Καὶ τί κατορθώσων, διατρανοῖ πάλιν αὐτός. Ἀφῖγμαι γὰρ δὴ, φησὶ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Καὶ ποῖον τοῦτό ἐστι; βούλεται γὰρ ἡμᾶς ὁ φιλάρετος ἡμῶν Δεσπότης, παντὸς ἀποφοιτᾷν γηΐνου τε καὶ προσκαίρου πράγματος, μὴ φιλονεικοῦντας ἀδελφοῖς, εἴκοντας δὲ μᾶλλον αὐτοῖς, κἂν βούλωνται πλεονεκτεῖν. «Ἀπὸ γὰρ τοῦ αἴροντος, φησὶ, τὰ σὰ, μὴ ἀπαίτει·» ζητοῦντας δὲ μᾶλλον τὰ ὅσαπέρ ἐστι χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς. Τοῖς οὕτω ζῇν εἰωθόσι, νόμους ὁρίζει Χριστὸς, καθ᾽ οὓς ἂν γένοιντο λαμπροὶ καὶ ἀπόβλεπτοι· ἔφη γοῦν· «Μὴ κτήσησθε ἀργύριον, μήτε χρυσίον, μήτε δύο χιτῶνας, μήτε πήραν, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν.» Καὶ πάλιν· «Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Καὶ αὖ, ἐπειδή τις προσελθὼν νεανίας ἤρετο, «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὕπαγε, φησὶ, πώλησον τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς.» Οὐκοῦν τοῖς μὲν ὑποφέρουσιν εὐήνιον αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ διατάττει, καὶ νομοθετεῖ, καὶ μερίζει τὸν οὐράνιον κλῆρον, καὶ διανέμει τὰς πνευματικὰς εὐλογίας· τοῖς γε μὴν μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς, εἰκότως ἐρεῖ· «Τίς με κατέστησεν ἄρχοντα ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;» Ἀποσείεται μὲν οὖν ἐκεῖνον, ὡς ὀχληρὸν, καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὧν εἰδέναι ἐχρῆν.