Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η αποστολή των Εβδομήκοντα, ο Καλός Σαμαρείτης και η φιλοξενία της Μάρθας

Η κλήση και η επιστροφή των εβδομήκοντα μαθητών, η πτώση του Σατανά, η διδασκαλία περί της αληθινής αγάπης στον πλησίον διά του Καλού Σαμαρείτου, και η πνευματική επιλογή της Μαρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 22

ΚΕΦ. Ιʹ. <Ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἐβδομήκοντα. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μόνον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἐβδομήκοντα. (Τὰ ἀκόλουθα τούτων, οἷον· «Ὁ μὲν θερισμὸς πολὺς,» καὶ τὰ ἑξῆς· καὶ, «Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν,» ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μισθὸν αἰτούντων, καὶ διαβολῆς ἐστι τεκμήριον· προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· «Ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με.»—(B f. 100 b) Τούτου ὁ τύπος καὶ ἐν τοῖς Μωϋσέως προεγράφετο λόγοις· ἑβδομήκοντα μὲν γὰρ ἐπελέξατο, καὶ αὐτὸς θεοῦ προστάττοντος· ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα θεός· καὶ καθ᾽ ἕτερον δὲ τρόπον τούς τε δώδεκα μαθητὰς, καὶ αὐτοὺς τοὺς ἑβδομήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέγραπται γὰρ ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· «Ἦλθον, φησὶν, Ἐλὴμ (ἑρμηνεύεται δὲ ἀνάβασις, ἤτοι αὔξησις), καὶ ἦσαν ἐκεῖ δώδεκα ὑδάτων πηγαὶ, καὶ ἑβδομήκοντα στελέχη φοινίκων.» Ἀναβαίνοντες γὰρ εἰς τελεωτέραν σύνεσιν καὶ αὔξησιν πνευματικὴν, εὑρίσκομεν τοὺς δώδεκα ἁγίους ἀποστόλους, καὶ τοὺς ἀναδειχθέντας ὑπὸ Χριστοῦ ἑβδομήκοντα.

Ἀῤῥυόμεθα γὰρ ὡς ἐκ πηγῶν ἁγίων τῶν τοῦ Σωτῆρος μαθητῶν παντὸς ἀγαθοῦ εἴδησιν. Θαυμάζομεν δὲ καὶ τοὺς ἑβδομήκοντα, καὶ οἱονεὶ φοίνικας εἶναί φαμεν· εὐκάρδιον γὰρ τὸ φυτὸν, εὔκαρπόν τε καὶ εὔριζον, καὶ ἀεὶ τοῖς ὕδασιν ἐντεθηλός. <Ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσω λύκων.—Μὴ βαστάζετε βαλάντιον, κ.τ.λ.> (B f. 101) Προλέγει τοὺς διωγμοὺς, ἵνα ἐνέγκωσι τὴν πεῖραν. Καὶ πῶς ἂν περιγένοιτο πρόβατον λύκου;

Ἐγὼ, φησὶ, συνέσομαι, καὶ συνασπιῶ, μεταβάλλων τοὺς λύκους εἰς πρόβατα· οὐδὲν γάρ μου τῷ θελήματι ἀνθέστηκεν· καὶ τοῦτο ἡ πεῖρα ἔδειξεν ἐπὶ Παύλου· τὸν γὰρ παντὸς λύκου ἀπηνέστερον τοῖς πιστεύουσιν εἰς αὐτὸν, προβάτου πεποίηκεν ἡμερώτερον. (B f. 101) Οὐδὲ τὴν περὶ τοῦ σώματος ἔχειν φροντίδα ἐπιτρέπει, μὴ ὅτι περὶ τὰ ἔξω τοῦ σώματος ἀσχολεῖσθαι, ὅπου μὴ δὲ ἐφοδίων φροντίσαι, μηδὲ ἐπικομίσασθαί τι τῶν οὐκ ἤδη περικειμένων τῷ σώματι, οἷον ὑποδήματα· ἀλλ᾽ ἐπ᾽ αὐτῷ πᾶσαν τίθεσθαι τὴν φροντίδα. Ἀλλ᾽ οὐδὲ τῆς σπουδῆς παρελκυσμόν τινα παρῆκε προσδέξασθαι, μηδὲ ἄχρι τοῦ τῶν συντυγχανόντων ἀσπασμοῦ συγχωρήσας ἀφέλκεσθαι· ὃ καὶ πάλαι ὑπὸ Ἐλισσαίου ἐλέγετο τῷ ἀποσταλέντι, εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν, καὶ μηδὲ εὐλογοῦντα ἀντευλογεῖν. Ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις· μηδὲ τοῦτο, φησὶν, ἐμπόδιον τοῦ κηρύγματος γένηται, ὁμιλίας ἐν μέσῳ παρεμπιπτούσης, καὶ βραδύτητος προφάσει φιλίας. Μηδεμία οὖν διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ. <Ὑπέστρεψαν μετὰ χαρᾶς, κ.τ.λ.> Ἐθεώρουν τὸν Σατανᾶν, κ.τ.λ.> (B f. 102 b) Ἵνα γὰρ μὴ νομίζοιντο οἴκοθεν ἥκειν πρὸς τὸ κήρυγμα, ἐμαρτύρει ἡ δοθεῖσα αὐτοῖς τοῦ Πνεύματος χάρις· ἐπαγομένης γὰρ τῷ λόγῳ τῆς θεοσημείας, οὐδεὶς ἂν ἴσχυσεν κατ᾽ αὐτῶν συκοφαντίας τρόπος.

