Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η παραβολή του σπορέως και τα θαύματα επί της φύσης και της φθοράς

Ερμηνεία της παραβολής του σπορέως, η κατάπαυση της τρικυμίας, η ίαση του Γεργεσηνού δαιμονιζομένου, η θεραπεία της αιμορροούσης και η ανάσταση της θυγατέρας του Ιαείρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 22

ΚΕΦΑΛ. Ηʹ. <Εἶπε διὰ παραβολῆς.> (A f. 121, B f. 76 b, C f. 122 b). Οἱ μακάριοι προφῆται πολυτρόπως τοὺς περὶ Χριστοῦ πεποίηνται λόγους. Οἱ μὲν γὰρ ὡς φῶς ἥξοντα προαπήγγελλον· οἱ δὲ καὶ ἐν τάξει καὶ ὑπεροχῇ τῇ βασιλικῇ· καὶ γοῦν ἔφη τις αὐτῶν· «Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ! Ἰδοὺ καὶ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.

Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, καὶ κρυβήσεται ὡς ἀφ᾽ ὕδατος φερομένου.» Ὅτι δὲ κεκρυμμένος ἀεί πως τοῦ Σωτῆρος ὁ λόγος, δῆλον. Οὕτως ἡμῖν αὐτὸν καὶ ὁ μακάριος Ψαλμῳδὸς εἰσκεκόμικε λέγοντα· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου.» Ἄθρει δὲ οὖν εἰς πέρας ἐκβεβηκὸς τὸ παρ᾽ αὐτοῦ διηγορευμένον. Πλείστη μὲν γὰρ πληθὺς συναγήγερτο περὶ αὐτὸν ἐξ ἁπάσης τῆς Ἰουδαίας· προσελάλει δὲ αὐτοῖς ἐν παραβολαῖς· ἀλλ᾽ ἐκείνοις μὲν οὐκ οὖσιν ἀξίοις μαθεῖν τὰ μυστήρια τῆς τῶν οὐρανῶν βασιλείας, ἀσυμφανὴς ἦν ὁ λόγος· λόγου γὰρ ἠξίουν οὐδενὸς, τὸ τὴν εἰς αὐτὸν πίστιν προσήκασθαι· ἀντέπραττον δὲ ἀνοσίως καὶ τοῖς δι᾽ αὐτοῦ κηρύγμασι. Καὶ γοῦν ἐπετίμων τοῖς ἐθέλουσι προσεδρεύειν αὐτῷ, καὶ τὴν παρ᾽ αὐτοῖς διφῶσι μυσταγωγίαν, δυσσεβοῦντές τε καὶ λέγοντες· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;» Οὐκοῦν οὐκ ἐκείνοις δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἡμῖν δὲ μᾶλλον τοῖς ἑτοιμοτέροις εἰς πίστιν· δέδωκε γὰρ ἡμῖν αὐτὸς τὸ δύνασθαι νοεῖν παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. —(A f. 122).

Ῥητέον δὲ καὶ ἔτι, ὅτι εἰκόνες εἰσὶν ὥσπερ αἱ παραβολαὶ πραγμάτων οὐχ ὁρατῶν, νοητῶν δὲ μᾶλλον καὶ πνευματικῶν· ὃ γὰρ ἰδεῖν οὐκ ἔνεστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς, τοῦτο δείκνυσιν ἡ παραβολὴ τοῖς τῆς διανοίας ὄμμασι, διὰ τῶν ἐν αἰσθήσει καὶ οἷον ἁπτῶν πραγμάτων διαμορφοῦσα καλῶς τὴν τῶν νοητῶν ἰσχνότητα. Ἴδωμεν τοίνυν ὁποίαν ἡμῖν ἐξυφαίνει τὴν νόησιν, τοῦ Σωτῆρος ὁ λόγος. <Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ λέγοντες, τίς εἴη ἡ παραβολὴ αὕτη.> (A f. 122 b, B f. 68). Τίς δὲ ἄρα ἐστὶ τῆς παραβολῆς ὁ σκοπὸς, καὶ ὅποι ποτὲ βλέπει τῆς παραβολῆς τὸ βάθος, παρ᾽ αὐτοῦ μάθωμεν τοῦ συνθέντος αὐτήν. Ἠγνόησαν ταῦτα πρὸ ἡμῶν οἱ μακάριοι μαθηταὶ, καὶ προσῄεσαν τῷ Σωτῆρι, παρακαλοῦντες καὶ λέγοντες· «Τί ἐστιν αὕτη ἡ παραβολή;»—(A f. 123, C f. 123). Ἀλλ᾽ ἴδωμεν ποία τίς ἐστιν ἡ πρόφασις, δι᾽ ἣν ἁρπάζεται τὰ ἐν ταῖς ὁδοῖς. Σκληρὰ καὶ ἀνήροτός ἐστι πᾶσά πως ὁδὸς, διὰ τὸ τοῖς ἁπάντων ὑποκεῖσθαι ποσὶ, καὶ οὐδὲν αὐταῖς ἐγχώννυται τῶν σπερμάτων. Οὐκοῦν ὅσοι τὸν νοῦν ἔχουσι σκληρὸν, οὐκ εἰσδύεται ἐν αὐτοῖς θεῖόν τι καὶ ἱερὸν νουθέτημα, δι᾽ οὗ δύναται καρποφορεῖν τὰ εἰς ἀρετὴν αὐχήματα.

