Εἰ δὲ βούλει καὶ τὴν ἑρμηνείαν τῶν ἀποστολικῶν μαθεῖν ὀνομάτων, ἴσθι ὅτι Πέτρος μὲν ἑρμηνεύεται, ἐπιλύων, ἢ ἐπιγνούς· Ἀνδρέας δὲ, δύναμις εὐπρεπὴς, ἢ ἀποκρινόμενος· Ἰάκωβος, πτερνιστὴς πόνου· Ἰωάννης, Κυρίου χάρις· Ματθαῖος, δεδωρημένος· Φίλιππος, στόμα χειρῶν, ἢ στόμα λαμπάδος· Βαρθολομαῖος, υἱὸς κρεμάσας ὕδατα· Θωμᾶς, ἄβυσσος, ἢ δίδυμος· Ἰάκωβος Ἀλφαίου, πτερνισμὸς βαδίσεως ζωῆς· Ἰούδας, ἐξομολόγησις· καὶ Σίμων, ὑπακοή.> <Μακάριοι οἱ πτωχοί.> (A f. 95 b, B f. 63 b, C f. 118) Εἰς καινότητα μὲν οὖν ζωῆς εὐαγγελικῆς μετὰ τὴν χειροτονίαν καταῤῥυθμίζων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, ταῦτά φησι. Περὶ ποίων δὲ ἄρα πτωχῶν ταῦτα ἔλεγεν, ἀναγκαῖον ἰδεῖν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον, μακαρίους ἔσεσθαί φησι τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ αὐτῶν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν· ἵνα νοῶμεν πτωχὸν τῷ πνεύματι, τὸν μετριόφρονα καὶ συνεσταλμένον ὥσπερ ἔχοντα νοῦν· ἀξιοζήλωτος δὲ ὁ τοιοῦτος καὶ Θεῷ γνώριμος. Καὶ γοῦν ἔφη δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Ἔφη δὲ καὶ ὁ προφήτης Δαβὶδ, ὅτι «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ναὶ μὲν καὶ αὐτὸς ὁ Σωτήρ· «Μάθετε ἀπ᾽ ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.»