Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η κλήση των πρώτων μαθητών και τα πρώιμα θαύματα

Ερμηνεία της θαυμαστής αλιείας, των θεραπειών του λεπρού και του παραλυτικού, της κλήσεως του Λευΐ, και των διδασκαλιών περί νηστείας και περί του Σαββάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 22

ΚΕΦ. Εʹ. <Καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα.> (A f. 82 b, B f. 54 b, C f. 114 b, H f. 253 b) Θαυμάσωμεν τῆς οἰκονομίας τὸ εὐτεχνὲς, τὸ ἐπί γε τῇ θήρᾳ τῶν τεθηρευκότων τὴν ὑπ᾽ οὐρανὸν, φημὶ δὴ τῶν ἁγίων ἀποστόλων, οἱ καὶ ἁλιεύειν εἰδότες, ὑπὸ τοῦ Χριστοῦ γεγόνασι λῖνον· ἵνα καὶ αὐτοὶ τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων σαγήνην χαλάσαντες, προσκομίσωσιν αὐτῷ τοὺς κατὰ πᾶσαν τὴν γῆν. Καὶ γοῦν ἔφη που δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτὰς, καὶ θηρεύσουσιν αὐτούς.» Καὶ τοὺς μὲν ἁλιεῖς, τοὺς ἁγίους ἀποστόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους τε καὶ μυσταγωγούς. Σὺ δέ μοι σκόπει, ὡς οὐ κηρύττει μόνον, ἀλλὰ καὶ σημεῖα ἐπιδείκνυται, ἐνέχυρα τῆς αὐτοῦ παρέχων δυνάμεως, καὶ τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιῶν τὰ λεγόμενα.

Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέπεται πάλιν πρὸς τὴν συνήθη μεγαλουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθητάς· ἵν᾽ εἰδεῖεν ὡς πανσθενὲς ἔχει τὸ θέλημα, καὶ τοῖς θεοπρεπεστάτοις αὐτοῦ νεύμασιν ἡ κτίσις ὑπηρετεῖ. <Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος, κ.τ.λ.> (A f. 82 b, C f. 115, H f. 254) Καὶ γοῦν μετὰ τὴν αὐτάρκη διδασκαλίαν, ἐπειδὴ καὶ ἔργον ἔδει θεῖον προσθεῖναι τοῖς λόγοις ἐπ᾽ ὠφελείᾳ τῶν θεωμένων, προσέταξε τοῖς περὶ τὸν Σίμωνα, βραχὺ τῆς γῆς ἀποφέρεσθαι, καὶ καθεῖναι πρὸς ἄγραν τὸ δίκτυον.

Οἱ δὲ δι᾽ ὅλης μὲν ἔφασκον κοπιάσαι νυκτὸς, λαβεῖν δὲ μηδέν· πλὴν ἐν ὀνόματι τοῦ Χριστοῦ καθῆκαν τὸ λῖνον, καὶ μεστὸν εἶχον εὐθὺς τῶν τεθηρευμένων· ἵνα διὰ πράγματος ἐναργοῦς, καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος, τοῦ παραδόξως τετελεσμένου πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας τὸ λῖνον ἁπλώσαντες, ἀλλ᾽ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξουσι.

Πλὴν ἐκεῖνο ἄθρει· οὐ γὰρ ἰσχύσαντες ἀνελκύσαι τὸ λῖνον Σίμων τε καὶ οἱ σὺν αὐτῷ, καὶ διὰ τοῦτο ἀπὸ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως μὴ τολμῶντες λαλῆσαι, ἀπὸ γὰρ τοῦ θαυμάζειν εἰς ἀφωνίαν περιέστησαν, κατένευσαν, φησὶ, τοῖς μετόχοις, δῆλον δὲ ὅτι τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς, καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων συνήραντο καὶ συναίρονται πόνοις, καὶ πρό γε τῶν ἄλλων, οἱ τὰς ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελίων ἀνερευνῶντες Γραφὰς, καὶ μετ᾽ ἐκείνους ἕτεροι ποιμένες τε καὶ διδάσκαλοι, καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐπιστήμονες· ἀναφέρεται γὰρ ἔτι τὸ λίνον, πληροῦντος αὐτὸ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν τοὺς ἐν βυθοῖς θαλάσσης, κατὰ τὸ γεγραμμένον. τουτέστι τοὺς ἐν ζάλῃ καὶ κύμασιν ὄντας κοσμικοῖς. <Ἰδὼν δὲ Σίμων Πέτρος, κ.τ.λ.> (A f. 83, H f. 255) Διὰ ταῦτα καὶ Πέτρος, ἐπειδὴ τῇ μνήμῃ τῶν προτέρων ἁμαρτημάτων προσέπεσε, τρέμει καὶ δέδοικε, καὶ ὡς ἄναγνος, τὸν καθαρὸν οὐ θαῤῥεῖ ὑποδέξασθαι, διὰ δειλίαν ἐπαινουμένην· ἔμαθε γὰρ, κατὰ τὸν νόμον, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου διαστέλλειν. <Καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας, κ.τ.

λ.> (A f. 84, C f. 115 b, D f. 18 b, H f. 259 b) Πλὴν ἐπαίνου παντὸς ἀξία τοῦ προσελθόντος ἡ πίστις· μεμαρτύρηκε γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν τὸν Ἐμμανουὴλ, καὶ διὰ νευμάτων θεοπρεπῶν ἐλευθεροῦσθαι ζητεῖ, καίτοι τὸ πάθος οὐκ ἰάσιμον· οὐ γὰρ οἶδεν ἡ λέπρα ταῖς τῶν ἰατρῶν ἐμπειρίαις παραχωρεῖν· ἀλλὰ τεθέαμαι, φησὶν, ἐλαυνομένους ἐν ἐξουσίᾳ θεοπρεπεῖ τοὺς ἀκαθάρτους δαίμονας, νοσημάτων πολλῶν ἀπαλλαττομένους ἑτέρους. Συνῆκα ὡς θείᾳ τινὶ καὶ ἀμάχῳ χειρὶ τὰ τοιαῦτα γίνεται· ὁρῶ δὲ, πρὸς τούτῳ, χρηστὸν ὄντα καὶ ἑτοιμότατον, κατοικτείροντα τοὺς προσιόντας αὐτῷ. Τί τοίνυν τὸ κωλύον ἐλεεῖσθαι κἀμέ; Καὶ τί πρὸς ταῦτα Χριστός;

Βεβαιοῖ ἐν αὐτῷ τὴν πίστιν, καὶ τὴν ἐπ᾽ αὐτῷ δὲ τούτῳ πληροφορίαν ἐργάζεται· δέχεται γὰρ τὴν αἴτησιν, καὶ ὁμολογεῖ τὸ δύνασθαι, καί φησι· «Θέλω, καθαρίσθητι.» Χαρίζεται δὲ αὐτῷ καὶ ἁφὴν τῆς ἁγίας αὐτοῦ καὶ πανσθενεστάτης χειρὸς, καὶ εὐθέως ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ τὸ πάθος ἦν ἐκποδών.—(A f. 84 b, H f. 260 b) Σὺ δέ μοι θαύμασον ἐν τούτοις, θεϊκῶς τε ἅμα καὶ σωματικῶς ἐνεργοῦντα Χριστόν· θεϊκὸν μὲν γὰρ τὸ θέλειν οὕτως, ὡς παρίστασθαι αὐτῷ πάντα ὅσα ἠθέλησεν· ἀνθρώπινον δὲ τὸ ἐκτεῖναι τὴν χεῖρα. Εἷς οὖν ἐξ ἀμφοῖν νοεῖται Χριστὸς, εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος. <Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν.> (A f. 84 b, B f. 58, C f. 115 b, D f. 18 b, H f. 261) Ἤρκει μὲν γὰρ καὶ σιωπῶντος αὐτὴ τοῦ πράγματος ἡ φύσις ἀπαγγεῖλαι πᾶσι τοῖς εἰδόσιν αὐτὸν τὴν τοῦ θεραπεύσαντος δύναμιν· αὐτὸς δὲ παραγγέλλει μηδενὶ εἰπεῖν· τί δήποτε; Ἵνα μάθωσιν ἐντεῦθεν οἱ τὴν τῶν ἰαμάτων χάριν παρὰ Θεοῦ δεχόμενοι, μὴ τὰς παρὰ τῶν θεραπευομένων εὐφημίας αἰτεῖν, μήτε μὴν τοὺς παρά τινων ἐπαίνους, ἵνα μὴ εἰς ὑπεροψίαν ἐκπέσοιεν, τὸ πάντων τῶν κακῶν αἴσχιστον (al. cod. ἔσχατον) πάθος.