Οὗτοι τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ αὐτῷ δὴ τῷ Σατανᾷ, πεπατημένη γεγόνασιν ὁδὸς, οὓς οὐκ ἔστι ποτὲ καρπῶν ἁγίων γενέσθαι τροφοὺς, στεῖραν καὶ ἄγονον ἔχοντας τὴν καρδίαν. Πάλιν εἰσί τινες ἀπεριεργάστως ἔχοντες τὴν πίστιν ἐν ἑαυτοῖς, ὡς ἐν ἁπλότητι λόγων. Οὗτοι ἄῤῥιζον ἔχουσι τὴν εὐσέβειαν· εἰσιόντες γὰρ ἐν ἐκκλησίαις, ἐπιγάννυνται μὲν τῷ πλήθει τῶν συναγηγερμένων, καὶ ἀσμένως προσίενται τὰς μυσταγωγίας· πλὴν οὐ κεκριμένως, ἀλλ᾽ ἐξ ἐλαφρῶν θελημάτων. Ἀποφοιτήσαντες δὲ τῶν ἐκκλησιῶν, εἰς λήθην εὐθὺς ἀποφέρονται τῶν ἱερῶν μαθημάτων.

Κἂν μὲν μὴ χειμάζηται τὰ Χριστιανῶν, σώζουσιν ἐκεῖνοι τὴν πίστιν· διωγμοῦ δὲ θορυβήσαντος, φυγάδα τὸν νοῦν ἔχουσι. Πρὸς οὓς ὁ προφήτης Ἱερεμίας φησίν· «Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας.» Μάλιστα μὲν γὰρ ἄμαχον ἔχει τὴν χεῖρα ὁ διασώζων Θεὸς, καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος· «Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Πλὴν εἰ γένοιτό πως καὶ τῆς εἰς Χριστὸν εὐσεβείας ὑπεραθλοῦντας παθεῖν, τότε πάντη τε καὶ πάντως ἐσόμεθα ζηλωτοί. Καὶ γοῦν, τοῖς ἁγίοις ἀποστόλοις ἔφασκεν ὁ Σωτήρ· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι,» καὶ τὰ ἑξῆς. Οὐ μόνοις δὲ λόγοις ταῦτα ἡμᾶς ἐξεπαίδευεν, ἀλλὰ καὶ ἔργοις.

Τέθεικε γὰρ ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν, καὶ αἵματι τῷ ἰδίῳ κατεκτήσατο τὴν ὑπ᾽ οὐρανόν. Ἐσμὲν τοιγαροῦν οὐχ ἑαυτῶν, τοῦ πριαμένου δὲ μᾶλλον καὶ διασώσαντος, καὶ αὐτῷ τὴν ἑαυτῶν ὀφείλομεν ζωήν. Ὡς γάρ φησιν ὁ θεσπέσιος Παῦλος, διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ἴδωμεν δὲ καὶ τὰς ἀκάνθας αἷς ὁ θεῖος ἀποπνίγεται σπόρος. Τί πάλιν φησὶν ὁ Σωτήρ;

Ἐνίησι μὲν οὖν αὐτὸς τὸν σπόρον, ὁ δὲ καί τοι ταῖς τῶν δεξαμένων ἐναπομείνας ψυχαῖς, καὶ οἷον ἀνασχὼν ἤδη καὶ ἐν ἀργαῖς τοῦ φαίνεσθαι διελάσας, ὑπὸ μεριμνῶν συμπνίγεται κοσμικῶν, καὶ καθά φησιν Ἱερεμίας, γίνεται δράγμα μὴ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. «Νεώσατε τοίνυν ἑαυτοῖς νεώματα, ἕτερος προφήτης φησὶ, καὶ μὴ σπείρητε ἐν ἀκάνθαις.» Οὐκοῦν ἵνα ὁ θεῖος ἡμῖν ἐξανθήσῃ σπόρος προαποβάλωμεν τῆς ἑαυτῶν διανοίας μερίμνας κοσμικάς.—(A f. 123 b, B f. 78 b) Εἴη δ᾽ ἂν γῆ πίων καὶ εὔτοκος, ποιοῦσα καρπὸν ἑκατονταπλασίονα, ψυχαὶ καλαί τε καὶ ἀγαθαὶ, εἰς βάθος δεχόμεναι τὰ τοῦ λόγου σπέρματα, καὶ κατέχουσαι, καὶ γενναίως τρέφουσαι. Περὶ τῶν τοιούτων ἂν λέγοιτο καὶ μάλα δικαίως, τὸ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἐγένεσθε ὑμεῖς γῆ θελητή.» «Ὅταν γὰρ εἰς νοῦν καθαρὸν τῶν παρενοχλεῖν εἰωθότων θεῖος ποτὲ λόγος κατενεχθῇ, τότε δίδωσι ῥίζαν εἰς βάθος, καὶ ἀστάχυος δίκην ἐπιπηδᾷ, καὶ τελεσφορεῖται καλῶς.

