ προσάγοιεν ἀμφιλαφῶς. Ἔδρων δὲ τοῦτο πικρῶς, οὐ τῆς εἰς Θεὸν αἰδοῦς μεταποιούμενοι, καὶ πεφροντικότες, ἀλλ᾽ εἰς τὰς σφῶν αὐτῶν ὁρῶντες φιλοκερδίας.
Ταύτῃ τοι, φησὶ, πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς. Ἀκόρεστοι γὰρ ὄντες, ὡς ἔφην, εἰς τὸ βούλεσθαι πλουτεῖν, οὐχ ὅτι προσήκει, διὰ τοῦ τὸν νόμον ἑλέσθαι πληροῦν, τὸν τῶν ὅλων εὐφρᾶναι Θεὸν ἐδίδασκον τοὺς λαούς· προὔτρεπον δὲ μᾶλλον καὶ ταῖς ὑπὲρ δύναμιν καταγεραίρειν προσαγωγαῖς.
Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, οὔτε αὐτοὶ προσήκαντο τὴν πίστιν τὴν εἰς Χριστὸν, κλείοντες δὲ ὥσπερ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐδ᾽ ἑτέρους εἰσελθεῖν συγκεχωρήκασιν εἰς αὐτήν. Ἤδεσαν γὰρ ὅτι τῆς κατὰ νόμον ἀργούσης σκιᾶς, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰσδεδεγμένων, πεπαύσεται πάντως ἡ ἐν τύποις καὶ δι᾽ αἱμάτων λατρεία, ἀργήσουσι δὲ καὶ θυσίαι, τῆς ἐν πνεύματι λατρείας εἰσκεκομισμένης.
Τοῦτο δὲ ἀναίρεσις παντελὴς τῆς ἐνούσης αὐτοῖς ἀκορέστου φιλοκερδίας. <Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῷν οὐκ εὐφρανθήσεται ὁ Θεὸς, καὶ τοὺς ὀρφανοὺς αὐτῶν, καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄδικα.> Ἀποφέρει καὶ νῦν ὁ λόγος ἡμᾶς, ἐκ παραδειγμάτων ἐμφανῶν, εἰς τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητά. Νεανίσκους γὰρ ἐνθάδε φησὶν, οὐχὶ δήπου πάντως τοὺς ἐν εὐρωστίᾳ σώματος, ἤτοι τοὺς ἐν ἀκμαῖς τε καὶ ἥβῃ σαρκικῇ, σημαίνει δὲ μᾶλλον τοὺς οἵπερ ἂν ἔχοιεν εἰς νοῦν καὶ καρδίαν ἰσχὺν τὴν πνευματικὴν, ὥστε δύνασθαι κατορθοῦν καὶ μάλα νεανικῶς τὰ δι᾽ ὧν ἔσονται λαμπροὶ, καὶ Θεῷ γνωριμώτατοι, καὶ ἁπάσης ἐπιεικείας ἔμπλεοι. Τοῖς ὧδε τὴν ἕξιν διακειμένοις, καὶ ὁ μακάριος Ἰωάννης προσπεφώνηκε, λέγων· «Γράφω ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ νενικήκατε τὸν πονηρόν.» Ἀλλὰ πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, γεγόνασί τινες, καὶ παρὰ τοῖς Ἰουδαίοις, καθ᾽ ὃν ἔφην ἀρτίως τρόπον, ἀνδρίζεσθαι μεμελετηκότες, διὰ τοῦ καὶ ἀμωμήτως ἑλέσθαι πληροῦν τὴν παραδοθεῖσαν ἐντολὴν, καὶ τοῖς κατὰ νόμον αὐχήμασιν διαπρέπειν δύνασθαι καὶ μάλα πλουσίως.
Ἦσαν δὲ οὐκ ἀπόβλητοι παρὰ Θεῷ. Καιρὸς γὰρ ἦν ἔτι τῆς ἐν νόμῳ σκιᾶς, καὶ τῆς εὐαγγελικῆς καὶ ἐν Χριστῷ πολιτείας οὔπω πεφανερωμένης, ἐν ἐπαίνοις ἦν ἐκεῖνα πολλοῖς. Οὕτω καὶ γέγραπται περί τε Ζαχαρίου καὶ Ἐλιζάβεθ· «Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις, ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιᾶ, καὶ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλιζάβεθ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.» Κατὰ τοῦτον οἶμαι διαβιῶναι τὸν τρόπον καὶ αὐτοὺς τοὺς ἁγίους προφήτας. Καὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος καίτοι λέγων ἀναφανδὸν, ὅτι γέγονε κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ ἄμεμπτος· «Ἀλλὰ τί ἦν μοι κέρδος; ταῦτα, φησὶν, ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.» Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τοῖς κατὰ νόμον αὐχήμασιν εὐδοκιμοῦντές τινες, ἀνδρεῖοί τε ἦσαν, καὶ νεανικοί. Μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν, πέπαυται τὰ ἐν νόμῳ, μετεφοίτησεν ἡ σκιὰ πρὸς ἀλήθειαν, εἰσκεκόμισται δὲ ἡ ἐν πνεύματί τε καὶ ἀληθὴς λατρεία. Οὐκ οὖν εὐφραίνεται Θεὸς ἐπὶ τοῖς τῶν Ἰουδαίων νεανίσκοις, τοῦτ᾽ ἔστι, τοῖς ἀνδριζομένοις ἔτι, διά γε τοῦ ζῇν ἑλέσθαι νομίμως. Ἀπαράδεκτοι δὲ αἱ δι᾽ αἱμάτων θυσίαι, καὶ σαρκὸς περιτομὴ, βαπτισμῶν διδαχαὶ, καὶ Σαββάτων ἀργεῖαι.
Δεδιδάγμεθα δὲ, ὡς ἔφην, τῆς ἁνδανούσης Θεῷ πολιτείας τὴν ὁδόν. Ἀπόβλητοι δὴ οὖν καὶ μάλα εἰκότως μετὰ τὴν κατάληξιν τῆς σκιᾶς οἱ κατ᾽ αὐτὴν νεανίσκοι· καὶ τοῦ κατοικτείρεσθαι μακρὰν ὀρφανοί τε καὶ χῆραι.
Ὀρφανοὺς δέ φησι, τοὺς οἷον ἀναστροφῆς δεομένους τῆς πνευματικῆς, καὶ παιδαγωγίας τῆς ἐκ διδασκάλων. Χήρας τε ὁμοίως, ψυχὰς εἶναί φαμεν τὰς τοῦ δύνασθαι καρποφορεῖν ἐν ἐνδείᾳ γεγενημένας διά τε τὸ μὴ ἔχειν τὸν ἁπάντων αὐταῖς τῶν ἀγαθῶν μαθημάτων σπορέα τε καὶ χορηγόν. Ὅτι δὲ παιδεύσεως ἀληθοῦς ἠμοιρηκότας εὐρήσομεν τοὺς ἐξ Ἰσραὴλ, διά γε τὴν εἰς Χριστὸν παροινίαν, ἐπαινέσειεν ἂν οὐδείς. Ἐσκοτίσθησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Καὶ συνεκάμφθη τὰ νῶτα αὐτῶν. Καὶ τοῦτο διὰ παντὸς ὡς μὴ δύνασθαι τὰ ἄνω βλέπειν, ἀλλ᾽ οἱονεὶ κεκυφότας, τοῖς γηΐνοις ἐνερηρεῖσθαι πράγμασι. Πείσονται δὲ τοῦτο, φησὶν, οὐ μάτην· ἀλλ᾽ ὅτι πάντες ἄνομοι γεγόνασι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄνομα.
Πῶς γὰρ οὐκ ἄνομοι, καὶ ἁπάσης ἔμπλεοι πονηρίας, οἱ θανάτῳ περιβαλεῖν σπουδάσαντες τὸν καλοῦντα πρὸς ζωὴν, τὸν οὐκ εἰδότα τὴν ἁμαρτίαν, καίτοι τοῦ νόμου λέγοντος σαφῶς· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς;» Πῶς οὐ πᾶσα γλῶσσα τῶν Ἰουδαίων λελάληκεν ἄδικα; Κατεκεκράγεσαν γὰρ τοῦ Χριστοῦ Πιλάτῳ λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Καὶ, «Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.» <Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· διὰ θυμὸν ὀργῆς Κυρίου, συγκέκαυσται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κεκαυμένος, ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ἀλλ᾽ ἐκκλινεῖ εἰς τὰ δεξιὰ, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἅνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραῒμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῆ· ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν.> Ἀκμαζούσης ἔτι τῆς θείας ὀργῆς, ἐπηρτημένης δὲ καὶ αὐτῆς τῆς χειρὸς τῆς ἐπαγούσης τὴν μάστιγα καὶ τὰς αἰκίας αὐτοῖς, ἕκαστα σαφῶς τῶν συμβησομένων προαναγορεύειν πειρᾶται, σωφρονεστέρους τοῖς δείμασι τοὺς ἀκροωμένους ἀποτελῶν.
Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας προαναῤῥήσεις τῶν δεινῶν ἐποιεῖτο Θεὸς, ἵνα δεδιότες τὸ προσκρούειν αὐτῷ, μὴ τοῖς ἐξ ὀργῆς ὑπενεχθεῖεν κακοῖς, ἔξω δὲ μᾶλλον ἀποφέροιντο τῶν δεινῶν. Καυθήσεσθαι τοίνυν τὴν ἀνομίαν ὡς πῦρ. Ἀνομίαν δέ φησιν οὐκ αὐτό που τὸ πρᾶγμα· τοῦτο γὰρ εὔηθες ἢ νοεῖν ἢ λέγειν· ἀλλὰ τοὺς ταῖς ἀνομίαις κατηχθησμένους, ἥκοντάς τε ἤδη πρὸς τοῦτο σκαιότητος τρόπων, ὡς μηκέτι μὲν ἀνόμους, ἀνομίαν δὲ μᾶλλον ὀνομάζεσθαι δεῖν. Οὗτοι τοιγαροῦν ὡς πῦρ καυθήσονται, φησὶ, τοῦτ᾽ ἔστιν, αὐτοὶ καθ᾽ ἑαυτῶν γενήσονται πῦρ. Οὐ γὰρ ἕτερός τις ἐποίσει τὴν φλόγα αὐτοῖς, ἀλλ᾽ ἀρκέσουσιν ἀλλήλοις εἰς τοῦτο αὐτοί. Καυθήσονται δὲ ὡς ἄγρωστις ξηρὰ, καὶ ὡς δάση δρυμῶν. Μαίνονται γὰρ ἀεί πως αἱ φλόγες, εἰς ὕλην πεσοῦσαι τὴν εὐκατάπρηστον· ἄγρωστιν δέ φημι τὴν ξηρὰν, καὶ τὰ ἐν δρυμοῖς ξύλα. Οἶμαι δὲ ἔγωγε τὸν προφητικὸν ἡμῖν λόγον ἐκεῖνα βούλεσθαι δηλοῦν ἐν τούτοις· Οὐεσπασιανοῦ γὰρ καὶ Τίτου, καθάπερ ἤδη προεῖπον, καταδῃούντων τὴν Ἰουδαίαν, καὶ τὰς ἐν αὐτῇ πολιορκούντων πόλεις, πλεῖστος ἦν ὁ ἐν ἑκάστῳ θόρυβος. Τοῦτο μὲν λιμοῦ κατατήκοντος, τοῦτο δὲ τῶν ἐν ἑκάστῃ στασιαστῶν οἴκους τε διαρπαζόντων, ἐπιφυομένων δὲ τοῖς δοκοῦσιν εἶναι διαφανεστέροις, ὡς γενέσθαι φορτικώτερον τὸν ἔξωθεν μάχης τὰ ἐκ τῶν ἐνοικούντων τολμήματα.
