Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Προειδοποιήσεις κατά της πλεονεξίας, της μέριμνας και διδασκαλία περί εγρηγόρσεως

Η παραβολή του άφρονος πλουσίου, η αποφυγή των βιωτικών μεριμνών, ο θησαυρός στους ουρανούς, η ανάγκη πνευματικής ετοιμότητας των δούλων, και η έλευση του Χριστού ως πυρ και διαχωρισμός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 22

ΚΕΦΑΛ. ΙΒʹ. <Πρῶτον προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων.> (A f. 165 b) Ἀφ᾽ ἧς καὶ προσέχειν τοὺς μαθητὰς ὁ Κύριος βούλεται· ζύμην ἐν τούτοις, τὴν ὑπόκρισιν λέγων· θεοστυγὲς γὰρ τὸ χρῆμα· καὶ λανθάνει μὲν ἔσθ᾽ ὅτε βραχὺ, πλὴν διαπίπτει, καὶ οὐκ εἰς μακράν. Ὡς γὰρ οὐκ ἔνεστι λαθεῖν τὸν τῆς Θεότητος ὀφθαλμὸν τὰ παρ᾽ ἡμῶν δρώμενα, διέδειξεν εἰπών· «Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται.»—(A f. 165 b, C f. 133 b) Ἅπας γὰρ ἡμῶν λόγος καὶ πᾶν ἔργον ἐν ἡμέρᾳ κρίσεως ἔσται φανερόν· περιττὴ τοιγαροῦν ἡ ὑπόκρισις· δεῖ δὲ ἡμᾶς ἀληθινοὺς ὁρᾶσθαι προσκυνητάς.—(A f. 165 b) Ἴσως δὲ καὶ κατὰ τὴν προτέραν ἐπιβολὴν διδάσκει, ὅτι τὰ κρυφῆ παρ᾽ ἡμῶν καὶ λεγόμενα καὶ πραττόμενα, δῆλα ἔσται τῷ πάντα ὁρῶντι ὀφθαλμῷ, καὶ τοῖς ἄλλοις ἐκκαλυφθήσεται. <Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα.> (A f. 165 b, B f. 120 b, C f. 134) Εἰς πνευματικὴν εὐανδρίαν ἀλείφει τοὺς ἀγαπῶντας αὐτόν. «Λέγω γὰρ ὑμῖν, φησὶ, τοῖς φίλοις μου.» Οὐχ ἅπασιν οὖν ἁπλῶς πρέποι ἂν, ὡς ἔοικεν, ὁ περὶ τούτων λόγος· ἐκείνοις δὲ μᾶλλον, οἷς ἂν ἐνυπάρχον ὁρῷτο τὸ ἐξ ὅλης καρδίας ἀγαπᾷν αὐτόν· οἷς καὶ ἁρμόζει λέγειν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ μάχαιρα;»

Οἱ γὰρ μὴ τοιοῦτοι, εὐπαρακόμιστοι λίαν εἰσὶν, καὶ πρὸς ἀποστασίαν ἑτοιμότεροι· οἱ δὲ τὰ αὐτὰ φρονοῦντες αὐτῷ, καὶ τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάζοντες, φαῖεν ἂν μετὰ τοῦ θεσπεσίου Πέτρου· «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς ὑπὲρ αὐτοῦ τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε.» Ἐθελοντὴς γὰρ ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον, ὡς ἀπαράβλητον ἔχων τὴν εἰς ἡμᾶς ἀγάπην.

Ἀκηκόαμεν γοῦν λέγοντος αὐτοῦ ἐναργῶς· «Μείζονα ταύτης τῆς ἀγάπης οὐδεὶς ἔχει, ἵνα τις θῇ τὴν ψυχὴν αὑτοῦ ὑπὲρ τῶν φίλων αὑτοῦ.» Εἶτα πῶς οὐκ ἂν εἵη τῶν ἀτοπωτάτων, μὴ ὥσπερ τι τῶν ἀναγκαιοτάτων ὀφλημάτων ἐκτῖσαι Χριστῷ ὅπερ ἐλάβομεν παρ᾽ αὐτοῦ; Χρὴ δὲ καὶ ἑτέρως ζωῆς ἡμᾶς ὄντας ὑπασπιστὰς, μὴ δεδιέναι τὸν θάνατον, ἀπομιμεῖσθαι δὲ μᾶλλον τῶν ἁγίων Πατέρων τὴν πίστιν. Προσκεκόμικεν ὁ πατριάρχης Ἀβραὰμ τὸν μονογενῆ πειραζόμενος, φημὶ δὲ τὸν Ἰσαὰκ, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δύναται ὁ Θεός. Ποῖον οὖν ἔσται καθ᾽ ἡμῶν τοῦ θανάτου τὸ δεῖμα, καταργούσης αὐτὸν τῆς ζωῆς;

Προσενθυμεῖσθαι δὲ τούτοις κἀκεῖνο προσήκει· εὑρίσκονται γὰρ διὰ πόνων οἱ στέφανοι· καὶ ἄνθρωποι μὲν μέχρι σώματος ἐκτείνουσι τὰς ὀργὰς, καὶ πέρας αὐτοῖς τῆς καθ᾽ ἡμῶν ἐπιβουλῆς, ὁ τῆς σαρκὸς θάνατος· Θεοῦ δὲ κολάζοντος, οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυποφέρεται ταῖς αἰκίαις ἡ ἀθάνατος [al. codd.> A)QLÍA] YUXH́.

Οὐκοῦν εἰσίτω μᾶλλον ὁ μετ᾽ εὐκλείας θάνατος, εἰς ἀρχὰς ἡμᾶς ἀναφέρων ἀτελευτήτου ζωῆς, ἡτοιμασμένων πάντως που καὶ τῶν ἐκ θείας φιλοτιμίας ἀγαθῶν.—(A f. 165 b, A f. 166) Ἵνα δέ τι καὶ ἕτερον ἐπικούρημα ταῖς ἡμετέραις χαρίσηται διανοίαις, προστέθεικεν ἀναγκαίως· «Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν [δ᾽] ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ.»—(A f. 166, B f. 121, C f. 134) Προσεπήγαγε δὲ ὅτι καὶ «Αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται.» Ὁρᾷς ὅσην ποιεῖται πρόνοιαν τῶν ἀγαπώντων αὐτόν; Εἰ γὰρ μέχρι τῶν οὕτως εὐτελεστάτων ἐκτείνεται, καὶ οἷον κάτεισιν ἐπὶ τὰ πάντων σμικρότατα τῶν ζώων, πῶς ἂν ἐπιλάθοιτο τῶν ἀγαπώντων αὐτὸν, ἢ ἀγνοήσειέ τι τῶν συμβαινόντων αὐτοῖς, ὅς γε τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν, ὡς ἕκαστα τῶν κατ᾽ αὐτοὺς εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν αὐτῶν τὰς τρίχας; Ἢ γὰρ οὐκ ἐάσει πεσεῖν εἰς πειρασμὸν, ἢ γοῦν οἰκονομικῶς, ἵνα παθόντες εὐδοκιμήσωμεν· ὁ γὰρ εἰς παγῖδα πεσεῖν ἐπιτρέψας, χορηγήσει πάντως τὸ δύνασθαι διενεγκεῖν. <Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κ.τ.λ.> (A f. 166, B f. 121) Ἀλλὰ τίς ἂν εἴη λοιπὸν ὁ Χριστὸν ὁμολογῶν, ἢ καὶ ὅπως ἄν τις αὐτὸν ὁμολογήσειεν ὀρθῶς, πρό γε τῶν ἄλλων ἄξιον ἰδεῖν.

Γράφει τοίνυν ἡμῖν ὁ πάνσοφος Παῦλος· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἐπιβήσεται εἰς τὸν οὐρανόν· τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἐπαγαγεῖν.

Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ὅλον ἐν τούτοις τὸ Χριστοῦ μυστήριον εὖ μάλα διερμηνεύεται.

Χρὴ γὰρ πρότερον τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ μονογενῆ Θεὸν Λόγον, Κύριον τῶν ὅλων ὁμολογεῖν· οὐχ ὡς ἔξωθεν καὶ εἰσκεκριμένην λαχόντα τὴν κυριότητα, ἀλλ᾽ ὄντα τοῦτο κατὰ φύσιν καὶ ἀληθῶς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ· εἶθ᾽ οὕτω πιστεύειν, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ἐνανθρωπήσαντα δηλονότι καὶ σαρκὶ παθόντα δι᾽ ἡμᾶς· ἐγήγερται γὰρ οὕτως ἐκ νεκρῶν. Κύριος οὖν, ὡς ἔφην, ὁ Υἱὸς, ἀσύντακτος τοῖς ἄλλοις, οἷς τὸ τῆς κυριότητος ὄνομα δοτὸν καὶ εἰσκεκριμένον· μόνος γὰρ Κύριος κατὰ φύσιν, ὁ παντὸς ἐπέκεινα γενητοῦ Θεὸς Λόγος· «Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα.» Ἀλλ᾽ οὔτε τοῦ εἶναι Κύριος ὁ Πατὴρ ἔξω κείσεται, Θεὸς ὢν φύσει· οὔτε μὴν ὁ Υἱὸς ἀπολισθήσειεν ἂν τοῦ εἶναι Θεός· Κύριος γάρ ἐστι κατὰ φύσιν· ἔνεστι δὲ μόνῃ τῇ θείᾳ τε καὶ ἀνωτάτω πασῶν οὐσίᾳ, τὸ εἰσάπαν ἐλεύθερον, καὶ τὸ ἔξω κεῖσθαι ζυγοῦ καὶ δουλείας, ἔχειν δὲ μᾶλλον ὑπὸ πόδας δουλοπρεπῶς τὴν κτίσιν ὑποκειμένην· διὰ τοῦτο, καίτοι γενόμενος καθ᾽ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τό γε ἧκον εἰς ἀνθρωπότητος μέτρον, ὑπὸ ζυγὰ καὶ δουλείαν ἐνηνεγμένος, συνετέλεσε μὲν τοῖς Ἰουδαίων δασμολόγοις κατὰ τὸν Μωϋσέως νόμον τὸ δίδραγμον οἰκονομικῶς, οὐκ ἔκρυψε δὲ τῆς ἐνούσης δόξης αὐτῷ τὸ περιφανές. Ἤρετο γὰρ τὸν μακάριον Πέτρον· «Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι κῆνσον ἢ τέλη;

ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;

Εἰπόντος δὲ ὅτι ἐκ τῶν ἀλλοτρίων· Ἄρα γε, φησὶν, ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Κύριος οὖν κατὰ φύσιν ὁ Υἱὸς, ὡς ἐλεύθερος. Καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμᾶς ἐδίδαξε Παῦλος ὡδὶ γεγραφώς· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Καὶ μικρὸν ἄνωθεν· «Ὁ δὲ Κύριος, τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Ἄθρει δὴ ὅπως τὸν Κύριον τὸ Πνεῦμα εἶναί φησιν· οὐχ ὡς ἐν υἱότητι (Πνεῦμα γάρ ἐστι, καὶ οὐχ Υἱὸς), ἀλλ᾽ ὡς ὁμοούσιον τῷ Υἱῷ, Κυρίῳ τε ὄντι καὶ ἐλευθέρῳ, καὶ τῇ πρὸς αὐτὸν ταυτότητι φυσικῇ πρὸς ἐλευθερίαν τὴν θεοπρεπῆ μαρτυρούμενον. Ὃς ἂν οὖν ὁμολογήσῃ Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, ὡς Θεὸν δηλονότι καὶ Κύριον, ὁμολογηθήσεται παρ᾽ αὐτοῦ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ. Ποῦ δὲ καὶ ὅπως;

