Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Παραβολές περί προσευχής, ο πλούσιος άρχων και η ίαση του τυφλού

Η αδιάλειπτη προσευχή διά του αδίκου κριτού, η ταπείνωση του Τελώνου έναντι του Φαρισαίου, το εμπόδιο του πλούτου για τη βασιλεία, η πρόρρηση του Πάθους και η θεραπεία του τυφλού στην Ιεριχώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 16 από 22

ΚΕΦΑΛ. ΙΗʹ. <Πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν.> (A f. 236, C f. 144 b, D f 59) Ἀδιαλείπτως οὖν χρὴ προσεύχεσθαι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, εὖ εἰδότας καὶ ἀραρότως πιστεύοντας, ὅτι πάντα δύναται κατορθοῦν ὁ παρακαλούμενος. «Αἰτείτω γάρ τις, φησὶ, πίστει μηδὲν διακρινόμενος. Ὁ γὰρ διακρινόμενος, ἔοικε κλύδωνι θαλάσσης, ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.» Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ ἄνθρωπος ἐκεῖνος, ὡς λήψεταί τι παρὰ τοῦ Κυρίου· ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ διακρινόμενος. Εἰ γὰρ μὴ πεπίστευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπερανεῖ, μηδὲ προσέλθῃς ὅλως· ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦς πάντα ἰσχύοντος, διψυχήσας ἀβούλως. Χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον· ὅτι δὲ τοῖς οὐ περιέργως ἢ ἀτημελῶς, ἀλλ᾽ ἐν σπουδῇ καὶ ἀδιαλείπτως ποιουμένοις τὰς λιτὰς κατανεύσει ὁ Θεὸς, ἡ προκειμένη παραβολὴ πιστώσεται. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν φοβούμενον, μήτε μὲν ἄνθρωπον ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ φιλοικτείρμων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν σώζουσαν, οὐ προσδέξεται μὲν προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν ὡς ἐξειλεγμένων; (A f. 236) Ἀλλὰ γὰρ τίνες ὅλως οἱ ἀδικοῦντες αὐτοὺς, φέρε δὴ, φέρε καταθρήσωμεν [cod.

καταθρηνήσωμεν].

Ἀδικοῦσιν ἁγίους πλεῖστοί τε ὅσοι καὶ ἐπὶ πολλοῖς, τὸν τῆς ἀληθείας ὀρθοτομοῦντας λόγον, οἱ τῶν ἱερῶν δογμάτων ἀνεπιστήμονες, καὶ πάσης ὀρθότητος ἀπενηνεγμένοι. Οὗτοι δέ εἰσι, τὰ μιαρὰ καὶ βέβηλα τῶν αἱρετικῶν ἐργαστήρια, ἅπερ ἂν εἴποι τις θανάτου πύλας· οὗτοι διωγμοὺς καὶ θλίψεις ἐπάγουσι τοῖς ὀρθοποδοῦσι περὶ τὴν πίστιν· κατὰ τούτων οἱ Θεῷ γνώριμοι ποιοῦνται τὰς λιτὰς, τοὺς ἁγίους ἀποστόλους ἀπομιμούμενοι, οἳ τῆς Ἰουδαίων σκαιότητος κατακεκραγότες, ἔφασκον· «Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Ἀλλὰ γὰρ ἴσως ἐρεῖ τις· Τοῖς ἁγίοις ἀποστόλοις ἔφη που Χριστός· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ἐπὶ τῶν ἐπηρεαζόντων.» Πῶς οὖν ἄρα προσευξόμεθα κατ᾽ αὐτῶν, εἶτα τῆς θείας οὐκ ἀλογήσομεν ἐντολῆς; Πρὸς τοῦτό φαμεν· Ἆρ᾽ οὖν εὐξόμεθα παῤῥησίαν αὐτοῖς καὶ ἰσχὺν δοθῆναι παρὰ Θεοῦ, ἵνα τοὺς τὰ αὐτὰ πρεσβεύοντας μὴ ἐῶσι μυσταγωγεῖν;

Καὶ πῶς οὐκ εὔηθες παντελῶς τὸ χρῆμά ἐστιν; Οὐκοῦν ὅταν μὲν εἰς ἡμᾶς αὐτοὺς τὰ παρά τινων ἔρχηται πλημμελήματα, τότε δὴ, τότε καύχημα ποιησόμεθα τὸ ἐπ᾽ αὐτοῖς ἀμνησίκακον καὶ φιλάλληλον· τότε τοὺς ἁγίους Πατέρας ἀπομιμούμενοι, κἂν παίωσι, κἂν ὑβρίζωσι, κἂν ἑτέρους ἡμῖν πλεονεξίας ἐπιφέρωσι τρόπους, ἀπαλλάξομεν πάσης αἰτίας αὐτοὺς, κρείττους ἐσόμεθα καὶ ὀργῆς καὶ λύπης.