Ταῦτα δὲ σαφῶς Ἰώσηπος ἱστορεῖ, Οὐκοῦν καυθήσεσθαί φησιν ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, ἄγρωστιν οἶμαι ξηρὰν, καὶ δάση δρυμοῦ τὴν ἀγελαίαν πληθὺν ὀνομάζων. Ἐμερίζοντο γὰρ κατ᾽ ἀλλήλων εἰς διχονοίας καὶ στάσεις οἱ δῆμοι. Ὅτι δὲ καὶ τῶν εἶναί τι δοκούντων ἅψεται τὸ κακὸν, προσαποφαίνει λέγων· Καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· βουνοὺς οἶμαι λέγων τοὺς τῶν ἄλλων ὑπερκειμένους, καὶ ἀνεστηκότας, ἢ κατὰ τὴν δόξαν, ἢ κατὰ τὸν πλοῦτον, ἢ καθ᾽ ἕτερόν τινα τρόπον.
Ἔφην δὲ ἀρτίως, ὅτι τοῖς εἶναι δοκοῦσι λαμπροῖς ἐπεφύετο δεινῶς τὸ ἐν ἑκάστῃ πόλει στασιάζειν εἰωθὸς, ὡς ἐν ἀπογνώσει δρᾷν, ἃ μηδ᾽ ἂν αὐτὴ δέδρακεν ἔσθ᾽ ὅτε τῶν πολεμίων ἡ χείρ. Καὶ ταῦτα, φησὶ, διὰ θυμὸν ὀργῆς Κυρίου. Συγκέκαυσται γὰρ οὕτως ἡ σύμπασα τῶν Ἰουδαίων γῆ. Ἃ δὲ εἴρηκεν αἰνιγματωδῶς, ταῦτα τοῖς ἀκροωμένοις σαφῆ καθιστὰς, προσεπάγει παραχρῆμα· Καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει. Ὥσπερ γὰρ οἱ μόσχοις ἐπάγοντες πῦρ, παραθήγουσιν εἰς ὀργὰς, καὶ τὰς καθ᾽ ὧν ἂν ἴοιεν ἐφόδους ἁδρωτέρας ποιεῖσθαι παρασκευάζουσιν· οὕτω, φησὶ, καὶ ἕκαστος ἔσται τῶν λαῶν ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Ὅρμηταί τε γὰρ καὶ ἀφιλοικτείρμονες, καὶ ἀδελφοὺς οὐκ εἰδότες, δεινοί τε καὶ ἀγριόθυμοι πάντες ἔσονται κατ᾽ ἀλλήλων, καὶ θηρίων δίκην λιμῷ τεθηγμένων εἰς ἀγριότητα τὴν κατά τινων· ἐκκλινοῦσιν εἰς τὰ δεξιὰ, καὶ φάγονται ἐκ τῶν ἀριστερῶν· τοῦτ᾽ ἔστιν, τῇδε κἀκεῖσε περιστραφήσονται, καταδακόντες τοὺς ἐκ δεξιῶν, τοὺς ἐξ εὐωνύμων, φειδόμενοί τε μηδαμῶς οὐδενὸς, καὶ ἀκόρεστον ἔχοντες τῆς κατ᾽ ἀλλήλων ἐφόδου τὸν πόθον.
Οὐ γὰρ μὴ ἐμπλησθῇ, φησὶν, ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Ὦ παραδόξου πράγματος! Οὐδὲ ἑαυτῶν φείσονται, φησὶν, ὡς ἐξ ἀκράτου μανίας. Ἀπεγνωκότες γὰρ ἅπαξ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων βαδιοῦνται νεανικῶς. Εἶτά φησιν, ὅτι Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραῒμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῆ. Ἐφραῒμ δὲ καὶ Μανασσῆς δύο γεγόνασιν ἀδελφοὶ, καὶ Ἰωσὴφ υἱοί. Ἀλλ᾽ οὐδὲ τοῖς ἐξ αἵματος, φησὶν, εἰς διάθεσιν συνημμένοις βραβεύσει τότε τὴν εἰρήνην· ἡ φύσις· ἀργήσουσι τῆς συγγενείας οἱ νόμοι. Κατεξαναστήσονται γὰρ ἀλλήλων ἀδελφοὶ καὶ ὁμόσποροι, εἷς τε καθ᾽ ἑνὸς, καὶ καθ᾽ ἑτέρου δύο. Φάγεται γὰρ, φησὶ, Μανασσῆς τοῦ Ἐφραΐμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Συγχύσεως οὖν ἄρα τὰ πάντα μεμέστωτο, καὶ ἀδιάκριτα πᾶσι τὰ ἐξ ὀργῆς, καὶ καθ᾽ ὧν οὐ θέμις, καὶ παρ᾽ ὧν οὐ θέμις. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἱστορικῶς ταῖς τῶν Ἰουδαίων ἀγέλαις συνέβη παθεῖν. Παραφυλακτέον δὲ καὶ ἡμῖν αὐτοῖς. Κολάζεται γὰρ τὸ δυσήκοον, καὶ εἴ τις εἰς τοῦτο πέσοι, ὡς ὑπὸ πυρὸς καυθήσεται, καταφλεγούσης αὐτὸν καὶ σαρκικῆς ἡδονῆς, καὶ θερμῆς ἐπιθυμίας.
Ἔξει δὲ καὶ εἰς νοῦν καὶ καρδίαν ἀφόρητον μάχην· κατεξαναστήσεται γὰρ τοῦ πνεύματος ἡ σὰρξ, καὶ ἐν θορύβοις ἔσται πολλοῖς. Διὸ, καθά φησιν ὁ θεσπέσιος Παῦλος· «Ἐν πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Ὑποταττόμενοι γὰρ τῷ Θεῷ περιπατήσομεν ἐν πνεύματι, καὶ κρείττους ἐσόμεθα σαρκικῶν ἐπιθυμιῶν, καὶ τὰς εἰς νοῦν ἔσω νικήσομεν φλόγας, καὶ ἀστασίαστον τηρήσομεν τὴν καρδίαν. Ἡ γὰρ εἰρήνη τοῦ Θεοῦ, καθὰ γέγραπται, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν. <Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ᾽ ἔτι χεὶρ ὑψηλή. Οὐαὶ τοῖς γράφουσι πονηρίαν.
Γράφοντες γὰρ πονηρίαν γράφουσιν· ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσωσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς;
Ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε, τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλήψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν;> Ὅτε τὰς τῶν Ἰουδαίων συμφορὰς, καὶ τὰ ἐσόμενα βλάβη διὰ τῆς τῶν πολεμίων χειρὸς, πλατύτερον ἡμῖν ὁ προφητικὸς ἐξηγεῖται λόγος, τότε δὴ λίαν σοφῶς τε καὶ οἰκονομικῶς ἐπιφέρει τὰς αἰτίας, ἐφ᾽ αἷς ὁ τῶν ὅλων λελύπηται Θεὸς, καὶ πειρᾶται διδάσκειν ὅτι ψῆφος ἐπ᾽ αὐτοῖς ὁσία γέγονε καλοῦσα πρὸς δίκην. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον. Οὐαὶ τοίνυν, φησὶ, τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου. Ἦσαν μὲν γὰρ παρὰ τοῖς Ἰουδαίοις οἱ καλούμενοι γραμματεῖς. Ἔργον δὲ ἦν αὐτοῖς τὸν ἐφ᾽ ἑκάστῳ πράγματι τοῦ νόμου σκοπὸν τοῖς ἐθέλουσι μαθεῖν σαφῆ τε ποιεῖν, καὶ τοῖς τὸ διακρίνειν λαοὺς ἐγκεχειρισμένοις τὰ τοιάδε προσβαλεῖν.
Γέγραπται δὲ, ὅτι «Χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.» Ἡττώμενοι τοίνυν αἰσχρῶν λημματίων, ἀδίκους ἐποιοῦντο τὰς συγγραφὰς, τὸ τῷ θείῳ νόμῳ δοκοῦν ἀνοσίως ἐκκαπηλεύοντες, καὶ οἱονεὶ μίσγοντες τὸν οἶνον ὕδατι, καὶ τὸ καθαρὸν ἀργύριον, ἀδόκιμον ἀποφαίνοντες, ἵνα χήραν ἀδικῶσι, καὶ ἁρπάζωσι κρίματα πενήτων, καὶ τοῖς ἐκ πλεονεξίας κακοῖς ὑπάγωσιν ὀρφανὸν, καθάπερ τινὰ προνομὴν τοῖς ἐθέλουσι πλουτεῖν ἑτοίμως παρεῤῥιμμένην. Ἀλλ᾽ οὗτοι, φησὶ, τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἐπισκοπῆς δέ φησιν ἡμέραν, τὸν τοῦ πολέμου καιρὸν, καθ᾽ ὃν ἐπεσκέψατο Θεὸς τοὺς γράφοντας πονηρίαν, καὶ τὰ ὀρθὰ τοῦ νόμου κρίματα διαστρέφοντας. Ποῖος γὰρ ὑμῖν πλοῦτος βοηθήσει, φησίν; Ὀνήσει δὲ κατὰ τίνα τρόπον τῶν ἐκ πλεονεξίας ὑμῖν συνειλεγμένων ἡ ἄθροισις; Ἠδικήσατε, κατεφθείρατε νόμον, πεπατήκατε τὸν τοῦ νομοθέτου σκοπόν. Εἶτα ὅποι ποτὲ βαδιεῖσθε; τί δὲ καὶ δρῶντες ἢ λέγοντες, διαφεύξεσθε τὴν ἡμέραν τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει. Ἐμάχοντο μὲν γὰρ Ἰουδαῖοι πλειστάκις πρὸς τὰ περίοικα τῶν ἐθνῶν, Ἰδουμαίους τέ φημι καὶ Ἐλαμίτας, Μωαβίτας, καὶ Σύρους, καὶ τοὺς καλουμένους Φιλιστιείμ· συνέβαινε δὲ καὶ ἀμείνους ὁρᾶσθαι πολλῶν κρατοῦντας ἐν μάχαις.
