Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Β', Τόμος Γ'

Ο προφητικός λόγος κατά της Μωαβίτιδος και της Δαμασκού, η καταδίκη της ειδωλολατρίας και η επιστροφή του καταπατημένου έθνους στη νοητή Σιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 27

ΤΟΜΟΣ Γʹ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ. Διαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς Βαβυλωνίοις καὶ τοῖς ἀλλοφύλοις λόγον, μεθίστησι πάλιν τὴν προαγόρευσιν ἐπὶ τῇ Μωαβίτιδι· τοῦτ᾽ ἔστι κατὰ τῆς τῶν Μωαβιτῶν μητροπόλεως χώρας τε ἁπάσης καὶ αὐτῆς τῆς βασιλείας. Ἔθνος καὶ αὐτοὶ βάρβαρον, ἀπηχθημένον παρὰ Θεῷ, διάτοι τὸ ἐγκεῖσθαι μὲν ὁλοτρόπως ταῖς τῶν εἰδώλων λατρείαις, ἐπιθαρσεῖν δὲ μάλιστα τῇ μάγῳ τέχνῃ, καὶ τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι δόξης, εἶναί τε τῶν ὅτι μάλιστα πολεμιωτάτων τοῖς ἐξ Ἰσραήλ. Καὶ γοῦν ὅτε τῶν Αἰγυπτίων ἀπηλλαγμένοι πλεονεξίας, ἐπὶ τὴν τῆς ἐπαγγελίας ἀπῄεσαν γῆν, μικροῦ δεῖν ἅπαντες διολώλασι, τό γε ἧκον εἰς τὸ ἐγχείρημα Βαλὰκ, ὃς ἦν βασιλεὺς τὸ τηνικάδε τῶν Μωαβιτῶν. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἅπαντες υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ. Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ, πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ· καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν. Καὶ προσώχθισε Μωὰβ ἐκ προσώπου υἱῶν Ἰσραήλ.» Εἶτα ποῖον αὐτῷ γέγονε τὸ κακούργημα; Κατεμισθοῦτο τὸν Βαλαὰμ ἐκ τῆς Μεσοποταμίας· ψευδόμαντις δὲ οὗτος καὶ οἰωνοσκόπος· εἶτα παρακαλεῖ, λέγων· Ἐπάρασαί μοι τὸν Ἰσραήλ. Οἶδα γὰρ, φησὶν, ὅτι οὓς ἂν σὺ εὐλογήσῃς, ηὐλόγηνται, καὶ οὓς ἂν σὺ καταράσῃ, κεκατήρανται.

Καὶ οἱ μὲν τῆς γοητείας ἐπράττοντο παρ᾽ ἐκείνου τρόποι, βωμῶν τε ἐγηγερμένων, καὶ θυσιῶν προσκεκομισμένων. Ἐσφάλλετο δὲ τῆς ἐλπίδος ὁ Βαλὰκ, καὶ τῶν κατὰ γνώμην ἡμάρτηκεν, εὐλογοῦντος ἀδοκήτως τὸν Ἰσραὴλ τοῦ παραλειφθέντος εἰς τὸ παραράσασθαι δεῖν. Ἐπειδὴ δὲ εἰς τὸ παρ᾽ ἐλπίδας ἐκβέβηκεν αὐτῷ τὸ ἐγχείρημα, πάλιν ἑτέρῳ μέτεισι τρόπῳ τῆς κατ᾽ αὐτῶν δυστροπίας τὸ χρῆμα. Σεσαγήνευκε γὰρ τοὺς ἐξ Ἰσραὴλ, ταῖς τῶν γυναικῶν ὥραις συνηρπασμένους ἐπί γε τὸ χρῆναι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτᾷν, καὶ προσκυνεῖν ἑλέσθαι τῷ Βεελφεγώρ· εἴδωλον δὲ τοῦτο τῶν Μωαβιτῶν.

Γέγραπται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ κατέλυσεν ὁ Ἰσραὴλ ἐν Σαττεὶμ, καὶ ἐβεβηλώθη ὁ λαὸς, ἐκπορνεῦσαι ἐπὶ τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν· καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν· καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.» Ἐπειδὴ γὰρ Θεοῦ ἐπαμύνοντος δεινὸς καὶ δυσάντητος ἦν ὁ Ἰσραὴλ, ταύτῃ τοι καὶ μάλα πικρῶς καὶ φιλοκακούργως, ἀφιστάντες αὐτοῦ τὴν ἐπικουρίαν, προσκρούειν ἀνέπειθον τῷ ἐπὶ πάντας Θεῷ. Διατετελέκασι δὲ καὶ μέχρι παντὸς τοιαύτην ἔχοντες γνώμην, κἂν εἰ συνέβη τὸν Ἰσραὴλ κοινωνῆσαι συμφοραῖς προσκεκρουκότα Θεῷ, κατηλαζονεύοντο καὶ κατεκερτόμουν ἐκεῖνοι, τὸ μηδὲν ὅλως δύνασθαι κατηγοροῦντες Θεοῦ, τοῦ σώζειν ὑπισχνουμένου τοὺς προσκυνοῦντας αὐτῷ.

Καὶ τούτου μάρτυς ὁ μακάριος Ἰερεμίας ἐν τῇ κατ᾽ αὐτῶν ὁράσει λέγων· «Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπιχείριον αὐτοῦ συνετρίβη. Μεθύσατε αὐτὸν ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη.» Καὶ πάλιν· «Ὅτι οὕτως εἶπε ὁ Κύριος, Ἐλήφθη Ἀριώθ· καὶ ὀχυρώματα συνελήφθη. Καὶ ἀπολεῖται Μωὰβ ἀπὸ λαοῦ, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη.» Ἧκε μὲν γὰρ κατὰ καιροὺς ὁ Ἀσσυρίων καὶ Βαβυλωνίων τύραννος καταδῃώσων τὴν Ἰουδαίαν. Εἷλε δὲ τὰς τῆς Σαμαρείας πόλεις.

Μωαβῖται δὲ πάλιν καταμειδιῶντες τῶν ἀπολωλότων ἐπετώθαζον οὐ μετρίως, καὶ κατονειδίζοντες διετέλουν τὴν τοῦ Θεοῦ δόξαν. Ταύτῃ τοι δέδονται καὶ αὐτοὶ πρὸς ἐρήμωσιν, ἄρδην τε ἀπολώλασιν ὁμοῦ πόλεσί τε καὶ δήμῳ καὶ οἴκῳ παντὶ, ὥστε ἤδη πως μηδὲ ὑπάρξαι δοκεῖν. Διαμέμνηται τοίνυν ἡ ὅρασις ἡ προκειμένη τῶν συμβεβηκότων αὐτοῖς· ἐξ ὀργῆς δηλονότι τῆς ἄνωθεν, καί φησιν· <Νυκτὸς ἀπολεῖται ὁ Μωαβίτης· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.> Τινὲς τῶν ταῦτα ἠκριβωκότων παρέδοσαν ὅτι μελλόντων τῶν ἐπ᾽ αὐτοῖς αἴρειν πόλεμον τῶν Βαβυλωνίων, σεισμοῦ γεγονότος κατεδονήθη τοσοῦτον Μωαβιτῶν μητρόπολις, ὡς ὅλον αὐτῆς αὐτομάτως κατασεισθῆναι τὸ τεῖχος ἐν νυκτὶ καὶ σκότῳ· οὗ δὴ γεγονότος, πρὸ τῆς τῶν πολεμίων ἐφόδου, μονονουχὶ καὶ ἀπόλωλεν αὐτοῖς ἡ τῆς σωτηρίας ἐλπίς. Ταύτῃ τοι φησὶ νυκτὸς ἀπολεῖσθαι τὴν Μωαβίτιδα. <Ἀλλὰ λυπεῖσθε, φησὶν, ἐφ᾽ ἑαυτοῖς.> Ὅμοιον ὡς εἰ λέγοι, Πλειστάκις ὀφρὺν ἐπαίροντες ὑψηλὴν ταῖς ἑτέρων ἐνετρυφήσατε συμφοραῖς· ἀλλὰ νῦν ἐφ᾽ ὑμᾶς αὐτοὺς ὁ πόλεμος τρέχει, καὶ τὰ ἐντεῦθεν βλάβη ταῖς ἀνοσίαις ὑμῶν ἐπικρέμαται κεφαλαῖς.

Λυπεῖσθε τοίνυν οὐκ ἐφ᾽ ἑτέροις τισὶν, ἀλλ᾽ ἐφ᾽ ἑαυτοῖς. <Ἀπολεῖται γὰρ Λεβηδὼν, οὗ ὁ βωμὸς ὑμῶν.> Ἔφην ὅτι δεινοὶ καὶ ἀγέρωχοι Μωαβῖται γεγόνασι, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐπιθαρσήσαντες, καὶ διὰ μάγου τέχνης κατευμεγεθήσειν οἰόμενοι τῆς ἁπάντων χειρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ κἂν εἰ ἐπαμύνοι Θεός· οὐκοῦν ἐν τῇ καλουμένῃ Λεβηδὼν, βωμὸς ἦν αὐτοῖς καὶ τέμενος οὐκ ἀθαύμαστον, τόγε ἧκον εἰς κατασκευήν. Ἐκεῖ τὰς μαντείας ἐπετέλουν, ἐφρόνουν τε μέγα, καὶ σεπτὸν ὅτι μάλιστα παρὰ τοὺς ἄλλους ἐποιοῦντο τὸν χῶρον. Ἀλλ᾽ ἀπολεῖται, φησὶ, καὶ τὸ τῆς μαντείας ὑμῶν ἐργαστήριον. <Ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος.> Πόλις δὲ αὕτη τῶν ἀλκιμωτάτων. <Ὀλολύξατε, φησίν· ἐπὶ γὰρ πάσης κεφαλῆς φαλάκρωμα.> Τοῦτ᾽ ἔστιν, ἀτιμία κατὰ πάντων δραμεῖται μία.

Φαλάκρωμα γὰρ ἀτιμίας σύμβολον. <Ἔσονται δὲ καὶ πάντες βραχίονες κατατετμημένοι.> Ἀπὸ τοῦ κόπτεσθαι καὶ θρηνεῖν. Ἢ ὅτι τοῖς εἰδωλολατροῦσιν ἔθος τὰς καλουμένας ἐντομίδας ταῖς τε παρειαῖς καὶ τοῖς βραχίοσιν ἐπιφέρειν. Μάτην οὖν ἄρα καὶ τοῦτο δράσετε, φησὶν, ἀνόνητον γὰρ τὸ χρῆμα παντελῶς. <Οὐκοῦν ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκοις, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ, ὅτι κέκραγεν Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς.> Πόλεων ἡμῖν οὐ μετρίοις δείμασιν ἐνησχημένων καταγράφει σχῆμα τῆς προφητείας ἡ δύναμις. Πολέμου γὰρ περισχόντος, καὶ συμφορᾶς τῆς ἐσχάτης ἐπενηνεγμένης πόλεσί τε καὶ οἴκοις, οἱ μὲν πλατείαις καὶ στενωποῖς οἰμώζοντες διαθέουσι. Τό γε μὴν ὅσον ἐστὶν ἀσθενές τε καὶ ἄμαχον, οἷον τὸ θηλύων γένος, καὶ τὸ νηπίων ἐπ᾽ αὐτῶν ἀνεπήδησε δωμάτων, κομμὸν ποιεῖται καὶ ὀλολυγὴν, ταῖς τῶν πολεμίων ἐνορῶν φάλαγξι, καὶ τὴν ὅσον οὐδέπω παρεσομένην ἐννοήσαντες σφαγήν. Ὀλολύξετε τοίνυν· κέκραγε γὰρ Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς.

Πόλεις δὲ ταύτας εἶναί φησι τὰς Μωαβίτιδος τὰς μαχιμωτάτας. Ἀλλ᾽ εἰ καὶ οὕτως ἔχοιεν, φησὶ, τοσαύτην ποιήσονται τὴν ὀλολυγὴν, ὡς μὴ λεληθότως, μηδὲ ἐν παραβύστῳ κλαίειν, ἀκουστὴν δὲ μᾶλλον γενέσθαι τὴν φωνὴν, καὶ ἀναφανδὸν ὀλοφύρεσθαι, κατημεληκότων τῶν ἐν αὐταῖς τῆς αὐτῆς συνήθους ἀνδρείας, συντεθραυσμένων δὲ οὕτως, ὡς ἀμοιρῆσαι παντελῶς εὐσθενείας τε καὶ θράσους, καὶ τῶν εἰς ἀλκὴν ἐννοιῶν καὶ ἐγχειρημάτων. <Ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ· ἡ ψυχὴ αὐτῆς γνώσεται, καὶ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ, ἔως Σηγώρ· δάμαλις γάρ ἐστι τριέτης.

Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ, κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμός.> Προσβάλλουσιν ἀεὶ τῶν ἀνηκέστων συμφορῶν δριμεῖαί τε λύπαι, καὶ ἀθυμίαι παγχάλεποι, καὶ δειμάτων ἔφοδος, οὐκ ἀνικάνως ἔχουσα καὶ τὴν ἄγαν εὐτολμοτάτην καταθραῦσαι καρδίαν. Ἐντεῦθεν οἶμαί τισι πρόσωπα μὲν γενέσθαι σκυθρωπὰ, καὶ οἷον ἐκ βάθους ἀναπηδῶντας στεναγμοὺς, καὶ τῆς ἔσω φλογὸς τὴν ζέσιν διερμηνεύοντα. Ἡ ὀσφὺς τοιγαροῦν τῆς Μωαβίτιδος βοᾷ· τοῦτ᾽ ἔστιν, ἐν ὠδῖσίν ἐστιν, καὶ κεκρυμμένους ἔχει τοὺς πόνους, προκαταπτοουμένη δηλονότι ταῖς φήμαις, καὶ τὸν οὐδέπω παρεσόμενον ἐννοοῦσα πόλεμον. Ἔγνω γὰρ τοῦτο ἡ ψυχὴ αὐτῆς.

Ταύτης τε ἕνεκα τῆς αἰτίας, ὀλοφύρεταί τε καὶ κέκραγεν ἐν αὐτῇ ἕως Σηγὼρ, τοῦτ᾽ ἔστι, Μωαβῖτις ἅπασα χώρα, μέχρι καὶ αὐτῶν τερμάτων. Φασὶ γὰρ ἐπ᾽ αὐτοῖς τοῖς ὅροις τῶν Μωαβιτῶν τεθεῖσθαι τὴν Σηγώρ. Τίνος οὖν ἕνεκα ταῦτα συμβήσεται παθεῖν αὐτήν; Δάμαλίς ἐστι τριέτης. Ὁ τρίτος ἐνιαυτὸς τοῖς ἀλόγοις τῶν ζώων ἀρκεῖ πρὸς ἀκμὴν, καὶ εἰς τὸ σφριγῶσαν αὐτοῖς ἐνεργήσασθαι δύναμιν. Τοιγάρτοι καὶ τοῦ χρῆναι δαμάζεσθαι καιρὸς αὐτοῖς ἐκεῖνός ἐστιν. Ἕως τοίνυν ἐστὶν ἡ δάμαλις ἀπειρόζυγος, σφριγῶσά τε καὶ νέα, καὶ ἀρτιφυὲς ἐκφέρουσα κέρας, κατασκιρτῶσα τῶν αὐλῶν καὶ τῶν ἐπαύλεων κατορχεῖται πλειστάκις· τοιαύτη τις γέγονεν ἡ Μωαβιτῶν, ἐπιπηδῶσα τοῖς πέλας, καὶ κατασκιρτῶσα τῶν ἀσθενεστέρων. Ὑψηλὴν δὲ εἶναί φασιν αὐτὴν, καὶ λεωφόρον τινὰ τὴν Ἀρωνιεὶμ οὕτω κεκλημένην, ἀνακομίζειν τε εἰς αὐτὴν τοὺς ἐξ ἑτέρων ἥκοντας ἢ πόλεων ἢ χωρῶν. Ἐπ᾽ αὐτῆς τοίνυν, φησὶ, τῆς ἀναβάσεως τῆς Ἀρωνιεὶμ, κλαίοντες ἀναβήσονται. Φωνὴ δὲ τοῖς κλαίουσι, σύντριμμα καὶ συσσεισμός.

Προανακεκράγασι γὰρ τὰ ἐκ τοῦ πολέμου συμβησόμενα πάθη, μονονουχὶ συσσείοντος ἅπαντα, πόλεις τε καὶ οἴκους, καὶ τοὺς ἐν αὐτοῖς συντρίβοντος. <Τὸ ὕδωρ τῆς Νεβρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται, μὴ καὶ οὕτως μέλλει σωθῆναι;> Πόλιν εἶναί φασι τὴν Νεβρεὶμ κειμένην μὲν ἐν ἐσχατιαῖς τῆς χώρας, γειτνιῶσαν θαλάσσῃ τῇ Ἐρυθρᾷ εὔυδρον δὲ οὕτως καὶ εὔβοτον, ὡς καὶ ἵππον δύνασθαι κεκτῆσθαι πολλὴν τοὺς ἐν αὐτῇ· ταύτῃ τοι καὶ εἶναι μαχιμωτάτους, ἔχειν τε τὴν ἵππον ἐμπειροπόλεμον.