Ὅταν δέ τινες εἰς αὐτὴν ἁμαρτάνωσι τὴν τοῦ Θεοῦ δόξαν, τῶν τὸ θεῖον ἱερουργούντων κήρυγμα, πολέμους καὶ θλίψεις κατασωρεύοντες, τότε πρόσιμεν Θεῷ, τὴν παρ᾽ αὐτοῦ ζητοῦντες ἐπικουρίαν, καὶ τῶν μαχομένων αὐτοῦ τῇ δόξῃ κατακεκραγότες· καθάπερ ἀμέλει καὶ ὁ μέγας Μωϋσῆς· ἔφη γάρ· «Ἐξεγέρθητι, Κύριε· διασκορπισθήτωσαν οἱ ἐχθροί σου· φυγέτωσαν πάντες οἱ μισοῦντες τὸ ὄνομά σου.» Καὶ αὐτὸ δὲ τὸ εἰρημένον παρὰ ἁγίων ἀποστόλων, ἐκδείξειεν ἂν οὐκ ἀσυντελοῦν πρὸς ὄνησιν τῷ θείῳ κηρύγματι, τὸ ἀσθενῆσαί πως τῶν διωκόντων τὴν χεῖρα· «Ἔπιδε γὰρ, φησὶν, ἐπὶ τὰς ἀπειλὰς αὐτῶν,» τουτέστι ματαίωσον αὐτῶν τὰς ἐπαναστάσεις· «καὶ δὸς τοῖς δούλοις σου, μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Ὅτι γὰρ ἤμελλον τοὺς τῆς ὀρθότητος λόγους ἐκκαπηλεύειν τινὲς, καὶ τῆς ὑγιαινούσης πίστεως ἀποφέρειν πολλοὺς, προαναπεφώνηκε λέγων <Πλὴν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;> (A f. 256, B f. 168, C f. 145, D f. 59) Οὐκ ἠγνόησε τοῦτο. Πόθεν; Θεὸς γάρ ἐστιν ὁ πάντα εἰδώς.

Ὑπεμφαίνει δὲ ὅτι ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, καὶ ἀποδραμοῦνταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς ὀρθῆς καὶ ἀδιαβλήτου πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ ψευδηγορίαις ἀνθρώπων κεκαυτηριασμένων νοῦν· καθ᾽ ὧν ὡς οἰκέται γνήσιοι τῷ Θεῷ πρόσιμεν, ἀπράκτους αὐτῶν παρακαλοῦντες ἀποφανθῆναι τὰς πονηρίας, καὶ τὰ κατὰ τῆς αὐτοῦ δόξης ἐπιχειρήματα. Ἀδικοῦσι δὲ τοὺς Θεῷ δουλεύοντας καὶ ἕτεροί τινες, καθ᾽ ὧν ἀνέγκλητος ἡ παρ᾽ ἡμῶν ἔσται πρόσοδος, ἡ διά γε τῆς προσευχῆς. Τίνες δὲ οὗτοι πάλιν; Αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις, καὶ ὁ πάντων ἀντίδικος Σατανᾶς, ὁ τοῖς εὖ βιοῦν ἐθέλουσιν, ἀγρίως ἀντανιστάμενος, ὁ τοῖς φαυλότητος βόθροις ἐνιεὶς τοὺς νυστάζοντας, ὁ πάσης ἡμῖν ἁμαρτίας ἐμφυτεύων σπέρματα· ἔγκειται γὰρ οὐ φορητῶς μετὰ τῶν ἰδίων ὑπασπιστῶν· καὶ ἐπ᾽ αὐτῷ δὴ τούτῳ καταβεβόηκεν αὐτοῦ ὁ Ψαλμῳδὸς, λέγων· «Ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Ὥσπερ γὰρ τοῖχος ἤδη τὸ κλίνεσθαι παθὼν, καὶ φραγμὸς ὠσθεὶς, ἤγουν ἀνατραπεὶς, πίπτουσιν ἑτοίμως ὠθοῦντός τινος· οὕτως ὁ ἀνθρώπινος νοῦς, πλείστην ἐξ ἑαυτοῦ ἔχων τὴν ῥοπὴν εἰς φιληδονίας κοσμικὰς, πίπτει πρὸς αὐτὰς ἑτοίμως, ἕλκοντός τινος καὶ κατερεθίζοντος· ἔργον δὲ τοῦτο τῷ Σατανᾷ.