Ἔχαιρον ὡς ἀξιωθέντες θαυματουργεῖν, καὶ ὑποτάσσειν τὰ δαιμόνια.—(B f. 103) Τὸ ὡς ἀστραπὴν πεσεῖν, δηλοῖ τὸ ἐξ ὕψους αὐτὸν κατενεχθῆναι πρὸς γῆν, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος εἰς ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς οἰκονομίας τοῦ Σωτῆρος κατεκράτησε τῆς ὑπ᾽ οὐρανὸν, προσκυνηθεὶς σχεδὸν παρὰ πάντων· τότε δὲ πέπτωκεν ὡς ἀστραπὴ, ὁ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, καὶ ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων· αὐτόν· τοῦτο γὰρ μηνύει τό· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων·» τοὺς δαίμονας, ὄφεις καὶ σκορπίους καλῶν. <Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν, κ.τ.λ.> (A f. 137) Ἴδωμεν δὲ καὶ τοὺς λόγους, οὓς δι᾽ ἡμᾶς ὑπὲρ ἡμῶν Χριστὸς ἐποιήσατο πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.» (B f. 103 b) Ἰδοὺ, φασὶν οἱ διεστραμμένοι τὸν νοῦν, χάριν ὁμολογεῖ τῷ Πατρί· πῶς οὖν οὐκ ἐλάττων αὐτοῦ;

Καὶ τί τὸ κωλύον, ὦ βέλτιστοι, φαίη τις ἂν, τὸ ὁμοούσιον Υἱὸν ἀποδέχεσθαι, καὶ ἐπαινεῖν τὸν ἑαυτοῦ Πατέρα, σώζοντα δι᾽ αὐτοῦ τὴν ὑπ᾽ οὐρανόν; Εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐλάττονα εἶναι, ἄκουσον τῶν ἑξῆς. Κύριον οὐρανοῦ καὶ γῆς τὸν ἑαυτοῦ καλεῖ Πατέρα· ὁ Υἱὸς δὲ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ, πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων, καὶ ἐπάνω πάντων ἐστὶν ὡς Θεὸς ἐκ Θεοῦ, καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσότητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς. (A f. 137 b. B f. 104) Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς καὶ Πατὴρ τὸ πρὸ τῆς τοῦ κόσμου καταβολῆς κεκρυμμένον καὶ σεσιγημένον παρ᾽ αὐτῷ μυστήριον· δῆλον δὲ, ὅτι τὸ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς, ὃ προεγνώσθη μὲν πρὸ καταβολῆς κόσμου, πεφανέρωται δὲ τοῖς ἐπὶ γῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Γράφει γοῦν ὁ μακάριος Παῦλος, ὅτι «Ἐμοὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ. οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι.» Οὐκοῦν ἐν τῇ τοῦ Πατρὸς γνώσει ἐκέκρυπτο καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς, τὸ σεπτὸν καὶ μέγα τοῦ Σωτῆρος ἡμῶν μυστήριον· οὕτω καὶ ἡμεῖς προεγνώσθημεν καὶ προωρίσθημεν εἰς υἱοθεσίαν.

Καὶ τοῦτο πάλιν ἡμᾶς ὁ σοφώτατος Παῦλος διδάξει γράφων· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν ἐπουρανίοις ἐν Χριστῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν, διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.» Ἡμῖν οὖν ἄρα τοῖς νηπίοις τὸ κεκρυμμένον καὶ σεσιγημένον ἐκ τῶν αἰώνων μυστήριον ἀπεκάλυψεν ὁ Πατήρ.

Καί τοι πρὸ ἡμῶν πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες ἦσαν κατὰ τόνδε τὸν βίον ἄνδρες τό γε ἧκον ἐν λόγοις σοφοί· ἀλλ᾽ ὡς ὁ Παῦλός φησιν, «Ἐματαιώθησαν ἐν διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν· ταύτης ἕνεκα τῆς αἰτίας, παρεδόθησαν εἰς ἀδόκιμον νοῦν, καὶ οὐκ ἐγνώρισεν αὐτοῖς τὸ μυστήριον.» Γέγραπται δὲ καὶ ἡμῖν· «Εἴ τις δοκεῖ ἐν τῷ κόσμῳ σοφὸς εἶναι, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γὰρ τοῦ κόσμου τούτου σοφία, μωρία παρὰ τῷ Θεῷ ἐστιν.» Οὐκοῦν ἀληθὲς εἰπεῖν, ὅτι ὁ ψιλὴν καὶ μόνην ἔχων τὴν τοῦ κόσμου σοφίαν, μωρός ἐστι καὶ ἀσύνετος παρὰ Θεῷ· ὁ δὲ μωρὸς εἶναι δοκῶν παρὰ τοῖς τοῦ κόσμου σοφοῖς, ἔχων δὲ εἰς νοῦν καὶ καρδίαν τῆς ἀληθοῦς θεοπτίας τὸ φῶς, οὗτος σοφός ἐστιν παρὰ τῷ Θεῷ. Οὐκοῦν τοῖς δοκοῦσιν εἶναι μωροῖς, ἤγουν ἄκακον καὶ νηπιάζουσαν ἐπὶ κακίᾳ τὴν διάνοιαν ἔχουσιν, ἀπεκάλυψεν ὁ Πατὴρ τὸν Υἱὸν, ἅτε δὴ καὶ προεγνωσμένοις καὶ προωρισμένοις εἰς υἱοθεσίαν.

Οὐκ ἀπίθανον δὲ, ὥς γε οἶμαι, κἀκεῖνο τούτοις ἐπενεγκεῖν. Οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, καὶ οἱ τῶν Ἰουδαϊκῶν κρατοῦντες ταγμάτων, νομομαθείας δόκησιν ἔχοντες, ἐνομίζοντό τινες εἶναι σοφοί· ἀλλ᾽ οὐκ ὄντες τοιοῦτοι κατὰ τὸ ἀληθὲς, δι᾽ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας οὕτω πού φησι πρὸς αὐτούς· «Πῶς ἐρεῖτε ὡς Σοφοί ἐσμεν ἡμεῖς, καὶ λόγος Κυρίου μεθ᾽ ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν· ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν, καὶ ἑάλωσαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν;» Ἐπειδὴ δὲ ἀπεδοκίμασαν αὐτοὶ τοῦ Σωτῆρος τὸν λόγον, τουτέστι τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἤγουν τὸν τοῦ Θεοῦ καὶ Πατρὸς Λόγον, τὸν δι᾽ ἡμᾶς γενόμενον ἄνθρωπον, αὐτοὶ γεγόνασιν ἀδόκιμοι· ἔφη οὖν Ἱερεμίας περὶ αὐτῶν· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος·» Κέκρυπται καὶ ἀπὸ τούτων τὸ Χριστοῦ μυστήριον· καὶ γοῦν ἔφη που τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Κύριος περὶ αὐτῶν· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· ἐκείνοις δὲ οὐ δέδοται.» Ὑμῖν δὲ τίσι;