Ἐκ θείας τοίνυν, φησὶν, ὀργῆς, ἐκ τῆς τῶν πολεμίων ἐφόδου, ἔρημος ἔσται καὶ ὑδάτων καὶ χόρτου χλωροῦ. Οὗ δὴ γεγονότος, ἀτονήσει πάντως ἡ τῶν τακτικῶν ἐμπειρία προανῃρημένων τῶν ἵππων, καὶ διολωλότων ὑπὸ λιμοῦ. Ἀλλ᾽ εἰ τοῦτο γένοιτο, φησὶ, μὴ ἄρα φρονήσει μέγα καὶ οὕτως ἐφ᾽ ἑαυτῆς; μὴ τούτου συμβεβηκότος μέλλει σωθῆναι, καὶ τὰς τῶν πολεμίων διαδράναι χεῖρας; προανῃρημένης γὰρ αὐτῶν τῆς ἰσχύος, ποία τις ἔσται λοιπὸν ἡ τῆς σωτηρίας ἐλπίς; <Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήψονται αὐτήν. Συνῆψε ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Ἀγαλλεὶμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὸ δὲ ὕδωρ τὸ Ῥεμμὼρ πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ῥεμμὼρ Ἄραβας. Καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, καὶ Ἀριὴλ, καὶ τὸ κατάλοιπον Ἄδαμα ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς.> Τὰ νοτιώτατα μέρη τῶν Δαμασκηνῶν κατανέμεσθαί φασι τὰ τῶν καλουμένων Σαρακηνῶν ἀναρίθμητα γένη, καὶ μέχρι αὐτῆς παρατείνοντα τῆς Περσῶν.

Αὐτοὶ συνωπλίζοντο τοῖς Βαβυλωνίοις, καὶ κατεδῄουν τὴν Μωαβιτῶν· εἵποντο γὰρ καὶ αὐτοὶ καίτοι τάχα που καὶ γένος ὄντες, καὶ γείτονες τῇ Μωαβιτῶν. Κέκληντο γὰρ καὶ Ἄραβες καὶ αὐτοί. Ληφθήσεσθαι τοίνυν φησὶ τὴν Νεβρείμ· Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα. Ἄραβας, καὶ λήψονται αὐτήν.

Φάραγγα, δὲ κατὰ τὸ εἰκὸς, ὀνομάζει τὴν Νεβρεὶμ, διὰ τὸ ἐν κοίλῳ κεῖσθαι τόπῳ. Καίτοι τῶν ἑτέρων πόλεων ᾐρμένων ὑψοῦ, καὶ ἐν ὄρεσιν οὐσῶν. Ἐπειδὴ δὲ οὐ μέρος ἦν τῆς Μωαβιτῶν τὸ τῷ πολέμῳ συντετριμμένον, ἀλλ᾽ ὅλη δι᾽ ὅλου κατεδονήθη τε καὶ σεσάλευται μεθύοντος δίκην· ταύτῃ τοι φησὶν ἐκ περάτων εἰς πέρατα συναφθήσεσθαι τὴν βοὴν, τῶν ὀλολυζόντων δηλονότι, καὶ τὸν τοῖς ἀπολεῖσθαι μέλλουσι θρῆνον ἐκμελετᾷν εἰωθότων. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος, φησὶ, τῆς Ἀγαλλεὶμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὰς δὲ ἔξω πόλεις, καὶ ἐπ᾽ αὐτοῖς τοῖς τέρμασι κειμένας ὀνομάζει, τήν τε Ἀγαλλείμ φημι, καὶ τὸ φρέαρ τοῦ Ἐλείμ. Τεθεῖσθαι δὲ τὸν θρῆνον εἰς πᾶσαν αὐτῶν τὴν χώραν διαβεβαιούμενος, ὡς ἔφην, εἶτά φησιν, ὅτι Τὸ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος.

Ἐνυδροτάτην δὲ εἶναι λόγος τὴν Ῥεμμών. Ἀλλὰ πλησθήσεται, φησὶν, αἵματος, ἐκεῖνό που λέγων, ὅτι ταῖς τῶν ὑδάτων δαψιλείαις φιλονεικήσει κατὰ τὸν τοῦ πολέμου καιρὸν τῶν πιπτόντων τὸ αἷμα· καὶ πεφοινιγμένοι μὲν ὀφθήσονται ποταμοὶ, κατασκεδασθήσεται δὲ τῆς γῆς τὸ ὕδωρ, οὐκέτι καθαρὸν, οὔτε μὴν ὕδατος ὄψιν ἔχον, ἀλλ᾽ ἑτερόχρουν καὶ αἱματοειδές.

Ληφθήσεσθαι δὲ καὶ αὐτὴν ἐξ Ἀράβων φησὶν, ὥστε ἅπαν μὲν σπέρμα Μωὰβ, καὶ Ἀριὴλ ἐξαρθῆναι, τοῦτ᾽ ἔστιν, ἀπολέσθαι τε καὶ δαπανηθῆναι. Τό γε μὴν ὑπολελειμμένον ἀποστελῶ, φησὶν, ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς. Πικροὶ γὰρ ὄντες ἀεὶ βαδιοῦνται πρὸς αἰχμαλωσίαν, καθάπερ τινὲς ὄφεις ταῖς τινῶν ἐπῳδαῖς γεγοητευμένοι, καὶ οἷον ἀπονυστάξαντες, εἰς τὸ ἀσυνήθως ἥμερον. Τὸ γάρτοι λέγειν Ἀποστελῶ, τὸ ἐκπέμψαι δηλοῖ. Ἔθος γὰρ τοῖς ἑλοῦσι χώραν ἢ πόλιν, οὐχὶ πάντας ἄρδην ἀπολύειν ἔσθ᾽ ὅτε, δεδαπανημένης δὲ τῆς μαχιμωτάτης πληθύος, ἐν δορυλήπτων ποιεῖσθαι τάξει τοὺς περιλελειμμένους. Εἰ δὲ χρή τινα καὶ ταῖς ἱστορίαις ἐφαρμόσαι λόγον ἀναγκαῖον, ἰστέον, ὅτι ψυχὴ μὲν τῷ θείῳ φόβῳ τετειχισμένη, ἰσχυρά τέ ἐστι καὶ δυσάλωτος, καὶ τῆς τῶν μαχομένων αὐτῇ κατευμεγεθοῦσα χειρός. Νικᾷ γὰρ ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Εἰ δὲ δὴ παρατρέποιτο πρὸς ἃ μὴ προσῆκεν, ἔξω τε τῆς εὐθείας φέροιτο τρίβου, καὶ τὸ Θεῷ δοκοῦν παρατρέχουσα, πρὸς τὰ ἐν τῷδε τῷ κόσμῳ καταφέροιτο πάθη, καὶ τὸν τῆς εὐπειθείας ἀποσείσαιτο ζυγὸν, ἀγυμνοῖ πάσης αὐτὴν ἐπικουρίας, καὶ οἷον ἀτείχιστον αὐτὴν ἀποφαίνει, καὶ ἀνασφαλεῖ τοῖς πολεμοῦσιν ἐργάζεται, καταλειαίνει τε τὰς ἐφόδους τὰς ἐπ᾽ αὐτῇ τοῖς πάθεσιν, ὡς κατὰ μηδένα τρόπον ἰσχῦσαι διαφυγεῖν.

Οὕτω παραδίδονται μὲν εἰς ἀδόκιμον νοῦν, καὶ γεγόνασιν εὐάλωτοι ταῖς ἐκτόποις ἐπιθυμίαις, σώζει δὲ αὐτὰς οὐδὲν, ἀλλ᾽ εἰσὶν ὑπὸ πόδας ἐχθρῶν, ἀνάνδρως διεῤῥιμμέναι. Ἐὰν μὲν γὰρ κλείσῃ κατὰ τοὺς ἀνθρώπους, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τίς ἀνοίξει, καὶ τὴν παναλκῆ τοῦ παραδεδωκότος πλεονεκτήσει δεξιάν;

Μένωμεν τοίνυν ἐν τῷ θείῳ φόβῳ. Κερδανοῦμεν γὰρ οὕτω τῆς ἄνωθεν εὐμενείας τὴν χάριν· καὶ κατανεανιευσόμεθα πνευματικῶς, καὶ ἁμαρτίας, καὶ παθῶν, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ὀλίγα κομιδῆ φροντίζοντες, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσομεν, τὴν εὐκλεᾶ καὶ δοκιμωτάτην κατορθοῦντες ζωήν. <Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἔσῃ γὰρ ὡς πτηνοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ.> Κατεστράτευσε τῆς Σαμαρείας κατὰ καιροὺς Σαλμανασὰρ ὁ Ἀσσύριος, εἷλέν τε τὰς ἐν αὐτῇ πόλεις· καὶ προσέτι τῶν τῆς Ἰουδαίας προσηδίκησε πολλὰς, καὶ δορύληπτον ἀπεκόμισε πληθὺν εἰς τὴν ἑαυτοῦ.

Ταύτης τε ἕνεκα τῆς αἰτίας, ἐπετώθαζον τῇ Σιὼν ἤτοι τῇ Ἱερουσαλὴμ τὰ Μωαβιτῶν ἔθνη, καὶ πέτραν αὐτὴν ἠρημωμένην ὠνόμαζον, οὐκ αὐτῆς που τάχα καταμειδιῶντες οἱ τάλανες, ἀλλὰ τοῦ ἐπὶ πάντας Θεοῦ· καὶ γοῦν καὶ ἔφασκον τὴν σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπὸ πόδας ἐλθεῖν τῶν ἐχθρῶν. Ὦ τοίνυν θυγάτηρ Μωὰβ, φησὶν, ἐνήθει δὲ πάντως ὁ λόγος, μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἆρα μόνη, φησὶ, κέκμηκεν ἡ Σιών; ἆρα μόνη πέπτωκεν ὑπὸ πόδας ἐχθρῶν; καὶ τὴν τῶν ἐνοικούντων αὐτὴν νενόσηκεν ἐρημίαν; ἢ τοῖς ἔτι χείροσιν αὐτῆς περιπέπτωκας; Ληφθήσῃ γὰρ παρ᾽ ἐχθρῶν, καὶ οἷον ἐκ καλιᾶς νεοσσὸς ἀφῃρημένος, εἰς ἑτέραν οἰχήσῃ χώραν, καὶ δουλεύσεις ἐχθροῖς, ἔσῃ τε παρ᾽ αὐτοῖς αἰχμάλωτος οἰκτρὰ, καὶ κατεῤῥιμμένη, καὶ ὑπὸ ζυγὰ δουλείας. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον παράγγελμα τό· «Ἂν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχάρῃς αὐτῷ, ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ· καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾽ αὐτοῦ.»

Οὐ γάρ τοι προσήκει ταῖς ἑτέρων ἐπιγάννυσθαι συμφοραῖς, οὐδὲ θυμηδείας ποιεῖσθαι πρόφασιν τὸ τῷ πέλας συμβεβηκὸς, κἂν εἴ τις εἴη τυχὸν τῶν καταλυπεῖν εἰωθότων, ἐπιστυγνάζειν δὲ μᾶλλον αὐτῷ, καὶ τοῖς ἰδίοις πταίσμασιν ἐνιέντας τὸν ὀφθαλμὸν, δεδιέναι σφόδρα, μὴ ἄρα πως καὶ ἐφ᾽ ἡμᾶς ὁ τοῦ καταπαίοντος ἐπέλθοι θυμός. <Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτιᾷ φεύγουσιν, ἐξέστησαν. Μὴ ἀπαρχῆς παροικήσουσιν οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.> Δυσερμήνευτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς, διά τοι τάς τε τῶν προσώπων εἰς πρόσωπα μεταβάσεις, καὶ τὸ τῆς συνθήκης τραχὺ καὶ οὐ βάσιμον νῷ παντί. Πλὴν ὡς ἂν οἷός τε ὦ, πειράσομαι διειπεῖν.

Πεπορθημένης τοίνυν ἁπάσης τῆς Μωαβιτῶν, πόλεών τε κατηρειπομένων, καὶ οἴκων ἐμπεπρησμένων, καὶ ἁπαξαπλῶς ἐκλελυττηκότων ἀγρίως τῶν Βαβυλωνίων, οἱ διαφυγεῖν ἰσχύσαντες μετῴκησαν εἰς τὴν Ἀρνῶν. Πόλις δὲ αὕτη τῶν ὀχυροτάτων, ὅμορός που τάχα τῇ Μωαβιτῶν. Ἔστι τοίνυν πρὸς αὐτὴν ὁ λόγος.

Σὺ δὲ, φησὶ, μετὰ τοῦτο, ὦ Ἀρνῶν, πλείονα βουλεύου. Κατασκέπτου, φησὶ, τίνα τρόπον διασῶσαι δυνήσῃ τοὺς περιλελειμμένους καὶ διαφυγεῖν ἰσχύσαντας τῶν πεπορθηκότων τὴν ἀγριότητα. Ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός. Ναὶ, φησὶν, ἐσκέψω τι φιλάνθρωπον, σκέπη γένου τοῖς ἀφορήτῳ πένθει κατειλημμένοις. Φεύγουσι γὰρ ἐν μεσημβρινῇ σκοτιᾷ, τοῦτ᾽ ἔστιν, ἡμέρας οὔσης, καὶ ἡλίου μεσημβρίζοντος αὐτοῖς σκοτιὰν ἔχουσι κατὰ νοῦν. Ἱκανὸς γὰρ λίαν ὁ τοῦ θανάτου φόβος καταθολῶσαι ψυχὴν, καὶ οἷόν τινα νύκτα καταχέαι τοῦ νοῦ τῆς εἰς ἄκρου δυσθυμίας τὴν ἔφοδον. Ταύτῃ τοί φησιν, ὅτι Καὶ ἐξέστησαν.

Μόνον γὰρ οὐχὶ καὶ τοῦ φοβεῖν ἔξω γεγόνασιν, τοῖς ἐκ τοῦ πολέμου καταπτοούμενοι δείμασιν. Ἀλλ᾽ εἰ καὶ δέξαιο, φησὶ, τοὺς ἀπό γε τῆς Μωαβιτῶν, ἀλλ᾽ οὖν ἴσθι τοι καὶ μάλα σαφῶς, ὅτι σέσωκας οὐ πάντας, ἀλλὰ βραχὺ καὶ εὐαρίθμητον τῶν ἀπολωλότων λείψανον. Τοῦτο οἶμαι δηλοῦν ἐθέλειν λέγοντα· Μὴ ἀπαρχῆς παροικήσουσιν οἱ φυγάδες Μωάβ.

Μὴ ἐν ἀρχαῖς ὄντος τοῦ πολέμου, φησὶν, ὑπεδέξω τοὺς φυγάδας· οὐκ εὐαρίθμητοι κομιδῆ καὶ ὀλίγοι παντελῶς οἱ διαφυγεῖν ἰσχύσαντες; Οὐκοῦν εἰς πέρας ἐνήνεκται τὰ εἰρημένα παρὰ Θεοῦ κατὰ Μωαβιτῶν. Ἀπόλωλε γὰρ εἰ καὶ βραχὺ, καὶ μόλις διασέσωσται λείψανον. Ἀλλ᾽, ὦ, φησὶν, Ἀρνῶν, ὑπεδέξω τοὺς ἐκ τῆς Μωαβιτῶν, προσδοκήσασα τάχα που, ὅτι καὶ αὐτοὶ κατὰ καιροὺς ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος. Ἔσται δὲ οὐχὶ τοῦτο. Πόθεν; Ἤρθη γὰρ ἡ συμμαχία σου· καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ ἀεί σοι συνασπίσας, φησὶ, τῆς Μωαβιτῶν ἡγούμενος, ὁ δεινὸς καὶ ὑπέροπτος, καὶ ὥσπερ τινὰ χοῦν καταπατεῖν εἰωθὼς τοὺς ἀνθεστηκότας, ᾤχετο καὶ ἀπόλωλεν. Ἤρθη γὰρ, καὶ ἐκ μέσου γέγονεν. Διδάσκει δὲ διὰ τούτων, ὅτι προσανῄρηται τοῖς Μωαβίταις, καὶ ἡ τοῦ δύνασθαί ποτε κρατῆσαι πάλιν αὐτοὺς ἐλπίς. Οἱ γὰρ ἀσεβεῖς ἐκ γῆς ὁλόῤῥιζοι, φησὶν, ὀλοῦνται· θείου δὲ ὅλως ἐπιπηδῶντος θυμοῦ, ποῖον ἔσται τῶν πεπονθότων λείψανον; Ἢ τίς ὁ ἀναστῆσαι δυνάμενος, Θεοῦ καταστρέψοντος; <Καὶ διορθωθήσεται μετ᾽ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ᾽ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαβὶδ, κρίνων καὶ ἐκζητῶν κρῖμα, καὶ σπεύδων δικαιοσύνην.> Ἐν τούτοις σαφῶς ἐπαγγέλλεται τὸ ἀπαλλαχθήσεσθαι κατὰ καιροὺς τὸν Ἰσραὴλ, τῆς ἀφορήτου ταλαιπωρίας, καὶ τῶν ἐκ τῆς αἰχμαλωσίας κακῶν.

Κύρου γὰρ ἑλόντος τὴν Βαβυλωνίων ἀνέθη μὲν ὁ Ἰσραὴλ, ἀνεκομίσθη δὲ κατοικτείροντος Θεοῦ εἰς τὴν ἁγίαν πόλιν, ἡγουμένων Ζωροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα καὶ Δαβὶδ, καὶ μέν τοι καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ὁ τοίνυν θρόνος, φησὶ, τοῦτ᾽ ἔστιν, ἡ παρὰ τοῖς Ἰουδαίοις βασιλεία, διορθωθήσεται μετὰ ἐλέους, τοῦτ᾽ ἔστιν, εἰς τὴν οἰκείαν ἐπανήξει τάξιν, κατοικτείροντος Θεοῦ. Καθιεῖται δὲ πάλιν ἐπ᾽ αὐτοῦ μετ᾽ ἀληθείας ἐν σκηνῇ Δαβὶδ, κρίνων καὶ ἐπιζητῶν κρῖμα. Καὶ σκηνὴν, ὡς ἔοικεν, ὀνομάζει τὰ βασίλεια, ἐν οἷς ποιούμενοι τὰς διατριβὰς ἐδίκαζον, ἐννόμως αὐτοὺς τοὺς τῆς βασιλείας διέποντας θάκους. Καὶ τό γε ἧκον εἰς τὸ Θεῷ δοκοῦν, ἐπιμεληταὶ δικαιοσύνης γεγόνασιν, εἰ καὶ τῆς ἀρετῆς διημαρτήκασί τινες, ἀπονενευκότες ἐπὶ τὰ χείρω.