Ἀλλὰ νῦν, φησὶν, ἡ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει· τοῦτ᾽ ἔστιν, Οὐ πρὸς Ἰδουμαίους ὑμῖν ἡ μάχη, οὐ πρὸς Μωαβίτας ὁ πόλεμος· ἀλλ᾽ οὐδὲ πρός τινας τῶν ὁμόρων, ὧν ἔσθ᾽ ὅτε καὶ κεκρατήκατε, καὶ τὴν ἀμείνω λαχόντες ψῆφον ἐν μάχῃ τὸν τῆς εὐκλείας ἀνεδήσασθε στέφανον· ἀλλὰ νῦν ὑμῖν ἡ θλίψις πόῤῥωθεν ἥξει. Ἔοικε δὲ διὰ τούτων, ἢ τῶν Ἀσσυρίων τὴν ἔφοδον, ἤγουν τὴν τῶν Ῥωμαίων ὑποδηλοῦν. Πόῤῥωθεν γὰρ οὗτοί τε κἀκεῖνοι.
Ἐπενηνεγμένης δὲ τῆς θλίψεως, ποῦ καταλήψετε τὴν ἑαυτῶν δόξαν, τοῦ μὴ ἐμπεσεῖν εἰς τὴν ἐπαγωγήν; Κατηνδρίσασθε μὲν γὰρ πολλάκις, φησὶ, τῶν ἐχθρῶν, καὶ τοῖς ἐπιοῦσιν ἀντανιστάμενοι σεσώκατε τὰς παρ᾽ ὑμῖν πόλεις τε καὶ χώρας. Νυνὶ δὲ τὴν ἐπὶ τούτῳ δόξαν ποῦ καταλήψετε; πεσεῖσθε γὰρ πάντες, κατ᾽ οὐδένα τρόπον ὠφελούσης ὑμᾶς τῆς κατὰ τῶν ἑτέρων εὐανδρίας. Τί γὰρ ποιήσετε τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; Ἐπαγωγὴν δέ φησι, τὴν ἐπενεχθεῖσαν αὐτοῖς ὡς ἀπό γε τῆς θείας ὀργῆς, καὶ τὴν ἐκ τοῦ πολέμου συμφοράν. Θεοῦ γὰρ ἐπάγοντος τοῖς πλημμελοῦσι τὰς δίκας τίς ὁ ἀποστρέψων; ἢ ποῖος ἂν τοῖς ὑπὸ ποινὴν καὶ κόλασιν ἐπικουρήσει τρόπος; οὐκ ἔστιν οὐδείς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλει καί φησιν· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Καὶ πάλιν· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Ἀπὸ τότε ἡ ὀργή σου.» Ἀποστρέψει μὲν οὖν οὐδεὶς τὴν θείαν ὀργήν. Καταμαλάσσει δὲ ὥσπερ αὐτὴν ἡ μετάγνωσις· μᾶλλον δὲ οὐδ᾽ ἂν ὅλως σαλεύοιτο τὴν ἀρχὴν, εἰ δὴ βιοῦν ἐθέλοι τις ὀρθῶς καὶ ἐννόμως, καὶ κατά γε τὸ δοκοῦν τοῖς παρ᾽ αὐτοῦ θεσπίσμασιν. <Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ἡ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν.
Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκύλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς ὡς κονιορτόν. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν αὐτῷ, Σὺ μόνος εἶ ἄρχων, καὶ ἐρεῖ; Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνη, οὗ ὁ πύργος ᾠκοδομήθη. Ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν, καὶ Σαμαρείαν; Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι.> Πανταχοῦ τῆς οἰκείας δόξης πεφροντικότα Θεὸν εὑρήσομεν. Χαλεπαίνειν μὲν γὰρ εἰ δή τινας βλέποι καταφρονεῖν ᾑρημένους, καὶ παρ᾽ οὐδὲν ποιεῖσθαι σπουδάζοντας τὸ αὐτῷ δοκοῦν, πάντα δὲ ὥσπερ σείοντας κάλον, εἴς γε τὸ δεῖν ἀπονεῦσαι πρὸς τὰ ἐκτοπώτατα.
Περιτρέπει δὲ τοὺς τοιούτους μονονουχὶ καὶ ἀνασειράζων εὐσθενῶς, εἰς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν αὐτοῖς. Οὕτω γάρ πού φησι καὶ ὁ μακάριος Δαβίδ· «Ἐν χαλινῷ καὶ ἐν κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ.» Ἐπιφέρει δὲ τοῖς πλημμελοῦσι τὴν κόλασιν, οἷόν τινα ῥάβδον εἰς χεῖρας ἐπιδιδοὺς τὴν ἰδίαν ὀργὴν ἀνδράσιν οὐκ ἀγαθοῖς, ἵν᾽ αὐτοὶ γένοιντο κολασταὶ τῶν ἠσεβηκότων. Συμβαίνει δὲ τοὺς εἰς τοῦτο παρειλημμένους φρονῆσαί τι μέγα κατὰ τῶν κεκολασμένων, μᾶλλον δὲ κατὰ τοῦ παραδόντος αὐτούς. Οὐ γὰρ ἐννοοῦσιν ὅτι κεκρατήκασιν αὐτῶν ἐφέντος Θεοῦ, καὶ ψῆφον ἐπάγοντος τὴν τοῦ χρῆναι παθεῖν αὐτούς· οἴονται δὲ ὅτι καὶ σώζειν ἐθέλοντος κεκρατήκασι. Μεθίστησι τοίνυν ἐπ᾽ αὐτοὺς τὴν ὀργὴν, καὶ σφόδρα εἰκότως. Ἐπειδὴ δὲ τοῖς ὑπερηφάνοις ἀντιτάττεται, κατασείει μὲν αὐτῶν τὴν ὀφρὺν, ποιναῖς δὲ ὑποτιθεὶς ταῖς αὐτοῖς πρεπούσαις, πειρᾶται πληροφορεῖν ὅτι μὴ τῆς ἰσχύος ἐκείνων ἔργον ἦν, ἀλλὰ τῶν παρ᾽ αὐτοῦ νευμάτων τὸ κρατῆσαι τῶν κεκολασμένων. Πέπονθέ τι τοιοῦτον ὁ τῶν Ἀσσυρίων βασιλεύς. Ἐπειδὴ γὰρ εἷλε τὴν Ἰουδαίαν, καὶ πεπόρθηκε τὰς πόλεις, μέγα πεφρόνηκεν ἐφ᾽ ἑαυτῷ, καὶ δὴ καὶ ᾤετο τῆς ἁγίας κρατῆσαι γῆς, καὶ παρὰ βούλησιν Θεοῦ τοῦ προεστηκότος αὐτῆς, καὶ σώζειν ὑπισχνουμένου.
Ταύτης ἕνεκα τῆς αἰτίας φησὶν, οὔπω μὲν ἀπεστράφθαι τὸν θυμὸν, ἐπενεχθήσεσθαι δὲ καὶ Ἀσσυρίοις τὸ, οὐαί. Καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρόφασις; Ἡ μὲν γὰρ ῥάβδος, φησὶ, τῆς ἐμῆς ὀργῆς, ἐν ταῖς αὐτῶν δέδοται χερσὶν, παρ᾽ ἐμοῦ δηλονότι, ὥστε καταπαίειν ἐν αὐτῇ τοὺς εἰς ἐμὲ δεδυσσεβηκότας.
Ἐγὼ συνέταξα αὐτοῖς, ὥτε ποιῆσαι σκύλα, καὶ προνομὴν τὸν ἐμὸν λαὸν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. Εἰ μὴ γὰρ τὴν σώζουσαν ἀπέστησα χεῖρα, καὶ γυμνοὺς ἀπέφηνα τῆς ἀεὶ καὶ συνήθους αὐτοῖς, καὶ παρ᾽ ἐμοῦ δοθείσης ἐπικουρίας, οὐδ᾽ ἂν ἥλωσάν ποτε, κρείττους ἀεὶ γεγονότες δι᾽ ἐμοῦ τῶν ἐχθρῶν. Αὐτός γε μὴν ὁ Ἀσσύριος οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται, ἀλλ᾽ ὅσον ἧκεν εἰς τὸν αὐτοῦ νοῦν, ἀπαλλάξει· τοῦτ᾽ ἔστιν, ὀλοθρεύσει ἔθνη οὐκ ὀλίγα. Οἴεται γὰρ ὅτι ταῖς αὐτοῦ δυνάμεσιν ἀνταναστήσεται μὲν οὐδεὶς, κρατήσει γε πάντως ἀμογητὶ, καὶ παντὸς ἔθνους ἔσται δεσπότης, ἀντεξάγοντος οὐδενός. Ἄπληστον δὲ οὕτως ἔχοντι τὴν ψυχὴν, καὶ ἀεὶ τῶν ὅλων κρατεῖν ἐθέλοντι, κἂν εἰ προσίοι τις λέγων· Σὺ μόνος εἶ ἄρχων, τοῦτ᾽ ἔστιν, ἆρα δυνήσῃ μόνος ἁπάσης κατάρξαι τῆς ὑπ᾽ οὐρανόν; Πρὸς τοῦτο, φησὶν, ὑπέροπτον ἀφήσει φωνὴν, ἐκεῖνο λέγων· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος, καὶ Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη; Ἔλαβον Ἀραβίαν, καὶ Δαμασκὸν, καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι. Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη παρὰ τῶν ἀρχαιοτέρων, κεῖται μὲν ἐν ἐσχάτοις τρόπον τινὰ τῆς ἑῴας μέρεσιν, ἐπέκεινα δὲ τῆς Βαβυλωνίων χώρας τε καὶ γῆς.
Ὥσπερ οὖν, φησὶν, ἐξ αὐτῶν τερμάτων τῆς ἑῴας γῆς τῆς ἐμαυτοῦ βασιλείας τέθεικα τοὺς ὅρους, εἷλον δὲ Δαμασκὸν καὶ Σαμάρειαν, ὠφελημένας οὐδὲν ἀπό γε τῶν ἐν αὐταῖς θεῶν· οὕτω καταλήψομαι καὶ τὰς ἔξω χώρας. Μεμνῆσθαι δὲ ἀναγκαῖον ὅτι καὶ Ῥαψάκης, τὰς παρὰ τοῦ βασιλέως Ἀσσυρίων ἀναγγέλλων φωνὰς, προσπεφώνηκε τοῖς ἐν τῷ τείχει καθημένοις· Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων. Μὴ ἀπατάτω ὑμᾶς ὁ βασιλεὺς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι Ῥύσεται ἡμᾶς ὁ Θεός· καὶ μεθ᾽ ἕτερα πάλιν· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουείμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται Ἰσραὴλ ἐκ χειρός μου; Μεγάλα τοίνυν πεφρονηκότα τὸν Ἀσσύριον, καὶ τῆς θείας ὀργῆς καταμειδιᾷν ᾑρημένον ὑποθήσειν ἐπαγγέλλεται ταῖς δίκαις. Ἀπηχθημένον μὲν γὰρ καὶ παρ᾽ ἡμῖν αὐτοῖς τῆς ἀλαζονείας τὸ πάθος. Ὅταν δὲ δὴ καὶ αὐτῆς τῆς θείας καταθρασύνηται δόξης, τότε δὴ τότε τὸ οὐαὶ καὶ σφόδρα δικαίως τοῖς τοῦτο δρᾷν ἐθέλουσι ἐποισθήσεται. <Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ.
Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ ἐν Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς.> Εἰσκεκόμικεν ἀρτίως ὑψηλὰ καὶ ὑπέρογκα πεφρονηκότα τὸν Ἀσσύριον. Ἐπειδὴ γὰρ τὰς τῆς Σαμαρείας ὠλόθρευσε πόλεις οὐκ ἐπικουρούντων αὐταῖς τῶν ψευδωνύμων θεῶν, κατεμπρησθέντων δὲ πάλιν αὐτοῖς τεμένεσι καὶ βωμοῖς. Διατεθειμένου δὲ ὅτι καὶ αὐτὴν ὑπὸ χεῖρα ποιῆσαι τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Ἰουδαίαν, καὶ εἰ μὴ βούλοιτο τυχὸν ὁ προασπίζων αὐτῆς ἀεί τε σώζων Χριστὸς, τὰς αἰτίας εὐθὺς ὁ προφητικὸς ἡμῖν παρατίθησι λόγος τοῦ καὶ αὐτὴν ἁλῶναι τὴν Σαμάρειαν, πλείστας δὲ ὅσας καὶ τῆς Ἰουδαίας πόλεις. Ταύτῃ τοι καὶ μάλα εἰκότως τῶν τῆς δυσσεβείας τρόπων εἰς ἀνάμνησιν ἀποφέρει, ὀλολύζειν τε αὐτοὺς, καὶ κατοιμώζειν κελεύει. Μόνον δὲ οὐχὶ κατατεθηπὼς τὴν ἀπόστασιν ἐκ φιλοθεΐας τῆς ἄγαν ἀναφωνεῖ· Ὀλολύξατε, γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὅπου γὰρ ἔδει ταῖς καθηκούσαις τιμαῖς τὸν τῶν ὅλων καταγεραίρεσθαι Θεὸν, ἐκεῖ παρορᾶται, καὶ τῆς αὐτῷ πρεπούσης τε καὶ ὀφειλομένης τιμῆς ἐστέρηται. Γλυπτοῖς γὰρ τὸ σέβας ἀναθέντες οἱ δείλαιοι, τετολμήκασιν εἰπεῖν τῷ ξύλῳ· «Θεός μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με.» Οὐκοῦν μετ᾽ ἐκπλήξεως οἱονεὶ τῷ προφήτῃ γέγονεν ἀναφώνημα τὸ εἰρημένον· τοῦτ᾽ ἔστιν, γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ.
Τοιοῦτόν τι καὶ διὰ φωνῆς Ἱερεμίου φησὶ περὶ τῆς Ἱερουσαλήμ. Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; ἔφη δέ που καὶ δι᾽ ἑνὸς προφήτου· «Σκοπὸς Ἐφραῒμ μετὰ Θεοῦ, προφήτης παγὶς σκολιὰ, ἐπὶ πάσας ὁδοὺς αὐτοῦ, μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν.» Ἱδρυσάμενοι γὰρ ἐν τοῖς Ἱεροσολύμοις βωμοὺς καὶ χειρόκμητα, τεθύκασι τῇ Βαὰλ, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Δεδράκασι δὲ ταυτὶ καὶ οἱ ἐν τῇ Σαμαρείᾳ. Ὃν τρόπον τοίνυν, φησὶν, ἐποίησα Σαμαρείᾳ, καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς. Οἷς γὰρ ἀδελφὰ τὰ τολμήματα, τούτοις ἕποιτο ἂν εἰκότως καὶ ἰσοπαλὴς ἡ δίκη. Οὐκοῦν ἔλαβε μὲν ὁ Ἀσσύριος καὶ Δαμασκὸν καὶ Σαμάρειαν. Ὁδὸς δὲ τοῦ πράγματος αὐτῷ, καὶ τοῦ κατισχῦσαι πρόφασις, ἡ τῶν εἰδώλων ποίησις ἦν, ἡ ἔν τε τῇ Σαμαρείᾳ, καὶ τοῖς Ἱεροσολύμοις. Ταύτῃτοι καὶ τοῖς τὰ τοιάδε δρᾷν εἰωθόσιν, τὰς πρεπωδεστάτας ἐζήτηνται δίκας.
Χαλεπὸν οὖν ἄρα, καὶ ὀργῆς ἡμῖν τῆς παρὰ Θεοῦ πρόξενον ἡ τῶν εἰδώλων ποίησις πανταχοῦ, κἂν εἴ τις εἰς νοῦν καὶ καρδίαν τοῦτο δρῴη τυχόν. Ἀποφέρει γὰρ κἀκεῖνα τῆς εἰς Θεὸν ἀγάπης, καταγοητεύοντα τὴν καρδίαν, καὶ ἐφ᾽ ἃ μὴ προσῆκεν ἐξέλκοντα. <Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.
Εἶπε γάρ· Τῆ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως, ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.> Οὐκ ἔξω κοινῆς γενήσεσθαι τὸν Ἀσσύριον τὰ οὕτως ὑπέρογκα πεφρονηκότα φησί. Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, κατὰ τὸ γεγραμμένον, καὶ τῶν τῆς ἀλαζονείας αἰτιαμάτων τοὺς ταύτην νενοσηκότας πράττεται μὲν ἀεὶ τοὺς λόγους, ἀποφαίνει δὲ αὐτοὺς οἰκτροὺς καὶ κατεῤῥιμμένους, ὡς ἂν εἰδεῖεν μὴ ἐπαίρειν εἰς ὕψος τὸ κέρας, κατὰ τὸ γεγραμμένον· εἶεν δὲ μᾶλλον ἐπιγνώμονες τῆς ἑαυτῶν φύσεώς τε καὶ ἀσθενείας. Ὅταν γὰρ, φησὶ, συντελέσῃ πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, τοῦτ᾽ ἔστιν, ὅταν εἰς τέλος ἔρχηται τὰ τῆς ἐπ᾽ αὐτοῖς ὀργῆς, ἐπάξει τότε τὴν χεῖρα, καὶ τὴν καταπαίουσαν ῥάβδον, ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων.
Νοῦν δὲ αὐτὸν ἀπεκάλεσε μέγαν, οὐ πρὸς ἐπαίνου τὸ χρῆμα τιθεὶς αὐτῷ, καταψέγων δὲ μᾶλλον, ὡς οὐδὲν ἕτερον ὄντα πλὴν ὅτι μόνον ὑπεροψίαν τὴν θεομισῆ. Πεφρόνηκε γὰρ ἀνθρώπινον μὲν οὐδέν· ὅσα δὲ καὶ τάχα καὶ πᾶσαν τὴν γενητὴν ὑπερνήχεται φύσιν. Ἐπάξει τοίνυν ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· ὀφθαλμῶν δέ φησιν ἐν τούτοις, ἀντὶ τοῦ τῶν ἐννοιῶν, ἤτοι τῶν ἐνθυμημάτων. Ὑψηλὰ γὰρ, ὡς ἔφην, καὶ ὑπέρογκα ταυτί. Θεὸς δὲ ὑπάρχων, καὶ εἰς καρδίαν ὁρῶν καὶ νεφροὺς, εἰδώς τε τὰ κεκρυμμένα, καὶ ἡμῖν αὐτὰ καθίστησιν ἐναργῆ, καί φησιν. Εἶπε γάρ· Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας. Ἄθρει δὴ οὖν ὅπως, ὡς τῆς ἄνωθεν ἐπικουρίας οὐ δεδεημένος, ταῖς ἑαυτοῦ δυνάμεσιν ἀνάπτει μόναις τὸ πάντα δύνασθαι δρᾷν, ὅσαπερ ἂν βούλοιτο· οἴεται δὲ ὅτι καὶ σοφὸς οὕτως ἐστὶν, καὶ στρατηγικὸς, ὡς καὶ μάλα ῥᾳδίως ἐφ᾽ ἑαυτὸν, δύνασθαι μεθιστᾷν τὰ ὅρια τῶν ἐθνῶν, διαῤῥηγνῦναί τε αὐτῶν τὴν ἰσχὺν, καὶ ἐν προνομῇ ποιεῖσθαι, καὶ κατασείειν πόλεις, οὐκ ἀνάνδρους καὶ ἠρημωμένας, ἀλλ᾽ εἰ καὶ πλείστους ὅσους, καὶ ἀναριθμήτους ἔχοιεν τοὺς κατοικοῦντας ἐν αὐταῖς. Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἀλαζονείας αὐτῷ.
Περιαυτίζεται γὰρ καὶ ἁπάσης ὅτι καταδράξηται τῆς ὑπ᾽ οὐρανὸν, καὶ λίαν εὐκόλως, ἑτοίμως τε καὶ ἀμαχεὶ διατέθειται καὶ φρονεῖ κατά γε τὸ εἰς νοῦν ἧκον αὐτῷ. Καταλήψομαι γὰρ, φησὶ, τὴν οἰκουμένην ὅλην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὦ δεινῆς ὑπεροψίας, ὢ λογισμῶν ἀσυνέτων! Ὡς ἑνὸς στρουθίου καλιὰν τὴν σύμπασαν βλέπει, ὠοῖς καταλελειμμένοις ὑπὸ τῆς θαλπούσης ὄρνιθος παρεικάζει τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, ἵν᾽ ὡς δράκων ἐπελθὼν καταπίῃ. Μισεῖ δὲ τοὺς ἀντιλέγοντας, καὶ οὐδ᾽ ὅσον εἰπεῖν εἰς λόγους ἥξειν αὐτῷ προσδοκᾷ τοὺς πολιορκουμένους. Ταυτὶ πρέποι ἂν καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέρειν τοῦ Σατανᾶ.
