Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Β', Τόμος Δ'

Η όραση της Αιγύπτου, η πτώση των ειδώλων, η μελλοντική επιστροφή των Αιγυπτίων στην Εκκλησία και το όραμα της ερήμου και της Βαβυλώνας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 27

ΤΟΜΟΣ Δ ΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ. <Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.> Τίνα δὴ τρόπον ἡ τῶν Αἰγυπτίων σέσωσται χώρα καὶ σεσαγήνευται πρὸς εὐσέβειαν, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ, καίτοι πολύθεος καὶ ἐκτόπως νοσοῦσα τὴν πλάνην, πειρᾶται διδάσκειν ὁ προφήτης ἐν τούτοις. Ἦσαν μὲν γὰρ οἷάπερ ἐν σκότῳ βαθεῖ, τὸν μὲν φύσει Θεὸν καὶ ἀληθῶς ὄντα τῶν ὅλων δημιουργὸν καὶ Κύριον ἠγνοηκότες παντελῶς, ἀνάπτοντες δὲ τῇ κτίσει τὸ σέβας· καὶ τὸ ἔτι τούτου παραλογώτερον, τεχνουργοὶ τῶν ἰδίων ἀναδεικνύμενοι θεῶν, καὶ πολύμορφον εἰδώλων ἐσμὸν ἐν τοῖς τεμένεσιν ἔχοντες, ὡς καὶ ζώων ἀλόγων ἀναπλάττειν τύπους, καὶ βωμοὺς ἱστάντας καταθύειν αὐτοῖς. Ἔδει τοίνυν πλεοναζούσης ἐν αὐτοῖς ἁμαρτίας, ὑπερπερισσεῦσαι τὴν χάριν, καὶ τοῖς οὕτως ἐχθίστως νενοσηκόσι ἐπιλάμψαι τὸν ἰατρὸν, καὶ τοῖς τὴν καρδίαν κατεσκοτισμένοις τὸ θεῖόν τε καὶ οὐράνιον ἐναστράψαι φῶς.

Ἰδοὺ τοίνυν, φησὶ, Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον. Ἀλλὰ τί ἂν βούλοιτο παραδηλοῦν τὸ ἐπὶ νεφέλης κούφης ὁρᾶσθαι τὸν Κύριον; Φέρε λέγωμεν ὡς ἔνι· Τινὲς μὲν τῶν ἐξηγητῶν κούφην ἔφησαν εἶναι νεφέλην τὴν ἁγίαν τοῦ Κυρίου σάρκα, τουτ᾽ ἔστι, τὸν ἐκ τῆς Παρθένου ληφθέντα ναόν· καὶ νεφέλῃ παρεικάζουσι, διάτοι τὸ ἀπηλλάχθαι τάχα που κινημάτων καὶ ἐπιθυμιῶν τῶν γεωδεστέρων ἄνω τε καὶ ὥσπερ ὑψοῦ. Πάναγνον γὰρ ἀληθῶς καὶ ἁπάσης γεώδους ἀκαθαρσίας ἀπηλλαγμένον τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἕτεροι δὲ αὖ κούφην ὠνομάσθαι νεφέλην ὑπειλήφασι τὴν ἁγίαν Παρθένον. Οἶμαι δὲ ἔγωγε τάχα που καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ὑποσημῆναι πλάτος, τὸ ἐπὶ νεφέλης κούφης καθῆσθαι λέγειν αὐτόν. Πολυτρόπως μὲν γὰρ οἱ μακάριοι προφῆται, τὴν τοῦ Θεοῦ δόξαν καταθεώμενοι, γεγράφασι τὰς ὁράσεις. Ὁ μὲν γὰρ Ἡσαΐας ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τεθεᾶσθαί φησι τὸν Κύριον Σαβαὼθ, περιεστώτων ἐν κύκλῳ τῶν ἀνωτάτω δυνάμεων λογικῶν, ὑμνολογουσῶν τε αὐτὸν, πλήρη τε εἶναι λεγουσῶν τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δέ γε πάνσοφος Δανιὴλ Παλαιὸν ἡμερῶν ἐπὶ θρόνου καθίζει· χιλίας τε χιλιάδας λειτουργεῖν αὐτῷ διατείνεται, καὶ μυρίας μυριάδας περιεστάναι φησί· τεθεᾶσθαι δὲ καὶ ὡς Υἱὸν ἀνθρώπου μετὰ τῶν νεφελῶν ἐρχόμενον, καὶ τὰ τούτοις τέθεικεν ἐφεξῆς.

Ἰεζεχιὴλ δὲ ὁμοίως στερέωμα, φησὶν, ἴδεν, ὑποκειμένων τῶν Σαραφείμ· ἐπὶ θρόνου δὲ ἄνθρωπον τεθεᾶσθαι, ἤτοι εἶδος ἀνθρώπου, οὗ τὰ μὲν ἄνω φησὶν ἠλέκτρῳ προσεοικέναι, τό γε μὴν ἐξ ὀσφύος εἰς πόδας ὡς ὅρασις πυρός. Ἑκάστῃ δὲ τῶν τοιούτων ὁράσεων, ἔμφασίν τινα δόξης τῆς θεοπρεποῦς, καὶ μυστηρίου τοῦ κατὰ Χριστὸν, ἀστείως ἡμῖν ὑπαινίττεται. Οὐδὲν οὖν ἄρα τὸ κωλύον κἀν τούτῳ νοεῖν, ἐπὶ νεφέλης κούφης τεθεᾶσθαι τὸν Κύριον, χρειωδέστατά τε καὶ ἀναγκαίως. Ἀποπληροῖ γὰρ ἡμῖν ἡ νεφέλη τύπον ὑετοῦ τε καὶ δρόσου πνευματικῆς, καὶ αὐτοῦ δὲ τοῦ σωτηρίου βαπτίσματος. Καὶ γοῦν ὁ μακάριος Παῦλος, τοὺς ἐξ αἵματος Ἰσραὴλ βεβαπτίσθαι φησὶν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· ἐπήρτητο καὶ τὴν βαθεῖαν ἐκείνην διαπεραιουμένοις ἔρημον, ἐν ἡμέρᾳ μὲν ἡ νεφέλη· προηγεῖτο δὲ καὶ νυκτὶ στύλος πυρός. Ἐγράφετο δὲ δι᾽ ἀμφοῖν ὁ Χριστὸς, ἤτοι τὸ ἐπ᾽ αὐτῷ μυστήριον, ἤγουν ὡς ἐν πίστει τε καὶ ἁγίῳ βαπτίσματι, δικαίωσις καὶ ἁγιασμός. Ἔδει τοίνυν ἐπὶ καθάρσει τε καὶ μεταβολῇ ἰόντα τὸν Κύριον τῶν Αἰγυπτίων, θεοπρεπῶς δὲ δηλονότι καὶ νοητῶς, ἐπὶ νεφέλης ὁρᾶσθαι κούφης. Οὐ γὰρ ἦν ἑτέρως ἀποσμήχεσθαι τῆς τῶν πλανωμένων ψυχῆς τὴν ἐντετηγμένην αὐτῇ κηλῖδα, μὴ οὐχὶ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὗ καὶ εἰς τύπον τὴν νεφέλην εἶναι διοριζόμεθα. Κούφη δὲ ἡ νεφέλη καὶ μάλα εἰκότως ὠνόμασται.

Βαπτιζόμεθα γὰρ εἰς ἀπόθεσιν ἁμαρτίας, καὶ οἱονεί τι δυσδιακόμιστον ἀληθῶς φορτίον ἀποτρεπόμενοι τὴν ἀσέβειαν, ὑπόπτεροι τρόπον τινὰ διὰ τούτου γινόμεθα, καὶ τὰ ἄνω φρονεῖν, καὶ τὰς καρδίας ἔχειν ὑψοῦ μανθάνομεν.

Τό γε μὴν ἐπικαθῆσθαι τῇ νεφέλῃ τὸν Κύριον, ἐκεῖνο οἶμαι δηλοῦν· Ἡ κάθησις ἢ ἀνάπαυσιν, ἤγουν ἐξουσίαν ἡμῖν ὑπαινίττεται. Οὐκοῦν ἐπαναπαύεται Χριστὸς, οὐχὶ τῇ κατὰ νόμον λατρείᾳ ποθὲν, ἐν τελειώσει δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου βαπτίσματος. Βεβασίλευκε δὲ οὕτω τῶν ἐπὶ τῆς γῆς. Σεισθήσεσθαι δέ φησι τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Ἀναδεδειγμένου γὰρ ἤδη τοῦ ἁγίου βαπτίσματος, καὶ Χριστοῦ λοιπὸν ἐπιλάμψαντος, πᾶσά πως ἀνάγκη, τὰ τῆς ἀρχαίας ἀπάτης ἀφανίζεσθαι παίγνια, καὶ τὰς τοῦ διαβόλου παγίδας ὁρᾶσθαι συντεθραυσμένας. Σεσαγήνευκε δὲ πρὸς ὄλεθρον καὶ ἀπώλειαν ἅπαν μὲν, ὡς ἔπος εἰπεῖν, ἔθνος τε καὶ γένος, μάλιστα δὲ τῶν ἄλλων τοὺς Αἰγυπτίους. Δεισιδαιμονέστατοι γὰρ γεγόνασι παρὰ τοὺς ἄλλους, καὶ τάχα που νικῶντες ἐν πλάνῃ Πέρσας τε καὶ Ἀσσυρίους· καίτοι τῆς θεοπνεύστου Γραφῆς περὶ τῆς ἐκείνων λεγούσης χώρας, ὅτι γῆ γλυπτῶν ἐστιν. Ἡττηθήσεσθαι δὲ τὴν καρδίαν τῶν Αἰγυπτίων φησὶν, παραχωρήσασαν, ὥς γε οἶμαι, τὸ χρῆναι νικᾷν τοῖς εὐαγγελικοῖς κηρύγμασι, καίτοι πάλαι θεομάχον οὖσαν, καὶ τοῖς τῆς ἀληθείας ἀντεξάγουσαν λόγοις. Εὑρήσομεν οὖν τὸν Φαραὼ τοιοῦτον ὄντα σαφῶς. Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς ἔφασκεν ἐναργῶς· «Ὁ Θεὸς τῶν Ἑβραίων ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ, λέγων· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι ἐν τῇ ἐρήμῳ.»

Ὁ δὲ πρὸς αὐτούς· «Τίς ἐστιν, οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστέλλω.» Ἡττηθήσεται γὰρ ἡ καρδία αὐτῶν ἐν αὐτοῖς, τοῦτ᾽ ἔστιν, οὐκ ἄθραυστος, οὐδὲ σκληρὰ, καὶ ἀνουθέτητος διαμενεῖ· παραδέξεται δὲ μᾶλλον τὸ σωτήριον κήρυγμα. <Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι πρὸς Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Καὶ ἐπεγερθήσεται πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νομόν.

Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω.> Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς ἕτερον οὐδὲν, ἢ ἐκεῖνό που πάντως ὅπερ ἔφη Χριστός· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.» Ἀναφωνηθέντος γὰρ ἤδη τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος, καὶ τῆς εἰς γονέας αἰδοῦς κατημεληκότες ἄνθρωποι, πεφρονήκασιν ἐχθρὰ καὶ μεμισημένα αὐτοῖς, καὶ μονονουχὶ τὸν πολέμου νόμον ἐξηρτυμένοι, κατεξανέστησαν ἀδελφῶν. Οἱ μὲν γὰρ τῇ ἀρχαίᾳ συναγορεύοντες πλάνῃ, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀχαλίνως προσνενευκότες, ἀπαράδεκτον ποιοῦνται τὸν τῆς πίστεως λόγον. Οἱ δὲ καταγέλαστόν τι χρῆμα καὶ ἀνόσιον παντελῶς ἡγούμενοι προελέσθαι προσκυνεῖν τοῖς παρ᾽ αὐτῶν τεχνουργουμένοις θεοῖς, τοῖς τῆς ἀληθείας προσδεδραμήκασι λόγοις, καὶ μακρὰν ὄντες ποτὲ, γεγόνασιν ἐγγὺς, καὶ οἰκεῖοι διὰ τῆς πίστεως ἀναδεδειγμένοι Χριστοῦ, εἴσω τε γεγόνασι τῆς τῶν ἁγίων ἐλπίδος, καὶ κληρονόμοι τέθεινται τῆς εἰς αἰῶνα ζωῆς.

Κατασεσεισμένων τοίνυν, φησὶ, τῶν χειροποιήτων Αἰγύπτου, διὰ τὸ ἐλθεῖν ἐν αὐτῇ τὸν Κύριον ἐπὶ νεφέλης κούφης, ἐπανάστασις ἔσται πολλὴ καὶ οἰκείων καὶ συγγενῶν, καὶ καθ᾽ ἕνα καὶ κατὰ πληθὺν οἱ πόλεμοι, ὥστε καὶ πόλιν καὶ νομὸν ἐπὶ νομὸν ποιεῖσθαι τὰς ἐφόδους. Νομὸς δὲ λέγεται παρὰ τοῖς τὴν Αἰγυπτίων οἰκοῦσι χώραν, ἑκάστη πόλις καὶ αἱ περιοικίδες αὐτῆς καὶ αἱ ὑπ᾽ αὐτῇ κῶμαι· καὶ τέτριπται παρ᾽ αὐτοῖς ἡ τοιάδε φωνή. Εἶτά φησιν, ὅτι Ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Φαμὲν δὲ ὅτι διάφορον ἐσχηκότες κατ᾽ ἀλλήλων τὸ φρόνημα, τεθορύβηνται μὲν οὐ μετρίως· ἐπαναστάσεις δὲ καὶ μάχας μελετῶντες κατὰ τῶν πεπιστευκότων οἱ πλανώμενοι, πολεμοῦντα αὐτοῖς καὶ ἀνθεστηκότα τὸν τῶν ὅλων εὑρήσουσι Θεόν. Διασκεδάσω γὰρ αὐτῶν τὰς βουλὰς, φησὶν, τοῦτ᾽ ἔστι, πᾶσαν αὐτῶν σκέψιν εἰκαίαν ἀποφανῶ, καὶ ἀνόνητα παντελῶς τὰ κατὰ τῶν ἐμοὶ προσδεδραμηκότων ἐπιχειρήματα. <Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας.

Καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν· καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν.> Τίνα δὴ τρόπον, ἢ κατὰ ποῖον ὅλως καιρὸν, Αἰγύπτιοι πεπλουτήκασι τὸ σωτήριον κήρυγμα, σπουδὴ τῷ προφήτῃ διατρανοῦν. Οὐκ ἀνόνητος δὲ τῆς ἱστορίας ὁ λόγος τοῖς γε ἅπαξ χρηστομαθεῖν ᾑρημένοις.

Καταδῃώσας τοίνυν τὴν τῶν Ἰουδαίων χώραν Οὐεσπασιανὸς, καὶ κατεμπρήσας τὰ Ἱεροσόλυμα, πανστρατιᾷ καταβέβηκεν εἰς τὴν Αἰγυπτίων χώραν, χειρωσόμενος καὶ αὐτήν. Ἔδρα δὲ τοῦτο κατὰ βούλησιν τοῦ Θεοῦ, τοῖς Ῥωμαίων ὑποφέροντος σκήπτροις χώρας τε ἁπάσας ὁμοῦ καὶ πόλεις. Ἀλλ᾽ ᾤοντο μὲν Αἰγύπτιοι καὶ διαφυγεῖν δύνασθαι ῥᾳδίως τὸν τῆς δουλείας ζυγὸν, εἶναί τε ἀνάλωτοι παντελῶς, διάτοι τὸ πλείστοις ὕδασι διεζῶσθαι τὴν χώραν. Ἀλλ᾽ ἡμαρτήκασι τῆς ἐλπίδος. Θεοῦ γάρ τι κατορθοῦν ἐθέλοντος, πάντα ὑπείκει ῥᾳδίως, καὶ τὰ ἀνέφικτα καὶ δυσήνυτα παραδόξως κατευμαρίζεται. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; κατὰ τὸ γεγραμμένον.