Τοῖς πιστεύσασι δηλονότι, τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, τοῖς τὸν νόμον νοοῦσι πνευματικῶς, τούτοις εὐδόκησεν ὁ Πατὴρ ἀποκαλύψαι τὸν ἴδιον Υἱόν. <Πάντα παρεδόθη μοι ὑπὸ τοῦ Πατρός μου.> (A f. 139, B f. 104) Ἐμφανίζει γοῦν πάλιν ἡμῖν τὴν ἑαυτοῦ δόξαν, καὶ τῆς θεοπρεποῦς ὑπεροχῆς τὸ ἀξίωμα, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνὲς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ὅση τε γέγονεν ἐντεῦθεν ἡ ὄνησις, τοῖς ἐπὶ τῆς γῆς καθίστησιν ἐναργές· «Πάντα μοι, φησὶ, παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Ἦν μὲν γὰρ καὶ ἔστιν οὐρανοῦ τε καὶ γῆς Κύριος, καὶ σύνθρονος τῷ Πατρὶ, καὶ συγκατάρχων αὐτῷ τῶν ὅλων. Ἐπειδὴ καὶ καθεὶς ἑαυτὸν ἐν τοῖς καθ᾽ ἡμᾶς κεχρημάτικεν ἄνθρωπος, διαλέγεται πάλιν οὐκ ἀπεικότως τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ τὰς πρεπούσας τοῖς τῆς κενώσεως μέτροις οὐ παραιτεῖται φωνὰς, ἵνα πιστεύηται γεγονὼς καθ᾽ ἡμᾶς, καὶ τὴν ἡμῶν φορέσας πτωχείαν. Ὁ τοίνυν οὐρανοῦ τε καὶ γῆς, καὶ συλλήβδην τῶν ὅλων Κύριος, ἑαυτῷ πάντα παραδεδόσθαι φησὶν ὑπὸ τοῦ Πατρός· κεκυρίευκε γὰρ τῆς ὑπ᾽ οὐρανόν. Ἀλλὰ τοῦτο εἰπὼν, ἄνεισιν εὐθὺς εἰς τὴν ἑαυτοῦ δόξαν καὶ ὑπεροχήν· καὶ διαδείκνυσι κατ᾽ οὐδένα τρόπον, τοῦ ἰδίου Πατρὸς ἑαυτὸν ἡττώμενον· τί γὰρ ἔφη πρὸς ἐκεῖνον;

Καὶ οὐδεὶς γινώσκει τὴν τοῦ Πατρὸς φύσιν ἀδιδάκτως, φησὶν, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν ὁμοούσιον αὐτῷ Υἱὸν εἶδέ τις, εἰ μὴ ὁ Πατήρ· ὅσοι δι᾽ ἀποκαλύψεως ἔγνωσαν τὸν Θεὸν, οὗτοι οὐ τί ἐστιν ἔγνωσαν, ἀλλ᾽ ὅτι ἔστιν.—(A f. 139 b, B f. 104 b) Οἱ τοίνυν τὰς πρώτας λέξεις, τὰς λεγούσας, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρὸς, εἰς ὕφεσιν ἐκλαμβάνοντες τοῦ Υἱοῦ, μανθανέτωσαν διὰ τῶν ἐφεξῆς τὴν κατὰ πᾶν ὁτιοῦν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀπαραλλαξίαν.

Πῶς γὰρ οὐδενὸς εἰδότος, καθά φησι, τὸν Υἱὸν, εἰ μὴ μόνου τοῦ Πατρὸς, αὐτοὶ τετολμήκατε φρονεῖν καὶ λέγειν, ὅτι ἐλάττων ἐστὶν αὐτοῦ, ὡς ἀκριβῶς εἰδότες αὐτόν; Ὃν γὰρ μόνος εἶδεν ὁ Πατὴρ, ὑπὲρ πάντα νοῦν ἐστι καὶ λόγον, καθὰ καὶ αὐτὸς ὁ Πατὴρ ὑπὸ μόνου γινωσκόμενος τοῦ ἰδίου γεννήματος· μόνη γὰρ οἶδεν ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς, ἡ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου· ἀποκαλύπτει δὲ ἡμῖν ὁ Υἱὸς διὰ τοῦ ἁγίου Πνεύματος, ὥς φησι Παῦλος· »Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ.» <Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς, κατ᾽ ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.> (A f. 140) Τὰ τῶν πραγμάτων ἀποῤῥητότερα, τοῖς ἀναγκαίοις μάλιστα τῶν ἐπιτηδείων, ἀνακοινοῦσθαι χρὴ, καὶ οὐχὶ τοῖς τυχοῦσιν ἁπλῶς. Φίλοι δὲ αὐτοῦ μαθητείας ἠξιωμένοι, καὶ πεφωτισμένον ἔχοντες τῆς καρδίας τὸν ὀφθαλμὸν, καὶ τὸ οὖς ἕτοιμον εἰς ὑπακοήν.