Πλὴν ἐκεῖνο χρήσιμον οἶμαι χρηστομαθεῖν ἑλομένοις εἰπεῖν. Ὁ γάρ τοι Ματθαῖος αὐτὸ δὲ τουτὶ τὸ κεφάλαιον ἡμῖν ἐξηγούμενος, τὴν ἀγαθὴν ἔφη γῆν ἐκδοῦναι καρποὺς ἐν τρισὶ διαφοραῖς. Ἡ μὲν γὰρ, φησὶν, ἐποίησεν ἑκατὸν, ἡ δὲ ἐξήκοντα, ἡ δὲ τριάκοντα.

Ἄθρει δὴ οὖν ὅπως τρεῖς ἔφη Χριστὸς εἶναι τὰς βλάβας, καὶ ὁμοίως ἰσαρίθμους αὐταῖς τὰς εὐδοκιμήσεις. Τὰ μὲν γὰρ εἰς τὴν ὁδὸν πίπτοντα τῶν σπερμάτων, ὑπὸ πτηνῶν διαρπάζεται· τὰ δὲ ἐν τοῖς πετρώδεσιν ἐξανθήσαντα μόνον, οὐκ εἰς μακρὰν ξηραίνεται. Τὰ δὲ ταῖς ἀκάνθαις, ἐναποπνίγεται. Γῆ δὲ ἡ θελητὴ καρποὺς ἀποτίκτει, τοὺς ἐν τρισὶν, ὡς ἔφην, διαφοραῖς, ἑκατὸν καὶ ἑξήκοντα, καὶ τριάκοντα· ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, »ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Οὐ γὰρ ἐν ἴσῳ μέτρῳ πάντη τε καὶ πάντως τὰς τῶν ἁγίων εὐδοκιμήσεις γεγενημένας εὑρίσκομεν. Πλὴν ζηλοῦν ἀναγκαῖον τὰ μείζονά τε καὶ ὑπερκείμενα τῶν χθαμαλωτέρων. <Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.> (B f. 79 b) Ὁ διὰ τῆς Μωϋσέως νομοθεσίας εἰπὼν, «Τίμα τὴν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται·» ἡμῖν δὲ ἐπιτάξας καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν, ἆρα αὐτὸς ὠλιγώρει τῆς εἰς τὴν μητέρα τιμῆς, καὶ ἀπωθεῖται τὴν εἰς τοὺς ἀδελφοὺς ἀγάπην; Οὐδαμῶς. Τί οὖν ἄρα διδάξαι βούλεται;

Εἰς ὕψος αἴρει μέγα τὴν εἰς ἀνθρώπους ἀγάπην, οἵπερ ἂν ἐθέλοιεν τοῖς αὐτοῦ πείθεσθαι νόμοις· καὶ τὰς ἀνωτάτω τιμὰς ὀφείλειν ἡμῖν βούλεται, ὡς μητράσι καὶ ἀδελφοῖς. Εἰ γὰρ μητέρα καὶ ἀδελφοὺς αὐτοῦ εἶναί φησι τοὺς ἀκούοντας τὸν λόγον αὐτοῦ, καὶ ποιοῦντας αὐτὸν, πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς ἐκκεκριμένην καὶ ἀξιόληπτον χαρίζεται τὴν ἀγάπην τοῖς ἑπομένοις αὐτῷ; Οὕτω γὰρ ἦν πεῖσαι πάντας ἥκειν ἐπὶ τὸ βούλεσθαι τοῖς αὐτοῦ καταπείθεσθαι λόγοις. <Αὐτὸς ἀνέβη εἰς πλοῖον, καὶ οἱ μαθηταὶ αὐτοῦ.> (A f. 125 b, B f. 80, C f. 123 b) Διέπλει μὲν ὁμοῦ τοῖς ἀγίοις ἀποστόλοις Χριστὸς τὴν Τιβεριάδα θάλασσαν ἤτοι λίμνην. Ἐγήγερται δὲ κατὰ τοῦ σκάφους ἀδόκητός τε καὶ ἀπηνὴς χειμὼν, καὶ ταῖς τῶν ἀνέμων ἐμβολαῖς ὑψοῦ τὸ κῦμα κυρτούμενον, τὸ τοῦ θανάτου δέος ἐνετίθει τοῖς μαθηταῖς· τεθορύβηνται γὰρ οὐ μετρίως, καί τοι τὸ θαλασσουργεῖν εἰδότες, καὶ κλύδωνος οὐκ ὄντες ἀπείρατοι. Ἐπειδὴ δὲ λοιπὸν τοῦ κινδύνου τὸ μέγεθος πρὸς ἀφόρητον αὐτοὺς ἐκάλει δειλίαν, ὡς ἑτέραν οὐκ ἔχοντες τοῦ σώζεσθαι τὴν ἐλπίδα, πλὴν ὅτι μόνον αὐτὸν τὸν τῶν δυνάμεων Κύριον, δῆλον δὲ ὅτι Χριστὸν, διανιστῶσι λέγοντες· «Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα.» Καθευδῆσαι γὰρ αὐτὸν ὁ εὐαγγελιστὴς φησί· ὁ δὲ Μάρκος προστίθησιν ὅτι καὶ ἐν προσκεφαλαίῳ, δεικνύς τε τὸ ἄτυφον, καὶ πολλὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν.

