Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Β', Τόμος Ε'
Το όραμα της φάραγγας Σιών, η κρίση κατά της Ιερουσαλήμ, η προφητεία για την Τύρο και τον Σομνά, και η εσχατολογική κρίση της οικουμένης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Β', Τόμος Ε'
Το όραμα της φάραγγας Σιών, η κρίση κατά της Ιερουσαλήμ, η προφητεία για την Τύρο και τον Σομνά, και η εσχατολογική κρίση της οικουμένης.
ΤΟΜΟΣ Εʹ. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ. Τὴν τῶν Αἰγυπτίων, Ἀσσυρίων τε καὶ Ἰδουμαίων ἅλωσιν προηγορευκὼς ὁ προφήτης, ἐπ᾽ αὐτὴν ἔρχεται τὴν ἁγίαν πόλιν, τοῦτ᾽ ἔστι τὴν Ἱερουσαλήμ· καὶ τὰ συμβησόμενα αὐτῇ κατὰ καιροὺς ἐκ θείας ὀργῆς προαφηγεῖται χρησίμως· ἵν᾽ εἰδεῖεν, ὅτι δικαιοσύνης ὑπάρχων πρύτανις ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ αὐτὸ χρῆμα δικαιοσύνη· οὐ τὸν οἰκεῖον ἁπλῶς γεγονότα, διά γε τοῦ πεπαιδαγωγεῖσθαι νόμῳ, τιμᾷ καὶ προσίεται, καὶ φροντίδος ἀξιοῖ· δοκιμάζει δὲ μᾶλλον τὰ ἑκάστῳ βεβιωμένα, καὶ τοῖς μὲν ἀγαθοῖς τὴν ἕξιν διανέμει τὰ ἀγαθά· ἡγεῖται δὲ ξένον καὶ κατ᾽ οὐδένα τρόπον αὐτῷ προσοικειούμενον τὸν τῆς φαυλότητος ἐραστὴν, κἂν εἴ τις εἴη τυχὸν ἀγαπητὸς διὰ τοῦς πατέρας. ᾬοντο τοίνυν ἐκ πολλῆς ἄγαν ἀμαθίας τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ἀνάλωτοι παντελῶς ἔσεσθαι τοῖς ἐχθροῖς, καὶ οὐδενὸς τὸ σύμπαν ἐπιπηδῶντος αὐτοῖς, τὸν ἠρεμαῖόν τε καὶ ἐν πολλαῖς ἅγαν εὐημερίαις διαβιῶναι βίον, καίτοι Θεῷ προσκρούοντες, καὶ εἰς πολλὴν ἄγαν ἀσέβειαν ἀπονενευκότες.
Προσκεκυνήκασι γὰρ εἰδώλοις, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης ἀναθέντες ἕδη καὶ βωμοὺς τοῖς ματαίοις θυσίας προσῆγον καὶ σπονδὰς ἐπετέλουν, τῆς ὀφειλομένης τῷ παναγίῳ Θεῷ δόξης εἰς ἅπαν ἠφειδηκότες. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶ πρὸς αὐτοὺς περὶ τῆς Ἱερουσαλήμ· «Καὶ μὴ λέγετε ὅτι, Ναὸς Κυρίου ἐστὶν, ὅτι ἐὰν μὴ διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώμ.» Κατῃτιᾶτο δὲ πάλιν αὐτοὺς διὰ Μιχαίου τοῦ προφήτου λέγων· «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ᾽ ἡμᾶς κακά. Διὰ τοῦτο δι᾽ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.» Ὀξὺ δὲ ὅτι τὸ τοῦ Θεοῦ κρίμα κατὰ παντὸς ἔρχεται τοῦ πλημμελεῖν εἰωθότος φανερὸν αὐτοῖς ἐποίει λέγων καὶ ὁ θεσπέσιος Ἰωάννης· «Γεννήματ᾽ ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Ἀχάλινον τοίνυν ἔχοντος Ἰσραὴλ ἐπὶ τὸ χρῆναι πλημμελεῖν τὴν ἐπίδοσιν, προσκειμένου τε καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν εἰδώλων ψευδολατρείαις, τὴν ἐσομένην τῶν Ἱεροσολύμων κατὰ καιροὺς ἅλωσιν προαναφαίνει Θεὸς διὰ τοῦ προφήτου, καί φησιν· <Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου, οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου, νεκροὶ πολέμου.> Ἔοικε μὲν οὖν τὴν ἐν καιροῖς Ἰεχονίου δῄωσιν ἐνθάδε δηλοῦν· αἰτιᾶσαι δὲ λίαν τοὺς ἐξ Ἰσραὴλ, ὡς μηδὲ ἐν αὐτοῖς τοῖς κακοῖς, καὶ οὕτως ἄγαν ἀκμαιοτάταις συμφοραῖς κατορθοῦν εἰδότας τὸ τελοῦν εἰς ὄνησιν, καὶ ὅπερ ἔμελλεν αὐτοῖς εὐμενείας τῆς ἄνωθεν ἔσεσθαι πρόξενον. Ἔδει γὰρ κλαίοντάς τε καὶ ὀλοφυρομένους ἀναβαίνειν μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπαγγέλλεσθαι δὲ τὴν μετάγνωσιν, καὶ τῆς ἐφ᾽ οἷς πεπαρῳνήκασιν ἀναμνηστείαν αἰτεῖν, καὶ τὴν παρ᾽ αὐτοῦ καὶ μόνου ζητεῖν ἐπίκουρον χεῖρα.
Καὶ τοῦτο αὐτὸς ἐδίδαξε λέγων δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε, οἱ λειτουργοῦντες θυσιαστηρίῳ, εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις, οἱ λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχεν ἐξ οἴκου ὑμῶν θυσία καὶ σπονδή· ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆς εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς, Οἴμοι, οἴμοι, εἰς ἡμέραν.» Ταῦτα δὴ οὖν ἔδει δρῶντας αὐτοὺς ἐκμειλίσσεσθαι παρωξυμμένον τὸν διασώζειν ἰσχύοντα. Οἱ δὲ ταυτὶ μὲν ὅτι προσήκει δρᾷν, οὐδὲ εἰς νοῦν τάχα που πληροῦντες ἐδέχοντο, ἀνεφοίτων δὲ εἰς τὰ ἀνώτατα τῶν οἰκειῶν, καὶ κόμμοι μὲν ἦσαν πανταχοῦ, θρῆνοι δὲ παίδων, λιμῷ τάχα που καὶ δίψει δαπανωμένων. Ταυτὶ γὰρ συμβαίνειν ἀνάγκη ταῖς τῶν πόλεων πολιορκουμέναις.
Ταύτῃτοί φησι· Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; Διὰ τί γὰρ, φησὶ, καὶ ἐν τοῖς οὕτως ἀφορήτοις δείμασι, καὶ ὅτι περὶ τῶν ἐσχάτων ὑμῖν οἱ λόγοι, καὶ ὁ σύμπας ἀγὼν, οὐχὶ δὴ κεκράγατε πρὸς Θεὸν, ἀνεπηδήσατε δὲ μᾶλλον εἰς δώματα, καίτοι τοῦ πράγματος ὑμᾶς ὠφελοῦντος οὐδέν;
Διὰ τοῦτο γὰρ καὶ μάταια δώματά φησι. Διὰ τί καὶ ἐνεπλήσθη ἡ πόλις βοώντων; οὐχὶ δὴ μᾶλλον πρὸς Θεὸν, ἀλλ᾽ εἰκῆ κεκραγότων, καὶ μονονουχὶ τοῖς εἴσω θυρῶν γεγονόσι κακοῖς οὐ μετρίως ἐπασχαλλόντων. Ἔδει τὸν θρῆνον εἶναι πρὸς μετάγνωσιν, ἔδει τὸ δάκρυον καταχεῖσθαι πρὸς Θεόν. Ἰδοὺ, φησὶ, πρὶν ἅψασθαι μάχης, πρὶν ἐπιλαβέσθαι μαχαίρας, πρὶν μελετῆσαι τὴν ἀντίστασιν, πλήρης γέγονε νεκρῶν ἡ πόλις.
Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς σωτηρίαν, τὸ εἰδέναι κατορθοῦν τὰ δι᾽ ὧν ἄν τις ἔχοι σώζοντα Θεὸν, κἂν εἰ ἐν πικραῖς γένοιτο συμφοραῖς. Ψάλλει γοῦν καί φησιν ὁ μακάριος Δαβίδ· «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Ἰστέον δὲ ὅτι φάραγγας Σιὼν ὀνομάζει τὴν Ἱερουσαλήμ.
Ἔστι μὲν γὰρ ὄρος ἤγουν ἐν ὄρει ἡ Σιών· ὑπόκειται δὲ ταῖς ὑπωρείαις Ἱερουσαλὴμ, ὅθεν αὐτὴν καὶ τῆς Σιὼν ἀποκαλεῖ φάραγγα. <Πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσὶ, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόῤῥω πεφεύγασιν.> Καταλελοιπότες, ὡς ἔφην, τὸν τῶν ὅλων σωτῆρα Θεὸν τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις ἐπιθαρσήσαντες, σώζεσθαι προσεδόκων.
Ἐπειδὴ δὲ ἧκον οἱ πολέμιοι, καὶ ἐν ἀκμαῖς ἦν ὁ τοῦ παθεῖν φόβος, καὶ περιεστώσας ἤδη τὴν χώραν ἤγουν τὴν ἁγίαν πόλιν τὰς τῶν Ἀσσυρίων τεθέανται φάλαγγας, ἀπεπήδησαν οἱ ἐν τέλει καὶ ἐν ταῖς ἀνωτάταις τιμαῖς· καθάπερ νεὼς βαπτιζομένης ἀπενήχοντο σώζοντες ἑαυτοὺς, καὶ τοῖς ἐπ᾽ αὐτοὺς ἠλπικόσι μονονουχὶ ἐῤῥῶσθαι φράσαντες. Πεφεύγασι τοίνυν ἅπαντες, φησὶν, οἱ πάλαι σε σώζειν ὑπισχνούμενοι, καὶ δυσκαταγώνιστον ἔχειν ὑπονοηθέντες χεῖρα· οἱ δὲ δὴ καὶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν. Συνελήφθη γὰρ ὁ Σεδεκίας ἅμα τοῖς αὐτοῦ παισί· καὶ τοὺς μὲν ἀπέσφαξαν οἱ Βαβυλώνιοι, τὸν δὲ τῶν ὀμμάτων ἐκκεκομμένων ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν. «Ματαία τοίνυν ἡ σωτηρία ἀνθρώπων,» κατὰ τὸ γεγραμμένον. Δεῖ δὲ δὴ μόνῳ προσκεῖσθαι Θεῷ, τὸ σοφὸν ἐκεῖνο διακεκραγότας· «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.» Σώζει γὰρ μόνος ὁ τῶν δυνάμεων Κύριος τοὺς ἀγαπῶντας αὐτὸν, καὶ ἐκ παντὸς ῥύεται κακοῦ, ὥστε καὶ χαίροντας λέγειν· «Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.» <Διὰ τοῦτο εἶπα, Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου, ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυρίου Σαβαὼθ, ἐν φάραγγι Σιών.> Αὕτη τοῦ προφήτου φωνὴ μονονουχὶ κλαίοντος καὶ ταῖς τοῦ γένους ἐποιμώζοντος συμφοραῖς.
Δι᾽ ὧν δὲ παραιτεῖται τοὺς παρακαλεῖν ἰσχύοντας, τὸ τῆς πληγῆς ἐμφανίζει μέγεθος, οἷον οὐκ ἐχούσης θεραπείαν· ἐπενηνεγμένην δὲ μᾶλλον ἀφορήτως αὐτοῖς, πικράν τε καὶ ἀνουθέτητον ἐχούσης τὴν ἔφοδον. Ἡμέρα γὰρ ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυρίου Σαβαὼθ ἐπενήνεκται. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» Ἢ μὲν γὰρ ὀργῆς δίχα τῆς ἄνωθεν τὰ τῆς ἐφόδου παρὰ τῶν Ἀσσυρίων ἐπράττετο, πολλή τις ἄγαν ἐλπὶς τοῖς κάμνουσιν ἦν, τοῦ καὶ ἔσθ᾽ ὅτε κατευμεγεθήσειν δύνασθαι τῶν ἐπιόντων αὐτοῖς, τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀεὶ σώζουσαν αὐτοῖς ὀρέγοντος χεῖρα. Ἐπειδὴ δὲ αὐτὸς ὁ πλήττων ἐστὶν, καὶ παρὰ Κυρίου τὸ καταπάτημα, τίς ὁ ἀνατρέψων αὐτό; «Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» φησίν. <Πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη.> Θαύμαζε τὴν νῆψιν τοῦ πνευματοφόρου. Ἐπειδὴ γὰρ ἔφη παρὰ Κυρίου Σαβαὼθ ἐπενεχθήσεσθαι τὴν ταραχὴν καὶ τὴν ἀπώλειαν καὶ τὴν ἡμέραν τοῦ καταπατήματος, ἵνα μή τις οἴηται μάτην αὐτοῖς τὸν θεῖον ἐπιπηδῆσαι θυμὸν, ἀνακόπτει παραχρῆμα τὴν ὑπόνοιαν τῶν ἐξ ἐλαφρίας ἔσθ᾽ ὅτε πρὸς τοῦτο μωρίας καθικέσθαι προσδοκωμένων· καὶ συνάπτει τὴν ἀπολογίαν, ἵνα φαίνηται δίκαιος κριτὴς ὁ τῶν ὅλων δημιουργός. «Πλανῶνται» γὰρ, φησὶν, «ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη.» Καὶ τί δὴ τοῦτο ἐστὶ, ἐξ αὐτῶν μαθήσεις τῶν τοῦ Θεοῦ ῥημάτων.
Ἔφη γάρ που πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν· Ἴδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ. Καταλαμβάνοντες γὰρ τὰ ὑψηλὰ τῶν ὀρῶν, βουνούς τε καὶ τεμένη κατεσκεύαζον.
Εἶτα τὸ δοκοῦν διαπλάσαντες εἴδωλον, προσεκόμιζον θυσίας αὐτῷ, καὶ τῆς εἰς Θεὸν εὐσεβείας εἰς ἅπαν ἠφειδηκότες, τῷ ξύλῳ εἶπαν, ὅτι Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με. Ἆρ᾽ οὖν ὀλίγοι τοῦτο πεπόνθασιν; Οὐδαμῶς, φησί· παγγενεὶ γὰρ καὶ πανοικὶ πεπλάνηνται μικροὶ καὶ μεγάλοι. Καὶ γοῦν ἔφη πάλιν πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι.
Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ· καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χλυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἐποίησαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.» Ὁσίᾳ δὴ οὖν τετιμώρηνται ψήφῳ. Ἀναθέντες γὰρ τῇ κτίσει τὸ σέβας καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεύσαντες, αὐτοὶ ταῖς οἰκείαις ἐπήντλησαν κεφαλαῖς τὰ ἐκ θείας ὀργῆς. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον· καὶ ποιναῖς ὑποφέρει Θεὸς τὸν ἀτιμάζοντα τὴν δόξαν αὐτοῦ, πεπλανημένῃ τε γνώμῃ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπονενευκότα. <Οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἄνθρωποι ἐφ᾽ ἵπποις, καὶ συναγωγὴ παρατάξεως.
Καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου, καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως, καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαβίδ.> Εἰς ὕψος αἴρει τὰ διηγήματα, καὶ τοῦ πολέμου τὴν ἔφοδον μονονουχὶ ζωγραφεῖ, καὶ καταπτοεῖ τοῖς δείμασι τοὺς ἀκροωμένους, συνελαύνων εὐτεχνῶς ἐπί γε τὸ χρῆναι ἑλέσθαι μετανοεῖν· οὐκοῦν ὡς ἤδη τὰ στίφη παρόντα καταθεώμενος, εἴσω τε πυλῶν γεγονότα τὰ τοιάδε φησίν. Ἐλαμῖται δὲ ὡς ἀπὸ πόλεως Περσικῆς, οἳ ἐξ αὐτῆς ὀνομάζονται. Φασὶ δέ τινες ἱππότας αὑτοὺς εἶναι Σαρακηνοὺς, ἱπποτοξόται δὲ οὗτοι καὶ τῶν ἄγαν εὐστοχωτάτων, σκληροί τε καὶ ἀκαμπεῖς, καὶ τὸ ἐλεεῖν οὐκ εἰδότες. Ὅτι δὲ καὶ ἀριθμοῦ κρείττονες διδάσκει λέγων· Αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, καὶ ὅτι ἐμφράξουσιν οἱ ἱππεῖς τὰς πύλας σου, ὡς στενοχωρεῖσθαι λίαν τοὺς ἐλαύνειν ἐθέλοντας· εἰσπηδήσαντες δὲ πᾶσαν οἰκίαν περιεργάσονται λαμπρὰν, ἀνακαλύψουσι δὲ τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαβὶδ, τοῦτ᾽ ἔστι, τὸν πλοῦτον τῶν βασιλέων. Ἐβασίλευον γὰρ οἱ ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς γέγονε καὶ ὁ μακάριος Δαβίδ. Καὶ ταυτὶ μὲν πρὸς ἱστορίαν εἰρήσθω πάλιν.