Ἦ πάντως κατ᾽ ἐκεῖνο καιροῦ, καθ᾽ ὃν ἐξ οὐρανοῦ καταβήσεται μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος· ἐκεῖ στεφανοῖ τὸν γνήσιον ὁμολογητήν· οἵ γε μὴν ἕτεροι, τουτέστιν οἱ ἀρνησάμενοί τε καὶ ἀτιμάσαντες, ἀρνηθήσονται· μονονουχὶ λέγοντος τοῦ Κριτοῦ αὐτοῖς τὸ διὰ προφητῶν ἁγίων ἐπί τισιν εἰρημένον· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· «Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Ἀρνήσεται δὲ αὐτοὺς, ἐκεῖνο λέγων· «Ἀπόστητε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀνομίας· οὐκ οἶδα ὑμᾶς.» Καὶ τίνες ἂν εἶεν οὗτοι;

Πρῶτον μὲν οἱ, διωγμοῦ καταλαβόντος, τὴν πίστιν ἀποβαλόντες· ἀρνοῦνται δὲ αὐτὸν ὁμοίως αἱρετικῶν παῖδες καὶ διδάσκαλοι, Ἀρειανοί τε καὶ τῆς Νεστορίου κενοφωνίας οἱ μαθηταί. <Πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, κ.τ.λ.> (A f. 167, B f. 121 b) Πῶς δὴ ἄρα καὶ τοῦτο νοεῖσθαι προσήκει; Εἰ μὲν γὰρ τοῦτο βούλεται δηλοῦν ὁ Σωτὴρ, ὅτι εἰ λέγοιτό τις λόγος ὑβριστικὸς κατὰ ἀνθρώπου κοινοῦ πρὸς ἡμῶν, ἄφεσιν ἕξει μετανοήσας, δυσχερείας ἡμῖν ἁπάσης ὁ λόγος ἀπήλλακται· ἀγαθὸς γὰρ ὢν φύσει Θεὸς, αἰτιαμάτων ἐλευθεροῖ τοὺς μετανοεῖν ἑλομένους· εἰ δὲ ἐπ᾽ αὐτὸν ὁ λόγος ἔρχεται τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, πῶς ἀνεύθυνος ἢ καὶ ἔξω δίκης, ὁ λόγον εἰς ἑ[ε]αὐτὸν εἰπών; Φαμὲν οὖν, ὅτι, ὅταν τις οὔπω τοῦ κατ᾽ αὐτὸν μυστηρίου τὴν δύναμιν ἐκμεμαθηκὼς, οὔτε μὴν ἐγνωκὼς, ὅτι Θεὸς ὢν φύσει, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ᾽ ἡμᾶς, καὶ κεχρημάτικεν ἄνθρωπος, εἴπῃ τι περὶ αὐτοῦ τῶν μετρίων, καὶ ὅσα συγγνώμης ἐστὶν ἄξια, ταῦτα ὁ Θεὸς ἀφίησι τοῖς ἐξ ἀγνοίας ἡμαρτηκόσιν. Οἷόν τί φημι· Ἔφη που Χριστός· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ·» ἀγνοήσαντες δέ τινες τὴν δόξαν αὐτοῦ, καὶ ἄνθρωπον εἶναι κοινὸν οἰηθέντες αὐτὸν, ἔφασκον· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;»

Καὶ πάλιν· Εἰστήκει ποτὲ μυσταγωγῶν ἐν Συναγωγῇ, καὶ τεθαύμασται μὲν παρὰ πάντων, τινὲς δὲ, φησὶν, ἔλεγον· «Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;» Ἠγνόησαν γὰρ ὅτι πάντες ἔκειντο ἐν αὐτῷ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ταῦτα συγγνώμης ἄξια, ὡς ἐξ ἀγνοίας ἀτημελῶς εἰρημένα. Τοῖς γε μὴν εἰς αὐτὸ τὸ Θεῖον βλασφημήσασιν, ἀδιάφυκτος ἡ δίκη, καὶ διηνεκὴς ἡ κόλασις καὶ ἐν τῷδε τῷ κόσμῳ, καὶ ἐν τῷ μέλλοντι. Πνεῦμα δέ φησιν ἐν τούτοις, οὐχὶ μόνον τὸ ἅγιον, ἀλλὰ γὰρ τὴν ὅλην τῆς Θεότητος φύσιν. Ἔφη δέ που καὶ αὐτὸς ὁ Σωτὴρ, ὅτι πνεῦμα ὁ Θεός· οὐκοῦν ἡ κατὰ τοῦ Πνεύματος βλασφημία, καθ᾽ ὅλης ἂν γένοιτο τῆς ἀνωτάτω πασῶν οὐσίας· μία γὰρ ἡ τῆς Θεότητος φύσις ἐν ἁγίᾳ καὶ προσκυνητῇ νοεῖται Τριάδι. <Μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσεσθε.> (A f. 170) Τοσοῦτον ἐπαρτήσας τὸν φόβον ὁ Κύριος, καὶ παρασκευάσας εἰς τὸ γεννικῶς ἀνθίστασθαι τοῖς ἀφιστᾶσι τῆς ὀρθῆς ὁμολογίας, περὶ τῶν ἄλλων κελεύει μὴ μεριμνᾷν, τουτέστι περὶ ἀπολογίας· διότι τοῖς πιστῶς καὶ ἀγαπητικῶς διακειμένοις ἐνεργεῖ τὸ Πνεῦμα τοὺς προσήκοντας λόγους, ὡσπερεὶ διδάσκαλος ἔνδον ἐνοικῶν. <Τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;> (A f. 171, E f. 190) Κεχειροτόνηται μὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅτε πέφηνε καθ᾽ ἡμᾶς, ἄρχων τε καὶ βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν.

Καὶ τί κατορθώσων, διατρανοῖ πάλιν αὐτός. Ἀφῖγμαι γὰρ δὴ, φησὶ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Καὶ ποῖον τοῦτό ἐστι; βούλεται γὰρ ἡμᾶς ὁ φιλάρετος ἡμῶν Δεσπότης, παντὸς ἀποφοιτᾷν γηΐνου τε καὶ προσκαίρου πράγματος, μὴ φιλονεικοῦντας ἀδελφοῖς, εἴκοντας δὲ μᾶλλον αὐτοῖς, κἂν βούλωνται πλεονεκτεῖν. «Ἀπὸ γὰρ τοῦ αἴροντος, φησὶ, τὰ σὰ, μὴ ἀπαίτει·» ζητοῦντας δὲ μᾶλλον τὰ ὅσαπέρ ἐστι χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς. Τοῖς οὕτω ζῇν εἰωθόσι, νόμους ὁρίζει Χριστὸς, καθ᾽ οὓς ἂν γένοιντο λαμπροὶ καὶ ἀπόβλεπτοι· ἔφη γοῦν· «Μὴ κτήσησθε ἀργύριον, μήτε χρυσίον, μήτε δύο χιτῶνας, μήτε πήραν, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν.» Καὶ πάλιν· «Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Καὶ αὖ, ἐπειδή τις προσελθὼν νεανίας ἤρετο, «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὕπαγε, φησὶ, πώλησον τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς.» Οὐκοῦν τοῖς μὲν ὑποφέρουσιν εὐήνιον αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ διατάττει, καὶ νομοθετεῖ, καὶ μερίζει τὸν οὐράνιον κλῆρον, καὶ διανέμει τὰς πνευματικὰς εὐλογίας· τοῖς γε μὴν μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς, εἰκότως ἐρεῖ· «Τίς με κατέστησεν ἄρχοντα ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;» Ἀποσείεται μὲν οὖν ἐκεῖνον, ὡς ὀχληρὸν, καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὧν εἰδέναι ἐχρῆν.

Ἀφίησί γε μὴν οὐκ ἀνουθετήτους ἡμᾶς, εὐκαίρου δὲ ὥσπερ λαβόμενος ἀφορμῆς, ἐξυφαίνει λόγον, μόνον δὲ οὐχὶ καὶ διαμαρτύρεται· <Εἶπε δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, κ.τ.λ.> (A f. 171, E f. 190) Βόθρον γὰρ ἡμῖν ὑπέδειξε διαβολικὸν, τὴν πλεονεξίαν, ἢν δὴ καὶ εἰδωλολατρείαν, ὡς ἔφημεν, ὁ σοφὸς ὀνομάζει Παῦλος, ὡς μόνοις τάχα που πρέπουσαν τοῖς οὐκ εἰδόσι Θεὸν, ἢ καὶ ἰσοστάθμως ἔχουσαν εἰς βεβήλωσιν τοῦ λατρεύειν τινὰς ξύλοις τε καὶ λίθοις. Διὰ τοῦτό φησιν· «Ὁρᾶτε καὶ φυλάξασθε ἀπὸ πάσης πλεονεξίας,» τουτέστι μικρᾶς τε καὶ μεγάλης· ἀσθενὴς γὰρ πάντως που ὁ πλεονεκτούμενος, καὶ εἰς μόνον ἀνατείνων τοὺς ὀφθαλμοὺς τὸν ἐφ᾽ οἷς πέπονθεν ἀγανακτῆσαι δυνάμενον. Ὁ δὲ, ἐπείπερ ἐστὶ δίκαιός τε καὶ ἀγαθὸς, προσίεται μὲν τὴν ἱκετηρίαν, ἐπάγει δὲ τοῖς ἠδικηκόσι τὰς δίκας.

Καὶ τοῦτο μαθήσῃ, λέγοντος αὐτοῦ διὰ φωνῆς ἁγίων προφητῶν· «Διὰ τοῦτο ἀνθ᾽ ὧν κατεκονδυλίζετε εἰς κεφαλὰς πτωχῶν, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ᾽ αὐτῶν, οἴκους ξυστοὺς οἰκοδομήσετε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· καὶ ἀμπελῶνας ἐπιθυμητοὺς φυτεύσετε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν· ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν.» Καὶ πάλιν· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Ἐὰν γὰρ γένωνται αἱ οἰκίαι ὑμῶν πολλαὶ, εἰς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία.» Οὐκοῦν κατὰ πάντα τρόπον ἀνόνητος ἡ πλεονεξία· καὶ καθ᾽ ἕτερον δὲ τρόπον, ἀνωφελής. Οὐ γὰρ ἐν τῷ περισσεύειν τινὶ, φησὶν, ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτέστιν, οὐ συνεκτείνεται τῷ πλούτῳ τὸ τῆς ζωῆς μέτρον. Καὶ τοῦτο ἡμῖν σαφῶς τε καὶ ἐναργῶς ὑπέδειξεν ὁ Σωτὴρ, τὴν τοῖς εἰρημένοις συνεζευγμένην παραβολὴν εὖ μάλα συντεθεικώς· διδάσκει μὲν οὖν τὰ πάντων ἐξαίρετα Χριστὸς, καὶ πρὸ πάντων τῶν ἀρετῶν ἁπασῶν τὸ κεφάλαιον τὴν ἀγάπην, ἧς τὸ κάλλιστον ἡ ἐλεημοσύνη καθέστηκεν.