Οὐκοῦν περὶ τούτων ἐροῦμεν ἐν προσευχαῖς πρὸς τὸν διασῶσαι δυνάμενον· »Ἐκδίκησόν μου ἐκ τοῦ ἀντιδίκου μου.» Ὃ δὴ καὶ πέπραχεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος· ἐκβέβληκε γὰρ τῆς καθ᾽ ἡμῶν τυραννίδος τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἐξείλετο δὲ καὶ σέσωκε, καὶ τοῖς τῆς ἑαυτοῦ βασιλείας ὑπήγαγε ζυγοῖς. Καὶ γὰρ ἐξ ὑμῶν τινες ὡς οἰκέται γνήσιοι ἐν ἑδραιότητι πίστεως διατηρηθήσονται παρὰ Θεοῦ ἐπὶ γῆς ὄντες· καλὴ τοίνυν ἡ ἔντευξις ἡ διὰ συχνῆς προσευχῆς· προσδέξεται γὰρ ἡμῶν τὰς λιτὰς, πληρώσει τε τὰ αἰτήματα Χριστός.

Εἰ γὰρ τὸν κριτὴν τῆς ἀδικίας, τὸν καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους ἀπαναιδευσάμενον, καὶ πάσης κακίας πεπληρωμένον, ἡ τῆς χήρας προσεδρεία καὶ καρτερία ἐμάλαξε, πόσῳ μᾶλλον ἡμεῖς τὸν Πατέρα τοῦ ἐλέους εἰς οἶκτον ἑλκύσομεν, κἂν μακροθυμῇ πρὸς τὸ παρόν;

Ἐπειράθησαν δέ τινες περιεργότερον τὴν παραβολὴν ταύτην ἑρμηνεῦσαι, χήραν μὲν τὴν ἀποβαλοῦσαν τὸν διάβολον, ψυχὴν λέγοντες· ἀντίδικον δὲ αὐτῆς, αὐτὸν καθ᾽ οὗ καὶ πρόσεισι τῷ Θεῷ τῷ κριτῇ τῆς ἀδικίας, τουτέστι, τῷ κατακρίνοντι τὴν ἀδικίαν, ὃς οὐκ ἔχει Θεὸν ὃν φοβηθήσεται, οὐδὲ πρόσωπον ἀνθρώπου λαμβάνει, ὃς καὶ τὴν προσεδρεύουσαν αὐτῷ ψυχὴν οἰκτείρει· ἀλλὰ ταῦτα μὲν τολμηρῶς καὶ φαύλως τινὲς ἐξελάβοντο· ὁ μέν τοι Κύριος, ὅτι ἐν τῷ καιρῷ τῆς συντελείας πρὸς τοὺς τότε κινδύνους τῇ προσευχῇ συντόνως χρηστέον, ἐπιφέρει, ὅτι «Ἆρα ἐλθὼν εὑρήσει τὴν πίστιν;» ἐν σχήματι ἐρωτήσεως τὸ σπάνιον παριστῶν. Εἴωθε γὰρ ἐπὶ τοῦ σπανίου, τῷ ἐρωτηματικῷ τρόπῳ χρᾶσθαι· ὡς κἀνταῦθα δηλῶν, ὅτι βραχεῖς ἔσονται οἱ τὴν πίστιν φυλάττοντες· καὶ ἐν ὀλίγοις αὐτὴν εὑρήσει ἐπὶ τῆς γῆς, ἐν νεφέλαις ἐλθών. (A f. 236 b) Ἵνα δὲ μάθῃς ὅσην ἔχει ζημίαν τὸ κατακρίνειν ἑτέρους, καὶ μὴ ἐπὶ τοῖς οἰκείοις πταίσμασι μετανοεῖν, ἐξ αὐτῶν σε τῶν Εὐαγγελίων πιστώσομεν.

Λέγει τοιγαροῦν οὗτος ὁ μακάριος Λουκᾶς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Εἶπε δὲ αὐτοῖς καὶ παραβολὴν περὶ τῶν δικαιούντων ἑαυτοὺς, ἐξουθενούντων δὲ τοὺς ἑτέρους.» Καὶ τίς ἡ παραβολή; <Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, κ.τ.λ.> (A f. 236 b, C f. 145, E f. 298) Ἐνταῦθα γὰρ διδάσκει ἡμᾶς, τίνα χρὴ τρόπον τὰς πρὸς αὐτὸν ποιεῖσθαι λιτὰς, ἵνα μὴ ἄμισθον εὑρεθῇ τοῖς χρωμένοις τὸ χρῆμα· μηδὲ δι᾽ ὧν ἄν τις ὠφελεῖσθαι νομίζοι, διὰ τούτων αὐτῶν παροτρύνῃ καθ᾽ ἑαυτοῦ τὸν τῶν ἄνωθεν χαρισμάτων δοτῆρα Θεόν· γέγραπται γὰρ, ὅτι «Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ.» Ἰδοὺ γὰρ ἐνταῦθα ὁ Φαρισαῖος κατακέκριται, ὅτι μὴ ἐπιστημόνως ἐποιεῖτο τὴν προσευχήν. Πολλὰ γὰρ κατ᾽ αὐτὸν αὐτοῦ τὰ ἐγκλήματα· πρῶτον μὲν φορτικός ἐστι καὶ ἄνους· τεθαύμακε γὰρ αὐτὸς ἑαυτὸν, καίτοι βοῶντος τοῦ ἱεροῦ Γράμματος· «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη.» Εἶτα, ἠγνόησεν ὅτι τὸ κακῶν εἶναι κρείττονα, οὐχὶ πάντη τε καὶ πάντως ἀξιοθαύμαστον ἀποφαίνει τινά· τὸ δὲ ἁμιλλᾶσθαι φιλεῖν τοῖς εἰωθόσιν εὐδοκιμεῖν, λαμπρὸν καὶ διαπρεπῆ, καὶ τοῖς δικαίως τεθαυμασμένοις ἐναρίθμιον ἀπεργάζεται.—(A f. 239, E f. 298) Ὁ γοῦν τελώνης εἱστήκει μακρόθεν· οὐδ᾽ ὅσον εἰπεῖν ἀνατεῖναι τολμῶν εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἀλλὰ τῷ ἐρυθριῶντι βλέμματι, τὸ τῆς ψυχῆς μηνύων ἀπαῤῥησίαστον.