Εἰ δὲ δὴ καὶ πολεμίων δίκην εἰσελάσειαν εἰς νοῦν τὸν ἀνθρώπινον ἢ λογισμῶν ἀσυνέτων στίφη, ἢ καὶ ἡδονῶν σαρκίνων· κατακρατοῦσι μὲν ὡς ἁλούσης πόλεως· ἅπαντα δὲ αὐτῆς τὸν πνευματικὸν ἀφανίζουσι πλοῦτον, εὐσεβείας ἁπάσης ἐκπέμποντες, καὶ τῶν ἐξ ἀρετῆς ἀπαμφιεννύντες αὐτὸν λαμπρῶν ἀνδραγαθημάτων. Ταύτῃτοί φησιν ἡ θεόπνευστος Γραφή· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπου σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» Ἀνακοπτόμενα μὲν γὰρ τὰ τοιάδε τῶν παθῶν, ἐπὶ τὸ μεῖον ἔρχεται, καὶ ὀνίνησιν ἡ νῆψις τοὺς κεχρημένους αὐτῇ. Ἀνειμέναις δὲ ὥσπερ καὶ ἀνεπιπλήκτοις ὁρμαῖς ἀεὶ πρὸς τὸ χεῖρον ἐξέρποντα, κατασείουσιν ἐκ βάθρων τοὺς νοητῶς νυστάζοντας. <Καὶ ἴδοσαν ὅτι πλείους εἰσὶν, καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν, καὶ ὅτι καθεῖλον τοὺς οἴκους Ἱερουσαλὴμ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει.
Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχῶν, ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ ἴδετε.> Καταιτιᾶται πάλιν τῶν Ἰουδαίων τοὺς δήμους ἤγουν τοὺς προεστηκότας καὶ ταῖς ἀνωτάτω τιμαῖς κατηγλαϊσμένους, ὡς ἡμαρτηκότας μὲν λογισμοῦ τοῦ σώφρονος, πεπραχότας δὲ ἀσυνέτως οὐχ ὅπερ ἦν εἰκὸς διασώζειν δύνασθαι κινδυνεύουσαν τὴν Ἱερουσαλὴμ, ἀλλ᾽ ὅσα τὴν ἐπισκήψασαν αὐτοῖς ὀργὴν ἀγριωτέραν ἐτίθει, καταθηγομένου τρόπον τινὰ καὶ ἔτι μειζόνως εἰς τὴν ἐπ᾽ αὐτοῖς ἀγανάκτησιν τοῦ πάντων κρατοῦντος Θεοῦ, ἅτε δὴ παρεωραμένου, καὶ οὐδενὸς μὲν ἐπ᾽ αὐτῷ πεποιθότος ἔτι· σπουδαῖς δὲ μᾶλλον καὶ ἀνθρωπίνοις ἐπιχειρήμασιν οἰομένων τῶν ἐξ Ἰσραὴλ κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρός.
Φασὶ γὰρ ὅτι ἀπαριθμησάμενοι τὰς τῆς πόλεως οἰκίας, εἶτα τὸ ἀπόθετον ὕδωρ ὡσεὶ στοχασμοῖς ἀναμετρησάμενοι, συνεῖδον ὅτι πλείους εἰσὶ, καὶ μετωχέτευσαν τῆς ἀρχαίας κολυμβήθρας τὸ ὕδωρ εἰς τὴν πόλιν, ἵνα ἔχοιεν ὡσπεροῦν ᾤοντο κατὰ σφᾶς αὐτοὺς τὸ ἀρκέσαι δυνάμενον, εἰ καὶ μακρότερος γένοιτό πως ὁ τῆς πολιορκίας καιρός. Καὶ προσέτι τούτῳ τὰς τῶν τειχῶν ὀχυρώσεις ἐποιοῦντο, φησὶ, τὰς τῆς πόλεως οἰκίας κατασείοντες. Καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ ἴδετε. Ἔδει γὰρ, ἔδει, φησὶ, μὴ ταῖς ἑαυτῶν δυνάμεσιν, ἤγουν εὐτυχίαις ἐπιθαρσῆσαι μᾶλλον, ἀνατεῖναι δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν εἰς τὸν ἀεὶ τειχίσαντα τὴν ἁγίαν πόλιν. Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτῆς καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ὃ καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς ἐπαγγέλλεται αὐτῇ, λέγων· Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς· ἀλλ᾽ οὐδενὸς μὲν ἠξιώσατε λόγου τὸ χρῆμα, φησὶ, παρεώρατε δὲ τὰ παρὰ Θεοῦ, καὶ τῆς ἄνωθεν ἐπικουρίας ὡς κατ᾽ οὐδένα τρόπον δεδεημένοι, ταῖς ἐκ λίθων ἐπιβολαῖς ἀνοήτατα τεθαρσήκατε.
Ἀλλ᾽ ἦν ἄμεινον παρὰ πολὺ τὴν ἄμαχον ὑμᾶς ἐπικαλέσασθαι χεῖρα, καὶ ζητῆσαι λαβεῖν τὰ ἐξ ἡμερότητος καὶ φιλανθρωπίας Θεοῦ, Σωτῆρά τε καὶ Λυτρωτὴν ὀνομάζειν αὐτὸν, οὕτω τε διακειμένους τὸ ἐπὶ ταῖς μεταγνώσεσι καταστάξαι δάκρυον. <Καὶ ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα, καὶ πιεῖν οἶνον, λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.
Καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου Σαβαὼθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθάνητε.> Ἀληθὲς ὅτι κατὰ τὸ γεγραμμένον· «Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ·» τοῦτο πεπονθότας κατίδοι τις ἂν τοὺς ἐξ Ἰσραήλ. Ἐν δείμασι γὰρ γεγονότες τοῦ παντὸς κακοῦ, καὶ ἀπηρτημένον ἑαυτοῖς ὁρῶντες τὸν κίνδυνον τὸν ἀπό γε τῆς Ἀσσυρίων ὠμότητος, εἶτα δέον ταῖς σφῶν αὐτῶν ῥᾳθυμίαις ἐποιμώζοντας ἐκμειλίσσεσθαι Θεὸν, κομμόν τε καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων ποιεῖσθαι, καιροῦ πρὸς τοῦτο καλοῦντος, πρὸς πᾶν ἐτράποντο τοὐναντίον.
Ἀπαυδήσαντες γὰρ ὥσπερ, καὶ οἷον εἰς ἅπαν ἀπηλγηκότες τρυφὰς ἐπετήδευον, καὶ τὰ εὐφροσύνης ἔργα πληροῦντες ἐσπούδαζον, μόσχους τε καὶ πρόβατα καταθύοντες, μεθυσκόμενοί τε καὶ ταῖς ὑπὲρ κόρον ἐνσπαταλῶντες τρυφαῖς, καὶ μὴν καὶ τὰ ἐξ ἀπογνώσεως καὶ φρενὸς ἀγρίας καὶ ἀτημελοῦς ἀλλήλοις ἐπιφθεγγόμενοι· «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.» ᾨήθησαν γὰρ κατὰ τὸ εἰκὸς, ὅτι καὶ ἀνήκοος ἔσται τῶν τοιούτων ὁ Θεός· Ἀλλ᾽ ἔστιν ἀνακεκαλυμμένα ταῦτα, φησὶν, ἐν τοῖς ὠσὶν αὐτοῦ· καὶ οὐκ ἂν ὑμῖν ἀφεθείη ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε, τοῦτ᾽ ἔστι, κατοιχήσεσθε πάντως εἰς θάνατον καὶ φθορὰν, καὶ διὰ ταύτην ὑμῖν τὴν ἁμαρτίαν.
Χρὴ τοίνυν ἡμᾶς ἐν ἡμέραις ὀργῆς, ἤγουν τοῖς ἐκ τῶν πειρασμῶν περιθραυομένους δείμασι, μὴ ὑπτιοῦσθαι πρὸς ῥᾳθυμίαν, πενθεῖν δὲ μᾶλλον καὶ προσιέναι δεδακρυμένους τῷ φιλαγάθῳ Θεῷ, καὶ τοῖς ἐκ νηστείας πόνοις ἑαυτοὺς καταικίζοντας ἐλεεῖσθαι ζητεῖν, ἐκεῖνο βοῶντας διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» Ἐπειδὴ δέ φησιν ὁ προφήτης ἐν τούτοις, ὅτι Ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, δεῖν ᾠήθην τὰς τοῦ Μηχαίου φωνὰς, μᾶλλον δὲ τὰς διὰ τοῦ προφήτου παρὰ Θεοῦ γενομένας ἐνυφῆναι τοῖς λόγοις. Γέγραπται δὲ οὕτως· «Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ἡμῶν· Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστρέψατε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτείρμων ἐστὶν, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Τίς οἶδεν εἰ ἐπιστρέφει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ἡμῶν;
Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξατε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μασθοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.
Ἀνὰ μέσον τῆς κρηπίδος καὶ τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες Κυρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Θεοῦ τοιγαροῦν κατ᾽ ἐκεῖνο καιροῦ κλαυθμὸν καλοῦντος καὶ κοπετὸν, καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, εὐφροσύνας ἐποιοῦντο, καταθήγοντες ἐφ᾽ ἑαυτοῖς καὶ ἔτι μειζόνως εἰς ἀκάθεκτον ὀργὴν τὸν ἀπολέσαι τε καὶ διασῶσαι δυνάμενον. <Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸν παστοφόριον πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἷπον αὐτῷ· Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σαυτῷ ἐν πέτρᾳ σκηνήν;
Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα, καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου.> Σομνὰς ἐγένετο ταμίας χρημάτων, καὶ ποίων οὔπω σαφὲς, πότερόν ποτε τῶν ἱερῶν, καὶ ἐκνεμηθέντων τῷ ναῷ, ἤγουν τῶν βασιλικῶν, ἔοικε δὲ μᾶλλον τῇ τῶν ἱερῶν χρημάτων ἐπικεῖσθαι συγκομιδῇ, καὶ τοῖς ἀναγκαίως καὶ χρειωδῶς δαπανωμένοις ἔσθ᾽ ὅτε πρὸς ἐπανόρθωσιν σκευῶν ἱερῶν. Φασὶ δὲ αὐτὸν καὶ ἐξ αἵματος ὄντα τοῦ Λευὶ τοῖς τῆς ἀρχιερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπῆ. Μεγαλόφρων δέ τις καὶ ὑπέροφρυς ἄγαν ἦν, καὶ τοῖς λυποῦσι δυσάντητος, καὶ πλεονεξίαις ἐπιπηδῶν, καὶ λημμάτων αἰσχρῶν ἡττώμενος, καὶ φιλοκομπίας ἐραστὴς, καὶ τὰς ἐξ ἀνθρώπων τιμὰς ἀεὶ θηρώμενος. Ταύτῃτοι καὶ μάλα εἰκότως Θεῷ κατεστυγμένος, μελλούσης τοίνυν ὅσον οὐδέπω καταδῃοῦσθαι τῆς Ἰουδαίας, ἁλῶναι δὲ καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ, ὅτε καὶ νενικηκότες οἱ Βαβυλώνιοι μετεκόμισαν εἰς τὴν ἑαυτῶν αἰχμάλωτον τὸν Ἰσραὴλ, μνημεῖον ἑαυτῷ περιφανὲς ὁ Σομνὰς εἰργάζετο, καὶ πολυτελεστάτην αὐτῷ τὴν κατασκευὴν ἐνετίθει. Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτὸν ἐγένετο λόγος. Τί γὰρ τῷ προφήτῃ φησί;
Πορεύου εἰς τὸ παστοφόριον, χῶρος οὗτος ἐν τῷ ναῷ, πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἶπον αὐτῷ· Τί σὺ ὧδε; καὶ τί σοί ἐστιν ὧδε; Τοῦτ᾽ ἔστι, ποῖον ἐνταῦθα κλῆρον ἔχεις; ἢ πῶς ὧδε μένεις; Διὰ τί γὰρ λελατόμηκας σεαυτῷ μνημεῖον καὶ ἔγραψας ἐν πέτρᾳ σκηνήν;
Τί ἄρ᾽ ἔσται; καὶ τί τὸ ἐπηρτημένον; ἢ ποίοις ἄρα, φησὶν, ὁμιλήσεις κακοῖς; Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα. Ἀπῴχοντο γὰρ, ὡς ἔφην, αἰχμάλωτοι μετὰ τῶν ἀγελαίων οἱ δυνατώτατοι, καὶ ἐκκεκριμένην ἔχοντες τὴν κατὰ τῶν ἄλλων ὑπεροχήν.
Ἐπειδὴ δὲ ἀπεκομίσθη καὶ αὐτὸς εἰς αἰχμαλωσίαν, ἀφῄρηται μὲν ὁ τῆς ἀρχιερωσύνης αὐτοῦ στέφανος, ἔῤῥιπται δὲ ὡς σκεῦος ἄχρηστον εἰς γῆν ἀμέτρητον, ἐκεῖ τεθνηξόμενος ἐλέου δίχα παντὸς, οὐκέτι λαμπροῖς ὀχήμασι καθὰ καὶ πρώην ἐμβεβηκὼς, σεσαλευμένος δὲ μᾶλλον καὶ ἐξωσθεὶς εἰς ἅπαν τῆς ἐγχειρισθείσης οἰκονομίας αὐτῷ καὶ τῆς στάσεως, τοῦτ᾽ ἔστι, τοῦ παρεστάναι καὶ λειτουργεῖν τῷ Θεῷ. <Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ τοῖς ἐνοικοῦσιν Ἰούδα, καὶ δώσω τὴν δόξαν Δαβὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, καὶ ἔσται πεποιθὼς ἐπ᾽ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.> Οὔπω τῆς ἱστορίας ἀποφοιτᾷ τὸ διήγημα, φέρεται γὰρ ἔτι κατὰ Σομνᾶ τοῦ ταμίου, λαχόντος μὲν τῆς ἱερωσύνης τὴν δόξαν, κατακεχρημένου δὲ οὕτως αὐτῇ καὶ κατὰ παντὸς ἰόντος τοῦ κατεζευγμένου, ὡς καὶ ἀφορήτως πλεονεκτεῖν καὶ ἅπαξ ἁπλῶς οὐδὲν ἔχειν τῶν ἐκτόπων ἀνεπιτήδευτον.