Ἀλλ᾽ ὁ μισόκαλος Σατὰν, ὁ φαυλότητος ἁπάσης εὑρετὴς, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ πάσης ἐχθρὸς ἀρετῆς, ὁ τοῖς εὐδοκιμοῦσι μαχόμενος, τοῖς εὖ ποιεῖν δυναμένοις ὄκνον ἔσθ᾽ ὅτε τὸν ἐπιζήμιον ἐργάζεται. Καὶ ὁ μὲν τοῦ Θεοῦ νόμος ἐγείρει πρὸς ἔλεον λέγων· «Ἀνοίγων ἀνοίξῃς τὰ σπλάγχνα σου τῷ ἐπιδεομένῳ ἐν σοί·» ὁ δὲ, ἀντανίστασθαι καὶ συλλέγειν ἀναπείθει τὴν χεῖρα, καὶ σωρεύειν ἐν γῇ, καὶ τρυφὰς ὑποτίθεσθαι σαρκικάς· ἀποφέρει δὲ καὶ εἰς λήθην θανάτου, καὶ οὐκ ἐᾷ τὸ μέλλον ὁρᾷν, οὐδὲ ἀνθρώπινόν τι λογίζεσθαι. Καὶ ὅρα ὡς ἐν εἰκόνι τὸ πρᾶγμα γραφόμενον. <Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.

Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω; ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου.> (A f. 172, B f. 122 b, E f. 192) Σὺ δέ μοι πρόσχῃς ἀκριβῶς, ἵνα θαυμάσῃς τοῦ λόγου τὸ εὐτεχνές. Οὐ γὰρ ἓν ἡμῖν εὐφορῆσαν ἔδειξε χωρίον, ἀλλ᾽ ὅλην ἔφη χώραν εὔκαρπον γενέσθαι τῷ κεκτημένῳ, ἵνα μάθῃς τοῦ πλούτου τὸ βάθος. Τί οὖν; ὁ πλούσιος, ὁ τοῖς οὔτω πολλοῖς καὶ ἀμέτροις περιεχόμενος ἀγαθοῖς, στενοχωρεῖται πεφροντικὼς, τὰς τοῦ πένητος λέγει φωνάς. Τί γὰρ ποιήσω, φησὶν ἐκεῖνος, ἐν σπάνει τῶν ἀναγκαίων ὑπάρχων; Ἀεὶ τὴν οὕτως ἀθλίαν ἐ[κ]πτύει φωνήν. Ἀλλ᾽ ἰδοὺ ταῖς αὐταῖς κέχρηται φωναῖς ὁ πλούσιος σφόδρα ὀδυνώμενος καὶ πάσχων· «Καὶ εἶπε· Καθελῶ μου τὰς ἀποθήκας, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου.» Θησαυροὺς οἰκοδομεῖν πλατυτέρους ἐσκέπτετο, μόνος ἀπολαύειν ἤθελε τῶν προσόντων αὐτῷ· οὐκ ἐρᾷ φιλοπτωχίας, τῶν ἐντεῦθεν αὐχημάτων οὐκ ἐφίεται· ἀλλά φησι· «Καθελῶ μου τὰς ἀποθήκας.» Ἄθρει δὴ καὶ ἕτερον ἀνόητον αὐτοῦ λόγον· «Συνάξω γὰρ, φησὶ, τὰ γεν[ν]ήματά μου.» Οὐκ ἐνόμιζε ταῦτα ἐκ Θεοῦ ἔχειν ὡς ὁ Ἰώβ· ἦ γὰρ ἂν ὡς Θεοῦ οἰκονόμος περὶ ταῦτα διέκειτο· ἀλλ᾽ οἰκείων πόνων γεν[ν]ήματα ᾤετο. Ὅτι δὲ οὐκ ἐκ Θεοῦ τὸ εὖ πράττειν ἑαυτῷ εἶναι νομίζει, δηλοῖ σαφῶς ἐξ ὧν λέγει. Συνάξω γὰρ, φησὶ, τὰ γεν[ν]ήματά μου, καὶ τὰ ἀγαθά μου οὐδενὶ μεταδώσω, ἀλλ᾽ ἐμαυτῷ καὶ τῇ ἐμῇ γαστρὶ πάντα ταμιεύσομαι.

Τίς γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν εἰδὼς χορηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷσπερ ἔχουσιν. (A f. 173 b, E f. 196) Ἀλλ᾽ ὁ πλούσιος οὗτος, οὐ τὰς μενούσας ἀποθήκας οἰκοδομεῖ, ἀλλὰ τὰς καταλυομένας· καὶ τὸ ἔτι τούτου παραλογώτερον, ἑαυτῷ μῆκος ὁρίζει ζωῆς, ὥσπερ ἐκ γῆς καὶ τοῦτο θερίσας· φησὶ γάρ· «Καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά.»—(A f. 175 b) Ἀλλ᾽, ὦ πλούσιε, φαίη τις ἂν, τοὺς μὲν καρποὺς ἔχεις ἐν ἀποθήκαις, ἔτη δὲ πολλὰ πόθεν ἂν λάβῃς; —(A f. 174 b, E f. 198) Τοιοῦτος καὶ ὁ νῦν πλούσιος, τῇ γαστρὶ ἑαυτοῦ ἐπικεκυφὼς, λαιμὸν ἀντὶ λογισμοῦ κεκτημένος, ἀλλ᾽ οὐ κατ᾽ εἰκόνα τοῦ μόνου ἀγαθοῦ ζῶν· διὸ τὴν ἑαυτοῦ ψυχὴν τοῖς τῆς σαρκὸς δεξιοῦται βρώμασι, καὶ τὴν ἐπακολουθοῦσαν αὐτοῖς μυσαρὰν ἡδονὴν ἐπιτάττει τῇ ψυχῇ· εὐφήμως γὰρ ὁ Κύριος διὰ τοῦ εὐφραίνου τὰ ὑπογάστρια πάθη ἐδήλωσε, τὰ τῇ πλησμονῇ παρεπόμενα· ἀκολουθεῖ γὰρ τῷ κόρῳ τὰ ἀφροδίσια. Καὶ μὴν ἔδει ἐσθίειν, ὥστε ζῇν· οὐ μὴν ζῇν, ὥστε ἐσθίειν· κατὰ τοὺς θεοποιοῦντας τὴν γαστέρα καὶ λέγοντας· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν·» δέον τοὐναντίον λέγειν· Ἐπεὶ αὔριον ἀποθνήσκομεν, μὴ φάγωμεν μηδὲ πίωμεν.—(A f. 174 b) Τί ὠφέλησε τοῦτον τὸν πλούσιον ἡ πολλὴ μέριμνα; Ὅλος ἐστὶ τῆς σαρκός.

Ἀλλ᾽ ὁρᾷς ὅσην ὑπέμεινε ζημίαν, ὁ μηδενὶ μὲν τῶν ἄλλων ἀγαθὸς, ἑαυτῷ δὲ μόνῳ πλούσιος; πεφρόντικεν, ἵνα πλουτήσῃ· ἠγρύπνησεν, ἵνα συναγάγῃ πολλά· συγχαίρει τῇ ἑαυτοῦ γαστρὶ ὡς ἐχούσῃ πολλὰ τῶν ἐπιτηδείων· ὅλος ἐστὶ τῶν ἐπὶ γῆς πραγμάτων· οὐκ ἀναβλέπει πρὸς Θεόν· οὐχ ὁρᾷ τὰ ἐσόμενα· οὐ λογίζεται τὸν ἐπὶ τοῦ θείου βήματος δικάζοντα Θεόν· οὐχ ὁρᾷ τὸν γείτονα θάνατον· κατεδικάσθη γὰρ τελευτὴν ἀπροσδόκητον ὁ μισόπτωχος πλούσιος· ἐν τῇ ἑσπέρᾳ τὴν ἑωθινὴν τροφὴν βουλευόμενος, καὶ τοῦ ὄρθρου μὴ καταλαβὼν τὴν ἀκτῖνα. Ἄκουε γὰρ ὅτι κεκολόβωται αὐτῷ ἡ ζωὴ ψήφῳ Θεοῦ. <Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;> (I f. 101 b) Τουτέστιν ἐν στιγμῇ καὶ ἐν ὀλίγῳ παντελῶς καὶ συνεσταλμένῳ καιρῷ τὴν ἀπόλαυσιν ἔχων· κονιορτοῦ γὰρ δίκην οἰχήσεται, πεμπόμενος εἰς ἑτέρους, καὶ εἰς οὓς οὐκ ἴσμεν ἔσθ᾽ ὅτε ἢ καὶ τάχα που καὶ εἰς ἐχθρούς.—A f. 175 b, E f. 200 b) Ἀληθὲς οὖν ἄρα ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἔσται ἡ ζωὴ αὐτοῦ ἐκ τῶν ὑπαρχόντων αὐτῷ. Τρισμακάριος δὲ καὶ ἐν ἐλπίσι λαμπραῖς, ὁ κατὰ Θεὸν πλουτῶν. Ὁ μὲν γὰρ ταῖς κατὰ γῆν φροντίσι δαπανώμενος, ἐπιζήμιον ἔχει τὸ τέλος, καὶ πένης ἀπελεύσεται πρὸς Θεόν· ὁ δὲ μεριμνῶν τὰ τοῦ Κυρίου, πλουτήσει μὲν ἐν ἔργοις ἀγαθοῖς, ἕξει δὲ θησαυρὸν ἄσυλον ἐν τοῖς οὐρανοῖς. <Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ.τ.

λ.> (A f. 176, B f. 123 b) Τέθειται μὲν δὴ τοῖς ἐξ Ἰσραὴλ ὁ διὰ Μωϋσέως νόμος, ἀποφέρων εἰς ἕκαστα τῶν πρακτέων, καὶ τὸ τελοῦν εἰς ὄνησιν αὐτοῖς καθιστὰς ἐναργές. Οἱ δὲ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν ἐποιοῦντο τὸ χρῆμα, λέγοντες· «Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτῳ τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν.» Ἐγὼ δὲ φαίην ἄν· Τρισμακάριοί ἐσμεν ἡμεῖς, παρ᾽ αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος διδασκόμενοι τὸ ἀγαθὸν αὐτοῦ τὸ σωτήριον θέλημα, ἵνα τὴν εὐαγγελικὴν ζωὴν πολιτευσάμενοι, συμβασιλεύσωμεν αὐτῷ.