Καὶ γοῦν ἔφη ποτὲ πρὸς τοὺς ἁγίους ἀποστόλους· «Οὐκέτι λέγω ὑμᾶς δούλους, ὑμεῖς φίλοι μού ἐστε· ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.» Τούτοις καὶ τὰ προγεγραμμένα φησὶν οἰκονομικώτατα στραφεὶς πρὸς αὐτοὺς, τουτέστιν ἐν ἀποστροφῇ ποιησάμενος τοὺς μήτε ὁρᾷν μήτε ἀκούειν ἐθέλοντας, ἀνηκόους δὲ ὄντας, καὶ τυφλὸν ἔχοντας ἐν ἑαυτοῖς τὸν νοῦν, ὅλον ἑαυτὸν ἐχαρίζετο τοῖς ἀγαπῶσιν αὐτόν· καὶ εἰς αὐτοὺς ἀφορῶν, μακαρίους ἔφη τοὺς ὀφθαλμοὺς τοὺς ὁρῶντας ἤγουν ὀψομένους ἃ πρὸ τῶν ἄλλων αὐτοὶ καὶ πρῶτοι τεθέανται. Πεποίηται μὲν οὖν ὁ ἐπὶ τούτοις λόγος, ὡς ἀπό γε τῆς παρὰ πᾶσι καὶ κοινῆς συνηθείας· πλὴν ἐκεῖνο ἡμᾶς ἐξεπίστασθαι χρή· τὸ γὰρ βλέπειν ἐν τούτοις, οὐκ ἐνεργείας τῆς δι᾽ ὀμμάτων σωματικῶν εἰσκομίζει δήλωσιν, ἀπολαύσεως δὲ μᾶλλον τῶν δι᾽ αὐτοῦ τοῖς εὐσεβέσι δεδωρημένων· οἷον, ὡς εἴ τις λέγοι· Ὁ δεῖνα τυχὸν καιροὺς εἶδε καλοὺς, ἀντὶ τοῦ, Ἐν ἀπολαύσει γέγονε καιρῶν ἀγαθῶν. Καὶ τό· «Ἴδοις δὲ τὰ ἀγαθὰ Ἱερουσαλὴμ,» ἐν ψαλμοῖς εἰρημένον, οὕτω νοήσεις, ἀντὶ τοῦ, Γένοιτό σοι μετασχεῖν τῶν ἀγαθῶν τῆς Ἱερουσαλὴμ, τῆς ἄνω δηλονότι καὶ ἐν οὐρανοῖς. Ὅτι γὰρ οὐχ᾽ οἱ γεγονότες θεωροὶ τῆς διὰ Χριστοῦ θεοσημείας, εἶεν ἂν μακάριοι πάντη τε καὶ πάντως, πῶς ἔστιν ἀμφιβάλλειν;

Πλεῖστοι μὲν γὰρ Ἰουδαῖοι τεθέανται θεοπρεπῶς ἐνεργοῦντα Χριστόν· ἀλλ᾽ οὐχ ἅπασιν ἂν πρέποι τὸ μακαρίζεσθαι· πεπιστεύκασι γὰρ οὐδαμῶς, ἀλλ᾽ οὐδὲ τεθέανται τὴν δόξαν αὐτοῦ τοῖς τῆς διανοίας ὄμμασιν. Ἀλλὰ γὰρ τίνα τρόπον ἐμακαρίσθησαν ἡμῶν οἱ ὀφθαλμοί; Τί δὲ ἄρα τεθεαμένοι; Εἴδομεν τὸν ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, δι᾽ ἡμᾶς γενόμενον ἄνθρωπον· τὸν ὁμόθρονον τῷ Πατρὶ, μεθ᾽ ἡμῶν, ἤγουν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, ἵν᾽ ἡμᾶς ἑαυτῷ συμμόρφους ἀποτελέσῃ, δι᾽ ἁγιασμοῦ καὶ δικαιοσύνης, ἐγχαράττων ἡμῖν τὸ τῆς ἑαυτοῦ θεότητος κάλλος, νοητῶς δηλονότι καὶ πνευματικῶς. Καὶ τούτου μάρτυς ὁ Παῦλος, οὕτω γεγραφώς· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·» χοϊκὸν κενὸν ἄνθρωπον εἶναι λέγων, τὸν πρωτόπλαστον Ἀδάμ· ἐπουράνιον δὲ, τὸν ἄνωθεν καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἐλλάμψαντα Λόγον.

Εἶτα γενόμενος ὡς ἔφην, ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς ὁ κατὰ φύσιν Υἱὸς ἔλαβε δούλου μορφὴν, ἵν᾽ ἡμᾶς τοὺς ἐν ζυγῷ δουλείας κατεσφιγμένους, φύσει γὰρ δοῦλόν ἐστι τὸ ποιηθὲν, ἐλευθέρους ἀποφήνῃ, τὰ αὐτοῦ κερδαίνοντας· ὠνομάσμεθα γὰρ υἱοὶ δι᾽ αὐτόν τε καὶ σὺν αὐτῷ· συνεπτώχευσεν ἡμῖν πλούσιος ὢν, ἵνα τὴν ἀνθρώπου φύσιν εἰς τὸν ἴδιον ἀγάγῃ πλοῦτον· ἐγεύσατο θανάτου διὰ ξύλου καὶ σταυροῦ, ἵν᾽ ἐκ μέσου ποιήσῃ τὴν διὰ ξύλου παράβασιν, καὶ τὰ ἐπ᾽ αὐτοῖς δὴ τούτοις αἰτιάματα καταλύσῃ, καὶ τῆς καθ᾽ ἡμῶν τυραννίδος ἀποστήσῃ τὸν θάνατον· εἴδομεν πεσόντα τὸν Σατανᾶν· ἐν ταπεινώσει, τὸν ἀλαζόνα· ἄτιμον, τὸν ποτὲ προσκυνούμενον· τὸν ἐν ὑπολήψει θεότητος, ὑπὸ πόδας ἁγίων· ἔλαβον γὰρ ἐξουσίαν πνεύμασιν ἀκαθάρτοις ἐπιτιμᾷν.