Ἰστέον δὲ ὅτι μετὰ τὴν ἐκ τῆς Βαβυλῶνος ἐπάνοδον, οὐκέτι διῃρημένως κατῳκήκασιν οἱ ἐξ Ἰσραὴλ, ὡς εἶναι μὲν ἐν τῇ Σαμαρείᾳ τὰς δέκα φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, βασιλεύοντος ἐπ᾽ αὐτοῖς τινος, ἐν δὲ τοῖς Ἱεροσολύμοις τὴν Ἰούδα φυλὴν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, πάλιν ἑτέρου καὶ ἰδικῶς βασιλεύοντός τινος ἐπ᾽ αὐτῶν, ἀλλ᾽ εἰς μίαν συνενεχθέντες διάνοιαν, κατῳκήκασιν ὁμοῦ τὰ Ἱεροσόλυμα, ἕνα λοιπὸν χρίοντες βασιλέα. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα. Πλὴν ὑπισχνεῖται Θεὸς τοῦ παρὰ τοῖς Ἰουδαίοις θρόνου τὴν ἐπανόρθωσιν, μονονουχὶ κατονειδίζων τὴν Μωάβ. Πεφλυάρηκε μὲν λέγουσα, ὅτι Πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών. Ἀλλά σοι μὲν, φησὶ, τοῦτο κἀκεῖνο συμβήσεται πλατὺ γελώσῃ κατὰ τῶν ἐξ Ἰσραήλ. Τοὺς δὲ πάντη τε καὶ πάντως ἐλεήσει Θεὸς, καὶ ἀνήσει μὲν τῶν συμβεβηκότων· ἀποκαταστήσει δὲ πρὸς τὸ ἐν ἀρχαῖς τὴν παρ᾽ αὐτοῖς βασιλείαν ἐπανορθῶσαι. <Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα.> Προαναφωνήσας εὖ μάλα τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον τῶν ἐξ Ἰσραὴλ, καὶ ὅτι πάλιν ἀναφοίτησις ἔσται πρὸς τὸ ἀρχαῖον τῆς παρ᾽ αὐτοῖς ἀρχῆς, ἤγουν βασιλείας, ἐπάνεισι πάλιν ἐπὶ τὴν Μωὰβ, καὶ μεθίστησιν ἐπ᾽ αὐτοὺς τὸν λόγον.

Εἴρηται δὲ ὥσπερ ἐκ προσώπου τῶν ἁγίων προφητῶν, τὸ, Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα. Συναινοῦσι γὰρ διὰ τούτων, ὡς ἐν δίκῃ κολάζοντι τῷ Θεῷ, ὀφειλομένην τε καὶ πρέπουσαν αὐτοῖς ἐπενεγκόντι τὴν τιμωρίαν.

Ἀκηκοέναι δέ φασι τὴν ὕβριν Μωὰβ, πρῶτον μὲν τὴν ἀρχαιοτάτην ἐκείνην ἰστορίαν οὐκ ἠγνοηκότες, ἣν ὁ θεσπέσιος ἀφηγεῖται Μωσῆς. Ὡς γὰρ φθάσαντες εἴπομεν, κατεμισθοῦτο τὸν Βαλαὰμ ὁ Βαλάκ· Δεῦρο, λέγων, ἐπάρασαί μοι τὸν Ἰσραήλ. Πλεῖστα δὲ ὅσα πρὸς τοῦτο πέπρακται κατὰ καιροὺς παρὰ τῆς Μωαβιτῶν ὑπεροψίας τῇ τοῦ Θεοῦ μαχόμενα δόξῃ. <Τὴν ὑπερηφανίαν ἐξῆρα.> Τῶν ἁγίων προφητῶν ἐναργέστατα διωμολογηκότων, ἀκηκοέναι τε τὴν ὕβριν Μωὰβ, εἰδέναι τε ὅτι καὶ σφόδρα ἐστὶν ὑβριστὴς, ἀνταποκρίνεται Θεὸς καί φησι· Τὴν ὑπερηφανίαν ἐξῆρα· τοῦτ᾽ ἔστιν, οὐχ ὑπέροπτον ἁπλῶς οὖσαν τὴν Μωὰβ, ἀλλ᾽ οἷον αὐτὸ χρῆμα γενομένην ὑπεροψίαν ἐκ μέσου γενέσθαι παρεσκεύασα.

Πολεμῶ γὰρ ὑπερηφάνοις, καὶ μάχομαι τοῖς οὐ μέτρια φρονεῖν ᾑρημένοις, εἰκῆ δὲ μᾶλλον ἐξογκουμένοις, καὶ ὑψοῦ τὴν ὀφρὺν ἀνατείνουσι, καὶ τῆς ἑαυτῶν φύσεως ἠγνοηκόσι τὴν ἀσθένειαν. Γέγραπται δὲ, ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται.

Διδάσκων δὲ ὅτι κολάζει δικαίως, καὶ οὐ μάτην ἁπλῶς ἐπάγει τὰς δίκας, καταγορεύει τῆς Μωὰβ ὡς ἀφορήτως νοσούσης τὴν ὑπεροψίαν. <Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως.> Ἐξῆρα μὲν οὐκ ἐγὼ τὴν ὑπερηφανίαν σου, φησὶ, τοῦτ᾽ ἔστιν, ἐξέκοψα τὴν Μωὰβ, ἀλλ᾽ οὐ ταῦτά σοι προήγγελλον αἱ παρὰ σοῦ* ἁμαρτίαι. Ἐπηγγέλλοντο γὰρ ψευδοεποῦντες οἱ μάντεις, ὅτι καὶ κρείττων ἔσῃ τῆς τοῦ πολέμου προσβολῆς, καὶ νικήσεις εὐπετῶς τοὺς ἀνθεστηκότας, καὶ ἀνάλωτος ἔσῃ τοῖς ἐχθροῖς, καὶ ἡττωμένοις ἐπιτωθάσεις. Ἀλλ᾽ οὐχ οὕτως αὐτ᾽ ἔχει, πολλοῦ γε καὶ δεῖ. Μᾶλλον γὰρ ἐξέβη πρὸς τὸ ἐναντίον, καὶ οὐ κατ᾽ ἐλπίδα σὴν, τῶν πραγμάτων τὸ πέρας. Παγχάλεπον οὖν καὶ ἐπιζήμιον ἀληθῶς, τὸ τοῖς τῶν διαπαιζόντων προσέχειν λόγοις, καὶ ταῖς τῶν γοητῶν ἀποκομίζεσθαι φωναῖς, εἰς ἐλπίδας οὐκ ἐκβησομένας. <Ὀλολύξει Μωάβ. Ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι Δεσὲθ μελετήσεις.> Ὅτι μὴ οὕτως ἐκβέβηκεν ἡ μαντεία, καθὰ προσεδόκησαν, ἀλλ᾽ ἑτεροτρόπως, καὶ εἰς πᾶν τοὐναντίον, διαδείκνυσι σαφῶς, λέγων· Ὀλολύξει Μωὰβ, καίτοι τῆς μαντείας, ἤγουν τῇ τῶν μάγων τέχνῃ κεχρῆσθαι μεμελετηκότων οὐκ ὀλολύξειν αὐτὴν προηγορευκότων, ἀλλὰ γὰρ ἐπαλαλάξειν ἀπολωλόσιν ἐχθροῖς καὶ ἐπορχήσασθαι κειμένοις. Οὐκοῦν ἅπαντες, φησὶν, οἱ ἐν τῆ Μωαβίτιδι κατολολύξουσι· καὶ μελέτησις ἔσται τοῖς κατοικοῦσι Δεσέθ.

Πόλις δὲ καὶ αὕτη τῆς Μωὰβ, οἳ κόμμον τάχα που καὶ θρῆνον εὔρυθμόν τε καὶ εὐμελῆ καθ᾽ ἑαυτῶν μελετήσαντες, διὰ τούτου σημαίνονται. <Καὶ οὐκ ἐντραπήσονται πρὸς τὰ πεδία Ἐσεβῶν· πενθήσει ἄμπελος Σεβαμά. Καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ.> Ὁ λόγος ἐστὶν ἐν τοῖς πρὸς αὐτοὺς τάχα που τοὺς τὴν Μωὰβ ᾑρηκότας, Ἀσσυρίους τέ φημι καὶ Βαβυλωνίους, οἷς προστέταχε τὰ τῆς Ἐσεβὼν πεδία μὴ ἐντρέπεσθαι ἔτι καὶ αὐτὴν κατεμπρῆσαι τὴν Ἐσεβῶν· διαθεῖναι δὲ οὕτω καὶ τὴν Σαυαμὰ, ὡς πενθῆσαι καὶ τὰς οὔσας ἀμπέλους ἐν αὐτῇ. Πρὸς αὐτοὺς δὲ δὴ καί φησι· Καταπίνοντες τὰ ἔθνη. Ὑμῖν γὰρ ἐπιτάττω, φησὶν, ὦ τῶν ἐθνῶν ὀλετῆρες, καὶ ἄπλειστοί μοι καὶ ἀπηνέστατοι θῆρες, ἔθνη καταπίνοντες, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Πόλις δὲ καὶ αὕτη τῶν Μωαβιτῶν. Ἀμπέλους δὲ πάλιν ἐν τούτοις, τοὺς τῶν Μωαβιτῶν οἰκήτορας ὀνομάζει. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ, καὶ δρυμοῖς καὶ ξύλοις καὶ μὴν καὶ ἀμπέλοις παρεικάζειν τοὺς ἐν ἑκάστῃ πόλει τε καὶ χώρᾳ. Καὶ γοῦν περὶ τοῦ Ἰσραήλ φησιν· Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ ὁ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.

Λέγων δὲ, ὅτι Καταπατήσατε τὰς ἀμπέλους αὐτῆς, δείκνυσι πάλιν, ὅτι μὴ τῆς τῶν Ἀσσυρίων χειρὸς ἔργον ἦν τὸ νικῆσαι τὴν Μωὰβ, ἀλλ᾽ ἦν ὁ πάντα ἰσχύων Θεὸς ὑποφέρων τοῖς αὐτοῦ ποσὶ τοὺς ἀνθεστηκότας, καὶ τὸ δύνασθαι κρατεῖν τῆς ἐκείνων χειρὸς δωρούμενος. <Οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι· ἐγκατελείφθησαν, διέβησαν τὴν ἔρημον.> Φασὶν ὅτι τῶν Ἀσσυρίων ἐμβεβληκότων, πλεῖστοι τῶν Μωαβιτῶν εἰς τὴν ὅμορόν τε καὶ γείτονα φυγόντες ἔρημον διαλανθάνειν ἐσπούδαζον, καὶ μόλις ἐσπούδαζον, κομιδῆ βραχεῖς τὸν ἀριθμόν. Καὶ ἦν μὲν ἴσως οὐ χαλεπὸν τοῖς Βαβυλωνίοις κἀκείνους ἀνευρεῖν, ἐπαφιέντος Θεοῦ, καὶ μέχρις αὐτῶν ἐκτείνοντος τὴν ὀργήν. Ἐπειδὴ δὲ κολάζει μεμετρημένως φιλάνθρωπος ὢν, μονονουχὶ καὶ ἐντέλλεται τοῖς πεπορθηκόσι τὴν Μωὰβ, μὴ συνάπτειν τοῖς ἀπολωλόσι τοὺς φυγάδας, πλανᾶσθαι δὲ ὥσπερ ἐᾷν τὴν ἔρημον, τουτ᾽ ἔστι, λήθῃ διδόναι καὶ παραπέμπεσθαι τὴν ἔρευναν τῶν ἐν αὐτῇ συνδεδραμηκότων. Ταύτῃτοί φησι, πλανηθῆναί τε τὴν ἔρημον. Οἱ ἀπεσταλμένοι ὑμεῖς, φησὶν, οἱ διὰ τῆς ἐμῆς ὀργῆς ἀπεσταλμένοι πρὸς τὸ κατὰ κράτος ἑλεῖν τὴν Μωὰβ, πλανήθητε τὴν ἔρημον, λήθῃ δότε, καὶ παραπέμψασθε τὴν ἔρημον, διέβησαν γὰρ αὐτήν.

Εἶτα ἐπέῤῥιπται μεταξὺ τὸ, Ἐγκατελείφθησαν, ἐκεῖνο πάλιν διδάσκων, ὡς οὐκ ἂν ἐν τούτοις γέγονεν ἡ Μωαβιτῶν, εἰ μὴ προσκέκρουκεν οὐ μετρίως τῷ πάντα ἰσχύοντι Θεῷ. <Διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελος Σεβαμά. Τὰ δένδρα σου κατέβαλεν Ἐσεβῶν, καὶ ἐλάλει, ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ ἄπαντα πεσοῦνται, καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἀπὸ τῶν ἀμπέλων σου· καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται· καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.> Ἀναπλάττει πρόσωπον ὁ προφητικὸς ἡμῖν λόγος, ἐπὶ ταῖς τῶν Μωαβιτῶν δακρυῤῥοοῦν συμφοραῖς, καὶ τάχα που τῆς Ἰαζὴρ ὑπὲρ τὰς ἑτέρας πεπορθημένης· οὕτω καὶ τὰς ἄλλας κατολοφύρεσθαί φησιν, ὥσπερ ἂν πρέποι καὶ τὴν Ἰαζήρ. Ἀμπέλους δὲ καὶ δένδρα τοὺς ἐνοικοῦντας ταῖς πόλεσιν ὀνομάζει. Ἀπαριθμεῖται δὲ καὶ τὰς πεπορθημένας τῆς πόλεως Σαβαμὰ καὶ Ἐσεβῶν.

Ὁ δέ γε τῶν πολεμίων δῆμος ἐλάλησεν. Ἐπὶ τῷ θερισμῷ σου καὶ ἐπὶ τῷ τρυγητῷ σου, φησίν· ἐλάλησε δὲ τί; Τὸ, Καταπατήσω δηλονότι, καὶ ἅπαντα πεσοῦνται. Καὶ πρὸς τούτοις ἔτι· Ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων σου· ὁ γὰρ φιλέορτος Μωαβίτης, ὁ πλείστας τοῖς δαίμοσιν ἀνατιθεὶς τελετὰς, ὁ διανυκτερεύων ἐπὶ βωμοῖς, καὶ πρόφασιν εὐφροσύνης τὸ θύειν ἔχων ἀεί. Κατοιμώξει καὶ κλαύσεται, καὶ ἁπάσης θυμηδείας ἔσται μακράν. Οὐ γὰρ μὴ εὐφρανθήσονται· οὐδ᾽ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. Οὐκ ἔσται, φησὶν, ἐν ἀμπέλοις καρπός· συνοιχήσεται γὰρ αὐταῖς τὰ ἐξ αὐτῶν τικτόμενα. Καὶ ἐπὶ μὲν ταῖς ἀμπέλοις εἰ ἐκκόποιεν ὅλως, ἀληθὴς οὑτοσὶ λόγος. Εἰ δὲ δὴ γένοιτο πρὸς ἡμῶν, ὡς ἐν δυνάμει παραδειγμάτων ἐπὶ τὰ ἀνθρώπινα διδάσκει πάλιν ὁ λόγος, ὡς ὁμοῦ γονεῦσι τὰ ἐξ αὐτῶν οἰχήσεται, ὡς μηδὲ αὐταῖς ταῖς κυοφορούσαις δοθῆναί τινα παρὰ τῶν πολεμίων τὸν ἔλεον. Πεπονθέναι δὲ τοῦτο κατὰ τὴν Ἱερουσαλήμ φαμεν ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ.

Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ προσαπαγγέλλων τὰ συμβησόμενα αὐτῇ, ὅτι κυκλωθήσεται μὲν ὑπὸ στρατοπέδων· συμβήσεται δὲ τὸ οὐαὶ μάλιστα ταῖς τικτούσαις καὶ ταῖς ἐν γαστρὶ ἐχούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. <Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος, ὃ ἐνεκαίνισας.> Ἀφῃρημένων, φησὶν, ἀγαλλιάματός τε καὶ εὐφροσύνης ἐκ τῶν ἀμπέλων σου, καὶ οὐδενὸς ἐν αὐτοῖς εὐφρανθησομένου, συμβεβηκότος δὲ τούτου κἀκείνου, γενήσεται τὰ ἐντός μου καὶ κιθάρα καὶ ᾠδὴ καὶ μέλος ἐπί σοι. Τὰ σὰ γὰρ ἐξαγγέλλω πάθη, καὶ διαβόητον ἀποφαίνω τὴν ἐπενεχθεῖσάν σοι συμφοράν. Καὶ ὥσπερ τις εὔρυθμος ἀναβοήσω λύρα, κατακτυπήσω δὲ οὕτως, καὶ ἐξάκουστον ἐργάσομαι τὴν ᾠδὴν, ὡς τεῖχος ὃ ἐνεκαίνισας.

Ἔφη μὲν γὰρ ἐν ἀρχαῖς τῆς ὁράσεως ὁ μακάριος προφήτης· Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Διερμηνεύοντες δὲ ἡμεῖς τῶν εἰρημένων τὴν δύναμιν, ἐλέγομεν, ὅτι σεισμοῦ γεγονότος, τὸ τῆς Μωαβίτιδος κατηῤῥάγη τεῖχος, καὶ πρὸ τῆς τῶν πολεμίων ἐκβολῆς μονονουχὶ καὶ ἐκ βάθρων ἀναμοχλευθὲν κατεβρόντησε τῆς Μωαβιτῶν, ὃ δὴ καὶ ἀνεκαίνισαν, ἀνόνητον παντελῶς τὸν ἐπί γε τούτῳ δαπανήσαντες πόνον. Εἷλον γὰρ ἀμογητὶ τὴν σύμπασαν γῆν Ἀσσύριοί τε καὶ Βαβυλώνιοι.