Οἰκονομικῶς δέ φησι προσάγειν τὸ δῶρον τῷ λεπρῷ κατὰ τὸν Μωϋσέως νόμον τοῖς ἱερεῦσιν· ἤθελε μὲν γὰρ ὁμολογουμένως μεταστῆσαι τὴν σκιὰν, καὶ μεταπλάσαι τοὺς τύπους εἰς πνευματικὴν λατρείαν· ἀλλ᾽ ἐπειδὴ μήπω πιστεύσαντες εἰς αὐτὸν Ἰουδαῖοι προσέκειντο ταῖς Μωϋσέως ἐντολαῖς, ὡς ἔτι τῶν ἀρχαίων ἐθῶν ἰσχυόντων, ἐπιτρέπει τῷ λεπρῷ τοῦτο ποιεῖν εἰς μαρτυρίαν αὐτοῖς. Καὶ τί δὴ τοῦτό ἐστι; Πρόφασιν ἀεὶ ποιούμενοι τὴν εἰς τὸν νόμον αἰδῶ, καὶ διάκονον τῆς ἄνωθεν ἐντολῆς γεγενῆσθαι λέγοντες τὸν ἱεροφάντην Μωϋσέα, μικρὰ φρονεῖν ἐσπούδαζον περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ γοῦν ἔφασκον ἐναργῶς· «Ἡμεῖς οἴδαμεν ὡς Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ, οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ἔδει τοίνυν αὐτοὺς ἐξ αὐτῶν ἀναπείθεσθαι τῶν πραγμάτων, ὅτι τὸ Μωϋσέως μέτρον κατόπιν ἔρχεται τῆς δόξης τοῦ Χριστοῦ· ὁ μὲν γὰρ ἦν ὡς θεράπων πιστὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ὁ δὲ ὡς Υἱὸς, ἐπὶ τὸν οἶκον τοῦ Πατρός· καὶ ἐξ αὐτοῦ καὶ τοῦ θεραπεῦσαι τὸν λεπρὸν ἔξεστιν ἰδεῖν, καὶ μάλα σαφῶς ἐν ἀπαραβλήτοις ὑπεροχαῖς τῶν Μωϋσέως νόμων ὄντα Χριστόν. Ἐλεπρώθη μὲν γὰρ ἡ Μαριὰμ, ἀδελφὴ δὲ Μωϋσέως αὕτη, κατελάλησε γὰρ αὐτοῦ· καὶ κατεδάκνετο μὲν λίαν ἐπὶ τούτῳ Μωϋσῆς· ἐπειδὴ δὲ οὐκ ἦν ἱκανὸς ἀποστῆσαι τοῦ γυναίου τὴν νόσον, προσέπιπτε τῷ Θεῷ λέγων· «Ὁ Θεὸς, δέομαί σου, ἴασαι ταύτην.»

Πρόσχες τοίνυν ἀκριβῶς· αἴτησις ἦν ἐκεῖ, διὰ προσευχῆς τῆς ἄνωθεν ἡμερότητος ἠξίου τυχεῖν· ὁ δέ γε τῶν ὅλων Σωτὴρ μετ᾽ ἐξουσίας ἔφη τῆς θεοπρεποῦς· «Θέλω, καθαρίσθητι.» Οὐκοῦν μαρτύριον τοῖς ἱερεῦσιν ἦν ἡ τῆς λέπρας ἀποβολὴ, καὶ ἦν ἐντεῦθεν εἰδέναι τοὺς τὴν κρείττονα ψῆφον ἀπονέμοντας τῷ Μωϋσεῖ, ὅτι τῆς ἀληθείας ἔξω βαδίζουσιν· ἔδει γὰρ, ἔδει Μωϋσέα μὲν θαυμάζειν ὡς νόμου διάκονον, καὶ χάριτος ὑπουργὸν λαληθείσης δι᾽ ἀγγέλων, ὑπερθαυμάζειν δὲ τὸν Ἐμμανουὴλ, καὶ δοξολογεῖν αὐτὸν ὡς Υἱὸν ἀληθινὸν τοῦ Θεοῦ καὶ Πατρός. (A f. 85, H f. 262) Ἴδοι δ᾽ ἄν τις τὸ κατὰ Χριστὸν βαθὺ καὶ μέγα μυστήριον, ἐν τῷ Λευϊτικῷ ἡμῖν γραφόμενον· μεμολυσμένον μὲν γὰρ ἀποφαίνει τὸν λεπρὸν ὁ διὰ Μωϋσέως νόμος· ἐκπέμπεσθαι δὲ προστέταχε τῆς παρεμβολῆς, ὡς ἀκάθαρτον· ὅτε δὲ συμβαίνοι καταλωφῆσαι τὸ πάθος, τότε δὴ, τότε παραδεκτὸν γενέσθαι κελεύει.

Εἶτα καὶ τίνα τρόπον ἔσται καθαρὸς, διασαφεῖ λέγων· «Οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα· καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ· καὶ προστάξει ὁ ἱερεὺς, καὶ λήψονται τῷ κεκαθαρμένῳ δύο ὀρνίθια ζῶντα καθαρά· καὶ προστάξει ὁ ἱερεὺς, καὶ σφάξουσι τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφ᾽ ὕδατι ζῶντι· καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ, καὶ βάψει εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ᾽ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρισθήσεται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον.» Δύο μὲν οὖν τὰ πτηνὰ καὶ ἀκίβδηλα, τουτέστι καθαρὰ, καὶ μηδὲ μίαν ἔχοντα διαβολὴν τὴν ἀπὸ τοῦ νόμου· καὶ τὸ μὲν ἓν ἐσφάζετο ἐφ᾽ ὕδατι ζῶντι· τό γε μὴν ἕτερον μένον ἔξω σφαγῆς, εἶτα βαπτισθὲν ἐν τῷ αἵματι τοῦ τετελευκότος, ἐξεπέμπετο.

Ὑπεμφαίνει δ᾽ ἂν ὁ τύπος ἡμῖν τὸ μέγα καὶ σεπτὸν τοῦ Σωτῆρος ἡμῶν μυστήριον· ἦν μὲν γὰρ ἄνωθεν, τουτέστιν ἐκ τοῦ Πατρὸς καὶ ἐξ οὐρανῶν, ὁ Λόγος· ταύτῃτοι καὶ μάλα εἰκότως πτηνῷ παρεικάζεται. Καταπεφοίτηκε δὲ οἰκονομικῶς, εἰς ὁμοίωσιν τὴν πρὸς ἡμᾶς, καὶ ἔλαβε δούλου μορφήν· πλὴν καὶ οὕτως ἄνωθεν ἦν· καὶ δ᾽ οὖν ἔφασκεν Ἰουδαίοις ἐναργῶς προσλαλῶν. «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.» Καὶ πάλιν· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ὡς γὰρ ἔφην ἀρτίως, καὶ σὰρξ γεγονὼς, ἤγουν τέλειος ἄνθρωπος, οὐ γήϊνος ἦν, οὐ χοϊκὸς καθ᾽ ἡμᾶς, ἀλλ᾽ οὐράνιος καὶ ὑπερκόσμιος καθ᾽ ὃ νοεῖται Θεός. Πλὴν ἔστιν ἰδεῖν ἐν τοῖς ὀρνιθίοις, σαρκὶ μὲν παθόντα κατὰ τὰς Γραφὰς, μείναντα δὲ καὶ ἐπέκεινα τοῦ παθεῖν· καὶ ἀποθνήσκοντα μὲν ἀνθρωπίνως, ζῶντα δὲ θεϊκῶς· ζωὴ γὰρ ὁ Λόγος.