Ἀξίωμα δὲ τοῦτο πάμμεγα καὶ ὑπὲρ ἀνθρώπου φύσιν καὶ μόνῳ πρέπον τῷ πάντων ἐπέκεινα Θεῷ· ἀρχὴ δὲ τούτου γέγονεν ἡμῖν, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ Λόγος· καὶ γοῦν ἐπέπληττε μὲν τοῖς ἀκαθάρτοις πνεύμασιν. Ἔφασκον δὲ οἱ τάλανες Ἰουδαῖοι, ὅτι «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Πρὸς ταύτας αὐτῶν τὰς ἀνοσίους φωνὰς ὑπήντα λέγων ὁ Κύριος· «Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Εἰ δ᾽ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Εἰ γὰρ ἐγὼ, φησὶν, ἄνθρωπος καθ᾽ ὑμᾶς γεγονὼς, ἔχω οὕτως τῆς θεοπρεποῦς ἐξουσίας τὴν ἐνέργειαν, ἐφ᾽ ὑμᾶς κατέβη τὸ οὕτω μέγα καὶ ἐξαίρετον ἀγαθόν· εὐδοκιμεῖ γὰρ, φησὶ, ἡ ἀνθρώπου φύσις ἐν ἐμοὶ πατοῦσα τὸν Σατανᾶν· οὐκοῦν ἐφ᾽ ἡμᾶς ἔφθασεν ἡ βασιλεία τοῦ Θεοῦ, τοῦ καθ᾽ ἡμᾶς γεγονότος Λόγου καὶ μετὰ σαρκὸς ἐνεργοῦντος τὰ θεοπρεπῆ· ἐν τούτοις ὄντας ἑαυτοὺς τεθεάμεθα· καὶ μακάριοι γεγόνασιν ἡμῶν οἱ ὀφθαλμοί· ἠκούσαμεν αὐτοῦ τῆς ἀῤῥήτου μυσταγωγίας· ἐδίδαξεν ἡμᾶς τὰ περὶ τοῦ Θεοῦ καὶ Πατρός· ἔδειξεν ἡμῖν αὐτὸν ἐν ἰδίᾳ φύσει· ἐμφανῆ κατέστησε τῶν διὰ Μωϋσέως τύπων τὴν ἀλήθειαν.

Ταῦτα πολλοὶ τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν, πλεῖστοι δὲ καὶ βασιλεῖς· καὶ γοῦν εὑρήσομεν ποτὲ μὲν λέγοντας· «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν·» ἔλεος γὰρ σωτήριον ὀνομάζουσι τὸν Υἱόν· ποτὲ δὲ πάλιν· «Μνήσθητι ἡμῶν.

Κύριε, ἐπὶ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν εὐφροσύνῃ, μετὰ τοῦ ἔθνους σου.» Ἔθνος δὲ ποῖόν ἐστι τὸ ἐξειλεγμένον ἐν Χριστῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐξηγήσεται λέγων ὁ σοφώτατος Πέτρος πρὸς τοὺς διὰ πίστεως εὐδοκιμηκότας· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.» <Ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν, κ.τ.λ.> (E f. 170) Καιρὸν μὲν ἐκεῖνόν φησι καθ᾽ ὃν ὁ Σωτὴρ τὰς διατριβὰς ἐπὶ τῆς γῆς ἐποιεῖτο, ὁ πανταχοῦ παρὼν, καὶ τῶν πατρικῶν μὴ ἐξιστάμενος.—(A f. 141) Νομικὸν δὲ ἐν τούτοις φησὶν ὁ εὐαγγελιστὴς, τὸν νομοΐστορα, κατά γε τὴν παρὰ Ἰουδαίων συνήθειαν, ἤγουν τὸν οἰόμενον εἰδέναι τὸν νόμον, οὐ μὴν ἔτι καὶ εἰδότα κατὰ ἀλήθειαν. Οὗτος ἐνόμισε συναρπάσαι Χριστόν· καὶ ἐπί τισιν, ἐρῶ. Λογοποιοί τινες ἀθυροστομεῖν εἰωθότες, ἅπασαν περιεφοίτων τὴν τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ, κατηγοροῦντες Χριστοῦ, καὶ φάσκοντες, ὅτι τὴν μὲν διὰ τοῦ Μωϋσέως ἐντολὴν ἀνόνητον εἶναί φησι, καινὰ δὲ αὐτὸς εἰσφέρει διδάγματα· ἦσαν δὲ τῶν πιστευσάντων ἤδη τινὲς, οἳ τοῖς παρ᾽ ἐκείνων ἀντέπραττον λόγοις, ἀποδεχόμενοι πανταχοῦ τὸ εὐαγγελικὸν σωτήριον κήρυγμα.

Ἐθελήσας τοίνυν ὁ νομικὸς, ἤγουν οἰηθεὶς δύνασθαι παγιδεῦσαι Χριστὸν εἰς τὸ λαλῆσαί τι κατὰ Μωϋσέως, ἤγουν τῆς δι᾽ αὐτοῦ λαληθείσης ἐντολῆς, κρείττονα τὴν παρ᾽ ἑαυτοῦ διδασκαλίαν εἰπεῖν, πρόσεισι πειράζων αὐτὸν καὶ λέγων· «Τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω.» Μεθ᾽ ὑποκρίσεως πρόεισι, καὶ γνώμης ἐπιπλάστου καὶ τιμᾷν ὑποκρινόμενος, διδάσκαλον ὀνομάζει, ὡς ἂν διὰ τῆς χρηστολογίας ἡ ἐν αὐτῷ κεκρυμμένη διαλάθῃ πεῖρα· ἀλλ᾽ εἶπεν ἄν τις αὐτῷ τῶν εὖ εἰδότων τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· Εἰ νόμον ἠπίστασο, καὶ τῆς ἐν αὐτῷ κεκρυμμένης θεωρίας τὴν δύναμιν, οὐκ ἂν ἠγνόησας ὃν πειράζειν ἐπεχείρεις, εἰδότα τὰ κεκρυμμένα, καὶ καθορᾷν ἰσχύοντα τὰς τῶν προσιόντων αὐτῷ καρδίας.