Ἀποῤῥιφέντος δὴ οὗν αὐτοῦ, τοῦτ᾽ ἔστιν, ἀποκομισθέντος εἰς χώραν μακρὰν καὶ ἀμέτρητον, Καλέσω, φησὶ, κατ᾽ ἐκεῖνο τοῦ καιροῦ τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου. Παῖδα δὲ αὐτὸν ἴδιον ἀποκαλῶν μεμαρτύρηκε τὸ εὐήνιον· ὅτι δὲ χαριεῖται τῆς ἱερωσύνης τὴν δόξαν αὐτῷ καθίστησιν ἐναργές· στεφανώσειν αὐτὸν ὑπισχνούμενος καὶ λέγων, ὅτι καὶ στολὴν αὐτῷ δώσει, καὶ τὴν οἰκονομίαν καὶ τὸ κράτος, τοῦτ᾽ ἔστι, τὸ δύνασθαι κρατεῖν τῶν ὑπὸ χεῖρα λαῶν. Μεμαρτύρηκε δὲ πρὸς τούτοις, ὅτι καὶ ἔσται χρηστὸς, οὐ κατά γε τὸν Σομνὰν ὑπερόφρυς, ἀλλ᾽ οἷα πατὴρ, ἢ πιστὸς καὶ ἀγαθός. Ἔσται δὲ διὰ τοῦτο καὶ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, τοῦτ᾽ ἔστι, βεβαίως αὐτῷ σωζομένῳ καὶ μένοντι, ὡς ἑλέσθαι καὶ πάντα ἔνδοξον καὶ ἐπιφανῆ μονονουχὶ καὶ ἐπ᾽ αὐτῷ ποιεῖσθαι τὴν ἐλπίδα, οὐχ ὡς εἰς Θεὸν, πολλοῦ γε καὶ δεῖ, ἀλλ᾽ ὡς εἰς πατέρα χρηστόν. Προστήσεται γὰρ καὶ ὑπερασπίσει μικροῦ καὶ μεγάλου, φησίν. Ἀγαπηθήσεται δὲ οὕτως, ὡς καὶ ἐκκρεμᾶσθαι δοκεῖν αὐτοῦ τοὺς ὑπὸ χεῖρα λαούς. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, ὁ τῆς ἱστορίας ἡμῖν εἰσκομίζει λόγος.
Ἔοικε δὲ πάλιν διὰ τῆς ἐσωτάτω θεωρίας ἡμῖν τὸ Χριστοῦ μυστήριον ὑπαινίττεσθαι. Τῇ μὲν γὰρ κατὰ νόμους ἱερωσύνῃ κατεστεμμένοι οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι γεγόνασι μὲν οὐκ εὐήνιοι, σκληροί τε καὶ ἀλαζόνες, καὶ ἐρασιχρήματοι, καὶ βαλαντίων ἁδρῶν ἐρασταὶ, καὶ πᾶν ὁτιοῦν τῶν τῷ Θεῷ κατεστυγημένων ἐπιτηδεύοντες. Καὶ γοῦν αὐτὸς ὁ προφήτης Ἡσαΐας ἐν ἀρχῇ τοῦ βιβλίου φησί· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως ἐν, ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;» Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.
Αἰτιᾶται δὲ αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ οὕτω λέγων· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ ἡδύοσμον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, τὸ ἔλεος, καὶ τὴν πίστιν.» καὶ τὸ ἔτι τούτων ἀνοσιώτερον, γεγόνασι καὶ κυριοκτόνοι. Ταύτης ἕνεκα τῆς αἰτίας, ἐξώσθησαν μὲν τῶν τῆς ἱερωσύνης γερῶν, ἀποκεκίνηνται δὲ τοῦ κατάρχειν λαῶν, καὶ ἐκβέβληνται τῆς ἐγχειρισθείσης αὐτοῖς κατὰ νόμον οἰκονομίας, ἔξωτε στεφάνων γεγόνασιν ἱερῶν, καὶ στολῆς ἱεροπρεποῦς· κέκληται δὲ μετ᾽ ἐκείνους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχιερεύς.
Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· «Οὐχ ἑαυτῷ τις ἁρπάζει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν εἰς τὸ γενηθῆναι ἀρχιερέα, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτὸν, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Θεὸς γὰρ ὢν φύσει καὶ τῶν ὅλων Κύριος, καὶ τὰς παρὰ πάντων λατρείας δεχόμενος, ἐπειδὴ γέγονεν ἄνθρωπος, κεχρημάτικεν ἡμῶν καὶ ἀρχιερεύς. Λαβεῖν δὲ λέγεται καὶ τὴν δόξαν Δαβὶδ, τοῦτ᾽ ἔστι, τὴν ἐπί γε τὸν Ἰσραὴλ ἀρχήν τε καὶ βασιλείαν· Ἰσραὴλ δέ φαμεν οὐ τὸν κατὰ σάρκα πάντως, ἀλλὰ τὸν ἐν πνεύματι καὶ νοητόν. Οὐ γὰρ πάντες, φησὶν, οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα, ἀλλ᾽ ὅσοι διὰ πίστεως δεδικαίωνται, κατακολουθήσαντες τοῖς ἴχνεσι τοῦ πατρὸς Ἀβραὰμ, οὗτοι καὶ τέκνα αὐτοῦ, καὶ τῆς ἐπαγγελίας υἱοὶ καὶ Ἰσραὴλ χρηματίζουσιν. Ἀναδειχθέντος τοίνυν τοῦ πάντων ἡμῶν ἀρχιερέως Χριστοῦ, Οὐκ ἔσται, φησὶν, ἀντιλέγων. Οὐ γὰρ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον. Ἀντείρηκε μὲν γὰρ ὁ Ἰσραὴλ, ἠσμένησε δὲ τὰ ἔθνη τὸ ὑπ᾽ αὐτῷ βασιλεύεσθαι. Καὶ γοῦν εὑρίσκεται λέγων διὰ φωνῆς τοῦ Δαβὶδ, περὶ μὲν τοῦ Ἰσραήλ· «Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ·» περί γε τῶν ἐθνῶν, «Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸν ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.
Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Πεπαλαίωνται γὰρ καὶ ἐγγὺς γεγόνασιν ἀφανισμοῦ, κεκλασμένην δὲ ὥσπερ ἐσχήκασι τὴν διάνοιαν, υἱοὶ γεγονότες ἀλλότριοι, τοῦτ᾽ ἔστιν, οἱ ἐξ Ἰσραήλ.» Πάλαι μὲν γὰρ ἦν πρωτότοκος, ἐπειδὴ δὲ κατεψεύσαντο τοῦ Χριστοῦ, γεγόνασιν ἀλλότριοι.
Τέκνα γὰρ ἀπωλείας, υἱοὶ γεέννης κέκληνται λοιπόν. Ἀλλ᾽ ὅταν, φησὶν, ἀναδείξω τὸν Ἐλιακεὶμ (ὃς ἑρμηνεύεται Θεοῦ ἀνάστασις· ἐγήγερται γὰρ εἰς ἐπικουρίαν ἡμῶν Θεὸς ὢν ὁ Λόγος, ὁ καὶ πάλαι λέγων· Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στενάγμου τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος), τότε, φησὶν, ἔσται ἐπ᾽ αὐτῷ πεποιθὼς πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Οἶκος δὲ τοῦ Πατρὸς τοῦ Χριστοῦ τίς ἂν ἕτερος εἴη παρὰ τὴν Ἐκκλησίαν;
Ἀλλ᾽ εἴ τίς ἐστιν ἔνδοξος ἐν αὐτῇ, οὗτος ἔσται πεποιθὼς ἐπὶ Χριστῷ, καὶ οὐχὶ δὴ μόνος ἔνδοξος, ἀλλὰ γὰρ καὶ εἴ τις εἴη βραχὺς κατά γε τὸν κόσμον φημί. Δίκαιος γὰρ καὶ ἀπροσωπόληπτος ὁ τῶν ὅλων Θεὸς, κατὰ τὸ μέτρον δὲ μᾶλλον τῆς πνευματικῆς ἡλικίας, οἱ μὲν γάρ εἰσι πατέρες, οἱ δὲ καὶ ἔτι τέκνα, νεανίαι τε καὶ ἔφηβοι νοητῶς. <Τάδε λέγει Κύριος Σαβαώθ· Κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται, καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ᾽ αὐτὸν, ὅτι Κύριος ἐλάλησεν.> Μετὰ τὴν οὕτω μακρὰν ἀφήγησιν, σύντομος καὶ βραχὺς εἰσκεκόμισται λόγος τῶν θείων κριμάτων ἐμφανίζων τὴν ἀποτομίαν, καὶ οἱονεὶ βασιλέως μετὰ τῆς πρεπούσης ἐξουσίας ὁρίζοντος γίγνεσθαι. Βλέπει δὲ πάλιν ἡ τῆς ἀποφάσεως δύναμις, εἰ μὲν βούλοιτό τις, εἰς Σομνὰν τὸν ταμίαν· εἰ δὲ δὴ καὶ πλατύτερον ἐπὶ τῶν κατὰ νόμον ἱερουργούντων, οὕτω συνήσει, καθὰ καὶ ἀποδεδώκαμεν ἀρτίως. Οἱ γὰρ δοκοῦντες ἐν βεβαιώσει κεῖσθαι τῆς εὐημερίας, τοῦτο γάρ ἐστι τὸ ἐστηρίχθαι. δοκεῖν ἐν τόπῳ πιστῷ, πεπτώκασί τε καὶ τῆς ἐνούσης αὐτοῖς ἀφῄρηνται δόξης, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἀνορθοῦν ἰσχύοντος τοὺς ἤδη κατηρεγμένους, ὅτι Κύριος ἐλάλησεν. «Ἐὰν γὰρ κλείσῃ κατ᾽ ἀνθρώπου, τίς ἀνοίξει;» φησίν.
ΤΟ ΟΡΑΜΑ ΤΥΡΟΥ. <Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται, ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος.> Φέρε δὴ πάλιν διατρανοῦν ὡς ἔνι σπουδάζοντες καὶ τὰ ἐπί γε τῇ Τύρῳ παρὰ Θεοῦ κεχρησμῳδημένα τὴν ἱστορίαν προαφηγησόμεθα, καὶ τίνα τρόπον ἥλω τε καὶ ἀπόλωλε καὶ αἰχμάλωτος ἦκται, κατὰ τὸ γεγραμμένον, σαφὲς καταστήσωμεν. Ὅτε τοίνυν οἱ Βαβυλώνιοι τὴν Ἰουδαίαν καταδῃώσαντες, κατεμπρήσαντες δὲ καὶ αὐτὴν τὴν ἁγίαν πόλιν, ἀπεκόμιζον αἰχμάλωτον τὸν Ἰσραὴλ, τὰ κύκλῳ καὶ περίοικα τῶν ἀλλοφύλων ἔθνη, θρασὺν καὶ ἀπύλωτον ἀνοιγοῦντα στόμα, τὴν τοῦ Θεοῦ δόξαν κατακερτομεῖν ἐπεχείρουν. Ἔφασκον γὰρ μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς, ἡττῆσθαι δὲ μᾶλλον καὶ αὐτὸν τὸν ἐπικουροῦντα Θεὸν τῆς τῶν Ἀσσυρίων χειρὸς, μᾶλλον καὶ τοὺς παρὰ σφίσι θεοὺς ᾤοντο μὲν εἶναι καὶ ἀλκιμωτέρους τοῦ τῶν Ἑβραίων Θεοῦ, προεστάναι δὲ καὶ ἀνατειχίζειν αὐτοὺς, ἔξω τε πάσης ἐφόδου τηρεῖν, καὶ ἀμείνους ἀποφαίνειν τῶν Βαβυλωνίων. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον συγκατεληΐζοντο καὶ αὐτοὶ τὸ τῶν Ἰουδαίων ἔθνος, τοῦτο μὲν πεπονηκόσιν ἐπιθέμενοι, καὶ ἁρπάζοντες τοὺς ὑπολελειμένους· τοῦτο δὲ καὶ ἀνατιθέντες τοῖς ψευδωνύμοις θεοῖς σκεύη τε ἱερὰ, καὶ τῆς κατὰ νόμον λατρείας ὡς ἐξ ἀνάγκης ἐκπέμποντες τοὺς ὑπὸ ζυγὰ γεγονότας τῆς ὑπ᾽ αὐτοῖς δουλείας.
Καὶ γοῦν ἔφασκε Θεὸς δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς ἐπ᾽ ἐμοί; Ὀξέως δὲ καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ᾽ ὧν τὸ ἀργύριόν μου, καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοτε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.» Ἥλω τοίνυν καὶ ἡ Τύρος ἐξ ὀργῆς Θεοῦ, κατὰ τοιόνδε τινὰ τρόπον· ἦν μὲν γὰρ νῆσος ἔτι πορθμείου διὰ μέσου κεχωρηκότος, καὶ οὐ μακροῖς διαστήμασι τῆς ἠπείρου διείργοντος.
Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, ζητεῖ τε αὐτὴν ὁμοῦ ταῖς ἄλλαις ἑλεῖν, ἐκέλευσέ τε ταῖς ὑπὸ χεῖρα στρατιαῖς τὴν μεταξὺ καταχωννύντας θάλασσαν, τῇ τε ἠπείρῳ συνάπτειν αὐτὴν, καὶ νῆσον οὐκέτι μένειν ἐᾷν. Οὗ δὴ γεγονότος ἢ καὶ ἔσεσθαι προσδοκηθέντος οὐκ εἰς μακρὰν, οἱ πλεῖστοι τῶν ἐν τῇ Τύρῳ, ἅτε δὴ καὶ ἐμπορίαν ἔχοντες τὸ ἐπιτήδευμα, καὶ ναυσιπορεῖν εἰωθότες ἀπενήχοντο τῆς νήσου παισί τε ὁμοῦ καὶ γυναίοις, καὶ εἰς ἑτέρας ἀπῴχοντο πόλεις τε καὶ κώμας. Εἰσελάσαντες τοίνυν οἱ Βαβυλώνιοι τοὺς ἐναπομείναντας ἀπεκτόνασιν, εἷλόν τε πολλοὺς, καὶ τὰ τοῖς νενικηκόσι συνήθη δεδράκασι, πλὴν οὐ μετρίως λελύπηνται μεμαθηκότες ὅτι πλεῖστοί τε ὅσοι, καὶ τῶν ἄγαν ἐπιφανεστέρων ἐν αὐτῇ ναυσὶν ἐνθέντες τὰ ὄντα πεφεύγασι. Μέμνηται δὲ τῆς ἱστορίας, καὶ τῆς Ἐζεκιὴλ προφητείας ὁ λόγος. Ἔφη γὰρ οὕτω πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· «Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρον.
Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου.» Μετὰ γάρ τοι τὴν Τυρίων ἅλωσιν ἐπὶ τὸ τῶν Αἰγυπτίων ἔθνος μετετίθει τὴν μάχην ὁ Βαβυλώνιος. Ταυτησὶ τῆς ἱστορίας διαμέμνηται νῦν ὁ μακάριος προφήτης Ἡσαΐας, καὶ ὀλολύζειν κελεύει τὰ τῆς Καρχηδόνος πλοῖα. Ὀλολύζειν δὲ δῆλον ὅτι τὴν Τύρον ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων. Φασὶ δὲ τὰς Κιτιεῖς οἱ μὲν νήσους Ἑλλαδικὰς, ἤτοι Μακεδονικάς· οἱ δὲ σημαίνεσθαι διὰ τούτου διαβεβαιοῦνται τὴν Κύπρον, ὡς ἐκ μιᾶς τῶν ἐν αὐτῇ πόλεων, οὕτως ὠνομασμένης. Ὀλολύζετε δὲ, φησὶ, διὰ ποίαν αἰτίαν; ἦκται γὰρ αἰχμάλωτος. Ἀλλ᾽ ἴσως ἐρεῖ τις, Ἐποιμώζειν κελεύει τῇ Τύρῳ τὴν Καρχηδόνα, ἤτοι τὰς ἐκεῖθεν ναῦς; Διὰ ποίαν αἰτίαν; ἄποικοι γὰρ Τυρίων γεγόνασι Καρχηδόνιοι. Ἐφρόνουν τε μεγάλως ἔχοντες μητέρα τὴν Τύρον, ἐπισημοτάτην τε ὁμοῦ καὶ ἀλκιμωτάτην ἐν νήσοις, ταῖς κατά γε φημὶ τὴν ἑῴαν. Φασὶ δὲ καὶ τοὺς ἐκ γῆς Κιτιέων μεγαλοφρονεῖν ἐπ᾽ αὐτῇ, καὶ τοῖς τῶν ἐμποριῶν κέρδεσιν ἐντρυφᾷν. Ὀλολύζετε τοίνυν, φησὶν, οἱ τῆς Καρχηδόνος ἔμποροι, ἤτοι τὰ πλοῖα, ἀπόλωλε γάρ.