Οἰκονομικώτατα δέ μοι καὶ τοῦτο λίαν πεπρᾶχθαι δοκεῖ, ἵνα μὴ εὐθὺς ἀρξαμένου τοῦ κλύδωνος ἐπιπηδᾷν τῷ σκάφει, τὴν παρ᾽ αὐτοῦ ζητῶσιν ἐπικουρίαν· ἀλλ᾽ οἶον ἀκμάσαντος ἤδη τοῦ κακοῦ, ἐμφανεστέρα γένηται τῆς θεοπρεποῦς ἐξουσίας ἡ δύναμις, μαινομένην καθιστῶσα θάλασσαν, καὶ μεθιστῶσα πρὸς γαλήνην μεγάλην, ὡς μηδὲ ἴχνος ἐπιμεῖναι τῆς ταραχῆς. Εἰ γὰρ ἐγρηγορότος ἐγένετο, ἢ οὐκ ἂν ἐφοβήθησαν, ἢ οὐκ ἂν παρεκάλεσαν, ἢ οὐδ᾽ ἂν ἐνόμισαν αὐτὸν δύνασθαί τι τοιοῦτον εἰπεῖν. Διὰ τοῦτο καθεύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ, τρανοτέραν αὐτοῖς ποιῶν τῶν γινομένων τὴν αἴσθησιν. Οὐ γὰρ ὁμοίως τις ὁρᾷ τὰ ἐν τοῖς ἀλλοτρίοις σώμασι γινόμενα, καὶ τὰ ἐν ἑαυτῷ. Ἐπεὶ οὖν πάντας εὐεργετηθέντας εἶδον, ἑαυτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, ὕπτιοί τε ἦσαν, ἔδει δὲ αὐτοὺς διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν, συγχωρεῖ τὸν χειμῶνα γυμνασίας ἕνεκεν, καὶ τὸ θορυβηθῆναι συμφερόντως ἐγίνετο, ὥστε μεῖζον φανῆναι τὸ θαῦμα, καὶ διηνεκῆ γενέσθαι τοῦ συμβάντος τὴν μνήμην.

Προσδοκησάντων γὰρ ἀπόλλυσθαι πρότερον, τότε ἐσώθησαν, ἵνα ὁμολογήσαντες τὸν κίνδυνον, μάθωσι τοῦ θαύματος τὸ μέγεθος. Πλὴν, ὡς ἔφην, διανιστῶσι λέγοντες· «Σῶσον, ἀπολλύμεθα.» Ἐνταῦθα μοι βλέπε μετὰ πίστεως ὀλιγοπιστίαν· πιστεύουσι μὲν γὰρ ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι, λέγουσιν ὅτι «Ἀπολλύμεθα.» Οὐ γὰρ ἦν ἐφικτὸν ἀπολέσθαι ποτὲ, συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος.—(A f. 126) Ἀλλ᾽ ἐγήγερται παραχρῆμα Χριστὸς, ὁ πάντων ἔχων τὴν ἐξουσίαν, καὶ καθίστησι μὲν εὐθὺς τὸν κλύδωνα, συνέστειλε δὲ τὰς τῶν πνευμάτων ὁρμὰς, καὶ τὸν θόρυβον ἔπαυσε, καὶ δι᾽ αὐτῶν ἔδειξε τῶν πραγμάτων ὅτι Θεός ἐστι. Λεγέσθω τοίνυν παρ᾽ ἡμῶν τὸ ἐν βίβλῳ Ψαλμῶν· «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.» Καταστήσας δὲ τὸν κλύδωνα τῆς θαλάσσης, καὶ χειμαζομένην ἅμα τῷ σκάφει τῶν ἁγίων μαθητῶν τὴν πίστιν μεθίστησι πρὸς τὸ ἀραρὸς, καὶ οἱονεὶ γαλήνην αὐτοῖς ἐνεργάζεται, τὰ τῆς ὀλιγοπιστίας περιστείλας κύματα. Καὶ μετὰ τοῦ χειμῶνος τῶν ὑδάτων, τὸν χειμῶνα τῆς ψυχῆς αὐτῶν λύει, ἐπιτιμῶν καὶ παιδεύων ὁμοῦ, ὡς τὸν φόβον οὐχ ἡ τῶν πειρασμῶν ἐργάζεται ἐπαγωγὴ, ἀλλὰ τὸ τῆς διανοίας ἀσθενές. Ἔφη γοῦν· «Ποῦ ἡ πίστις ὑμῶν;» Ὅ γε μὴν ἕτερος τῶν εὐαγγελιστῶν εἰπεῖν αὐτὸν διατείνεται· «Τί δειλοί ἐστε, ὀλιγόπιστοι;»