Συμβέβηκε τοίνυν πάντα τὰ παρ᾽ αὐτοῖς ὕδατος, τά τε ἐν λίμναις, καὶ μέν τοι καὶ ποταμοῖς ἀφανισθῆναι παντελῶς, ὡς διοδεύεσθαι ποσίν. Οὕτω τε λοιπὸν δυσχερείας ἁπάσης ἐψιλωμένην τὴν Αἰγυπτίων εὑρὼν, κεκράτηκεν αὐτῆς Οὐεσπασιανός.

Κατ᾽ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, συμβέβηκεν εἰσελθεῖν εἰς τὴν Αἰγυπτίων τοὺς τὸ θεῖόν τε καὶ σωτήριον ἱερουργοῦντας κήρυγμα, καὶ τὰ ἔθνη σαγηνεύοντας διὰ πίστεως τῆς ἐν Χριστῷ, πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Μεμαθηκότες τοίνυν Αἰγύπτιοι, φησὶ, τῆς Ῥωμαίων στρατιᾶς τὴν παναλκῆ καὶ δυσκαταγώνιστον ἔφοδον, τεθορυβημένοι τε λίαν, καὶ ὅποι ποτὲ αὐτοῖς τὸ τοῦ πράγματος ἐκβήσεται πέρας, ἀναμαθεῖν ἐθέλοντες, ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ μέντοι καὶ γνώστας. Διάφοροι γὰρ παρ᾽ αὐτοῖς ψευδομαντείας ἦσαν τρόποι, καὶ πεπλασμένοι προφῆται. Οἱ μὲν τοὺς νεκροὺς ἐπερωτᾷν προσποιούμενοι· οἱ δὲ καὶ ἀπὸ τῆς σφῶν αὐτῶν καρδίας ἐρευγόμενοι λόγους.

Ἕτεροι δὲ καὶ γνῶσται, τοῦτ᾽ ἔστι, τοὺς ἐκ θυσιῶν καπνοὺς, καὶ τοὺς ἐν τοῖς ἥπασι τῶν σφαζομένων ζώων παλμοὺς πολυπραγμονοῦντες ἀνοσίως. Ἀλλ᾽ οὐδεμιᾶς ἔσται, φησὶν, ἐκ μαντείας αὐτοῖς ἡ ὄνησις· οὔτε μὴν ἐπαμῦναι δυναμένους αὐτοὺς εὑρήσουσι, τοὺς νομισθέντας εἶναι θεούς. Παραδώσω γὰρ Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν.

Σκληροὺς δὲ ὅταν ἀκούσῃς, μὴ ἀπηνεστάτους νοήσῃς, ἀθραύστους δὲ μᾶλλον, καὶ παραχωρεῖν εἰδότας τὸ νικᾷν οὐδενί. Τοιοῦτο γὰρ οἱ Ῥωμαίων γεγόνασιν εὐκλεέστατοι βασιλεῖς, τῆς θείας τε καὶ ἀποῤῥήτου βουλῆς ὑποτιθείσης, ὡς ἔφην, τὰ πάντα αὐτοῖς. Καὶ γοῦν κεκρατήκασι τῆς ὑπ᾽ οὐρανόν. <Τάδε λέγει Κύριος Σαβαώθ· Καὶ πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ ποταμὸς ἐκλείψει, καὶ ξηρανθήσεται. Ἐκλείψουσιν οἱ ποταμοὶ καὶ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, ἐν παντὶ ἕλει καλάμου, καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν, πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμοφθορίᾳ.

Καὶ στενάξουσιν οἱ ἁλιεῖς, στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, καὶ οἱ βάλλοντες σαγήνας, καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι. Καὶ ἡ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λῖνον τὸ σχιστὸν, καὶ τοὺς ἐργαζομένους τὴν βύσσον· καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζύθον ποιοῦντες λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέσουσιν.> Συναρμόσεις καὶ τάδε τοῖς ἀρτίως ἡμῖν εἰρημένοις.

Εὐυγροτάτην γὰρ οὕτως τὴν Αἰγυπτίων, ξηρὰν ἀπέφηνεν ὁ πάντα ἰσχύων Θεὸς, ὥστε καὶ ἀνιδρωτὶ βάσιμον εἶναι τοῖς ἐθέλουσι διὰ λιμνῶν ἰέναι καὶ ποταμῶν. Διῄρηται δέ πως τῶν Αἰγυπτίων ἡ χώρα· καὶ οἱ μὲν ἔχουσι τὴν γῆν τὴν ἀρόσιμον, καὶ γονιμωτάτην, καὶ ἀμπελῶσιν ὅτι μάλιστα μελεδωνοί. Οἱ δὲ πρὸς αὐταῖς οἰκοῦσι ταῖς λίμναις, τὰ ἐξ αὐτῶν δρεπόμενοι.

Ἰχθυοθῆραί τε γάρ εἰσι, καὶ πάπυρον ἀποκείροντες, χάρτου τέ εἰσι δημιουργοὶ, καὶ λῖνον ἐργάζονται τὸ σχιστόν. Ἕλειοι δὲ ἄνδρες ἤγουν βουκόλοι κατονομάζονται· καὶ γάρ εἰσι παρ᾽ αὐτοῖς ἀριθμοῦ κρείττονες αἱ βοῶν ἀγέλαι· πλείστη τε ἄρτου καὶ οἴνου καὶ τῶν ἄλλων ἡ σπάνις. Ἐκλελοιπότων τοιγαροῦν τῶν ὑδάτων, φησὶν, πίονται ὕδωρ.

Ὀρύττοντες γὰρ ἐν τοῖς αἰγιαλοῖς ἔσθ᾽ ὅτε τινὲς, πότιμον ἀρύονται νᾶμα. Ἐκλείψουσι δὲ καὶ ξηρανθήσονται οἱ ποταμοὶ, καὶ πᾶσαι αἱ διώρυγες. Ἔσται δὲ σπάνις ὑδάτων ἐν παντὶ ἕλει καλάμου, καὶ παπύρου. Καὶ πᾶν τὸ ἐν τοῖς ὕδασι φυόμενον ξηρανθήσεται, φησὶν, ὥστε καὶ στενάξαι τῶν ἰχθύων τοὺς θηρευτὰς, καὶ τοὺς τὸ λῖνον ἐργαζομένους τὸ σχιστὸν, καὶ ἐν ὀδύνῃ γενέσθαι πολλῇ τοὺς ἐργαζομένους αὐτά· καὶ πρὸς τούτοις ἔτι, τοὺς τὸν παρ᾽ αὐτοῖς ζύθον ἀρτύοντας. Ἐκλελοιπότων γὰρ τῶν ὑδάτων, ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ κατευφραίνειν εἰδότος, καὶ τὰ πρὸς ζωὴν αὐτοῖς ἐπιτήδεια παρατιθέντος πλουσίως. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ ἐκ τῆς ἱστορίας δηλούμενον εἴρηται σαφῶς. Εἰ δὲ δή τις ἕλοιτο τῶν ὑδάτων τὴν σπάνιν καὶ ἑτέρως ἐκλαβεῖν, καὶ ἰσχνοτέρων ἐννοιῶν εἰς βάθος ἐλθεῖν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται, παρεικάζων ὕδασι τὸν παρά τε τοῖς τῶν Ἑλλήνων σοφοῖς, γραώδη τε καὶ ἀσύνετον λόγον· ἰχθύσι γε μὴν τὴν τῶν ἀνθρώπων πληθὺν, καὶ μὴν καὶ παπύρῳ, καλάμῳ τε καὶ τοῖς λοιποῖς, ὧν ἐστι τροφὸς ἡ τῶν ὑδάτων φύσις. Ἁλιεῦσί γε μὴν, καὶ οἷς ἂν ἔργον εἴη τὰ ἐν τοῖς ὕδασι, τοὺς σαγηνεύειν εἰδότας τὴν τῶν ἀγελαίων πληθὺν, καὶ καθάπερ λίνοις τισὶν ἐμπλακῆναι παρασκευάζοντας τοῖς εἰς ἀπάτην αὐτοὺς ἀποφέρουσι λόγοις.

Οὗτοι στενάξουσι καὶ λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέσουσιν, ἀπρακτοῦντος ἤδη πως τοῦ παρ᾽ αὐτοῖς ὄντος λόγου· ὃν καὶ ὕδασι παρεικάζοντες διεβεβαιούμεθα σαφῶς, διὰ τὸ ἐκλελοιπέναι παντελῶς αὐτὸν, ξηρανθήσεσθαι δὲ πάντα τὰ δι᾽ αὐτοῦ τρεφόμενα. Οὗτοι ποιοῦσι τὸν ζύθον· οὐ γὰρ οἶνον προσάγουσι τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, ἀλλὰ νόθην τινὰ καὶ ἄχρηστον διδασκαλίαν, καὶ τοῖς ἰσχνοῖς αὐτὴν ὥσπερ οὖν οἴονται κατασεμνύνοντες λόγοις. Ὑπαινίττεται γὰρ, οἶμαι, τουτὶ τὸ βύσσον λέγειν αὐτοὺς ἐργάζεσθαι, τὴν ἰσχνοτάτην ἄγαν. Καὶ λῖνον δὲ τὸ σχιστόν. Σκινδάλαμοι γὰρ ὥσπερ ἰσχνομυθίας τὰ παρ᾽ αὐτοῖς· πλὴν ἀνόνητα παντελῶς, καὶ ψυχρῶν θεωρημάτων ἀναπλιμπλάντα.

Ψυχρὸς γὰρ ὁ ζύθος ........ ........................... <Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται.> Ἐπηρτημένης γὰρ Αἰγυπτίοις τῆς ἀφύκτου συμφορᾶς, καὶ μελλούσης ἁλῶναι τῆς χώρας, καὶ ὅσον οὐδέπω τοῖς ἑτέρων ζυγοῖς, κἂν εἰ μὴ βούλοιντο τυχὸν, ὑπενεγκεῖν τὸν αὐχένα, τεθορυβημένος οὐ μετρίως, καὶ ἀφορήτοις δείμασι κατεπτοημένος ὁ καθηγεῖσθαι λαχὼν, συνεκόμισε μὲν τοὺς ἐπίκλην σοφοὺς, τοῦτ᾽ ἔστι, τοὺς μάγους· ἤρετο δὲ καὶ λίαν ἐσπουδασμένως, ὅποι ποτὲ ἄρα τὸ τῶν πραγμάτων αὐτοῖς βαδιεῖται τέλος, καὶ τίνα τρόπον διακρούσαιντο τοῦ πολέμου τὴν ἔφοδον. Οἱ δὲ τοσοῦτον ἀφεστήκασι, φησὶ, τοῦ δύνασθαί τι τῶν ἀναγκαίων, ἤγουν ἀληθῶν, εἰπεῖν, ὡς καὶ ἐπ᾽ ἀκράτῳ μωρίᾳ καταγινώσκεσθαι. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, ἀπρακτήσειεν ἂν ἡ παντὸς ἀνθρώπου βουλή τε καὶ δύναμις.

Ἐὰν γὰρ κλείσῃ κατ᾽ ἀνθρώπου, τίς ἀνοίξει; κατὰ τὸ γεγραμμένον. Σοφοὺς οὖν ἄρα Τάνεως τοὺς ἐν αὐτῇ φησι ψευδοπροφήτας τε καὶ τῶν ἐν τοῖς τεμένεσιν ἐπιμελητάς. Οἳ καὶ ἐπὶ μάγῳ τέχνῃ φρονοῦντες μέγα, δι᾽ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων οὐδὲν ὄντες παντελῶς. <Πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσι νῦν οἱ σοφοί σου, καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ᾽ Αἴγυπτον;> Ἐπὶ ποίοις, φησὶ, κατορθώμασιν ἀνασπάσετε τὴν ὀφρύν; Τί τὴν Αἰγυπτίων ὀνήσαντες χώραν θαυμασθήσεσθε παρ᾽ αὐτῶν, ἢ ποίοις κέχρησθε λόγοις τὸν βασιλεύοντα συναρπάζοντες· λέγοντες, ὅτι Υἱοὶ συνετῶν ἡμεῖς, τοῦτ᾽ ἔστι, προφητῶν;

Μάγοι καὶ ἐκ μάγων· οἳ καὶ τῆς χώρας ἁπάσης, μονονουχὶ βεβασιλεύκασι, διαβόητον ἐσχηκότες παρὰ τοῖς τῶν εἰδώλων θεραπευταῖς τὴν δόξαν, καὶ τοῖς κρατοῦσιν ἀεὶ συνόντες τε καὶ συνδιαιτώμενοι· ἅτε δὴ καὶ βουλὰς ἐφ᾽ ἅπασι τοῖς πρακτέοις εἰσκομίζειν εἰωθότες, τῶν ψευδωνύμων θεῶν ἐνηχούντων αὐτοῖς τὴν τοῦ συμφέροντος θήραν. Ὅταν τοίνυν ψευδηγοροῦντες ἐλεγχθήσεσθε, φησὶ, καὶ τῶν ἀληθῶν εἰδότες οὐδὲν, πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς; υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Καὶ γέγονε μὲν ἐν τούτοις ὁ προφητικὸς ἡμῖν λόγος, ὡς πρός γε τοὺς δοκοῦντας εἶναι σοφούς· εἶτα μέτεισιν ἐπὶ τὸ αὐτοῦ πρόσωπον τοῦ καθηγεῖσθαι λαχόντος, καὶ φησίν· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ᾽ Αἴγυπτον.

Εἰ μὴ γάρ εἰσι φένακες, φησὶν, ἢ ἀπατεῶνες καὶ βωμολόχοι, καὶ ψευδηγορεῖν εἰωθότες, καὶ τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες μόνης, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· μάνθανε παρ᾽ αὐτῶν τὰ τοῖς Αἰγυπτίοις ἐπηρτημένα, καὶ αὐτίκα δὴ μάλα συμβησόμενα διὰ βουλῆς Κυρίου Σαβαώθ. Ἐπιτωθάζει δὲ ὥσπερ ὁ λόγος τοῖς οὐκ εἰδόσι Θεὸν, ἀλλ᾽ οἷον ἐν σκότῳ βαθεῖ κειμένοις, διὰ τοῦ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰδώλων λατρείαις. Πάνδεινον οὖν ἄρα, μᾶλλον δὲ καὶ εἰκαῖον παντελῶς, τὸ ταῖς τῶν ψευδομάντεων ἀπάταις ἐπιθαρσεῖν· εἰδότες γὰρ ὅλως τὸ σύμπαν οὐδὲν, ἢ τῶν ἐσομένων, ἢ καὶ ὧν ἂν ἐπιφέροι Θεὸς, ἀργυρολογίας ὑπόθεσιν ποιοῦνται τὴν ψευδομαντίαν, καὶ θεοκλυτεῖν ὑποπλάττοντες, τὰ ἀπὸ μόνης τῆς σφῶν βουλῆς ἐρευγόμενοι, καὶ τὸν τῶν προσκειμένων αὐτοῖς καταγοητεύοντες νοῦν. Λαλοῦσι γὰρ ἃ ἂν βούλοιτό τις, καὶ μόνον ἐκεῖνό φασιν, ὅπερ ἂν εἶναι τεκμήραιντο τοῖς ἀκροωμένοις καθ᾽ ἡδονήν. Ἀλλ᾽ ὅ γε θεῖος ἡμῖν ἐπιτάττει νόμος τῶν τοιούτων ἀποφοιτᾷν. Ἔχει γὰρ οὕτως· «Ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδωνιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπᾴδων, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐπερωτῶν τοὺς νεκρούς.

Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.» Προσεπάγει δὲ τούτοις καὶ φησί· «Τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.» Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδωνισμῶν καὶ μαντειῶν ἀκούσονται. Σοὶ δὲ οὐχ οὕτω δέδωκεν Κύριος ὁ Θεός σου· «Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.» Ἀφιλόθεος γὰρ παντελῶς, καὶ τῶν εἰς εὐσέβειαν αὐχημάτων ἔσται γυμνὸς ὁ μαντείαις προσέχων καὶ κληδωνισμοῖς, οἰωνοσκοπίαις τε καὶ τοῖς τῶν γοητῶν φενακισμοῖς.