Ὀλολυζέτω δὲ καὶ ἡ Τύρος, οὐ γὰρ ἔτι ἔρχονται ἐκ τῆς Κιτιέων. Ἦκται γὰρ αἰχμάλωτος. <Τίνι ὅμοιοι γεγόνασιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ, μετάβολοι Φοινίκης, διαπερῶντες τὴν θάλασσαν ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων, ὡς ἀμητοῦ εἰσφερομένου, οἱ μετάβολοι τῶν ἐθνῶν.> Ποίοις ἄρα, φησὶ, τῶν ἐθνῶν παρεικάσωμεν τοὺς ταύτην κατοικοῦντας τὴν νῆσον; τίνες τοιαῦτα πεπόνθασι, ἢ καὶ οὕτως πεπόρθηνται, καθὰ καὶ οἱ μετάβολοι τῆς Φοινίκης; Ἐμπορία γὰρ Τύροις τὸ ἐπιτήδευμα, καὶ τὸ διαπλεῖν τὴν θάλασσαν ἐν σπουδῇ, κερδῶν ἕνεκα καὶ λημμάτων. Προστιθεὶς δὲ ὅτι σπέρμα μεταβόλων, ἔδειξεν ὅτι καὶ πατρῷον αὐτοῖς τὸ δυσγενὲς, καὶ ἐκ ῥίζης ἀνέφυσαν πονηρᾶς, καὶ φιλοκερδίας ἥττονες ἄνωθεν αὐτοῖς καὶ πρόγονοι. Οἱ δὲ καὶ ἀριθμοῦ κρείττονες, ὅσοι τὴν οὕτως αἰσχρὰν παρ᾽ αὐτοῖς ἐπιτηδεύοντες ζωὴν, διδάσκει λέγων· Ὡς ἀμητοῦ εἰσφερομένου οἱ μετάβολοι τῶν ἐθνῶν. Σίτου γὰρ ἀμηθέντος, ἤγουν ἀσταχύων ἐν ἀγρῷ, πολλὴ τῶν δραγμάτων πανταχόθεν ἡ εἰσφορὰ, καὶ ἡ εἰς τὴν ἅλω συγκομιδή. <Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν, Οὐκ ὤδινον οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα παρθένους, οὐδὲ ὕψωσα νεανίσκους.> Ἄποικοι μὲν Τυρίων οἱ Καρχηδόνιοι. Πλὴν ἐσχήκασι μητέρα Τύριοι τὴν Σιδῶνα· Ἀπὸ γὰρ τῆς Σιδῶνος ἦν ἡ Τύρος. Πλὴν ὡς ἐπί γε θυγατρὶ λαμπρᾷ καὶ διαβοήτῳ τῇ Τύρῳ μέγα πεφρόνηκε Σιδών.
Ἐπειδὴ δὲ ἥλω, καὶ ἦκται αἰχμάλωτος, τότε φησὶν ἡ θάλασσα, τοῦτ᾽ ἔστιν, αἱ κατὰ θάλασσαν νῆσοι πᾶσαι λοιπὸν ἐροῦσιν· Αἰσχύνθητι, Σιδὼν, ἀπόλωλε γὰρ τῶν σῶν αὐχημάτων τὸ κάλλιστον, καὶ φρούδη γέγονεν ἡ πάλαι δεινὴ καὶ ἀλκμαιοτάτη, πλούτῳ τε πολλῷ διαφανεστάτη. Οὐκοῦν ἡ μὲν θάλασσα ταῦτα ἐρεῖ· Αὐτὴ δὲ τῆς θαλάσσης ἡ ἰσχὺς, τοῦτ᾽ ἔστιν, ἡ κατισχύουσα τῶν νήσων, ἡ Τύρος δὲ δηλονότι ταῖς ἑαυτῆς ἐποιμώζουσα συμφοραῖς, ὅταν ἤδη γυμνὴν ἑαυτὴν τῶν οἰκητόρων, καὶ τέκνων ἐρήμην, τότε δὴ πάντως ἐρεῖ, τὸ, οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους. Ἐν ἴσῳ γὰρ γέγονα, φησὶ, ταῖς μὴ τεκούσαις ὅλως, μηδ᾽ ἀναθρεψάσαις, ἢ νεανίσκους ἢ παρθένους, διά τοι τὸ πάντας ἄρδην καθικέσθαι πρὸς ἀπώλειαν, περιλειφθῆναι δὲ παντελῶς οὐδένα. <Ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.> Οὐκ ἠγνόηκεν ὁ προφήτης, ὅτι καθάπερ ἤδη προεῖπον, μετὰ τὴν Τυρίων ἅλωσιν, ἐπὶ τὴν τῶν Αἰγυπτίων χώραν μεταφοιτήσειν ἔμελλεν ὁ Ἀσσύριος.
Ὅταν τοίνυν, φησὶν, ἀκουστὰ ταῦτα γένηται παρὰ τοῖς Αἰγυπτίοις, τότε καὶ αὐτοὶ πάντη τε καὶ πάντως ὀδυνηθήσονται, οὐχ ὅτι πεπόρθηται τυχὸν ἡ Τύρος, ἀλλ᾽ ὅτι μεταπεφοίτηκεν ἐπ᾽ αὐτοὺς τὰ ἐκ τοῦ πολέμου κακά. <Ἀπέλθετε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.> Ἐν ἤθει πολλῷ τῆς προφητείας ὁ λόγος. Οὐ γάρ τοι κυρίως τε καὶ ἀληθῶς ἀπανίστασθαι τῆς Τυρίων παρακελεύεται, μεταχωρεῖν δὲ μᾶλλον εἰς Καρχηδόνα, ἀλλ᾽ οὐδὲ ὀλολύζειν ἁπλῶς, ἀλλ᾽ οἷον κατονειδίζειν φυγόντας, καὶ ἀμετρήτῳ δειλίᾳ συντεθραυσμένους.
Χρῆναι δὲ φησὶν ἐποιμώζειν αὐτοὺς ἑαυτοῖς, καὶ ταῖς ἐπενηνεγμέναις αὐτοῖς συμφοραῖς. Ἄμφω δὲ ταῦτα θηλυπρεπῆ, καὶ μειρακίοις μᾶλλον, καὶ τοῖς ἤδη παρηβηκόσιν ἁρμοδιώτερα. Πολέμου μὲν γὰρ περιηγγελμένου, καὶ κατὰ χώρας ἤτοι πόλεως ἔρχεσθαι προσδοκωμένου, ἅπαν μὲν ὅσον ἐστὶν ἐν ἀκμαῖς εὐτρεπίζεται πρὸς μάχην, καὶ γυμνάζει τὰ τακτικὰ, καὶ ταῖς τῶν πολεμίων φάλαγξι, κἂν εἰ μήπω παρεῖεν, τό γε ἧκον εἰς προθυμίας ἐπιμαίνεται. Γύναια δὲ καὶ μειράκια τὰ εἰς φυγὴν μελετᾷ, καὶ ὀλολύζει κλαίοντα. Ἕτοιμα γὰρ ἀεί πως εἰς φόβον καὶ θρήνους μειράκιον καὶ γυνή. Ἐπιμειδιᾷ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς ταῖς Τυρίων ἀνανδρίαις. Φεύγουσι γὰρ καὶ ὀλολύζουσιν οἱ πάλαι κρατοῦντες ἐν μάχαις δεινοὶ καὶ δυσάντητοι, θρασεῖς καὶ ἀνάλωτοι. <Οὐχ αὔτη ὑμῶν ἡ ὕβρις ἡ ἀπαρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν; Τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Μὴ ἥσσων ἐστὶν, καὶ οὐκ ἰσχύει;
Φθάσας ἔφην, ὅτι τῶν Ἱεροσολύμων πεπορθημένων, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ παρὰ τῆς τῶν Ἀσσυρίων στρατιᾶς, τὰ κύκλῳ καὶ ὅμορα τῶν ἐθνῶν ἐπεγάννυντο μὲν ὡς ἀπολωλότι τῷ Ἰσραὴλ, καὶ ὡς εἰσάπαν ἐκκεκομμένῳ, καὶ ἔσειον ἐπ᾽ αὐτοῖς τὰς σφῶν αὐτῶν κεφαλάς· ᾤοντο δὲ ὅτι πεπτώκασιν ὑπὸ χεῖρας ἐχθρῶν, οὐ διά γε τὰς αὐτῶν ἁμαρτίας, ἀλλ᾽ ὅτι μᾶλλον ἠτόνησεν ὁ σώζων αὐτοὺς, καὶ κρείττους γεγόνασι τῆς τοῦ Θεοῦ χειρὸς οἱ κεκρατηκότες.
Τί οὖν, ὦ Τύριοι, φησίν; Οὐ πρὶν αὐτὴν παραδοθῆναι, ταύτην ἐποιήσασθε κατ᾽ ἐμοῦ τὴν ὕβριν; οὐκ ἐλέγετε τὴν ἐμὴν ἰσχὺν ἥττω καὶ ἐν μείοσιν εἶναι τῶν ὑμετέρων θεῶν; Τίς οὖν ἄρα, φησὶν, ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Ἐγὼ δηλονότι, ὃν ὑμεῖς ἥττονά τε καὶ ἄναλκιν εἰπεῖν τετολμήκατε.
Ἐξ αὐτῶν τοιγαροῦν κατατεκμήρασθε τῶν πραγμάτων, πότερόν ποτε ἥττων ἐστὶ τῶν παρ᾽ ὑμῖν θεῶν, ἢ οὐκ ἰσχύει; Ἐγὼ μὲν γὰρ πλημμελοῦντα εἰς ἐμὲ παραδέδωκα τοῖς ἐχθροῖς τὸν ἐξήνιον Ἰσραήλ. Ἐπειδὴ δὲ πλουτεῖτε θεοῖς, καὶ πολλοὶ παρ᾽ ὑμῖν οἱ τιμώμενοι, τίς ἄρα αὐτῶν τὴν τοιάνδε σκέψιν ἐβουλεύσατο κατὰ Τύρου; Τίς παραδέδωκε τοῖς ἐχθροῖς; χαλεπὸν οὖν ἄρα τὸ διὰ πείρας αὐτῆς ἐκδέχεσθαι ἅπερ ἂν πρέποι παθεῖν. Δεῖ δὲ οἶμαι τοὺς νουνεχεστάτους, ἰσχνοῖς διανοίας ὄμμασι μακρόθεν ὁρᾷν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μεμαστιγωμένοις ἁγίοις μὴ ἐπαγάλλεσθαι, μήτε μὴν οἴεσθαι τὴν ἀεὶ σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ἐννοεῖν δὲ μᾶλλον ὅτι περιπίπτουσιν ἔσθ᾽ ὅτε καὶ πειρασμοῖς ἐφιέντος Θεοῦ. <Οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς.
Κύριος Σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων, καὶ ἀτιμάσαι πάντα ἔνδοξον ἐπὶ τῆς γῆς.> Μέτεισι πάλιν ὁ λόγος ἐπί γε τὸ δεῖν ἀπογυμνοῦν τῆς ἐνούσης ἀλαζονείας αὐτοῖς τὸ ὑπερφερὲς, καὶ μέντοι πρὸς τούτῳ τὸ ἀκόρεστον εἰς φιλοκερδίας.
Ἔμποροι γὰρ ὄντες, φησὶ, καὶ οὕτως αἰσχρὸν καὶ δυσγενὲς ἔχοντες τὸ ἐπιτήδευμα, εἰς τοσοῦτον καὶ δόξης καὶ ὑπεροχῆς κεχωρήκασιν, ὥστε καὶ τὰς τοῖς ἄρχουσι πρεπωδεστάτας ἀναδεσμεῖσθαι τιμὰς, καὶ στεφάνοις τοῖς ἐπ᾽ εὐκλείᾳ γενέσθαι γνωριμωτάτους.
Ἀλλ᾽ ὁ τῶν δυνάμεων Κύριος, φησὶν, ἐβουλεύσατο παραλῦσαι τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πάντα τοιοῦτον. Ψῆφον δὲ αὐτῶν τὴν τοιαύτην καθορίζοντος Θεοῦ, καὶ τομὸν ἐπάγοντος κρίμα, τίς ἐπαμῦναι δυνάμενος, ἢ τίς ἂν τὴν θείαν ἀποσοβήσειεν ὀργήν; τίς γὰρ ἔσται κρείττων τῆς πανσθενοῦς ἐξουσίας;
Ἢ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει, κατὰ τὸ γεγραμμένον; Οὐκοῦν μὴ οἰέσθωσαν, φησὶν, ὅτι τοῖς ἰδίοις θεοῖς προσκεκρουκότες κατεκομίσθησαν ἐκ δόξης εἰς ἀτιμίαν, ἴστωσαν δὲ μᾶλλον ὅτι κρίμα γέγονε Κυρίου Σαβαὼθ, καθ᾽ οὗ τετολμήκασιν εἰπεῖν.
Ὅτι καὶ ἥσσων ἐστὶν καὶ οὐκ ἰσχύει. Οὐκοῦν λέγωμεν καὶ ἡμεῖς τοῖς παρανομοῦσι μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦτε κέρας, μήτε μὴν ἀνοσίως ἐπαίρειν αὐτὸ, καὶ ἀδικίαν λαλεῖν κατὰ τοῦ πάντων κρατοῦντος Θεοῦ. <Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχονται ἐκ Καρχηδόνος. Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύσει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς.> Μετατίθησι, φησὶ, τὰς σπουδὰς ἐξ ἐμπορικῶν ἐπιτηδευμάτων εἰς γεωπονίας. Οὐ γὰρ ταῖς ὅτι μάλιστα φιλαιτάταις ἐμπορίαις κεχρήσῃ πάλιν, οὐδὲ ἥξουσιν ἐκ Καρχηδόνος οἱ τὸν ἀμέτρητόν σοι πλοῦτον συλλέγοντες, καὶ τὴν σὴν ὑποτρέχοντες χεῖρα, τοῦτ᾽ ἔστι, τὴν δύναμιν. Δυνήσῃ γὰρ οὐδὲν ἔτι παντελῶς, καίτοι πολλὰ δυνηθεῖσα κατὰ τὴν θάλασσαν, τοῦτ᾽ ἔστιν, ἀλκιμωτάτη γεγενημένη κατὰ πάσης καὶ νήσου καὶ πόλεως πρὸς τῇ θαλάσσῃ κειμένης, ἡ καὶ πλείστους παροξύνασα βασιλεῖς. Δεινὴ γὰρ, ὡς ἔφην, κατὰ τὸ ἀρχαῖον ἡ Τύρος καὶ τοῖς ἀπωτάτω καὶ γείτοσιν καὶ τοῖς ἐθνῶν ἡγουμένοις. <Ἀλλ᾽ ὁ τῶν δυνάμεων Κύριος ἐνετείλατο περὶ Χαναὰν (τοῦτ᾽ ἔστι, περὶ τῆς γῆς τῶν ἀλλοφύλων), ὥστε ἀπολέσαι αὐτῆς τὴν ἰσχύν.> Ἐπενήνεκται γὰρ τὰ ἐκ τοῦ πολέμου κακὰ διὰ τῆς Ἀσσυρίων ὠμότητος, οὐχὶ δὴ μόνῃ τῇ Τύρῳ ποθὲν, ἀλλὰ γὰρ καὶ ἑτέροις τῶν ἐθνῶν, Μωαβίταις τε καὶ Ἰδουμαίοις, καὶ ἄλλοις τισί.
Συλλήβδην δὲ πάντες Χαναναῖοι κατονομάζονται τῶν εἰδώλων οἱ προσκυνηταὶ, καὶ οὐκ ἐξ αἵματος ὄντες τοῦ ἐξ Ἰσραὴλ, καὶ γοῦν ὀνειδιζέτω τις ἀκούων, σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα. Ὅταν τοίνυν, φησὶ, τὰ ἐκ τοῦ πολέμου βλάβη κατὰ πάντων ὁμόσε χωρήσῃ τῶν Χαναναίων, τότε τῶν συμβεβηκότων αὐτοῖς τὰς αἰτίας τινὲς συνέντες ἐροῦσιν· Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών. Ἔφην γὰρ ὅτι κατωνείδιζον τὴν Ἰουδαίαν, καὶ κατεγέλων τῶν ἐξ Ἰσραὴλ ὡς ἑαλωκότων, ἐταλάνιζόν τε τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιὼν οὐχ ὡς παρεωραμένην μᾶλλον παρὰ Θεοῦ τοῦ σώζοντος, ἀλλ᾽ ὡς διὰ τοῦτο πεσοῦσαν εἰς τὸ ἁλῶναι καὶ παθεῖν, ὅτι νενίκηται καὶ ἠσθένησε ὁ παρ᾽ αὐτοῖς τιμώμενος Θεὸς, ᾧ τὰς κατὰ νόμον λατρείας ἐτέλουν. <Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· καὶ εἰς γῆν Χαλδαίων, καὶ αὐτὴ ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, ὁ τοῖχος αὐτῆς πέπτωκεν.> Θεοῦ συνελαύνοντος εἰς ἱδρῶτας καὶ πόνους, τίς ὁ ἐπαμῦναι δυνάμενος; Τῆς πανσθενοῦς δεξιᾶς πολεμούσης, τίς ἐστι τοσοῦτος ὃς τῆς ἀνηκέστου συμφορᾶς ἐξελεῖται τοὺς κάμνοντας; οὐδεὶς παντελῶς.