Διδάσκαλον ἀποκαλεῖς, μανθάνειν οὐκ ἀνεχόμενος· ὑποκρίνῃ τιμᾷν, συναρπάσαι προσδοκῶν. Ἄθρει δέ μοι πάλιν τὸ κακόηθες εἰς λόγους τοῦ νομικοῦ· ἐξῆν μὲν γὰρ εἰπεῖν· Τί ποιήσας, σωθήσομαι, ἤγουν ἀρέσω Θεῷ, καὶ τὸν παρ᾽ αὐτοῦ λήψομαι μισθόν; Ἀλλ᾽ ἐκεῖνα μὲν ἀφίησι· κέχρηται δὲ μᾶλλον ταῖς τοῦ Σωτῆρος φωναῖς, τῆς ἑαυτοῦ κεφαλῆς καταχέων τὸν γέλωτα. Ἐπειδὴ γὰρ ἔθος ἦν τῷ πάντων Σωτῆρι Χριστῷ περὶ ζωῆς αἰωνίου διαλέγεσθαι συχνῶς τοῖς προσιοῦσιν αὐτῷ, διαλεγόμενος ὡς ἔφην ὁ περίαυτος νομικὸς, ταῖς αὐτοῦ κέχρησαι φωναῖς. Ἀλλ᾽ εἴπερ ἦσθα φιλομαθὴς ἀληθῶς, ὦ νομικὲ, ἤκουσας ἂν παρ᾽ αὐτοῦ τὰ εἰς ζωὴν ἀποφέροντα τὴν αἰώνιον· ἐπεὶ δὲ πειράζεις κακούργως, οὐδὲν ἕτερον ἀκούσῃ, πλὴν ὅτι μόνον τὰ διὰ Μωϋσέως τοῖς πάλαι τεθεσπισμένα· ἅπερ προδήλως οὐδὲ τὴν αἰώνιον εἶχε ζωὴν ἀντιμισθίαν, ἀλλὰ τὴν ἐνταῦθα δεδομένην, τῶν τε κακῶν ἀπαλλαγὴν, καὶ τῶν χρηστοτέρων ἀντίδοσιν. «Ἐὰν γὰρ θέλητε καὶ εἰσακούσητέ μου, φησὶ, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.» <Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης, κ.τ.λ.> (A f. 143, B f. 106, E f. 177) Πλὴν ἀπαγγείλαντος τοῦ νομικοῦ τὰ ἐγκείμενα τῷ νόμῳ, κολάζων αὐτοῦ τὴν πονηρίαν, καὶ τὸ δύστροπον ἐλέγχων φρόνημα Χριστὸς ὁ πάντα εἰδώς· «Ὀρθῶς ἀπεκρίθης, φησί· τοῦτο ποίει καὶ ζήσῃ.»

Ἐκπέπτωκε τῆς θήρας ὁ νομικὸς, ἐῤῥάγη τῆς ἀπάτης τὸ λῖνον· οὐκοῦν ἐπιφωνῶμεν αὐτῷ τὸ διὰ τῆς Ἱερεμίου φωνῆς· «Ἠγρεύθης καὶ ἐλήφθης.»—(A f. 143 b, E f. 178) Ἀποτυχὼν τῆς θήρας, ἐκκεκύλισται πρὸς φιλοδοξίαν· ἐξ ἀπάτης εἰς ὑπεροψίαν· ἀλλήλαις ὥσπερ αὐτὸν αἱ κακίαι κιχρῶσιν. Ἠρώτησε γὰρ οὐ μαθεῖν θέλων, ἀλλ᾽ ᾗ, φησὶν ὁ εὐαγγελιστὴς, θέλων ἑαυτὸν δικαιῶσαι.

Ἄθρει δὲ ὅπως ἐκ φιλαυτίας τε ὁμοῦ καὶ ὑπεροψίας, ἀναίδην ἀνεφώνει· «Καὶ τίς ἐστί μου πλησίον;» Τίς ἐστιν οὗτος, φησὶν, ἵνα τοῦτον ὡς ἐμαυτὸν ἀγαπήσω; Ὑπερέχω πάντων· εἰμὶ νομικός· κρίνω πάντας, οὐ κρίνομαι παρά τινος· δικάζω, καὶ οὐ δικάζομαι· πάντων διαφέρω· πάντων κρείττων τυγχάνω· πᾶσιν ἐπιτάττω· πάντες μου χρῄζουσιν, ἐγὼ δὲ χρῄζω οὐδενός· τίς μου ἄρα ἐστὶ πλησίον, ἵνα τοῦτον ὡς ἐμαυτὸν ἀγαπήσω; Οὐδεὶς αὖ, νομικὲ, κατὰ σέ; Πάντων ἐπέκεινα σαυτὸν ἀποφέρεις; Κατένεγκε τὴν ὀφρύν· μέμνησο τοῦ λέγοντος παροιμιαστοῦ· «Οἱ δὲ ἑαυτοῖς ἐπιγνώμονες, σοφοί.» Ὄντως ἐν τούτοις ἡ τῆς ζωῆς δύναμις ἐν τῷ ἀγαπᾷν τὸν Θεὸν καὶ πλησίον, οὐκ ἀλλαττομένοις ὑφ᾽ ἡμῶν, ἀλλ᾽ ἐπιτεινομένοις ὑπὲρ τὰ μέτρα τὰ Ἰουδαϊκὰ, καὶ τῆς ἐπιτάσεως ἐμπεριεχομένης δυνάμει τοῖς εἰρημένοις ἐπιτάγμασι. Τὸ γὰρ ἐξ ὅλης καρδίας, καὶ ψυχῆς, καὶ ἰσχύος τὸν Θεὸν ἀγαπᾶν, ὑπεξαίρει τὴν πρὸς χρήματα, τὴν πρὸς ἡδονὴν, τὴν πρὸς κενὴν δόξαν ἀγάπην· ἐξάγει κοσμικῆς διαθέσεως, ἐκλεκτὸν ἀπὸ κόσμου καθίστησι, συνάπτει Χριστῷ, καὶ τὸ ὅλον εἴπειν, Χριστιανὸν ἐξ Ἰουδαίου ποιεῖ.

Ἥ τε πρὸς τὸν πλησίον ἀγάπη καλῶς νοουμένη, ὅταν μὴ πρὸς τὸ ὁμοεθνὲς ᾖ μόνον, ἀλλὰ πρὸς πᾶν τὸ ὁμογενὲς, ἀκόλουθος τῇ πρὸς Θεὸν ἀγάπῃ καθίσταται· προσλαμβάνουσα καὶ τὸ κατὰ μίμησιν Χριστοῦ, τὸ μὴ μόνον ὡς ἑαυτὸν, ἀλλὰ καὶ ὑπὲρ ἑαυτόν· ὥστε θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων· ὅπερ ὁ Κύριος πεποίηκεν.