Ἐλπίδος γε μὴν ἀγαθῆς ἐπίμεστος ἀληθῶς, ὁ τοῖς εὐαγγελικοῖς θεσπίσμασι προσέχων τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς, τὴν τῆς ἀληθείας ψῆφον ἐπιτιθείς. Καὶ γάρ ἐστι προφητῶν Δεσπότης, καὶ ἁπάσης γνώσεως χωρηγὸς, εἰ καὶ προφήτης ὠνόμασται, διάτοι τὸ τῆς ἀνθρωπότητος μέτρον. <Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς. Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων, καὶ ὁ ἐμῶν ἅμα. Καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος.> Ἐπιμειδιᾷ τρόπον τινὰ τοῖς τῶν ψευδολόγων ἀθύρμασι, καὶ κενοφωνίαις ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος. Ἤρετο μὲν ὁ τῶν Αἰγυπτίων ἡγούμενος τοὺς ἀεὶ συνόντας αὐτῷ γόητάς τε καὶ ψευδομάντεις, οἳ καὶ ὠνομάζοντο σοφοὶ, πρὸς ποῖον αὐτῷ καταντήσει τέλος τὰ προσδοκώμενα. Ἐπειδὴ δὲ βουλῆς ἡμάρτανον, καὶ ψευδοεποῦντες ἠλέγχοντο, καὶ οὐδεὶς ἦν αὐτοῖς ὁ βουλῆς ὀνησιφόρου καὶ σκεμμάτων ἐπωφελῶν εἰσκομίζων ὁδόν· κατελογίσθησαν μὲν εἰς οὐδὲν, ἕτεροι δὲ λοιπὸν ἐζητοῦντο σοφοί· καὶ δὴ καὶ τεθαυμάκασί τινες τοὺς ἄρχοντας Μέμφεως, τοῦτ᾽ ἔστι, τοὺς ἱερεῖς τε καὶ μάγους, τοὺς κατά γέ φημι τὴν Μέμφιν.

Ἀπόλεκτοι γὰρ ὥσπερ ἐδόκουν εἶναι τὸ τηνικάδε, καὶ μαγικῆς ἐμπειρίας εἰς ἄκρον ἐληλακότες τοῦ παντὸς ἄξιοι λόγου τοῖς εἰδωλολάτραις ἐφαίνοντο. Ἐξέλιπον τοίνυν, φησὶν, οἱ ἄρχοντες Μέμφεως, τοῦτ᾽ ἔστι, κατελογίσθησαν εἰς οὐδὲν, ὑψηλοί τε εἶναι καὶ τεθαυμασμένοι παρά τε τῷ βασιλεῖ καὶ ἅπασι τοῖς ἀμφ᾽ αὐτὸν ἔδοξαν εἶναι τῆς Μέμφεως οἱ προεστηκότες.

Πλὴν πεπλανήκασι καὶ αὐτοὶ τὴν Αἴγυπτον κατὰ φυλὰς, τοῦτ᾽ ἔστι, κατὰ πόλεις καὶ κώμας· καὶ οὐ καθ᾽ ἕνα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ πληθύν. Τεθαρσήκασι γὰρ αὐτοῖς, καίτοι τῶν ἀναγκαίων οὐδὲν ἔχουσιν εἰπεῖν· τεθαρσήκασι γὰρ τίνα τρόπον; Κύριος γὰρ, φησὶν, ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, τοῦτ᾽ ἔστι, πάντα λόγον ἀληθείας ἀπετίναξε τῆς γλώττης αὐτῶν, ὡς μηδ᾽ ὁτιοῦν ἰσχῦσαι τῶν ἀληθῶν ἢ νοεῖν ἢ λέγειν. Οὐ γὰρ ἔδει ταῖς τῶν εἰδωλολατρούντων γλώσσαις ἐνιζῆσαι τὴν ἀλήθειαν. Πεπλανήκασι τοίνυν τὴν Αἴγυπτον, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἔμων ἅμα. Ἔθος γὰρ τοῖς μεθύουσι, τὸ ταῖς ἐξ ἐμέτων περιπίπτειν ἀκαθαρσίαις. Ταύτῃτοι φησίν· Οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος. Οὐδὲ γὰρ ἐγχειρημάτων ἅψονται νεανικῶν. Τοῦτο γὰρ ἀρχὴ καὶ κεφαλή. Οὔτε μὴν εἰς εὐκταιότατον αὐτοῖς καταντήσει τέλος τὰ δρώμενα· τοῦτο γὰρ ἡ οὐρὰ καὶ τὸ τέλος· πᾶσα γὰρ σκέψις ἀνθρώπων ἀνόνητος, καὶ πᾶν ἐπικούρημα σαθρὸν, καὶ κατ᾽ οὐδένα τρόπον ὀνῆσαι δυνάμενον· Θεοῦ γὰρ κακοῦντος, ὡς ἔφην, καὶ χεῖρα τὴν παναλκῆ τοῖς ἀποσκιρτῶσιν ἐπάγοντος, καὶ εἰς τὸ αὐτῷ δοκοῦν μετατρέποντος τῶν πραγμάτων τὰς φύσεις. <Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς αἱ γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ, ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ ἐπ᾽ αὐτούς.

Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Πᾶς ὃς ἂν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται, διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπ᾽ αὐτήν.> Οἱ γὰρ πάλαι θρασεῖς καὶ ἀνήμεροι, καὶ κινδύνου παντὸς καταφρονηταὶ, περιδεεῖς ἔσονται, φησὶ, καὶ τεθρυμμένην εὑρήσουσιν ἐν ἑαυτοῖς τὴν καρδίαν, ὡς γυναικῶν τῶν ἀσθενεστάτων ἀποδεῖν οὐδὲν, ἀλλ᾽ οἱονείπως εἰς θηλυπρεπὲς ἀνανδρίας κατολισθεῖν.

Πρόφασις δὲ αὐτοῖς τοῦ δείματος, καὶ τῆς ἐπὶ τούτῳ πτοίας, ἡ χεὶρ ἔσται Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ ἐπ᾽ αὐτούς. Χεῖρα δὲ Κυρίου Σαβαὼθ ἐν τούτοις τὸ παναλκὲς θέλημα τοῦ Θεοῦ διορίζεται τῇ Ῥωμαίων βασιλείᾳ τὸ τῶν Αἰγυπτίων ὑποφέροντος ἔθνος. Ἄμαχος δὲ παντελῶς ἡ θεία βουλὴ, καὶ τοῖς τῆς ἀνωτάτω φύσεως σκέμμασι τὸ δοκοῦν πᾶσά πως ἀνάγκη διαπεραίνεσθαι. Ἔσται δὲ πρὸς τούτοις ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· καὶ τί δὴ ἄρα φησὶν ἐν τούτοις, εἴδωμεν ἀκριβῶς· ἀσαφὲς γὰρ λίαν τὸ δηλούμενον. Οὐκοῦν ἐσώζετο μὲν πάλαι τῶν Ἰουδαίων ἡ χώρα προασπίζοντος Θεοῦ, καὶ δυσκαταγώνιστον αὐτὴν ἀποφαίνοντος ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἐν κύκλῳ βασιλείαις τῶν ἐθνῶν.

Ἀλλὰ καίτοι τοσοῦτον ἔχουσα τὸν ἐπίκουρον, ἥλω καὶ γέγονεν ὑπὸ Ῥωμαίοις, καὶ ἐμπέπρησται μὲν πᾶσα πόλις, κένανδροι δὲ μεμενήκασιν οἶκοί τε καὶ κῶμαι. Καὶ ποία γέγονεν αὐτοῖς ἡ τοῦ ἁλῶναι πρόφασις; Ἡ βουλὴ δηλονότι Κυρίου, ἣν καὶ ἐπ᾽ αὐτῇ βεβούλευται.

Παραδέδοται γὰρ καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ τῇ Ῥωμαίων πανσθενεστάτῃ χειρί. Ἔσται τοίνυν ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Οἱ μὲν γὰρ τῶν ψευδομάντεων λόγος παραθαρσύνειν ἤθελον, ὄτι καὶ ἀμείνους ἔσονται τῆς τῶν ἐπιόντων χειρὸς, καὶ κρατήσουσιν ἀντεξάγοντες. Τὸ δὲ δὴ παραδεδόσθαι καὶ αὐτὴν αὐτοῖς τὴν τῶν Ἰουδαίων χώραν, καίτοι Θεὸν ἔχουσαν τὸν ὑπεραθλοῦντά ποτε, πάνδεινον αὐτοῖς ἐνετίθει τὸ δεῖμα. Προσεδόκησαν γὰρ ἐντεῦθεν, πάντη τε καὶ πάντως τοῖς καταδῃοῦν ἐθέλουσιν ὑποκεῖσθαι, παθούσης τοῦτο καὶ τῆς Ἰουδαίων γῆς, ὡς ἔφην, οὐκ ἠσθενηκότος τοῦ διασώζοντος, ἀλλ᾽ ἰδίοις καὶ αὐτὴν ὑποτιθέντος νεύμασιν, καὶ τοῖς Ῥωμαίων σκήπτροις ὑπάγοντος. Δοκεῖ δέ τισι καὶ ἑτέρως νοεῖν τὸ προκείμενον. Ἐπειδὴ γὰρ ὅλως ἐπεσκέψατο τοὺς Αἰγυπτίους, καὶ μετεκόμισεν ἐκ σκότους εἰς φῶς ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπέστησε μὲν τῆς τῶν εἰδωλολατρείας ἐθῶν, δεδώρηται δὲ τὸ εἰδέναι λοιπὸν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων δημιουργός.

Πεπιστεύκασι γὰρ εἰς Χριστόν· ἐγνώκασι δὲ δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. Ταύτῃ τοι, φησὶν, ἐκ πολλῆς ἄγαν ἐπιεικείας τε καὶ εὐλαβείας, ἔσται αὐτοῖς ἡ χώρα τῶν Ἰουδαίων εἰς φόβητρον. Τὸ δὲ εἰς φόβητρον ὅταν λέγῃ, νοήσεις τὸν ἐκ τῆς εὐλαβείας φόβον. Τιμῶσι γὰρ ἅπαντες τὰ Ἱεροσόλυμα, διά τοι τὸ ἐκεῖσε γενέσθαι Χριστὸν, καὶ τὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀνατλῆναι σταυρὸν, τεθῆναί τε ἐπὶ μνήματος, ἀναβιῶναί τε αὖ, καὶ ἀναβῆναι πρὸς τὸν Πατέρα. Πάλαι μὲν οὖν μεμίσητο παρὰ τοῖς Αἰγυπτίοις τῶν Ἰουδαίων ἡ χώρα· καὶ γὰρ ἦν μαχόμενος αὐτοῖς τῆς θρησκείας ὁ τρόπος. Οἱ μὲν γὰρ προσεκύνουν τῇ κτίσει, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· οἱ δὲ λελατρεύκασι τῷ παναγίῳ Θεῷ, καὶ τοῖς παρ᾽ αὐτοῦ διοικούμενοι νόμοις, τῆς εὐαγοῦς πολιτείας γεγόνασιν ἐπιμεληταί. Ἡ τοίνυν μεμισημένη χώρα ποτὲ, φόβητρον ὥσπερ τι καὶ εὐλαβείας αὐτοῖς ὑπόθεσις ἔσται, διάτοι τὸ ἐν αὐτῇ γενέσθαι Χριστὸν, ὡς ἔφην, τὸν ἐκ σκότους αὐτοὺς καλέσαντα πρὸς τὸ θαυμαστὸν αὐτοῦ φῶς. <Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι, καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου.

Πόλις Ἀσεδὲκ κληθήσεται ἡ μία πόλις.> Καταθαυμάσειεν ἄν τις καὶ σφόδρα εἰκότως τῆς ἔν γε τούτοις ἰσχνομυθίας τὸν μακάριον προφήτην, καὶ ἠγνοηκότα μὲν παντελῶς οὐδὲν τῶν ἐσομένων κατὰ τοὺς τῆς ἐπιδημίας καιροὺς τῇ τῶν Αἰγυπτίων χώρᾳ, προαναφωνοῦντα δὲ τὰ καθ᾽ ἕκαστον, τίνα τρόπον τὸ εὐαγγελικὸν παρεδείχθη κήρυγμα διαγορεύοντα σαφῶς. Ἔσονται τοίνυν, φησὶ, πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι, τοῦτ᾽ ἔστι τῇ Σύρων, ἤτοι τῇ κατὰ τὴν Παλαιστίνην.

Μιᾷ γὰρ λαλοῦσι γλώσσῃ Φοίνικες καὶ Παλαιστινοί. Ἀγχιτέρμονες δὲ πάλιν ἀλλήλοις εἰσὶ Παλαιστινοί τε καὶ Αἰγύπτιοι, καὶ τὸ μεσολαβοῦν οὐδὲν, ἀλλ᾽ ἐν τοῖς τῆς Αἰγύπτου πέρασι, τοῖς πρός γέ φημι τὴν ἕω, καὶ θάλασσαν τῆς Παλαιστινῶν γῆς, αἱ πρῶται λοιπὸν ἀνίσχουσιν εἰσβολαί. Ὅμορος τοίνυν τῇ Χαναναίων ἡ Αἰγυπτίων. Ταύτῃ τοι καὶ αἱ πρὸς τοῖς πέρασι τῆς Αἰγύπτου πόλεις, πρῶτον παραδέχονται τὸ σωτήριον κήρυγμα· πέντε δὲ αὗται, ὧν δὴ καὶ πρώτην εἶναί φαμεν τὴν νυνὶ Ῥινοκορουρητῶν.

Λαλοῦσι μὲν καὶ τῇ γλώσσῃ Χανανίτιδι. Ἐσπούδασται γὰρ τοῖς ἐν ταύταις ταῖς πόλεσιν, οὐχὶ τῆς Αἰγυπτίων φωνῆς μεταποιεῖσθαι τοσοῦτον, ὅσον τῆς Σύρων. Φασὶ δέ τινες ἐν ἰδίαις συγγραφαῖς διαμνημονεῦσαι σαφῶς τὸν Ἰώσηπον, ὅτι τῆς Ἰουδαίων ἀποφοιτήσας γῆς, Ἰωνίας τις ὀνόματι τελῶν ἐν τοῖς ἐξαίμασι τοῦ Λευῒ καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ τετιμημένος, ὡς ὁμόρους τῶν Χαναναίων τὰς πέντε ταυτασὶ κατελάβετο πόλεις, φιλονεικήσας πρός τινας τῶν ὁμογενῶν, ἢ τάχα που καὶ δίωξιν ὑπομείνας.

Οὗτος, φησὶν, οὐκ εὐαρίθμητον Ἰουδαίων πληθὺν σοναγηγερκὼς, κατῴκηκεν ἐν μιᾷ τῶν πέντε τουτωνὶ πόλεων, ἣ καὶ ὠνόμασται πόλις Ἀσεδὲκ, τοῦτ᾽ ἔστι δικαιοσύνης. Ἐντεῦθέν φασι τοὺς πρὸς τοῖς Αἰγυπτίων τέρμασι κατηθίσθαι τε καὶ ἀγαπᾷν τῇ τῶν Χαναναίων γλώσσῃ λαλεῖν. Μαθήσονται δὲ, φησὶ, καὶ ὀμνύειν τῷ ὀνόματι Κυρίου. Παράδοξον δὲ καὶ τοῦτο.