Ἕπεται γὰρ τοῖς θείοις αὐτοῦ νεύμασι τῶν πραγμάτων ἡ φύσις, καὶ ὅπερ ἂν ἐθέλει γενέσθαι, τοῦτο πάντη τε καὶ πάντως ἀποπεραίνεται. Ἂν τοίνυν, φησὶ, μακρᾶς ἀπέλθῃς ἀποδημίας, ὥστε καὶ εἰς Κιτιεῖς παραγενέσθαι· φασὶ γὰρ πόλιν εἶναι τῶν κατὰ τὴν Κύπρον μίαν· οἱ δὲ Κιτιεῖς, αὐτὴν εἶναι διισχυρίζονται τὴν Καρχηδόνα· οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, τοῦτ᾽ ἔστι, πόλεμοί σε, καὶ ὁ τοῦ θανάτου φόβος, καὶ οἱ περὶ τοῦ θανάτου εὑρήσουσι κίνδυνοι.
Ἀλλὰ κἂν αἰχμάλωτος γενόμενος καταλάβοις τὴν Χαλδαίων, οὐδὲ οὕτως πεπαύσῃ τοῦ καταλγύνεσθαι δεῖν. Οὐ γὰρ ἔσται σοι ἀνάπαυσις, πῶς ἢ τίνα τρόπον· ἠρήμωται γὰρ καὶ αὐτὴ καταδῃούντων αὐτὴν Περσῶν τε καὶ Ἀσσυρίων, Κύρου δηλονότι καταστρατεύοντος, ὅτε καὶ πέπτωκεν ὁ τοῖχος αὐτῆς. Τοῖχον δὲ οἶμαι τῆς Χαλδαίων γῆς, ἢ τὸν προεστηκότα καὶ τὸν βασιλεύοντα φησὶν, ἢ καὶ αὐτὸ τὸ τεῖχος, ἐφ᾽ ᾧ μάλιστα τεθαρσηκότες προσεδόκων οἱ Βαβυλώνιοι πείσεσθαι μὲν τῶν ἀνιαρῶν οὐδὲν, ἄπρακτον δὲ τοῖς πολεμοῦσιν αὐτοῖς γενέσθαι τὴν ἔφοδον. Κατεσκεύαστο γὰρ οὕτως ὡς καὶ ἁμαξῶν παραλλὰξ ἐρχομένων, ὁδὸν ἐν αὐτῷ πλατεῖαν ὁρᾶσθαι. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν ἐπ᾽ αὐτῷ δὴ τούτῳ κατασείων ἐλπίδα τῶν Βαβυλωνίων· «Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται.» <Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν.> ᾨδὴ καὶ θρῆνος ὁ ἐν ἀρχῇ τῆς ὁράσεως τέθειται διὰ μέσου· πρέπειν ὅτι μάλιστα τῇ Τύρῳ τὰς τοιαύτας παρὰ πάντων λέγεσθαι φωνὰς, διαβεβαιούμενος τρόπον τινὰ τῆς προφητείας ὁ λόγος. Ὀλολύζειν δὲ τὰ ἐκ Καρχηδόνος πλοῖα, διά τοι τὸ ἀπολέσθαι τὸ ὀχύρωμα αὐτῶν, τοῦτ᾽ ἔστι, τὴν Τύρον.
Καὶ ἡ τοῦ πράγματος ἀφορμὴ διὰ τῶν ἤδη παρῳχηκότων εἴρηται σαφῶς. <Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταληφθήσεται Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου.> Ἐπετώθαζεν αὐτοῖς Ἱεροσολύμοις ἡ Τύρος, ὡς πεπορθημένοις, καὶ τὰς τοῦ παθεῖν αἰτίας οὐ ταῖς Ἰουδαίων μᾶλλον ἀνετίθει ῥᾳθυμίαις, ὡς προσκεκρουκότων Θεῷ διὰ τῆς εἰς τὸν νόμον, καὶ τὸ αὐτῷ δοκοῦν παροινίας· ἀλλὰ γὰρ ᾠήθη μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν προεστηκότα, τοῦτ᾽ ἔστι, τὸ τῶν ὅλων Θεόν. Ἥλω καὶ αὐτὴ τοιγαροῦν ταύτης ἕνεκα τῆς αἰτίας, ἰσόχρονον δὲ τῇ αἰχμαλωσίᾳ τῶν ἐξ Ἰσραὴλ ὑπέμεινε τὴν ἐρήμωσιν. Ἔτη γὰρ ἑβδομήκοντα διατετελέκασι παρὰ τοῖς Χαλδαίοις, τὸν δυσαχθῆ τῆς δουλείας ἔχοντες ζυγόν. Ἐκείνῳ τοιγαροῦν τῷ καιρῷ καταλειφθήσεται, τοῦτ᾽ ἔστιν, ἐρημωθήσεται Τύρος ἀπομενεῖ δὲ κένανδρος, καὶ εἰς τοῦτο παρατενεῖ χρόνου μῆκος ὥστε καὶ δοκεῖν χρόνον εἶναι ζωῆς ἀνθρώπου, ἤγουν βασιλείας, τοῦτ᾽ ἔστιν, ἔτος ἑβδομηκοστὸν, καθὰ καὶ ὁ μακάριος ψάλλει Δαβίδ· «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. <Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἔσται Τύρος ὡς ᾆσμα πόρνης.
Λάβε κιθάραν, ῥέμβευσον, πόλις, πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται.> Ἡ πολύκοινος καὶ μαχλῶσα γυνὴ, καὶ τὴν τοῦ σώματος ὥραν καταπωλοῦσα τοῖς ἐρασταῖς, ἕως μέν ἐστιν ἡβῶσά τε καὶ νέα, σαγηνεύει πολλοὺς, καὶ παγὶς αὐτὴ καὶ οἱονεὶ θέλγητρον τῶν ὁρώντων ἐστὶ τὸ τοῦ σώματος ἄνθος. Ἐπειδὰν δὲ παρηβήσῃ, τότε δὴ τότε, καταμαρανθείσης αὐτῇ τῆς ὥρας, ἀπρακτεῖ μὲν ἤδη περὶ τὴν θήραν, ἑτέρῳ δὲ τρόπῳ μέτεισι τὸ δύνασθαι πάλιν ἀθλίων λημμάτων ἐπινοεῖν πορισμούς. ᾨδὴ γὰρ αὐτῇ καὶ μέλος τὸ ἐπιτήδευμα γίνεται· ἐπιγάννυνται γὰρ κιθαριζούσῃ πολλοί. Ἐντεῦθεν αὐτῇ καὶ βραχεῖά τις ἔσθ᾽ ὅτε τῆς παρελθούσης ζωῆς ἀνάμνησις ἔσται, καὶ τὸ ἐν ἀκμαῖς αὐτῆς κάλλος ἐπαινοῦσι τινές. Τοιοῦτόν τι συμβήσεται τῇ Τυρίων, φησίν.
Ἔσται γὰρ ὡς ἆσμα πόρνης ἐπιλελησμένης, καὶ οὐκέτι τὸν ἐν ἀρχαῖς ἔχουσα κόσμον. ᾨδὴ καὶ μέλος ἔσται πολλοῖς. Διαμεμνήσονται γὰρ τῶν πάλαι προσόντων αὐτῇ. Σὺ δὲ, ὦ Τύρος, καθάπερ παλαιά τε καὶ ἀφηβήσασα πόρνη, λάβε κιθάραν, ῥέμβευσον ὡς πόλις γενομένη καθάπερ τις πόρνη ἐπιλελησμένη. Ἀπομαρανθείσης γὰρ, ὡς ἔφην, τῆς τῶν γυναίων ὥρας, ἐπιλανθάνονται ταύτης καὶ οἱ συνηρπασμένοι ποτὲ, καὶ γεγονότες αὐτῆς ἐρασταί. Καλῶς τοίνυν κιθάρισον, καὶ πολλὰ ᾆσον, ἵνα σου κἂν μνεία γένηται. <Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἐπισκοπὴν ποιήσει Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης, καὶ ἔσται αὐτῆς ἡ ἐμπορία, καὶ ὁ μισθὸς ἅγιον τὸ Κυρίῳ, καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι τοῦ Κυρίου· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν, καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν, μνημόσυνον ἔναντι τοῦ Κυρίου.> Δικαίᾳ ψήφῳ Θεὸς, ἰσόχρονον, ὡς ἔφην, τῇ αἰχμαλωσίᾳ τῶν ἐξ Ἰσραὴλ καὶ τὴν τῶν Τυρίων ἐρήμωσιν ἐποιήσατο. Ἐπειδὴ δὲ Κύρου μετὰ Περσῶν τε καὶ Μήδων κατὰ κράτος ᾑρηκότος τὴν Βαβυλωνίων, ἅπασαν δὲ τὴν Χαλδαίων καταδῃώσαντος χώραν, ἀνείθη μὲν τῆς αἰχμαλωσίας ὁ Ἰσραὴλ, ὑπενόστησε δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, καὶ τὴν ἁγίαν κατῴκηκε πόλιν.
Ἀμνησικάκως δὲ ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς Τυρίων ἀπέστησε τὴν ὀργήν· συγκεκρότηκε δὲ πάλιν, καὶ ἀναπεφοίτηκεν εἰς τὸ ἐν ἀρχαῖς, ἐμπόριόν τε καὶ κατάλυμα γέγονε, καθὰ καὶ πάλαι πάσαις ταῖς βασιλείαις τῆς γῆς. Πλὴν ἐπιτήρει τὴν διαφοράν. Πάλαι μὲν γὰρ ὁ ἐκ τῆς ἐμπορίας μισθὸς συνεκομίζετο μόνοις τοῖς ταύτην ἐπιτηδεύουσι, καρποὶ ὅλως παρ᾽ οὐδενὸς τὸ σύμπαν προσεκομίζοντο τῷ Θεῷ. Ἐπειδὴ δὲ κεκλημένων τῶν ἐθνῶν εἰς τὴν διὰ πίστεως χάριν, ἔγνω καὶ αὐτὴ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, καὶ ναὸς ἅγιος ἐγήγερται παρ᾽ αὐτοῖς, καὶ θεῖον ἔστη θυσιαστήριον, οὐκ αὐτοῖς ἔτι μόνοις ὁ ἐκ τῆς ἐμπορίας συγκομίζεται μισθός· ἀλλὰ γὰρ καὶ ἅγιον ἔσται τῷ Κυρίῳ, τοῦτ᾽ ἔστιν, εἰς ἀνάθημα καὶ καρποφορίαν, ὥστε καὶ φαγεῖν καὶ πιεῖν ἔναντι Κυρίου. Πάλαι μὲν γὰρ τοὺς τῶν εἰδώλων καταλαμβάνοντες σηκοὺς, καὶ τὰ τῶν δαιμονίων τεμένη προσεκόμιζον μὲν θυσίας, πανηγύρεις δὲ τὰς ἐπ᾽ αὐτοῖς ἐπετέλουν, εἰς τιμὴν καὶ δόξαν τῶν ἰδίων σκευασμάτων· ἐπλανῶντο γὰρ ἔτι.
Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐγνώκασι τὸν Θεὸν τὸν ἀληθινὸν, ἅγιον μὲν τῷ Κυρίῳ γέγονεν ὁ τῆς ἐμπορίας μισθὸς, ἐσθίουσι δὲ καὶ πίνουσιν εἰς μνημόσυνον ἔναντι Κυρίου, Θεῷ δηλονότι τὰ ἐφ᾽ οἷς ἂν εὖ πράττοιεν ἀνατιθέντες χαριστήρια. <Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς οἰκοῦντας ἐν αὐτῇ.> Φθάσας ἔφην ὅτι πεπόρθηται μὲν ἡ Ἱερουσαλὴμ, συγκατεδῃώθησαν δὲ αὐτῇ καὶ αἱ λοιπαὶ τῆς Ἰουδαίας πόλεις. Τά γε μὴν κύκλῳ καὶ περίοικα τῶν ἐθνῶν ἐπεμειδίων κειμένῃ, καὶ μονονουχὶ κατασείοντες ἐπ᾽ αὐτῇ τὰς κεφαλὰς πλατὺ γελῶντες ἔφασκον, τῆς Ἀσσυρίων χειρὸς ἡττᾶσθαι Θεόν· καθάπερ ἀμέλει καὶ ὁ Ῥαψάκης Περσικῆς ἀλαζονείας ἀνάμεστος ὢν, τοῖς ἐν τῷ τείχει καθεζομένοις ἔφασκεν· »Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Οὐκοῦν ἐπειδήπερ ὁμοῦ τοῖς ἐκ Βαβυλῶνος καὶ τὰ ἕτερα τῶν ἐθνῶν τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντες ἔφασκον, οὐ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν πάλαι προεστηκότα, ταύτῃ τοι καὶ σφόδρα εἰκότως καὶ τῶν πεπλημμελημένων καὶ τῆς εἰς τοῦτο δυσσεβοῦς ἀθυροστομίας πραττόμενοι δίκας, δέδονται καὶ αὐτοὶ τοῖς Βαβυλωνίοις εἰς ἐρήμωσιν.
Καὶ τὴν ἐφ᾽ ἑκάστῳ τῶν ἐθνῶν ὅρασιν ὁ τῆς προφητείας ἡμῖν ἀφηγήσατο λόγος. Ὑποπεπτώκασι γὰρ τοῖς ἐκ θείας ὀργῆς κινήμασιν, ἀλλόφυλοί τε καὶ Μωαβῖται, Δαμασκηνοί τε καὶ Αἰγύπτιοι, καὶ μὴν καὶ οἱ ἐκ τῆς ἐρήμου, Ἀζώτιοί τε καὶ Ἰδουμαῖοι, Τύρος τε πρὸς τούτοις, τελευταία τε καὶ ἡ Βαβυλὼν, καὶ ἅπασα δὲ τῶν Χαλδαίων ἡ γῆ, καθ᾽ ὁμοιότητα τῶν ἄλλων ἠρήμωται, Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ κατεξανιστάντος αὐτῆς Ἀσσυρίους τε καὶ Μήδους.
Ἀφηγησάμενος τοίνυν ὁ μακάριος προφήτης τὰ ἑκάστῳ τῶν ὠνομασμένων ἐθνῶν ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, διὰ τῶν προκειμένων, μονονουχὶ τοῦ παντὸς λόγου ποιεῖται τὴν ἀνακεφαλαίωσιν, καὶ οἰκουμενικὴν ὀνομάζει φθορὰν τὴν κατὰ πολλῶν ἐθνῶν γενομένην.
Ταύτῃ τοί φησιν· Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Οὐ γάρ τοι μία καὶ δύο πεπτώκασι πόλεις, κατεφθάρησαν δὲ χῶραί τε καὶ ἔθνη κατά γε τοὺς ἤδη προειρημένους τρόπους. Καταφθερεῖ τοίνυν καὶ ἐρημώσει, φησὶ, τὴν οἰκουμένην, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ καὶ ἀναβάλλεται τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διαλανθάνει πως καὶ ὁ τῶν ἀσεβῶν βίος, καὶ οἱονεὶ κέκρυπται τῆς ἑκάστου ζωῆς τὸ πρόσωπον, ἤγουν ἡ ἐμφάνεια. Ἐπάγοντος δὲ τὴν ὀργὴν καὶ τὴν ἑκάστῳ πρέπουσάν τε καὶ ὀφειλομένην ἐπιτιθέντος κόλασιν ἀπογυμνοῦται τῶν κολαζομένων τὸ πρόσωπον. Ὁποῖοι γάρ τινές εἰσι καὶ γεγόνασιν, ὁ τῆς τιμωρίας διαδείκνυσι τρόπος, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἀποδώσει Θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Χρῆναι δὲ οἶμαι κἀκεῖνο εἰπεῖν. Ἐπειδὴ γὰρ οἰκουμένην ὁ προφήτης ὠνόμασεν, ἔφη τε αὐτὴν καταφθαρήσεσθαι· καὶ μὴν καὶ εἰς ἐρημίαν ἐλθεῖν, βούλονταί τινες, ὡς ἐκ μερικῆς ἀγανακτήσεως ἐπὶ τὴν καθ᾽ ὅλου καὶ κατὰ πάντων μεταφοιτῆσαι τῷ προφήτῃ τὸν λόγον· καὶ δὴ καί φασιν ὅτι τὰ συμβησόμενα τῷ κόσμῳ, καὶ κατὰ τὸν τῆς συντελείας καιρὸν προαφηγεῖται σαφῶς. Χρὴ τοίνυν ἡμᾶς καὶ ταῖς ἐκείνων ἐννοίαις ἕπεσθαι δεῖν ἑλομένους διττὴν ποιεῖσθαι τὴν ἐφ᾽ ἑκάστῳ τῶν λεγομένων τὴν ἀφήγησιν.