Ὅρα γὰρ, ὅπως ἡμᾶς μερίμνης ἐξίστησι περιττῆς, οὐχ ἁπλῶς, «μὴ μεριμνᾶτε,» λέγων, προσεπάγων δὲ ὅτι «τῇ ψυχῇ ὑμῶν·» ἀντὶ τοῦ, Μὴ ἐσπουδασμένην ἐν τούτοις δαπανᾶτε φροντίδα, ἀλλὰ τοῖς ὑπερκειμένοις χαρίζεσθε τὰς σπουδάς. Ὑπέρκειται δὲ τροφῆς μὲν ψυχὴ, περιβλημάτων δὲ σῶμα. Καὶ ἄθρει πῶς οὐχ ἁπλῶς τὸ, «μὴ μεριμνᾶτε» τίθησιν, ἀλλὰ καὶ ἐνταῦθα λογισμοὺς ἀνακινεῖ ἐκ τῶν ὑπηργμένων ἡμῖν ἤδη. Ὁ γὰρ τὸ μεῖζον, φησὶ, δοὺς, πῶς τὸ ἔλαττον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα διαπλάσας, πῶς τὴν τροφὴν οὐ παρέξει; Ἀγῶνος τοίνυν προκειμένου τοῦ περὶ ψυχῆς καὶ σώματος, κολάσεώς τε καὶ δίκης ἐπηρτημένης τοῖς οὐκ ἐθέλουσι ζῇν ὀρθῶς, ἐῤῥίφθω φροντὶς ἡ ἐπ᾽ ἀμφίοις καὶ τροφῇ. Ἄλλως τε τοὺς τῆς ἀρετῆς ἐραστὰς, πῶς οὐκ αἰσχρὸν μειρακιωδῶς ἱματίοις ἐφήδεσθαι, καὶ τραπέζαις πολυτελέσιν;

Ἕψεται γὰρ τούτοις εὐθὺς καὶ ἡ τῶν ἑτέρων ἐπιθυμιῶν ἀγρία πληθύς· τοῦτο δέ ἐστιν ὄλισθος ἀπὸ Θεοῦ. Χρὴ τοίνυν ἡμᾶς ἐφίεσθαι μᾶλλον τῶν ἀρεσκόντων Θεῷ· χορηγήσει γὰρ αὐτὸς τὰ δέοντα καὶ τὰ αὐτάρκη· ἀξιόχρεως δὲ ὁ Δεσπότης, τοῦτό σοι σαφῶς ὑπισχνούμενος, καὶ ὡς ἀπό γε τῶν ἐλαττόνων, περὶ τῶν μειζόνων ἡμᾶς πληροφορῶν. <Κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ, κ.τ.λ. (A f. 176 b, C f. 134 b). Ὥσπερ εἰς εὐανδρίαν ἡμᾶς ἀναβιβάζων πνευματικὴν, ὡς ἀπό γε τῶν ἐν οὐδενὶ λόγῳ κειμένων πτηνῶν ἐποιεῖτο τὴν πληροφορίαν, λέγων· «Πολλῶν στρουθίων διαφέρετε ὑμεῖς·» οὕτω καὶ νῦν, ὡς ἀπό γε τῶν πτηνῶν, ἢ τῶν ἐν ἀγροῖς ἀνθῶν, ἱδρυμένην καὶ ἀκατάσειστον ἐνεργάζεταί σοι τὴν πίστιν. Ἐνδοιάζειν δὲ ὅλως οὐκ ἐφίησιν ἡμᾶς, ὅτι πάντη τε καὶ πάντως τὴν παρ᾽ αὐτοῦ χαρίζεται φειδὼ, τὸ ἀνενδεὲς ἐφ᾽ ἅπασι διδούς.—(A f. 178, B f. 124, C f. 134 b) Ἀληθὲς δὲ τὸ καὶ τὸν Σολομῶντα ἡττῆσθαι τῆς τῶν κρίνων περιβολῆς· τὰ γὰρ τῶν χρωμάτων ἄνθη, ποικίλα τε ὄντα καὶ πολυειδῆ, ἐν κρίνοις μὲν, καὶ ἐν ἑτέροις τισὶ τῶν φυομένων ἐν ἀγροῖς, ἀξιοθαύμαστον ἔχει τὴν ὥραν· τὸ δὲ πρὸς μίμησιν τὴν αὐτῶν ὑπό του τεχνουργούμενον, λείπεται πάντως ἐκείνων, καὶ μόλις ἔρχεταί πως τῆς ἀληθείας ἐγγύς.

Εἰ τοίνυν τοῦθ᾽ οὕτως ἔχει, πῶς οὐκ ἀληθὲς ὅτι οὐδὲ Σολομῶν, καίτοι φιλότιμος οὕτω γεγονὼς, ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἒν τούτων Ἀπόχρη τοιγαροῦν τοῖς σοφοῖς τὸ χρείας ἕνεκα καὶ μόνης εὐσχήμονα καὶ εὐπόριστον ἔχειν τὴν στολὴν, καὶ σιτίων λιτότητα μὴ ὑπεραίρουσαν τὸ ἀρκοῦν· ἀρκέσει δὲ τοῖς ἁγίοις ἡ ἐν Χριστῷ τροφὴ, ἡ πνευματικὴ δηλονότι καὶ θεία καὶ νοητὴ, καὶ ἡ μετὰ ταῦτα δόξα. Ἦν δὲ καὶ ἑτέρως ἀνάρμοστον, τοὺς ἑτέροις μέλλοντας ἔσεσθαι πολιτείας εὐαγοῦς ὑποτύπωσιν καὶ ὑπογραμμὸν, εἰς ἐκεῖνα πίπτειν ἀτημελῶς, ὧν αὐτοὺς ἀποφοιτᾷν συμβουλεύειν ἔδει, παιδαγωγοὺς ὄντας οἰκουμενικούς. Ἐπεβούλευσε δ᾽ ἂν οὐ μετρίως καὶ τῇ τῶν ἱερῶν κηρυγμάτων σπουδῇ τε καὶ χρείᾳ, τὸ φροντίδος κοσμικῆς μεταποιεῖσθαι τοὺς μαθητάς. (A f. 178 b). Ἐπιῤῥίψωμεν τοίνυν ἐπὶ Κύριον τὴν φροντίδα· μὴ μεριμνήσωμεν τί φάγωμεν ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα· μὴ ἐν μικροῖς καὶ εὐτελέσι πράγμασιν ὁ μέγας ἡμῶν δαπανάσθω λογισμός· μὴ δοῦλον ἱματίου καὶ τροφῆς ἀπεργασώμεθα τὸν ἐλεύθερον νοῦν· μεριμνάτω δὲ μᾶλλον ὅσα διασώζει ψυχὴν, ὅσα πρὸς τὴν τῶν οὐρανῶν ἀναφέρει βασιλείαν ὅσα τοὺς στεφάνους ἡμῖν προξενεῖ· ἔργον τοῦτο τῇ ἀνθρώπου διανοίᾳ πρεπωδέστατον.

Ἆρα γὰρ εἴ τις ἡμᾶς ἐρωτήσειε, τί μεῖζόν ἐστιν ἐν ἡμῖν, τί δὲ εἶναι τὸ κάλλιον ὑπειλήφαμεν, τροφὴν ἢ σῶμα, ἢ ψυχὴν, τίς οὕτως ἐστὶν ἠλίθιος, τίς δὲ οὕτως βραδὺς εἰς τὸ νοῆσαι τὰ χρήσιμα, ὡς μὴ εὐθὺς ἀποκρίνασθαι, τὴν ψυχήν; Ὅτε τοίνυν μείζων καὶ τροφῆς καὶ ἱματίου ψυχὴ, διὰ τί μὴ μᾶλλον ἐν τοῖς μείζοσιν ἀναλίσκομεν τὴν φροντίδα, τιμῶμεν δὲ οὕτως τὸ ἔλαττον, καὶ πᾶσαν αὐτῷ χαριζόμεθα τὴν διάνοιαν; Μεριμνᾷς ἱματίου καὶ τροφῆς; διὰ τί μὴ μᾶλλον μεριμνᾷς ὅπως διασωθῇς; Μεριμνᾷς τοῦ σώματος; διὰ τί μὴ μεριμνᾷς τῆς ψυχῆς;—(A f. 178 b, B f. 124) Ὁ οὕτως ἀγαθὸς Κύριος, ὁ τὸ εὐτελέστατον ἀποτρέφων πετεινὸν, οὐ διαθρέψει τὸν κατ᾽ εἰκόνα οἰκείαν γενόμενον;

Ταύτῃτοι καὶ μάλα εἰκότως τὴν περὶ τὰ προκείμενα φροντίδα κατακιβδηλεύει σοφῶς ὁ Χριστὸς, τὰ ἔθνη τοῦ κόσμου ταῦτα λέγων ἐπιζητεῖν. Ἀναβιβάζει δὲ καὶ εἰς ἄμαχον πίστιν, τοῦ ὅτι πάντη τε καὶ πάντως ἔξουσι τὸ ἀνενδεὲς, εὖ εἰδότος ὧν εἰσιν ἐν χρείᾳ τοῦ Πατρὸς αὐτῶν, δῆλον δὲ ὅτι τοῦ ἐν οὐρανοῖς· φησὶ γάρ· «Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγετε, κ.τ.λ., ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν,» κ.τ.λ. Ἐπὶ καιροῦ δὲ σφόδρα Πατέρα φησὶ τὸν Θεὸν, ἵνα εἰδεῖεν, ὅτι τῶν ἰδίων οὐκ ἂν ἐπιλάθοιτο τέκνων, ἀλλ᾽ ἔσται χρηστὸς καὶ φιλόπαις περὶ αὐτούς. Ζητῶμεν τοίνυν μὴ τροφὰς τὰς ἔξω λόγου καὶ περιττὰς, ἀλλ᾽ ὅσα βλέπει πρὸς σωτηρίαν ψυχῆς· μὴ πολυτελὲς ἄμφιον, ἀλλ᾽ ὅπως ἂν ἐξελώμεθα καὶ πυρὸς καὶ δίκης τὸ ἴδιον σῶμα, ζητοῦντες αὐτοῦ τὴν βασιλείαν. <Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, κ.τ.λ.> (A f. 180, D f. 51 b) Μικρὸν ποίμνιον τοὺς ἁγίους ὀνομάζει· ἐπειδὴ παράκειται μικρότης ἐν κόσμῳ τοῖς ἑκουσίως ἀκτήμοσι καὶ ἀχρημάτοις· τούτοις γὰρ εὐδόκησεν ὁ Πατὴρ δοῦναι τὴν βασιλείαν. Ὅθεν εὐθὺς ἐπειπὼν ἐδίδαξεν· «Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην,» καὶ τὰ ἑξῆς. Ἢ μικρὸν ποίμνιον πρὸς τὸ μέγεθος τοῦ πλήθους τῶν ἀπίστων, ἢ καὶ διὰ τὴν ἑκούσιον ταπείνωσιν τοῦ τοιούτου ποιμνίου· ὃ κελεύει μὴ φοβεῖσθαι τὴν ἔνδειαν τῆς σωματικῆς χρείας.

Εἰ γὰρ τὴν οὕτω μεγάλην καὶ ἐξαίρετον δίδωσιν ἀπόλαυσιν, ἤτοι τὴν βασιλείαν τῶν οὐρανῶν, δώσει πάντως καὶ τὰ τῇ σαρκὶ ἀναγκαῖα καὶ ζωαρκῆ. —(A f. 180, B f. 124) Ἀντὶ τοῦ, Μὴ ἀπιστήσῃς, ὅτι πάντη τε καὶ πάντως χορηγήσει τὰ ζωαρκῆ τοῖς ἀγαπῶσιν αὐτὸν, ὁ ἐν οὐρανοῖς Πατήρ. Οὐ γὰρ περιόψεται τοὺς ἰδίους· ἀνοίξει δὲ μᾶλλον αὐτοῖς τὴν χεῖρα, τὴν ἀεὶ πληροῦσαν τὰ πάντα χρηστότητος.