Καὶ γοῦν ὁ πάνσοφος μαθητὴς, θανατωθῆναι μὲν αὐτὸν ἔφη σαρκὶ, ζωοποιηθῆναι δὲ πνεύματι. Πλὴν εἰ καὶ τοῦ παθεῖν τὸν θάνατον εἰς ἰδίαν φύσιν ἄμοιρος ἦν ὁ Λόγος, ἀλλ᾽ οὖν οἰκειοῦται τὸ πάθος τῆς ἑαυτοῦ σαρκός. Ἐβαπτίζετο γὰρ τὸ ὀρνίθιον τὸ ζῶν ἐν τῷ αἵματι τοῦ τετελευτηκότος· πεφυρμένον δὲ τῷ αἵματι, μόνον δὲ οὐχὶ καὶ κοινωνῆσαν τοῦ πάθους, εἰς τὴν ἔρημον ἐξεπέμπετο· ἀναπεφοίτηκε γὰρ ἐν τοῖς οὐρανοῖς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός· καὶ ξένον ἦν ἐν οὐρανοῖς τὸ θέαμα. Κατεπλήττετο γοῦν ἡ τῶν ἀγγέλων πληθὺς, ἐν εἴδει βλέπουσα τῷ καθ᾽ ἡμᾶς, τὸν βασιλέα τῆς γῆς, καὶ τῶν δυνάμεων Κύριον· καὶ δὴ καὶ ἔφασκον· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;» τουτέστιν ἐκ γῆς· «ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ·» διερμηνεύεται δὲ σὰρξ, ἤτοι συνοχὴ καὶ θλίψις. Εἶτα τούτοις προσεπυνθάνοντο· «Τοιαῦται αἱ πληγαὶ αἱ ἀνὰ μέσον τῶν χειρῶν σου;» Ὁ δὲ πρὸς αὐτούς· «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.»

Ὥσπερ γὰρ ἀπιστήσαντι τῷ Θωμᾷ οἰκονομικώτατα λίαν καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐπιδεικνὺς τὰς χεῖρας, καὶ τοὺς ἐν αὐταῖς τῶν ἥλων τύπους ἐκέλευε ψηλαφᾷν καὶ τὰς ἐν τῇ πλευρᾷ διατρήσεις, οὕτω καὶ ἐν τῷ οὐρανῷ γεγονὼς, πεπληροφόρηκε τοὺς ἁγίους ἀγγέλους ὅτι δικαίως τῆς πρὸς αὐτὸν οἰκειότητος ἐκβέβληται καὶ ἀπώλισθεν ὁ Ἰσραήλ· διὰ τοῦτο πεφυρμένον ἐν αἵματι τὸ ἄμφιον, καὶ τὰς ἐν χερσὶν ἐπεδείκνυτο πληγὰς, οὐκ ἀναποβλήτους ἔχων αὐτάς· ἐγηγερμένος γὰρ ἐκ νεκρῶν, ἀπεδύσατο τὴν φθορὰν, καὶ σὺν αὐτῇ πάντα τὰ ἐξ αὐτῆς· ἀλλ᾽ ἵνα οἰκονομικῶς νῦν γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ.

Ἀλλ᾽ ἵσως ἐρεῖ τις· Πῶς οὖν ἕνα καὶ τὸν αὐτὸν φὴς Υἱὸν καὶ Κύριον Ἰησοῦν Χριστὸν, καίτοι δύο παρενηνεγμένων ὀρνιθίων; Ἢ τάχα που καταδείξειεν ἂν οὐκ ἀσυμφανῶς ὁ νόμος, ὡς δύο πάντως εἰσὶν υἱοὶ καὶ Χριστοί; Καὶ δυσσεβείας μὲν εἰς τοῦτο κατεβιβάσθησαν ἤδη τινὲς, ὡς οἴεσθαί τε καὶ λέγειν, ἕτερον μὲν εἶναι Χριστὸν ἰδικῶς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δ᾽ αὖ τὸν ἐκ σπέρματος Δαβίδ· ἡμεῖς δέ φαμεν τοῖς ὧδε ταῦτ᾽ ἔχειν ἐξ ἀμαθίας ὑπειληφόσιν· Ὁ θεσπέσιος γράφει Παῦλος· «Εἷς Κύριος, μία πίστις, ἒν βάπτισμα.» Οὐκοῦν εἰ δύο φασὶν υἱοὺς, δύο δὴ πάντως ἂν εἶεν οἱ κύριοι, δύο δὲ πίστεις, τοσαῦτα δὲ βαπτίσματα. Ψευδομαθήσει οὖν ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καθά φησιν αὐτός· ἀλλ᾽ οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Οὐκοῦν ἕνα Κύριον ἴσμεν, τουτέστι μονογενῆ τοῦ Θεοῦ Λόγον σεσαρκωμένον· οὐκ ἀνὰ μέρος τιθέντες ἄνθρωπον καὶ Θεὸν, ἀλλ᾽ αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἄνθρωπον γενέσθαι διαβεβαιούμενοι, μετὰ τοῦ μεῖναι Θεόν.

Ἐπειδὴ λεγέτωσαν οἱ δι᾽ ἐναντίας· Εἰ δύο φασὶν υἱοὺς, ἕνα μὲν ἰδικῶς τὸν ἐκ σπέρματος Δαβὶδ, ἕτερον δ᾽ αὖ ἀνὰ μέρος τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἆρ᾽ οὐκ ἀμείνων κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος τοῦ ἐκ σπέρματος Δαβίδ; Εἶτα τί δράσομεν τὰ δύο ὁρῶντες πτηνὰ, οὐχ ἑτεροφυῆ ὄντα ἀλλήλων, ὁμοειδῆ δὲ μᾶλλον, καὶ κατ᾽ οὐδὲν ἀλλήλων διαφέροντα, κατά γε τοῦ εἶναι τοῦθ᾽ ὅπερ ἐστίν· Οὐκοῦν συγχωρείτωσαν διὰ τὸ τῶν πτηνῶν ὁμοειδὲς, μηδὲν ἀνθρώπου διαφέρειν τὸν τοῦ Θεοῦ Λόγον· ἀλλ᾽ οὐκ αὔξονται· πολὺ γὰρ τὸ μεταξὺ θεότητος καὶ ἀνθρωπότητος· πλὴν χρὴ τὰ παραδείγματα κατὰ τὸν αὐτοῖς πρέποντα νοεῖσθαι λόγον· ἡττᾶται γὰρ τῶν ἀληθῶν, καὶ μερικὴν ἔσθ᾽ ὅτε ποιεῖται τῶν σημαινομένων τὴν ἔνδειξιν. Φαμὲν δὲ, ὡς σκιὰ καὶ τύπος ὁ νόμος ἦν, καὶ οἶόν τις γραφὴ παρατιθεῖσα πρὸς θέαν τοῖς ὁρῶσι τὰ πράγματα. Αἱ δὲ σκιαὶ τῆς τῶν γραφόντων ἐν πίνακι τέχνης, τὰ πρῶτα τῶν χρωμάτων εἰσίν· αἷς εἴπερ ἐπενεχθεῖεν τῶν χρωμάτων τὰ ἄνθη, τότε δὴ, τότε τῆς γραφῆς ἀπαστράψει τὸ κάλλος. Ἐπειδὴ οὖν ἔδει τὸν διὰ Μωϋσέως νόμον καταγράψαι σαφῶς τὸ Χριστοῦ μυστήριον, οὐκ ἐν ἐνὶ τῶν ὀρνιθίων ἀποθνήσκοντά τε ὁμοῦ καὶ ζῶντα καταδείκνυσιν αὐτὸν, ἵνα μὴ τερατοποιΐα σκηνικὴ δόξῃ εἶναι τὸ δρώμενον· ἀλλ᾽ ἐδέχετο μὲν ὡς ἐν ἑνὶ παθόντα τὴν σφαγήν· κατεδείκνυ δὲ τὸν αὐτὸν ἐν ἑτέρῳ ζῶντά τε καὶ ἀφειμένον.

Ἀποφῆναι δὲ τὸν ἐπὶ τῷδε λόγον οὐκ ἔξω βαίνοντα τοῦ εἰκότος, δι᾽ ἑτέρας ἱστορίας πειράσομαι. Εἰ γάρ τις τῶν καθ᾽ ἡμᾶς ἐπεθύμησεν ἰδεῖν καταγεγραμμένην ὡς ἐν πίνακι τὴν ἐπὶ τῷ Ἀβραὰμ ἱστορίαν, πῶς ἂν αὐτὸν ἐχάραξε ζωγράφος; Ἆρ᾽ ἐν ἑνὶ πάντα δρῶντα; ἢ ἀνὰ μέρος καὶ ἑτεροίως, ἤγουν ἑτεροειδῶς πλεισταχοῦ τὸν αὐτόν; Οἷον, φημὶ, ποτὲ μὲν ἐφιζήσαντα τῇ ὄνῳ συμπαραληφθέντος τοῦ παιδὸς καὶ ἑπομένων τῶν οἰκετῶν· ποτὲ δὲ αὖ πάλιν ἀπομεινάσης τῆς ὄνου κάτω τοῖς οἰκέταις ὁμοῦ, καταφορτίσαντα μὲν τοῖς ξύλοις τὸν Ἰσαὰκ, ἔχοντα δὲ μετὰ χεῖρας τὴν μάχαιραν καὶ τὸ πῦρ· καὶ μὴν καὶ ἑτέρωθι, τὸν αὐτὸν ἐν εἴδει πάλιν ἑτέρῳ, συμποδίσαντα μὲν τὸ μειράκιον ἐπὶ τὰ ξύλα, ὁπλίσαντα δὲ τῇ μαχαίρᾳ τὴν δεξιὰν, ἵν᾽ ἐπαγάγοι τὴν σφαγήν. Ἀλλ᾽ ἦν οὐχ ἕτερος καὶ ἕτερος Ἀβραὰμ, πλεισταχοῦ τῆς γραφῆς ὁρωμένης ἑτέρως, ἀλλ᾽ ὁ αὐτὸς πανταχοῦ, ταῖς τῶν πραγμάτων χρείαις συγκαθισταμένης ἀεὶ τῆς τοῦ γράφοντος τέχνης· οὐ γὰρ ἦν ἐνδεχόμενον ἐν ἐνὶ κατιδεῖν αὐτὸν πάντα δρῶντα τὰ εἰρημένα.