Θορυβεῖ γὰρ ἔσθ᾽ ὅτε καὶ τὸν εὖ βεβηκότα νοῦν, ἐπισκήψας ἀδοκήτως φόβος θανάτου. Διὰ τοῦτο προσῄεσάν ποτε λέγοντες τῷ Χριστῷ· «Πρόσθες ἡμῖν πίστιν.» Λείπεται τοῦ τελείου πρὸς πίστιν, ὁ τοῖς τῆς ὀλιγοπιστίας ἐγκλήμασιν ὑπενηνεγμένος. Ὥσπερ γὰρ ὁ χρυσὸς ἐν πυρὶ δοκιμάζεται, οὕτως καὶ πίστις ἐν πειρασμοῖς. Πλὴν ἀσθενὴς ὁ ἀνθρώπου νοῦς· δεῖται δὲ πάντως τῆς ἄνωθεν χειρὸς, εἰς τὸ δύνασθαι διενεγκεῖν ἀνδρείως τὰ παρεμπίπτοντα. Καὶ τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐδίδασκεν, εἰπών· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδὲν.» Ὁμολογεῖ δὲ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος, γράφων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Παυσαμένου δὲ τοῦ χειμῶνος. καὶ εἰς γαλήνην καὶ εὐδίαν, νεύματι Χριστοῦ, τῆς θαλάσσης μεταβληθείσης, καταπεπληγμένοι τὴν θεοσημείαν οἱ μαθηταὶ, παρεψιθύριζον ἀλλήλοις λέγοντες· «Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει, καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;» Ἆρ᾽ οὖν ὡς οὐκ εἰδότες αὐτὸν, τὸ, «Τίς οὗτός ἐστι;» παρηγόρευον ἀλλήλων; Εἶτα, πῶς οὐκ ἀπίθανον παντελῶς τὸ χρῆμά ἐστιν;

ᾜδεσαν γὰρ ὄντα Θεὸν καὶ Υἱὸν Θεοῦ τὸν Ἰησοῦν, καταπληττόμενοι δὲ τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τὴν τῆς θεότητος δόξαν· καίτοι καθ᾽ ἡμᾶς ὄντι τε καὶ ὁρωμένῳ κατὰ τὴν σάρκα, λέγουσι τό· «Τίς οὗτός ἐστιν·» ἀντὶ τοῦ, Πόσος καὶ οἷος, καὶ ἐν ὅσῃ δυνάμει καὶ ἐξουσίᾳ, ὅτι καὶ αὐτοῖς ἐπιτάσσει τοῖς ὕδασι καὶ τῷ ἀνέμῳ, καὶ ὑπακούουσιν αὐτῷ; Ἐπιτακτικὸν γάρ ἐστι τὸ ἔργον, Δεσποτικὴ πρόσταξις, καὶ οὐκ ἀξίωσις οἰκετική. Μέγα καὶ τοῦτο πρὸς θαῦμα καὶ ὄνησιν τοῖς ἀκροωμένοις· ὑπακούει γὰρ ἡ κτίσις οἷς ἂν ἐπιτάττειν βούλεται Χριστός. Ἀμέλει καὶ τὸν τῆς ἐπιτιμήσεως τρόπον ἐν ἐξουσίᾳ θεοπρεπεῖ γενέσθαι φησὶν ὁ Μάρκος. Ἔφη γὰρ εἰπεῖν τῇ θαλάσσῃ τὸν Κύριον· «Σιώπα, πεφίμωσο·» Καὶ ἅμα τῷ λόγῳ, ἠκολούθησε τὸ πρόσταγμα· καὶ ἡ θάλασσα ἐπαφρίζουσα τοῖς κύμασι, ἤκουσε τοῦ σαρκωθέντος Λόγου, καὶ πέπαυται τοῦ χειμῶνος, καὶ γινώσκει τὸν ἀπ᾽ ἀρχῆς αὐτὴν συναγαγόντα προστάγματι, τὸν θέμενον ἄμμον ὅριον αὐτῇ, ὃ οὐχ ὑπερβήσεται. (A f. 126) Καὶ τύπος τοῦ περὶ τοὺς μαθητὰς συμβάντος ὕστερον. Λίμνη γὰρ ἡ Ἰουδαία, περὶ ἣν κατέβη λαίλαψ πολλὴ τῆς κατὰ τοῦ Χριστοῦ μανίας τῶν Ἰουδαίων· ἐταράχθησαν δὲ οἱ μαθηταὶ, ὥστε καὶ φυγεῖν. Ἀλλ᾽ ὥσπερ ἐξ ὕπνου ἀνέστη ὁ Σωτὴρ, καὶ πάλιν οἱ μαθηταὶ ἐν γαλήνῃ. Ἐπιστὰς γὰρ αὐτοῖς, εἶπεν· «Εἰρήνη ὑμῖν.»