Ὁρᾷς ὅτι περιστείλας τὴν παῤῥησίαν, ὡς οὐκ ἔχων αὐτὴν, τοῖς ὑπὸ τοῦ συνειδότος ἐλέγχοις πλήττεται; Δέδιε γὰρ καὶ μόνον ὀφθῆναι Θεῷ, ὡς ὀλίγως φροντίσας τῶν αὐτοῦ νόμων· καὶ δι᾽ αὐτοῦ τοῦ φαινομένου σχήματος, τῆς ἑαυτοῦ φαυλότητος κατηγορεῖ· τύπτει τὸ στῆθος, ὁμολογεῖ τὰ ἐγκλήματα, δείκνυσιν ὡς ἰατρῷ τὴν νόσον, καὶ κατοικτείρεσθαι παρακαλεῖ.— (A f. 241 b, E f. 305) Ὥσπερ οὖν οὐδὲ ὁ τελώνης [ἐξουδενώθη]· τί γάρ φησι περὶ αὐτοῦ, τοῦ τὰς οἰκείας ἁμαρτίας ὁμολογοῦντος, ὁ πάντων Κριτὴς, ὁ τὰς καρδίας ἐπιγινώσκων, ὁ τὰς πάντων δεχόμενος προσευχάς; «Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος.» Κἂν εἴ τις γὰρ γένοιτο χρηστὸς καὶ ἐπιεικὴς, μὴ ταύτης ἕνεκα τῆς αἰτίας ὑπεροψίαν νοσείτω· μεμνήσθω δὲ μᾶλλον Χριστοῦ λέγοντος τοῖς ἁγίοις ἀποστόλοις· «Ὅταν ταῦτα ποιήσητε, δῆλον δὲ ὅτι τὰ διατεταγμένα, λέγετε ὡς Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.» Ὀφείλομεν δὲ ὡς ἐξ ἀναγκαίου ζυγοῦ τῷ ἐπὶ πάντας Θεῷ τὴν δουλείαν, τὴν ὑποταγὴν τὴν εἰς πᾶν ὁτιοῦν· ὁρᾷς ὅπως ὁ τελώνης τὰ ἁμαρτήματα ἀπεδύσατο, τὴν τοῦ Φαρισαίου κατηγορίαν πράως ἐνεγκών;

Καὶ ὁ μὲν ἀπὸ δόξης, εἰς τὸ τῆς ἀτιμίας κατέπεσε βάραθρον· ὁ δὲ ἀπὸ τῆς ἐπονειδίστου ζωῆς, εἰς μακαρίαν ἐπανῆλθε κατάστασιν· καὶ ὁ μὲν πολλῷ τῷ μέσῳ τῆς πρὸς Θεὸν ἐγγύτητος ἐκεχώριστο· ὁ δὲ πρὸς τὴν τῆς παῤῥησίας χώραν ἀνείλκυτο· καὶ ὁ μὲν ἐξ ὄγκου τεταπείνωτο, ὁ δὲ ἐκ ταπεινώσεως ὕψωτο. <Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται.> (A f. 243 b, B f. 169, D f. 60) Προσέθει ποτε γύναια, καὶ δὴ καὶ βρέφη προσεκόμιζον αἱ μητέρες, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας· ὄχλον δὲ τὸ χρῆμα νομίσαντες εἶναι, ἀπεῖργον οἱ μαθηταί· αὐτὸς δὲ καὶ λίαν ἀσμένως προσίετο, λέγων· «Ἄφετε· τῶν γὰρ τοιούτων ἡ βασιλεία.» Ἐντεῦθεν ἀταλαίπωρον ἰδεῖν, ὡς ἀκακίας σύμβολον τὸ ἀρτιγενές ἐστι παιδίον· νέα γὰρ ὥσπερ κτίσις, τὸ βρέφος.