Καὶ ποία τούτων ἡ πίστις; «Εὐδόκησε, φησὶν, ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.» Ὁ δὲ τὰ οὕτω μεγάλα καὶ ἐξαίρετα διδοὺς, πῶς ὀκνήσει περὶ τὸ εἶναι χρηστὸς περὶ ἡμᾶς καὶ πλουσίως τὰ ἐπὶ γῆς παρέχειν ἡμῖν ἀγαθά; Ἵνα οὖν, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν κατακτήσησθε, τῶν ἐπὶ γῆς χρημάτων καταφρονήσατε. Μικρὸν δὲ ποίμνιον ὀνομάζει τοὺς ἐπὶ τῆς γῆς· ἡττώμεθα γὰρ τῆς τῶν ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως πλεονεκτούσης τὰ καθ᾽ ἡμᾶς. Καὶ τοῦτο πάλιν αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ, τὴν ἐν τοῖς Εὐαγγελίοις παραβολὴν ἄριστα συντεθεικώς· ἔφη γὰρ, ὅτι «Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἔξει ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐκ ἀφήσει τὰ ἐνενηκονταεννέα ἐπὶ τὰ ὄρη, καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον;

Καὶ ἐὰν γένηται εὑρεῖν αὐτὸ, ἀμὴν λέγω ὑμῖν. ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενηκονταεννέα τοῖς μὴ πεπλανημένοις.» Ἄθρει δὴ οὖν ὅπως, ὅταν εἰς δεκάδας δέκα τῶν λογικῶν κτισμάτων ὁ ἀριθμὸς ἐκτείνηται, ὡς ἒν ἐν τοῖς ἑκατὸν τὸ ἐπὶ γῆς ἐστι ποίμνιον· ἀλλ᾽ εἰ καὶ μικρὸν τοῦτο, καὶ φύσει, καὶ ἀριθμῷ, καὶ δόξῃ πρὸς τὰς ἀμετρήτους τῶν ἄνω πνευμάτων ἀγέλας, ἀλλ᾽ ἡ τοῦ Πατρὸς ἀγαθότης, πάντα λόγον ὑπερεκτείνουσα, δέδωκε καὶ αὐτῷ τῶν ὑπερκειμένων πνευμάτων τὸν κλῆρον, τουτέστι τὴν τῶν οὐρανῶν βασιλείαν. <Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην.> (A f. 180, E f. 201 b) Φορτικὴ μὲν ἴσως τοῖς ἐν πλούτῳ ἡ ἐντολή· ὡς γὰρ αὐτός που πάλιν φησὶ, δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Πλὴν τοῖς ἀρτίφροσιν οὐκ ἀνόνητος ἡ ἐντολή· θησαυρίζουσιν ἑαυτοῖς τὴν εἰς τὸ μέλλον ἐλπίδα· πρόσκαιρος γὰρ ὁ παρὼν βίος καὶ βραχὺς καὶ συνεσταλμένος, ἄπειρος δὲ καὶ μακρὸς ὁ μετὰ ταῦτα. Ὁ ἐν οὐρανοῖς θησαυρίζων, ἔξει τὴν ἐν οὐρανῷ βασιλείαν, μὴ χερσὶ λῃστῶν ἁλισκομένην, μὴ ὑπὸ σητὸς διαφθειρομένην· ἐπειδὴ ἄσυλος ὁ οὐράνιος πλοῦτος, καὶ ἀπαθὴς διαμένει. Πρόσιθι τοίνυν μὴ ὀκνηρῶς· κτῆσαι τοῖς προσκαίροις τὰ αἰώνια· δὸς τὰ μὴ μένοντα, καὶ πλούτησον τὰ σωζόμενα· δὸς τὰ ἐπίγεια, καὶ κέρδανον τὰ ἐν οὐρανοῖς· παράθου Θεῷ τὸν σεαυτοῦ πλοῦτον.

καὶ εὑρήσεις πολύχουν ταμιευόμενον· αὐτός σε τοῦτο διδάξει καὶ ὁ μακάριος Δαβὶδ ψάλλων τε καὶ λέγων ἐν πνεύματι περὶ παντὸς ἀγαθοῦ καὶ φιλοικτίρμονος· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» <Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.> (A f. 181) Ἀληθὲς καὶ τοῦτο· οἱ γὰρ φρονοῦντες τὰ πρόσκαιρα, ὅλην ἔχουσιν ἐπ᾽ αὐτοῖς τὴν ἐλπίδα· καὶ οἱ ζητοῦντες τὰ ἐν οὐρανοῖς, ἐκεῖ τὸν τῆς διανοίας πέμπουσιν ὀφθαλμόν. <Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι.> (A f. 181, B f. 125, D f. 51) Διαλέγεται μὲν ὡς πνευματικοῖς, γράφει δὲ πάλιν διὰ τῶν ἐμφανῶν τε καὶ ὁρατῶν πραγμάτων τὰ νοητά· οὐ γάρ που φαίη τις ἂν, ὅτι τὴν τοῦ σώματος ὀσφὺν διεζωσμένην ἡμᾶς ἔχειν βούλεται, καὶ καιομένους ἐν χερσὶ τοὺς λύχνους· ἀλλὰ τὸ τῆς διανοίας ἔτοιμον εἰς φιλεργίαν τὴν ἐφ᾽ ἅπασι δηλονότι τοῖς ἐπαινουμένοις, ὑπεμφήνειεν ἂν τὸ διεζῶσθαι τὴν ὀσφύν· ὅ γε μὴν λύχνος, τὴν τοῦ νοῦ γρηγόρησιν καὶ φαιδρότητα νοητὴν ἔοικε παραδηλοῦν, καὶ ὅτι δεῖ παρεσκευασμένους ἐφ᾽ ἡμέραν εἶναι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς, καὶ τὸ τοῦ Δεσπότου νεῦμα περιμένειν ἑστῶσι τοῖς ὀφθαλμοῖς.

Ἐγρηγορέναι δέ φαμεν τὸν ἀνθρώπινον νοῦν, ὅταν ἀποσείηται τὸ ν[ε]υστάζειν ἐπὶ τὸ ῥᾴθυμον, δι᾽ οὗ πρὸς πᾶν εἶδος φαυλότητος καθικνεῖσθαι φιλεῖ, μονονουχὶ σβεννύμενος. Ἐγρηγορέναι δὴ οὖν ἡμᾶς κελεύει Χριστός· καὶ πρός γε τοῦτο ἡμᾶς καταθήγει λέγων ὁ αὐτοῦ μαθητής· «Νήφετε, γρηγορεῖτε.» Ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος· «Ἔγειραι, ὁ καθεύδων.» Νηφάλεον γὰρ ἔχειν χρὴ καὶ ἐγρηγορότα τὸν νοῦν καὶ τῇ τῆς ἀληθείας γνώσει καταλαμπόμενον· ὡς ἐπ᾽ αὐτῷ δὴ τούτῳ χαίροντα, λέγειν, ὅτι «Σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου.»—(A f. 181 b) Ἰστέον δὲ ὅτι καὶ διὰ τοῦ πανσόφου Μωϋσέως, τοιοῦτόν τι προστεταχὼς εὑρίσκεται τοῖς ἐξ Ἰσραὴλ, ὅτε εἰς τύπον Χριστοῦ διακελεύεται σφάττεσθαι τὸν ἀμνὸν, καθὰ μεμαρτύρηκεν ὁ ἱερώτατος Παῦλος, λέγων· «Τὸ γὰρ πάσχα ἡμῶν ἐτύθη Χριστός.» Τοῖς γε μὴν ἐσθίουσι τῶν κρεῶν αὐτοῦ, προσπεφώνηκε λέγων ὁ ἱεροφάντης Μωϋσῆς, μᾶλλον δὲ δι᾽ αὐτοῦ ὁ Θεός· «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν.» Χρῆναι γὰρ ἔγωγέ φημι τοὺς ἐν μεθέξει γεγονότας Χριστοῦ, ἑτοίμως ἔχειν εἰς ἔργα χωρεῖν ἅπερ ἂν ἁγίοις πρέπῃ, καὶ ἐν προθυμίᾳ βαδίζειν οἷπερ ἂν ἡμᾶς ὁ θεῖος βούληται νόμος. Ταύτῃ τοι μάλα εἰκότως ὁδοιπορικὸν αὐτοῖς περιτέθεικε σχῆμα. (

B f. 125 b) Ὁδοιπορικὸν γὰρ σχῆμα ὅτι μάλιστα πρεπωδέστατον τοῖς τὸ θεῖον κηρύττουσιν Εὐαγγέλιον. Οὕτω καὶ δι᾽ ἑνὸς τῶν προφητῶν φησι πρὸς τοὺς ἐν Βαβυλῶνι αἰχμαλώτους ὁ Θεὸς τὴν ἐπάνοδον προαναφωνῶν, καὶ πρὸς ταύτην εὐτρεπίζεσθαι προτρέπων· «Σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σου σφόδρα.» Ὡς γὰρ αὐτίκα μάλα πρὸς Ἰουδαίαν βαδιουμένους, κρατεῖν ὀσφύος κελεύει· τουτέστιν ἑτοίμως καὶ ἐπιτηδείως ἔχειν πρὸς τοὺς τῆς ὁδοιπορίας πόνους, καὶ παντὸς πόνου κατανδρίζεσθαι ἀμάχῳ τῇ προθυμίᾳ χρωμένους. (A f. 181 b) Ὅτι δὲ χρὴ παλινδρομήσοντα Χριστὸν ἐξ οὐρανοῦ προσδοκᾷν (καταβήσεται γὰρ ἐν δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων), ἐδίδαξεν, εἰπών· «Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον ἑαυτῶν,» κ.τ.λ. Καί μοι πάλιν ἐκεῖνο διανοοῦ· ἀναλύσει γὰρ ὡς ἐκ πανηγύρεως ὁ Χριστός· δι᾽ οὗ διαδείκνυται σαφῶς, ὡς ἔστιν ἀεὶ τὸ Θεῖον ἐν ταῖς αὐτῷ πρεπούσαις ἑορταῖς· ἐκεῖ γὰρ ὅλως τὸ κατηφὲς οὐδαμοῦ· λυπεῖ γὰρ οὐδὲν τὴν ἀκήρατον φύσιν.—(A f. 182) «Ὅταν, φησὶν, ἐλθὼν εὐζώνους εὕρῃ καὶ ἐγρηγορότας, καὶ πεφωτισμένην ἔχοντας τὴν καρδίαν, τότε δὴ, τότε μακαρίους ἀποφανεῖ.» Περιζώσεται γὰρ καὶ διακονήσει αὐτοῖς.

Δι᾽ οὗπερ ἔνεστι μαθεῖν, ὅτι τοῖς ἴσοις ἡμᾶς ἀνταμείψεται, καὶ οἷον καμόντας ἀνακτήσεται, τρυφὰς ἡμῖν παραθεὶς τὰς πνευματικὰς, καὶ ἀμφιλαφῆ τῶν παρ᾽ ἑαυτοῦ χαρισμάτων ἁπλώσας τράπεζαν. <Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, κ.τ.λ.> (A f. 182) Ἐνταῦθά μοι βλέπε τὸ τῆς θείας ἡμερότητος πλάτος, καὶ τῆς εἰς ἡμᾶς γαληνότητος τὴν ὑπερβολήν. Οἶδε γὰρ, οἶδε τὸ πλάσμα ἡμῶν, καὶ εὐόλισθον τῆς ἀνθρώπου διανοίας εἰς ἁμαρτίαν. Οἶδεν ὅτι τετυράννευκε καθ᾽ ἡμῶν τῆς φιλοσαρκίας ἡ δύναμις, καὶ ὁ τοῦ παρόντος βίου περισπασμὸς μονονουχὶ καὶ οὐχ ἑκόντας καταβιάζεται, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποφέρων τὸν νοῦν. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἀπογινώσκειν οὐκ ἐᾷ, κατοικτείρει δὲ μᾶλλον, καὶ σωτηρίας φάρμακον ἔδωκεν ἡμῖν τὴν μετάγνωσιν.