Ἑτέρως δὲ, ἐν σχήματι θαλάσσης τοῦδε τοῦ καθ᾽ ἡμᾶς νοουμένου κόσμου, σκάφος ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξασθαι τὴν πίστιν, συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστόν. Ἀλλὰ καὶ δεινὸς ἔσθ᾽ ὅτε χειμὼν καταῤῥήγνυται, καὶ μυρία περιστάσεων τοῦ ἁγίου σκάφους κατεξανίσταται κύματα, ἀναρίθμητοι δὲ ὥσπερ παφλάζουσι πειρασμοὶ, καὶ μὴν καὶ πνευμάτων πονηρῶν ἀγριότης ἐγκατασκήψασα, πρὸς αὐτὸ καταφέρει τοῦ θανάτου τὸ δεῖμα. Καὶ σύνεστι μὲν τοῖς ἑαυτοῦ γνωρίμοις Χριστός· διὰ δὲ τὸ πολλάκις ἐφεῖναι παθεῖν οἰκονομικῶς, ἀπομιμεῖσθαί πως δοκεῖ τὸν νυστάζοντα.

Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλωτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ τὰ πρόβατα βλέπῃ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε;» Ἀμελητὶ γὰρ διαναστήσεται, καὶ πάντα μὲν ἐκποδὼν ποιήσει φόβον· ἐπιτιμήσει δὲ τοῖς πειράζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐδίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα· περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας. <Κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, κ.τ.λ.> (A f. 127, B f. 80 b, C f. 124) Προσωρμίσθη ὁ Σωτὴρ τῇ Γεργεσηνῶν, ὁμοῦ τοῖς ἁγίοις μαθηταῖς· Εἶτά τις ὑπήντησεν ἀνὴρ, ὃς ἦν ἐνδιαίτημα πολλῶν καὶ ἀκαθάρτων πνευμάτων, ἔξω καὶ νοῦ καὶ φρενὸς ὑπάρχων, καὶ οὐδὲν ἀπεοικὼς τῶν τεθνεώτων ἤδη καὶ ἐν γῇ κειμένων· μᾶλλον δὲ τάχα που καὶ ἐν τοῖς ἔτι χείροσι· γυμνὸς γὰρ τὰ τῶν τεθνεώτων μνήματα περιφοιτῶν, τῆς τῶν δαιμονίων ἀπανθρωπίας ἀπόδειξις ἦν. Ἐφίησι γάρ τινας οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς ὑπ᾽ αὐτοῖς γίνεσθαι, οὐχ ἵνα πάθωσι μᾶλλον, ἀλλ᾽ ἵν᾽ ἡμεῖς δι᾽ αὐτῶν μάθωμεν ὁποῖοί τινές εἰσιν ἐκεῖνοι περὶ ἡμᾶς, οὕτω τε παραιτώμεθα τὸ ὑποκεῖσθαι θέλειν αὐτοῖς· ἑνὸς γοῦν πεπονθότος, οἰκοδομοῦνται πολλοί.—Ὁ Γεργεσηνὸς, ἤγουν ἡ ἐν αὐτῷ λανθάνουσα τῶν δαιμονίων ἀγέλη, προσέπιπτε τῷ Χριστῷ, καὶ ταῦτα ἐβόα· «Τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ·» κ.τ.λ.

Καί μοι ἐνταῦθα βλέπε, θάρσει πολλῷ καὶ ἀπονοίᾳ συμπεπλεγμένην δειλίαν· δεῖγμα μὲν γὰρ ἀπονοίας διαβολικῆς, τὸ τολμῆσαι λέγειν· «Τί ἐμοὶ καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ;» Δειλίας δὲ, τὸ δέεσθαι ἵνα μὴ βασανισθῇ. Ἀλλὰ γὰρ εἰ οἶδας ὅλως αὐτὸν Υἱὸν ὄντα τοῦ ὑψίστου Θεοῦ, ὁμολογεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς. Εἶτα πῶς τὰ μὴ σὰ, μᾶλλον δὲ τὰ αὐτοῦ, διαρπάζεις; Εἶτα λέγεις· «Τί ἐμοὶ καὶ σοί;» Καὶ τίς ἀνέξεται τῶν ἐπὶ γῆς βασιλέων μέχρι παντὸς ἀνεῖναι Βαρβάροις τοὺς ὑπὸ σκῆπτρα κειμένους; Τὰς σαυτῷ πρεπούσας ἐρεύγου φωνάς· αὗται δέ εἰσιν ἐν τῷ, Δέομαί σου, μή με βασανίσῃς. Καὶ ἄθρει δή μοι πάλιν τὴν ἀπαράβλητον δόξαν τοῦ πάντων ἐπέκεινα, φημὶ δὴ Χριστοῦ τὴν ἀκαταγώνιστον ἰσχύν. Συντρίβει τὸν Σατανᾶν, ἐθελήσας μόνον τοῦτο παθεῖν αὐτόν.