Οὐ βασκαίνοντες μέν τοι τοῖς βρέφεσιν ἐπετίμων οἱ μαθηταὶ, ἀπονέμοντες δὲ μᾶλλον ὡς διδασκάλῳ τὸ χρεὼν, καὶ οἱονεὶ τὰς περιττὰς ὀχλήσεις ἀπείργοντες· οὐκ ἀσυνέτους δὲ ἡμᾶς εἶναι βούλεται Χριστὸς, φάσκων· «Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν·» ἀλλὰ τῇ κακίᾳ νηπιάζειν, ταῖς δὲ φρεσὶ τελείους ὑπάρχειν· τὸ γὰρ βρέφος, ἢ ὀλίγα παντελῶς, ἢ οὐδὲν ὅλως εἰδὸς, ἀπαλλάττοιτο ἂν εἰκότως τῆς ἐπὶ φαυλότητι καὶ πονηρίᾳ διαβολῆς· οἷς καὶ ἡμᾶς ἐξομοιοῦσθαι προσήκει, ἁπλοῦν καὶ ἀπόνηρον διαζῶντας βίον· τελείους δὲ εἶναι χρὴ ταῖς φρεσὶν, ἑδραῖον ἔχοντας τὸν νοῦν, εἰς τὸ εἰδέναι σαφῶς τίς ὁ τῶν ὅλων Θεὸς, καὶ διαβολικῶν σκανδάλων ἀποφοιτᾷν· οὗτος γὰρ ὅρος φιλοσοφίας, τὸ μετὰ συνέσεως ἄπλαστον εἶναι. <Ἐπηρώτησέ τις αὐτὸν ἄρχων, κ.τ.λ.> (A f. 244, D f. 60) Ὁ ἐνθάδε λεγόμενος ἄρχων, ἀκριβὴς εἶναί τις ὑπονοούμενος, ᾠήθη δύνασθαι ἐλέγξαι Χριστὸν, ἀτιμάζοντα μὲν τὴν διὰ Μωϋσέως ἐντολὴν, ἰδίους δὲ νόμους εἰσκεκομικότα. Προσέρχεται τοίνυν, καὶ χρηστολογεῖν ὑποπλάττεται· διδάσκαλον γὰρ ὑποκαλεῖ, καὶ ἀγαθὸν ὀνομάζει, καὶ μαθητιᾷν ἐπαγγέλλεται. Εἰ δὲ πειράζων ἐπύθετο, εἰκότως ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, φησὶ πρὸς αὐτόν· Εἰ μὴ πεπίστευκας ὅτι Θεός εἰμι, πῶς τὰ μόνῃ πρέποντα τῇ ἀνωτάτῳ φύσει περιτέθεικάς μοι, καὶ ἀγαθὸν ἀποκαλεῖς, ὃν δὴ καὶ νενόμικας ἄνθρωπον εἶναι κατὰ σέ;

Φύσει γὰρ ἀγαθὸς ὁ Θεὸς, καὶ ἴδιον αὐτοῦ καὶ οὐσιωδῶς ἐμπεφυκὸς καὶ ἐξαίρετον ἀξίωμα, τὸ εἶναι ἀγαθὸν, κατὰ μέθεξιν δὲ, ἄγγελοι καὶ ἡμεῖς. Καὶ οὗτος μὲν ὁ τοῦ λόγου σκοπὸς γέγονε τῷ Χριστῷ. Οὐκ ἀνέξεται δὲ ἴσως τῆς τῶν ἐννοιῶν ὀρθότητος, ὁ τῆς Ἀρείου δυσσεβείας μέτοχος, φάσκων· Ἰδοὺ σαφῶς ἠρνήσατο εἶναι ἀγαθὸς, ἀνατίθησι δὲ ὡς μόνῳ πρέπον τῷ Θεῷ καὶ Πατρί. Ἀλλ᾽ εἴπερ ἦν, φησὶν, ὁμοούσιος αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν, οὐκ ἂν ὑπῆρχε καὶ αὐτὸς ὡς Θεὸς ἀγαθός;

Ἀλλὰ λεκτέον πρὸς αὐτούς· Ἐπειδὴ πᾶς λόγος ὀρθός τε καὶ ἀκριβὴς, ὁμοούσιον οἶδεν ὄντα τῷ Πατρὶ τὸν Υἱὸν, πῶς οὐκ ἔστιν ἀγαθὸς, Θεὸς ὤν; Οὐ γὰρ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ ἐκ γλυκείας πηγῆς ποταμὸς πρόεισιν οὐ γλυκύς· Θεοῦ τοιγαροῦν ἀγαθοῦ καρπὸς ἀγαθὸς ὁ Υἱός· καὶ ὡς εἰκὼν, τοῦ γεννήσαντος τὸ κάλλος ἐν ἰδίᾳ φύσει δεικνύς.—(A f. 245) Ἀλλὰ ταῦτα μὲν ἀπόχρη πρός γε τὰ παρόντα. Εἴρηται δὲ καὶ ἐν τῷ Ματθαίῳ.