Καταφθαρήσεσθαι τοίνυν τὴν οἰκουμένην φησὶ καὶ ἐρημωθήσεσθαι, καὶ τὸ πρόσωπον αὐτῆς ἀποκαλυφθήσεσθαι, φανερουμένων δηλονότι τῶν ἑκάστῳ πεπραγμένων εἴτε ἀγαθῶν εἴτε φαύλων, διασπερεῖ δὲ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ, καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν φέροιτο τῆς ἐννοίας ἡ δύναμις νοήσεις ὅτι τῶν ὠνομασμένων χωρῶν εἰς ἐρημίαν ἐνηνεγμένων, οἱ ἐνοικοῦντες ἐν αὐταῖς, οἱ μὲν διεσπάρησαν, οἱ δὲ καὶ αἰχμάλωτοι γεγονότες τοῖς ἑλοῦσι δεδουλεύκασι, καὶ τὴν ἐνεγκοῦσαν ἀφέντες, μετακεχωρήκασιν εἰς ἑτέρας. Εἰ δὲ ἐπὶ τῆς καθ᾽ ὅλου κρίσεως, τὸ διασπαρήσεσθαι τοὺς ἐνοικοῦντας ἐν τῇ γῇ κατασημαίνειεν ἂν τὸ διαιρεθήσεσθαι, καὶ τοῦτο διδάξει σαφῶς ὁ Σωτὴρ λέγων, ὅτι «Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.» Οὐκοῦν ἀντὶ τοῦ διελεῖν, ἤτοι ἀπομεριεῖν τοὺς ἐνοικοῦντας ἐν τῇ γῇ, τὸ διασπερεῖ τέθεικεν ἐν αὐτοῖς. <Καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ Κύριος, καὶ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος, καὶ ὁ ὀφείλων, ὡς ᾧ ὀφείλει.
Φθορᾷ καταφθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ, τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.> Κρατούσης εἰρήνης, πᾶσά πως ἀνάγκη καὶ τοῖς καθήκουσι νόμοις, θείοις τε καὶ ἀνθρωπίνοις διοικεῖσθαι καὶ πόλεις καὶ χώρας, καὶ ἀξιωμάτων καὶ ὑπεροχῆς σώζεσθαι τάξεις, ἐῤῥῶσθαί τε καὶ πλουτοῦσι τὸ πλουτεῖν, καὶ τοῖς ἐλευθέροις τὴν ἐλευθερίαν. Εἰ δὲ κατασκήψειαν αἱ τῶν πολεμίων φάλαγγες, καὶ βαρβαρικῆς ὠμότητος ἔργον μένηται πόλις, ἢ χώρα τυχὸν φυρμὸς ἔσται πραγμάτων, καὶ οὐδὲν ἐν τάξει λοιπόν. Φρουδὴ μὲν γὰρ ἱερέων τιμὴ, ἐν ἴσῃ δὲ τάξει παῖς καὶ κύριος, θεράπαινα καὶ κυρία, ὁ ἀγοράζων καὶ ὁ πωλῶν, ὁ δανείζων καὶ ὁ δανειζόμενος, ὁ ὀφείλων καὶ ᾧ ὀφείλει· σημαίνεται δὲ διὰ τούτων ὁ πλούσιος καὶ ὁ πένης. Χωρεῖ γὰρ ἐν ἴσῳ τρόπῳ κατὰ πάντων ἡ φθορὰ, καὶ ἡ προνομὴ, τοῦτ᾽ ἔστιν, ἡ διαρπαγὴ καὶ ἡ προνόμευσις. Κατασφραγίζει δὲ πρὸς ἀλήθειαν ὁ προφήτης τὸ εἰρημένον ἐπενεγκών· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ὅτι δὲ καὶ ἐπὶ τοῦ θείου βήματος ἀπροσωπόληπτόν ἐστι τὸ κρίμα, τίς ὁ μὴ φάναι τολμῶν; Οὐ γὰρ ἀξιωμάτων ὑπεροχὴ διασώζει τινὰς, εἰ μὴ τῆς ἐννόμου πολιτείας ἀγαθοὺς ἔχοι καρπούς· ὀνίνησι δὲ κατ᾽ οὐδένα τρόπον ὁ πλοῦτος τοὺς ἐσχηκότας αὐτὸν, ἀλλ᾽ ἐν ἴσῳ καὶ ἐν τῇ τοιᾷδε τάξει παραστησόμεθα πάντες τῷ κριτῇ, κἂν εἴτε μικρὸς καὶ μέγας, πλούσιός τε καὶ πένης.
Οὐδὲ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Τοιοῦτόν τι καὶ ἐν τῷ Ἰὼβ γέγραπται· «Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δέδοικε τὸν κύριον αὐτοῦ.» <Ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς· ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν.> Στυγνὸν ἀεί πως ἐστὶ τοῖς πενθοῦσι τὸ σχῆμα, καὶ κατηφείας μεστοὶ οἱ ὀφθαλμοί τε καὶ παρειαὶ, καὶ κατωχριῶν τὸ μέτωπον· πυρὸς γὰρ δίκην τὴν τοῦ ἀνθρώπου καταφλέγει καρδίαν ἡ ἐπί γε τοῖς τεθνεῶσι λύπη. Τοιοῦτόν τι παθοῦσαν ἔστι καὶ πόλιν ἰδεῖν ἤτοι γῆν τε καὶ χώραν κατειλημμένην ὑπὸ βαρβάρων· στυγνὰ γὰρ τὰ πάντα γίνεται, δαπανηθέντων μὲν ξίφεσι τῶν ἐν αὐταῖς, ἐμπεπρησμένων δὲ οἴκων, καὶ τὰ ἐκ τοῦ πολέμου πεπονθότων βλάβη. Οὕτω νοήσεις πενθῆσαι τὴν γῆν, ἧς τὰ τοιάδε παθούσης παθεῖν ἀναγκαῖον καὶ τοὺς ὑψηλοὺς ἐν αὐτῇ, τοῦτ᾽ ἔστι, τοὺς περιφανεστέρους. Οὐ γὰρ δὴ μάλιστα, καὶ τιμῆς καὶ πλούτου καὶ τῶν ἄλλων ἐστερημένοι, τῶν ὅσα φιλεῖ τοῖς ἐνδόξοις ἀκολουθεῖν, φορτικωτέραν ἔχουσι τὴν ἐν τοῖς πεπονθόσι λύπην, ἀνομῆσαι δὲ φησὶ τὴν γῆν διὰ τοὺς κατοικοῦντας αὐτήν. Ὀνομάζεται γὰρ, καὶ πόλις ἄνομος, καὶ μέντοι καὶ χώρα πλειστάκις, καίτοι τῆς ἀναισθήτου γῆς οὐκ εἰδυίας τὸ ἀνομεῖν, ἀπὸ δέ γε τῆς τῶν οἰκούντων φαυλότητος ταύτην λαβοῦσαι τὴν κρίσιν. Ἐκλέξῃ δὲ πάλιν καὶ γενικῶς τὸν λόγον.
Εἰ γὰρ καθά φησί τις τῶν ἁγίων μαθητῶν, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται πάντα, κατὰ τὸν τῆς συντελείας καιρὸν, στυγνὸν ἔσται τὸ τῆς γῆς πρόσωπον, καὶ τοῖς ἐν πένθει προσεοικός. Ὡς δὲ ἄνομος γῆ, τοῦτ᾽ ἔστιν, τοῖς ἀνόμοις ὑπηρετήσασα καταπίμπραται. Καινοὺς γὰρ οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον, γράφει δὲ καὶ ὁ Παῦλος, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. <Διότι παρέβησαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον, διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτησαν οἱ κατοικοῦντες αὐτήν.> Ἀνανήφει πάλιν εἰς τὸ ἀκριβὲς τῆς προφητείας ὁ λόγος. Ἵνα γὰρ μή τινες οἴωνται τὰς δίκας ἐπάγειν ἀναιτίως τισὶ τὸν τῶν ὅλων Θεὸν τοῖς ἐξ ὀργῆς κινήμασι συνάπτουσι τὰς αἰτίας, καὶ τὰ τῶν κολαζομένων ἐγκλήματα διαγγέλλουσι σαφῶς. Πενθήσει τοίνυν ἡ γῆ, διὰ ποίαν αἰτίαν; Διότι παρέβησαν τὸν νόμον καὶ παρέλυσαν διαθήκην αἰώνιον. Ταύτῃ τοί φησι· Καὶ ἐπάρατος ἔσται ἡ γῆ. Πεπλημμελήκασι γὰρ οἱ κατοικοῦντες αὐτήν.
Ἔοικε δὲ πάλιν ὁ προφήτης, ἐπειδὴ ταῖς ἄλλαις πόλεσιν ὁμοῦ ἤτοι χώραις καὶ ἡ τῶν Ἰουδαίων ἐξῄτησε δίκας, πεπόρθηται γὰρ, ὡς ἔφην, τὰ τῶν ὑπὸ νόμον πλημμελήματα παρακομίζει εἰς μέσον· Παρέβησαν γὰρ τὸν νόμον, φησὶ, λόγου μὲν αὐτὸν ἀξιοῦντες οὐδενὸς οἱ ἐξ Ἰσραὴλ, εἰς ἑτέραν δὲ ὥσπερ τραπόμενοι τρίβον, καὶ προσέχοντες διδασκαλίαις ἐντάλμασιν ἀνθρώπων, ἐπειδή γε τὸν καθ᾽ ὅλου λόγον τὴν τῶν ἐννοιῶν ἀπόδοσιν ἀποφέροντες φαμὲν, ὅτι δεδημιούργηκεν ἐν ἀρχαῖς τὸν ἄνθρωπον ὁ τῶν ὅλων Θεὸς, ἐνεχάραξε δὲ φυσικὸν αὐτῷ νόμον, παιδαγωγοῦντα πρὸς εἴδησιν κακοῦ τε καὶ ἀγαθοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς Ἰωάννου φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· ὅτι «Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Τοῦτό τοι καὶ ἐν ἐσχάτοις καιροῖς, κατά γε φημὶ τοὺς τῆς ἐπιδημίας, γενέσθαι νοοῦμεν· γέγραπται γὰρ, ὅτι «Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Τοῦτο τοίνυν τὸν ἐμφύτως ἡμᾶς πηδαλιουχοῦντα νόμον πρὸς εἴδησιν ἀγαθοῦ καὶ κακοῦ παρέβησαν οἱ ἐπὶ τῆς γῆς, καὶ ἤλλαξαν τὰ προστάγματα. Ἐκτισμένοι γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς, ἐτράποντο πρὸς φιλοσαρκίας καὶ φρόνημα τὸ ἐπίγειον. Ταύτῃ τοι καὶ ἐπάρατος ἡ γῆ γέγονεν.
Προσκεκρούκασι γὰρ τῷ Δημιουργῷ διὰ πλείστων ὅσων πλημμελημάτων οἱ κατοικοῦντες αὐτήν. <Διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.> Ἐπειδὴ γὰρ, φησὶν, ἐπάρατος γέγονεν ἡ γῆ, διά τοι τὸ πλείστην ὅσην ἐν αὐτῇ γενέσθαι τὴν ἀνομίαν, ταύτῃ τοι καὶ ἀδοκήτῳ πτωχείᾳ πεφορτισμένοι, διασωθήσονται μόλις· καταλειφθήσονται γὰρ βραχεῖς τε καὶ εὐαρίθμητοι. Καὶ ταυτὶ μὲν τόγε ἧκον εἰς τὸ γράμμα, καὶ τὸ τῆς ἱστορίας ἐξωφανές. Πρὸς διάνοιαν δὲ τὴν ἐσωτάτω πάλιν ἐκεῖνό φαμεν, ὅτι πάντη τε καὶ πάντως οἱ ἐπὶ τοῦ θείου βήματος ἐπὶ πολλοῖς ἄγαν πλημμελήμασι καταγνωσθησόμενοι πτωχοὶ πάντως ἔσονται, καὶ ἐν ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, καὶ γυμνοὶ τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης· κατοιχήσονται γὰρ εἰς ᾅδου κολασθησόμενοι, καὶ καταλειφθήσονται ὀλίγοι, τοῦτ᾽ ἔστιν, οἱ διὰ δικαιοσύνης εὐαρεστήσαντες τῷ Θεῷ, καὶ πλοῦτον ἔχοντες τὸν ἐξ ἀγαθῶν ἀνδραγαθημάτων· εὐαρίθμητοι δὲ οὗτοι κατά γε τὴν τοῦ Σωτῆρος φωνὴν, ὅτι «Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.» <Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν· πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν· πέπαυται φωνὴ κιθάρας, ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν. Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.
Ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῆ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται.> Ἐπῃτιᾶτο πλειστάκις ὁ τῶν ὅλων Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὡς ἀφόρητα μὲν πεπλημμεληκότας, ὅτι δὲ κολασθήσονται ταύτῃ τοι προεγνωκότας μὴ μὴν ἑλομένους ἀποκρούεσθαι τὴν ὀργὴν τοῖς μετεγνωκόσι πόνοις. Ἔφη γὰρ ὅτι Καὶ ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν, καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε καὶ φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες· «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.» Καὶ μὴν δι᾽ ἑτέρου προφήτου, φησίν· «Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐν ταῖς στρωμναῖς αὐτῶν. Οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.» Οὐκοῦν εἰς πολλὴν ἄγαν ἐξιτηλίαν ἀπονενευκότες ἐτρύφων οὐκ ἐν καιρῷ, καίτοι δέον ἀσχέτοις δακρύοις καταβρέχειν τὴν παρειὰν, καὶ ἀμνηστείαν αἰτεῖν τῶν ἡμαρτημένων, ἐπενήνεκται δικαίως αὐτοῖς τὰ ἐκ τοῦ πολέμου βλάβη· καὶ οἱ πάλαι τρυφῶντες παρ᾽ ἐλπίδα περιπεπτώκασι συμφοραῖς.
Πεπένθηκεν ἡ ἄμπελος, καὶ οὐκ αὐτὸ τὸ φυτὸν, ἀλλ᾽ οἱ τὸν ἐξ αὐτοῦ πίνοντες καρπὸν, οἱ πάλαι, φησὶν, εὐφραινόμενοι τὴν ψυχὴν κατοιμώξουσι, καὶ ὀλολυγὴ μᾶλλον αὐτοῖς ἔσται τὸ ἐπιτήδευμα. Πέπαυται γὰρ εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν. Αὐθάδειαν δέ φησι τὴν ὑπεράγαν ὀφρὺν, ἤτοι τὴν ἀλαζονείαν.