Ἔθος μὲν γὰρ τοῖς ματαίων προσκυνηταῖς ὅρκιον ποιεῖσθαι τὸ ἑκάστῳ δοκοῦν τῶν τοῦ κόσμου στοιχείων. Οἱ μὲν γὰρ τὸν οὐρανὸν ὀνομάζουσιν, οἱ δὲ τὸν ἥλιον, ἕτεροι δὲ καὶ τὰ ἐν σηκοῖς χειρότευκτα· διαμέμνηνται δὲ κατ᾽ οὐδένα τρόπον τοῦ κατ᾽ ἀλήθειαν Θεοῦ· οὐ γὰρ ἐγνώκασιν αὐτόν. Τῶν γε μὴν ἐπεγνωκότων ἤδη καὶ πεπιστευκότων, ἐστὶ τὸ καὶ ὀμνύειν τῷ ὀνόματι αὐτοῦ. Οὕτω καὶ ὁ πάνσοφος Μωσῆς τῆς ἐν Αἰγύπτῳ λατρείας ἐκπεφοιτηκότα τὸν Ἰσραὴλ πρὸς ἐπίγνωσιν τοῦ κατ᾽ ἀλήθειαν Θεοῦ προσεκόμιζε λέγων· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Προσετίθει δὲ τούτοις, ὅτι Καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Ἀπόδειξις τοίνυν ἐναργὴς τοῦ παραδέξασθαι τὴν πίστιν τὰς πέντε ταύτας πόλεις, τὸ ὀμνῦναι μὲν ἐπ᾽ οὐδενὶ τῶν ματαίων, δέχεσθαι δὲ μᾶλλον εἰς ὅρκου χρείαν τὸ ὄνομα Κυρίου. <Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου.> Ἡ μὲν γὰρ Αἰγυπτίων σύμπασα γῆ τεμένεσί τε πεπλήθει καὶ μεμέστωτο βωμῶν· σπονδαὶ δὲ ἦσαν καὶ θυσίαι πανταχῆ, τοῦτο μὲν τοῖς τοῦ κόσμου στοιχείοις προσκομιζόμεναι παρ᾽ αὐτῶν· τοῦτο δὲ, ὡς ἔφην, καὶ τοῖς ἐν σηκοῖς ἱδρυμένοις ἀγάλμασι δηλονότι καὶ δαιμονίων στήλαις.

Καὶ τί τοῦτο λέγω, ὅτε καὶ ἀλόγων ζώων ἀναθέντες μορφὰς, τὴν Θεῷ πρέπουσαν δόξαν αὐτοῖς ἐχαρίζοντο; Ὅρα τοίνυν ἐξ οἵων εἰς οἷα μεταπέπτωκε τὰ Αἰγυπτίων πράγματα.

Οἱ γὰρ πάλαι τῶν ἄλλων ἁπάντων δεισιδαιμονέστεροι, καὶ ἀχαλίνως νενευκότες εἰς τὸ ἐξήνιον, τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ᾽ ἔστι, κατ᾽ ἐκεῖνο καιροῦ, καθ᾽ ὃ ἂν ἐπιλάμψῃ παρ᾽ αὐτοῖς τὸ σωτήριον κήρυγμα, παραδέξονται τὴν προσκύνησιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ. Ἔσται γὰρ θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων. Ἔμφασιν ἔχει πολλὴν ὁ λόγος. Εἴρηται γὰρ μετὰ θαύματος. Πῶς γὰρ οὐ παράδοξον τὸ καὶ ἐν αὐτῇ τῇ Αἰγυπτίων χώρᾳ, θυσιαστήριον ὁρᾶσθαι Κυρίου; Καὶ πρός γε τούτῳ, καὶ στήλην πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Στήλην δὲ φησὶν ἐν τούτοις, ὥς γ᾽ ἐμοὶ δοκεῖ, ἢ ναὸν ἅγιον Θεοῦ, τοῦτ᾽ ἔστι τὴν Ἐκκλησίαν, ἢ τάχα που καὶ πρώτη τῶν ἄλλων ἐγήγερται πρὸς τὸ ὅριον αὐτῆς, ἤγουν τὸ τοῦ ἁγίου σταυροῦ σημεῖον, ᾧ περιφράττεσθαι τοὺς πιστεύοντας ἔθος. Κεχρήμεθα γὰρ ἀεὶ τῷ πράγματι, πᾶσαν διαβολικὴν ἐπήρειαν ἀνατρέποντες, καὶ τὰς τῶν δαιμονίων ἐφόδους διακρουόμενοι. Τεῖχος γὰρ ἡμῖν ἄῤῥηκτον ὁ σταυρὸς, καὶ τὸ ἐπ᾽ αὐτῷ καύχημα σωτήριον ἀληθῶς· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ.» Παράδοξα τοίνυν, τὰ ἐκ τῆς προφητείας προηγορευμένα τὸ τηνικάδε, νυνὶ δὲ δὴ καὶ εἰς πέρας ἐκβεβηκότα Θυσιαστήριον γὰρ τῷ Κυρίῳ· πλεῖστά τε ὅσα, καὶ ἀριθμοῦ κρείττονα, κατὰ τὴν Αἰγυπτίων· καὶ τὸ τοῦ σταυροῦ σημεῖον τοῖς ἐνοικοῦσι προσκυνητόν.

Πεπιστεύκασι γὰρ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.

Ἔδοξε δέ τισι τῶν ἐξηγητῶν, ἀντὶ τῆς στήλης τίτλον ὀνομάσαι, καί φασιν εἶναι τοῦτο τὸ ἅγιον Εὐαγγέλιον. Δοξαζέτω δὲ πάλιν ὁ νουνεχὴς τὸ ὡς ἄριστά τε καὶ εὖ ἔχειν δοκοῦν. <Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις. Καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι.> Ἄθρει δή μοι πάλιν τῆς προφητικῆς εὐτεχνίας τὴν νῆψιν. Ὥσπερ γὰρ ἀναπυνθανομένου τινὸς καὶ λέγοντος· Τί τὸ χρῆμα; Ποία δὲ γέγονε πρόφασις τοῦ τὸν Κύριον ἐλθεῖν εἰς Αἴγυπτον ἐπὶ νεφέλης κούφης, χαρίσασθαί τε αὐτοῖς τοῦτό τε κἀκεῖνο; διαλαβὼν ὁ προφήτης ἀποκρίνεται καὶ φησίν· Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς.

Ἐπεπήδησε μὲν γὰρ ὁ τῆς ἁμαρτίας πατὴρ, τοῦτ᾽ ἔστιν ὁ Σατανᾶς, τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τῆς ἑαυτοῦ δυστροπίας ἐπιθεὶς ἅπασι τὸν ζυγὸν, ἀπεβουκόλησε μὲν τῆς εἰς Θεὸν ἀγάπης. Μόνον δὲ οὐχὶ δεδεμένους ἔχων ὑφ᾽ ἑαυτῷ, πικρῶς τε καὶ ἀνοσίως κατεβιάζετο· ἀλλ᾽ ἡ τοῦ πράγματος φύσις, δεινὴν καὶ ἀφόρητον ἔχουσα τὴν πλεονεξίαν, τῆς ἐκείνου κατεβόησε τυραννίδος. Οὕτω νοήσεις κεκράξοντας Αἰγυπτίους.

Καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὅτι τὸν φύσει τῶν ὅλων Δεσπότην οὐκ ἐγνωκότες, οὐδ᾽ ἂν ὅλως ἐβόησαν πρὸς αὐτόν; Ἀλλ᾽ ὥσπερ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, καὶ οὐκ αὐτό που πάντως, ἰδίαν ἔχον φωνήν· ἀλλ᾽ οἱονεὶ τὴν αὐτὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· τὸν αὐτὸν, οἶμαι, τρόπον νοήσαι τις ἂν καὶ ἐπὶ τῶν εἰωθότων προσκυνεῖν τοῖς ἀκαθάρτοις δαίμοσιν. Εἰ γὰρ καὶ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, ἀλλ᾽ οὖν ὅτι πεπλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι᾽ αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι τὴν ἐφ᾽ ἑαυτοῖς που πάντως αἰτοῦντες ἐπικουρίαν. Οὕτω βοῆσαί φαμεν καὶ Αἰγυπτίους πρὸς Θεὸν, διὰ τοὺς θλίβοντας αὐτοὺς, τοῦτ᾽ ἔστι, τοὺς ὑπὸ χεῖρα τὴν ἑαυτῶν πεποιημένους, καὶ ὥσπερ τινὶ πικροτάτῃ δουλείᾳ καταπιέσαντας, δῆλον δὲ ὅτι τοὺς ἀκαθάρτους δαίμονας. Ἀλλὰ πέμψει αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς. Καὶ τίς ὁ ἄνθρωπος, ἢ δηλονότι ὁ Χριστός; τοῦτ᾽ ἔστιν, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· οὗτος σέσωκεν οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. Σέσωκε δὲ κρίνων· καὶ τί τὸ, κρίνων, ἐστίν; Ἀντὶ τοῦ, δικαίαν ἐπ᾽ αὐτοῖς τὴν κρίσιν ἐκφέρων. Τὸν μὲν γὰρ πλεονεκτήσαντα Σατανᾶν, καὶ σὺν αὐτῷ τοὺς ἀκαθάρτους δαίμονας ψήφοις ὁσίαις ὑποτιθεὶς, σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασθησομένους τηρεῖν.

Τοὺς δέ γε τὴν οὕτως ἀφόρητον ἀνατλάντας πλεονεξίαν, σέσωκέ τε καὶ ἐξείλετο, καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς, τὸ τῆς ἀληθείας αὐτοῖς ἐναστράψας φῶς· καὶ τοῖς τῆς ἐλευθερίας αὐχήμασι περιβαλών.

Οὕτω καὶ αὐτός που φησὶν ὁ Σωτήρ· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν» Ὁρᾷς ὅτι δεδίκακε τῷ κόσμῳ, καὶ τὸν πάλαι τυραννήσαντα κατ᾽ αὐτοῦ Σατανᾶν ἐκβέβληκεν, εἴλκυσέ τε πάντας πρὸς ἑαυτόν.

Ἐγνώκασι γὰρ αὐτὸν καὶ Αἰγύπτιοι. Καὶ δὴ καὶ ἐπεγνωκότες ποιοῦσι θυσίας, εὔχονται δὲ καὶ εὐχὰς, καὶ εἰς πέρας ἄγουσι τὰ ἐπηγγελμένα. Τοῦτο γάρ ἐστι τὸ διὰ φωνῆς τοῦ Δαβὶδ μελῳδούμενον· «Εὔξασθε καὶ ἀποδῶτε τῷ Κυρίῳ Θεῷ ἡμῶν.» Ὅρα τοίνυν καινότητα πραγμάτων. Οἱ γὰρ πάλαι τοῖς δαιμονίοις καταθύειν εἰωθότες, οἱ τῷ Σατανᾷ προσκομίζοντες τὰς λατρείας καὶ ἀνατιθέντες χαριστήρια, καὶ μὴν καὶ εὐχὰς, ἤγουν ὑποσχέσεις ἀποπληροῦντες ἐσπουδασμένως· πεφωτισμένοι τὸν νοῦν διὰ Χριστοῦ, καὶ τοῖς τῆς ἀληθείας δόγμασιν ἐκλελαμπρυσμένοι, τῆς μὲν ἀρχαίας ἀποδραμοῦνται πλάνης, ἐπεγνωκότες δὲ ἅπαξ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον, αὐτῷ τὴν ἐν πνεύματι προσκομίζουσι λατρείαν, πανάγνους πληροῦντες εὐχὰς, καὶ θυσίας ἀναφέροντες, οὐ τὰς δι᾽ αἱμάτων ἔτι καὶ τῆς τῶν ἀλόγων σφαγῆς· πνευματικὰς δὲ μᾶλλον, ὡς ἔφην, καὶ εὐπροσδέκτους διὰ τὸ ἄμωμον. <Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει· καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς.> Ὅταν ἐπισκέπτηται Θεὸς, πλήττει μὲν ἔσθ᾽ ὅτε τοὺς ἀνοσίως πεπραχότας, καὶ τὰς ὑπὲρ ὧν εἰς αὐτὸν πεπαρῳνήκασι πράττεται δίκας, ὀνίνησι δὲ σφόδρα κατὰ τοῦτον τὸν τρόπον. Οὐ γὰρ ἡττώμενος ἐπιφέρει τὴν μάστιγα, μετατιθεὶς δὲ μᾶλλον ἐπὶ τὸ ἄμεινον.

Ἢ γὰρ ἐκ πλάνης μεθίστησιν εἰς ἀλήθειαν, ἢ καὶ ἀκαθέκτως ἀποκλίνοντας εἰς τὸ πλημμελεῖν τὰ αἰσχίω διδάσκει μεταμανθάνειν, καὶ μεταφοιτᾷν ἐπείγεσθαι πρὸς τὸ ἀρέσκον αὐτῷ. Τοιγάρτοι καὶ ὀνησιφόρον εἰδότες τὸ χρῆμα, τὸ παιδεύεσθαι φημὶ, κεκράγασι πρὸς αὐτὸν οἱ μακάριοι προφῆται· «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ.» Καὶ πάλιν· «Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» Ἔφη δέ που καὶ πρὸς τὴν τῶν Ἰουδαίων συναγωγήν· Πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἱερουσαλήμ. Παιδεύει τοίνυν οὓς ἂν ἕλοιτο καὶ ἀγαπᾷ. Τοῦτο χαριεῖσθαι καὶ τοῖς Αἰγυπτίοις ὁ προφήτης φησί· Πατάξει γὰρ αὐτοὺς ὁ Κύριος πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει. Εἰ γὰρ καὶ δέδονται τυχὸν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοι κεκρατήκασι τῆς γῆς οἱ ὑπ᾽ αὐτοὺς δορυφόροι, ἀλλ᾽ οὖν τόπον ἐσχηκότες παρ᾽ αὐτοῖς τοῦ θείου κηρύγματος, τὴν μὲν ἐκ τοῦ πεπλανῆσθαι ζημίαν ἀπεφορτίσαντο, μετακεχωρήκασι δὲ πρὸς τὸ θειόν τε καὶ οὐράνιον φῶς, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀποκρουσάμενοι δόξαν, ὑγιᾶ λοιπὸν ἐσχήκασι τὴν καρδίαν.

Ἐπιστραφήσονται γὰρ πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, τοῦτ᾽ ἔστιν, οἱ πάλαι διὰ πολλὴν ἀσέβειαν ἐν ἀποστροφῇ γεγονότες τῇ παρὰ Θεῷ, μαθήσονται λοιπὸν οὐκέτι τοῖς βδελύγμασι προσάγειν τὰς ἱκεσίας, τὰς ὑπὲρ ὧν ἂν ἕλοιντο ποιεῖσθαι τυχὸν, πρὸς αὐτὸν δὲ μᾶλλον κεκράξονται τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν. Ἔσται δὲ αὐτοῖς οὐ βραδὺς, ἕτοιμος δὲ μᾶλλον εἰς τὸ κατανεῦσαι Θεὸς, ἵλεώς τε καὶ εὐμενής. Πρόξενον οὖν ἄρα παντὸς ἀγαθοῦ γένοιτ᾽ ἂν ἀνθρώπῳ παντὶ, τὸ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τὸν τῶν ὅλων Γενεσιουργὸν καὶ Κύριον. <Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους. Καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.> Ὁ μακάριος γράφει Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν. Οὐ γὰρ μόνον τοῖς ἄνω πνεύμασι λειτουργικοῖς καὶ ἁγίοις συνῆψε τοὺς ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ ἔθνεσιν ἔθνη συμβῆναι παρεσκεύασεν. Πρὸ μὲν γὰρ τῆς ἐπιδημίας τῆς εἰς ἄλληλα ἐπιμιξίας, ἀπενοσφίζετο χώρα τε καὶ πόλις, συχναί τε ἦσαν ἐξαναστάσεις καὶ πολέμων ἔφοδοι πανταχοῦ καὶ τῶν ἰσχυόντων ἆθλα τὰ τῶν ἡττωμένων, καὶ ἀνουθέτητος ἡ πλεονεξία, καὶ τὸ ἀδικεῖν οὓς ἂν δύναιτό τις, εὐκλείας εἶναί τι, καὶ τῶν ὅτι μάλιστα θαυμαστῶν ἐνομίζετο.