Προσδοκῶντος δὲ τοῦ ἄρχοντος, ἀκούσεσθαι λέγοντος τοῦ Χριστοῦ· Ἀποπήδησον τῶν Μωϋσέως γραμμάτων, καὶ πρόσιθι τοῖς δι᾽ ἐμοῦ θεσπίσμασι· τοῦτο μὲν οὐκ ἔφη, τὸν ἐνόντα σκοπὸν τῷ πειράζοντι θεοπρεπέστατα βλέπων· ὥσπερ δὲ οὐκ οὐσῶν ἑτέρων ἐντολῶν, πλὴν ὅτι μόνων τῶν διὰ Μωϋσέως, πέμπει τὸν ἄνθρωπον πρὸς αὐτὰς, καί φησι· <Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, κ.τ.λ.> (A f. 246 b) Ὁ μέν τοι νόμος πᾶν εἶδος ἀποφάσκει φαυλότητος, καὶ τοὺς τῆς ἀνοσιότητος κατακιβδηλεύει τρόπους· «Οὐ γὰρ μοιχεύσεις, φησὶν, οὐ φονεύσεις,» καὶ τὰ λοιπὰ ἐναργῶς ἀποφάσκων, τὸ μήτε χρῆναι φονεῖν, μήτε μὴν ἀλλοτρίοις γάμοις ἐπιμαίνεσθαι· καταδικάζων δὲ καὶ κλοπῆς, καὶ ἐπιορκίας, καὶ τοῦ ψευδομαρτυρεῖν, καὶ ποινὰς τοῖς πλημμελοῦσιν ὁρίζων. Εἶτα τῆς εἰς γονέας αἰδοῦς ἐπιμελητὰς γενέσθαι προστέταχεν, ἀξιόκτητα τοῖς εὐδοκιμεῖν ἐθέλουσι τὰ γέρα προθείς· «Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.»— (A f. 247, D f. 59 b) Ἐνόμισεν ὁ δύστροπος καὶ δεινὸς εἰς κακουργίας, καίτοι Θεὸν ὄντα τὸν ἐρωτώμενον συναρπάσειν ἀκονιτὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἀποκρινόμενον· ὁ δὲ Χριστὸς, καίτοι πονηρὸν ὄντα, οὐκ ἀπεσόβησεν. «

Ὁ δὲ ἀκούσας ταῦτα, περίλυπος ἐγένετο.»—(A f. 247 b) Ὁ τῆς Ἰουδαίων Συναγωγῆς ἄρχων, τὸν νέον οὐκ ἐχώρησεν οἶνον, ἀσκὸς παλαιὸς ὑπάρχων, ἀλλ᾽ ἐῤῥάγη, καὶ ἀχρεῖος ἦν· λελύπηται γὰρ, καίτοι μάθημα λαβὼν ζωῆς τῆς εἰς αἰῶνα πρόξενον.—(B f. 171, C f. 146) Κάμηλον, οὐ τὸ ζῶον, ἀλλὰ τὸ ἐν τοῖς πλοίοις παχὺ σχοινίον.

Ἔξεστι γὰρ αὐτοῖς, εἰ μὴ εἰσάπαν ἕλοιντο τὸ τῶν ὅλων ὄντων ἀπολισθεῖν, ἑτέρως εὐδοκιμεῖν, ποιῆσαι φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὅταν ἐπιλίπωσι, δέξωνται αὐτοὺς εἰς τὰς αἰωνίους σκηνάς. <Ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι.> (A f. 250, C f. 146) Προσεπάγει δὲ τούτοις ὁ Ματθαῖος τό· «Τί ἄρα ἔσται ἡμῖν;» Πρὸς τοῦτο ἐρεῖ τις· Τί γὰρ ὅλως ἀφῆκαν οἱ μαθηταὶ, ἢ τίνων ἀντέκτισιν αἰτοῦσι παρὰ Χριστοῦ; Τί οὖν πρὸς ταῦτά φαμεν; Μάλιστα μὲν ταύτης ἕνεκα τῆς αἰτίας, ἀναγκαιοτάτην ἐποιοῦντο τὴν πεῦσιν. Ὡς γὰρ οὐδὲν κεκτημένοι, πλὴν ὅτι μικρὰ καὶ εὐτελῆ, βούλονται μαθεῖν τίνα τρόπον ἀμείψεται Θεὸς καὶ τοὺς ὀλίγιστα καταλελοιπότας διὰ τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι διὰ τὸ ἐφίεσθαι τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τῆς εἰς αὐτὸν ἀγάπης. Ἀραρότως μὲν γὰρ ὁ πλούσιος καταφρονήσας πολλῶν, προσδοκήσει τὰς ἀμοιβάς· ὁ δέ γε μικρὰ κεκτημένος, εἶτα τούτων ἀποστὰς, ἐν ποίαις ἐλπίσιν ἔσται, πῶς οὐκ ἔδει μαθεῖν;