Πῦρ αὐτῷ καὶ φλόγες εἰσὶ τὰ Χριστοῦ ῥήματα. Ἀληθὲς οὖν ὅτι, καθά φησιν ὁ μακάριος Ψαλμῳδὸς, «Τὰ ὄρη ἐτάκησαν ἀπὸ προσώπου τοῦ Θεοῦ.» Ὄρεσι γὰρ τὰς ὑψηλὰς καὶ ὑπερηφάνους παρεικάζει δυνάμεις πονηρὰς δηλονότι. Πλὴν ὡς πυρὶ προσβαλοῦσαι τῇ τοῦ Σωτῆρος ἡμῶν δυνάμει τε καὶ ἐξουσία κατατήκονται κηροῦ δίκην. (A f. 127) Ἠρώτα Χριστὸς, καὶ προστέταχεν εἰπεῖν τί τὸ ὅνομα αὐτῷ. Ἆρ᾽ οὖν οὐκ εἰδὼς ἤρετο, καὶ ὡς εἷς τῶν καθ᾽ ἡμᾶς ἐζήτει μαθεῖν; Καίτοι πῶς οὐκ ἀσύνετον παντελῶς τὸ φράσαι τι τοιοῦτον ἢ νοεῖν; Πάντα γὰρ οἶδεν ὡς Θεὸς, καὶ καρδίαν ἐξετάζει καὶ νεφρούς. Ἤρετο οἰκονομικῶς, ἵνα μάθωμεν ὅτι πολλὴ δαιμονίων πληθὺς μίαν ἀνθρώπου ψυχὴν κατενείματο. Ἐπειδὴ γὰρ ὁ Κύριος ᾔδει τὸ πλῆθος τῶν ἐνοικούντων δαιμόνων, οἱ δὲ ὁρῶντες, ἕνα μὲν ἄνδρα ἔβλεπον, μιᾶς δὲ προφερομένης φωνῆς ἤκουον, λέγει· «Εἰπὲ, τί ὄνομά σοι·» ἵνα μὴ αὐτὸς εἰπὼν ὅτι Πολλοί εἰσιν, ἀπιστηθῇ, ἀλλ᾽ αὐτοὶ ὁμολογήσωσιν ὅτι πολλοὶ τυγχάνουσι. <Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ, κ.τ.λ.> (B f. 82 b) Ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ καταλειφθέντες τὸ χρῆμα ἐπεφρίκεσαν. <Παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν.> (A f. 127 b) ᾜτησέ γε μὴν ἡ τῶν ἀκαθάρτων πνευμάτων ἀγέλη τὴν ἴσην τε καὶ ὁμοίαν ἑαυτῇ τῶν χοίρων ἀγέλην. Κατένευσε δὲ Χριστὸς οἰκονομικῶς, καίτοι τὸ παρ᾽ αὐτῶν ἐσόμενον οὐκ ἠγνοηκώς.

Δέδωκε γὰρ τὴν ἐξουσίαν αὐτοῖς, ἵνα ἡμῖν γένηται καὶ τοῦτο μετὰ τῶν ἄλλων, ὠφελείας πρόφασις καὶ ἀσφαλείας ἐλπίς. Αἰτοῦσι γὰρ χοίρων τὴν ἐξουσίαν, ὡς οὐκ ἔχοντες δηλονότι· οἱ δὲ τῶν οὕτω μικρῶν καὶ εὐτελεστάτων οὐκ ἔχοντες ἐξουσίαν, πῶς ἂν ἀδικήσειάν τινα τῶν ἐσφραγισμένων παρὰ Χριστοῦ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀνηρτημένων; Καὶ μὴν καὶ τοῦτο πρὸς τούτοις ἔξεστι μαθεῖν, ὡς ἀπό γε τοῦ συμβεβηκότος τῇ τῶν χοίρων ἀγέλῃ, ὅτι εἰσὶν οἱ ἀλιτήριοι δαίμονες κακοὶ, καὶ τῶν ὑπ᾽ αὐτοῖς γενομένων ἐπίβουλοι.

Τοῦτο γὰρ ἐκδείξειεν ἂν καὶ μάλα σαφῶς τὸ κατακρημνίσαι τοὺς χοίρους, ἐναποπνίξαι τε τοῖς ὕδασι. Καὶ διὰ τοῦτο κατένευσεν αἰτοῦσιν αὐτοῖς ὁ Χριστὸς, ἵνα ἐκ τοῦ συμβεβηκότος μάθωμεν ἡμεῖς ὁποῖοί τινές εἰσιν, ὡς ἀπηνεῖς τε καὶ θηριώδεις. <Εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου;> (A f. 130) Οὐκ ἠγνοήθη δὲ τὸ παράδοξον, καίτοι γὰρ πάντα εἰδὼς ὁ Σωτὴρ, ὡς μὴ εἰδὼς ἐρωτᾷ, καί φησι· «Τίς ὁ ἁψάμενος μου;» Οὐκ ἀπιθάνως δὲ τῶν ἁγίων ἀποστόλων εἰπόντων, ὅτι «Οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσιν,» ὃ μέγιστον ἦν σημεῖον τοῦ καὶ σάρκα αὐτὸν ἀληθῆ περικεῖσθαι, καὶ πάντα τῦφον καταπατεῖν, οὐδὲ γὰρ πόῤῥωθεν εἵποντο, ἀλλὰ συνεῖχον αὐτὸν πάντοθεν· αὐτὸς τὸ πραχθὲν εἰς μέσον συνάγει, καὶ ἐπέμενε λέγων, ὅτι «Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ·» πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων παχύτερον ἀποκρινόμενος.