Ἠχήσει τοίνυν τὰ ἐντός μου, φησὶν, ἐπὶ ταῖς σαῖς συμφοραῖς ὡς κιθάρα, καὶ διαβόητον οὕτως τὸ σὸν ἐργάσομαι πάθος· καθάπερ ἀμέλει τὸ σὸν κατηνέχθη τεῖχος, ὃ ἐνεκαίνισας μὲν, πλὴν ἐπ᾽ οὐδενὶ τῶν χρησίμων. Πεπτωκότος γὰρ αὐτομάτως τοῦ τείχους, οὐδένα τῶν κατὰ πᾶσαν τὴν Μωαβιτῶν, ἤγουν καὶ ἑτέραις ὄντων πόλεσί τε καὶ χώραις ἔλαθεν τὸ συμβεβηκός. <Καὶ ἔσται ἐν τῷ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὤστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.> Καὶ τὶ πρὸς τούτῳ, φησὶ, συμβήσεται πάλιν, ὅπερ σοι γενήσεται πρὸς αἰσχύνης καὶ ἐντροπῆς· ματαίους γὰρ ἀνατλήσεις πόνους, ἀναπιμπλὰς μὲν αἱμάτων τοὺς παρὰ σοὶ βωμοὺς, καὶ ἀκαταλήκτους ποιούμενος τὰς θυσίας, καὶ λιτὰς προσάγων τοῖς χειροποιήτοις. Τεύξῃ τε οὐδενὸς τῶν εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὐ γάρ σε δυνήσονται τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν.

Ποία γὰρ ἰσχὺς ἐν εἰδώλοις ἀψύχοις, ἃ καὶ τέχνης ἐστὶν ἀνθρωπίνης εὑρήματα, καὶ δημιουργοὺς ἔχουσι τοὺς προσκυνοῦντας αὐτά; Οὐκοῦν καθά φησιν ὁ μακάριος Δαβίδ· Ὅμοιοι αὐτοῖς γένωνται οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς. Ἰστέον δὲ, ὅτι δεισιδαιμονέστεροι λίαν οἱ Μωαβῖται γεγόνασιν, οἰωνοσκοποί τε καὶ ψευδομάντεις, καὶ τερατολόγοι, καὶ πολὺ λίαν ἐπιθαρσήσαντες τοῖς ἐκ γοητείας κακοῖς. ᾬοντο γὰρ ἴσως κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρὸς, οὐ τοσοῦτον, ὥς γε οἶμαι, ταῖς τῶν τακτικῶν ἐμπειρίαις, ὅσον ταῖς ἐπικουρίαις τῶν παρὰ σφίσι θεῶν. Ἀλλ᾽ ἡμαρτήκασι τῆς ἐλπίδος, ἄψυχον ὕλην διὰ θυσιῶν τε καὶ λιτῆς καλέσαντες εἰς ἐπικουρίαν. <Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ ὁπότε καὶ ἐλάλησεν.> Αὕτη, φησὶν, ἡ ὅρασις, ἡ κατὰ τῆς Μωαβιτῶν λαληθεῖσα παρὰ Θεοῦ· ὁπότε καὶ ἐλάλησε, τοῦτ᾽ ἔστιν, εἰ καὶ πρὶν τοὺς δι᾽ ἐμοῦ γενέσθαι λόγους, πλεῖστά τε ὅσα λελάληκε περὶ αὐτῆς, καὶ ἐπὶ μυρίοις αὐτὴν κατῃτιᾶτο κακοῖς. Ὡς γὰρ ἔφην φθάσας, καὶ ὁ θεσπέσιος Μωσῆς τῆς τοῦ ἔθνους διαμέμνηται δυστροπίας, καὶ ἐν τοῖς ὅτι μάλιστα κατεστυγημένοις ποιεῖσθαι προστέταχεν. Ἔφη γοῦν· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς.

Ἀπεκόμισέ ποτε καὶ τὸν Ἰσραὴλ τῆς εἰς Θεὸν ἀγάπης, καὶ προσκυνεῖν ἀνέπεισε τῷ Βεελφεγὼρ, ταῖς εἰς αἰσχρότητα τεθηγμένον ἡδοναῖς, καὶ γυναίων ὥραις σεσαγηνευμένον εἰς ἀπώλειαν.

Οὐκοῦν λελάληκε μὲν περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός. Καὶ νῦν δὲ δι᾽ ἐμοῦ τοῦτο γέγονεν ἐπ᾽ αὐτῆς τὸ ῥῆμα, φησίν. <Καὶ νῦν λέγω, ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ, σὺν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.> Εἰς ἀνάμνησιν ἱστορίας ἡμᾶς καὶ νῦν ὁ προφητικὸς ἀποκομίζει λόγος. Ἀποφοιτήσασαι γὰρ τῶν Ἱεροσολύμων δέκα τοῦ Ἰσραὴλ φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ· προσκεκυνήκασι δὲ ταῖς χρυσαῖς· ἐνιέντος αὐτοὺς εἰς τοῦτο, καὶ δυσσεβῶς κατωθήσαντος Ἱεροβοὰμ τοῦ Νάβατ. Εἶτα καὶ ἑτέρας ἐπενόησαν ἐκεῖ τὰς ψευδολατρείας ἕκαστοι τὸ δοκοῦν ἀνατιθέντες ὡς Θεόν.

Ἀγανακτήσας τοιγαροῦν ἐπὶ τούτοις ὁ τῶν ὅλων Κύριος, ἅτε δὴ καὶ ὑβρισμένης αὐτοῦ τῆς δόξης, καὶ πεπατημένων τῶν πατρῴων θεσμῶν, μονονουχὶ κατεμισθώσατο τὸν Ἀσσύριον Σαλμανασὰρ καὶ ἐπαφῆκεν αὐτοῖς, ὃς καὶ πᾶσαν τὴν Σαμαρειτῶν κατεχειροῦτο γῆν, τρισὶν ὅλοις ἔτεσιν ἐνιζήσας αὐτῇ· κατὰ τὸν αὐτὸν τουτονὶ χρόνον ἥλω κατὰ κράτος ἡ Μωαβιτῶν.

Οὐκοῦν εἰ καὶ λελάληκε, φησὶ, καὶ πάλαι Θεὸς, ἀλλὰ καὶ νῦν λέγω, ὅτι ἐν τοῖς τρισὶν ἔτεσιν τῶν ἐτῶν τοῦ μισθωτοῦ, τοῦτ᾽ ἔστι, τοῦ βασιλέως Ἀσσυρίων, ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Καὶ διά γε τούτων, ἤτοι τὴν παρὰ αὐτοῖς βασιλείαν φησὶν, ἢ καὶ κατὰ τὰ μεγέθη τῶν πόλεων, καὶ τὴν τῶν ἐνοικούντων πληθὺν, ἢ τάχα που, τὴν ἐμπειροπόλεμον ἡλικίαν.

Καταλειφθήσεται δὲ, φησὶν, ὀλιγοστὸς καὶ οὐκ ἔντιμος, τοῦτ᾽ ἔστι, δαπανηθήσεται μὲν τῷ πολέμῳ πᾶν ὅπερ ἐστὶ τίμιον παρ᾽ αὐτοῖς· οἱ δέ γε περιλειφθέντες ὀλίγοι τε ἔσονται παντελῶς, ἀτιμώτατοί τε καὶ ἄνανδροι, καὶ τοῦ μηδενὸς ἄξιοι λόγου. Φοβερὸν οὖν ἄρα, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τὸ προσκρούειν ἀποτολμᾷν τῷ πάντα ἰσχύοντι, πῶς οὐχ ἁπάσης ἔσται πρόξενον συμφορᾶς; Σωτήριον δὲ καὶ τὸ ὑποκεῖσθαι φιλεῖν αὐτῷ, καὶ αὐτὸν εἰδέναι μόνον, καὶ τῶν τῆς πλάνης ἀρκύων ἀποφοιτᾷν, λέγειν τε αὐτῷ μετὰ διαθέσεως ἀγαθῆς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.

ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΔΑΜΑΣΚΟΥ. Γέγονε μὲν ἀλκιμωτάτη καὶ ἐπισημοτάτη πόλις ἡ Δαμασκηνῶν· δυσσεβὴς δὲ καὶ θεομάχος, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων παρά γε τῷ παναγίῳ Θεῷ· καὶ ἦν εἰδωλολάτρης, καὶ ταῖς Ἀσσυρίων βδελυρίαις τε ὁμοῦ καὶ ὑπεροψίαις κατ᾽ οὐδένα παραχωροῦσα τρόπον. Προσκέκρουκε δὲ καὶ ἑτέρως τῷ πάντα ἰσχύοντι Θεῷ. Οἱ γὰρ ἐξ αἵματος Ἰσραὴλ, τοῦτ᾽ ἔστιν, αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ ἀποφοιτήσασαι τῶν Ἱεροσολύμων, καὶ ἐν τῇ Σαμαρείᾳ κατοικήσασαι, προσκεκυνήκασι μὲν ταῖς δαμάλεσι ταῖς χρυσαῖς, κατενεγκόντος αὐτὰς εἰς τοῦτο, καὶ κατωθήσαντος ἀνοσίως Ἱεροβοὰμ τοῦ Ναβάτ· ἀποσκιρτήσασαι δὲ εἰσάπαν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως ἀποπηδήσασαι· νόμου δὲ τοῦ δοθέντος αὐτοῖς διὰ τοῦ πανσόφου Μωσέως εἰς λήθην ἐνηνεγμένοι. Καιροῦ καλοῦντος ἔσθ᾽ ὅτε, καὶ πολέμου μέλλοντος ἥξειν ἐπ᾽ αὐτοὺς, οὐκ ἐπί γε τῷ σώζοντι Θεῷ μᾶλλον ἐποιοῦντο τὴν ἐλπίδα, παρεκάλουν δὲ μᾶλλον τοὺς κατὰ καιρὸν τῆς Δαμασκοῦ, καὶ ἁπάσης δὲ τῆς Σύρων βασιλεύοντας γῆς ἐπαμῦναί τε σφίσι, καὶ τῆς τῶν πολεμίων ἐξελέσθαι χειρός. Ἠγανάκτει τοιγαροῦν καὶ ταύτης μάλιστα τῆς αἰτίας ἕνεκα, καὶ κατεπικραίνετο πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός.

Ἐπιλαθόμενοι γὰρ εἰσάπαν, ὅτι λελύτρωνται μὲν ἐξ Αἰγύπτου, καὶ τὸν δυσφόρητον τῆς δουλείας ἀπεσείσαντο ζυγὸν, διεβιβάσθησαν δὲ καὶ διὰ θαλάσσης μέσης, εἶτα τὸ μάννα φαγόντες, καὶ ὕδωρ τῆς πέτρας πεποτισμένοι, κατευμεγεθήσαντές τε παντὸς ἐχθροῦ, κληρονόμοι γεγόνασι τῶν τοῖς πατράσιν ἐπηγγελμένων ἀγαθῶν, τὰς ἐξ ἀνθρώπων ἐκάλουν ἐπικουρίας οἱ τάλανες, μονονουχὶ τὸ μὴ δύνασθαι σώζειν αὐτοὺς καταψηφιζόμενοι τοῦ Θεοῦ.

Ταύτης τοι ἕνεκα τῆς αἰτίας παρεδόθησαν τῷ τῶν Ἀσσυρίων βασιλεῖ, ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ αὐτὴν πεπόρθηκε τὴν Δαμασκὸν, καὶ ἅπασαν δὲ τὴν τῶν Σύρων ἠρήμωσε γῆν. Ὅτι ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, πιστώσεται λέγων αὐτὸς ὁ προφήτης Ἡσαΐας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, τοῦτ᾽ ἔστιν, ὁ Σύρος πρὸς τοὺς ἐν τῇ Σαμαρείᾳ. Ὁ μὲν γὰρ Ἀρὰμ διερμηνεύεται Σύρος· ὁ δὲ Ἐφραῒμ ὡς ἀπὸ φυλῆς Ἐφραῒμ, ἅπαντα τὸν Ἰσραὴλ τὸν ἐν τῇ Σαμαρείᾳ κατῳκηκότα δηλοῖ. Ἐπειδὴ γὰρ ἐκ φυλῆς Ἐφραῒμ γέγονεν Ἱεροβοὰμ ὁ πρῶτος αὐτῶν βεβασιλευκὼς, καὶ μετ᾽ ἐκεῖνον οἱ καθ᾽ ἑξῆς, ὡς ἐκ τῆς βασιλευούσης φυλῆς, φημὶ δὴ τῆς τοῦ Ἐφραῒμ, ὁ σύμπας Ἰσραὴλ ὁ ἐν τῇ Σαμαρείᾳ σημαίνεται. Εὑρήσομεν δὲ καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ Φακεὲ, κατεπεφύοντο τῶν ἐξ Ἰσραὴλ, οἱ Σύροι, καὶ ὁ τῆς Δαμασκοῦ βεβασιλευκὼς Ῥαασσών. Εἶτα χρήμασι ἀναπείθει τὸν Ἀσσυρίων τύραννον ὁ Ἄχαζ, παρεκάλει δὲ δρομαῖον ἥκειν, καὶ ἐπαμῦναι μὲν αὐτῷ, καταδῃῶσαι δὲ τὴν Δαμασκόν· ὃ δὴ καὶ γενέσθαι συμβέβηκεν.

Τίνα τοίνυν διόλωλε τρόπον ἡ μαχιμωτάτη καὶ πανσθενὴς καὶ ὑβρίστρια, προαναφωνεῖ πάλιν ἡμῖν ἐν τούτοις ὁ προφήτης, καί φησιν· <Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων.> Οὐχ ἁπλῶς εἰς πεῖραν πολέμων, καὶ τῶν ἐντεῦθεν κακῶν ἀφήξεσθαί φησιν αὐτήν· ἀρθῆναι δὲ μᾶλλον, τοῦτ᾽ ἔστιν, ἄρδην ἀπολέσθαι, καὶ ἀποπεσεῖσθαι παντελῶς τοῦ εἶναι καὶ πόλιν. Ἔσται γὰρ, φησὶν, εἰς πτῶσιν εἰς τὸν αἰῶνα καταλελειμμένη· καταλελειμμένη δὲ πρὸς τίνων, ἢ πάντως που τῶν κατοικούντων αὐτὴν, οὐχ ὡς ἐπὶ μετῳκηκότων, ἀλλ᾽ ὡς τοῖς τῶν πολεμίων ξίφεσι δεδαπανημένων. Ἔσεσθαι δὲ λέγων αὐτὴν εἰς κοίτην ποιμνίων, τὴν παντελῆ δέδειχεν ἐρημίαν· οὐ γὰρ ἂν ἀνεπαύσαντο ποιμένες, καὶ ἐν αὐτῇ κατέδυσαν αἱ τῶν θρεμμάτων ἀγέλαι, εἴπερ τινὲς ἦσαν ἐν τοῖς οἴκοις αὐτῆς. Ταύτῃ τοι καὶ σφόδρα εἰκότως προσεπάγει λέγων· Καὶ οὐκ ἔσται ὁ διώκων. Οὐδεὶς γὰρ τοῖς ποιμέσιν ἐπιτιμήσει, φησὶν, ὅτι κατάλυμα πεποίηνται τὴν οὕτω λαμπρὰν καὶ ἀοίδιμον πόλιν. <Καὶ οὐκ ἔτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραῒμ, καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων. Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς δόξης αὐτῶν.> Ὑπὲρ τῆς τῶν προκειμένων ἀκριβοῦς σαφηνείας, οἰήσομαι δεῖν ὑπομνῆσαι πάλιν ἱστορίας κειμένης ἐν βιβλίοις Βασιλειῶν.

Βασιλεύοντος γὰρ τοῦ Ἄχαζ ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις, Φακεὲ υἱὸς Ῥομελίου βασιλεύων ἐν τῇ Σαμαρείᾳ δέκα φυλῶν κατεστρατεύετο τῶν Ἱεροσολύμων. Ἐπειδὴ δὲ ἐδεδίει μὴ ἄρα πως ἀτονήσῃ πρὸς τὸ ἑλεῖν αὐτὴν, σύνοπλον ἐποιεῖτο τὸν Ῥαασσὼν τὸν βασιλέα Σύρων καὶ τῆς Δαμασκοῦ. Ἔφη δὲ οὕτως αὐτὸς ὁ μακάριος προφήτης Ἡσαΐας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, (διερμηνεύεται δὲ Σύρων, ἤτοι Συρίας·) καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ πολεμῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ, λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, τοῦτ᾽ ἔστιν, ὁ Σύρος πρὸς τὸν ἐκ φυλῆς Ἐφραῒμ βασιλεύοντα τῶν ἐν Σαμαρείᾳ.

Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Οὐκοῦν ὁ Ἐφραῒμ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν καταλελοιπὼς, χεῖρα καὶ ἐπικουρίαν ὀλίγου παντελῶς ἀξιώσας λόγου, τὸν Δαμασκοῦ καὶ Σύρων ἡγούμενον ὑπασπιστὴν ἐποιεῖτο. Ταύτης τε ἕνεκα τῆς αἰτίας καὶ μάλα εἰκότως προσκέκρουκε τῷ Θεῷ. Ἡ τοίνυν Δαμασκὸς, φησὶ, καταδῃωθεῖσά τε καὶ ἠρημωμένη, καὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς ὑπομείνασα, οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραΐμ. Ἀλλ᾽ οὐδὲ ἔσται ἐν αὐτῇ βασιλεία· καίτοι φήσειεν ἄν τις, Καὶ μετὰ τὴν πόρθησιν ηὕρηνταί τινες βασιλεύοντες τῆς Δαμασκοῦ. Διαμέμνηται γοῦν καὶ ὁ Παῦλος λέγων, ὅτι «Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐζήτησεν αὐτὸν πιάσαι.» Οὐκοῦν ὁ λόγος ὁ προφητικὸς ἔμφασιν ἔχει πολλήν. Οὐκέτι γὰρ ἔσεσθαί φησιν εὐσθενῆ καὶ ἐπίσημον ἐν τῇ Δαμασκῷ βασιλείαν, εἰ καὶ γεγόνασι μετὰ τοῦτο τοπάρχαι τινὲς καὶ φύλαρχοι μᾶλλον, καὶ οὐχὶ τῆς ἀληθοῦς βασιλείας τὴν λαμπρότητα περικείμενοι.