Γραφὴ τοιγαροῦν καὶ τύπος ἦν ὁ νόμος, πραγμάτων ὠδινόντων ἀλήθειαν· ὥστε κἂν δυὰς ὀρνέων ἦν, ἀλλ᾽ εἷς ἦν ὁ ἐν ἀμφοῖν, καὶ ὡς ἐν πάθει καὶ ἔξω πάθους, καὶ ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον, καὶ ἀναβαίνων εἰς οὐρανοὺς ἀπαρχή τις ὥσπερ δευτέρα τῆς ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν· αὐτὸς γὰρ ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὸ ἄνω τρίβον, καὶ ἑψόμεθα κατὰ καιροὺς αὐτῷ· τό γε μὴν τὸ ἓν τῶν ὀρνιθίων σφάζεσθαι, ἐν δὲ τῷ τοῦ σφαγέντος αἵματι τὸ ἕτερον βαπτίζεσθαι μὲν, ἀποπέμπεσθαι δὲ τῆς σφαγῆς, ἀντίτυπον δ᾽ ἂν εἴη τῶν ἀληθινῶν· ἀπέθανε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, καὶ ἡμεῖς εἰς τὸν αὐτοῦ θάνατον βεβαπτίσμεθα, καὶ σέσωκεν ἡμᾶς αἵματι τῷ ἰδίῳ. <Αὐτὸς δὲ ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι, κ.τ.λ.> (A f. 87, H f. 269) Περὶ αὐτὸν μὲν ἦν τῶν βασκάνων τὸ θέατρον· Γραμματεῖς δὲ οὗτοι καὶ Φαρισαῖοι, καὶ τῶν παραδόξως ἐπιτελουμένων ἐγίνοντο θεωροὶ, καὶ κατηκροῶντο διδάσκοντος· καὶ ἦν, φησὶ, δύναμις Θεοῦ εἰς τὸ ἰᾶσθαι αὐτόν· [ita cod. αὐτόν] ἆρα ὡς τοῦ Θεοῦ διδόντος αὐτῷ τὸ δύνασθαι κατορθοῦν τὰς θεοσημείας; ἆρα τὴν παρ᾽ ἑτέρου δύναμιν ἐδανείζετο; Καὶ τίς ὁ φάναι ταῦτα τολμῶν; Αὐτὸς γὰρ μᾶλλον ἦν ἐξ ἰδίας ἰσχύος ἐνεργῶν ὡς Θεὸς καὶ Κύριος, καὶ οὐχ ὡς θείας χάριτος μέτοχος.

Ἄνθρωποι μὲν γὰρ ἀξιοῦνται πολλάκις χαρισμάτων πνευματικῶν· ἀλλ᾽ ἔστιν ἰδεῖν ἐνιαχοῦ καὶ ἀσθενοῦντας ἔσθ᾽ ὅτε, καθ᾽ ὃν οἶδε λόγον αὐτὸς ὁ τῶν θείων χαρισμάτων διανομεύς· ἐπὶ δέ γε τοῦ πάντων ἡμῶν Σωτῆρος τοιοῦτον οὐδὲν, ἀλλ᾽ ἦν εἰς τὸ ἰᾶσθαι αὐτὸν, οὐκ ἀνθρωπίνη μᾶλλον, ἀλλὰ καὶ θεία καὶ ἄμαχος ἰσχύς· Θεὸς γὰρ ἦν, καὶ Υἱὸς Θεοῦ.—(D f. 19) Μόνος ὁ Χριστὸς ὡς διδάσκαλος καὶ σοφία ὢν τοῦ Πατρὸς διδάσκει· οἱ γὰρ ἄλλοι πάντες ἐξ αὐτοῦ δεχόμενοι διδάσκουσιν· ἦν δὲ, φησὶν, καὶ δυνάμις Κυρίου ἐπ᾽ αὐτὸν εἰς τὸ ἰᾶσθαι πάντας, τουτέστιν, οὐκ ἀνθρωπίνην εἶχεν ἰσχὺν εἰς τὸ ἰᾶσθαι, ἀλλὰ θείαν τινὰ καὶ ἄμαχον. Οἱ μὲν ἄλλοι ἅγιοι, ποτὲ μὲν λαμβάνουσι τὸ δύνασθαι ποιεῖν ἰάσεις, ποτὲ δὲ οὔ. Ἰησοῦς δὲ, ὡς Θεὸς, καὶ δύναμις ὢν τοῦ Πατρὸς, ἀεὶ πάντας ἐθεράπευσεν. <Καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, κ.τ.λ.> (D f. 19) Εἶτα οὐκ εὐαριθμήτου πλήθους τῶν Γραμματέων, φησὶν, καὶ Φαρισαίων συνειλεγμένου, ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον, ὃς ἦν παράλυτος· καὶ μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελθεῖν, ἀνεκόμισαν ἐπὶ τὸ δῶμα, ὡς ξένῳ καὶ καινῷ ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέραμον, μετεκίνησαν τὴν ἀποκειμένην ὕλην· καὶ ὅμως τούτων γινομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεωρῆσαι, καὶ ἰδεῖν τί λαλεῖ καὶ τί ποιεῖ.

Ἀναστομώσαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράβαττον, καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Τί οὖν ὁ Κύριος; Ἰδὼν τὴν πίστιν αὐτῶν, οὐ τὴν παραλελυμένου, ἀλλὰ τῶν κομισάντων· ἔνεστι γὰρ καὶ ἄλλον δι᾽ ἄλλων πίστιν θεραπεύεσθαι· ἢ καὶ αὐτὸν τὸν παράλυτον πιστεύσαντα ἰάσατο. Εἴποι δ᾽ ἄν τις ὕπαιθρον εἶναι τὸν τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατεβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες. Εἰπὼν δὲ πρὸς αὐτὸν ὁ Σωτήρ· «Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου,» κοινῶς τῇ ἀνθρωπότητι τοῦτο λέγει· ἔμελλον γὰρ οἱ πιστεύοντες εἰς αὐτὸν, ἰαθέντες τῶν ψυχικῶν παθημάτων τὰς ἁμαρτίας ἃς πρῶτον ἐπλημμέλουν ἀφίεσθαι.

Ἢ τοῦτό φησιν· Ἔδει με πρὸ τοῦ σώματος ἰάσασθαί σου τὴν ψυχήν. Ἐπεὶ ἐὰν μὴ τοῦτο γένηται, ἐπὶ πλεῖον ἁμαρτάνεις λαβὼν ἰσχὺν εἰς τὸ περιπατεῖν. Εἰ γὰρ καὶ μὴ ἐζήτησας τοῦτο, ἀλλ᾽ ἐγὼ ὡς Θεὸς ὁρῶ τὰ τῆς ψυχῆς πάθη ἐξ ὧν καὶ ἡ νόσος σοι συμβέβηκε. (A f. 87, B f. 58 b, C f. 116, H f. 269 b) Καλῶς οὖν ὁ Σωτὴρ, ἐπειδὴ ἀναγκαῖον ἦν, οὐκ εὐαριθμήτου πληθύος τῶν Γραμματέων καὶ Φαρισαίων συνειλεγμένης, γένεσθαί τι τῶν ὅτι μάλιστα θεοπρεπεστάτων εἰς ὄνησιν αὐτῶν, μικρὰ γὰρ ἐφρόνουν περὶ αὐτοῦ, ᾠκονομήθη τι πάλιν τῶν τεθαυμασμένων· ἔῤῥιπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος· ἐπειδὴ ἀσθενοῦσα πρὸς τὸ συμβὰν ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἀπεκομίζετο. Ὡς δὲ ἦν ἐν ὄψει λοιπὸν τοῦ θεραπεύειν ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ πίστις· ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, δείκνυσιν εὐθὺς ὁ Χριστός· ἐπεφώνει γὰρ τῷ κειμένῳ· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Ἀλλ᾽ ὥς γε οἶμαι, πρὸς τοῦτο ἐρεῖ τις· Ἀπαλλαγῆναι τῆς νόσου ἐβούλετο, καὶ πῶς ἄφεσιν αὐτῷ τῆς ἁμαρτίας Χριστὸς ἐπηγγέλλετο· Ἵνα μάθῃς ὅτι σεσιγημένως καὶ ἀψοφητὶ Θεὸς κατασκέπτεται τὰ ἀνθρώπινα, καὶ ἐφορᾷ τῆς ἑκάστου ζωῆς τὴν ὁδόν· οὕτω καὶ γέγραπται· «Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.»

Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, διασμήχει πολλάκις ἐξ ἁμαρτιῶν τοὺς ἐνειλημμένους, ἀῤῥωστίαν ἐμβάλλων τῷ σώματι· οὕτω γάρ πού φησι διὰ φωνῆς Ἱερεμίου· «Πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἱερουσαλήμ.» Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· «Υἱὲ, μὴ ὀλιγώρει παιδείαν Κυρίου, μὴ δὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Καλῶς οὖν ἄρα Χριστὸς τὰς τοῦ νοσεῖν ἀφορμὰς, καὶ οἷον τοῦ πάθους τὴν ῥίζαν, τουτέστιν τὴν ἁμαρτίαν, προαποκείρειν ἐπαγγέλλεται· ἐξαιρεθείσης γὰρ ταύτης, δι᾽ ἣν καὶ τὸ πάθος, ἕδει πάντως συναναιρεθῆναι τὴν νόσον. <Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ Γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες, κ.τ.λ.> (A f. 87 b, C f. 116 b, H f. 271) Ὁ μὲν οὖν, ὅπερ εἴρηται, θεοπρεπεστάτην ἔχων τὴν ἐξουσίαν, τὴν τῶν ἁμαρτιῶν ἄφεσιν ἐπηγγέλλετο· θορυβεῖ δὲ πάλιν ὁ λόγος τὸ δυσμαθὲς καὶ βάσκανον τῶν Φαρισαίων ἐργαστήριον· προσελάλουν γὰρ ἀλλήλοις· Τίς οὗτός ἐστιν ὃς λαλεῖ βλασφημίας; Ἀλλ᾽ οὐκ ἂν ἔφης ταῦτα, ὦ Φαρισαῖε, περὶ αὐτοῦ, εἰ τὰς θείας ἠπίστασο Γραφὰς, εἰ τῶν προφητικῶν ἐμέμνησο λόγων, εἰ τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως συνῆκας μυστήριον.

Βλασφημίας δὲ ἐγκλήματι περιβάλλουσι, τὴν ἐσχάτην αὐτοῦ καθορίζοντες δίκην, καὶ θάνατον καταψηφιζόμενοι· τὸν γὰρ εἰπόντα δυσφημίας κατὰ τοῦ Θεοῦ θάνατον ὑπομένειν ὁ διὰ τοῦ Μωϋσέως προσέταττε νόμος. Ἐπειδὴ δὲ ἅπαξ τοῦτο τετολμήκασι, δείκνυσιν εὐθὺς ὅτι Θεός ἐστιν, ἵνα πάλιν οὐ φορητῶς δυσσεβοῦντας ἐλέγξῃ. Τί γὰρ, φησὶ, διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Οὐκοῦν, ὅταν λέγεις, ὦ Φαρισαῖε, Τίς δύναται ἁμαρτίας ἀφιέναι, εἰ μὴ εἷς ὁ Θεός; ἐρῷ σοι κἀγώ· Τίς δύναται καρδίας εἰδέναι καὶ τοὺς ἐν τῷ βάθει τῆς διανοίας λογισμοὺς καθορᾷν, εἰ μὴ μόνος ὁ Θεός; Αὐτὸς γάρ πού φησι διὰ φωνῆς τῶν προφητῶν, ὅτι «Ἐγὼ Κύριος ἐτάζων καρδίας, καὶ δοκιμάζων νεφρούς.» Ἔφη δέ που καὶ ὁ Δαβὶδ περί τε αὐτοῦ καὶ ἡμῶν· «Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν.» Οὐκοῦν ὁ εἰδὼς καρδίας τε καὶ νεφροὺς ὡς Θεὸς, οὗτος ἀφίησι καὶ ἁμαρτίας ὡς Θεός. <Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου, κ.τ.λ.> (A f. 88, H f. 272) Εἶτα ἐπειδὴ ἐν μὲν γὰρ τῷ εἰπεῖν, «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου,» τόπος ἐστὶ πολλάκις ἀπιστίας εὐάφορμος· ἀφιεμένας γὰρ ἁμαρτίας ἄνθρωπος οὐχ ὁρᾷ τοῖς τοῦ σώματος ὀφθαλμοῖς· τὸ δὲ ἀποβαλεῖν τὴν νόσον, καὶ ἀναστάντα περιπατεῖν τὸν παράλυτον, ἀπόδειξιν ἔχει σαφῆ τῆς θεοπρεποῦς ἰσχύος, ἐπάγει· «Ἐγερθεὶς ἆρον τὸ κλινίδιόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» (

A f. 88, H f. 273) Ὃ δὴ καὶ πέπρακται· ὑπενόστησε γὰρ εἰς τὴν οἰκίαν, τῆς οὕτω μακρᾶς ἀῤῥωστίας ἀπηλλαγμένος. Δέδεικται τοίνυν δι᾽ αὐτοῦ τοῦ πράγματος, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ γῆς ἀφιέναι ἁμαρτίας. Καὶ περὶ τίνος ἆρα τοῦτό φησιν; ἆρα περὶ αὑτοῦ ἢ καὶ περὶ ἡμῶν, Ἀληθὲς τοῦτό τε κἀκεῖνο· αὐτὸς μὲν γὰρ ὡς ἐνανθρωπήσας Θεὸς, ὡς τοῦ νόμου Κύριος, ἀφίησιν ἁμαρτίας· ἐλάβομεν δὲ καὶ ἡμεῖς παρ᾽ αὐτοῦ τὴν οὕτω λαμπρὰν καὶ ἀξιοθαύμαστον χάριν· ἐστεφάνωσε γὰρ τὴν ἀνθρώπου φύσιν καὶ τῇ τοιᾷδε τιμῇ· καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν· «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.» Πότε δὲ ταῦτα πρὸς αὐτοὺς εὑρίσκεται λέγων; Ὅτε πατήσας τοῦ θανάτου τὸ κράτος καὶ ἐγηγερμένος ἐκ νεκρῶν, ἐνεφύσησεν αὐτοῖς λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἀποδείξας γὰρ αὐτοὺς τῆς αὐτοῦ φύσεως κοινωνοὺς, καὶ ἐνοικίσας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, τότε καὶ τῆς ἑαυτοῦ δόξης ἀπέφηνε κοινωνοὺς, δοὺς ἐξουσίαν ἀφιέναι τε καὶ κρατεῖν ἁμαρτίας.

