Ἄνθρωποι μὲν γὰρ ἀξιοῦνται πολλάκις χαρισμάτων πνευματικῶν· ἀλλ᾽ ἔστιν ἰδεῖν ἐνιαχοῦ καὶ ἀσθενοῦντας ἔσθ᾽ ὅτε, καθ᾽ ὃν οἶδε λόγον αὐτὸς ὁ τῶν θείων χαρισμάτων διανομεύς· ἐπὶ δέ γε τοῦ πάντων ἡμῶν Σωτῆρος τοιοῦτον οὐδὲν, ἀλλ᾽ ἦν εἰς τὸ ἰᾶσθαι αὐτὸν, οὐκ ἀνθρωπίνη μᾶλλον, ἀλλὰ καὶ θεία καὶ ἄμαχος ἰσχύς· Θεὸς γὰρ ἦν, καὶ Υἱὸς Θεοῦ.—(D f. 19) Μόνος ὁ Χριστὸς ὡς διδάσκαλος καὶ σοφία ὢν τοῦ Πατρὸς διδάσκει· οἱ γὰρ ἄλλοι πάντες ἐξ αὐτοῦ δεχόμενοι διδάσκουσιν· ἦν δὲ, φησὶν, καὶ δυνάμις Κυρίου ἐπ᾽ αὐτὸν εἰς τὸ ἰᾶσθαι πάντας, τουτέστιν, οὐκ ἀνθρωπίνην εἶχεν ἰσχὺν εἰς τὸ ἰᾶσθαι, ἀλλὰ θείαν τινὰ καὶ ἄμαχον. Οἱ μὲν ἄλλοι ἅγιοι, ποτὲ μὲν λαμβάνουσι τὸ δύνασθαι ποιεῖν ἰάσεις, ποτὲ δὲ οὔ. Ἰησοῦς δὲ, ὡς Θεὸς, καὶ δύναμις ὢν τοῦ Πατρὸς, ἀεὶ πάντας ἐθεράπευσεν. <Καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, κ.τ.λ.> (D f. 19) Εἶτα οὐκ εὐαριθμήτου πλήθους τῶν Γραμματέων, φησὶν, καὶ Φαρισαίων συνειλεγμένου, ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον, ὃς ἦν παράλυτος· καὶ μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελθεῖν, ἀνεκόμισαν ἐπὶ τὸ δῶμα, ὡς ξένῳ καὶ καινῷ ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέραμον, μετεκίνησαν τὴν ἀποκειμένην ὕλην· καὶ ὅμως τούτων γινομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεωρῆσαι, καὶ ἰδεῖν τί λαλεῖ καὶ τί ποιεῖ.