Οὐκ ἔσται τοίνυν ἐν Δαμασκῷ βασιλεία, φησίν· ἀτονήσει δὲ σὺν αὐτῇ καὶ τὸ λοιπὸν τῶν Σύρων, τοῦτ᾽ ἔστιν, ἅπαν τὸ ἔθνος τὸ ὑπ᾽ αὐτῇ. Μητρόπολις γὰρ Συρίας ἡ Δαμασκός. Εἶτα πρὸς αὐτήν φησιν· Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς δόξης αὐτῶν. Εἰ γὰρ καὶ κλήρου, φησὶ, τοῦ ἐκνεμηθέντος ἐμοὶ, τοῦτ᾽ ἔστιν, τῶν ἐξ Ἰσραὴλ εἰς ἐμὲ πεπλημμεληκότων οὐκ ἐφεισάμην, πῶς οὐ πάντη τε καὶ πάντως ὑπομενεῖς καὶ αὐτὴ τὰ ἐκ τοῦ πολέμου βλάβη κατ᾽ οὐδὲν οὖσα βελτίων τοῦ Ἰσραήλ; <Τάδε λέγει Κύριος Σαβαώθ· Ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακὼβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται.> Ἰακὼβ ἐν τούτοις ὀνομάζει τοὺς ἐξ Ἰακὼβ γεγονότας, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, αἳ τοσοῦτον ἀπεπήδησαν τῆς εἰς Θεὸν ἀγάπης, καὶ τοῦ τὴν ἐλπίδα τοῦ σώζεσθαι ποιεῖσθαι μᾶλλον ἐπ᾽ αὐτῷ, ὥστε καὶ ἐφ᾽ ἑαυτοῖς πεποιθέναι, καὶ ὑψηλὴν ἀνατείνειν ὀφρὺν ἐπὶ πλήθει μόνῳ καὶ δόξῃ. Ἦν τρόπος οὗτος αὐτοῖς. Καὶ τοῦτο ἡμῖν ἐναργέστατα πάλιν προφήτης φησίν. Ἔφη γὰρ περὶ αὐτῶν· Αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεων. Εἶτα τούτοις ἐπιφέρει· Δὸς αὐτοῖς, Κύριε.

Τί δώσεις αὐτοῖς; Δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηρούς. Ἔσται τοίνυν, φησὶ, κατ᾽ ἐκεῖνο καιροῦ, ἔκλειψις τῆς δόξης Ἰακὼβ, τοῦτ᾽ ἔστι, δαπανηθήσεται ταῖς τῶν πολεμίων μαχαίραις ἡ πολλή τε καὶ ἀναρίθμητος πληθὺς τῶν ἐξ Ἰακὼβ, ἐφ᾽ ᾗ καὶ ἐδοξάζετο, καὶ φρονεῖν ἐπεχείρει μέγα. Ἀλλὰ καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται· τοῦτ᾽ ἔστι, καὶ παρ᾽ αὐτοῖς βασιλεία κατενεχθήσεται. Γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος Ὠσηὲ υἱοῦ Ἠλὰ ἐν τῇ Σαμαρείᾳ, ἐλθὼν ὁ Σαλμανασὰρ πεπολιόρκηκε τὴν Σαμάρειαν ἐφ᾽ ὅλοις ἔτεσι τρισὶν, εἷλέ τε αὐτὴν καὶ τὸν Ὡσηὲ μετῴκησεν εἰς Βαβυλῶνα.

Πίονα τοίνυν τῆς δόξης Ἰακὼβ νοηθεῖεν ἂν ὁ ἐν τῇ Σαμαρείᾳ κατ᾽ ἐκεῖνο καιροῦ βεβασιλευκὼς, ἢ τάχα που οἱ κατὰ πᾶσαν τὴν χώραν λαμπροὶ καὶ ἐπισημότεροι τῶν ἄλλων, πλούτῳ τε καὶ δυναστείᾳ τὸ τῶν ἑτέρων πλεονεκτοῦντες μέτρον, καὶ ἁβρυνόμενοι ταῖς τρυφαῖς καὶ ταῖς παρὰ πάντων τιμαῖς. <Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα ἀσταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἄσταχυν ἐν φάραγγι στερεᾷ. Καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς, ἐπ᾽ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε, ἐπὶ τῶν κλάδων αὐτῆς καταλειφθῇ.> Ὅτι καὶ ἑτοίμως καὶ ἀνιδρωτὶ περιέσονται τῶν ἐν Σαμαρείᾳ πολεμοῦντες Ἀσσύριοι, καὶ πρὸς τούτῳ πάλιν, ὅτι μὴ πρὸς ἅπαν καὶ ὁλοτελῶς οἰχήσεται πρὸς ἀπώλειαν, ἀλλ᾽ ἔσται τι καὶ κατάλειμμα βραχὺ, διαμεμήνυκεν ἐναργῶς ἐν τούτοις ἡμῖν ὁ προφητικὸς λόγος. Οἱ μὲν γὰρ τὴν τοῦ θερίζειν τὰς ἀστάχυς ἐμπειρίαν ἔχοντες, ἀποκείροντες εὐτέχνως τὸν μὲν σῖτον συλλέγουσιν· ἀεὶ δὲ κατόπιν ἐῶντες ὡς ἄχρηστον τὴν καλάμην ὅλον ἐπιτρέχουσι τῶν ληΐων τὸ πλάτος. Οἱ δέ γε τρυγᾷν εἰωθότες τὸν τῶν ἐλαιῶν καρπὸν, τοῦτο μὲν ῥάβδῳ καταπαίουσιν αὐτὰς, τοῦτο δὲ καὶ χερσὶν ἐπαφώμενοι καὶ τῶν ὀρπήκων ἁρπάζοντες συναγείρουσιν· ἀλλ᾽ εἰκὸς ἀπομένειν αὐταῖς τρεῖς ἢ τέσσαρας, ἢ πέντε τυχὸν ἐπ᾽ ἄκρῳ τῶν κλάδων, καὶ τοὺς τῶν τρυγώντων διαλαθεῖν ὀφθαλμούς.

Τοιοῦτόν τι συμβήσεσθαί φησι τοῖς ἐν Σαμαρείᾳ· πείσεσθαι γὰρ αὐτοὺς διισχυρίζεται καθὰ καὶ ὁ στάχυς, ὅτε ταῖς τῶν ἀμώντων περιπίπτει χερσίν· καταλειφθήσεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καλάμην, τοῦτ᾽ ἔστιν, ὀλίγους τῶν ἀσημοτέρων, ἢ καὶ ὡς ῥῶγας ἐλαίας δύο ἢ τρεῖς τὸν τῶν τρυγώντων λαθούσας ὀφθαλμὸν, διάτοι τὸ ἐν τοῖς ἀνωτάτω κεκρύφθαι κλάδοις. <Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, ἀλλ᾽ ἔσονται πεποιθότες ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραήλ. Καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, οὐδὲ τὰ βδελύγματα αὐτῶν.> Ὁ σοφώτατος Παῦλος, οὐκ ἀνόνητον εἰδὼς, οὐδὲ εἰκαῖον τὸ χρῆμα, τὸ παιδεύεσθαι παρὰ τοῖς δι᾽ αὐτὸν κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας, ἐπιστέλλει καί φησιν· «Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;» Παρατίθησι δὲ καὶ τὰ ἐκ τῆς θεοπνεύστου Γραφῆς· ἐπιφέρει γὰρ εὐθύς· «Υἱὲ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς ὁ τῶν ὅλων δημιουργὸς, «πάντας ἐθέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.»

Ταύτῃτοι νενουθέτηκε πλειστάκις διὰ προφητῶν ἁγίων τοὺς ἐξ αἵματος Ἰσραὴλ, μάλιστα δὲ τοὺς ἐξ Ἱεροσολύμων μεταφοιτήσαντας εἰς Σαμάρειαν. Οἱ δὲ ἦσαν ἀσχέτως ἐπὶ τὸ αὐτοῖς δοκοῦν ἀπονενευκότες, καὶ Θεὸν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, θεραπευταὶ γεγόνασι δαιμονίων, καὶ εἰδώλοις ἀψύχοις προσεκόμιζον τὰς λατρείας. Ἐπειδὴ δὲ πολὺ λίαν ἀμαθαίνοντες, οὐδὲ ὅτι προσήκοι μεταγινώσκειν αὐτοὺς ἐβουλεύοντο, λοιπὸν ἐκολάζετο Θεός. Οὓς γὰρ οὐκ ὀνίνησι λόγος, μεθίστησι πόνος, περιτρέπων αὐτοὺς ὡς ἐξ ἀνάγκης καὶ βίας ἐπὶ τὸ ἀρέσκον Θεῷ. Τοιοῦτόν τι καὶ ὁ μακάριος Δαβὶδ εὑρίσκεται λέγων· «Ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ὅνπερ γὰρ τρόπον οἱ πωλοδαμνεῖν εἰωθότες, καὶ ταῦτα σοφοὶ, περιτρέπουσι χαλινοῖς τοὺς τῶν ἵππων ἀγριωτέρους εἰς ἐπιστήμονα δρόμον· οὕτως καὶ ὁ τῶν ὅλων Θεὸς, ταῖς ἐκ πόνων ἀνάγκαις, περιίστησι πλειστάκις εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς τὸν ἀπειθῆ καὶ ἐξήνιον. Τοιοῦτόν τι πεπονθότες, οἱ ἐν Σαμαρείᾳ κατῳκηκότες, μετά γε τὸ παθεῖν τὰς ἐκ τοῦ πολέμου συμφορὰς, μόλις ἐπέγνωσαν τὸν κολάζοντα καὶ λελυπημένον· καὶ ἀπεσείσαντο μὲν τὰς τῶν εἰδώλων λατρείας, μετέβαλον δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ, παρ᾽ αὐτοῦ δὲ δηλονότι προσδοκῶντες ἔσεσθαι τὴν ἐπικουρίαν, καὶ τῶν ἐπενηνεγμένων αὐτοῖς κακῶν τὴν ἀπαλλαγήν.

Οὐ γὰρ μὴ πεποιθότες ὦσι, φησὶν, ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, οὐδὲ τὰ βδελύγματα αὐτῶν. Ἔθος μὲν γὰρ ἦν αὐτοῖς τὰς τῶν ὀρῶν καταλαμβάνειν κορυφὰς, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης, καθὰ γέγραπται, προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Ἀλλ᾽ οὐκέτι τούτοις ἐμβλέψονται, φησὶ, πείρᾳ μαθόντες ὡς εἰκαῖον αὐτοῖς καὶ ἀνόνητον παντελῶς τὸ χρῆμά ἐστιν, μᾶλλον δὲ καὶ ἁπάσης αἴτιον συμφορᾶς. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, καὶ διολώλασι, καὶ δέδονται τοῖς ἐχθροῖς.

Ἄριστον οὖν ἄρα τὸ φυλάττεσθαι καὶ παντὶ παραιτεῖσθαι σθένει τὴν θείαν ὀργὴν, καὶ μὴ πείρᾳ μαθεῖν ἐκδέχεσθαι τὰ κακά. Προσαποδύεσθαι δὲ μᾶλλον καὶ μάλα γοργῶς τὰς αἰτίας, ἐφ᾽ αἷς ἂν ὀργίζοιτο Θεὸς, καὶ πρὸ πληγῆς καὶ μάστιγος ἀπολογεῖσθαι λελυπημένῳ διά γε τοῦ παραιτεῖσθαι μὲν τὰ αἰσχίω, τιμᾷν δὲ τὰ κάλλιστα, καὶ πάντα τρόπον ἐπιτηδεύειν ἀρετῆς. <Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμοῤῥαῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ἔρημοι, διότι ἐγκατέλιπες τὸν Θεὸν τὸν Σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης.> Ἐξ αὐτῶν ἀναπείθει τῶν συμβεβηκότων ἐννοεῖν ὅτι γέγονεν αὐτοῖς ἐξ ἀντιστρόφου τὰ πράγματα.

Πάλιν μὲν γὰρ ἐνίκουν ἐπικουροῦντος Θεοῦ, καὶ φοβεροί τινες ἦσαν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις. Εἷλον γὰρ αὐτὰς ἀνιδρωτὶ, κατευμαρίζοντος αὐτοῖς τοῦ Θεοῦ πᾶν ὅσον ἦν ἄναντές τε καὶ δυσήνυτον. Ἐπειδὴ δὲ τῆς ἐκείνων ἀνοσιότητος γεγόνασι μιμηταὶ, δειλοὶ καὶ εὐάλωτοι κατ᾽ ἐκείνους γεγόνασιν.

Ἠρήμωνται γὰρ αἱ πόλεις αὐτῶν, καὶ κατελείφθησαν ὑπὸ τῶν κατοικούντων ἐν αὐταῖς, κατὰ τὸν ἴσον τρόπον, καθ᾽ ὃν οἱ Εὐαῖοι καὶ Ἀμοῤῥαῖοί ποτε τοῖς αὐτῶν ξίφεσιν ἔπιπτον δαπανώμενοι· ἐναργῆ δὲ καθίστησι τὴν αἰτίαν εὐθὺς τοῦ πρὸς τοῦτο κατολισθεῖν ἀσθενείας αὐτοὺς, καὶ τὴν οὕτως ἀπηνῆ καὶ δύσοιστον ὑπομεῖναι συμφοράν· Ἐγκατέλιπες γὰρ τὸν Θεὸν τὸν Σωτῆρά σου, φησὶ, καὶ Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης. Δέον γὰρ εὐχαριστεῖν ἐφ᾽ οἷς εὐηργέτηνται, τοῦτο μὲν δουλείας τῆς ἐν Αἰγύπτῳ λελυτρωμένοι, τοῦτο δὲ κατακρατοῦντες ἐχθρῶν, καὶ καταδῃοῦντες τὰς πόλεις τῶν ἀνθεστηκότων, τοῦτο δὲ ὅτι καὶ εἰς αὐτὴν εἰσεκομίσθησαν τῆς ἐπαγγελίας τὴν γῆν· πονηρὰς ἀμοιβὰς ἀντεκόμιζον τῷ Δεσπότῃ προσκρούοντες ἀδεῶς, καὶ οὐ καθ᾽ ἕνα λυποῦντες τρόπον, ἀλλὰ νόμου μὲν τοῦ διωρισμένου διὰ τοῦ πανσόφου Μωσέως μικρὰ κομιδῇ φροντίσαντες, ἀπολακτίσαντες δὲ παντελῶς τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ ἀψύχοις ὕλαις ἀναθέντες τὸ σέβας, εἰρηκότες δὲ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· «Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου.»

Ὅτε τοίνυν ἐσμὲν μετὰ Θεοῦ, τὰ αὐτοῦ δηλονότι φρονεῖν σπουδάζοντες, καὶ τὰ αὐτῷ φίλα κατορθοῦν ᾑρημένοι· τότε δὴ πάντως κρείττους ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πατήσομεν ἀρχὰς, καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου τὰ πνευματικὰ τῆς πονηρίας, τότε περιεσόμεθα, καὶ μάλα γοργῶς, τῶν ἐκτόπων ἡδονῶν καὶ τῶν τῆς σαρκὸς κινημάτων· τότε λογισμοὺς νικήσομεν πονηροὺς, καὶ τὰ πνεύματα τοῦ ἐξουσιάζοντος οὐχ εὑρήσει τόπον ἐν ἡμῖν. Ἠμεληκότες δὲ τοῦ προσκεῖσθαι Θεῷ, ἀσθενεῖς καὶ ἄνανδροι, καὶ ὑπὸ πόδας ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πλεονεκτοῦντα τὸν Σατανᾶν οὐδεὶς ἀνακόψει τρόπος. <Διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον, καὶ σπέρμα ἄπιστον. Τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν φυτεύσεις, πλανηθήσῃ. Τὸ δὲ πρωῒ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν, ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοὺς υἱούς σου.> Ἀσαφείᾳ πολλῇ κατημφιασμένην τοῦ προκειμένου τὴν ἔννοιαν διατρανοῦν ὡς ἔνι πειράσομαι. Ἔστι τοίνυν ὅ φησι τοιοῦτον· Φθάσας ἔφην, ὅτι πλανῶντές τε καὶ πλανώμενοι, καὶ φρονοῦντες ἃ μὴ θέμις οἱ ἐξ Ἰσραὴλ (ἤγουν ὁ Ἐφραῒμ, ἵνα τὰς δέκα νοήσῃς φυλὰς, τὰς ἐν τῇ Σαμαρείᾳ μετῳκισμένας), ὑψηλὴν εἶχον τὴν ὀφρὺν, ᾤοντο δὲ μηδένα παντελῶς τῶν ἐχθρῶν τῆς αὐτῶν δύνασθαι κατευμεγεθῆσαι χειρὸς, διάτοι τὸ ἀναριθμήτους εἶναι καὶ σφόδρα πολλούς.

Ἀλλ᾽ ἐσφάλλοντο τῆς ἐλπίδος. Πεπτώκασι γὰρ, καὶ οἱ μὲν δεδαπάνηνται τῷ πολέμῳ, οἱ δὲ εἰς τὰς τῶν νενικηκότων ἀποκομίζονται χώρας, αἰχμάλωτοι καὶ περιδεεῖς καὶ ἐν παντὶ γεγονότες κακῷ. Ἐπειδὴ δὲ καιροῦ διιππεύσαντος, ἀνεκομίσθησαν ἐκ τῆς Περσῶν χώρας εἰς τὴν ἁγίαν πόλιν, εἶτα κατέληξαν τοῦ ἀνὰ μέρος ἔχειν τοὺς βασιλεύοντας, κατῳκήκασι δὲ οἱ πάντες τὰ Ἱεροσόλυμα, καὶ τὸν τοῦ Θεοῦ τετιμήκασι νόμον· τότε καὶ ἐν ἀσφαλείᾳ γεγόνασιν οἱ ἐξ αὐτῶν παῖδες, καὶ εἰς τέκνα τέκνων δεδραμήκασιν αἱ διαδοχαί.