Ὅτι τοίνυν ἡμεῖς αὐτὸ δὴ τοῦτο πληροῦν προστετάγμεθα, πῶς οὐ πολὺ μᾶλλον αὐτὸς ἀφίησιν ἁμαρτίας, ὁ δοὺς ἑτέροις τὴν ἐξουσίαν τοῦ δύνασθαι τοῦτο δρᾷν; <Καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν.> (A f. 88 b, B f. 60, C f. 116 b, H f. 275) Τελώνης γὰρ ἦν ὁ Λευῒς, ἀνὴρ ἄπληστος εἰς φιλοκερδείας, ἀχάλινος εἰς πλεονεξίαν, τῶν οὐδὲν αὐτῷ προσηκόντων ἄδικος ἐραστής· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα. Ἀλλ᾽ ἐξ αὐτῶν ἡρπάζετο τῶν τῆς ἀδικίας ἐργαστηρίων, καὶ σέσωσται παραδόξως, κεκληκότος αὐτὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτῷ· «Ἀκολούθει μοι· ὁ δὲ πάντα ἀφεὶς, ἠκολούθησεν αὐτῷ.»—(A f. 89, H f. 276 b) Ὁρᾷς ὡς ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, ὡς Χριστὸς ἦλθεν ἁμαρτωλοὺς σῶσαι; Ὁρᾷς ὡς σαρκωθεὶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰ σκεύη τοῦ διαβόλου μετέστησεν εἰς ἑαυτόν; Καὶ σέσωσται μὲν ὁ Λευῒς, ἡμῖν δὲ τὸ πρᾶγμα χρηστὰς ἐνεποίησε τὰς ἐλπίδας. Ὡς γὰρ σώσει τὸ μετανοεῖν, ἐξ αὐτοῦ τοῦ γεγονότος δεδιδάγμεθα. Πιστώσεται δὲ καὶ αὐτὸς ὁ τῶν ὅλων Δεσπότης Θεὸς διὰ φωνῆς προφήτου λέγων· «Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε, οἱ ἀπ᾽ ἐσχάτου τῆς γῆς.» Ἀλλ᾽ οὐδὲν τούτων τοὺς Φαρισαίους ἐνέτρεψεν· ἀλλ᾽ ἐγκαλοῦσι τοῖς μαθηταῖς· ἄκουε γάρ· <Καὶ ἐγόγγυζον οἱ Γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι, πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, κ.τ.

λ.> (A f. 89, C f. 117, G f. 11 b, H f. 277 b) Ἀλλ᾽ εἰσί τινες οἱ τῆς θείας γαληνότητος ἐπιχειροῦντες ἀποστερεῖν τοὺς ταῖς ἁμαρτίαις ἐνειλημμένους· οὐ γὰρ παραδέχονται τὴν μετάνοιαν, ἀλλ᾽ οἷον ἐπιτιμῶσι τῷ σώζοντι, ζητοῦντι τὰ ἑαυτοῦ, καὶ πανταχόθεν συλλέγοντι τὸ ἐσκορπισμένον. Πρὸς οὓς ἐροῦμεν· Ἐγόγγυζον πρὸ ὑμῶν οἱ Φαρισαῖοι, κεκλημένον ὁρῶντες τὸν Λευῒν, καὶ τελωνῶν ὄχλον συναγηγερμένων καὶ συνεστιωμένων τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Εἶτα προσιόντες τοῖς ἁγίοις ἀποστόλοις, κατῃτιῶντο λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν ἐσθίετε καὶ πίνετε; Ἀλλ᾽ ἤκουον· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ. Ὁ γὰρ τῶν ὅλων Σωτὴρ, ἅτε δὴ ἰατρὸς ὑπάρχων πνευμάτων, οὐκ ἀποφοιτᾷ τῶν δεομένων αὐτοῦ, καὶ ὡς διασμῆξαι δυνάμενος, τοῖς οὕπω κεκαθαρμένοις οἰκονομικῶς συνηυλίζετο. Ἴδωμεν δὲ, Φαρισαῖε, τοῦ σοῦ φρονήματος τὴν ἀγερωχίαν· ὁποίων σοι γεγονέναι αἰτιαμάτων πρόξενος ἡ κατὰ τῶν ἐν ἁμαρτίαις ὀφρὺς, αὐτὸν λάβωμεν ἐξηγητὴν, τὸν πάντα εἰδότα Χριστόν· ἔφη γὰρ περὶ Φαρισαίου μεγαλαυχοῦντος ἐν τῷ προσεύχεσθαι, καὶ τελώνου τινὸς ἑαυτοῦ κατηγοροῦντος· «Ἀμὴν λέγω ὑμῖν, ὅτι κατέβη δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρ᾽ ἐκεῖνον τὸν Φαρισαῖον.» Ἄρ᾽ οὖν δεδικαίωται ὁ τελώνης, ὁμολογήσας τὴν ἁμαρτίαν ὑπὲρ τὸν ὑπερόπτην Φαρισαῖον.—(B.

f.60) Δι᾽ ἣν δὲ αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ Σωτῆρος ἁμαρτωλοῖς συνεσθίοντος;

Ὅτι νόμος ἦν διαστέλλειν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου, τουτέστιν ἡγιασμένον μὴ συναναμίγνυσθαι βεβήλοις· τοῦτον ἐκδικοῦντες δῆθεν τὸν νόμον ἐνεκάλουν· τὸ δὲ ἦν φθόνος κατὰ τοῦ Κυρίου, καὶ φιλοσκωμμοσύνη.

Δείκνυσιν οὖν αὐτοῖς, ὅτι οὐχ ὡς κριτὴς πάρεστι νῦν, ἀλλ᾽ ὡς ἰατρός· καὶ ποιεῖ τὸ ἐπιβάλλον τῇ ἰατρικῇ, συνὼν τοῖς ἰάσεως δεομένοις. Ἐπειδὴ δὲ τοῦ πρώτου τὸν λόγον ἐδέξαντο, καὶ ἕτερον προστιθέασιν αἰτιώμενοι τὸ μὴ νηστεύειν τοὺς μαθητὰς, ἐντεῦθεν βουλόμενοι πορίσασθαι λαβὴν κατ᾽ αὐτοῦ. (A f. 89 b, B f. 60, H f. 278 b) Ὅρα δὲ τὴν ἐπιμονὴν τῆς κακουργίας αὐτῶν. Ἐπειδὴ τοῦ πρώτου τὸν λόγον ἐδέξαντο, ἀπ᾽ ἄλλων εἰς ἄλλα μεταβαίνουσι, βουλόμενοι λαβὴν ποιήσασθαι καὶ ἀποφῆναι τοὺς ἁγίους μαθητὰς, καὶ αὐτὸν δὲ σὺν αὐτοῖς τὸν Ἰησοῦν, ὀλίγα τοῦ νόμου πεφροντικότας· ἀλλ᾽ ἀκούουσι πάλιν· Νυμφών ἐστι νῦν, καιρὸς κλήσεως, καιρὸς διδασκαλίας· ἀνατρέφονται οἱ παῖδες, γαλουχοῦνται οἱ κεκλημένοι, οὐκ ἔχει καιρὸν ἡ νηστεία. Ναὶ γὰρ, φασὶ, συνεστιᾶσθε τελώναις καὶ ἁμαρτωλοῖς, καίτοι τοῦ νόμου προστάττοντος μὴ συναναμίγνυσθαι τοῖς ἀκαθάρτοις τὸν καθαρόν· καὶ πρόφασις ὑμῖν τοῦ παραβαίνειν τὸν νόμον, ἡ φιλανθρωπία γέγονε. Διὰ τί μὴ νηστεύετε κατά γε τὸ εἰωθὸς τοῖς ἐπιεικέσι καὶ ζῇν ἐθέλουσι νομικῶς; Πρὸς δὲ τὰ τοιαῦτα φαίη τις ἄν· Ὅλως γὰρ οἶδας, ὦ Ἰουδαῖε, τοῦ νηστεύειν τὴν ὁδόν;

Νενήστευκάς ποτε κατὰ τὸ θέλημα τοῦ Θεοῦ; Ὡς γάρ φησιν ὁ προφήτης Ἡσαΐας· «Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῖν ὑπονύσσετε. Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινὸν, ἵνα τί μοι νηστεύετε; Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Εἶτα, πῶς ὁ νηστεῦσαι μὴ εἰδὼς, αἰτιᾷ τοὺς ἁγίους ἀποστόλους ὅτι μὴ νηστεύουσι κατὰ σέ; Καὶ καθ᾽ ἕτερον δὲ τρόπον οἱ διὰ τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης σεσοφωμένοι, νηστεύουσι λογικῶς· τοῦτο μὲν, ταπεινοῦντες ἑαυτοὺς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, καὶ αὐτόβλητον ὥσπερ ἐφ᾽ ἑαυτοῖς ἄγοντες δίκην, τὴν ἀπό γε τοῦ πόνου καὶ τῆς ἀσιτίας, ἵνα πλημμελημάτων ἀμνηστίαν κομίσωνται, ἢ γοῦν ἕτερον χάρισμα κερδάνωσι πνευματικὸν, ἢ καὶ τὸν τῆς ἁμαρτίας κατανεκροῦντες νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρκός· ταύτην δὲ οὐκ οἶσθα τὴν ὁδὸν, ὦ Φαρισαῖε· οὐ γὰρ παρεδέξω τὸν ἐξ οὐρανοῦ νυμφίον, τὸν ἁπάσης ἀρετῆς σπορέα καὶ διδάσκαλον, δηλονότι Χριστόν.