Ἐπαινεθεὶς μέν τοι ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, ὡς καλὴν τὴν ἀπόκρισιν ἐποιήσατο, τὴν ἀλαζονείαν ἐξέῤῥηξεν· οὐδένα εἶναι πλησίον ἑαυτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτῷ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου. Τοιαῦτα δὲ φρονῶν οἷα ἐκεῖνος ὁ Φαρισαῖος, ὁ λέγων· «Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων·» οὐκ εἰδὼς ὡς τοῦτο διαφθείρει τὴν δικαιοσύνην, τὸ μὴ ἐξ ἀγάπης ὃ πράττει ποιεῖν. Ἐνδεὴς οὖν καὶ οὗτος τῆς ἀγάπης ἁλίσκεται· πάντως μὲν καὶ τῆς πρὸς Θεὸν, οὐ μὴν ἀλλὰ καὶ τῆς γε πρὸς τὸν πλησίον, ἐμφανῶς, ὅπου οὐδὲ εἶναί τινα πλησίον ἑαυτοῦ λογίζεται· δῆλον δὲ ὅτι τὸν ἀδελφὸν οὐκ ἀγαπῶν ὃν ἑώρακεν, οὐ δύναται Θεὸν ἀγαπᾷν ὃν οὐχ ἑώρακεν. <Ἄνθρωπός τις κατέβαινεν, κ.τ.λ.> (E f. 179) Ὅρα δὲ πῶς δείκνυσιν τὸν πλησίον ὁ Σωτὴρ τίς ἐστιν, οὐ γένει διορίζων, οὐκ ἀρετῇ δοκιμάζων ἀλλὰ τῇ φύσει συνάπτων, διηγούμενος περὶ τοῦ δεινὰ πεπονθότος ὑπὸ λῃστῶν, ᾧ φιλανθρωπία παρὰ παντὸς ἀνθρώπου προσήκει, τοῦτο τῆς φύσεως αὐτῆς ἀπαιτούσης. Συνεπιδείκνυται δὲ ἐν τῇ παραβολῇ καὶ τοῦτο, ὅτι μᾶλλον εὑρίσκει τὸν κατὰ φύσιν πλησίον ὁ μὴ τετυφωμένος, ἤπερ ὁ τετυφωμένος· Σαμαρείτης γὰρ ὑπὲρ ἱερέα καὶ Λευίτην· ὅτι οἱ μὲν κείμενον ἡμιθνῆτα καὶ ἐν ἐσχάτοις ὄντα κακοῖς, ἀντιπαρῆλθον, οὐδὲν ἐπ᾽ αὐτῷ πεπονθότες ἀνθρώπινον, οὐ τὸ ἐξ ἀγάπης ἔλαιον ἐπιστάξαντες, ἀσυμπαθὲς δὲ μᾶλλον καὶ ἀπηνὲς ἐσχηκότες τὸ φρόνημα.

Ὅ γε μὴν ἀλλογενὴς καὶ τελῶν ἐν Σαμαρείταις πεπλήρωκε τῆς ἀγάπης τὸν νόμον. Ἄκουε γοῦν καὶ τῆς παραβολῆς. Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς, κ.τ.λ. <Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, κ.τ.λ.> (A f. 144, B f. 106 b, E f. 180 b) Ἄλλως δὲ, ἐπειδὴ, κατὰ τὸ γεγραμμένον, «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς,» καὶ πᾶσαν μὲν ἐπιθυμίαν βοσκηματώδη καὶ ἀκόλαστον κατηῤῥώστησεν· ἀπαρχὴ γενόμενος τοῦ γένους ἡμῶν ὁ Χριστὸς, ὁ μὴ εἰδὼς ἁμαρτίαν, ἐν ἑαυτῷ πρῶτον ἔδειξε τούτων τῶν κτηνωδῶν παθῶν ὑπεραναβάντας ἡμᾶς· αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασε.

Διὰ τοῦτο εἶπεν, ὅτι τὸν τυχόντα τῆς θεραπείας ἐπὶ τὸ ἴδιον ὑποζύγιον ἀνεβίβασεν· ἐν ἑαυτῷ γὰρ ἡμᾶς ἔφερεν, ὅτι ἐσμὲν μέλη τοῦ σώματος αὐτοῦ. Ἀλλὰ μὴν καὶ εἰς πανδοχεῖον ἀπήγαγε· πανδοχεῖον δὲ τὴν Ἐκκλησίαν καλεῖ, τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν. Οὐκέτι γὰρ κατὰ τὸ στενὸν τῆς νομικῆς σκιᾶς καὶ τῆς ἐν τύποις λατρείας ἀκούσομεν· «Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Θεοῦ·» ἀλλά· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Καί· «Ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Κύριον καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.» Καὶ ἀπαγαγὼν, μείζονος ἐπιμελείας ἠξίωσε. Καὶ γὰρ τῆς Ἐκκλησίας συλλεγείσης ἐκ τῶν τῇ πολυθεΐᾳ νενεκρωμένων ἐθνῶν, αὐτὸς ἦν ὁ Χριστὸς ἐν αὐτῇ, κατὰ τὸ γεγραμμένον, οἰκῶν καὶ ἐμπεριπατῶν, καὶ πᾶσαν πνευματικὴν δωρούμενος χάριν. Ὅθεν καὶ τῷ προεστῶτι τοῦ πανδοχείου (νοηθείη δ᾽ ἂν οὗτος τύπον ἐπέχειν τῶν ἀποστόλων καὶ τῶν μετ᾽ αὐτοὺς ποιμένων καὶ διδασκάλων) εἰς οὐρανοὺς ἀνιὼν ἔδωκε δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠῤῥωστηκότος. Καὶ προσθεὶς, ὡς Ἐάν τι προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.