Ἆρ᾽ οὖν φιλοδόξως ὁ Κύριος οὐκ ἀφῆκε λαθεῖν τῆς θεοπρεποῦς ἐνεργείας τὴν ἔνδειξιν, ἤ τοι τὸ συμβαῖνον ἐπὶ τῷ γυναίῳ παράδοξον; Οὐ τοῦτό φαμεν· πῶς γὰρ, ὁ κελεύων σιγᾷν πολλαχοῦ; Ἐκεῖνο δὲ μᾶλλον· βλέπει γὰρ εἰς ὄνησιν πανταχοῦ τῶν καλουμένων εἰς τὴν διὰ πίστεως χάριν· οὐκοῦν πολλοὺς μὲν ἠδίκησεν ἀγνοηθὲν τὸ σημεῖον· γεγονὸς δὲ γνώριμον, ὠφέλησεν οὐ μετρίως, καὶ πρό γε τῶν ἄλλων τὸν ἄρχοντα τῆς συναγωγῆς. Ἀσφαλεστέραν γὰρ ἐτίθει τὴν τοῦ προσδοκηθέντος ἐλπίδα· καὶ ἀραρότως ἐδίδου θαῤῥεῖν, ὅτι καὶ τῶν τοῦ θανάτου βρόχων ἐξαρπάσει Χριστὸς τὸ θυγάτριον αὐτοῦ. —(A f. 150 b) Οὐ γὰρ ἐξῆν τοῖς μὴ καθαροῖς, ἢ ἅψασθαί τινος τῶν ἁγίων, ἢ ἐγγὺς γενέσθαι ἀνδρὸς ἱεροῦ. Πεπληροφορήμεθα τοίνυν ὡς Θεὸς ἀληθινός ἐστιν ὁ Ἐμμανουὴλ, καὶ ἀπό γε τοῦ παραδόξως ἐνηργημένου, καὶ ἐξ ὧν ἔφη θεοπρεπῶς· «Ἐγὼ γὰρ καὶ ἔγνων, φησὶ, δύναμιν ἐξεληλυθυῖαν ἀπ᾽ ἐμοῦ.» Ἔστι δὲ μέτρων ἐπέκεινα τῶν καθ᾽ ἡμᾶς, ἢ τάχα που καὶ ἀγγελικῶν, τὸ δύνασθαι δύναμιν ἐκπέμψαι τινὰ, καὶ ὡς ἀπό γε τῆς ἰδίας φύσεως, τουτέστιν ἀφ᾽ ἑαυτῶν.

Πρέπει δὲ μόνῃ τὸ χρῆμα τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει· οὐδὲν γὰρ τῶν ἐν τοῖς κτίσμασι φέρει τινὰ δύναμιν ἰατρικὴν, ἢ γοῦν ἑτέραν τινὰ ἰδίαν, ἀλλὰ θεόσδοτον. <Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα.> (H f. 30) Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύματος ἱστορία· χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνάμενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν ὅτι καὶ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι᾽ ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον ἐλθεῖν τὸν σαφηνίζοντα καὶ ταῦτα· πῶς ὁ Ἰησοῦς πρὸς ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἀπῄει, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν, καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσαν· καὶ ὅτι προηγουμένως ἀπιόντος αὐτοῦ πρὸς ἐκείνην, πρώτη αὐτὴ θεραπεύεται.

Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων Συναγωγὴν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν· ἡ δὲ αἱμοῤῥοοῦσα ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλ᾽ ἀεὶ αἱμοῤῥοοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύει τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ κἂν τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ Λουκᾶς, ὃ μὴ εἶπε Ματθαῖος, προσέθηκεν ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ. Καὶ ἡ αἱμοῤῥοοῦσα δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνης, αὕτη αἱμοῤῥοεῖ. Ἐν ἀπαθείᾳ γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ Συναγωγὴ, καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης, καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. Δώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν τοῦ πάθους αὕτη πιστεύσασα θεραπεύεται, ἥτις οὐκ ἵσχυσεν ὑπ᾽ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι.

Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλ᾽ αὐτὴ δαπανήσασα τὰ παρ᾽ ἑαυτῆς πάντα, οὐκ ἴσχυσεν ὑπ᾽ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι· ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Χριστὸν Ἰησοῦν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων, κρασπέδου ἡψάμεθα· ἀλλ᾽ ὅμως τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησοῦ· «Θύγατερ, ἡ πίστις σου σέσωκέ σε.» Καὶ ἐὰν θεραπευθῶμεν, καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου. «Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.»