Καταλήγει δὲ καὶ τὰ ἐκ τοῦ πλούτου φησὶ, καὶ φωνὴ κιθάρας, καὶ πικρὸν τὸ σίκερα τοῖς τρυφῶσι ποτὲ, ἔρημοί τε πόλεις καὶ οἶκοι γεγόνασι. Πέπαυται γὰρ πᾶσα εὐφροσύνη τῆς γῆς, εἰ δὲ δὴ καὶ ἐπ᾽ αὐτῆς διαλογίζοιτό τις τοῦ αἰῶνος συντελείας, καθ᾽ ἣν ὁ τῆς κρίσεως ἔσται καιρὸς, ἐρεῖ δὴ πάλιν· ὅτι παρελάσει πᾶσα τῶν ἐν κόσμῳ τρυφὴ, καὶ στεναγμὸς ἔσται μᾶλλον καὶ βρυγμὸς ὀδόντων τῶν εἰς ᾅδου κατοιχησομένων· καὶ ὠφελήσει μὲν ὁ πλοῦτος οὐδὲν τοὺς ἐσχηκότας αὐτὸν, ἀργήσει δὲ πᾶσα τρυφὴ, καὶ πεπαύσεται τὰ σωματικὰ, μᾶλλον δὲ καὶ εἰς πικρὸν τοῖς φιλαμαρτήμοσι ἐκβήσεται τέλος, ἡ τριπόθητος αὐτοῖς φιλοσαρκία ποτέ. Ἀποτίσουσι γὰρ λόγος τῷ πάντων κριτῇ· ὡς γὰρ ὁ σοφώτατος γράφει Παῦλος, τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον. <Ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτω καλαμηθήσονται αὐτούς· καὶ ἐὰν παύσῃ ὁ τρυγητὸς, οὗτοι φωνῇ βοήσονται.> Δείκνυσι πάλιν ὡς ἐκ τῶν ἐν ὄψει καὶ ἐμφανεστάτων παραδειγμάτων τῆς τῶν πολεμίων δυστροπίας τὸ ἀπηνὲς φειδομένων οὐδενὸς, οὔτε μὴν ἀνασχομένων ἄμοιρον τῆς ἐνούσης αὐτοῖς ὠμότητος διαφεῖναι τινά.
Ἀκριβεῖ γὰρ ὀφθαλμῷ κατασκέπτονται τὸ φυτὸν, οἱ τὸν ἐκ τῶν ἐλαιῶν ζητοῦντες καρπόν· καὶ εἴ που τι πέσοι, τριποθήτως ἁρπάζουσι, καὶ μέχρι μιᾶς συλλέγουσιν· οὕτω, φησὶν, αὐτοὺς καλαμήσονται, πανωλεθρίᾳ καταφθείροντες οἱ πολέμιοι, κἂν ὁ τρυγητὸς παύσηται, οὗτοι φωνῇ βοήσονται. Ὡς ἐξ ἔθους δὲ πάλιν τοῦ πράττεσθαι πεφυκότος ἐπὶ ταῖς τοῦ τρυγητοῦ συντελείαις δέχεται καὶ τοῦτο. Οἱ γάρ τοι τρυγῶντες ὅταν εἰς τοῦτο καταλήξειαν πόνων, χαίροντες ἀλαλάζουσι, καὶ ἄγροικόν τινα συνθέντες ᾠδὴν, ἀποφέρονται τῶν χωρίων. Ὅταν τοίνυν, φησὶν, ἅπαντας οἱ πολέμιοι καλαμήσωνται καὶ καταλείψουσι παντελῶς οὐδένα, τότε καθάπερ πεπαυμένου τοῦ τρυγητοῦ, φωνῇ βοήσονται καταλαλάζοντες δηλονότι τῶν κειμένων καὶ πεπτωκόσιν ἐπιγαννύμενοι. Φαμὲν δὴ πάλιν εἰς τὴν ἐσωτάτω βλέποντες ἔννοιαν, ὅτι κατὰ τὸν τῆς κρίσεως καιρὸν οὐδεὶς ἔσται τῶν ἀνοσίως βεβιωκότων ὃς δυνήσηται λαθεῖν. Ἀλλ᾽ οἱ μὲν πολιτευσάμενοί τε καὶ διαζήσαντες ὀρθῶς καὶ ἐννόμως εἰς τὰ ἄνω βαδιοῦνται μονάς· οἵ γε μὴν βέβηλοί τε καὶ πονηροὶ πυρὸς ἔσονται παμφάγου τροφή.
Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν τοιούτων ἡ συλλογὴ, καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ, ἣν ἀναβιβάσαντες, καὶ ἐπὶ τὸν αἰγιαλὸν καθίσαντες συνέλεξαν καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.» Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν ἀνοσίων ἡ ζήτησις, καταλειφθήσεται δὲ τὸ σύμπαν οὐδεὶς τῶν οὕτως βεβιωκότων· παραδείξει γὰρ ἅπαντας τοῖς εἰς τοῦτο τεταγμένοις ἀγγέλοις ὁ καρδίας εἰδὼς καὶ νεφρούς. <Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου.> Ἀκριβῆ τὴν κατάσκεψιν ἔσεσθαι λέγων τῶν ἐν ἁμαρτίαις κατειλημμένων, ὡς μηδένα δύνασθαι διαλαθεῖν, οὐκ ἐᾷ καταθραύεσθαι τοῖς εἰς τοῦτο δείμασι τὸν ἀσεβῆ καὶ φιλόθεον. Κἂν γὰρ εἰ λέγοιτο κατὰ πάντων ἰέναι τὰ ἐξ ὀργῆς, ἀλλ᾽ οὖν ὁ τῶν ὅλων Θεὸς οὐ διόλλυσι τὸν δίκαιον μετὰ ἀσεβῶν. Καὶ τοῦτο διδάσκει λέγων διὰ φωνῆς Ἰεζεκιήλ· «Υἱὲ ἀνθρώπου, γῆν ἐφ᾽ ᾗ ἐπάγω κρίμα αἵματος, κἂν ὦσιν ἐν μέσῳ αὐτῶν Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, οὖτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον.»
Καὶ μὴν καὶ ἑτέρωθι φησὶν ὁ αὐτὸς ἡμῖν προφήτης· τεθεᾶσθαι μὲν ἄνδρα ποδήρη ἐνδεδυμένον, καὶ ζώνην ἔχοντα, καὶ ἓξ ἄνδρας ἐρχομένους ὀπίσω αὐτοῦ· καὶ ἑκάστου φησὶν ὁ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ εἶπεν· «Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείδεσθε, καὶ μὴ ἐλεήσητε πρεσβύτερον, νεανίσκον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ᾽ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων ἄρξασθε.» Ἐπειδὴ δὲ οἶμαι δεῖν οὐκ ἀβασανίστους ἐᾷν τὰς τοῦ προφήτου φωνὰς, φέρε λέγωμεν, τί δή ποτε Νῶέ τε καὶ Ἰὼβ τεθνεώτων ἤδη, τάχα δέ που καὶ αὐτοῦ τοῦ Δανιὴλ, σωθήσεσθαί φησιν αὐτοὺς ἐν τῇ ἰδίᾳ δικαιοσύνῃ, καί τοι τῆς ἄλλης ἁπάσης γῆς, καθ᾽ ἧς ἂν ἡ τοῦ θανάτου ψῆφος ἐκφέροιτο, καταφθειρομένης.
Ἔοικε τοίνυν τῷ μὲν Νῶε παρεικάζειν τοὺς διὰ πίστεως τῆς εἰς Θεὸν εὐαρεστοῦντας αὐτῷ· τῷ γε μὴν Δανιὴλ τοὺς σοφούς τε καὶ διορατικούς· Ἰὼβ δὲ πάλιν τοὺς διά γε τῆς ὑπομονῆς, δῆλον δὲ ὅτι τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, εὐαρεστοῦντας αὐτῷ. Δαπανώσης τοίνυν, φησὶ, τῆς ὀργῆς τοὺς ἐπὶ τῆς γῆς, οὐχὶ μόνης τῆς Ἰουδαίων, ἀλλὰ γὰρ καὶ τῆς τῶν ἐθνῶν, οἱ καταλειφθέντες καὶ κρίσει δικαίᾳ τοῦ πάντα τὰ καθ᾽ ἡμᾶς ταλαντεύοντος Θεοῦ διαφυγόντες τὸν ὄλεθρον εὐφρανθήσονται ἅμα τῇ δόξῃ τοῦ Κυρίου· ἡσθήσονται γὰρ ἀνασεσωσμένοι διὰ τῆς ἀῤῥήτου δόξης τοῦ τῶν ἁγίων προεστηκότος, καὶ ἀνατειχίζοντος τὸν εὐσεβῆ τῇ παρ᾽ αὐτοῦ φειδοῖ τε καὶ χάριτι. Προσθήσομεν δὲ τοῖς εἰρημένοις κἀκεῖνο. Κατὰ γάρ τοι τὸν τῆς συντελείας τοῦ παρόντος αἰῶνος καιρὸν, καταπεμφθήσονται μὲν εἰς ᾅδου κολασθησόμενοι οἵτινες τῶν ἐκτόπων ἐπιτηδευμάτων γεγόνασιν ἐρασταί. Οἵ γε μὴν καταλειφθέντες, τοῦτ᾽ ἔστιν, οἱ δίκαιοι εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, συνέσονται γὰρ τῷ Χριστῷ ὅς ἐστι δόξα τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ αὐτὸς, ὅτι «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό.» Καὶ μὴν καὶ αὐτός που φησὶν ὁ Θεὸς καὶ Πατὴρ τῷ μακαρίῳ Μωσῇ· Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ἦ μὴν ἐμπλησθήσεται τῆς δόξης Κυρίου πᾶσα ἡ γῆ. Ἐμπέπλησται γὰρ τὰ πάντα Χριστοῦ. <Ταραχθήσεται δὲ τὸ ὕδωρ τῆς θαλάσσης.
Διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται.> Ὕδωρ καὶ θάλασσαν αἰνιγματωδῶς ὀνομάζει τῶν ἐθνῶν τὴν πληθύν. Ἔθος γὰρ τοῖς ἁγίοις προφήταις τοῦτο δρᾷν. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ περί τε τῆς γῆς καὶ τῶν ἐν αὐτῇ φησιν· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων· ἐκεῖ πλοῖα διαπορεύεται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ᾽ οὐδὲ δράκοντά τινα σωματικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασιν ἐνεῖναί φαμεν. Δηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν ἐν τῷδε τῷ βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα, τοῦτ᾽ ἔστι, τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ᾽ ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν ἀγίων ἐπιβουλεύων ψυχαῖς. Ὕδωρ τοίνυν θαλάσσης τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν· νήσους δὲ τάχα που τὰς πόλεις. Καὶ δὴ καὶ ταραχθήσεσθαί φησιν ἅπαντας τοὺς ἐν αὐταῖς, τῆς θείας ὀργῆς ἐπιπηδώσης αὐτοῖς. Τήν γε μὴν τοῦ Χριστοῦ δόξαν ἐν ἁπάσαις ἔσεσθαί φησι κατά τινα τρόπον.
Ἐπιγνώσονται δὲ ὅτι τοῖς θείοις νεύμασι πεπόρθηνται δὲ καὶ διολώλασι, καὶ τῷ πάντα ἰσχύοντι διὰ τῆς ἐνούσης αὐτοῖς ἀνοσιότητος οὐ μετρίως προσκεκρουκότες δέδονται πρὸς ἐρήμωσιν. Καταγνώσονται δὲ πάντη τε καὶ πάντως τῶν ἰδίων θεῶν, κατ᾽ οὐδένα τρόπον ἐπαμυνάντων αὐτοῖς. Τοῦτο δὲ ἦν ἕτερον οὐδὲν, ἢ τὴν τοῦ Κυρίου δόξαν εἰς ὕψος αἴρεσθαι μέγα. Ἔοικε δὲ τῶν προφητικῶν προαγορεύσεων ὁ σκοπὸς μεταφοιτῆσαι λοιπὸν ἐπὶ τὸ Χριστοῦ μυστήριον, καὶ τῆς ἐσομένης δι᾽ αὐτοῦ σωτηρίας ποιεῖσθαι τὴν ἀνάμνησιν. Οἱ γάρ τοι, φησὶ, καταλειφθέντες ἐπὶ γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου· «Σεσώσμεθα γὰρ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, καὶ οὐ διὰ τῆς ἐν νόμῳ σκιᾶς δικαιούμενοι.» Δικαιοῖ γὰρ ἡμᾶς ἥκιστα μὲν ὁ νόμος, ἀπαλλάξει δὲ μᾶλλον πλημμελημάτων ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις, καὶ τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι κατευφραίνουσα καταπιαίνει πλουσίως.
Προσδοκῶμεν γὰρ ὅτι καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ, ὅς ἐστι δόξα τοῦ Πατρὸς, καθάπερ ἔφην ἀρτίως. Ἐπειδὴ δὲ ἐκ περάτων εἰς πέρατα τῆς ὑπ᾽ οὐρανὸν, ὁ τῶν ἁγίων ἀποστόλων διαπεφοίτηκε λόγος, μεθιστὰς μὲν τὰ ἔθνη τῆς πολυθέου πλάνης, προσκομίζων δὲ τῇ χάριτι τῇ διὰ Χριστοῦ· τεταράχθαι φησὶ τὸ ὕδωρ τῆς θαλάσσης, τοῦτ᾽ ἔστι, τοὺς κατὰ πᾶσαν τὴν ὑφ᾽ ἡλίῳ λαούς. Ταράττονται δὲ ξενοφωνούμενα, καὶ τῆς μὲν ἀρχαίας ἀπαίροντα πλάνης, μεθορμιζόμενα δὲ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν.
Ταύτῃ τοί φησιν· Ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης. Νήσους δὲ, ὥς γε οἶμαι, φησὶ τὰς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, αἳ καθάπερ ἐν θαλάσσῃ τῷδε τῷ κόσμῳ κείμεναι, τῆς ἐν αὐτῷ τύρβης ἀνέχουσί τε καὶ ὑπερφέρονται Χριστοῦ διασώζοντος, καὶ τοῖς τῶν διωγμῶν κύμασιν οὐκ ἐῶντος αὐτὰς περιθραύεσθαι. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς θάλασσαν ὀνομάζει τὰ ἔθνη, ταύτῃ τοι τοῦ λόγου τροπῇ νουνεχῶς ἑπόμενος, νήσους ὀνομάζει τὰς ἐκκλησίας ἐν αἷς ἡ δόξα τοῦ Θεοῦ θαυμάζεται. <Κύριε ὁ Θεὸς τοῦ Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ.> Τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς καὶ εὐφραινομένων ἅμα τῇ δόξῃ Κυρίου, καὶ τῶν ἐν αὐταῖς κατοικούντων νήσοις, φημὶ δὴ ταῖς ἐκκλησίαις, εἰσκομίζει τὸ πρόσωπον ὁ προφήτης ἡμῖν ἐν τούτοις, τὸν τῶν ὅλων δοξολογούντων Θεὸν καὶ λεγόντων· Ἐκ πτερύγων τῆς γῆς ἀκούσατε τέρατα, καὶ πρός γε τούτῳ πεπιστευκότων ὅτι ἔσται τοῖς εὐσεβοῦσιν ἐλπὶς ἀγαθὴ τοῦ δικαιωθήσεσθαι παρ᾽ αὐτοῦ, καὶ μὴν καὶ πλουσίως μετασχεῖν τῆς ἡμερότητος αὐτοῦ.
Πτέρυγας δὲ τῆς γῆς ἐοίκασιν ὀνομάζειν τοὺς ἁγίους μυσταγωγοὺς, ὧν τοῖς λόγοις μονονουχὶ καὶ πτερούμενοι τὰ ἄνω φρονοῦμεν, τῶν ἐπιγείων ἀναπηδῶντες πραγμάτων, καὶ τὸ γεῶδες καὶ σαρκικὸν ἀφέντες φρόνημα τὸ πολίτευμα ἔχομεν ἐν τοῖς οὐρανοῖς.
Ἐκ τῶν οὕτω νοουμένων τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν τὰ διὰ Χριστοῦ, φησὶ δηλονότι. Μεμυσταγωγήμεθα γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν συγγράμμασι, καὶ τὰς διὰ τοῦ Σωτῆρος θεοσημείας μανθάνοντες, ἑδραιοτάτην ἔχομεν ἐν αὐτοῖς τὴν πίστιν, τεθαρσήκαμέν τε καὶ ἀρηρότως διακείμεθα καὶ πιστεύομεν, ὅτι καὶ καλὴ λίαν ἡ τῶν εὐσεβούντων ἐλπίς· προσδοκῶμεν γὰρ τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ τὰς τοῖς ἀγαπῶσι τὸν Θεὸν ηὐτρεπισμένας τιμάς τε καὶ δόξας. <Καὶ ἐροῦσιν· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον· φόβος καὶ βόθυνος, καὶ παγὶς ἐφ᾽ ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἔσται, ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ἐκ τῆς παγίδος.> Τίνες ἐροῦσιν; Οἱ καταλελειμμένοι που πάντως ἐπὶ τῆς γῆς, καὶ εὐφραινόμενοι ἅμα τῇ δόξῃ Κυρίου, καὶ οἱ κατοικοῦντες τὰς νήσους, ἤτοι τὰς Ἐκκλησίας.