Εἶτα πρὸς τούτοις κἀκεῖνο εἰπεῖν ἀνάγκη· τὸ γάρ τοι πολλῶν ἢ ὀλίγων ἀπολισθεῖν, ἴσον τοῖς παθοῦσιν εἴη ἂν κατὰ τὸν τῆς ὀρθότητος λόγον· οὐκοῦν τό γε ἧκον εἰς ὑπακοὴν καὶ πρόθεσιν, ἐν ἴσῃ τάξει καταλογισθεῖεν ἂν τοῖς πολλὰ κεκτημένοις οἱ μὴ κατ᾽ αὐτοὺς μὲν ὄντες, εἶτα ταῖς ἴσαις προθυμίαις χρώμενοι, καὶ τῶν ἐνόντων τὴν ἀπεμπολὴν ἑκούσιον ὑπομένοντες. Εἶτα τί πρὸς αὐτοὺς ὁ Χριστός; <Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, κ.τ.λ.> (A f. 250, B f. 172, D f. 60 b) Θεοπρεπὴς ἡ φωνὴ, καὶ ἡ ψῆφος ὁσία· εἰς ἐλπίδα γὰρ βεβαίαν ἀνακομίζει ἅπαντας τοὺς ἀκροωμένους· καὶ ἐνώμοτον ποιεῖται τὴν ὑπόσχεσιν, προτιθεὶς τοῦ λόγου τὸ ἀμὴν, οἷον ὅρκου χρείαν ἀποπληροῦν. Ζητῆσαι δὲ πρέπει, τίνες ἂν εἶεν οἱ ἀφιέντες πατέρα ἢ μητέρα, γυναῖκά τε καὶ ἀδελφοὺς καὶ οἰκίας· εἶθ᾽ οὕτως πολυπραγμονῆσαι λεπτῶς, πῶς ἂν οἱ τοιοῦτοι πολλαπλασίονα λάβοιεν ἐν τῷ παρόντι καιρῷ. Οὐκοῦν καταλιμπάνουσί τινες πατέρα, καὶ τῆς εἰς ἅπαν τὸ γένος φιλοστοργίας ὀλιγωροῦσι ἔσθ᾽ ὅτε, διά γε τὴν εἰς Χριστὸν ἀγάπην· καὶ τίνα τρόπον, αὐτὸς ἡμᾶς διδάξει λέγων· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Καί· «Ἦλθον μερίσαι ἄνθρωπον ἀπὸ τοῦ πατρὸς αὐτοῦ,» καὶ τὰ ἑξῆς.

Σαγηνεύοντος γὰρ εἰς τὴν ὑπ᾽ αὐτῷ πίστιν τοῦ θείου κηρύγματος τὴν ὑπ᾽ οὐρανὸν, βούλονται μὲν πρὸς τοῦτο ἰέναι τινὲς, ὑφορῶνται δὲ ἴσως πατέρας ἢ μητέρας ἀπίστους ὄντας καὶ πονηρούς· καὶ υἱοὺς δὲ πολλάκις οὐκ ἠνέσχοντο λυπῆσαι πατέρες, διὰ τοῦ προσδραμεῖν τῇ πίστει. Ὁ αὐτὸς δ᾽ ἂν γένοιτο λόγος καὶ περὶ ἀδελφῶν πρὸς ἀδελφοὺς, καὶ νύμφης πρὸς πενθερὰν, κἀκείνης πρὸς ταύτην· ἀλλ᾽ οἵ γε τῇ πίστει ἑδραῖοι προτάττουσιν οὐδὲν τῆς εἰς Χριστὸν ἀγάπης, τὸ κατὰ σάρκα γένος ἐν οὐδενὶ ποιούμενοι λόγῳ.

Σκοπῆσαι δὲ λοιπὸν χρὴ πῶς ἄν τις τούτους ἀφεὶς, πολλαπλασίονα λήψεται ἐν τῷ νῦν αἰῶνι. Ἆρα γὰρ πολλῶν γυναικῶν ἔσται ἀνὴρ, ἢ πολλοὺς ἀνθ᾽ ἑνὸς πατέρας εὑρήσει ἐπὶ τῆς γῆς, καὶ πολυπλασιασθὲν οὕτω τὸ κατὰ σάρκα γένος; Οὐ τοῦτό φαμεν· ἀλλ᾽ ὅτι τὰ σαρκικὰ καὶ πρόσκαιρα καταλελοιπὼς, τὰ πολλῷ κρείττονα λήψεται, καὶ οἷον πολλαπλασίονα τῶν καταφρονουμένων. Καὶ οἱ ἀπόστολοι γὰρ ἀφέντες ὀλίγα, ἁγίου μεμέστωνται Πνεύματος, καὶ παντοδαπῶν ἔτυχον χαρισμάτων, ἀπόλεκτοί τε καὶ ἀοίδιμοι γεγόνασι τοῖς ἁπανταχοῦ. Ἅπαντες οὗν ἐσόμεθα κατ᾽ ἐκείνους οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ ἠγαπηκότες αὐτοῦ τὸ ὄνομα.