Ἔτι οἱ μὲν ἅγιοι διὰ τοῦτο νηστεύουσιν, ἵνα κατατῆκον τες τὸ σῶμα, κατευνάσωσι τὰ ἐν αὐτῷ πάθη· ὁ δὲ Χριστὸς οὐ χρείαν εἶχε νηστείας πρὸς κατόρθωσιν ἀρετῆς, παντὸς ὢν πάθους, ὡς Θεὸς, ἐλεύθερος· πλὴν οὔτε οἱ συνόντες αὐτῷ, μεταλαμβάνοντες τῆς δι᾽ αὐτοῦ χάριτος, καὶ ἰσχυροποιούμενοι, καὶ τὴν ἀρετὴν ἐργαζόμενοι καὶ δίχα νηστείας· εἰ δὲ καὶ ἐνήστευσε τὰς τεσσαράκοντα ἡμέρας, οὐχ ἵνα νεκρώσῃ ἐν ἑαυτῷ τὰ πάθη, ἀλλ᾽ ἵνα τοῖς ἀνθρώποις τὸν τῆς ἐγκρατείας ἐν ἑαυτῷ διαγράψῃ νόμον. Εἰκότως τοίνυν ἀπολογεῖται λέγων ταῦτα ἅπερ ἐπάγει ὁ εὐαγγελιστής. <Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν;> (A f. 90, H f. 279 b) Ἄθρει δή μοι πάλιν, πῶς αὐτοὺς ἀποφαίνει Χριστὸς οὐ μετεσχηκότας τῆς ἑορτῆς, ἀλλ᾽ ἠμοιρηκότας εἰσάπαν τῆς ἐπ᾽ αὐτῷ θυμηδίας, ἔξω τε κειμένους πανηγύρεως οἰκουμενικῆς· πανήγυρις γὰρ, καὶ ἕτερον οὐδὲν, ἡ τοῦ Σωτῆρος ἡμῶν εἰς τόνδε τὸν κοσμὸν ἀνάδειξις, καθάπερ τινὰ νύμφην συνάπτουσα νοητῶς αὐτῷ τὴν ἀνθρώπου φύσιν· ἵν, ἡ πάλαι στείρα, εὔκαρπος γένηται καὶ γονιμωτάτη.

Οὐκοῦν τοῦ μὲν νυμφῶνος υἱοὶ πάντες, ὅσοι κέκληνται παρ᾽ αὐτοῦ διὰ τοῦ νέου τε καὶ εὐαγγελικοῦ κηρύγματος· οὐκέτι δὲ καὶ οἱ Γραμματεῖς καὶ Φαρισαῖοι, μόνῃ προσέχοντες τῇ τοῦ νόμου σκιᾷ. —(A f. 90, H f. 180 b) Ἐπειδὴ δὲ ἅπαξ τοῖς τοῦ νυμφῶνος υἱοῖς συγκεχώρηκε τὸ ὡς ἐν καιρῷ καὶ χρείᾳ μὴ χρῆναι πονεῖν, ὡς ἑορτὴν τελοῦντας πνευματικὴν, ἵνα μὴ ἀπόβλητος ἡ νηστεία γένηται παρ᾽ ἡμῖν εἰς ἅπαν, οἰκονομικώτατα λίαν ἐπιφέρει λέγων· <Ἐλεύσονται δὲ ἡμέραι καὶ ὅτε ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος· τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.> (A f. 90, H f. 280 b) Πάντα γὰρ καλὰ ἐν καιρῷ αὐτῶν. Τί δέ ἐστι τὸ ἀρθῆναι ἀπ᾽ αὐτῶν τὸν νυμφίον;

Τὸ ἀναληφθῆναι δηλονότι. <Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτούς, κ.τ.λ.> (A f. 90 b, B f. 60 b, G f. 12, H f. 281) Ὅτι δὲ ἀπαράδεκτα τοῖς τὴν νομικὴν ἔχουσιν ἀγωγὴν τὰ διὰ Χριστοῦ θεσπίσματα, καὶ ἀχώρητά πώς εἰσιν ἀνθρώπων καρδίαις οὔπω λαχούσαις τὸν διὰ τοῦ ἁγίου Πνεύματος ἀνακαινισμὸν, διαδείκνυσι λέγων ὁ Κύριος, μὴ δύνασθαι ῥάκος ἱματίου καινῷ προσβάλλεσθαι· μήτε μὴν ἀσκοὺς παλαιοὺς οἶνον νέον δύνασθαι χωρεῖν. Πεπαλαίωται μὲν γὰρ ἡ πρώτη διαθήκη, καὶ οὐκ ἦν ἄμεμπτος· οὐκοῦν οἱ ταύτῃ προσκαθήμενοι, καὶ τὴν γηράσασαν ἐντολὴν εἰς νοῦν ἔχοντες, ἀμέτοχοι μέν εἰσι τῆς ἐν Χριστῷ καινότητος· «Πάντα γὰρ γέγονεν ἐν αὐτῷ καινά·» σεσαθρωμένην δὲ τὴν διάνοιαν ἔχοντες, ἀσύμβατοί τε καὶ ἀσυναφεῖς εἰσι τοῖς τῆς νέας διαθήκης ἱερουργοῖς. Καὶ γοῦν δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν ἔφη που περὶ αὐτῶν ὁ τῶν ὅλων Θεὸς, ὅτι «Καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς.» Ψάλλει δὲ καὶ Δαβίδ· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.» Προστετάγμεθα δὲ καὶ ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν.

Συμβουλεύει δὲ καὶ Παῦλος λέγων· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον.» Οὐκοῦν οἱ μήπω τὸν ἐν πνεύματι λαχόντες ἀνακαινισμὸν, οὐδὲ δοκιμάζειν ἴσασι τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον· ἀσκὸς τοιγαροῦν παλαιὸς, ἡ τῶν Ἰουδαίων καρδία· καὶ οὐ κεχώρηκε διὰ τοῦτο τὸν οἶνον τὸν νέον, τουτέστι τὸ εὐαγγελικὸν καὶ σωτήριον θέσπισμα, τὸ καρδίαν εὐφραῖνον ἀνθρώπου. Ἡμᾶς δὲ μεστοὺς τῶν τοιούτων ἀγαθῶν ἀπέφηνεν ὁ Χριστός.

ΚΕΦΑΛ. ϛʹ. <Τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς Σάββασι, (A f. 91 b, B f. 61 b, H f. 284 b) Ἔτι καινὴν διαθήκην ἡμῖν ὑπισχνεῖται Θεὸς, ὡς παλαιωθείσης τῆς πρώτης, καὶ ἐγγὺς γενομένης ἀφανισμοῦ, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Καί γέ φησι δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Οὐκοῦν εἰ ἑτέρα παρὰ τὴν πρώτην ἐστὶ καὶ δευτέρα ἡ καινὴ, πᾶσά πως ἀνάγκη τοὺς ἀποπεραίνειν αὐτὴν ἐθέλοντας οὐχὶ τοῖς ἀρχαίοις κεχρῆσθαι νόμοις, ἀλλὰ τοῖς εἰς καινότητα πολιτείας εὐαγγελικῆς ἀποφέρειν εἰδόσιν. Ἀλλ᾽ οὐδὲν τῶν τοιούτων εἰς νοῦν ἐσχηκότας ἔνεστιν ἰδεῖν τοὺς Γραμματέας τε καὶ Φαρισαίους· ἀνεπιστήμονες γὰρ παντελῶς τῶν ἱερῶν εἰσι Γραμμάτων· εἶς δὲ γέγονεν αὐτοῖς ὁ σκοπὸς, τὸ διασύρειν ἀεὶ τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα.