Ἀλλὰ γέγονεν ἡμῖν εἰρήνη, καὶ κατὰ τοῦτο Χριστός.

Ἐπειδὴ γὰρ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν περιαστράπτων τῇ ὑπ᾽ οὐρανὸν, ἐδίδαξεν ἅπαντας τῆς εὐσεβείας τὴν ὁδὸν, καὶ τῆς εἰς Θεὸν καὶ ἀλλήλους ἀγάπης ἀντέχεσθαι, πέπαυται μὲν ἐκεῖνα πάλαι, παρῴχηκε δὲ τὰ ἀρχαῖα, καὶ γέγονε καινὰ, καθὰ γέγραπται.

Κεκράτηκε γὰρ ἡ εἰρήνη πανταχοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν, ὃ καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης Ἡσαΐας περὶ πάντων τῶν ἐθνῶν· «Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζηβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» Γεγονότες γὰρ ἅπαντες ὑπὸ ζυγὸν ἕνα, πνευματικῶς μὲν τὸν ὑπὸ Θεῷ, σωματικῶς δὲ τὸν ὑπὸ Ῥωμαίοις, τὸν ἠρεμαῖον καὶ ἀσύγχυτον, καὶ πολέμου δίχα διαζῶσι βίον, ὥστε παντὸς ἐξῃρημένου δείματος, καὶ τοὺς πάλαι πολεμιωτάτους ἀλλήλοις συμφέρεσθαι πρὸς ὁμοψυχίαν. Αἰγύπτιοι γὰρ, φησὶν, ὁδὸν ἕξουσι πρὸς Ἀσσυρίους, καὶ Ἀσσύριοι πρὸς Αἰγυπτίους.

Καὶ πορεύσονται Αἰγύπτιοι πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις, οὐ ζυγὸν δουλείας ἐπιῤῥιπτούντων ἐκείνων, ἀλλὰ τοὺς τῆς ἀγάπης δεσμοὺς ἐνειλημμένους ἔχοντας, καὶ ἡδείστας ποιουμένους τὰς ἐπιμιξείας. Ἀσσυρίους γε μὴν ὀνομάζει τοὺς τὴν ἕω οἰκοῦντας χώραν. <Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ, ᾗ εὐλόγησεν ὁ Κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.> Ὠνόμασται μὲν ὁ Ἰσραὴλ πρωτότοκος ἐν τέκνοις.

Ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν, κατόπιν τέθειται τῶν ἐθνῶν, καὶ δευτέραν ὥσπερ μετεκληρώσατο τάξιν. Τετήρηται γὰρ καὶ αὐτῷ τῆς ἐπιστροφῆς ὁ καιρός. Γέγραπται γοῦν, ὅτι «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Ἄθρει δὴ οὖν, ἄθρει τρίτον ἐν τούτοις ὠνομασμένον, ἐν τοῖς Ἀσσυρίοις καὶ Αἰγυπτίοις. Ἀσσυρίους δέ φησιν ἐν τούτοις, ὡς ἔφην, τοὺς κατά γε τὴν ἑῴαν ἅπασαν γῆν, μάλιστα δὲ τὴν μέσην τῶν ποταμῶν, ἐν ᾗ καὶ εἶναί φασι γνησίους προσκυνητὰς, καὶ ἀδελφὴν καὶ γείτονα τῆς Αἰγυπτίων ἐπιτηδεύοντας ἄσκησιν, ὡς ἰσάμιλλον ἔχειν τήν τε εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ μέν τοι καὶ ἀρετήν.

Τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεός· Εὐλογημένος ὁ λαός μου, ὁ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀσσυρίοις· ἐπαριθμεῖται δὲ τρίτος ὁ Ἰσραήλ. Προσεπάγει γὰρ ὅτι Καὶ κληρονομία μου Ἰσραήλ. Καὶ τούτου δὲ τὴν πρόφασιν προαπέδειξεν ἡμῖν ὁ λόγος· κεκυριοκτόνηκε γὰρ καὶ τέθειται εἰς νῶτον, καθά φησιν ὁ Δαβίδ. Καὶ ἐν τοῖς περιλοίποις γέγονεν ὁ πρωτότοκος. <Τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθὰν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ κατελάβετο αὐτὴν, τότε ἐλάλησε Κύριος πρὸς Ἡσαΐαν λέγων· Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ἐποίησεν οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. Καὶ εἶπε Κύριος· Ὃν τρόπον πεπόρευται Ἡσαΐας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβυτέρους, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.> Διαπεράνας εὖ μάλα τὸν ἐπὶ τοῖς Αἰγυπτίοις λόγον, καὶ τίνα τρόπον κεκλήσονται διὰ πίστεως εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν προηγορευκὼς, οἰκονομεῖ τι πάλιν τῶν ὅσαπερ ἦν χρήσιμά τε καὶ ἀναγκαῖα πρὸς ὄνησιν τοῖς ἐξ Ἰσραήλ· καὶ ποῖα δὴ ταῦτά ἐστιν, ὡς ἐν βραχέσιν ἐρῶ.

Ἀφειδήσαντες γὰρ καὶ αὐτῆς τῆς εἰς τὸν διὰ Μωϋσέως νόμον αἰδοῦς, καὶ μὴν καὶ τῆς εἰς Θεὸν ἀγάπης ὀλιγωρήσαντες, ἀσυνετώτατα κατεφέροντο πρός γε τὸ δεῖν εἰς πολύθεον καθικέσθαι πλάνησιν, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεῦσαι.

Τοῖς δὲ ἅπαξ εἰς τοῦτο γνώμης ὠλισθηκόσιν ἀνεπιτήδευτον ἦν τῶν φαύλων οὐδέν. Ταύτης ἕνεκα τῆς αἰτίας ἐπηφίει πλειστάκις αὐτοῖς ὁ τῶν ὅλων Θεὸς πολέμους καὶ μάχας, τοῦτο μὲν τοὺς ἀπό γε τῶν ὁμόρων ἐθνῶν, τοῦτο δὲ τοὺς παρὰ Περσῶν τε καὶ Μήδων· οἱ δέ γε τῆς Ἰουδαίας κατεξανιστάμενοι, τὰ ἕτερα τῶν ἐθνῶν προκαταδῃοῦντες ἔσθ᾽ ὅτε, δεινοῖς καὶ ἀφορήτοις δείμασιν ὁμιλεῖν παρεσκεύαζον τοὺς ἐξ Ἰσραήλ. Οἱ δὲ καίτοι δέον τὸν τῶν ὅλων ἐκμειλίσσεσθαι Θεὸν, καὶ ἀνοσίων μὲν ἀποφοιτᾷν σπουδασμάτων, μεταχωρῆσαι δὲ μᾶλλον ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ ἀπολογεῖσθαι λελυπημένῳ, διά γε τῆς ἐκ τῶν αἰσχιόνων εἰς τὸ ἄμεινον μεταδρομῆς, οὕτω τε τὴν παρ᾽ αὐτοῦ καὶ μόνου σωτηρίαν ἐπιζητεῖν, καὶ τὴν ἀεὶ σώζουσάν τε καὶ ἐπαμύνουσαν χεῖρα τοῦτο μὲ οὐκ ἔδρων οἱ δείλαιοι, ἐρανιζόμενοι δὲ τὰς ἐξ ἀνθρώπων ἐπικουρίας, ποτὲ μὲν τῶν ὁμόρων τινὰς ἐκάλουν εἰς τοῦτο, ποτὲ δὲ τοὺς γείτονας Αἰγυπτίους, προστιθέντες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καθὰ γέγραπται, καὶ καταθήγοντες ὡς εἰς ὀργὰς καὶ ἐπ᾽ αὐτῷ δὴ τούτῳ τὸν πάντα ἰσχύοντα Θεόν. Καὶ γοῦν ἕφη δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, καὶ οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν.» Καὶ μὴν καὶ δι᾽ αὐτοῦ τοῦ προφήτου Ἡσαΐου· «Οὐαὶ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ᾽ ἵπποις πεποιθότες καὶ ἐφ᾽ ἅρμασιν.

Ἔστι γὰρ πολλὰ καὶ ἐφ᾽ ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐξεζήτησαν· καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ᾽ αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ.» Τοῦ τοίνυν Ταναθὰν, στρατηγὸς δὲ οὗτος βασιλέως Ἀσσυρίων, πολεμήσαντος τὴν Ἄζωτον, ἑλών τε κατὰ κράτος αὐτήν· γείτων δὲ αὕτη τῇ τῶν Ἰουδαίων χώρᾳ· προσεδόκουν οἱ ἐξ Ἰσραὴλ αὐτίκα δὴ μάλα καὶ αὐτοὶ καὶ λίαν ἀμογητὶ τὰ ἴσα παθεῖν. Ταύτης τε ἕνεκα τῆς αἰτίας τὴν Αἰγυπτίων χεῖρα καταμισθούμενοι πρὸς τὸ ἐπαμύνειν αὐτοῖς ταῖς Ἀσσυρίων φάλαγξιν ἀντεξάγειν ἤθελον. Ματαίαν τοίνυν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα Θεός· προαγορεύει δὲ σαφῶς, ὅτι τῆς Ἀσσυρίων δυνάμεως ἔργον [ἄγρα] ἔσονται καὶ αὐτοὶ, ἁλώσονταί τε κατὰ καιροὺς, καὶ ἐν δορυκτήτων ἔσονται τάξει. Φασὶ γὰρ ὅτι γέγονεν ὑπὸ χεῖρα βασιλέως Ἀσσυρίων κατὰ καιροὺς ἡ Αἰγυπτίων· καὶ ἐν ὀλίγοις ἕτεσι τρισὶν ἐγκαθεσθεὶς αὐτῇ, πᾶσάν τε ἑλὼν κατὰ κράτος, πλείστην ὅσην ἔχων αἰχμαλωσίαν, ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ.

Ἐπιτάττει τοίνυν τῷ προφήτῃ Θεὸς, τὸ τοῖς αἰχμαλώτοις πρέπον τε καὶ σύνηθες σχῆμα λαβεῖν· τοῦτ᾽ ἔστι, γυμνότητά τε καὶ ἀνυποδεσίαν. Τοῖς γὰρ ὅλως νενικηκόσιν οὐ πολὺς τῶν ἑαλωκότων ὁ λόγος· οἱ δὲ εἰς τοῦτο πεσόντες ταλαιπωρίας, κἂν εἴτε τινὲς εἶεν τῶν εὐγενῶν κατὰ σάρκα, κἂν εἴτε τῆς ἀγελαίου πληθύος, ἑνὶ τῷ τῆς ἀθλιότητος συνέχονται λίνῳ, οὐκ ἄμφιον ἔχοντες, ἤγουν ἕτερόν τι τῶν τελούντων εἰς κόσμον αὐτοῖς ἢ ἀνάπαυσιν, ἀτημελῶς δὲ οὕτως πρὸς πᾶν ὁτιοῦν τοῖς ἑλοῦσι καταθυμίων, ὡς ἐξ ἀνάγκης ἐρχόμενοι. Προστάττεται τοίνυν, ὡς ἔφην, ὁ θεσπέσιος προφήτης, ἀφελεῖν τὸν σάκκον ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὑπολύσασθαί τε τὰ σανδάλια, καὶ διὰ μέσης ἰέναι τῆς Ἱερουσαλὴμ γυμνὸς καὶ ἀνυπόδετος. Ἔδρα δὲ τοῦτο τοῦ δοκεῖν εὐσχήμων εἶναί τις, οὐ σφόδρα πεφροντικὼς, καὶ τῶν ἀρεσκόντων Θεῷ προστιθεὶς οὐδὲν, κἂν εἰ φαίνοιτό τι βαρὺ καὶ μώμου μεστόν.

Ἀλλ᾽ ἴσως πρὸς τοῦτο ἐρεῖ τις· Διὰ τί γὰρ μὴ μᾶλλον προηγόρευσε μόνον τοῖς ἐξ Ἰσραὴλ τὰ συμβησόμενα τοῖς Αἰγυπτίοις κατὰ καιρούς; Πεπόρευται δὲ οὕτως γυμνός τε καὶ ἀνυπόδετος ὁ διαβόητος ἐν προφήταις, τῆς αὐτῷ πρεπούσης εὐκοσμίας ἠφειδηκώς.

Πρὸς δὴ τοῦτό φαμεν ὅτι τοῖς τῶν προφητῶν οὐκ ἐπείθοντο λόγοις, μᾶλλον δὲ καὶ ἐπετίμων τοῖς προαγορεύειν ἐθέλουσι τὰ ἐσόμενα, λέγοντες· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.» Ταύτῃ τοι καὶ μάλα σαφῶς ὁ σώφρων, ὁ κόσμιος, καὶ ἀρετῆς ἁπάσης ἔμπλεως, ὁ προφητικῇ κατεστεμμένος χάριτι, καὶ ἐν ἀσκήσει περιφανὴς, καὶ αὐτὸν ἀποδύεται τὸν σάκκον, οὐ τρυφερὸν ἱμάτιον, παχὺ δὲ μᾶλλον καὶ εὐτελές· ἀπολύει δὲ καὶ τῶν ποδῶν τὰ σανδάλια, καὶ ἐν τῷ τοιῷδε βαδίζει σχήματι· ἵν᾽ αὐτὸ δὴ τοῦτο θαυμάζοντες οἱ ὁρῶντες αὐτὸν, ἀναπυνθάνωνται τὰς αἰτίας, καὶ ἐφ᾽ ὅτῳ τοῦτο πέπραχεν εἰδέναι σπουδάζοντες, πληροφορηθεῖεν· ὅτι ματαίαν ἔχουσι τὴν ἐπ᾽ ἀνθρώποις ἐλπίδα· καὶ χρῆν δή που μᾶλλον αὐτοὺς γλίχεσθαι μὲν τῆς ἄνωθεν εὐημερίας, ἐπίκουρον δὲ ποιεῖσθαι φιλεῖν τὸν ἀεὶ σεσωκότα Θεόν.

Γυμνοῦ τοίνυν καὶ ἀνυποδέτου περινοστοῦντος τὴν Ἰουδαίαν τοῦ μακαρίου προφήτου, καὶ πτοίας ἐγγινομένης τοῖς ὁρῶσιν αὐτὸν οὐ μικρᾶς, Εἶπεν, φησὶ, Κύριος· Ὃν τρόπον πεπόρευται Ἡσαΐας ὁ παῖς μου, γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν. Ὡς γὰρ ἔφην φθάσας, ἐν ὀλίγοις ἔτεσι τρισὶ καταδῃώσας τὴν Αἰγυπτίων ὁ τῶν Ἀσσυρίων βασιλεὺς, καὶ μὴν καὶ τοὺς προσοικοῦντας Αἰθίοπας αὐτῇ, καὶ τῇ Θηβαίων γείτονας, πλείστην ἔχων αἰχμαλωσίαν, καὶ ταῖς Αἰγυπτίων ἐνσπαταλήσας συμφοραῖς· τότε δὴ τότε λαμπρὸς οἴκοι πάλιν ἀνεκομίζετο. <Καὶ ἡττηθήσονται αἰσχυνθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ᾽ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι· ἦσαν γὰρ αὐτοῖς δόξα. Καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες, τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, καὶ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων, καὶ πῶς ἡμεῖς σωθησόμεθα;> Τὰ πρόσοικα τῇ Θηβαίων ἔθνη βάρβαρα, Βλέμμυες δὲ οὗτοι, οἳ καὶ εἰσὶν Αἰθίοπες, εὐτεχνέστατα μὲν τὰς βελῶν ἀφαιρέσεις ποιεῖσθαι μεμελετήκασι. Φαρμάκῳ δὲ ταύτας ἀποχρίοντες ὀλεθριωτάτῳ ἐπαφίασι τοῖς μαχομένοις· κἂν εἰ προσψαύσειαν, τεθνήξεται πάντως ὁ πληγεὶς, καὶ ὥσπερ τις ὀφιόδηκτος γεγονὼς παραχρῆμα πεσεῖται.