Καὶ γάρ ἐστιν αὐτὸς ὁ τῆς ὑπερηφανίας πατήρ. ᾨήθη δὲ ὅτι καταλήψεται τὴν οἰκουμένην ἀντιπράττοντος οὐδενός. Ἀλλ᾽ οὐχ οὕτω ποθέν· ἐκβέβηκε δὲ μᾶλλον αὐτῷ πρὸς πᾶν τοὐναντίον τῶν πραγμάτων τὸ πέρας. Ἀντείρηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός· καὶ οὐκ ἀντείρηκε μόνον, ἀλλὰ καὶ ὑπερήθλησε τῆς ἁπάντων ζωῆς, νενίκηκε τὸν ἀλητήριον, καὶ τοῖς τῶν ἁγίων ὑπέστρωσε ποσίν. Ἔφη γὰρ αὐτοῖς· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» <Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Ὡσαύτως ἐάν τις ἄρη ῥάβδον ἢ ξύλον· οὐχ οὕτως, ἀλλ᾽ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.> Διελέγχει σαφῶς τὸν Ἀσσύριον, εἰκῆ τε ἀναφυσώμενον, καὶ ἠγνοηκότα παντελῶς, ὡς ἥκιστα μὲν τῆς αὐτοῦ χειρὸς ἔργον γέγονε τὸ ἀπολέσαι τὴν Σαμάρειαν, ἑλεῖν δὲ σὺν αὐτῇ καὶ τὰς ἑτέρας πόλεις, ψήφου δὲ μᾶλλον τῆς ἄνωθεν ἐπιφερούσης αὐτῶν τοῖς ἀφόρητα δεδυσσεβηκόσι, καθάπερ τινὰ πέλεκυν, ἢ ῥάβδον ἢ ξύλον. Εἰπὲ γάρ μοι, φησὶν, ὦ πάντων ἀνούστατε, μὴ ἀξίνη δοξασθήσεται ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ. Πέλεκυς μὲν γὰρ ἄριστα τεθηγμένος καὶ τομὸς ἐπιτηδείως ἂν ἔχοι πρὸς τὸ ἀποκείρειν δύνασθαι τὰ ἐν ἀγροῖς ξύλα.
Ἆρ᾽ οὖν ἐπαινέσαι τις τὴν ἀξίνην, ὡς τοῦτο δρᾷν δυναμένην, δίχα τοῦ κόπτοντος ἐν αὐτῇ; Ἐνεργήσει δὲ τί καθ᾽ ἑαυτὸν ὁ πρίων, εἰ μή τις ἕλκοιτό τε αὐτὸν, καὶ κατωθήσειε πάλιν; Εἰ δὲ δή τις καθ᾽ ὁτιοῦν ἢ ῥάβδον, ἢ ξύλον· ἆρ᾽ οὐχ οὕτως ἔσται πάλιν; Κείσεται μὲν γὰρ ἡ ῥάβδος εἰς γῆν, ἔῤῥιπται δὲ καὶ τὸ ξύλον, ἀλλ᾽ εἴ τις λαβὼν ἐπάγοι τισὶ, τότε δὴ πάντως εἰς ἔργον ἥξει τὰ δι᾽ αὐτῶν. Τί τοίνυν φησὶ πεφρόνηκας ὑψηλά; Τί δὲ τὴν ὀφρὺν ἀνασπᾷς; Οἴει ὅτι ἰδίᾳ δυνάμει κατώρθωκας αὐτὸς τὸ ἑλεῖν τὰς πόλεις, ἐν οὐρανοῦ τάξει παραληφθεὶς παρὰ τῆς ἐκεῖνα ποιούσης χειρὸς, δηλονότι τῆς θείας· Οὐ σὴ τοιγαροῦν ἡ δόξα· Θεοῦ δὲ μᾶλλον τοῦ καθάπερ τινὰ πέλεκυν, ἢ ῥάβδον, ἢ ξύλον τὴν σὴν ἐπάγοντος ὠμότητα τοῖς αὐτῷ προσκεκρουκόσιν. Ἔσῃ τοίνυν οὐχ οὕτω, φησὶν, ὡς ᾠήθης αὐτός. Οὔτε μὴν ἐν ταυτότητι δόξης διαμενεῖς, ἀλλ᾽ οὐδὲ ταῖς οὕτως ἁβραῖς ἐνσπαταλήσεις τιμαῖς. Οὐ τῇ ἰσχύϊ ποιήσεις, οὐδὲ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελεῖς ὅρια ἐθνῶν. Οὐ καταλήψῃ τὴν οἰκουμένην ὡς ὠὰ καταλελειμμένα. Ἀλλ᾽ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.
Τιμὴν δὲ αὐτοῦ φησι, τὴν ὑπ᾽ αὐτῷ πράττουσάν τε καὶ ὑποκειμένην στρατιάν. Ἐπ᾽ αὐτῇ γὰρ δεδόξαστο. Πῦρ οὖν ἥξει κατ᾽ αὐτῆς, φησὶ, καὶ καταφλέξει τὴν σὴν τιμήν. Τίνα δὲ τρόπον καὶ τοῦτο γέγονε, διατρανοῖ πάλιν, καὶ οὐκ εἰς μακράν. <Καὶ ἔσται τὸ φῶς τῷ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡς χόρτον τὴν ὕλην. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοὶ, καὶ οἱ δρυμοί. Καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Καὶ ἔσται ὁ φεύγων ὡς φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ᾽ αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐτούς.> Δυσέφικτον σφόδρα τὸ εἰρημένον, καὶ ἡ τῆς λέξεως συνθήκη τὴν ἀπόδοσιν ἔχει δυσχερεστάτην. Σαφηνιοῦμεν δὲ πάλιν, τὸν ἔν γε τοῖς προκειμένοις κρυπτόμενον νοῦν, ἐκεῖνα προειρηκότες. Εἷλε μὲν γὰρ τὴν Σαμάρειαν ὁ Σαλαμανασὰρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, ἀπέστειλε δὲ Ῥαψάκην ἐκ Λαχεῖς εἰς Ἱερουσαλὴμ, ὃς ἐλθὼν, καὶ πολιορκήσας αὐτὴν προσλελάληκε τοῖς ἐν τῷ τείχει τὰ παρὰ τοῦ πεπομφότος αὐτὸν, προσετίθει δὲ τούτοις τὰς κατὰ τοῦ Θεοῦ δυσφημίας λέγων, ὅτι Οὐ μὴ ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων. Πρὸς δὴ τὰ τοιάδε δεδυσφορηκὼς ὁ βασιλεὺς Ἐζεκίας τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτὰς λέγων· Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Ῥαψάκου, οὓς ἐξαπέστειλε βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα.
Ἐπηγγέλλετο δὲ Θεὸς τὴν σωτηρίαν αὐτοῖς. Καὶ δὴ καὶ ἐξῆλθεν ἅγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οὗ δὴ γεγονότος, ἐβάλλετο μὲν ὁ Ἀσσύριος ἀφορήτῳ δείματι. Ἀκούσας δὲ ἀγγελίαν ὅτι Σαρσαθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατὰ τῆς γῆς αὐτοῦ σὺν ὀλίγοις παντελῶς τοῖς περιλελειμμένοις, ᾤχετο φυγάς. Τοῦτο καὶ νῦν ὁ προφητικὸς ἡμῖν αἰνιγματωδῶς διερμηνεύει λόγος. Φῶς μὲν γὰρ γέγονε τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς τὸν καταφωτίζειν ἰσχύοντα διορισάμενος νόμον. Ἀλλὰ τοῦτο, φησὶ, τὸ φῶς τὸ ὑπάρξαν τῷ Ἰσραὴλ, οὐ φῶς ἔσται τοῖς Ἀσσυρίων στρατεύμασιν, ἀλλ᾽ εἰς πῦρ ὀλοθρεῦον. Ὅτι δὲ οἰκεῖον αὐτῷ καὶ ἀνατεθειμένον ἡγεῖται λαὸν ὁ τῶν ὅλων Θεὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις διὰ τοῦ πορὸς τοῦ ἐκκαυθέντος ἐν τοῖς Ἀσσυρίοις, διδάξει τοὺς ἁπανταχῆ. Καὶ τοῦτό ἐστι τὸ, «Ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ.» Τὸ γὰρ ἁγιάζεσθαι λεγόμενον, οὐχὶ παντὸς ἁγιασμοῦ μετέχον ἔσται, σημαίνει δὲ μᾶλλον καὶ τὸ εἰς δόξαν ἀνατεθειμένον τῷ Θεῷ. Οἷόν τί φησι πρὸς Μωσέα· «Ἁγίασόν μοι πᾶν πρωτότοκον διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Καὶ τὸ, ἁγίασον, ἐν τούτοις, ἀντὶ τοῦ, ἀνάθες, φησίν. Ἁγιάσει τοίνυν, φησὶ, τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, τοῦτ᾽ ἔστιν, ἀνατεθειμένον αὐτῷ καὶ ἀπόλεκτον ἀποφανεῖ ἐν πυρὶ καιομένῳ· διὰ τοῦ πυρὸς τοῦ ἐκκεκαυμένου κατὰ τῶν Ἀσσυρίων.
Πῦρ δέ φησιν ἐν τούτοις τὸν ἀδόκητον ὄλεθρον. Εἰ μὴ γὰρ ἴδιον ἡγεῖτο λαὸν, οὐκ ἂν ἐξέκαυσε κατὰ τῶν ἐναντίων τὸ πῦρ, ὃ καὶ δεδαπάνηκε καθάπερ χόρτον ἢ ὕλην τὴν τῶν Ἀσσυρίων πληθύν.
Κατ᾽ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, φησὶ, τοῦτ᾽ ἔστι, κατ᾽ ἐκεῖνο τοῦ καιροῦ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Βουνοῖς καὶ δρυμοῖς καὶ ὅρεσι παρεικάζει καλῶς αὐτήν τε τὴν τῶν Ἀσσυρίων πληθὺν, καὶ τοὺς ἡγουμένους αὐτῆς, καὶ τῶν ἄλλων ὑπερανέχοντας καθάπερ βουνοὺς ἢ ὄρη. Ἀλλ᾽ οὗτοι μὲν ἀποσβεσθήσονται· τοῦτ᾽ ἔστιν, οἱ πάλαι θερμοὶ καὶ δεινοὶ, καὶ οὐχ ἑκόντες ἀποψυχθήσονται. Τοῦτο γὰρ τὸ ἀποσβεσθήσονται, δηλοῖ. Καταφάγεται γὰρ αὐτοὺς ὁ θάνατος, μονονουχὶ καὶ ψυχὰς δαπανῶν καὶ σώματα.
Ὅτι μὲν γὰρ οὐ συνανῄρηνται τοῖς σώμασιν αἱ ψυχαὶ παντί τῳ σαφές. Ὑπεμφαίνει δὲ διὰ τούτων τὸ τῆς ὀργῆς εὐσθενές. Ἀλλ᾽ ἔσται, φησὶν, ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἱ καταλειφθέντες ἀπ᾽ αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐτούς.