Δύο δηνάρια, τὰς δύο Διαθήκας φησὶ, τήν τε διὰ τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, τήν τε διὰ τῶν Εὐαγγελίων δοθεῖσαν καὶ τῶν ἀποστολικῶν διατάξεων· καὶ ἀμφοτέρας ἑνὸς οὔσας Θεοῦ, καὶ μίαν εἰκόνα τοῦ ἄνω καὶ ἑνὸς βασιλέως φερούσας, ὡς τὰ δηνάρια, καὶ τὸν αὐτὸν μὲν χαρακτῆρα ταῖς καρδίαις ἡμῶν διὰ τῶν ἱερῶν λογίων ἐνσφραγιζομένας καὶ ἐντυπούσας, ἐπείπερ καὶ ἓν αὐτὰς καὶ τὸ αὐτὸ Πνεῦμα λελάληκεν. Ἐῤῥέτω γὰρ Μάνης, καὶ πρὸ αὐτοῦ Μαρκίων, οἱ ἀθεώτατοι, διαφόροις θεοῖς ταύτας μερίζοντες· ἑνὸς γὰρ βασιλέως ἐστὶ τὰ δύο δηνάρια, καὶ κατὰ ταὐτὸν καὶ ὁμοτίμως δοθέντα τῷ προεστῶτι τοῦ πανδοχείου παρὰ Χριστοῦ· ἃ δὴ καὶ λαβόντες οἱ τῶν ἁγιωτάτων ἐκκλησιῶν ποιμένες, καὶ μετὰ πόνων καὶ ἱδρώτων ταῖς διδασκαλίαις πλατύναντες, καὶ οἴκοθεν προσδαπανήσαντες, καὶ διὰ τῆς δαπάνης μᾶλλον αὐξήσαντες (τοιοῦτον γὰρ τὸ νοητὸν ἀργύριον ἐξ ὧν δαπανᾶται, μὴ μειούμενον ἀλλ᾽ αὐξόμενον, ὅπερ ὁ τῆς διδασκαλίας λόγος ἐστὶν), ἐπανερχομένῳ τῷ Δεσπότῃ κατὰ τὴν τελευταίαν ἡμέραν, ἐροῦσιν ἕκαστος· Κύριε, δύο δηνάρια δέδωκάς μοι· ἰδοὺ προσδαπανήσας οἴκοθεν, ἕτερα δύο κεκέρδηκα, δι᾽ ὧν τὸ ποίμνιον ηὔξησα.

Καὶ ἀποκριθεὶς ἐρεῖ· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» <Τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;> (A f. 146, E f 189 b) Εἰκότως ὁ Κύριος ἤρετο, τίνα τῶν τριῶν πλησίον γενέσθαι νενόμικε τοῦ πεπονθότος;

Ὁ δέ· Ὁ ποιήσας, φησὶ, τὸ ἔλεος μετ᾽ αὐτοῦ. Οὔτε γὰρ ὁ ἱερεὺς, οὔτε ὁ Λευΐτης πλησίον γέγονε τοῦ πεπονθότος, ἀλλ᾽ ὁ οἰκτισάμενος. Καὶ πρὸς ταῦτα Χριστός· «Πορεύου, καὶ σὺ ποίει ὁμοίως.» Ἀνόνητον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, τοῖς λαχοῦσιν αὐτὸ, καὶ τοῖς δοκοῦσιν εἶναι νομομαθέσι, τὸ ὠνομάσθαι νομομαθεῖς, εἰ μὴ δι᾽ αὐτῶν εὐδοκιμοῦσι τῶν ἔργων. Ἰδοὺ γὰρ πέπλεκται τῆς ἀγάπης ὁ στέφανος τῷ τὸν πλησίον ἠγαπηκότι· Σαμαρείτης οὗτος ἦν, ἀλλ᾽ οὐκ ἀπόβλητος. Διὰ τοῦτο μεμαρτύρηκεν ὁ πρῶτος ἐν μαθηταῖς, τουτέστιν ὁ μακάριος Πέτρος, ὧδέ πως φήσας· «Ἐπ᾽ ἀληθείας καταλαμβάνομεν ὅτι οὐκέτι προσωπολήπτης ὁ Θεὸς, ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.» Προσίεται γὰρ ἅπαντας τοὺς τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἐραστὰς ὁ φιλάρετος Κύριος, καὶ ἀσπάζεται, καὶ γνησίους τίθησι, καὶ τῶν μελλόντων ἀξιοῖ ἀγαθῶν. <Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὑτῆς.> (A f. 146 b) Πλὴν, κατὰ τὴν ἱστορίαν, μέγα τι χρῆμα καὶ ἀξιόκτητον ὁ τῆς φιλοξενίας τρόπος· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος· «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε.» Τοιαύτη τις ἡ Μάρθα ὑποδεχομένη τὸν Κύριον, ἣν καλὸν καὶ μιμήσασθαι· ὥσπερ καὶ τὴν φιλομαθεστάτην αὐτῆς ἀδελφὴν Μαρίαν, ἣ τοῖς τοῦ Σωτῆρος ποσὶ προσιζήσασα, τῶν παρ᾽ αὐτοῦ διδαγμάτων τὴν ἑαυτῆς ἐμπίπλησι φρένα.

Ὀνίνησι δὲ πάλιν καὶ διὰ τούτων ὁ Σωτὴρ τοὺς ἑαυτοῦ μαθητὰς, ἵν᾽ εἰδεῖεν, ὅπως τε καὶ τίνα τρόπον ταῖς τῶν ἐπιδεχομένων αὐτοὺς οἰκίαις ἐνδιαιτᾶσθαι χρή. Δεῖ γὰρ εἰσβάλλοντας οὐχ ὑπτιοῦσθαι μᾶλλον εἰς ἀνέσεις, οὔτε μὴν ὅλως δοκεῖν ταύτης ἕνεκα τῆς αἰτίας καταλύειν παρά τισιν, ἀλλ᾽ ἵνα μᾶλλον αὐτοὺς ἐπιμεστώσειαν μαθημάτων θείων καὶ ἱερῶν. Οἱ δὲ τὴν ἑστίαν αὐτοῖς ἀνευρύνοντες, ὑπαντάτωσαν ἱλαροὶ καὶ πρόθυμοι· οὐχ ὡς διδόντες τι μᾶλλον, ἀλλ᾽ ὡς αὐτοὶ ληψόμενοι, κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσουσι μυσταγωγίαις· εἶτα πρὸς τούτῳ καὶ τὸν τῆς φιλοξενίας κερδανοῦσι μισθόν. Ἐπιδεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητείτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν· λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν γὰρ τοῖς φιλοξενεῖν ἐθέλουσιν ὄκνον· καμάτου δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται πρόξενον.