Διὰ τουτό φησι· «Κἂν ἐν τῇ δευτέρᾳ, κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως ποιοῦντας, μακάριοί εἰσιν ἐκεῖνοι.» Ἐθελήσεις δὲ πάντως εἰδέναι σαφῶς, τί δὴ τοῦτό ἐστι. Μερίζουσι τοίνυν τὴν νύκτα τινὲς εἰς τρεῖς ἢ εἰς (D f. 51) τέσσαρας φυλακάς· οἱ γὰρ τοῖς τείχεσι τῶν πόλεων ἐγκαθήμενοι, καὶ τὰς τῶν πολεμίων τηροῦντες ἐφόδους, τρεῖς ἢ τέσσαρας ὥρας διαγρηγορήσαντες, παραπέμπουσιν εἰς ἑτέρους τὴν φυλακὴν καὶ ἐγρήγορσιν. Τρεῖς τοίνυν εἰσὶ καὶ παρ᾽ ἡμῖν ἡλικίαι· πρώτη μὲν καθ᾽ ἥν ἐσμεν ἔτι παῖδες ἄνηβοι, δευτέρα δὲ καθ᾽ ἣν νεανίαι, καὶ τρίτη καθ᾽ ἣν πρεσβύται. Ἀλλ᾽ ἡ μὲν πρώτη, καθ᾽ ἣν ἔτι παῖδές ἐσμεν, οὐκ εὐθύνεται παρὰ Θεοῦ, ἀξιοῦται δὲ συγγνώμης· ἥ γε μὴν δευτέρα καὶ ἡ τρίτη ὀφείλει τῷ Θεῷ τὴν ὑπακοὴν, καὶ τὸ διαζῇν ὁσίως, κατὰ τὸ αὐτῷ δοκοῦν· οὐκοῦν κἂν εἴ τις καταληφθείη τυχὼν ἐν ἐγρηγόρσει, καὶ οἷον ἐν εὐζωνότητι νέος ὢν ἔτι, κἂν εἴτουν τὴν πρεσβυτικὴν ἔχων ἡλικίαν, μακάριος ἔσται· τεύξεται γὰρ τῶν ἐπηγγελμένων παρὰ Χριστοῦ.—(A f. 182 b) Ὅτι δὲ τὸ μὴ ἐγρηγορέναι ἐπιζήμιον, εὖ μάλα παραδείκνυσι διὰ τοῦδε τοῦ παραδείγματος· ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής· «Ἥξει ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης· ἐν ᾗ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσόμενα λυθήσεται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ κατακαήσεται πάντα· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.»

Προσεπάγει δὲ τούτοις· «Τούτων δὲ πάντων λυομένων, ποταποὺς δεῖ εὑρεθῆναι ἡμᾶς [ita cod.> νον ὑμᾶς] ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ;» Οἶδε γὰρ ὅλως οὐδεὶς τὸν τῆς συντελείας καιρόν. <Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;> (A f. 183) Ἐρωτᾷ Πέτρος εἰ πρὸς πάντας εἶπεν ὁ Κύριος τὴν περὶ τῶν λύχνων παραβολήν. Ἆρα, φησὶ, γενικὸς ὁ νόμος, καὶ ἐν ἴσῳ μέτρῳ κατὰ πάντων ἔρχεται, ἢ μόνοις ἂν πρέποι τοῖς τῶν ἄλλων ἐξῃρημένοις; Εἶτα, τί τὸ θορυβῆσάν ἐστι τὸν σοφώτατον μαθητήν; ἢ τί παρεκίνησαν εἰς τὸ θελῆσαι μαθεῖν τὰ τοιάδε παρὰ Χριστοῦ; Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων ἐροῦμεν· τῶν ἐντολῶν αἱ μὲν ἀποστολικοῖς πρέπουσιν ἀξιώμασιν· αἱ δὲ τοῖς τὴν μείω [cod. μείζω] τάξιν ἐπέχουσι. Καὶ τοῦτο ἔστιν ἰδεῖν ἀληθὲς ὂν καὶ οὕτως ἔχον, ὡς ἔφην, γεγραφότος τισὶ τοῦ μακαρίου Παύλου· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε, ἀλλ᾽ οὐδὲ νῦν ἔτι δύνασθε.» Τελείων γάρ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν ἐχόντων τὰ αἰσθητήρια γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ· τοῖς γὰρ τὴν διάνοιαν ἔχουσιν εὐσθενῆ, πρέποι ἂν εἰκότως τὰ μεγάλα καὶ ἐξαίρετα τῶν ἁγιοπρεπῶν ἐνταλμάτων· τοῖς δὲ οὔπω πρὸς τοῦτο ἐληλακόσιν ἰσχύος πνευματικῆς, τὰ δυσχερείας ἁπάσης ἀπηλλαγμένα. Ἐννοήσας τοίνυν ὁ μακάριος Πέτρος τῶν εἰρημένων παρὰ Χριστοῦ τὴν δύναμιν, εἰκότως διαπυνθάνεται. (

A f. 183, D f. 51 b) Τί οὖν πρὸς ταῦτα Χριστός;

Σαφεῖ καὶ ἐναργεστάτῳ παραδείγματι κέχρηται, πρέπουσαν ἀποφαίνων τὴν ἐντολὴν τοῖς ὅτι μάλιστα διαφανεστέροις, καὶ μυσταγωγῶν ἐν τάξει παρειλημμένοις. Ὑποκείσθω, φησὶν, ἄνθρωπος οἰκοδεσπότης, ὃς στείλασθαι μέλλων ἀποδημίαν, ἑνὶ τῶν γνησίων οἰκετῶν ἐνεχείρισε τοῦ παντὸς οἴκου τὴν οἰκονομίαν, ὥστε διδόναι τῇ θεραπείᾳ αὐτοῦ, τουτέστι τοῖς θεράπουσιν, ἐν καιρῷ τὸ σιτομέτριον. Ὅταν τοίνυν, φησὶν, ὑπονοστήσας ἐκεῖνος, καὶ οἴκοι πάλιν ἐλθὼν, οὕτως εὕροι ποιοῦντα, καθὼς καὶ διέταξεν, ὁ δοῦλος ἐκεῖνος ἔσται τρισμακάριος· καταστήσει γὰρ αὐτὸν ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ.—(A f. 183, D f. 51 b) Ὁ μὲν οὖν πιστὸς δοῦλος καὶ φρόνιμος, ἐν καιρῷ καὶ χρείᾳ διανέμων ἐπιστημόνως τοῖς δούλοις τὸ σιτομέτριον, ἤτοι τε πνευματικὰς τροφὰς, μακάριος ἔσται κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· τεύξεται γὰρ τῶν ἔτι μειζόνων, καὶ τὰς τοῖς γνησίοις πρεπούσας ἀμοιβὰς ἀπολήψεται· εἰ δὲ δὴ γένοιτό τις καταφρονητὴς καὶ ῥᾴθυμος, ταῖς κατὰ τῶν ὁμοδούλων πλεονεξίαις ἐντρυφῶν, ἐσθίων τε καὶ πίνων, καὶ εἰς ἐκλύτους ἐξιτηλίας ἀπενηνεγμένος, διχοτομηθήσεται· τουτέστι τὴν ἐσχάτην ὑποστήσεται δίκην, ἐπιφοιτήσαντος αὐτῷ τοῦ Δεσπότου ἀδοκήτως. (A f. 185 b) Ἡ μὲν οὖν ἁπλῆ καὶ πρόχειρος τῶν εἰρημένων δύναμις, τοιαύτη τίς ἐστι. Μάθωμεν δὲ ἀκριβῶς, τί τὸ ἐντεῦθεν ὑποδηλούμενόν ἐστι.

Κεχειροτόνηκεν ὁ Σωτὴρ οἰκονόμους, ὥσπερ τῶν ἰδίων οἰκετῶν, τουτέστι τῶν διὰ πίστεως κεκλημένων εἰς ἐπίγνωσιν τῆς δόξης αὐτοῦ, πιστοὺς ἄνδρας καὶ συνετωτάτους, καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονας, ἐπὶ τῷ διδόναι τοῖς συνδούλοις αὐτῶν τὸ σιτομέτριον· καὶ οὐχ ἁπλῶς καὶ ἀκατασκέπτως, ἐν καιρῷ δὲ μᾶλλον τῷ δέοντι, τουτέστι τὴν ἀρκοῦσάν τε καὶ πρέπουσαν ἑκάστῳ τροφὴν, δῆλον ὅτι πνευματικήν.

Ἁρμόσειε γὰρ ἂν οὐχ ἅπασιν ἁπλῶς τοῖς εἰς Χριστὸν πιστεύσασιν, ὁ περὶ τούτων λόγος. Γέγραπται γοῦν· «Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου.» Ἑτέρως μὲν γὰρ τὸν ἔτι κατηχούμενον ταῖς τῆς ἀληθείας ἐμβιβάζομεν τρίβοις, ἁπλῷ καὶ οὐδὲν ἔχοντι βαθὺ χρώμενοι λόγῳ· ἑτέρως δὲ πάλιν τοὺς ἁδροτέρους τὸν νοῦν, καὶ συνιέναι δυναμένους τῆς θεολογίας τὸ ὕψος. Ὁ τοίνυν εἰς δέον οἷς ἔλαβε χρησάμενος, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι τοῦ Δεσπότου καταστήσεται.

Καὶ τοῦτο ἡμᾶς αὐτὸς ὁ Σωτὴρ ἐδίδαξεν, ἑτέρωθί που τὸν σπουδαῖον καὶ γνήσιον οἰκέτην ἐπαινῶν τε καὶ λέγων· «Ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Ἐὰν δὲ, φησὶ, τὸ σπουδαῖος καὶ γνήσιος εἶναι μεθεὶς, μερίμναις κοσμικαῖς τὸν οἰκεῖον μεθύσκηται νοῦν, καὶ ἀποφέρηται πρὸς ἃ μὴ θέμις, βιαζόμενος καὶ πλεονεκτῶν τοὺς ὑπεζευγμένους, καὶ μὴ διδοὺς αὐτοῖς τὸ σιτομέτριον, ἐν παντὶ γενήσεται κακῷ· ἔσται δὲ, φησὶ, καὶ ὁ κλῆρος αὐτοῦ μετὰ τῶν ἀπίστων.