Τοιοῦτόν τι διδάσκει καὶ νῦν ὁ λόγος, ὡς περὶ σίτου καὶ ἀσταχύων αἴνιγμα διδούς. Ἐπειδὴ γάρ, φησι, Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης, ταύτης ἕνεκα τῆς αἰτίας ἄπιστον ἔσται, καὶ οὐκ ἀσφαλὲς εἰς διατήρησιν, ὅπερ ἂν φυτεύσῃς φύτευμα, τοῦτ᾽ ἔστι, τὸ ἐκ μέσου σπέρμα τε καὶ γένος. Ὅταν δὲ φυτεύσῃς, καὶ πολὺ γεγονὸς ἴδῃς, τότε πλανηθήσῃ. Οἰήσῃ μὲν γὰρ, φησὶ, τῷ πλήθει τεθαρσηκὼς, ἀλλ᾽ οὐκ ἀληθῆ λογιῇ. Ἀσταχύων γὰρ δίκην πεσοῦνται, καὶ ἀνόνητον εὑρήσεις παντελῶς τὴν ἐπί γε τούτοις ἐλπίδα. Τὸ δὲ πρωῒ ἐὰν σπείρῃς, τοῦτ᾽ ἔστιν, ἐν φωτὶ γεγονὼς, καὶ λοιπὸν ἐπιγνοὺς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Δεσπότην, σώζοντά τε ῥᾳδίως καὶ ἐπικουρεῖν ἰσχύοντα· τότε τὸ πεφυτευμένον, ἤτοι κατασπαρὲν ἀνθήσει εἰς ἀμητὸν, τοῦτ᾽ ἔστι, τελεσφορηθήσεται· τὸ γὰρ πρόωρον δαπανᾶσθαι τὸν ἄσταχυν, ζημίαν καὶ πόνων καὶ ἐλπίδος ἐμποιεῖ τοῖς γηπονεῖν εἰωθόσιν· τό γε μὴν εἰς ἀμητὸν ἐλθεῖν, πληρεστάτην δίδωσι τὴν ἐπ᾽ ἀγαθοῖς ἐλπίδα. Ἀνθήσει τοίνυν εἰς ἀμητὸν, τοῦτ᾽ ἔστι, τελεσφορηθήσεται τὸ σὸν φύτευμα, ὅτ᾽ ἂν γένηταί σοι πρωῒ, τοῦτ᾽ ἔστιν, ὅταν εὑρεθῇς ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ καὶ ἐν ἐπιγνώσει Θεοῦ γεγονώς. Τότε καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου. Παραπέμψεις γὰρ εἰς υἱοὺς καθάπερ τινὰ κλῆρον τὴν εὐθυμίαν καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν μέθεξιν. <Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν!

ὡς θάλασσα κυμαίνουσα, οὕτω ταραχθήσεσθε· καὶ νῶτος ἐθνῶν πολλῶν, ὡς ὕδωρ ἠχήσει· ὡς ὕδωρ πολὺ ἔθνη πολλὰ, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου. Καὶ ἀποσκορακιεῖ αὐτὸν, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου. καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα.> Οὐκ ἀπαρακλήτους ἐᾷ τοὺς ἐξ Ἰσραὴλ φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Θεὸς, συνεισβάλλουσαν δὲ τῷ φόβῳ τὴν ἐπ᾽ ἀγαθοῖς ἐλπίδα ποιεῖται πλειστάκις, καὶ τοῦτο οἰκονομικῶς, ἵνα δι᾽ ἀμφοῖν ὠφελῇ τοὺς ἀκροωμένους. Ὅτι τοίνυν ἐρημωθήσονται μὲν αἱ πόλεις αὐτῶν, εἴρηται σαφῶς· καὶ ποία γέγονε τοῦ παθεῖν ἡ πρόφασις, ἐδίδαξε λέγων, ὅτι Ἐγκατέλιπες Κύριον τὸν Θεόν σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. Ἀλλ᾽ ὁ πλήξας εὐθὺς ἐπαγγέλλεται καὶ μοτοῦν. Ἐξηγεῖται δέ τι συμβεβηκὸς, ὃ καὶ εἰπεῖν ἀναγκαῖον ὡς ἔνι λόγοις διὰ τὴν χρείαν. Ἐζεχίου κατὰ καιροὺς τοὺς τῆς βασιλείας διέποντος θρόνους ἐν τοῖς Ἱεροσολύμοις, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Γέγραπται γὰρ ὡδί· Εἶτα πέμπει Ῥαψάκην ἐκ Λαχεῖς εἰς Ἱερουσαλὴμ πολιορκῆσαι αὐτὴν, ὃς δὴ καὶ ἀφιγμένος, κατεφλυάρησε μὲν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· μὴ γὰρ δύνασθαι διασώζειν αὐτοὺς, κἂν εἰ βούλοιτο τοῦτο δρᾷν, ὁ παράφρων διετείνετο.

Βαρβάρῳ δὲ γλώττῃ καὶ νῷ κεχρημένος, ἔγνω τῇ πείρᾳ μαθὼν, ὅτι σκληρὸν ἀνθρώπῳ παντὶ τῆς ἀνωτάτω κατεπαίρεσθαι δόξης. Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν ἀλλοφύλων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά.

Ἐπειδὴ δὲ τῶν προσδοκηθέντων ὁ πεπομφὼς ἐσφάλλετο, φημὶ δὴ Σενναχηρεὶμ, ὑπενόστησε φυγὰς, καὶ μόλις ἐσώζετο τὰ οἴκοι καταλαβὼν, εἰ καὶ διόλωλε καὶ οὐκ εἰς μακρὰν ὑπὸ τῶν ἑαυτοῦ παίδων. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ Ἀσαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμελὲχ καὶ Σαρασὰρ, οἱ υἱοὶ αὐτοῦ, ἐπάταξαν αὐτὸν μαχαίραις.

Ταύτης διαμέμνηται τῆς ἱστορίας ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος, τὴν δέ γε τῶν Ἀσσυρίων ἔφοδον προαφηγεῖται, καί φησιν· Οὐαὶ πλῆθος ἐθνῶν! καὶ τὰ τούτοις ἐφ᾽ ἑξῆς. Ταλανίζει μὲν γὰρ αὐτοὺς, ὡς ὅσον οὐδέ πω τεθνηξομένους ἐν τοῖς Ἱεροσολύμοις, διολλύντος ἀγγέλου. Ὅτι δὲ οὐχ ἓν ἦν ἔθνος, πλεῖστα δὲ μᾶλλον, διαδείκνυσιν ἐναργῶς, πλῆθος ἐθνῶν ὀνομάζων αὐτά. Ἐπῄεσαν δὲ ταῖς χώραις, ἤτοι ταῖς πόλεσι τῆς Ἰουδαίας, ὡς ὕδωρ πολὺ καὶ ὡς βίᾳ καταφερόμενον, καὶ θορύβους ἐμποιοῦν, μόνον δὲ οὐχὶ θαλάσσης δίκην τῶν ἀνθεστηκότων κατακυμαίνοντες.

Νῶτον δὲ αὐτοὺς πολλῶν ἐθνῶν ἐν τούτοις ἀποκαλεῖ, διάτοι τὸ πολλὰ διώκεσθαι παρ᾽ αὐτῶν ἔθνη. Τρέχουσι δὲ κατὰ νώτου πάντη τε καὶ πάντως τῶν φευγόντων οἱ διώκοντες. Εἶτα τί μετὰ τοῦτο; Ἀποσκορακιεῖ αὐτὸν, φησὶ, τοῦτ᾽ ἔστιν, ὀπίσω πέμψει, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγίδος φέρουσα. Τί γὰρ οὕτως εὐδιαρίπιστον, ὡς χοῦς ἐκ τροχοῦ καὶ ἁλῶνος, πνεύματος λάβρου κατασπιλάζοντος; Ὅτι δὲ ᾤχετο φυγὰς ὁ Σενναχηρεὶμ, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεὸς πρὸς αὐτὸν διὰ φωνῆς Ἡσαΐου· «Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥίνα σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.» <Πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωῒ, καὶ οὐκ ἔσται. Αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων.> Φθάσας ἔφην ὅτι περιστήσας ὁ Ῥαψάκης τοῖς Ἱεροσολύμοις τὸ μάχιμον, καὶ οὐκ εἰς μακρὰν αἱρήσειν αὐτὴν ἀπειλήσας, ἀπόλωλε πανστρατιᾷ πρὸ αὐγῆς καὶ ἡμέρας. Πένθος τοίνυν ἔσται, φησὶ, πρὸς ἑσπέραν, πάντως που προσδοκησάντων ἐν τοῖς Ἱεροσολύμοις ἔσεσθαι πρωῒ, καὶ τοῦ πολέμου τὴν προσβολὴν, ἀλλὰ πέπαυται πρὸ αὐγῆς.

Διὰ τοῦτό φησιν· Ἔσται μὲν πένθος πρὸς ἑσπέραν· οὐκ ἔσται δὲ πρὶν ἢ πρωῒ, τοῦτ᾽ ἔστι, πεπαύσεται καὶ καταλήξει τὸ δάκρυον· καὶ ὁμοῦ τοῖς ἐκ τοῦ παθεῖν οἰχήσεται δείμασιν ἐπικουροῦντος Θεοῦ, καὶ παραδόξως ἀνῃρηκότος τὰς τῶν πολεμίων φάλαγγας, καὶ προσέτι τὸν ἡγούμενον ἐξελάσαντος τῆς Ἰουδαίων γῆς. Τοῦτο καὶ ὁ μακάριος Δαβὶδ ἐξηγεῖται λέγων· «Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς πρωῒ ἀγαλλίασις.» Ἀλλ᾽ οὗτος, φησὶν, ὁ κλῆρος· αὕτη δὲ καὶ ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ διαρπαζόντων ὡς ἴδιον κλῆρον. Κατονειδίζει διὰ τούτων τοὺς ἐξ Ἰσραὴλ, ὅτι πεπράχασι μὲν αὐτοὶ τὰ δι᾽ ὧν ἦν εἰκὸς ὁλόῤῥιζον ἀπολέσθαι τὸ ἔθνος, κατοικτείρει δὲ πάλιν αὐτὸς, καὶ θανάτῳ κολάζει τοὺς διαρπάζοντας τὸν ἐκνεμηθέντα λαὸν αὐτῷ. «Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἀλλά μοι πρὸς τούτοις κἀκεῖνο ἄθρει λεπτῶς, καὶ ὡς ἀπό γε τῶν ἱστορικῶς γεγονότων εἰς ἐννοίας ἔρχου τὰς ἐσωτάτω.

Ὅταν ἡμᾶς αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις, ὕδατος βιαίου δίκην καταχεόμεναι τῆς ψυχῆς, ἢ τοῖς ἔξωθεν πειρασμοῖς ἐμβάλλουσαι, ἤγουν τοῖς ἐμφύτοις κινήμασι τῆς σαρκὸς, ἐκπολιορκεῖν ἐπείγονται τὸν εὐσεβηκότα νοῦν· μὴ εἰς ἀδρανῆ δειλίαν καταπιπτέτω τις τῶν ἀριστεύειν εἰδότων μετὰ Θεοῦ, ἐπ᾽ αὐτῷ δὲ μᾶλλον ποιησάμενος τὴν ἐλπίδα, παντὸς ἔστω κρείττων δείματος. Τεύξεται γὰρ ὅτι τῆς ἐπικουρίας παρὰ αὐτοῦ, πῶς ἔστιν ἀμφιβαλεῖν; Οἶ δὲ γὰρ Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, καὶ ὁ μακάριος δὲ γράφει Παῦλος· «Δυνατὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειραθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Καὶ ὡς ὁ Ψάλτης φησίν· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ὅταν δὲ καὶ οἱ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες αἱρετικοὶ, ταῖς ἑαυτῶν δυστροπίαις χρώμενοι κατεπαίρονται τῶν τῆς ἀληθείας προσκυνητῶν, ἐπέρχονται δὲ δεινοὶ καὶ θρασεῖς, ἢ πολέμους ἀνιστάντες καὶ διωγμοὺς, ἢ θλίψεις αὐτοῖς, καὶ θανάτου φόβον ἐπισωρεύοντες· οὐδὲν ἧττον ἀσθενήσουσι καὶ οὗτοι· χειρὶ γὰρ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεὰς, καθὰ γέγραπται. <Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας! ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος.

Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν, καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον.> Θαυμάσειεν ἄν τις, καὶ δὴ καὶ καθ᾽ ἑαυτὸν ἐκεῖνο τάχα που διαλογιεῖται, καὶ ἐρεῖ· Τοῦ δὴ χάριν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος γέγονε μὲν κατὰ τῆς Δαμασκοῦ, εἰσκομίζει δὲ μνήμην καὶ τῆς γῆς, τῆς ἐπέκεινα ποταμῶν Αἰθιοπίας; Φαμὲν οὖν ὅτι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, τὸν τῶν ὅλων σωτῆρα Θεὸν καταλιπεῖν ἀφυλάκτως μεμελετηκότες, κατῴχοντο μὲν εἰς πολύθεον πλάνην· κατημεληκότες δὲ εἰς ἅπαν τῆς διὰ Μωσέως ἐντολῆς, ἐπαιδεύοντο παρὰ Θεοῦ, πολέμους αὐτοῖς ἐπανιστάντος κατὰ καιροὺς, καὶ ταῖς ἐντεῦθεν κατατήκοντος συμφοραῖς. Οἱ δὲ, καίτοι δέον ταῖς μεταγνώσεσι θεραπεύειν λελυπήμενον, καὶ ἀποφοιτᾷν μὲν τῆς ἑαυτῶν φαυλότητος, ἀνακομίζεσθαι δὲ πρὸς τὸ τῷ νομοθέτῃ δοκοῦν, καὶ τὴν παρ᾽ αὐτοῦ διψῇν ἐπικουρίαν, τὰς τῶν ὁμόρων ἐθνῶν κατεμισθοῦντο συμπνοίας· καὶ ποτὲ μὲν προσίεσαν τοῖς τῆς Δαμασκοῦ βασιλεῦσι, ποτὲ δὲ τοῖς Αἰγυπτίων· καὶ οὐχὶ μόνον, ἀλλὰ γὰρ καὶ τὰς τῶν ἐπικουρούντων αὐτοῖς ἐθνῶν λατρείας μανθάνοντες, καὶ αὐτὰς ἠπείγοντο ζηλοῦν. Καὶ γοῦν ὁ Ἄχαζ ὁ τοῦ Ἰωάθαμ βασιλεὺς Ἰούδα, γενόμενος ἐν τῇ Δαμασκῷ, εἶτα θυσιαστήριον ἀνατεθειμένον εἰδώλῳ τεθεαμένος ἐκεῖσε καινοπρεπῶς εἰργασμένον, τὸ ἐμφερὲς κατεσκεύασε, καὶ ἀνατέθεικεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.

Οὐκοῦν γέγονεν ἡ ὅρασις κατὰ Δαμασκοῦ.

Ἰδοὺ γὰρ, φησὶ, Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ οὐκ ἔσται ἔτι ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραΐμ. Ὁρᾷς τὴν αἰτίαν ἐπενηνεγμένην εὐθὺς, τοῦ ἐκ πόλεων ἀρθήσεσθαι λέγειν τὴν Δαμασκόν; Οὐ γὰρ ἔτι ἔσται, φησὶν, οὕτως ὀχυρὰ, ὥστε καὶ προσφεύγειν αὐτῇ τὸν Ἐφραῒμ ἐν τῇ Σαμαρείᾳ βεβασιλευκότα.

Μεθίστησι τοίνυν τὸν λόγον ἐπὶ τὴν Αἰγυπτίων. Προσίεσαν γὰρ καὶ αὐτοῖς οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ οἱ κατοικοῦντες ἐν τοῖς Ἱεροσολύμοις, καὶ μετεποιοῦντο σφόδρα τῆς παρ᾽ αὐτῶν συνδρομῆς καὶ ἐπικουρίας, ἐπιόντων μάλιστα τῶν Βαβυλωνίων. Καὶ γοῦν διὰ φωνῆς προφήτου φησίν· «Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ᾽ ἵπποις καὶ ἅρμασι πεποιθότες!» Συμβέβηκε δέ τι τοιοῦτον. Κατεστρατεύετο μὲν γὰρ τῆς Ἰουδαίων γῆς ὁ Ναβουχοδονόσορ κατὰ καιρούς. Ἐν δὲ τῷ παρατρέχειν, ἁπάσας, ὡς ἔπος εἰπεῖν, τὰς τῆς ἑῴας κατεληΐζετο πόλεις.

Ἐπειδὴ δὲ τὴν Τυρίων ἑλεῖν ἠθέλησε, νῆσον οὖσαν τὸ τηνικάδε, εἶτα τῶν διαβιβαζόντων πλοίων ἐν ἀπορίᾳ γέγονε, Περσικῷ φρονήματι κεχρημένος, ἐπιθαρσήσας δὲ τῷ πλήθει τῆς στρατιᾶς, βατὴν ἐκέλευσε γενέσθαι τὴν θάλασσαν, χώματος ἐγειρομένου, καὶ λεωφόρον αὐτὴν πλατεῖαν ἀποτελοῦντος ἀπὸ τῆς χέρσου μέχρις αὐτῆς τῆς Τυρίων. Δεδιότες τοίνυν αὐτοὶ οἱ Τύριοι, μὴ ἄρα πως ἡ πόλις ἁλῷ, πρὸς πέρας ἐνηνεγμένων τοῖς Βαβυλωνίοις τῶν ἐγχειρημάτων, ναῦς πανταχόθεν συναγηγερκότες, ἀπεκομίζοντο τῆς νήσου, ἐρήμην ἀφέντες αὐτῷ τὴν πόλιν.

Ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ὁ Ναβουχοδονόσορ, μεθίστη τὴν στρατιὰν ἐπὶ τὸ χρῆναι λαβεῖν τῶν Αἰγυπτίων τὴν χώραν, εἷλέ τε αὐτὴν ἀκονητὶ, Θεοῦ κατεξανιστάντος τοῖς Αἰγυπτίοις αὐτόν· ὅτι καὶ αὐτοὶ μεγάλην ἀνασπῶντες ἀεὶ τὴν ὀφρὺν, κατηλαζονεύοντο τῶν ἐξ Ἰσραὴλ, ὡς οὐκ ἐχόντων Θεὸν τὸν διασώζειν αὐτοὺς ἰσχύοντα. Καλούμενοι γὰρ εἰς ἐπικουρίαν, καὶ εἰς τὸ ἐπαμύνειν αὐτοῖς, ἀλκιμωτέρους ἔφασκον εἶναι τοὺς παρὰ σφίσι θεοὺς τοῦ τῆς Ἰουδαίας Θεοῦ.

Ὅτι δὲ τὴν Αἰγυπτίων εἷλεν ὁ Βαβυλώνιος μετά γε τὸν ἱδρῶτα τὸν ἐπὶ Τύρῳ, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος πρὸς τὸν προφήτην Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδών· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσαν ἐπὶ Τύρῳ. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου.» Ἐπιφέρει τοίνυν ὁ προφήτης καὶ αὐτῇ τὸ, Οὐαὶ, καί φησιν· Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας! Αἰθιοπίας μὲν οὖν ποταμοὺς τὰ ἑπτὰ στόματά φησι, δι᾽ ὧν ὁ εὐρύς τε καὶ μέγας τῆς Αἰγύπτου ποταμὸς τῇ θαλάσσῃ μίσγεται. Γῆν δὲ τὴν ἐπέκεινα ποταμῶν ὀνομάζει, τὴν νῦν οὖσαν Ἀλεξάνδρειαν, καλουμένην δὲ τὸ τηνικάδε Ὦν. Ἦν δὲ δὴ πολυανδροῦσα λίαν, καὶ ἀλκιμωτάτους ἔχουσα τοὺς οἰκήτορας, ἀφειστήκει δὲ βραχὺ τῶν Αἰγύπτου ποταμῶν. Ἀπὸ γὰρ τοῦ τελευταίου στόματος (ὄνομα δὲ αὐτῷ τὸ Ἡρακλεῖον), διίσταται πρὸς ἑσπέραν σταδίοις τάχα που τὸν ἀριθμὸν ὀγδοήκοντα.

Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς τὴν μνημονευθεῖσαν οἰκοῦσι πόλιν, ἄνω τε καὶ κάτω τὸν ποταμὸν διαπλεῖν, ἀεὶ μὲν ὄντα ναυσίπορον, ἄγειν δὲ καὶ φέρειν τά τε παρ᾽ αὐτῶν εἰς ἑτέρους, παρά τε σφίσι τὰ ἐξ ἑτέρων, καὶ φιλοκερδίαις ἐντρυφᾷν ταῖς ἐξ ἐμποριῶν· ταύτῃτοι ταλανίζει τὰς ναῦς ὁ προφητικὸς ἐν τουτοισὶ λόγος, καὶ οὐ κατά γε τῶν νηῶν ἐπιφέρει τὸ, Οὐαί· κατ᾽ ἐκείνων δὲ μᾶλλον, οἵπερ ἦσαν αὐταῖς ἀεὶ χρώμενοι, χαίροντές τε καὶ ἐντρυφῶντες, ὡς ἔφην, ταῖς ἐξ αὐτῶν γινομέναις φιλοκερδίαις. Κατειλημμένης γὰρ ἁπάσης τῆς χώρας ὑπὸ τοῦ Ναβουχοδονόσορ, πέπαυται μὲν ἐμπορία πᾶσα, καὶ τῆς εἰς τοῦτο παῤῥησίας τὸ πλάτος ἀνεκόπτετο, διολωλότων τάχα που καὶ τῶν κεκτημένων αὐτάς. Οὐαὶ τοίνυν, φησὶν, αἱ πτέρυγες τῶν πλοίων τῆς γῆς ἐκείνης τῆς οὔσης ἐπέκεινα τῶν ποταμῶν Αἰθιοπίας! Πτέρυγας δὲ πλοίων ὀνομάζει τὰ ἱστία, οἷς αἱ τῶν πνευμάτων ἐμπίπτουσαι προσβολαὶ, πτηνοῦ δίκην αὐτὰς ἀποφέρουσι διὰ μέσου κύματος.

Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Δυσέφικτος μὲν κομιδῇ τῶν εἰρημένων ὁ νοῦς· ὠδίνει γε μὴν ἱστορίας Ἑλληνικῆς ἀφήγησιν, ἣν καὶ ἀναγκαίως ἐροῦμεν, οὐκ ἔξω βαίνοντες τοῦ εἰκότος, ἤγουν τοῦ πρέποντος λόγοις Χριστιανικοῖς, ἀλλ᾽ ὑπέρ γε τοῦ σαφῆ καταστῆσαι τοῖς ἀκροωμένοις τὴν τῶν ἐννοιῶν ἀπόδοσιν.

Ἔχει δὲ οὕτω τῆς ἱστορίας ὁ λόγος· Μυθολογοῦσί τινες τῶν παρ᾽ Ἕλλησι ποιητῶν Μύῤῥαν γενέσθαι τὴν τοῦ Κινύρου τινὸς θυγατέρα, ὃς δὴ καὶ ἀχαλίνοις ὁρμαῖς ταῖς εἰς φιληδονίαν ἡττώμενος, συνεπλέκετο μὲν ἀσελγῶς τῇ ἰδίᾳ θυγατρὶ, μητέρα δὲ αὐτὴν ἐποίει παιδὸς, ὃν δὴ καὶ ὠνόμασεν Ἄδωνιν. Ἐπερυθριῶν δὲ τῷ γεγονότι καὶ τοῖς τῆς φύσεως νόμοις, ὅτι πέπραχεν ἀνοσίως ἐξελεγχόμενος, ἐξέθηκεν ὥς φασι τὸ παιδίον ἐν ὄρει. Λαβοῦσαι δὲ τοῦτο τῶν ἐκεῖσε νυμφῶν τινες, ἃς καὶ ὀρεάδας καλοῦσι δαίμονας, ἔθρεψάν τε καὶ διεσώσαντο· ὃς δὴ καὶ ἡβήσας, καὶ ἐν νεανίαις ἤδη τελῶν, εὐπρεπεστάτην μὲν ἔχων τὴν ὥραν ἐφαίνετο· ἥπτετο δὲ κυνηγ[ε]ίας, καὶ τὰς ἐπὶ τούτῳ σπουδὰς καθ᾽ ὕλας ἐποιεῖτο περὶ πολλοῦ.

Εἶτα, φησὶ, θεασαμένη τοῦτον ἡ παρ᾽ αὐτοῖς Ἀφροδίτη (ἑταιρικὸν δὲ τοῦτο γύναιον ἦν), ἠράσθη τε καὶ συνεγένετο, καὶ περιέπουσα διετέλει. Καὶ πρός γε τοῦτο λελυπημένος ὁ Ἄρης, ἀντεραστὴς ὑπάρχων τῆς Ἀφροδίτης, συῒ παρεικάζεται, καὶ θηρῶντι μὲν ἐπιπηδᾷ, διόλλυσι δὲ παραχρῆμα· καὶ θρήνου πρόφασις γέγονε μὲν τὸ χρῆμα τῇ Ἀφροδίτῃ, φησίν.

Καθίκετο δὲ δυσθυμίας εἰς τοῦτο καὶ λύπης, ὥστε καὶ εἰς αὐτὸν καταφοιτῆσαι τὸν ᾅδην, ἀνακομίσαι θέλουσα τὸν ἐρώμενον. Ἐπειδὴ δὲ ἡ τοῦ Πλούτωνος γυνὴ μετεποιεῖτο τοῦ νεανίσκου σφόδρα, καὶ ἀξιοθαύμαστον ἔχοντα τὴν ὥραν οὐκ ἠφίει, συνέθεντο πρὸς ἀλλήλας, ὥστε μερίσασθαι τοῦ ἐνιαυτοῦ τὸν κύκλον· καὶ ἐξ ἡμισείας ἔχειν αὐτόν. Ἀνελθούσης δὲ τῆς Ἀφροδίτης, καὶ τοῦτο ἀναγγειλάσης τοῖς ἑαυτῆς οἰκείοις, ἤτοι φίλοις, ἢ λατρευταῖς, ἑορτὴ τὸ χρῆμα γέγονε καὶ πανήγυρις. Ἐπλάττοντο τοίνυν Ἕλληνες ἑορτὴν ἐπὶ τούτῳ τοιαύτην. Προσεποιοῦντο μὲν γὰρ λυπουμένῃ τῇ Ἀφροδίτῃ, διὰ τὸ τεθνάναι τὸν Ἄδωνιν, συνολοφύρεσθαι καὶ θρηνεῖν· ἀνελθούσης δὲ ἐξ ᾄδου, καὶ μὴν καὶ ηὑρῆσθαι λεγούσης τὸν ζητούμενον, συνήδεσθαι καὶ ἀνασκιρτᾷν· καὶ μέχρι τῶν καθ᾽ ἡμᾶς καιρῶν ἐν τοῖς κατ᾽ Ἀλεξάνδρειαν ἱεροῖς ἐτελεῖτο τὸ παίγνιον τοῦτο. Μεμαθήκασι καὶ οἱ ἐξ αἵματος Ἰσραὴλ, καὶ δὴ καὶ ἔδρων αὐτὸ, Θεὸν μὲν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, ἀπονενευκότες δὲ πρὸς ἃ μὴ θέμις, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις εἰς ὄλεθρον καὶ ἀπώλειαν ἀσυνέτως συνηρπασμένοι. Διαμέμνηται τούτου καὶ ὁ μακάριος προφήτης Ἰεζεχιήλ· ἔφη γὰρ οὕτως· «Καὶ ἴδον, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι, θρηνοῦσαι τὸν Θαμμούζ.» Διερμηνεύεται δὲ ὁ Θαμμοὺζ ὁ Ἄδωνις.

Ἐπράττετο δέ τι τοιοῦτον παρὰ τῶν ὄντων ἐν τῇ γῇ τῇ ἐπέκεινα ποταμῶν Αἰθιοπίας, περὶ ἧς ἐν τοῖς ἀνωτέρω βραχὺ σαφῶς εἰρήκαμεν. Κέραμον λαβόντες, εἶτα γράφοντες ἐπιστολὴν πρὸς τὰς ἐν Βίβλῳ γυναῖκας, ὡς ηὑρημένου τοῦ Ἀδώνιδος, καὶ ἐνθέντες τε αὐτὴν τῷ κεράμῳ, καὶ σφραγίσαντες, καθίεσαν εἰς τὴν θάλασσαν, τελετάς τινας ἐπ᾽ αὐτῷ ποιησάμενοι· καὶ ὥς γε ἔφασκον, αὐτομάτως εἰς Βίβλον ἀπεκομίζετο κατὰ φανερὰς τοῦ ἔτους ἡμέρας. Ὃν δὴ καὶ ἀποδεξάμεναι γυναῖκές τινες τῆς Ἀφροδίτης φίλαι, εἶτα λαβοῦσαι τὴν ἐπιστολὴν ἐπαύοντο τοῦ θρηνεῖν, ὡς ηὑρημένου παρὰ τῆς Ἀφροδίτης τοῦ Ἀδώνιδος.

Διαγελᾷ τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος, ὡς εἰδωλολάτρας ποτὲ καὶ ἀνοσίους, καὶ ἀπατεῶνας, καὶ θεομισεῖς, τοὺς κατοικοῦντας τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰθιοπίας, καί φησιν· Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Ἕπεται δὲ πάντως καὶ τούτῳ τὸ, Οὐαί· καθάπερ ἀμέλει καὶ ταῖς πτέρυξι τῶν πλοίων. Οὐαὶ γὰρ γῆς πτέρυγες πλοίων, φησίν! Οὐκοῦν ἀπὸ κοινοῦ προσεπάγεται τὸ, Οὐαὶ, τῷ ἀποστέλλοντι ἐν θαλάσσῃ ὅμηρα· τοῦτ᾽ ἔστιν, ἐνέχυρα τῆς ὁμοψυχίας. Ὡς γὰρ Ἀφροδίτης τελοῦντες μυστήριον τοῖς ταύτην ἐν Βίβλῳ σεβομένοις, καὶ τὴν ἴσην αὐτοῖς νοσοῦσι μανίαν, ἐξέπεμπον τὰς ἐπιστολὰς, οὐ πλοίοις ἐνθέντες τοὺς διακομιστὰς, ἀλλ᾽ οἷον ἐπάνω τοῦ ὕδατος, διὰ τὸ κεράμῳ, καθάπερ ἔφην, ἐντεθεῖσθαι ταύτας. Ἠναγκάσμεθα δὲ μύθων ὀδωδότων καὶ γεγηρακότων, καὶ βδελυρίας Ἑλληνικῆς ποιήσασθαι μνήμην, ὑπέρ γε τοῦ σαφηνίσαι μόνον τῶν προκειμένων τὸν νοῦν.

Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Φθάσας ἔφην, ὅτι προσκεκρούκασι τοῖς Ἀσσυρίων βασιλεῦσιν οἱ κατοικοῦντες τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰθιοπίας· ἐπείπερ αἰτοῦσιν ἐπικουρίαν τοῖς ἐξ Ἰσραὴλ, οὐ κατεπηγγέλλοντο μόνον, ἀλλὰ γὰρ καὶ πεπόμφασιν, εἰ καὶ ὤνησαν αὐτοὺς παντελῶς οὐδέν.

Οἱ δὲ πρὸς τοῦτο λελυπημένοι, μετὰ τὸ πᾶσαν, ὡς ἔπος εἰπεῖν, καταδῃῶσαι τὴν Ἰουδαίαν, κεχωρήκασι κατὰ τῆς Αἰγυπτίων, εἷλόν τε ἅπασαν ἀμογητὶ, Θεοῦ διδόντος αὐτοῖς τὸ δύνασθαι κατευμεγεθεῖν τῆς τῶν ἀνθεστηκότων χειρὸς, διάτοι τὸ λελυπῆσθαι κατ᾽ Αἰγυπτίων. Μέλλοντος τοίνυν καταστρατεύειν τῆς χώρας αὐτῶν τοῦ Βαβυλωνίου, δρομαῖοί τινες ἐβαδίζοντο ἐκ τῆς Ἰουδαίας, ἀπαγγέλλοντες αὐτοῖς τὴν οὐκ εἰς μακρὰν ἐσομένην ἔφοδον. Καὶ περὶ αὐτῶν φησιν ὁ προφήτης, ὅτι Πορεύσονται ἄγγελοι κοῦφοι, τοῦτ᾽ ἔστι, ταχεῖς, καὶ οἱονεὶ πτηνοί τε καὶ ἐλαφροὶ, γείτονά τε καὶ ἐπὶ θύραις ἤδη γεγενημένην τὴν ἐκ τοῦ πολέμου καταμηνύοντες συμφοράν. Ἔθνος δὲ μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπὸν, τοὺς Αἰγυπτίους ὀνομάζει· τὸ, μετέωρον, ἀντὶ τοῦ, ὑπέροπτον, ἤτοι τὸ κοῦφον καὶ ἐλαφρὸν, καὶ ἀνούστατον· ξένον δὲ καὶ χαλεπὸν, ὡς ἐν χαλεπότητι ξενίζον, καὶ οὐκ ἔχον τινὰ τὸν ἐπέκεινα πρὸς τοῦτο. Τίς γὰρ αὐτοῦ ἐπέκεινα, φησίν, ἀντὶ τοῦ, Τίς οὕτω κοῦφος, καὶ ἀμαθὴς καὶ ἀσύνετος, καὶ ἀσυνήθη τοῖς ἄλλοις ἐπιτηδεύων φαυλότητα, ὡς ὁ ἐν Αἰγύπτῳ λαός; Σφόδρα γὰρ ἦσαν εἰδωλολάτραι. Τοιγάρτοι καὶ ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον αὐτοὺς ὀνομάζει. Ἀνέλπιστον μὲν, διάτοι τὸ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· καταπεπατημένον δὲ, ὅτι ταῖς τῶν δαιμονίων ἀπάταις πολὺ δὴ λίαν τὸν νοῦν ὑποστρώσαντες.

μονονουχὶ τοῖς ἐκείνων ὑπέκειντο ποσίν· ἢ καὶ ἑτέρως ἐκδέξῃ τὸ εἰρημένον. Περιπεσόντες γὰρ ταῖς Ἀσσυρίων χερσὶν, πᾶσαν ἀποβεβλήκασιν εὐθυμίας ἐλπίδα, καταπεπάτηνται δὲ οὕτως, ὡς μηδὲ, ὅσον εἰπεῖν, ἀνασφῆλαι δύνασθαί ποτε, ὑποπεπτωκέναι τε καὶ ὑπεστρῶσθαι ταῖς τῶν νενικηκότων ποσίν. <Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες, ὡς χώρα κατοικουμένη, κατοικηθήσεται ἡ χώρα αὐτῶν.> Προαπαγγέλλει χρησίμως καὶ τὸν τῆς ἁλώσεως τρόπον. ᾬοντο μὲν γὰρ οἱ τὴν Αἰγυπτίων ἔχοντες γῆν, ἀνάλωτοι γεγενῆσθαι τοῖς Βαβυλωνίοις, διάτοι τὸ πᾶσαν αὐτῶν τὴν χώραν πλείστοις τε ὅσοις καὶ μέντοι καὶ μεγάλοις διεζῶσθαι ποταμοῖς, εὐρείας τε καὶ μακρὰς ἐσχηκέναι τὰς λίμνας. Δυσέμβατοι γάρ πως, καὶ οὐκ εὐκατάδρομοι λίαν τοῖς καταδῃοῦν ἐθέλουσιν, αἱ τοιαίδε τῶν χωρῶν. Ἐπειδὴ δὲ Θεὸς αὐτοῖς ἐπεμήνισεν, ἕτοιμον καὶ τοῦτο τοῖς Βαβυλωνίοις ἐτίθει.