Ἦν οὖν ἐν ἔθει καὶ τριβῇ Αἰγυπτίοις, πολέμου καὶ μάχης ἐπηρτημένων, τὰς τῶν Αἰθιόπων καταμισθοῦν τε φάλαγγας, καὶ μέγα φρονεῖν ἐπ᾽ αὐτοῖς· ἀλλ᾽ ἥλωσαν σὺν αὐτοῖς τῆς τῶν Ἀσσυρίων ἀνδρείας ἡττώμενοι. Αἰσχυνθήσονται τοίνυν οἱ Αἰγύπτιοι, φησὶν, ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ᾽ οἷς ἦσαν πεποιθότες. Κατειλημμένων γὰρ καὶ αὐτῶν καὶ νενικημένων, ἐροῦσιν οἱ ἐν τῇ νήσῳ ταύτῃ κατοικοῦντες· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες ποτὲ τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα; Νῆσον μὲν οὖν τὴν Αἴγυπτον ὀνομάζει, διά τοι τὸ εἶναι περίῤῥυτον ποταμοῖς, καὶ λίμναις ὑδάτων διεζῶσθαι πανταχοῦ· εἰσκομίζει γε μὴν τοὺς ἐνοικοῦντας αὐτὴν, τῆς ἐπὶ τοῖς Αἰθίοψιν ἐλπίδος καταγινώσκοντας. Εἰ γὰρ ἥλωσαν αὐτοὶ, φησὶν, πῶς ἂν ἐκσώσειαν τοὺς ἐπ᾽ αὐτοῖς πεποιθότας; Ἀγαθὸν οὖν ἄρα τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ᾽ ἄνθρωπον· καὶ ὥς φησιν ὁ προφήτης Ἱερεμίας· «Ἐπικατάρατος μὲν ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ· εὐλογημένος γε μὴν, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» Ἀεὶ δέ πως ἡμᾶς ὁ προφητικὸς ὀνίνησι λόγος· κἂν εἰ μὴ ἔχοι τυχὸν πνευματικῆς ἀφηγήσεως τρόπον ἡ ἱστορία, ἀλλ᾽ οὖν τὸ ἐξ αὐτῆς ὄφελος οὐ βραχύ. Φησὶ γὰρ ὁ Παῦλος, τυπικῶς συμβαίνειν τοῖς ἀρχαιοτέροις, γεγράφθαι γε μὴν πρὸς νουθεσίαν ἡμῶν.

ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΕΡΗΜΟΥ. Διαπεράνας εὖ μάλα τὸν ἐπί γέ φημι τοῖς Αἰγυπτίοις λόγον, πηνίκα τε καὶ ὅπως κεκλήσονται διὰ πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ᾽ ἀλήθειαν ὄντος Θεοῦ διειπὼν ὁ προφήτης, μεταφοιτᾷ πρὸς ἑτέραν ὅρασιν τὴν περὶ τῆς ἐρήμου· καὶ οὐχ ἁπλῶς γῆς ἡμῖν ἐν τούτοις ἀοικήτου καὶ ἐρήμης ποιεῖται μνήμην· ἀλλὰ γὰρ ἔρημον ὀνομάζει τὴν Βαβυλωνίων, ἥ ποτε μὲν ἀριθμοῦ κρείττονας εἶχε τοὺς οἰκήτορας, δεινούς τε καὶ μαχιμωτάτους· ἠρημώθη δὲ οὕτως, ὀργῆς αὐτῇ τῆς ἄνωθεν ἐπενηνεγμένης, ὡς κένανδρον ἀπομεῖναι παντελῶς καταστρατεύσαντος τῆς Βαβυλωνίων Κύρου τοῦ Καμβύσου. Οὗ καὶ ἑτέρωθι διαμνημονεύει λέγων ὁ προφήτης· «Οὕτως λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη. Πόλεις οὐ συγκληθήσονται.» Οὗτος εἷλε κατὰ κράτος τὴν ἀλαζόνα ποτὲ καὶ κατὰ παντὸς ἔθνους ἐπαιρομένην, καὶ δυσάντητον ἐν μάχαις, τὴν Βαβυλῶνά φημι. Ποιεῖ δὲ μνήμην καὶ νῦν ὁ προφήτης αὐτῆς, καὶ ἔρημον μὲν ὀνομάζει. Τίνα δὲ τρόπον ἀθλιότητος εἰς τοῦτο κατώλισθεν, ἀφηγεῖται σαφῶς δύο τούτων ἕνεκα καθάπερ ἐγῷμαι.

Ἢ γὰρ ἵνα τοὺς Ἰουδαίους ἀποστήσῃ τῆς ἐλπίδος· «Ἦν γὰρ Ἐφραῒμ περιστερὰ ἄνους,» καθά φησιν εἷς τῶν ἁγίων προφητῶν· «Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο·» ἢ ἵνα παρακαλέσῃ λελυπημένους, ὅτι πεπόρθηται μὲν αὐτῶν ἡ χώρα, ἐμπέπρησται δὲ καὶ αὐτὸς ὁ νεὼς, δορύληπτοι δὲ γυναιξὶν ὁμοῦ καὶ τέκνοις ἀπεκομίσθησαν εἰς τὴν Βαβυλῶνα. Τοῦτο δὲ ἦν διδάσκοντος ἐναργῶς, ὅτι καὶ τῶν πεπορθηκότων αὐτοὺς κατεξαναστήσεται Θεὸς, εἰ ζῇν ἕλοιντο κατὰ νόμον, καὶ τῶν θείων ἐνταλμάτων αὐτοῦ γνήσιοι γενέσθαι φύλακες. Οὐκοῦν ἀφηγεῖται μὲν ὁ προφήτης.

Ἔχει γε μὴν τὸ τῆς ὁράσεως ὕψος προσώπων ἐναλλαγάς. Ποτὲ μὲν γὰρ ὡς αὐτόπτης τῶν ἐσομένων, καὶ θεωρὸς ἤδη γεγονὼς, ἐξηγεῖται τὰ παραδειχθέντα αὐτῷ παρὰ Θεοῦ· ποτὲ δὲ καὶ τί συμβήσεται κατὰ καιροὺς προφητικῷ πνεύματι προαναφωνεῖ· εἰσκομίζει δὲ καὶ τὸ Βαβυλωνίων ἔσθ᾽ ὅτε πρόσωπον κατοιμωζόντων ἑαυτοὺς ἐπὶ ταῖς οὕτω δειναῖς καὶ ἀδοκήτοις συμφοραῖς. Ὡς τεθεαμένος τοίνυν τὴν Περσῶν τε καὶ Μήδων, καὶ μὴν καὶ Ἐλαμιτῶν κατὰ τῆς Βαβυλῶνος ἐκστρατιὰν, οὕτω φησί· Καθιππεύσουσί τε καὶ διελεύσονται τὴν ἔρημον.

Ὡσανεὶ καὶ ἀνέμων καταιγὶς δι᾽ ἐρήμου διέλθοι. Τὴν κόνιν εἶναι ἀναστᾶσα, καὶ μονονουχὶ συγχέουσα τὸ πᾶν. Προσεπάγει δέ·

Ὅτι φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ἱκανὴ γὰρ λίαν, καὶ ψιλὴ καὶ μόνη τῶν πολεμίων ἡ θέα, καὶ τῶν μαχίμων ἡ ἀλκιμωτάτη πληθὺς κατεσκευασμένη πρὸς πόλεμον, σκληρὸν ἐμποιῆσαι δεῖμα τοῖς θεωμένοις. Ἀλλ᾽ οὐ τεθεᾶσθαί φησι μόνον, ἀλλὰ γὰρ καὶ, Ἀνηγγέλη μοι, φησίν· ὁμοῦ γὰρ τῇ θέᾳ, καὶ τῶν πραγμάτων τὴν ἔκβασιν ἐδιδάσκετο, δῆλον δὲ ὅτι παρὰ Θεοῦ.

Ὁ ἀθετῶν ἀθετεῖ, καὶ ὁ ἀνομῶν ἀνομεῖ. Ἀνεπίπληκτον, φησὶ, τῶν ἐπιόντων τὸ θράσος. Οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἀνάπτονται πρὸς τὸ ἥμερον· ἀλλ᾽ οὐδέ τις τῶν ἐν αὐτοῖς διενθυμεῖταί τι τῶν ἡκόντων· ἀνομεῖ δὲ ἀκαθέκτως, καὶ ἀθετεῖ κατὰ τὸ αὐτῷ δοκοῦν, οὐ φειδοῦς ἐνούσης τινός· Οὐ γὰρ εἰς ἔλεον βλέπουσιν, ἀλλ᾽ ἔργον αὐτοῖς τὸ ἐσπουδασμένον ἔσται, φησὶν, τὸ ἀνομεῖν τε καὶ ἀθετεῖν. Ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς τοῦ αὐτοῦ, πρὸς τοὺς τῆς Ἀσσυρίων οἰκήτορας· Ἰδοὺ ἐγὼ ἐπάγω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι. Θεοῦ γὰρ ὀργὴν τοῖς πλημμελοῦσιν ἐπάγοντος, οὐδὲν ἔσται τὸ ἐπικουρεῖν δυνάμενον. Θηριοπρεπὴς δὲ μᾶλλον τοῖς ἐθέλουσι καταδῃοῦν τοὺς ἐφ᾽ οἷς ἂν τρέχοιεν, ἐνοικίζεται νοῦς. <Ἐπ᾽ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ᾽ ἐμὲ ἔρχονται. Νῦν στενάξω, καὶ παρακαλέσω ἐμαυτόν. Διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με, ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.> Προσωποποιΐας ἔχει δύναμιν ὁ ἔν γε τουτοισὶ λόγος.

Εἰσκομίζεται γὰρ ὁ Ἀσσύριος, καὶ δεδιὼς τὴν ἔφοδον, καὶ τῶν πολεμίων τὰς φάλαγγας οὐκ ἠγνοηκὼς, καὶ ἐπὶ τίνας αὐταῖς ὁ τοῦ πολέμου σκοπός. Οὐ γὰρ ἐφ᾽ ἑτέρους τινὰς, ἀλλ᾽ ἐμοὶ, φησὶν, οἱ Ἐλαμῖται, καὶ οἱ πανάριστοι τῶν Περσῶν ὡρμήκασι. Στενάξω δὴ οὖν καὶ παρακαλέσω ἐμαυτόν. Τοῖς γὰρ ἐν ἐσχάτῃ συμφορᾷ γεγονόσι δοκεῖ προσεῖναί τις παραμυθίας τρόπος, τὸ θρηνεῖν τε καὶ ὀλοφύρεσθαι. Ἐκθλίβεται γὰρ ἐξ ὀδύνης τὸ δάκρυον. Πρᾶγμα δὲ ξένον εἰ θρηνοῦσιν Ἀσσύριοι, σκληροὶ καὶ ἀγέρωχοι γεγονότες ἀεὶ, ἐξοφρυωμένοι τε ἅγαν κατὰ πάντων τῶν ἐθνῶν, καὶ οὐκ εὐάντητον ἔχειν οἰόμενοι τὴν ἀντίστασιν. Ἀλλ᾽ οἱ θρασεῖς οὕτω καὶ φρονήμασι τοῖς ὑπὲρ ἄνθρωπον ἐξογκούμενοι, γυναικοπρεπὲς εἰσδέχονται τὸ δάκρυον, καὶ θρῆνον ἐφ᾽ ἑαυτοῖς ἀρτύουσι, πρὸ τῆς τοῦ πολέμου πείρας κατακλώμενοι πρὸς ἀσθένειαν. Ἐνεπλήσθη γὰρ ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν. Ἀλλ᾽ ὅτου δὴ χάριν τὰ τοιαῦτά σοι συμβήσεται, φησὶν, ὦ Ἀσσύριε; Φράσαις ἂν τῷ ἐρομένῳ· Ναὶ, φησίν· οἶδα γὰρ προσκεκρουκὼς διὰ πολλὴν ἁμαρτίαν τῷ πάντων κρατοῦντι Θεῷ. Ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. Κατὰ τοῦτο, φησὶν, ἐμαυτὸν ἠδίκησα, ὅτι μεμελέτηκα πολὺ τὸ δυσήκοον, καὶ σπουδῆς ἔργον ἐθέμην τὸ μὴ βλέπειν, τοῦτ᾽ ἔστι, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός.

Ἤκουον μὲν γὰρ τὴν Ἰουδαίων λατρείαν, εἷλον κατὰ κράτος τὴν ἁγίαν πόλιν, πεπόρθηκα τὸν νεών. Ἔσχον ἐκ παρακουσμάτων τὴν μετρίαν εἴδησιν τῶν ἐντεταλμένων τοῖς ἐξ Ἰσραήλ. Μᾶλλον δὲ καὶ ὁ προφήτης Ἰωνᾶς ἀπεστάλη παρὰ Θεοῦ κηρύσσων καὶ λέγων· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται·» καταδείσας δὲ παραχρῆμα τὴν ἀπειλὴν, μετενόησα μὲν, ἀλλ᾽ ἠδίκησα πάλιν μὴ ἀκούσας, καὶ ἐν σπουδῇ τέθειταί μοι τὸ μὴ ὁρᾷν ἅπερ ἦν ὁρᾷν ἀναγκαῖον. Πεπλάνηται γὰρ ἡ καρδία μου. Καὶ ὑποβρύχιόν με πεποίηκεν ἡ ἁμαρτία, καταχωννῦσα τρόπον τινά. Ταύτῃ τοι καὶ ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον· γέγονα γὰρ ἐν δείμασι τοῖς τῶν ἐσχάτων. Αὗται τοίνυν φωναὶ τῶν Ἀσσυρίων εἶεν ἄν. Ἔθος γὰρ τοῖς ἁγίοις προφήταις προσωποποιεῖν τὰς φωνὰς, διὰ τὸ τοῖς ἀκροωμένοις χρήσιμον. <Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε. Ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς.> Ἔφην ὅτι τῆς προφητείας ὁ λόγος εἰς πολλὰς ἔσθ᾽ ὅτε προσώπων διαφορὰς εὖ μάλα διαποικίλλεται· δεῖ δὲ δὴ πάντως τοὺς, οἵπερ ἂν ἕλοιντο συνιέναι τε καὶ ἀπαγγέλλειν ὀρθῶς, ἐπιτηρεῖν ἀκριβῶς τὰ τοιάδε.

Σαφὴς γὰρ ἂν οὕτω γένοιτο, καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες εἰς δυσχερείαν τῶν λεγομένων ἡ γνῶσις. Εἰσκεκόμικε τοίνυν τὸ τῶν Ἀσσυρίων πρόσωπον κλαιόντων ἐφ᾽ ἑαυτοῖς, καὶ συντεθραυσμένων μὲν εἰς δειλίας, ἀφόρητον δὲ τὸν ἐπί γε τοῖς μέλλουσιν ἔσεσθαι κακοῖς ὠδινόντων τὸ δεῖμα. Εἶτα μέμνηται τοῦ χρόνου, καθ᾽ ὃν αὐτοὺς ἁλῶναί τε καὶ ταῖς ἀνηκέστοις συμφοραῖς περιπεσεῖν συμβήσεται· καὶ μὴν καὶ αὐτὴν καθίστησιν ἐναργῆ τῆς ἐπ᾽ αὐτοῖς γεγενημένης [ὀργῆς] τὴν αἰτίαν. Γέγραφε γὰρ ὁ μακάριος Δανιὴλ, ὅτι «Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον τοῖς μεγιστᾶσιν αὐτοῦ· χιλίοις κατέναντι τῶν χιλίων ὁ οἶνος.» Εἶτά φησιν, ὅτι καὶ τὰ ἐκ τῶν Ἱεροσολύμων ληφθέντα κατὰ καιροὺς ἅγια σκεύη προσκεκόμικεν ἀνοσίως, καὶ ἔπινον ἐν αὐτοῖς αὐτὸς καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιται αὐτοῦ. Τοῦτο δὲ ἦν ἕτερον οὐδὲν, πλὴν ὅτι μεγαλαυχεῖν κατὰ τῆς τοῦ Θεοῦ δόξης· κατεπαίρεσθαί τε τοῦ προεστηκότος τῶν ἐξ Ἰσραὴλ, ὡς κατὰ μηδένα τρόπον ὀνῆσαι δεδυνημένου τὸν ἴδιον λαόν. Πίνοντος τοίνυν τοῦ Βαλτάσαρ, καὶ μονονουχὶ γελῶντος τὰ σκεύη τὰ ἅγια· Ὤφθη, φησὶν, ἀστράγαλος χειρὸς, καὶ ἔγραφεν ἐν τῷ τοίχῳ, Μανῆ Θεκὲλ Φαρές· διερμηνεύων τὴν γραφὴν ὁ θεσπέσιος Δανιὴλ, ἔφη πρὸς τὸν Ἀσσύριον· Διέῤῥηξεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐμέρισεν αὐτὴν, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις.