Ὀλίγοι γὰρ παντελῶς, ὡς ἔφην, ὡσεὶ φλογὸς καιομένης ἀποπηδήσαντες μόλις συναπέδραμον τῷ βασιλεῖ. Τοσούτους δὲ εἶναί φησι τὸν ἀριθμὸν αὐτοὺς, ὡς μὴ ὑπερκεῖσθαι καὶ τὴν παιδὸς ἔτι νηπίου φρένα, τὸ δύνασθαι γράφειν, ἢ ἀπομετρεῖν αὐτούς. Ἔχει γὰρ ἡ Ἑβραίων παράδοσις, ὅτι μόνοι περιελείφθησαν δέκα τὸν ἀριθμὸν, οἱ μετὰ Ῥαψάκου τὸ συμβὰν ἀπαγγείλαντες τῷ τῶν Ἀσσυρίων βασιλεῖ. Ταῦτα τῆς ὑπεροψίας τῆς ἐκείνου τὰ ὀψώνια. Χρήσιμος δὲ καὶ εἰς ἡμᾶς ὁ τύπος. Εἰ γὰρ δὴ βούλοιτό τις ἔξω τε εἶναι τῆς θείας ὀργῆς, καὶ μὴ τοῖς θείοις ἀναλῶναι κακοῖς, παραιτεῖσθαι λίαν τὸ νοσεῖν ἐθέλειν τῆς ἐκείνων δυστροπίας τὰ συγγενῆ τε καὶ ἶσα. <Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ᾽ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα.> Ἐκκεκαυμένου τοῦ πυρὸς κατὰ τῆς Ἀσσυρίων στρατιᾶς, δύο ταῦτα κατορθωθήσεται καὶ ὑπάρξει, φησίν· ὁ μὲν γὰρ ἀλαζών τε καὶ ἀλητήριος, καταλήξει καὶ οὐχ ἑκὼν τῆς οὕτω δεινῆς καὶ ἀπηχθημένης ὀφρύος. Οἰχήσεται γὰρ δεδιὼς, καὶ ἀδοκήτως κατῃσχυμμένος.
Εἴσεται δι᾽ αὐτοῦ τοῦ πράγματος, καὶ εἰ μὴ βούλοιτο τυχὸν, ὅτι τῆς θείας ὀργῆς κατὰ τῶν ἡμαρτηκότων γέγονεν ὄργανον, καὶ οὐκ αὐτός που πάντως ὡς ἐξ ἰδίας ἰσχύος πεπλεονέκτηκεν αὐτούς.
Καὶ ταυτὶ μὲν τῷ Βαρβάρῳ συμβήσεται. Τοῖς γε μὴν ἐξ Ἰσραὴλ πρὸς ὠφελείας ἔσται τὸ θαῦμα, καὶ οἱ κατάλοιποι τῶν ἐν Σαμαρείᾳ, τοῦτ᾽ ἔστι, τοῦ Ἰσραὴλ, καὶ μέντοι τοῦ Ἰακὼβ, τοῦτ᾽ ἔστι, πάλιν τῶν δύο φυλῶν τῶν οὐσῶν ἐν τοῖς Ἱεροσολύμοις, τῆς ἀρχαίας ἀποπεπαύσονται πλάνης, καὶ ψυχρῶν καὶ ἀνονήτων ἐννοιῶν. Οὐ γὰρ ἔσονται πεποιθότες ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς. Ἐπειδὴ γὰρ πέπτωκεν ὁ πολέμιος ἀγγέλου χειρὶ δαπανώμενος, ἐγνώκασιν ἀκριβῶς τὴν πάντα ἰσχύουσαν τοῦ σώζοντος δεξιὰν, αὐτὸν δὲ ποιήσονται σωτῆρα καὶ λυτρωτὴν, καὶ ἐπ᾽ αὐτῷ πᾶσαν ἕξουσι τὴν ἐλπίδα, περιπτύσαντες τοὺς ἠδικηκότας αὐτούς. Τίνες δὲ οὗτοι, καὶ τίνα τρόπον ἠδικήκασιν εἰπεῖν ἀναγκαῖον. Σέσωκε μὲν γὰρ τοὺς ἐξ αἵματος Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, προεστηκώς τε καὶ προασπίζων, καὶ ἀποφαίνων κρείττονας τῶν ἀνθεστηκότων. Ἐπειδὴ δὲ ἐτράποντο πρὸς ἀντίστασιν, καὶ οἱ μὲν δαμάλεις ἐτεκτήναντο χρυσᾶς· οἱ δὲ τὸν Χαμὼς καὶ Βεελφεγὼρ, καὶ αὐτοῖς ἀνῆπτον τὸ σέβας· προσκεκυνήκασι δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ· παρεδίδου κατὰ καιροὺς ὁ τῶν ὅλων Θεὸς τοὺς ἀνθεστηκότας ποτὲ μὲν τοῖς κύκλῳ καὶ περιοικοῦσι τὴν Ἰουδαίαν ἔθνεσιν, Ἰδουμαίοις τέ φημι καὶ Μωαβίταις, καὶ τοῖς ἐξ Ἐλὰμ, ποτὲ δὲ τοῖς μακρὰν, Ἀσσυρίοις τέ φημι καὶ Αἰγυπτίοις.
Πολέμου τοιγαροῦν κατασκήπτοντος καὶ περιηγγελμένου τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, πῶς οὐκ ἄμεινον τοὺς ἐξ Ἰσραὴλ ἀπολογεῖσθαι λελυπημένῳ τῷ πάντα ἰσχύοντι Θεῷ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀποσκευάζεσθαι τὴν ὀργήν; Ἔδει γὰρ ἐκ μέσου τὴν βέβηλον τῶν εἰδώλων ποιεῖσθαι πληθὺν, καὶ αὐτὸν ἐπιγράφεσθαι σωτῆρα καὶ λυτρωτήν.
Ἀλλὰ τούτων μὲν ὀλίγος ἦν παντελῶς ὁ λόγος αὐτοῖς. Ἐπρέσβευον δὲ ποτὲ μὲν πρὸς Αἰγυπτίους, ποτὲ δὲ πρὸς Ἀσσυρίους, καὶ τὰς παρ᾽ αὐτῶν ἐπικουρίας ἐκάλουν. Ἐντεῦθεν, οἶμαι, Θεὸς, καὶ ἔτι μειζόνως ἐπ᾽ αὐτοῖς κατεθήγετο. Ἠδικήκασι τοίνυν τόν τε Ἰσραὴλ, καὶ τὸν Ἰακὼβ, τοῦτο μὲν οἱ ψευδώνυμοι θεοὶ, τὴν θείαν ἐπ᾽ αὐτοῖς καλοῦντες ὀργὴν, καὶ ἐπ᾽ αὐτοῖς πεποιθέναι παρασκευάζοντες· τοῦτο δὲ οἱ χρήμασί τε καὶ δώροις πωλοῦντες αὐτοῖς τὴν ἀνόνητον ἐπικουρίαν. Δαπανηθείσης τοίνυν, φησὶ, τῆς τῶν πολεμίων πληθύος ἐν μιᾷ νυκτὶ, λοιπὸν ἔσονται πεποιθότες ἐπὶ Θεῷ, καὶ διὰ πείρας αὐτῆς ἐγνωκότες τὴν παναλκῆ τοῦ σώσαντος δεξιὰν, οὐκ ἐπὶ τοῖς ἀδικήσασιν αὐτοὺς ποιήσονται τὴν ἐλπίδα, ἀλλ᾽ ἐπ᾽ αὐτὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Οὐ γὰρ ξύλοις καὶ λίθοις ἔτι θαρσήσουσιν, αὐτὸν δὲ μᾶλλον ποιήσονται τὴν ἰσχὺν, ὃς γέγονεν αὐτοῖς ἐπίκουρός τε ἀεὶ, καὶ προασπιστὴς, ὅπλον καὶ τεῖχος ἀῤῥαγές. <Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.
Λόγος γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.> Ὅτι τῶν ἀπειθεῖν ᾑρημένων, καὶ πολὺ νενοσηκότων τὸ ἀπηνὲς καὶ δυσάγωγον οὐδεὶς ἂν γένοιτο παρὰ Θεῷ λόγος, σώζει γε μὴν καὶ φειδοῦς ἁπάσης ἀξιοῖ τὸν εὐπειθῆ καὶ εὐήνιον, διὰ τούτων ἡμῖν εὖ μάλα καταδηλοῖ. Ἀφῖκται μὲν γὰρ ὁ Ἀσσύριος κατὰ παντὸς τοῦ Ἰουδαίων ἔθνους· καὶ σκοπὸς ἦν αὐτῷ, φείσασθαι μὲν οὐδενὸς, ἄρδην δὲ πᾶσαν ἀποκεῖραι τὴν χώραν, καὶ κένανδρον ἀποφῆναι, καὶ τῶν ἐνοικούντων ἔρημον. Καὶ ὠλόθρευσε μὲν τὴν Σαμάρειαν, συνεξεῖλε δὲ αὐτῇ τῆς Ἰουδαίας οὐκ εὐαριθμήτους πόλεις· σέσωκε δὲ παραδόξως Θεὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις. Τίς οὖν ὁ τοῦδε λόγος; Ναὶ, φησὶν, ἐπειδὴ γὰρ οὐχ ἅπας δεδυσσέβηκεν ὁ Ἰσραὴλ, ἀλλ᾽ ἦσαν τάχα πού τινες, οἱ καὶ δυσφοροῦντες ἄγαν ἐπὶ τοῖς δυσσεβοῦσιν εἰς Θεὸν, ταύτῃτοι γέγονεν ὁσία τε καὶ δικαιοτάτη ψῆφος, κατὰ μόνων ἄγουσα τὴν δίκην τῶν ἡμαρτηκότων. Ὅτι δέ ἐστιν ἀληθὴς ὁ λόγος ἀπονητὶ καταθρήσομεν, καὶ ὡς ἀπό γε τῶν γεγραμμένων ἐν τῷ προφήτῃ Ἰεζεκιήλ. Ἔφη μὲν γὰρ τεθεᾶσθαι τινὰς τῶν ἐξ Ἰσραὴλ προσκυνοῦντας τῷ ἡλίῳ, Θεοῦ δὲ λέγοντος ἀκοῦσαι περὶ αὐτῶν· «Ἑώρακας, υἱὲ ἀνθρώπου, μὴ μικρὸν τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας. Καὶ ἐπέστρεψαν τοῦ παροργίσαι με.»
Εἶτά φησιν ἄνδρα τεθεᾶσθαι ποδήρη τε ἔχοντα καὶ διεζωσμένον· καὶ πρὸς αὐτὸν εἰπεῖν τὸν τῶν ὅλων Θεόν· «Δίελθε μέσην τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις, ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. Καὶ τούτοις εἶπεν ἀκούοντός μου· Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν. Καὶ μὴ ἐλεήσητε, πρεσβύτερον καὶ νεανίσκον, καὶ παρθένον καὶ νήπια. καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν. Ἐπὶ δὲ πάντας ἐφ᾽ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» Ἄθρει δὴ οὖν ὄπως κατασφραγίζει Θεὸς τῇ παρ᾽ ἑαυτοῦ χάριτι τὸν εὐσεβῆ τε καὶ γνήσιον. Καὶ ἐφ᾽ οἷς ἂν ἕτεροι προσκρούειν ἀποτολμῶσιν αὐτῷ, χαλεπαίνοντά τε καὶ κατοιμώζοντα. Οὐκοῦν κἂν εἰ.... τῶν ἐξ Ἰσραὴλ ὑπάρχοι πληθὺς, καὶ ψάμμοις παρεκάζοιτο ταῖς ἐν ἠϊόσι κειμέναις, τὸ κατάλειμμα σωθήσεται.
