Καὶ τὸ ἐκτρέφειν τὰ τέκνα Παῦλος εἰσηγεῖται· ἀλλὰ καὶ γονεῦσιν ὑπακούειν δεῖ, φησὶν, ἐν Κυρίῳ· καὶ νουθεσίᾳ Κυρίου καὶ τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾷν τοῖς ἀνδράσιν εἰσηγήσατο, ἀλλ᾽ ἐν μιμήσει Χριστοῦ τοῦ τὴν Ἐκκλησίαν ἀγαπήσαντος. Καὶ ταῖς γυναιξὶ δὲ τοὺς ἄνδρας φοβεῖσθαι, ἀλλ᾽ Ἐκκλησίας τύπῳ τῆς φοβουμένης Χριστόν· οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει τοὺς οἰκείους μισητέον. «Εἰ γάρ τις τῶν ἰδίων, φησὶ, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται.» Ἑνὶ δὲ λόγῳ, προκειμένου σκοποῦ τοῦ Χριστῷ ἀκολουθεῖν, εἴ τι τούτῳ σύμφωνον, αἱρετέον· τὸ δὲ μὴ σύμφωνον, παραιτητέον. Καὶ γὰρ εἰ ζῶντας τὴν ἐν σαρκὶ ζωὴν ἔνεστι τὸ Χριστοῦ σέβας διαφυλάττειν, οὐ φευκτέον τὴν ἐν σώματι ζωὴν, ἀλλὰ συντηρητέον ταύτην, ὡς ὁ Παῦλος, ἡνίκα διὰ θυρίδος ἐν σαργάνῃ χαλασθεὶς, ἐκφεύγει τὰς Ἀρέτα χεῖρας, ἵνα ζῶν ἔτι κηρύττῃ Χριστὸν, καὶ μὴ θᾶττον ἀναιρεθεὶς, ἐμποδίσῃ τὸ κήρυγμα· ὅπου δὲ ἔδει καὶ τῆς ζωῆς καταφρονεῖν ὑπὲρ τοῦ τελειῶσαι τὸν δρόμον, οὐδὲ τὴν ψυχὴν ἔφη ποιεῖσθαι τιμίαν ἑαυτῷ· καὶ Χριστὸν ἐφ᾽ ἑκάτερα προὐτίθετο σκοπὸν, ἐπί τε τὸ ζῇν καὶ τὸ τεθνάναι. «Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος.» <Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, κ.τ.λ.> (A f. 205, B f. 143) Ὁποία τις ἡ πρόφασις, ἡ πρός γε τούτους παρενεγκοῦσα τοὺς λόγους, εἰπεῖν ἀναγκαῖον.