Ταυτησὶ τῆς ἱστορίας, ὥς γε οἶμαι, διαμέμνηται νυνὶ, καί φησιν ὁ προφήτης ὡς πρός γε αὐτοὺς τοὺς ἄρχοντας, ἤτοι μεγιστᾶνας, καὶ μέν τοι τὸν Βαλτάσαρ· Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε· ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς· σπαταλήσατε, φησὶν, ἐπὶ τραπέζαις ἀσώτοις· ἐν ἔθει δέ πώς ἐστιν ὁ λόγος· κατακορέσθητε πίνοντες ἀπλήστως. Καὶ τί μετὰ τοῦτο;

Πόλεμοι διαδέξονται τὴν πανήγυριν, καὶ οὐκ εἰς μακρὰν τὸ παθεῖν· ἀλλ᾽ ἐξ αὐτοῦ τοῦ πότου δραμεῖσθε πρὸς ὅπλα, καὶ ζητήσετε θυρεούς. Παγχάλεπον γὰρ ἀληθῶς τὸ κατεπαίρεσθαι Θεοῦ, καὶ καταθρασύνεσθαι δόξης, ἧς ἐπέκεινα τῶν ὄντων οὐδέν. Δέδοται μὲν γὰρ τοῖς Ἀσσυρίοις ὁ Ἰσραήλ· Θεοῦ τὸ χρῆναι παθεῖν αὐτοὺς τὴν αἰχμαλωσίαν διὰ πολλὴν ἁμαρτίαν ἐπενηνοχότος. Οὐ μὴν ἔδει ᾑρηκότας εἰς τοῦτο πεσεῖν ἀμαθίας καὶ ἀσυνέτων ἐννοιῶν, ὡς οἴεσθαι καὶ φρονεῖν τὴν τοῦ σώζειν αὐτοὺς ἐθέλοντος πλεονεκτῆσαι χεῖρα, καὶ ἀμείνους γενέσθαι τῆς ἀφράστον δυνάμεως τοῦ πάντα ὑπερκειμένου καὶ ἀνεστηκότος τὴν κτίσιν ὡς Θεοῦ. <Ὅτι οὕτως εἶπε Κύριος πρός με· Βαδίσας σεαυτῷ στῆσον σκοπόν· καὶ ὃ ἐὰν ἴδῃς, ἀνάγγειλον.

Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου.> Ἔθος τοῖς ἁγίοις προφήταις ἐν τῷ τῆς θεοπτίας ἤτοι τῶν ὁράσεων καιρῷ, συλλέγειν ὥσπερ ἐν ἑαυτοῖς τὸν νοῦν, καὶ ἀπερισπάστῳ διανοίᾳ κατασκέπτεσθαι τὰ δεικνύμενα παρὰ Θεοῦ, καὶ οἷον ὑψοῦ καὶ ἐν ἀποῤῥήτῳ τινὶ περιωπῇ γεγονότας τῶν θείων ἐπακροᾶσθαι λόγων. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν· «Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω, τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.» Τοιοῦτόν τι νῦν ὁ προφήτης διδάσκει, καί φησιν ἀκοῦσαι παρὰ Θεοῦ· Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, καὶ ὃ ἐὰν ἴδῃς ἀνάγγειλον· καὶ οὐχ ἕτερόν τινα σκοπὸν ἱστᾷν ἐκελεύετο, ἀλλ᾽ ἑαυτόν που πάντως εὐτρεπίσαι πρὸς θεοπτίαν, καὶ οἷόν τινα σκοπὸν ὑψοῦ γεγονότα τῷ νῷ, καταθρεῖν τὰ ἐσόμενα, καὶ ὄψει δέχεσθαι τῶν πραγμάτων τὴν θέαν. Εἶδον οὖν, φησὶν, ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Καὶ τί δὴ τοῦτό ἐστιν, ὁ τῶν Ἀσσυρίων θρῆνος διδάξει σαφῶς. Ἔφασκε γάρ· Ἐπ᾽ ἐμοὶ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν πρὸς ἐμὲ ἔρχονται· καὶ Ἐλαμῖται μὲν βάρβαρον ἔθνος, καμήλοις ἐποχεῖσθαι μεμελετηκός. Ὁ δέ γε ἀναβάτης τῆς ὄνου τίς ἂν ἕτερος εἴη παρά γε τοὺς Περσῶν ἐξειλεγμένους; οὓς δὴ καί φασιν ἡμιόνοις τε καὶ σκιαδίοις ἐμβεβηκότας ἰέναι πρὸς μάχην, ὡς ἂν μή τις αὐτοὺς ἀπονευρώσῃ πόνος.

Ἐπειδὰν δὲ τὸν τῆς μάχης ἴδωσι χῶρον, τὸ τηνικάδε τῶν σκιαδίων καταπηδήσαντες, ἵπποις κέχρηνται ἐξειλεγμένοις.

Ὄνου τοίνυν ἀναβάτην τὸν ταῖς ἡμιόνοις ἐποχούμενόν φησιν. Εἰ καὶ καθ᾽ ἕτερον τρόπον θεάσασθαι μὲν εἰκὸς τὸν προφήτην, ἵπποις ἐποχούμενον τῶν πολεμίων τὸ στῖφος, ἑπομένην δὲ πληθὺν καμήλων καὶ ἡμιόνων, ηὐτρεπισμένων τάχα που πρὸς τὴν τῶν λαφύρων μετακομιδήν. Τοῦτο γὰρ ἑτέρωθί πού φησιν· «Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος· ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔγγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ᾽ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν·» Λέοντα γὰρ καὶ σκύμνον λέοντος τὸν Κύρον ἐκάλει, καὶ τοὺς ὑπ᾽ αὐτῷ Πέρσας τε καὶ Μήδους. Ἀσπίδας δὲ καὶ ἀσπίδων ἔγγονα πετομένων· τοῦτο ἔστιν, ὀξέως διᾴττειν καὶ πτηνοῖς ἐν ἴσῳ φέρεσθαι μεμελετηκότας, τοὺς ἐκ τῶν ἑτέρων ἐθνῶν, οἷς καὶ ἐποχεῖσθαι καμήλοις ἐν ἔθει καὶ τριβῇ. <Ἀκρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου.> Διωμολόγηκεν ὁ προφήτης, ὡς θεάσαιτό τινας ἀναβάτας ἱππεῖς δύο, καμήλου τε καὶ ὅνου· καὶ τίνες ἂν εἶεν οὗτοι, φθάσαντες ἤδη προείπαμεν. Ἐπειδὴ δὲ ἅπαξ τεθέαται, προστάττεται λοιπὸν τὰ ἐκ τῆς ἐφόδου μανθάνειν ἐπείγεσθαι, καὶ τῆς τῶν Χαλδαίων συμφορᾶς τὰ φρικτὰ διηγήματα. Πολλὴ γὰρ ἀκρόασις ἡ τοιάδε κατὰ τὸ ἀληθές. Τοιγάρτοι τῇ Βαβυλῶνι συμβεβηκότα φρικτὰ, καὶ λόγου πέρα παντὸς, καὶ εἰς ἄκρον ἥκοντα κακῶν.

Εἷλε γὰρ οὕτως ὁ Κύρος αὐτὴν, ὥστε καταστῆσαι μὲν ἐρήμην αὐτὴν εἰς ἅπαν, ἀνελεῖν δὲ τοὺς ἐν αὐτῇ, καὶ ἐξ αὐτῶν τε τῶν σπηλαίων σαγηνεύοντα τοὺς ὅλως δύνασθαι λαθεῖν προσδοκήσαντας. Καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι Δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι.» Εἰσφέρεται δέ που καὶ τῆς Ἱερουσαλὴμ τὸ πρόσωπον ὡς πρός γε τὴν Βαβυλῶνα λέγον· Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ με. Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι αὐτὸν τὴν δικαιοσύνην μου, καὶ ποιήσῃ τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς· καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ. Καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα πρός με, Ποῦ Κύριος ὁ Θεὸς σοῦ; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν. Νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ἐξόδοις.

Ἡμέραι ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη· καθ᾽ ἣν δηλονότι πεπόρθηται μὲν ὑπὸ Περσῶν τε καὶ Μήδων καὶ Ἐλαμιτῶν, ἠρήμωται δὲ, ὡς ἔφην. Ἀκρόασαι τοίνυν, φησὶν, ἀκρόασιν πολλὴν, τοῦτ᾽ ἔστι, τὰ ἐπὶ τῇ ἁλώσει μακρὰ καὶ φρικτὰ διηγήματα καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου.

Οὐρίαν φασί τινα γενέσθαι τῶν ὅτι μάλιστα διαφανεστάτων ἐν ἱερουργοῖς τοῖς κατὰ τὸν νόμον. Παράλαβε τοίνυν, φησὶ, μάρτυρα τῆς δεικνυμένης σοι κατασκοπῆς, ἤγουν ὁράσεως, τὸν Οὐρίαν, καὶ διδασκέσθω παρὰ σοῦ τὰ ἐσόμενα. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν διηγήμασιν ἀπειθοῦντες ἔφασκον· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,» ταύτῃτοι καὶ λίαν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ἐποιεῖτο μάρτυρας τῶν δεικνυμένων κατὰ καιροὺς, ὡς ἐν ὁράσει προφητικῇ, τοῖς τὸ τῆς προφητείας ἔχουσι πνεῦμα, ἵν᾽ εἰ μὴ βούλοιντο τοῖς παρ᾽ αὐτῶν καταπείθεσθαι λόγοις, κἂν οὖν ἐκείνοις θαρσήσειαν, οἳ τῇ κατὰ νόμον ἱερωσύνῃ τετίμηνται παρ᾽ αὐτοῖς. <Καὶ εἶπεν· Ἔστην διὰ παντὸς ἡμέρας, καὶ ἐν τῇ παρεμβολῇ ἔστην ὅλην τὴν νύκτα· καὶ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος.> Κεκελευσμένος ὁ προφήτης ἑαυτῷ στῆσαι σκοπὸν, ἀπαγγεῖλαί τε σαφῶς, ὅπερ αὐτῷ δειχθείη παρὰ Θεοῦ· Ἔστην, φησὶ, διὰ παντὸς ἡμέρας, καὶ δι᾽ ὅλης νυκτός· καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος.

Αὐτὸς ἄρα τίς; ὁ Πέρσης τε καὶ Ἐλαμίτης, ἤγουν ὁ τῆς στρατιᾶς ἡγούμενος, τοῦτ᾽ ἔστιν, ὁ Κύρος. <Καὶ ἀποκριθεὶς εἶπεν· Πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.> Τοῦ προφήτου λέγοντος· Ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος, τίνα τρόπον τὰ τῆς ἐφόδου πραχθήσεται, καὶ οὐκ εἰς μακρὰν εὖ μάλα τεθεαμένου, λοιπὸν ἀποκρίνεται Θεὸς καί φησιν· Πέπτωκε Βαβυλὼν, τοῦτ᾽ ἔστιν, ἡ ἀλαζὼν, ἡ ὑβρίστρια, ἡ σφύρα πάσης τῆς γῆς, καθά φησιν Ἱερεμίας· ἡ πᾶσι τοῖς ἔθνεσι θηριοπρεπῶς ἐπεμβαίνουσα, ἡ γαῦρον αἴρουσα τὸν αὐχένα, χώρας τε καὶ πόλεις καταλειαίνουσα. Πέπτωκε, φησὶ, τοῦτ᾽ ἔστιν, ἀπόλωλε παντελῶς· ᾤχετο καὶ πεπάτηται, καὶ κατεῤῥιμμένη παντελῶς, καὶ ὑπὸ πόδας τῶν ᾑρηκότων ὁρᾶται κειμένη λοιπόν. Συνετρίβη δὲ καὶ πάντα αὐτῆς τὰ ἀγάλματα καὶ τὰ χειροποίητα.

Γῆ γὰρ τῶν γλυπτῶν ἐστι, καθά φησιν ἕτερος τῶν ἁγίων προφητῶν· ἐπεποίθει δὲ λίαν ἐπὶ τοῖς ψευδωνύμοις θεοῖς· καὶ ταῖς παρ᾽ αὐτῶν ἐπικουρίαις σώζεσθαι προσδοκήσασα, πεπάτηται σὺν αὐτοῖς, καὶ ὁμοῦ τοῖς ἰδίοις συνετρίβη σεβάσμασιν. <Ἀκούσατε, οἱ καταλελειμμένοι, καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.> Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, καὶ δεδούλευκε τοῖς Βαβυλωνίοις, ἐφιέντος Θεοῦ διὰ πολλὴν ἁμαρτίαν καὶ ταῖς οὕτω μακραῖς αὐτὸν ἐναλῶναι συμφοραῖς. Ἀπομεμενήκασί γε μὴν ἔν τε Ἱεροσολύμοις, καὶ ἐν τῇ Ἰουδαίᾳ πολλοί· πλὴν διετέλουν στένοντές τε καὶ ὀδυνώμενοι, πεπορθημένης αὐτοῖς τῆς χώρας· κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ, ἠρημωμένης δὲ κατὰ κράτος τῆς Ἱερουσαλήμ.

Φάρμακον τοίνυν ἐπικουρίας αὐτοῖς εἰς παράκλησιν ἐξυφαίνει χρησίμως ὁ προφήτης τὴν ὅρασιν, καί φησι πρὸς αὐτούς· Ἀκούσατε, οἱ καταλελειμμένοι καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαώθ. Ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. Ἤδει γὰρ, ᾔδει τὴν Βαβυλωνίων συμφορὰν θυμηδείας αὐτοῖς ἐσομένην πρόξενον, καὶ τὰ κατὰ τῶν λελυπηκότων διηγήματα παρακλήσεως ἔσεσθαι τρόπον τοῖς οὕτω πεπορθημένοις.

ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΙΔΟΥΜΑΙΑΣ. Καὶ τῆς προκειμένης ὁράσεως οἶμαι δὴ δεῖν προαφηγήσασθαι τὴν ὑπόθεσιν. Συνεῖεν γὰρ ὧδέ τε καὶ οὐχ ἑτέρως οἱ ἐντευξόμενοι. Δύο τοίνυν γενέσθην υἱοὶ τῷ Ἰσαὰκ, Ἡσαῦ τε καὶ Ἰακώβ· καὶ ὁ μὲν Ἡσαῦ Ἐδὼμ ἐπεκλήθη, τοῦτ᾽ ἔστι, γήϊνος· τοιοῦτος γὰρ ἦν ὁ βίος αὐτῷ, καὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ, καθὰ γέγραπται. Ἰακὼβ δὲ ἦν ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν· ἔφη γὰρ οὕτω περὶ αὐτοῦ τὸ Γράμμα τὸ ἱερόν· Καὶ γεγόνασι μὲν ἐξ Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, Ἰουδαῖοι· ἀπὸ δέ γε τοῦ Ἡσαῦ, ἤγουν τοῦ Ἐδὼμ, οἱ Ἰδουμαῖοι, ἤγουν οἱ Ἀγαρηνοὶ, εἰσὶ δὲ οὗτοι Σαρακηνοί. Οὐκοῦν ἀδελφοὶ καὶ ἀγχίσποροι τοῖς ἐκ Ἰσραὴλ γεγόνασιν οἱ Ἰδουμαῖοι· ἦσαν δὲ καὶ ἀλλήλοις ὅμοροί τε καὶ ἀγχιτέρμονες ἥ τε τῶν Ἰουδαίων καὶ ἡ τῶν Ἰδουμαίων χώρα. Ἀλλ᾽ οὔτε τὸ συγγενὲς, οὔτε μὴν τὸ γειτνιᾷν ἀλλήλοις, ἐβράβευε τοῖς γένεσι τὴν ὁμοψυχίαν. Διεφέροντο γὰρ καὶ τοῖς Ἑλλήνων ἔθεσί τε καὶ νόμοις διαζῶντες Ἰδουμαῖοι, κατεληίζοντο συχνῶς τὴν τῶν Ἰουδαίων χώραν, καὶ πάντων αἴσχιστα δρᾷν εἰς αὐτοὺς ἀπετόλμων.

Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας ἀποφορτισάμενοι τὸν ζυγὸν οἱ ἐξ Ἰσραὴλ, ἀνεφοίτων εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, «Ἀπέστειλε, φησὶν, ὁ Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους· καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν· καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι᾽ ἀγρῶν, οὐδὲ δι᾽ ἀμπελώνων· οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ, οὔτε εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ· Οὐ διοδεύσῃ δι᾽ ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σου.» Ὁρᾷς ὅπως σκληροὶ καὶ ἀφιλοικτείρμονες γεγόνασιν Ἰδουμαῖοι, καὶ τοῦτο πρὸς ἀδελφούς; Ἀλλ᾽ οὐ μέχρι τούτων αὐτοῖς τὰ ἐγκλήματα· ἀλλὰ γὰρ καὶ ἕτερόν τι πεπράχασιν ἀνόσιόν τε καὶ ἀπηνές. Εἷλε μὲν γὰρ τὴν τῶν Ἰουδαίων χώραν ὁ Βαβυλώνιος, κατεμπρήσας δὲ τὸν ναὸν καὶ καταδῃώσας τὸν Ἰσραὴλ, τὰ πέρα λόγου παντὸς κατὰ τῶν ἐνοικούντων εἰργάζετο.

Εἶτά τινες τῶν διασεσωσμένων ἐκ μαχαίρας Περσικῆς, ὡς εἰς ὅμορον χώραν τῶν Ἰουδαίων, καὶ ὡς πρὸς ἀδελφοὺς καὶ ὁμαίμονας καταφεύγειν ἐσπούδαζον· οἱ δὲ καίτοι δέον ἐπαμῦναι ὡς ἀδελφοῖς, καὶ ἀθλίως πεπραχότας ἐποικτείρειν αὐτοὺς, καὶ μὴν καὶ ἀνακτᾶσθαι φιλοφρόνως, θηριοπρεπῶς ἐπεπήδων· ἔργον δὲ τῆς ἑαυτῶν ὠμότητος ἐποιοῦντο τοὺς φεύγοντας.

Καὶ ἐπ᾽ αὐτῷ δὴ τούτῳ, κατῃτιᾶτο λίαν αὐτοὺς ὁ τῶν ὄλων Θεὸς διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου γέγραπται γὰρ ὡδί· «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας, καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ· καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θεμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὅρους Ἡσαῦ, διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα, ἀφ᾽ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας, ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ· καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ· καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους· καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.» Ἄθρει δὴ οὖν ὅπως τῆς Περσικῆς ὠμότητος γεγόνασι μιμηταὶ, καὶ τοὺς ἀνασώζεσθαι προσδοκήσαντας, ταύτης τε ἕνεκα τῆς αἰτίας ὡς πρὸς ἀδελφοὺς ἰόντας καὶ γείτονας ἀπεκτόνασιν ἀνηλεῶς. Ἑλόντες τοίνυν τὴν τῶν Ἰουδαίων χώραν οἱ Βαβυλώνιοι, ἀνακομιζόμενοί τε λοιπὸν εἰς τὴν ἑαυτῶν, ὁδοῦ πάρεργον ἐποιοῦντο τῆς Ἰδουμαίας τὴν δῄωσιν. Εἷλον γὰρ ἅπαντας καὶ λίαν ἀκονιτὶ, Θεοῦ τὴν ὀργὴν ἐπαφιέντος αὐτοῖς. Καὶ γοῦν ἔφη πάλιν διὰ φωνῆς Ἀβδίου· «Διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Αὕτη τοίνυν ἐν βραχέσι τῆς ἐν χερσὶν ἡμῶν ὁράσεως ἡ ὑπόθεσις.

Καὶ δὴ καὶ ἰτέον πρός γε τὰ ἕκαστα, κατά γε τὸ ἐγχωροῦν εἰπεῖν τὰ ἐγγεγραμμένα. <Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηεῖρ.> Αὕτη ἡ φωνὴ τοῦ πάντων κρατοῦντος Θεοῦ τῷ προφήτῃ λεγόντος, ὡς αὐτίκα δὴ μάλα πολέμου τῆς τῶν Ἰδουμαίων κατασκήψαντος γῆς, τραπήσονται πρὸς φυγὴν ἅπαντες οἱ κατοικοῦντες αὐτήν. Σηεῖρ δὲ τῆς Ἰδουμαίας ὄρος ἐστὶ παμμέγεθες, ὑφ᾽ ᾧ λέγεται λαμπρὰ παρ᾽ αὐτοῖς εἶναι πόλις. Ὡς οὖν μελλόντων ὡς οὐδέπω τραπέσθαι πρὸς φυγὴν τῶν ἐξ ὄρους Σηεῖρ, ἤτοι τῶν Ἰδουμαίων, Πρὸς ἐμὲ, φησὶ, κάλει, τοῦτ᾽ ἔστιν, ἡκέτωσαν οἱ ἐκεῖθεν φεύγοντες εἰς τὴν Ἰουδαίαν.

Ὥσπερ γὰρ ἐπετώθαζον τοῖς ἐξ Ἰσραὴλ καταφεύγουσι παρ᾽ αὐτοῖς, οὕτω γελασθήσονται, φησὶ, τὰ ἴσα δρῶντες αὐτοῖς, καὶ τῆς Βαβυλωνίων χειρὸς ἡττώμενοι. <Φυλάξατε ἐπάλξεις, φυλάξω τὸ πρωῒ καὶ τὴν νύκτα.> Ἔστι μὲν ὁ λόγος ὡς πρὸς Ἰδουμαίους, μονονουχὶ κατονειδίζοντος αὐτοῖς τοῦ Θεοῦ τὸ εἰκαῖον εἰς πόνους, τοὺς ἐπί γε τὸ δεῖν ἀμύνεσθαι τοὺς ἐχθροὺς, γλίχεσθαι δὲ κατ᾽ οὐδένα τρόπον τῆς παρ᾽ αὐτοῦ σωτηρίας καὶ ἀρωγῆς. Μελλούσης γὰρ ἔσεσθαι τῆς τῶν Ἀσσυρίων ἐφόδου, καὶ τῶν πόλεων ἀποφράττοντες εἰσβολὰς, τὰς ἐπάλξεις ἐτήρουν. Ἀλλ᾽ ἦν ἀνόνητον τὸ χρῆμα αὐτοῖς. Ἥλωσαν γὰρ αἱ παρ᾽ αὐτοῖς πόλεις, καὶ οὐδεὶς ἦν παντελῶς ὁ σωζόμενος. Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτοὺς γέγονε λόγος· Ναὶ, φησὶν, ὀρθὰ καὶ εἰκότα βουλεύεσθε, φυλάσσετε τὰς ἐπάλξεις.

Εἶτα ὡς παρ᾽ αὐτῶν, Φυλάσσω τὸ πρωῒ, καὶ τὴν νύκτα. «Ἀλλ᾽ ἐὰν μὴ ὁ Κύριος φυλάξειε πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.» Ἔδει γὰρ μᾶλλον ἐπικουρίαν ζητεῖν τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἐπιθαρσῆσαι λίθοις. Κατασεσεῖσθαι γὰρ οὕτω φασὶν τῶν παρ᾽ αὐτοῖς πόλεων τείχη, ὡς λίθον ἐπὶ λίθον οὐχ ὁρᾶσθαι κείμενον. <Ἐὰν ζητῇς, ζήτει, καὶ παρ᾽ ἐμοὶ οἴκει, ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ.> Εἰ γὰρ δὴ βούλοιο, φησὶν, ἐπικουρίαν ζητεῖν, ζήτει ταύτην παρ᾽ ἐμοῦ τοῦ διασώζειν ἰσχύοντος, καὶ οἴκει παρ᾽ ἐμοὶ, τοῦτ᾽ ἔστιν, ἐμὸς ἔσο καὶ φρόνει τὰ ἐμὰ, τῆς τῶν ψευδωνύμων θεῶν λατρείας σαυτὸν ἀφιστάς. Τοιοῦτόν τί φησιν ὁ Σωτήρ· «Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω.»

Κατατρεχούσης τοίνυν, φησὶ, τῆς τῶν πολεμίων φάλαγγος τὴν τῶν Ἰουδαίων ἅπασαν γῆν, ἔξω καὶ οἴκων ἢ καὶ πόλεων, καὶ ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ, τοῦτ᾽ ἔστιν, ὁμοῦ τοῖς ἀγρίοις καταλύσει θηρίοις· καταυλισθήσῃ δὲ καὶ ἐν τοῖς ἕλεσιν, οὕτω τε λοιπὸν τῆς εἰς ἀδελφοὺς ὠμότητος πραχθήσῃ τὰς δίκας. <Ἐν τῇ ὁδῷ Δαιδὰν, εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θεμᾶν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν φευγόντων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.> Ἀνόσια πεπραχότας καταιτιᾶται τοὺς Ἰδουμαίους, καθάπερ ἤδη προεῖπον, καὶ διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου. Καίτοι γὰρ δέον ἀνηκέστοις περιπεσοῦσι συμφοραῖς τοῖς ἐξ Ἰσραὴλ ἐπαμῦναι συνηλγηκότας, τοῦτο μὲν οὐκ ἔδρων· ἀφιλόστοργοι δὲ καὶ ἀτεράμονες, καὶ τῆς τῶν Ἀσσυρίων ὠμότητος ἀγριώτεροι κατεφαίνοντο, τοὺς καὶ ὅλως διαφυγεῖν ἰσχύσαντας τὰς ἐκείνων χεῖρας, ὠμῶς ἀποσφάττοντες. Ὅπερ οὖν ἔδει ποιοῦντας εὐδοκιμεῖν, τοῦτο μὴ πεποιηκότας τε ..... λέγων· Ἐν τῇ ὁδῷ Δαιδὰν εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θεμὰν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν.

Ἔδει γὰρ, ἔδει, φησὶν, ὑμᾶς, τοὺς τὴν νοτίαν ἔχοντας χώραν, Θεμὰν γὰρ ἑρμηνεύεται Νότος, τοῖς ἐν τῇ ὁδῷ Δαιδὰν φεύγουσί τε καὶ πλανωμένοις ἄρτους τε καὶ ὕδωρ προσάγειν, καὶ τὰ ἐξ ἀγάπης τοῖς ἀδελφοῖς πρεπούσης περαίνειν ἐπείγεσθαι μᾶλλον, καὶ οὐκ ἀντιφέρεσθαι θηριοπρεπῶς τοῖς ἤδη παθοῦσιν, ἐναλομένους τρόπον τινὰ, καὶ καταφορτίζοντας τὸν ζυγὸν τῶν ἤδη πεπιεσμένων ταῖς οὕτω πικραῖς καὶ ἀτιθάσσοις συμφοραῖς. Ἔδει τοίνυν τοῖς φεύγουσιν ὑπαντᾷν φιλοφρόνως. Ἐτρέποντο γὰρ εἰς φυγὴν, οἴκων τε καὶ πόλεων ἀλογήσαντες, διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ τῶν δεινῶν τοξευμάτων· καὶ ὅτι πολλοῖς πεπτώκασι, καὶ ἀριθμοῦ κρείττονες γεγόνασι παρ᾽ αὐτοῖς οἱ νεκροί. <Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα Κηδὰρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν· Κηδὰρ ἔσται ὀλίγον, διότι Κύριος ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ.> Ὅτι γέγονεν ἐγγὺς, καὶ οἷον εἴσω βέβηκε θυρῶν ὁ τῆς Ἰδουμαίας ὄλεθρος, καὶ ὅτι πάντη τε καὶ πάντως οἰκήσονται πρὸς ἀπώλειαν, κατεμπιπράντων αὐτοῖς τὰς πόλεις τῶν Βαβυλωνίων, καὶ ἅπασαν δὲ καταδῃούντων τὴν χώραν, προαπαγγέλλει σαφῶς· Εἷς γὰρ ἔσται, φησὶν, ἐνιαυτὸς ὁ μεταξὺ, καὶ οἱ τῆς Κηδὰρ τοξευταὶ, καί τοι, φησὶν, οὐκ ἀθαύμαστον ἐπ᾽ αὐτῷ δὴ τούτῳ τὴν ὑπόληψιν ἐσχηκότες, ἐκλείψουσί τε καὶ ἀπολοῦνται· καὶ ἀληθὴς ἡ προαγόρευσις.

Κύριος γὰρ ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ· ψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια. Ἐνιαυτοῦ γε μὴν μισθωτοῦ φησι τὸν ἀκριβῶς ἐκμετρούμενον. Ὁ γάρ τοι τοὺς ἐπὶ ταῖς θητείαις ἱδρῶτας εἰσελθὼν, καὶ ἀπομισθώσας ἑαυτὸν ἑτέρῳ, λεπτῶς τε καὶ ἀκριβῶς ἀεί πως περιεργάζεται τοῦ τῆς μισθώσεως χρόνου τὸ μέτρον. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἴς γε τὸ γράμμα καὶ μέν τοι τὴν ἱστορίαν εἰρήσθω νυνί. Περιενεγκόντες δὲ τοῦ λόγου τὴν δύναμιν εἰς τὸ τὴν ἁγίαν Ἐκκλησίαν καὶ τοὺς ταύτης τροφίμους, καὶ μὴν καὶ εἰς τὰς τῶν ἑτεροδόξων ἀγέλας, ἐκεῖνό φαμεν· ὅτι κατεπιφύονται πλειστάκις τὰ Ἑλλήνων στίφη τῶν ὀρθὰ φρονεῖν εἰωθότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸν καὶ Κύριον προσκυνεῖν ἑλομένων. Εἶτα διωγμοῖς ὑποθέντες πικροῖς, ἀφορήτοις ἔσθ᾽ ὅτε περιβάλλουσι πόνοις. Ὁμοίως δὲ καὶ οἱ τῶν ἀνοσίων αἱρέσεων τὸν ἰὸν εἰς νοῦν ἔχοντες καὶ καρδίαν, καί τοι τὸ Χριστιανῶν ὄνομα κλέπτοντες, ὑποπλαττόμενοί τε τὴν πρὸς ἠμᾶς ἀδελφότητα, τὰς τῶν ἐχθρῶν ἀγριότητας νικῶσιν ἔσθ᾽ ὅτε, ἀφιλόστοργοί τε καὶ ἀπηνεῖς. Καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπάρχοντες δι᾽ αὐτῶν ἐλέγχονται τῶν πραγμάτων; ἀλλ᾽ οὐκ εἰς ἅπαν αὐτοῖς διακαρτερήσει Θεὸς, ἀνέξεται δὲ οὐδαμῶς ἀφιλοστοργούντων ἄγαν, ἐποίσει δὲ μᾶλλον αὐτοῖς τὰ ἐξ ὀργῆς καὶ δίκης.