Ἐφεδρεύουσι γοῦν τοῖς ἁγίοις ἀποστόλοις, ἑπομένοις ἀπερισπάστως τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, καί φασιν αὐτῷ περὶ αὐτῶν· Ἰδοὺ τοῖς νομικοῖς ἐντάλμασιν ἐναντιουμένους ὁρῶμεν τοὺς ὑπὸ σοῦ παιδαγωγουμένους· δρῶσι γὰρ ὃ οὐκ ἔξεστι ποιεῖν τοῖς Σάββασι· τοῦ γὰρ νόμου κελεύοντος ἀργεῖν ἐν Σαββάτῳ, καὶ μηδενὸς παντάπασιν ἅπτεσθαι πόνου, περιτρίβουσι ταῖς χερσὶν ἀστάχυας οἱ μαθηταί. Σὺ δὲ αὐτὸς εἰπέ μοι, τὴν σαββατικὴν σαυτῷ τράπεζαν παραθεὶς, οὐ συνθραύεις τὸν ἄρτον; Τί οὖν ἑτέρους αἰτιᾷ; Ἵνα δέ σοι καὶ αὐτοὺς ἐπιτειχίσωμεν τοῦ Σωτῆρος τοὺς λόγους, ἄκουε· <Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς;

Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαβίδ; κ.τ.λ.> (A f. 91 b, B f. 61 b, H f. 284 b) Ἀλλὰ καίτοι ταῦτα πεπραχὼς ὁ Δαβὶδ, παρά γε τὸ τῷ νόμῳ δοκοῦν, τοῦ παντὸς παρ᾽ ἡμῖν ἀξιοῦται θαύματος, ὀρθῶς καὶ δικαίως· καὶ γὰρ ἦν ἀληθῶς ἅγιος καὶ προφήτης. Οὐκοῦν τοῦ διὰ Μωϋσέως νόμου φάσκοντος ἐναργῶς, «Κρῖμα δίκαιον κρίνατε, καὶ οὐ λήψῃ πρόσωπον ἐν κρίσει,» πῶς τοὺς ἐμοὺς, φησὶ, κατεκρίνατε μαθητὰς, καὶ εἰς δεῦρο θαυμάζοντες ὡς ἅγιον καὶ προφήτην τὸν μακάριον Δαβὶδ, καίτοι τὴν Μωϋσέως ἐντολὴν οὐ τετηρηκότα;—(A f 92, B f. 287) Διὰ μὲν οὖν τῶν ἄρτων, σαφῶς ὁ ἄρτος ἡμῖν ὁ ἐξ οὐρανοῦ δείκνυται προκεισόμενος ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν. Ὅσα δὲ σκεύη τῆς τραπέζης, δι᾽ ὧν ἡ μυστικὴ χρεία πληροῦται, τῶν θείων κειμηλίων τύπος ἂν εἴη σαφής.—Πνευματικῶς δὲ τοὺς δώδεκα ἀποστόλους· περὶ ὧν ἑξῆς δὲ εἰρήσεται, ὅτε εἰς αὐτοὺς δὴ τοὺς μαθητὰς ἡμῖν ὁ λόγος περιελεύσεται. <Καὶ ἐδίδασκεν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.> (A f. 92 b, B f. 61 b, G f. 12 b, H f. 288 b) Ἐδίδασκε δὲ πάντως που τὰ ὑπὲρ νοῦν, καὶ ὅσα τῆς δι᾽ αὐτοῦ σωτηρίας ἐμφανῆ καθίστη τὴν ὁδὸν τοῖς ἀκροωμένοις· εἶτα ταῖς μυσταγωγίαις ἑπομένην εὐθὺς τῆς θεοπρεποῦς ἰσχύος ἐποιεῖτο τὴν ἐπίδειξιν, μονονουχὶ καταλεαίνων τῷ λόγῳ τὴν εἰς τὸ πιστεύεσθαι τρίβον· μεθίστησι γὰρ ἔσθ᾽ ὅτε τὸ θαῦμα πρὸς πίστιν, κἂν ἀπιστῆται λόγος.

Φαρισαῖοι δὲ παρετηροῦντο αὐτὸν, εἰ ἐν Σαββάτῳ θεραπεύσει. Τοιοῦτος γάρ ἐστι βάσκανος ἀνήρ· τὰς ἑτέρων εὐφημίας τροφὴν ποιεῖται τῇ νόσῳ, καὶ ταῖς ἑτέρων εὐκλείαις ἀδίκως ἐπιμαίνεται. Καὶ τί πρὸς τοῦτο πάλιν ὁ πάντα εἰδὼς, ὁ τὰς καρδίας ἐτάζων καὶ γινώσκων τὰ ἐν αὐταῖς; «Τὸ γὰρ φῶς μετ᾽ αὐτοῦ ἐστι,» κατὰ τὸ γεγραμμένον. Εἶπε τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· «Στῆθι εἰς τὸ μέσον.» Καὶ τίς ὁ λόγος τοῦ πράγματος;

Τάχα ὅπως καλέσῃ πρὸς ἔλεον τὸν ἀπηνῆ καὶ ἀφιλοικτείρμονα Φαρισαῖον· τάχα δυσωπήσει τὸ πάθος αὐτοὺς, καὶ τὰς τοῦ φθόνου φλόγας ἠρεμεῖν ἀναπείσει. <Ἐπερωτήσω ὑμᾶς τι· ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; κ.τ.λ.> (A f. 92 b, H f. 289) Σοφωτάτη δὲ λίαν ἡ πεῦσις, πρέπουσα ταῖς ἐκείνων ἀβελτηρίαις ἡ πρότασις. Εἰ μὲν γὰρ ἔξεστιν ἀγαθοποιεῖν ἐν Σαββάτῳ, καὶ τὸ κωλύον οὐδὲν ἐλεεῖσθαι παρὰ Θεοῦ τοὺς κάμνοντας, παῦσαι συλλέγων τῆς κατὰ Χριστοῦ συκοφαντίας τὰς ἀφορμὰς, καὶ τῆς σαυτοῦ κεφαλῆς καταχέων τὴν δίκην, ἣν ἐπήρτησεν ὁ Πατὴρ τοῖς ἀτιμάζουσι τὸν Υἱόν. Ἤκουσας λέγοντος περὶ αὐτοῦ διὰ φωνῆς τοῦ Δαβίδ· «Καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.» Εἰ δὲ οὐκ ἔξεστιν εὖ ποιεῖν ἐν Σαββάτῳ, καὶ κεκώλυκεν ὁ νόμος σώζεσθαι ψυχὴν, γέγονας τοῦ νομοθέτου κατήγορος· διαβέβληκας ἐντολὴν, ἐφ᾽ ᾗ καὶ τεθαύμασται ἡ διὰ Μωϋσέως διακονία. Ἀλλ᾽ οὐχ ἑαυτῷ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν ἐπὶ τῷ Σαββάτῳ τέθεικε νόμον, ἡμῖν δὲ μᾶλλον τοῖς ὑπέχουσιν αὐτῷ τὸν αὐχένα. Καλῶς ἔφης· ἐπαινῶ τοὺς λόγους· οὐκοῦν ἀνάγκης καὶ νόμου τὸ Θεῖον ἐλεύθερον.

Πῶς οὖν αἰτιᾷ καὶ ἐν Σαββάτῳ Χριστὸν ἐλεεῖν ἐθέλοντα καὶ εὐεργετοῦντα ψυχήν; Ὅταν δὲ καὶ ἐπὶ τῷ Σαββάτῳ τεθέντα νόμον πολυπραγμονεῖν ἐθέλωμεν, ἐλεημοσύνης ἕνεκα τῆς παρὰ Θεοῦ διωρισμένον εὑρήσομεν· ἐκέλευσε γὰρ ἀργεῖν ἐν Σαββάτῳ, καὶ μηδενὸς τὸ σύμπαν ἅπτεσθαι πόνου, ἀνίεσθαι δὲ μᾶλλον καὶ αὐτοῖς ὁμοῦ τοῖς ἀλόγοις τῶν ζώων· ἔφη γὰρ, ὅτι «Ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου.» Ὁ δὲ καὶ βοῦν ἐλεῶν, καὶ τὰ ἕτερα τῶν κτηνῶν, πῶς οὐκ ἂν ἠλέησεν ἄνθρωπον ἐν Σαββάτῳ δεινῇ καὶ ἀφύκτῳ περιπεσόντα νόσῳ; <Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας.> (A f. 93, G f. 13, H f. 280 b) Οὐκ ἀρκεῖ σοι τὸ παράδοξον εἰς πίστιν; Ὁρᾷς ἐνεργοῦντα θεοπρεπῶς, καὶ μετ᾽ ἐξουσίας τῆς ἀνωτάτω θεραπεύοντα τοὺς ἐν ἀῤῥωστίαις, καὶ τὸν ἐκ φθόνου καὶ βασκανίας ὠδίνεις φόνον; <Ἐξῆλθεν εἰς τὸ ὄρος προσεύχεσθαι.> (A f. 93 a b, B f. 62, G f. 13 b, H f. 290 b sq.) Πάντα πρὸς οἰκοδομὴν ἡμετέραν, καὶ εἰς ὄνησιν τῶν πιστευόντων εἰς αὐτὸν εἰργάζετο Χριστὸς, καὶ πνευματικῆς πολιτείας εἰκόνα τρόπον τινὰ τὰ καθ᾽ ἑαυτὸν ἀναθεὶς, ἀληθινοὺς ἤθελεν ἀποφαίνειν προσκυνητάς.