Ὁ γὰρ ὅλως ἐπιβουλεύσας τῇ δόξῃ Χριστοῦ, καὶ τῶν ἐγκεχειρισμένων αὐτῷ ποιμνίων ἀλογῆσαι τολμήσας, κατ᾽ οὐδένα τρόπον διοίσει τῶν οὐκ εἰδότων αὐτόν. Καὶ γοῦν ἔφη ποτὲ Χριστὸς πρὸς τὸν μακάριον Πέτρον· «Σίμων Ἰωνᾶ, φιλεῖς με; ποίμαινε τὰ πρόβατά μου, βόσκε τὰ ἀρνία μου.» Εἰ δὲ ὁ ποιμαίνων φιλεῖ, μισεῖ που πάντως ὁ τούτου καταφρονῶν. Εἰ δὲ μισεῖ, καὶ κολάζεται, καὶ τῇ τῶν ἀπίστων ὑποφέρεται δίκῃ· ὁποῖός τις ἦν ὁ τὸ τάλαντον λαβὼν, ἵνα ἐμπορεύσηται νοητῶς, εἶτα τοῦτο μὲν οὐ πεπραχὼς, προκομίσας δὲ μᾶλλον ἀπολυπλασίαστον τὸ δοθέν. Ἀλλ᾽ οἵ γε τὰ πέντε λαβόντες ἢ καὶ ἔτι πλείονα, καμόντες τε καὶ φιλεργήσαντες, ἀξιώμασι τετίμηνται τοῖς περιφανεστάτοις. Ἤκουσε γὰρ ὁ μέν τις· Ἔσο ἐπάνω δέκα πόλεων· ὁ δὲ πέντε. Ὁ δὲ ὑβριστής τε καὶ ὀκνηρὸς οἰκέτης, τὴν ἐσχάτην ὑπέμεινε δίκην· ἐπισφαλὲς οὖν πανταχοῦ τὸ ῥᾴθυμον, εἰς μυσταγωγίαν· ὅθεν γράφει μέν τισιν ὁ μακάριος Πέτρος· ὅτι «Ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἵν᾽ ὀφθέντος τοῦ πάντων ἀρχιποίμενος, κομίσησθε τὸν μισθόν.» Εἰδὼς δὲ τὸ ῥᾴθυμον ὀλέθρου πύλην, ἔφη Παῦλος· «Οὐαί μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» (A f. 184) Ὅτι δὲ τοῖς ὀκνοῦσιν εἰς μυσταγωγίαν πικρά τε καὶ ὀδυνηρὰ καὶ δυσδιάφευκτος ἐπικρέμαται κόλασις, διαδείκνυσιν εὐθὺς ὁ Σωτὴρ, τοῖς πρώτοις ἐπενεγκὼν δύο ἐφεξῆς παραδείγματα.

Ἔφη γάρ· «Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας.»—(A f. 184 b) Διὰ ποίαν αἰτίαν· καίτοι φαίη τίς ἄν; Πῶς ὁ μὴ γνοὺς, ὑπέχει λόγον; Ὅτι μὴ ἠθέλησεν εἰδέναι. καίτοι μαθεῖν ἐξόν. Εἰ δὲ ὁ μὴ γνοὺς, ὅλως οὐκ ἄμοιρος ὀργῆς, ὅτι δέον εἰδέναι, κατημέλησε τοῦ μαθεῖν, ποῖος ἀπαλλάξει λόγος, τοῦ χρῆναι πολλὰς ὑπομεῖναι πληγὰς τὸν εἰδότα καὶ ῥᾳθυμήσαντα;— Φορτικώτερον οὖν ἄρα τῶν διδασκόντων τὸ κρῖμα· καὶ τοῦτο διδάσκει λέγων ὁ Χριστοῦ μαθητής· «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα.» Πλουσία γὰρ τῶν πνευματικῶν χαρισμάτων ἡ δόσις, παρά γε τοῖς τῶν λαῶν ἡγουμένοις· οὕτω γάρ που καὶ ὁ σοφώτατος Παῦλος Τιμοθέῳ γράφει· «Δώσει σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.» Καί· «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι δι᾽ ἐπιθέσεως τῶν χειρῶν μου.» Τοῖς δὲ τοιούτοις ὡς πολλὰ διδοὺς ὁ Σωτὴρ, πολλὰ ζητεῖ παρ᾽ αὐτῶν. Καὶ ποῖα ταῦτά ἐστι; Τὸ ἀραρὸς ἐν πίστει, τὸ ἀπλανὲς εἰς μυσταγωγίαν, τὸ βεβηκὸς ἐν ἐλπίδι.

τὸ ἀκατάσειστον ἐν ὑπομονῇ, τὸ ἄθραυστον ἐν ἰσχύϊ τῇ πνευματικῇ, τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πρόθυμόν τε καὶ εὐσθενὲς, ὡς καὶ ἑτέροις ὑποτύπωσιν εἶναι πολιτείας ἀγγελικῆς. <Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;> (A f. 185 b) Τοῦτο τὸ πῦρ ἔχοντες οἱ περὶ Κλεόπαν ἔλεγον· «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;» Πῦρ τοῦτο σωτήριον καὶ ἐπωφελὲς, δι᾽ οὗ πάντες οἱ ἐπὶ τῆς γῆς ἀπεψυγμένοι τρόπον τινὰ καὶ νενεκρωμένοι διά τε τὴν ἁμαρτίαν, καὶ τὸ μὴ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, ἀναζωπυρούμεθα πρὸς τὴν κατ᾽ εὐσέβειαν ζωὴν, καὶ τῷ πνεύματι ζέοντες ἀποτελούμεθα κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν.

Κερδαίνομεν δὲ πρὸς τούτῳ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, πυρὸς δίκην ὄντος ἐν ἡμῖν· βεβαπτίσμεθα γὰρ ἐν πυρὶ ἁγίῳ Πνεύματι. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ πῦρ ὀνομάζειν ἔσθ᾽ ὅτε τοὺς θείους τε καὶ ἱεροὺς λόγους, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἐνέργειάν τε καὶ δύναμιν. Ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ὅτι ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἅγγελος τῆς Διαθήκης, ὃν ὑμεῖς θέλετε.

Ἰδοὺ ἔρχεται, λέγει Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ὀπτασίαν αὐτοῦ; Ἰδοὺ αὐτὸς ἐκπορεύεται, ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθεδεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.» Καὶ ναὸν μέν φησιν ἐνθάδε, τὸ ἄχραντον ἀληθῶς καὶ ἅγιον σῶμα, τὸ διὰ τῆς ἁγίας Παρθένου ταχθὲν διὰ τοῦ ἁγίου Πνεύματος ἐν δυνάμει τοῦ Πατρός. Εἴρηται γάρ που πρὸς τὴν ἁγίαν Παρθένον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ἄγγελον δὲ Διαθήκης αὐτὸν ὀνομάζει τὸν Μονογενῆ, παρὰ τὸ ἀγγέλλειν καὶ διακονεῖν τῇ Πατρὸς εὐδοκίᾳ τῇ εἰς ἡμᾶς γενομένῃ.

Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς, ὅτι «Πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα ὑμῖν.» Γράφει δὲ περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἡσαΐας, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος.» Ὥσπερ οὖν οἱ τὸν χρυσόν τε καὶ ἄργυρον ἐκκαθαίρειν εἰδότες, πυρὶ τὸν ἐν αὐτοῖς ἐκτήκουσι ῥύπον, οὕτω καὶ ὁ Σωτὴρ διὰ τῶν εὐαγγελικῶν μαθημάτων, ἐν δυνάμει Πνεύματος, τὸν ἑκάστου σμήχει νοῦν τῶν πιστευσάντων εἰς αὐτόν.

Ἔφη δέ που καὶ ὁ τῶν ὅλων Θεὸς, πρὸς τὸν προφήτην Ἱερεμίαν· «Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον, ξύλα.» Καὶ πάλιν «Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ, λέγει Κύριος;» Τίς δ᾽ ἂν νοηθείη πρὸς ἡμῶν καὶ ὁ ἄνθραξ ὁ τῶν τοῦ προφήτου Ἡσαΐου χειλέων ἁψάμενος, καὶ καθαρίσας αὐτὸν ἀπὸ πάσης ἁμαρτίας; Τὸ σωτήριον δηλονότι κήρυγμα, καὶ ἡ τῆς εἰς Χριστὸν πίστεως ὁμολογία, ἣν εἴπερ τις ἐν στόματι λάβοι, πάντη τε καὶ πάντως διακαθαίρεται. Καὶ πιστώσεται λέγων ὁ Παῦλος, ὅτι «Ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὡς ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.» Πλὴν ἄνθρακι καὶ πυρὶ τὴν τοῦ θείου κηρύγματος δύναμιν ἐοικέναι φαμὲν, οὗ τὴν ἄναψιν ἐπισπεύδει ὁ Κύριος· ἐπίστευον γὰρ ἤδη τινὲς τῶν ἐξ Ἰσραὴλ, ὦν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἐξαφθὲν δὲ ἅπαξ τὸ πῦρ, ἁπάσης ἔμελλε καταδράττεσθαι τῆς ὑπ᾽ οὐρανὸν, ἐξενεχθείσης εἰς πέρας τῆς πάσης οἰκονομίας· καὶ τοῦτο διδάσκει λέγων· «Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ;» <Δοκεῖτε ὄτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; (A f. 186, B f. 129, C f. 136) Καίτοι Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὰς Γραφάς· «Αὐτὸς συνῆψε τοὺς δύο λαοὺς, εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα·» αὐτὸς συνῆψε τοῖς ἄνω τὰ κάτω.

Πῶς οὖν ἔφη· «Οὐκ ἦλθον εἰρήνην δοῦναι;» Τί φὴς, ὦ Δέσποτα; Οὐκ ἦλθες βαλεῖν εἰρήνην;

Καίτοι γέγονας ἡμῖν εἰρήνη, κατέλυσας τὸ μεσότοιχον τοῦ φραγμοῦ, ἠφάνισας τὴν διϊστῶσαν ἡμᾶς ἁμαρτίαν· εὐηγγελίσω τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· συνῆψας ἀγέλαις ἀγέλας, ταῖς Ἰουδαίων τὰς ἐξ ἐθνῶν· κατειρήνευσας διὰ τοῦ σταυροῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· γέγονας ἡμῖν διαλλακτὴς καὶ μεσίτης, καὶ τὴν διὰ μέσου κειμένην ἁμαρτίαν περιελὼν συνῆψας δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ τὴν εἰρήνην, ἰδίαν εἶναι ἔφης, εἰπών· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Πῶς οὖν οὐκ ἦλθες βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; πρὸς τίνας ἡμῖν ἡ μάχη; καὶ ὁ τοῦ πολέμου τρόπος, πῶς ἂν γένοιτο παρ᾽ ἡμῶν, ἵνα τὸ ἀνεπίπληκτον [cod. ἐπίπληκτον] ἔχοι, καὶ ἀρέσῃ σοι τῷ τὴν εἰρήνην ἰδίαν εἶναι λέγοντι, καὶ ταύτην ἡμῖν δεδωκότι· Οὐκοῦν λυέτω τὸ ζητούμενον Παῦλος, φήσας· «Εἴ τις ἀδελφὸς πόρνος, »καὶ τὰ ἑξῆς,» τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Δεῖ γὰρ, οἶμαι, παραιτεῖσθαι πόρνους, καὶ τὴν πρὸς τούτους εἰρήνην ζημίας ἡγεῖσθαι πρόξενον· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Καὶ καθά φησι Δαβίδ· «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ, διαστρέψεις.