Ἐροῦσι δὲ τίσι; Τοῖς ἀθετοῦσι τὸν νόμον, τοῦτ᾽ ἔστι, τοῖς μὴ πιστεύσασιν. Εἰ γὰρ ἐπίστευον τῷ Μωσῇ, ἐπίστευον ἂν τῷ Χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Ὅρα δὲ ὅπως τὴν πίστιν παραδεξάμενοι, νουθετοῦσιν εὐθὺς τοὺς ἀθετοῦντας τὸν νόμον, καὶ τὸν ἐκ τῆς ἐσομένης ἐπ᾽ αὐτοῖς κολάσεως ἐπανατείνουσι φόβον, καὶ καταπτοοῦσι τοῖς δείμασι προαπαγγέλλοντες τὰ ἐσόμενα. Φόβος γὰρ, φησὶ, καὶ βόθυνος καὶ παγὶς, τοῦτ᾽ ἔστι, πᾶν εἶδος κακῶν ἐφ᾽ ὑμᾶς, καὶ ἀπόνευσις οὐκ ἔσται τῆς συμφορᾶς. Ἀλλ᾽ εἰ καί τις τὸ δέ τι διαφύγοι τυχὸν τῶν κακῶν ὑφ᾽ ἑτέρου ληφθήσεται, καὶ πάντη τε καὶ πάντως ἑνὶ τῶν ἐνηνεγμένων ἁλώσεται κακῶν. Τοῦτο δὲ παθεῖν τοῖς Ἰουδαίοις συμβέβηκε, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, πεπορθημένης αὐτοῖς τῆς χώρας, πόλεών τε καὶ οἴκων κατασεσεισμένων· καὶ μακρὸν ἕκαστα λέγειν εἰδόσι μάλιστα τοῖς τῆς Ἐκκλησίας τροφίμοις. <Ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. Ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ.
Ἔκλινεν καὶ σεισθήσεται ἡ γῆ πᾶσα ὡς ὀπωροφυλάκιον, ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὐ μὴ δύνανται ἀναστῆναι, κατίσχυσε γὰρ ἐπ᾽ αὐτῆς ἡ ἀνομία.> Ἀποδίδωσι τὴν αἰτίαν τῶν ἔσεσθαι προαπηγγελμένων, καὶ ὅτι πικραῖς καὶ ἀνεξιτήτοις περιπεσοῦνται συμφοραῖς. Ἔφη γὰρ ὅτι φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ᾽ ὑμᾶς· καὶ ὅτι τὸν βόθυνον εἴ τις διαφύγοι ἁλώσεται ὑπὸ τῆς παγίδος. Ποία τοίνυν ἡ τοῦδε πρόφασις;
Θυρίδες, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, τοῦτ᾽ ἔστιν, ἐπεσκέψατο ὁ Θεὸς τοὺς ἐπὶ τῆς γῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ τοῖς εἰωθόσι πλημμελεῖν, οἱονεί πως δοκεῖ καὶ μὴ ἐφορᾷν, κεκλεῖσθαι δὲ μᾶλλον ὁ οὐρανός. Ἐπειδὴ δὲ κατασκέπτεται τῶν ἐπὶ γῆς τὰς ὁδοὺς, τότε δὴ τότε, καθάπερ θυρίδων ἀνεῳγμένων, ἐν ὀφθαλμοῖς ποιεῖται τοὺς ὄντας ἐπὶ τῆς γῆς· ἐπιφέρων δὲ τὰς αἰτίας τοῖς ἑκάστου πλημμελήμασιν ἀναλόγως, θορύβου τὰ πάντα· καὶ δέους ἀναμεστοῖ, καὶ οἷον ἐκ μέθης ἅπαντες οἱ ἐπὶ τῆς γῆς πρὸς πᾶν εἶδος διαῤῥιπτοῦνται κακῶν. Ἐπενήνεκται δὲ χρησίμως τὸ φάναι καθάπερ τι τῶν ἐν ἀγροῖς ὀπωροφυλακίων σεσαλεῦσθαι τὴν γῆν· τὸ ὅτι κατίσχυσεν ἐπ᾽ αὐτῆς ἡ ἀνομία. Ἕως μὲν γὰρ φορητὰ πλημμελοῦσιν οἱ ἐπ᾽ αὐτῆς ἀναδύεται τὰς δίκας, καὶ χαλινοῖ τὴν κίνησιν ὁ τῶν ὅλων Θεός. Ἀσχέτου γε μὴν τῆς ἁπάντων δυσσεβείας γεγενημένης πᾶσά πως ἀνάγκη, καὶ ἐποπτεύεσθαι παρὰ Θεοῦ τὴν γῆν, καὶ κατισχυούσης ἐπ᾽ αὐτῆς ἀνομίας, μεθύειν τρόπον τινὰ καὶ κραιπαλᾷν, καὶ πρὸς πᾶν εἶδος καταδονεῖσθαι συμφορᾶς. <Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς. Καὶ συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος.> Λαμπρὸν καὶ τοῦτο κατόρθωμα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς.
Ἔδει γὰρ, ἔδει λοιπὸν ἐπιλάμψαντος τοῦ τῆς δικαιοσύνης ἡλίου, τὸν νοητὸν ἐκεῖνον διασκίδνασθαι σκότον, ὃν ταῖς ἁπάντων καρδίαις ἐνέχεεν ὁ Σατανᾶς. Ἐσκότισε γὰρ τὰ νοήματα τῶν ἀπίστων, κατὰ τὸ γεγραμμένον, καὶ ἀνέπεισε προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἐμερίζοντο γὰρ οἱ πλανώμενοι τὰ τοῦ κόσμου στοιχεῖα. καὶ οἱ μὲν τὸν ἥλιον ἐπεγράφοντο θεὸν, οἱ δὲ τὴν σελήνην, ἕτεροι δὲ τῶν ἀστέρων τῶν καθ᾽ ἡδονήν. Νενοσήκασι δὲ ταυτηνὶ τὴν δυσσέβειαν καὶ αὐτοὶ τῶν Ἰουδαίων οἱ δῆμοι. Καὶ γοῦν ἔφη που Θεὸς τὰς ὑπὲρ αὐτῶν ἱκετίας ἀναφέροντί ποτε τῷ προφήτῃ Ἱερεμίᾳ· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Ἦ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ;
Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.» Καὶ μὴν καὶ δι᾽ ἑτέρου προφήτου πρὸς αὐτούς φησι· «Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος; Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μωλὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥεφάν· πρὸς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς.» Ἐπάξει τοίνυν, φησὶν, ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, τοῦτ᾽ ἔστι, διασκεδάσει τοὺς προσκυνοῦντας τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἡλίῳ τέ φημι καὶ σελήνῃ καὶ ἄστροις. Εἰκὸς δὲ δὴ τὴν σύμπασαν εἰδωλολατρείαν ὡς ἐκ μέρους ἐν τούτοις κατονομάζεσθαι. Πέπαυται γὰρ τὸ προσκυνεῖν τοῖς τοῦ κόσμου στοιχείοις ἀναδειχθέντος Χριστοῦ. Κόσμου δὲ τοῦ οὐρανοῦ καὶ αὐτὸν εἶναι νοοῦντες τὸν τῆς ἁμαρτίας εὑρέτην καὶ πατέρα, τοῦτ᾽ ἔστι, τὸν Σατανᾶν, κατ᾽ εὐθὺ τάχα που τῆς ἀληθείας ἥξομεν. Εἴρηται γὰρ περὶ αὐτοῦ· Πῶς ἐξέπεσεν ἐξ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;» Ἐπειδὴ δὲ ἅπαξ διάτοι τὴν ἀρχαίαν, καὶ τὴν πρὸ τῆς ἀποπτώσεως αὐτοῦ δόξαν Ἑωσφόρῳ παρεικάζεται, κόσμον αὐτὸν τοῦ οὐρανοῦ καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὀνομάζει λόγος.
Ἐπενεχθήσεσθαι δὲ τὴν χεῖρά φησιν, οὐχὶ δὴ μόνῳ τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἀλλὰ γὰρ καὶ τοῖς βασιλεῦσι τῆς γῆς, τοῦτ᾽ ἔστι, τοῖς ἐκ τῆς πλεονεξίας κεκρατηκόσι τῆς ὑπ᾽ οὐρανὸν, δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, ταῖς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσι. Βεβασιλεύκασι γὰρ τῆς γῆς, ἰδίους ἀποφήναντες προσκυνητὰς τοὺς ἐν αὐτῇ, καὶ τῆς πρὸς Θεὸν ἀγάπης ὀλιγωρῆσαι παντελῶς ἀναπείσαντες. Τούτους τοιγαροῦν τοὺς ἐξ ἀπάτης καὶ ψεύδους καὶ πλεονεξίας κεκρατηκότας ἤγουν βασιλεύσαντας συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον. Κατέπεμψε γὰρ αὐτοὺς εἰς τὸ τῆς κολάσεως δεσμωτήριον τοῦ Σωτῆρος ἡ δύναμις, εἰς τὸ ἄφυκτον ὀχύρωμα. Καὶ γοῦν παρεκάλουν οἱ δαίμονες προσιόντες αὐτῷ, ἵνα μὴ προστάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Προσεπάγει δὲ καί φησιν ὁ προφήτης, ὅτι διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν· τετυραννεύκασι μὲν γὰρ ἀπὸ καταβολῆς κόσμου, καὶ οὐ διαλελοίπασι τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ πολεμοῦντες δόξῃ. Παρέτεινε δὲ τὰ τῆς ἀπονοίας αὐτοῖς, καὶ μέχρι τοῦ καιροῦ τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἐπισκοπῆς δὲ λοιπὸν ἐπ᾽ αὐτοῖς γενομένης κατεκλείσθησαν εἰς δεσμωτήριον. Πλὴν διὰ πολλῶν τοῦτο πεπόνθασι γενεῶν, τακήσεσθαι δὲ τὴν πλίνθον, καὶ πεσεῖσθαι τὸ τεῖχός φησι, τείχει παρεικάζων τάχα που τὸν Σατανᾶν.
Δεινὸς γὰρ εἰς ἀντίστασιν καὶ οἷον πόλις εὐπυργοτάτη· ἀλλ᾽ ἥλω καὶ πέπτωκε Χριστοῦ κατασείοντος. Οὐ γὰρ ἦν δύνασθαι τὴν ἄμαχον αὐτοῦ διεκδύναι δύναμιν. Ὅτι δὲ καθῃρημένου καὶ πεπτωκότος τοῦ Σατανᾶ, κατηρήμωται τὰ τῆς εἰδωλολατρείας παίγνια, καὶ κέκληνται διὰ πίστεως εἰς ἐπίγνωσιν ἀληθείας οἱ πάλαι πλανώμενοι, μονονουχὶ διαρπαζούσης αὐτοὺς τῆς πανσθενοῦς δεξιᾶς, διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· «Ἢ πῶς δύναται εἰς τὴν οἰκίαν εἰσελθεῖν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπᾶσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ;» Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τοὺς ἄγαν ἀλκιμωτάτους, καὶ τείχει καὶ πόλεσι παρεικάζειν, καθάπερ ἀμέλει καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν. Ἔφη γάρ που Θεός· «Ἰδοὺ τεθείκασιν ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασι τοῖς βασιλεῦσι τῆς γῆς, καὶ πολεμήσωσί σε καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.» Διαμεμνῆσθαι δὲ ἀναγκαῖον, ὅτι Ἰησοῦς ὁ τοῦ Ναυῆ, τοὺς πέντε τῶν ἐθνῶν βασιλεῖς κατὰ κράτος ἑλὼν, καὶ νενικηκὼς κατέκλεισεν ἐν σπηλαίῳ, καὶ προσεκύλισε λίθους ἀποφράττων αὐτοῖς τὴν διαδρομήν. Εἰκὼν δὲ ἦν ἀποφράγματος ἀληθοῦς. Κατεκλείσθησαν γὰρ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ τῆς Χριστοῦ ἰσχύος αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις αἱ κατακρατήσασαί ποτε τῆς ὑπ᾽ οὐρανοῦ.
Συγκατηργήθη δὲ αὐτοῖς, καὶ τὸ μέγα καὶ ἄῤῥητόν ποτε τεῖχος, τοῦτ᾽ ἔστιν, ὁ Σατανᾶς.
Κέκληνται δὲ οὕτω διὰ πίστεως οἱ πλανώμενοι πρὸς τὸ εἰδέναι λοιπὸν τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων δημιουργὸν καὶ Θεὸν καὶ Κύριον. Ἰστέον δὲ ὅτι ταῦτά τινες ἀποφέρουσι καθ᾽ ἑτέραν διάνοιαν ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ, καί φασιν, ὅτι κατὰ τὸν τῆς συντελείας καιρὸν ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Χρῆναι δὲ οἶμαι τοῖς θεωρήμασιν ἑπομένως, καὶ εὖ μάλα συνηρμοσμένως τὰς τῶν προκειμένων ἑκάστοτε διανοίας ἀποπεραίνεσθαι. <Ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.> Σιὼν ἑρμηνεύεται ὑψηλὴ, καὶ σκοπευτήριον, ἤγουν Ἱερουσαλὴμ, ὅρασις εἰρήνης. Σκοπευτήριον οὖν τὸ ἀληθὲς καὶ μὴν καὶ εἰρήνης ὅρασις, εἴη ἂν κατά γε τὸ ἀληθὲς ἡ Ἐκκλησία Χριστοῦ. Ἐν αὐτῇ γὰρ ἡ τῶν θείων αὐτοῦ μυστηρίων ὑψηλοτάτη κατάσκεψις πράττεσθαι φιλεῖ, καὶ μὴν καὶ ἡ τῆς εἰρήνης ὅρασις.
Εἰρήνην δὲ εἶναί φαμεν τὸν Χριστὸν, ὃν ἐκτῆς θεοπνεύστου Γραφῆς ἐπιγινώσκομεν, γεγραφότος περὶ αὐτοῦ πανσόφου Μωσέως, καὶ πρός γε τούτῳ τῶν ἁγίων προφητῶν. Περιῃρημένης τοιγαροῦν τῆς βεβήλου καὶ μυσαρᾶς εἰδωλολατρείας, καὶ ἐκποδὼν γεγονότος τοῦ προσκυνεῖσθαι τὴν κτίσιν, κατακεκλεισμένων δὲ καὶ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον τῶν ἐκ πλεονεξίας κεκρατηκότων τῆς ὑπ᾽ οὐρανὸν, κατατετηγμένου τε τοῦ τείχους, καὶ ἐκ βάθρων αὐτῶν κατασεσεισμένου, κατά γε τὰς ἤδη προαποδοθείσας ἐννοίας, βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Πρεσβυτέρους δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τελείους τὴν φρένα, καὶ οἱονεὶ τὸν νοῦν πεπολιωμένον ἔχοντας, ὡς δύνασθαι κατιδεῖν τοῖς τῆς καρδίας ὄμμασι, τῶν περὶ αὐτοῦ μυστηρίων τὸ βάθος. Τούτοις καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων· «Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.» Ἀλλ᾽ οἱ γνόντες, θαυμάζουσι καὶ ἀνάπτουσι δόξαν αὐτῷ τὴν θεοπρεπῆ, βασιλέα καὶ Κύριον τῶν ὅλων ὁμολογοῦντες ὑπάρχειν αὐτόν.
Ὅτι δὲ τῆς τοῦ διαβόλου τυραννίδος εἰς ἅπαν ἐξῃρημένης βεβασίλευκεν ὁ Χριστὸς, διδάξει λέγων αὐτὸς, ὅτε τῆς ἁπάντων ζωῆς ἀντίλυτρον ἑαυτὸν προσεκόμισε τῷ Θεῷ καὶ Πατρὶ, τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπομένων σταυρόν· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐκοῦν τοῖς ἰδίοις καθυπέταξε σκήπτροις τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, προεκβεβληκὼς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. Τὸ δὲ τῆς ἐκβολῆς ὄνομα, τῆς κατὰ πάντων πλεονεξίας κατασημαίνειν ἔοικε τὴν ἀνατροπήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.