Καὶ συμβέβηκε μὲν τοῦτο κατὰ τοὺς Ἐζεχίου καιρούς. Διόλωλε γὰρ, ὡς ἔφην, ἡ Σαμάρεια, καὶ πλεῖσται τῆς Ἰουδαίας συνεξῄρηνται πόλεις. Πέπρακται δὲ τοῦτο καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐπιλάμψαντος ἡμῖν τοῦ Μονογενοῦς μετὰ σαρκός. Τότε γὰρ τότε καὶ λόγον συντέμνων ἐν δικαιοσύνῃ πεποίηκεν ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως διὰ κύκλων ἔρχεται μακρῶν, καὶ περισκελῆ ποιεῖται τοῦ χρησίμου τὴν δήλωσιν, δι᾽ αἰνίγματος καὶ σκιᾶς ὑποφαίνων μόλις τὸ τελοῦν εἰς ὄνησιν. Ὁ δέ γε σωτήριός τε καὶ εὐαγγελικὸς ἡμῖν λόγος βραχύς τέ ἐστιν καὶ οἷον συντετμημένος, ἤτοι σύντομος, γυμνὴν ἔχων τὴν ἀλήθειαν, καὶ τῆς ζωῆς τὴν ὁδὸν ἐναργῆ καθιστὰς, οὐ δυσχερίας ἐνούσης, οὐκ ἀσαφείας τινὸς τοῖς κηρύγμασιν ἐπενηνεγμένης. Ἁπλοῦν γὰρ, ὡς ἔφην, τῆς ἀληθείας τὸ χρῆμα. Σέσωσται δὲ καὶ τότε τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, τοῦτ᾽ ἔστιν, οἱ πίστει τιμήσαντες τὴν ἐπιφάνειαν αὐτοῦ, τῆς ἑτέρας πληθύος παθούσης τὴν ἀποστροφήν. Πεπαρῳνήκασι γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Κύριον, προαπεκτονότες προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους· καὶ τί γὰρ οὐχὶ τῶν ἐκτόπων ἐπιτηδεύσαντες; <Διὰ τοῦτο τάδε λέγει Κύριος Σαβαώθ· Μὴ φοβοῦ, λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε. Πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.
Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν.> Ἐπειδὴ γὰρ ὁσίᾳ ψήφῳ καὶ τῇ αὐτῷ πρεπούσῃ κεχρημένος ἡμερότητι, σώζει μὲν τοὺς γνησίους, παραδίδωσι δὲ τοὺς λελυπηκότας αὐτὸν ὁ τῶν ὅλων Θεός· Μὴ φοβοῦ, φησὶν, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων. Ἀφίκετο μὲν γὰρ ὁ Ῥαψάκης εἰς Ἱερουσαλὴμ, καὶ πεπολιόρκηκεν αὐτὴν, ἠπείλησε δὲ κατεμπρήσειν καὶ ὀλοθρεύσειν ἅπαντας.
Ἠδίκησε δὲ παντελῶς οὐδέν. ᾬχετο γὰρ φυγὰς, πεσούσης αὐτῷ παρ᾽ ἐλπίδα τῆς στρατιᾶς, καὶ ἀπολομένης ἐν μιᾷ νυκτί. Οὐκοῦν ὠλόθρευσε μὲν μαχαίρᾳ τοὺς ἐν Σιών. Ἐπειδὴ δὲ ἅπαξ κατεπτόησε ταῖς ἐφόδοις, καὶ ἐν φόβῳ τοῦ παθεῖν γενέσθαι παρεσκεύασε, μονονουχὶ ῥάβδον ἀνατείνας ἐπ᾽ αὐτοὺς ὁρᾶται μόνην. Μὴ τοίνυν, φησὶ, καταδείσῃς ἀπὸ τῶν Ἀσσυρίων, ῥάβδῳ γάρ σε πατάξει, καὶ βραχεῖαν ὥσπερ ἐποίσει τὴν πληγὴν, τὴν ὡς ἀπό γε τοῦ δείματος, ἐφιέντος ἐμοῦ καὶ τοῦτο πράττεσθαι κατὰ σοῦ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, τοῦτ᾽ ἔστιν, ἵνα μάθῃς, ὅσον σαυτὸν ἠδίκησας, ἀπελθὼν εἰς Αἴγυπτον, καὶ τὴν ἐκεῖθεν ζητήσας ἐπικουρίαν, παρεωραμένου Θεοῦ σώζοντος. Ἐζεχίας μὲν οὖν, οὗ καὶ βασιλεύοντος πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ Ἀσσύριος, οὐκ ἐζήτησε τὴν τῶν Αἰγυπτίων ἐπικουρίαν. Ὠσηὲ δὲ μᾶλλον τοῦ Ἠλὰ βασιλεύων ἐπὶ τὸν Ἰσραὴλ τοῦτο πεπραχὼς εὑρίσκεται. Γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαβίδ. Καὶ ἐβασίλευσεν Ἐζεχίας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Ἐν ἔτει δωδεκάτῳ Ἄχαζ βασιλέως Ἰούδα, ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη. Καὶ ἐποίησε πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ, οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ.» Ἐπ᾽ αὐτὸν ἀνέβη Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ δοῦλος· καὶ ἐπέστρεψεν αὐτῷ Μαναῆ.
Καὶ εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὠσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου· καὶ οὐκ ἤνεγκε Μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς, καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν αὐτὴν τρία ἔτη. Ἰστέον δὲ ὅτι καὶ Ἄχαζ ὁ Ἐζεχίου πατὴρ, πολεμοῦντος αὐτῶ τοῦ Δαμασκηνῶν βασιλέως, ἐξεπρίατο τὴν ἐπικουρίαν τὴν παρά γε τῶν Ἀσσυρίων, ἐφ᾽ ᾧ καὶ σφόδρα λελύπηται Θεός. Ἐπάγω τοίνυν, φησὶν, ἐπὶ σὲ πληγὴν, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου· πλὴν ἔτι μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Διολώλασι γὰρ, ὡς ἔφην, ὑπὸ θείας ὀργῆς. Βουλευσάμενοι δὲ καὶ αὐτὴν χειρώσασθαι τὴν Ἱερουσαλὴμ, διημαρτήκασι τοῦ σκοποῦ, καὶ γέγονεν αὐτοῖς ἄπρακτος ἡ σκέψις, Θεοῦ μεταθέντος εἰς πᾶν τοὐναντίον τῶν προσδοκηθέντων τὸ πέρας, <Καὶ ἐπεγερεῖ ὁ Θεὸς ἐπ᾽ αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ᾽ Αἴγυπτον.> Πεσοῦνται, φησὶν, ὀργῆς ἐπ᾽ αὐτοῖς ἐπενηνεγμένης τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ· καὶ οὐδενὸς παντελῶς δεήσει πόνου τοῖς ἐξ Ἰσραήλ.
Περιέσονται γὰρ, οὐ τόξων βολαῖς, οὐκ εὐσθενείᾳ χειρῶν, οὐ πολεμικαῖς ἐμπειρίαις χρώμενοι, κρατήσουσι δὲ μᾶλλον διὰ χειρὸς Θεοῦ, πληττούσης τε καὶ δαπανώσης τὸν ἀλαζόνα λαόν· καθάπερ ἀμέλει συνέβη παθεῖν καὶ Μαδιηναίους.
Οἱ μὲν γὰρ κατὰ πληθὺν καὶ κατὰ γένος συνειλεγμένοι κατεληίζοντο μὲν μικροῦ δεῖν ἅπασαν τὴν τῶν Ἰουδαίων χώραν, καὶ ἀφόρητον αὐτοῖς ἐμποιοῦντες τὸ δεῖμα, πόλεων μὲν καὶ κωμῶν ἀπανίστασθαι καὶ οὐχ ἑκόντας ἠνάγκαζον, ἐναυλίζεσθαι δὲ μόλις, καὶ τοῦτο περιδεῶς ταῖς τῶν ὀρῶν κορυφαῖς.
Ἀλλ᾽ ἐπήμυνε καὶ τότε Θεὸς, καὶ σέσωκε κεκινδυνευκότας διὰ χειρὸς Γεδεὼν κομιδῇ βραχεῖς ἔχοντας τοὺς συνασπιστὰς, οἳ καὶ τὰς τῶν ἐναντίων τεθορυβήκασι φάλαγγας, ἐν νυκτὶ καὶ σκότῳ τὰς ὑδρίας συνθραύσαντες, καὶ δᾷδας ἐπιδειξάμενοι, καὶ σαλπίσαντες ταῖς κερατίναις, ὥστε καί τι τοιοῦτον συνέβη παθεῖν τοῖς ἐκ Μαδιάμ. Ἐπειδὴ γὰρ συνεχύθη τὰ τάγματα, καταπτοοῦντος Θεοῦ, διακρίνειν οὐκ ἔχοντες ὡς ἐν σκότῳ καὶ νυκτὶ, τίς ὁ φίλος, ἢ συγγενὴς, ἢ τίς ὁ πολέμιος, συνεπλέκοντο μὲν ἀλλήλοις, ἔδρων δὲ τὰ τῶν ἐχθρῶν, καὶ ταῖς ἀλλήλων χερσὶν οἰκτρῶς διολώλασιν. Ἐπενεχθήσεται τοίνυν, φησὶν, κατὰ τὴν πληγὴν τὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως.
Τόπον δὲ θλίψεως, ἤτοι καιρὸν ὀνομάζει τὸν ἐν ᾧ ταυτὶ γενέσθαι συμβέβηκεν. Ὅτι δὲ μονονουχὶ καὶ ἀποπλανήσει Θεὸς τὸν τοῦ βαρβάρου θυμὸν, καὶ ἐφ᾽ ἑτέρους αὐτὸν παρατρέψει, καταμηνύει λέγων· Καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ᾽ Αἴγυπτον. Ὁ μὲν γὰρ τῶν Ἀσσυρίων βασιλεὺς Θεγλαφαλασὰρ, οὗτος ἦν ἑλὼν κατὰ κράτος τὴν Σαμάρειαν, δασμοὺς ἐπέθηκε τοῖς οἰκοῦσιν αὐτὴν, τέλη τε καὶ φόρους ἐξῄτει τοὺς κατὰ καιρὸν βασιλεύοντας ἐπὶ τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ ἧκεν εἰς τοῦτο, καὶ κεκράτηκε τῆς Σαμαρείας Ὠσηὲ υἱὸς Ἠλὰ, οὐκ ἔπεμψε Μαναὰ τῷ βασιλεῖ τῶν Ἀσσυρίων, καθὰ γέγραπται. Ἐπειδὴ δὲ ᾔδει πάντη τε καὶ πάντως ἐκεῖνον ἀγανακτήσοντα, τὴν τῶν Αἰγυπτίων κατεμισθοῦτο χεῖρα πρὸς ἐπικουρίαν, εἰ δὴ βούλοιτο τὸν πολέμου νόμον ὁπλίζεσθαι κατ᾽ αὐτῶν ὁ δασμοὺς ἐπιθεὶς καὶ τέλη. Καθυπισχνοῦντο δὲ τοῦτο καὶ μάλα ἑτοίμως οἱ τῶν Αἰγυπτίων κρατοῦντες τὸ τηνικάδε. Πρὸς τοῦτο λελυπημένος ὁ Ἀσσύριος, πανστρατιᾷ κατέθει τὴν Αἰγυπτίων, ἔγκλημα τοῖς κρατοῦσιν αὐτῆς ἐκεῖνο τιθεὶς, τὸ ἀποσκιρτῆσαι τὸν Ὠσηὲ, καὶ ἀποσείσασθαι τὸν αὐτοῦ ζυγὸν, ἀπονοίας λαβόντα πρόφασιν τῆς παρ᾽ αὐτῶν ἐπικουρίας τὴν ὑπόσχεσιν. Ὅτι τοίνυν τὸν τοῦ βαρβάρου θυμὸν, καθάπερ ἔφην ἀρτίως, μεταθήσει Θεὸς ἐφ᾽ ἑτέρους, διαμεμήνυκεν εἰπών· Καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ᾽ Αἴγυπτον.