Πᾶσαν γὰρ ὑδάτων ἀποξηράνας σύστασιν, ἱππήλατον αὐτοῖς ἀπέφηνε τὴν ὑγράν. Τοῦτο οἶμαι δηλοῦν τὸν προφήτην ἐν τουτοισὶ λέγοντα· Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες, ὡς χώρα κατοικουμένη, κατοικηθήσεται ἡ χώρα αὐτῶν. Τὰ γάρ τοι πλόϊμα, φησὶ, καὶ ἀεί πως ὑγρὰ τῶν χωρίων ἔσται τοιαῦτα, κατὰ τὸν τοῦ πολέμου καιρὸν, ὡς δοκεῖν ἤδη πως καὶ χώραν εἶναι κατοικουμένην διὰ παντὸς, καὶ χέρσον ἁπλῶς ὑδάτων ἔρημον. Τί γὰρ οὐκ ἂν δύναιτο κατορθοῦν ἡ θεία τε καὶ παναλκὴς, καὶ ἀνοτάτω φύσις; <Ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ, ἀκουστὸν ἔσται.> Οἱ τῶν τακτικῶν ἡγούμενοι, κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐν γηλόφοις ἱστάντες τινὰς, αἴρεσθαι πλειστάκις ποιοῦσι σημεῖον· καὶ σύνθημα τοῦτο τῇ στρατιᾷ γίνεται πράγματος ἐναργοῦς. Κέχρηται δὲ καὶ ταῖς διὰ σαλπίγγων φωναῖς, ἢ διανιστάντες ἐπὶ τὸ μάχεσθαι κατά τινα συνήθη ῥυθμὸν, ἢ καὶ ἀφιστάντες τοῦ πολέμου κατά γε τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν. Ἔστι τοίνυν καὶ τὸ αἰρόμενον ὑψοῦ σημεῖον ἐπισημότατον.

Ἑστήκασι γὰρ εἰς ὄρος οἱ τοῦτο δρᾷν εἰωθότες, καὶ μὴν καὶ ἅπασι τοῖς κατὰ τὴν μάχην ἐξάκουστος καὶ σαφὴς ἡ τῶν σαλπίγγων ἠχή. Ἔσται τοίνυν, φησὶ, τῆς Αἰγυπτίων τὸ πάθος γνωριμώτατον οὕτω τοῖς ἁπανταχοῦ, ὥστε παρεικάζεσθαι σημείῳ τῷ κατά τι τῶν ὀρῶν ἐγηγερμένῳ· ἔκπυστον δὲ οὕτω, καθάπερ ἀμέλει καὶ ἡ διὰ τῶν σαλπίγγων ἠχή. Ἀπὸ δὴ τῶν τοιούτων ἐκεῖνο εἰσόμεθα, καὶ πρὸς ὠφελείας ἡμῖν ἔσται πολλῆς, τὸ κατὰ μηδένα τρόπον καταθήγειν εἰς ὀργὰς τὴν ἀκήρατον φύσιν· ἢ πάντη τε καὶ πάντως δρῶντας ἃ μὴ θέμις, καὶ τὴν ὑπ᾽ αὐτῷ λατρείαν παραιτουμένους, ἤγουν συντρέχοντας ἀποστάταις, καὶ τοῖς ὑπὸ θείαν ὀργὴν τοὺς ἑαυτῶν συμπλάττοντας τρόπους, κοινωνεῖν αὐτοῖς τῆς συμφορᾶς, καὶ τὴν ἴσην πράττεσθαι παρὰ Θεοῦ δίκην. Τοῦτο πεπονθότας τοὺς τῶν Αἰγυπτίων οἰκήτορας κατίδοι τις ἄν. Ἐπειδὴ γὰρ προσκεκρούκασιν οἱ ἐξ Ἰσραὴλ, εἶτα σώζειν αὐτοὺς ἐπηγγέλλοντο, κἂν εἰ μὴ βούλοιτο Θεὸς, δίδονται τοῖς ἐχθροῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. <Ὅτι οὔτως εἶπέ μοι Κύριος· Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει, ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμητοῦ ἔσται πρὸ τοῦ θερισμοῦ.> Σαφὴς μὲν τῆς ἱστορίας ὁ λόγος· πλὴν ἐπιδρομάδην ἐροῦμεν. Σέσωκε γὰρ τὰ Ἱεροσόλυμα Θεὸς πολιορκοῦντος αὐτὰ Ῥαψάκου, καὶ τὴν ἀναρίθμητον τὴν τῶν Ἀσσυρίων πληθὺν περιστήσαντος· σέσωκεν ὅπως; «

Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου,» φησὶ, «καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.» Ἔσται τοίνυν, φησὶν, ἀσφάλεια ἐν τῇ πόλει τῇ ἐμῇ. Καὶ ὅτι γέγονα κινδυνεύουσιν ἐπίκουρος ἐγὼ, διαφανὲς οὕτω τοῖς ἁπανταχόσε γενήσεται, ὡς ἔστι λαμπρὸν καὶ ἀκμαιότατον τὸ ἐν μεσημβρίᾳ φῶς. Ἡλίου γὰρ μεσημβρίζοντος, καὶ ἀκμαιοτάτην ἄνωθεν τοῖς ἐπὶ τῆς γῆς ἐνιέντος τὴν ἀκτῖνα, πλουσιωτάτῳ φωτὶ τὰ πάντα καταλαμπρύνεται. Ἔσται τοίνυν, φησὶ, κινδυνεύουσιν ἡ παρ᾽ ἐμοῦ δοθησομένη τὸ τηνικάδε χάρις τε καὶ ἀσφάλεια, ὥσπερ ἂν εἰ καὶ νεφέλη δρόσου ἐν ἡμέραις ἀμητοῦ πρὸ τοῦ θερισμοῦ. Καὶ τί δὴ βούλεται δηλοῦν, ἐρῶ πάλιν· Ἔθος τοῖς ἀμῶσι μὴ πρότερον τοῖς ἀστάχυσιν ἐπαφεῖναι τὸν σίδηρον, εἰ μὴ ἄρα πως προκατενεχθεῖσα δρόσος, εὐαφεστέραν αὐτοῖς τὴν καλάμην ἐργάσηται. Ἐν εὐχῇ τοιγαροῦν τὸ χρῆμα αὐτοῖς, τὸ καθιεῖσθαί φημι παρὰ Θεοῦ τὴν δρόσον. Τριπόθητος οὖν τοῖς ἐν τοῖς Ἱεροσολύμοις ἡ παρὰ Θεοῦ γέγονεν ἀσφάλεια, καθάπερ ἀμέλει καὶ ἡ δρόσος ἐν ἡμέραις ἀμητοῦ πίπτουσα πρὸ τοῦ θερισμοῦ. <Ὅταν συντελεσθῇ στάχυς, καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα. Καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ, καὶ κατακόψει καὶ καταλήψει ἄμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς.

Καὶ συναχθήσεται ἐπ᾽ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ᾽ αὐτὸν ἥξει.> Δυσχερὴς μὲν λίαν καὶ δυσκάτοπτος οὐ μετρίως τῶν προκειμένων ὁ νοῦς. Καὶ αὐτὴ δὲ πρὸς τοῦτο τῆς λέξεως ἡ συνθήκη. Πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι.

Ποιεῖται τοίνυν ὡς ἀπὸ τῆς τῶν γεωργῶν ἐπιστήμης τὸν λόγον. Ἔθος γὰρ ἐκείνοις, ὅταν τῆς ἀμπέλου λοιπὸν ἐξανθήσαντας τοὺς βότρυς θεάσωνται, καὶ ἤδη πως τὸ τῶν ὀμφάκων ἔχοντας εἶδος, ἀποκείρειν μὲν τὰς περιττὰς κληματίδας, καὶ τὰ μικρὰ τῶν βοτρυδίων περιττῶς τοῖς μείζοσι παρηρτημένα ταῖς δρεπάναις ἀποτέμνειν, ἵνα καὶ τροφιμωτάτην ἰκμάδα δεχόμενοι τῶν βοτρύων οἱ μείζους τελεσφορεῖσθαι δύναιντο. Τοιοῦτόν τι πεπραχέναι φησὶν ὁ τῶν ὅλων Θεὸς, ἢ ἐπί γε τοῖς Ἀσσυρίοις, ἤγουν καὶ ἐπὶ τοῖς Αἰγυπτίοις· οὐ γάρ τοι λίαν ἐναργὴς ὁ λόγος, κατὰ τίνων ἂν ἴοι καὶ φέροιτο πρεπωδέστερον. Φαμὲν δὴ, ὅτι εἴτις ἕλοιτο νοεῖν ὡς ἄμπελον μίαν τὴν τῶν Ἀσσυρίων πληθὺν, τὴν πολιορκήσασαν τὴν ἁγίαν πόλιν, εὑρήσομεν ὅτι ὁ μέγας ἐν αὐτῇ νοούμενος βότρυς, τοῦτ᾽ ἔστιν, ὁ τοῖς τῆς βασιλείας θάκοις ἐκλελαμπρυσμένος, οὐ συνδιόλωλε τοῖς ἑτέροις, ἀλλὰ σέσωσται μὲν αὐτὸς, δεδαπάνηνται δὲ ὡς ἐν τάξει τῶν μικρῶν βοτρύων ἡ ἑτέρα πληθὺς, καὶ οἷον τῶν περιττῶν κλημάτων δίκην καθάπερ τινὶ δρεπάνῃ περιέκειρεν αὐτοὺς ἡ τομωτάτη μάχαιρα τοῦ Κυρίου. Πεπτώκασι γὰρ, ὡς ἔφην, ἀγγέλου χειρὶ δαπανώμενοι, καὶ γεγόνασιν αὐτῶν τὰ πτώματα τρυφὴ τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ.

Εἰ δὲ δή τις βούλοιτο καὶ ἐπὶ τοῖς Αἰγυπτίοις εἰρῆσθαι λέγειν αὐτὰ, συνήσεις ὅτι καταδῃοῦντες αὐτὴν οἱ Ἀσσύριοι, οὐκ ἄρδην ἅπασαν, οὔτε μὴν ὁλοσχερῶς ἀνεῖλον. ἀλλ᾽ οἷον μικροῖς βοτρυδίοις ταῖς κατὰ τόπους συνοικ[ε]ίαις ἢ κώμαις ἐπαφιέντες τὴν μάχαιραν, συνεμέτρησαν τοὺς θυμοὺς τοῦ φιλοικτείρμονος Θεοῦ, παιδεύοντος μὲν τοὺς προσκρούοντας, κολοβοῦντος δὲ πλειστάκις τὰς δίκας, καὶ οὐκ εἰς ἅπαν ἐῶντος ἀπόλλυσθαι τοὺς παιδευομένους. <Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τετιλμένου καὶ τεθλιμμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον.

Ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου Σαβαὼθ ἐπεκλήθη τὸ ὄρος Σιών.> Τὰ ἐν τῷ πολέμῳ συμβησόμενα κατὰ καιροὺς τοῖς Αἰγυπτίων δήμοις εὖ μάλα διειρηκὼς, διαμέμνηται καὶ τῆς μετὰ τοῦτο πρὸς Θεὸν ἐπιστροφῆς, καὶ ὅτι τὴν ἀρχαίαν τῆς ἀπάτης ἀχλὺν, τῶν τῆς διανοίας ὀμμάτων ἀποπεμψάμενοι, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἐῤῥῶσθαι φράσαντες, βαδιοῦνται πρὸς τὰ ἀμείνω· καὶ τὸν μὲν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων Δημιουργὸν καὶ Κύριον ἐπιγνώσονται, μεταστοιχειούμενοι δὲ ὥσπερ πρὸς νέαν τινὰ καὶ ἀπόλεκτον ζωὴν, καρποφοροῦσι τῷ Θεῷ τὰ ἐφ᾽ οἷς ἂν εἶεν εὐδόκιμοι καὶ παντὸς ἐπαίνου μεστοὶ, καὶ οἷον δῶρα προσκομιοῦσι τὰ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, τὴν πίστιν, τὴν ἐλπίδα, τὴν ἀγάπην. Τεθλιμμένον δὲ αὐτὸν ὀνομάζει λαὸν, διάτοι τὸ πλείστην ὅσην ὑπομεῖναι ταλαιπωρίαν τὰ ἐκ τῆς θείας ὀργῆς ὑπομείναντα.

Καὶ πρός γε τούτῳ καὶ τετιλμένον· τάχα που τὴν εἰς τὰ ἀμείνω μετάστασιν αὐτῶν διὰ τούτου δηλῶν. Τὸ γάρ τοι φυτὸν μεταμοσχεύεται, καὶ βόθρου τοῦ ἐν αὐτῷ ἀποτετιλμένου, μεταχωρεῖ πρὸς ἕτερον· γεωργίας δὲ τῆς ἀρίστης οὗτος ὁ τρόπος τοῖς εἰωθόσι γηπονεῖν. Οὕτω καὶ τῶν ἐν πλάναις ὁ νοῦς, μεταβοθρεύεται, τρόπον τινὰ, τῆς μὲν ἀρχαίας ἀπάτης οἷον ἐκτετιλμένος, ἐμφυτευθεὶς δὲ πρὸς ἑτέρας ἐννοίας, καὶ πρός γε τούτῳ σπουδὰς καὶ γνῶσιν τὴν προὔχουσαν, μᾶλλον δὲ καὶ ἀσυγκρίτως τῆς ἀρχαίας ἐν ἀμείνοσιν. Καρποφορήσειν δὲ αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον, τοῦτ᾽ ἔστι, διηνεκῶς, οὐ διακοπῆς τινος μεταξυμβησομένης, ἀεὶ δὲ μᾶλλον καὶ μέχρι παντός.

Τοιγάρτοι καὶ μέγαν αὐτὸν ὀνομάζει λαόν· ἢ τὸ πολύχουν αὐτοῦ διὰ τούτου σημαίνων, ἢ ὅτι γέγονεν εὐδόκιμος κεκλημένος διὰ πίστεως τῆς εἰς Χριστόν. Οἱ γὰρ τοὺς ἄλλους ἅπαντας νικῶντές ποτε πρὸς τὰ τῆς εἰδωλολατρείας ἐγκλήματα, νῦν εἰσιν πολλῶν ἀμείνους καὶ συνετώτεροι, καὶ ἀκμαιοτάτην ἔχοντες τὴν εἰς Χριστὸν ἀγάπην, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὐτολμίαν. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, φησὶν, ὑπερεπερι[έ]σσευσεν ἡ χάρις. Ποῦ τοίνυν καρποφορήσουσιν;

Εἰς τὸν τόπον, φησὶν, οὗ τὸ ὄνομα Κυρίου Σαβαὼθ ἐπεκλήθη ὄρος Σιὼν, τοῦτ᾽ ἔστιν, εἰς τὸ ὄρος τὸ Σιὼν, ἔνθα ἂν ἐπικληθείη τὸ ὄνομα Κυρίου Σαβαώθ. Σημαίνει δὲ διὰ τούτου τὴν Ἐκκλησίαν, τὸ μέγα καὶ νοητὸν ὄρος· χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐτῇ, ἀλλ᾽ οὐδὲ τῶν πεπατημένων δογμάτων, ἀλλ᾽ εἴ τι μέγα καὶ ὑψηλὸν, ἡ περὶ Θεοῦ τοῦ κατ᾽ ἀλήθειαν γνῶσις δηλονότι, ἡ δήλωσίς τε καὶ μάλα σαφὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων. Σιὼν δὲ ὅρος ὀνομάζει πλειστάκις ἡ θεόπνευστος Γραφὴ τὴν Ἐκκλησίαν Χριστοῦ, ὡς ἀπό γε τῆς πρώτης ὀνομάζουσα νοητῶς τὴν ἀληθεστέραν Σιὼν, ὅ ἔστιν ὑψηλὴ καὶ σκοπευτήριον.

Προσέῤῥιπται δὲ διὰ μέσου· Τὸ ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ. Ἤρξατο γὰρ ἡ τῶν Αἰγυπτίων ἐπιστροφὴ πρὸς Θεὸν ἀπό τινος μέρους τῆς χώρας κειμένης ἐπέκεινα τοῦ ποταμοῦ· ἵνα νοῇς τῆς Ῥινοκορουρητῶν, ἤγουν τῶν αὐτόθι πόλεων μίαν.

Λέγει γὰρ ἐν τοῖς ἐφ᾽ ἑξῆς, ἐν τῇ ὁράσει τῆς Αἰγύπτου· Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον Κυρίῳ· καὶ εἰς τὸν αἰῶνα ἐν χώρᾳ Αἰγύπτου. Καὶ πεπατημένον μὲν ὡς συντετριμμένον ταῖς ἐκ τοῦ πολέμου συμφοραῖς· ἐλπίζον δὲ, ὅτι καὶ αὐτὸ πεποίηται τὴν ἐλπίδα λοιπὸν ἐπὶ Χριστῷ, καὶ ταῖς ὑπ᾽ αὐτῷ ζεύγλαις ὑπήνεγκε τὸν αὐχένα, καὶ δεδούλευκεν αὐτῷ, καὶ τοὺς τῆς εὐσεβείας κεκάρπικε τρόπους.