Βούλει καὶ ἑτέρους ἰδεῖν πρὸς οὓς τὸ ἀσπάζεσθαι τὴν εἰρήνην ἐπιζήμιον; Ἄκουε γράφοντος ἑνὸς τῶν ἁγίων μαθητῶν· »Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, τούτῳ μηδὲ χαίρειν λέγετε.» Διδαχὴν δὲ ποίαν, ἢ πάντως ἐκείνην ἣν παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται; Λύκοις ἐοίκασι τῶν αἱρέσεων οἱ προεστηκότες· εἶτα πῶς εἰρηνεύσει πρὸς λύκον τὸ πρόβατον; Καὶ σκοτεινοὶ μὲν ἐκεῖνοι· «Ὁ Θεὸς γὰρ, φησὶ, τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων.» Ἡμεῖς δὲ υἱοὶ φωτός· διηύγασε γὰρ ἡμῖν ἡ διὰ τοῦ Πνεύματος χάρις. «Τίς οὖν κοινωνία φωτὶ πρὸς σκότος;» Οὐκοῦν ἀγαπήσωμεν τὴν πρὸς ἀδελφοὺς καὶ ὁμοπίστους εἰρήνην, παραιτώμεθα δὲ τὴν πρὸς ἐκείνους· δῆλον γὰρ, ὅτι χρῆμα μὲν ἡ εἰρήνη καλόν. Ἀλλ᾽ οὐ πᾶσα πάντως εἰρήνη τὸ ἀκατάψεκτον ἔχει, ἀλλ᾽ ἔστιν ἐπισφαλὴς πολλάκις, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποκομίζουσα· ἀλυσιτελὴς γὰρ ἡ πρὸς τοὺς ἑτερόφρονας εἰρήνη, κατά γε τὸ τὰ ἴσα ἐκείνοις φρονεῖν. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐπὶ γῆς φίλτρων οἱ πιστοὶ ἀφίστανται, καὶ συγγενεῖς ἀγνοοῦσι, καὶ πατὴρ υἱοῦ φιλίαν ἀπαναίνεται, καὶ υἱὸς πατρὸς τιμὴν ἀγνοεῖ, καὶ μήτηρ θυγατρὸς φίλτρον ἀπώσατο. Δεῖ γὰρ τοῖς ὑγιαίνουσι τὸν νοῦν, ἕπεσθαι τοὺς πεπλανημένους, καὶ οὐκ αὐτοῖς μᾶλλον τοὺς ὀρθὰ φρονεῖν αἱρουμένους.

Τοῦτο καὶ ἑτέρως ἡμῖν ἔφη ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Οὐκοῦν, ὅταν, εὐσεβείας ἕνεκα τῆς εἰς Χριστὸν, ἐπίγειον ἀρνήσῃ πατέρα, τότε πλουτήσεις Πατέρα τὸν ἐν οὐρανοῖς. Κἂν ἀφῇς ἀδελφὸν ἀτιμάζοντα Θεὸν, διὰ τὸ βούλεσθαι λατρεύειν αὐτῷ, παραδέξεταί σε Χριστὸς εἰς ἀδελφόν. Δέδωκε γὰρ ἡμῖν μετὰ τῶν ἄλλων καὶ τοῦτο· «Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Γένος εὑρήσεις λαμπρὸν καὶ μέγα, τὴν τῶν ἁγίων πληθύν· ἔσῃ σὺν αὐτοῖς κληρονόμος τῶν παρ᾽ αὐτοῦ χαρισμάτων. <Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, κ.τ.λ.> (A f. 187, B f. 129 b, D f. 52 b) Ἐπισημαίνονται τὰ τοιάδε τινὲς, καὶ ὡς ἐκ πολλῆς ἄγαν ἐπιτηρήσεως, προαπαγγέλλουσιν ὑετῶν καταδύσεις, ἢ σκληρῶν ἀνέμων ἐφόδους. Πῶς οὖν, φησὶ, τὰ ἐν οὐρανῷ δοκιμάζοντες, τὰ ἐν γῇ γινόμενα σημεῖα οὐ βλέπετε, οὐδὲ δοκιμάζετε τὸν καιρὸν ἐὰν ἦλθεν ὁ προσδοκώμενος;—(A f. 187) Ἔδει τοίνυν τοὺς τὰ τῶν καιρῶν σημεῖα τεκμαιρομένους, καὶ τοὺς ἐσομένους ἔσθ᾽ ὅτε χειμῶνας προαπαγγέλλοντες, καὶ τοῖς ἀναγκαίοις πράγμασιν ἰσχνὸν ἐπαφεῖναι τῆς διανοίας τὸν ὀφθαλμόν.

Καὶ ποῖα ταῦτά ἐστι; Προκατέδειξεν ὁ νόμος τὸ Χριστοῦ μυστήριον, καὶ ὅτι πάντη τε καὶ πάντως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιλάμψειν ἔμελλε τοῖς ἐπὶ γῆς, καὶ τὴν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπομεῖναι σφαγήν. Καὶ γοῦν προστέταχε θύεσθαι τὸν ἀμνὸν εἰς τύπον αὐτοῦ, πρὸς ἑσπέραν καὶ ὑπὸ λύχνοις. Ἔμελλε δὲ πάντως τοῖς μὲν εἰς αὐτὸν πιστεύσασιν, ἡ τῆς σωτηρίας ἀνευρύνεσθαι πύλη, καὶ πολλὴ πραγμάτων ὑπάρξειν εὐδία. Καὶ γοῦν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων τὴν γραφομένην νύμφην, ἥτις καὶ τὸ τῆς Ἐκκλησίας ἐπέχει πρόσωπον, καλῶν εὑρίσκεται Χριστὸς, καὶ λέγων· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν.» Οὐκοῦν, ὡς ἔφην, ἐαρινή τις ὥσπερ εὐδία τοῖς πιστεύουσιν εἰς αὐτὸν ἀνίσχειν ἔμελλεν.

Ὅτι δὲ καὶ οἱ μακάριοι προφῆται πολυτρόπως διηγγέλκασι τὸ Χριστοῦ μυστήριον, οὐκ ἃν ἐνδοιάσει τις. Ἔδει δὴ οὖν, ἔδει συνετοὺς ὄντας, φησὶ, καὶ τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἰδότας κατανοεῖν, καὶ πρὸς τὰ ἐσόμενα βλέπειν, καὶ τοὺς μετὰ τόνδε τὸν βίον χειμῶνας μὴ ἀγνοεῖν. Νότος γὰρ ἔσται καὶ ὄμβρος· τουτέστιν ἡ διὰ πυρὸς κόλασις θερμὸς γὰρ ὁ νότος, καὶ δεινὴ, καὶ ἄφυκτος τιμωριῶν καταφορὰ, ὑετοῦ δίκην κατεμπίπτουσα τῶν ἑαλωκότων.

Ἔδει τὸν τῆς σωτηρίας μὴ ἀγνοῆσαι καιρόν. Οὗτος δὲ ἦν, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ᾽ ἣν ἡ τελειοτάτη γνῶσις τῆς εὐσεβείας εἰσβέβηκε· καθ᾽ ἣν ἀνέλαμψεν ἡ χάρις δικαιοῦσα τὸν ἀσεβῆ. Καὶ οὐ διά γε τοῦ νόμου, τετελείωκε γὰρ οὐδένα, τύπους ἔχων καὶ σκιὰς, διὰ πίστεως δὲ μᾶλλον τῆς ἐν Χριστῷ, οὐκ ἐκβαλλούσης τὸν νόμον, ἀποπεραινούσης δὲ αὐτὸν διὰ λατρείας πνευματικῆς. Οὐ δοκιμάζετε τὸν καιρόν; οὐκ ἐκ τῶν λόγων τὰ πράγματα, [cod.> σπέρματα], οὐκ ἐκ τῶν πραγμάτων τοὺς λόγους;

Βλέπετε θαύματα, καὶ ὁρᾶτε σημεῖα βεβαιοῦντα τοὺς λόγους· εἰ μὴ πείθει ὑμᾶς ταῦτα, πειθέτωσαν οἱ μέλλοντες ὑμᾶς καταλήψεσθαι πειρασμοὶ, τοῦ ναοῦ ἡ καθαίρεσις, τῆς μητροπόλεως ἡ ἅλωσις, ἡ διαφθορὰ τοῦ ἔθνους· οὐδὲ ταῦτα ὑμᾶς εἰς συναίσθησιν ἄγει; <Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, κ.τ.λ.> (A f. 187 b, B f. 130, D f. 52 b) Πάνυ χρήσιμον τὸ παράδειγμα πρὸς ὃ λαμβάνεται. Οἱ γὰρ πρὸ δίκης διαλυόμενοι, φρονιμώτεροί εἰσιν, ἀφ᾽ ἑαυτῶν τὸ δίκαιον ὁρῶντες. Ὅπερ δὲ καλὸν ἐνταῦθα ποιεῖν, τοῦτο καλόν ἐστι κἀκεῖ ποιῆσαι. Ὑποκείσθω τις, φησὶ, ἐφ᾽ ἑνὸς τῶν τεταγμένων εἰς ἀρχὴν, αἰτίασίν τινα ποιησάμενος κατὰ σοῦ, εἶτα τοῖς ἀπάγουσιν ἐπὶ τὸ δικαστήριον ὑποδείξας, ἀποφέρεσθαι ποιεῖ. Ἕως τοίνυν μετ᾽ αὐτοῦ εἶ ἐν τῇ ὁδῷ, τουτέστι πρὶν ἀφικέσθαι πρὸς τὸν κριτὴν, δὸς ἐργασίαν, ἀντὶ τοῦ πᾶσαν θέσθαι μὴ ὀκνήσῃς σπουδὴν, ἵνα ἀπαλλαγῇς αὐτοῦ· εἰ δὲ μὴ τοῦτο γένοιτο, παραδώσει σε τῷ κριτῇ.

Εἶτα, ὅταν ἔνοχος τοῖς ὀφλήμασιν εὑρεθῇς, παραδοθήσῃ τῷ πράκτορι, τουτέστι τοῖς ἀπαιτηταῖς· κἀκεῖνοί σε κατακλείσαντες, ἀπαιτήσουσι καὶ τὸ ἔσχατον λεπτόν. Οὐκοῦν ἔνοχοι μὲν πλημμελήμασί ἐσμεν ἅπαντες οἱ ὄντες ἐπὶ τῆς γῆς. Ἑκάστου γε μὴν ἀντίδικος καὶ κατήγορος, ὁ Σατανᾶς· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητής. Ἕως τοίνυν ἐσμὲν ἐν τῇ ὁδῷ, τουτέστιν ἕως οὔπω πρὸς τὸ τῆς ἐνθάδε ζωῆς κατηντήσαμεν τέλος, ἀπαλλαγῶμεν αὐτοῦ· λύσωμεν τὰς καθ᾽ ἑαυτῶν αἰτίας· τὴν διὰ Χριστοῦ χάριν ἁρπάσωμεν, ἐλευθεροῦσαν ἡμᾶς παντὸς ὀφλήματος, καὶ δίκης ἔξω τιθεῖσαν, κολάσεώς τε καὶ φόβου. Μὴ ἄρα πως ἀναπόνιπτον ἐσχηκότες τὸν μολυσμὸν, ἀπενεχθῶμεν πρὸς τὸν κριτὴν, καὶ παραδοθῶμεν τοῖς πράκτορσιν, ἤτοι τοῖς κολασταῖς, ὧν οὐκ ἄν τις διαφύγοι τὸ ἀπηνὲς, ἀπαιτηθήσεται δὲ μᾶλλον τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας μικρῷ καὶ μεγάλῳ. Τούτων ἔσονται μακρὰν οἱ τὸν τῆς Χριστοῦ παρουσίας καιρὸν δοκιμάζοντες, καὶ τὸ ἐπ᾽ αὐτῷ μυστήριον οὐκ ἠγνοηκότες.