Ἀνῴκισται μὲν γὰρ θαλάσσης τὰ Ἱεροσόλυμα, ὁδὸν δὲ τὴν πρὸς τὴν τῶν Αἰγυπτίων φέρουσαν καὶ λίαν ἀμογητὶ, τὴν θαλάσσης γείτονα καὶ εἰς δεῦρό φασιν. <Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Ἀφαιρεθήσεται ὁ φόβος αὐτῶν ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν.> Ἔφην ὅτι δασμοὺς ἐπέθηκε τοῖς ἐξ Ἰσραὴλ κεκρατηκὼς ὁ Ἀσσύριος, καὶ σκήπτροις ἰδίοις ὑποφέρειν ἤθελε τὸν ἐκνεμηθέντα λαὸν τῷ παναγίῳ Θεῷ.
Ταύτης τε ἕνεκα τῆς αἰτίας κατὰ τῶν Αἰγυπτίων ὡπλίζετο. Τί οὖν ἄρα φησί; Νενικηκὼς Αἰγυπτίους ἐπιθήσει πάλιν τὸν ἑαυτοῦ ζυγὸν τοῖς ἐλεύθερον ἐσχηκόσιν ἀεὶ τὸν αὐχένα, καὶ μόνην εἰδόσι τὴν ὑπὸ Θεῷ βασιλείαν; Οὐδαμῶς, φησίν. Ἀφαιρεθήσεται γὰρ κατ᾽ ἐκεῖνο τοῦ καιροῦ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου. Ἐπειδὴ γὰρ πέπτωκεν ὁ ἀριθμοῦ κρείττων ἐκεῖνος λεὼς, καὶ ἀπόλωλεν ἐν μιᾷ νυκτὶ, δαπανῶντος ἀγγέλου, πῶς οὐκ ἐξῄρηται πᾶς φόβος; Ἢ πῶς ὁ ζυγὸς ὁ κατὰ παντὸς ὤμου, μονονουχὶ καὶ ἀπετινάχθη, καὶ πρός γε τούτῳ καὶ κατεφθάρη, τοῦτ᾽ ἔστιν, εἰς ἅπαν ᾤχετο; Ζητοῦντες ἐκεῖνο τὸ σώζεσθαι μόνον, καὶ οἴκοι δραμεῖν, καὶ οὐκ ἐπαίροντες ἔτι κατὰ τῆς Ἰουδαίας τὴν πρώτην ὀφρύν. Ἐσκέπτετο γὰρ, ὡς ἔφην, τοῖς Ἰουδαίοις αὐτὴν ὑποθεῖναι ζυγοῖς. Μεματαίωται δὲ τὰ τῆς ἐλπίδος αὐτῷ, καὶ πρὸς πᾶν τοὐναντίον τὸ προσδοκηθὲν ἐκβέβηκεν. Ἐσώζετο γὰρ ἀγαπητῶς οὐχ ὅπλοις νενικημένος, θείοις δὲ μᾶλλον νεύμασιν καὶ ἀγγέλου χειρί· καὶ τό γε παράδοξον. Ἵνα γὰρ φαίνηται πάντα εἰδὼς, καὶ τῶν πραγμάτων τὸ πέρας, κἂν εἰ μή πω γέγονεν, ἐν ὀφθαλμοῖς ἔχων ὡς Θεὸς, καὶ τῆς ἐκείνου φυγῆς σαφέστατόν τε καὶ ἐναργῶς ἀπαγγέλλει τὸν τρόπον, τόπους τε καὶ καταλύματα, καὶ ὅτι πλείστας ἐκδειματώσει τῆς Ἰουδαίας πόλεις, καίτοι φυγὰς ἀποδραμὼν ὁ δείλαιος. Ἥξει γὰρ, φησὶν, εἰς πόλιν Ἀγγαὶ, καὶ παρελεύσεται εἰς Μαγεδώ.
Πόλεων δὲ καὶ κωμῶν, ἤτοι τόπων ὀνόματα ταυτί. Καὶ ἐν Μαχμᾶς θήσει τὰ σκεύη αὐτοῦ. Φασὶ γὰρ Ἑβραῖοι γεγονότα τὸν Ἀσσύριον ἐν Μαχμᾶς, ἅπασαν αὐτοῦ τὴν ἀποσκευὴν ἐκεῖ καταλεῖψαι, δεδιότα τῶν ἐξ Ἰσραὴλ τὴν ἔφοδον. ᾬετο γὰρ ὅτι δραμοῦνται διώκοντες. Εἶτά φησι· <Καὶ παρελεύσεται φάραγγα, καὶ ἥξει εἰς Ἀγγαί.
Φόβος λήψεται Ῥάμα πόλιν Σαούλ. Φεύξεται ἡ θυγάτηρ Γαλλὶμ, ἐπακούσεται ἐν Ἀναθώθ· ἐξέστη Μαδεβηνᾶ, καὶ οἱ κατοικοῦντες Γιββεΐρ.> Ἔχει δέ τι τοιοῦτον ἡ τῶν Ἑβραίων παράδοσις. Φασὶ γὰρ ὅτι [δέκα] διασωθέντες μόνοι πρὸς αὐτὸν ὑπενόστησαν ἐκ τῶν Ἱεροσολύμων καὶ τὸ γεγονὸς ἀπηγγέλκασιν. Εἶτα σὺν ὀλίγοις κομιδῇ πρὸς τὴν ἐνεγκοῦσαν ἀνεκομίζετο, καὶ πάσας τεθορύβηκε τάς τε κώμας καὶ πόλεις, καὶ μόνην αὐτοῦ τὴν ὡς ἐν φυγῇ καὶ δειλίᾳ πάροδον ἀφόρητον ἐποιήσαντο. Ἔνθα δ᾽ ἂν ἐπαμύνῃ Θεὸς καὶ σώζειν ἐθέλῃ, ἐκεῖ τὸ λυποῦν οὐδὲν, ἀλλὰ πᾶσα μὲν ἀτονήσει τῶν πολεμούντων ἡ χεὶρ, ἀπρακτήσει δὲ ἰσχὺς καὶ πολέμων ἐμπειρία, καὶ τέχνη τῶν τακτικῶν. <Παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρί. Παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιὼν, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ.> Συνθέντες τὴν λέξιν ἐποίσομεν ἀναγκαίως τὴν τοῦ νοήματος διασάφησιν. Ὦ τοίνυν βουνοὶ, φησὶ, τοῦτ᾽ ἔστιν, οἱ προὔχοντές τε καὶ ὑπερκείμενοι, καὶ τῶν ἄλλων οἱ ὑπερανεστηκότες ἐν τῇ Ἱερουσαλήμ. Σημαίνει δὲ διὰ τούτων ἢ προφήτας ἁγίους, ἢ καὶ αὐτὸν τὸν τῶν ἱερέων χορόν. Παρακαλεῖτε τὸ ὄρος, τοῦτ᾽ ἔστι, τὴν ἐμὴν θυγατέρα Σιών. Παρακαλεῖτε δὲ μονονουχὶ καὶ χειρὶ καταψῶντες, καὶ ἐπαφώμενοι κεφαλῆς, ὥστε ἐμμεῖναι ταύτῃ τῇ ὁδῷ. Ποίᾳ δὲ ταύτῃ;
Τῇ εἰς Θεὸν πεποιθήσει δηλονότι. Ἐπήγγελται μὲν γὰρ, ὅτι καὶ ἐξελεῖται, καὶ διασώσει ῥᾳδίως, καὶ καταβάλλει [al. καταβαλεῖ] τὸν Ἀσσύριον, καὶ ἀποστήσει τὸν φόβον αὐτοῦ, καὶ καταφθείρῃ τὸν ζυγὸν, καὶ ἁπάσης αὐτοὺς ἀπαλλάξει πλεονεξίας. Ἀλλ᾽ ἔσται ταῦτα, φησὶν, ὅταν ἐμμείνωσι ταύτῃ τῇ ὁδῷ, δῆλον δὲ ὅτι τῇ εἰς Θεὸν πεποιθήσει. Διὸ δὴ παρακαλεῖτε σήμερον, τουτέστι, κατά γε τὸν ἐοικότα τῷ πράγματι καιρὸν, καὶ ἱδρυμένον ἐνεργάζεσθε τὸ φρόνημα αὐτῇ.
Οὐ γὰρ ἔστι διαψεύδεσθαι τὴν ἀλήθειαν, οὐ ψευδοεπήσει Θεός. Εἰ γὰρ δὴ κατανεύσειέ τι, τοῦτο δὴ πάντως ἥξει πρὸς πέρας, ὅταν ἡμεῖς τῇ πίστει τιμῶμεν, καὶ γνησίῳ φρονήματι κατευφραίνωμεν τὸν διασώζειν ἐπηγγελμένον. Κατὰ τόνδε τὸν ἴσον τρόπον καὶ ἡμᾶς αὐτοὺς παρακαλοῦσιν οἱ ἅγιοι λέγοντες, Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ἡμῶν, καὶ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἔφη δὲ καὶ αὐτὸς διὰ φωνῆς τοῦ Δαβὶδ, περὶ παντὸς ἀνθρώπου πεποιθότος ἐπ᾽ αὐτὸν, καὶ τὴν ἐλπίδα θεμένου· «Ὅτι ἐπ᾽ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾽ αὐτοῦ εἰμι ἐν θλίψει, καὶ ἐξελοῦμαι, καὶ δοξάσω αὐτόν.» Δοξάσει γὰρ τοὺς δοξάζοντας αὐτὸν ὁ πάντων ἡμῶν Σωτὴρ καὶ Κύριος, Ἰησοῦς Χριστὸς, δι᾽ οὗ, καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.