Κἂν οἶκον ἀφῇ τις, τὰς ἄνω λήψεται μονάς· κἂν ἀπολισθήσῃ πατρὸς, τὸν ἐν οὐρανοῖς ἔχει Πατέρα· κἂν ἀδελφῶν γένηται μακρὰν, ἀλλ᾽ εἰς ἀδελφότητα αὐτὸν παραλήψεται Χριστός· ὅταν ἀφῇ γυναῖκα σύνοικον, εὑρήσει τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σοφίαν, ἐξ ἧς τεκνογονήσει εὐκαρπίας· κἂν ἀφήσῃ μητέρα, εὑρήσει «τὴν ἄνω Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἐλευθέρα καὶ μήτηρ ἡμῶν.» <Τελεσθήσονται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου.> (A f. 250, B f. 172 b, D f. 61) Προαποκείρει διὰ τοῦ λέγειν τὰ συμβησόμενα, καὶ λογισμῶν ἀτοπίαν, καὶ παντὸς σκανδάλου πρόφασιν· οἱ γὰρ τὰς παρ᾽ αὐτοῦ θεοσημείας τεθεαμένοι, καὶ τοῖς παρ᾽ αὐτοῦ λόγοις πρὸς εὐανδρίαν διανευρούμενοι, ἔμελλον ὁρᾷν αὐτὸν τῶν Ἰουδαίων ὑπομένοντα γέλωτα, σταυρούμενον, καὶ ἀτιμαζόμενον. Ἦν οὖν εἰκὸς ἐπ᾽ αὐτοῖς δὴ τούτοις σκανδαλιζομένους, ἐκεῖνα καθ᾽ ἑαυτοὺς διενθυμεῖσθαί τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν ἰσχύϊ, καὶ νεύματι μόνῳ θαυματουργῶν, ὁ τὴν τοῦ Πατρὸς πρόνοιαν καὶ μέχρι στρουθίων καθικνεῖσθαι λέγων, ὁ Μονογενὴς καὶ Πρωτότοκος, πῶς ἠγνόησε τὰ ἐσόμενα, καὶ τεθήρευται παρ᾽ ἐχθρῶν ὁ καὶ ἡμᾶς αὐτοὺς διασώσειν ὑπισχνούμενος; Ἵνα τοίνυν εἰδεῖεν, ὡς καὶ προέγνω τὸ πάθος, καὶ διαφυγεῖν εὐκόλως ἐξὸν, ἑκὼν εἰς τοῦτο παρῆλθε, προκαταμηνύει τὰ συμβησόμενα.

Προσετίθει δὲ ἀναγκαίως, ὡς πάντα προείρηται διὰ προφητῶν ἁγίων, προοικονομοῦντος Θεοῦ καὶ τοῦτο χρησίμως, ἵν᾽ ὅταν γενέσθαι συμβῇ, σκανδαλισθείη μηδείς. Ἐξῆν γὰρ ὅλως μηδὲ παθεῖν τῷ προεγνωκότι τὸ συμβησόμενον· ἀλλ᾽ οὐ βεβίασται πρός τινος, εἵλετο δὲ τὸ παθεῖν ἑκὼν, εὖ εἰδὼς ὅτι σωτηρία ἔσται τῷ κόσμῳ παντὶ, τὸ παθεῖν αὐτόν.

Ὑπέστη μὲν γὰρ τὸν κατὰ σάρκα θάνατον, ἐγήγερται δὲ πατήσας τὴν φθορὰν, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐνεφύτευσε τοῖς ἀνθρωπίνοις σώμασι τὴν παρ᾽ ἑαυτοῦ ζωήν· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ παλινδρομοῦσα πρὸς ἀφθαρσίαν. <Αὐτοὶ οὐδὲν τούτων συνῆκαν.> (A f. 250 b) Ὁ μὲν τῶν ὅλων Σωτὴρ προαπήγγειλε ταῦτα τοῖς ἁγίοις ἀποστόλοις, οἱ δὲ οὐ συνῆκαν, φησὶ, τὰ λεγόμενα· οὔπω γὰρ ᾔδεισαν ἀκριβῶς τὰ παρὰ τῶν ἁγίων προφητῶν προκεκηρυγμένα.

Καὶ γοῦν ὁ προὔχων ἐν μαθηταῖς, συνεὶς οὔπω τοῦ μυστηρίου τὸ βάθος, ἀντανίστατο λέγων· «Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο.» Ἐπετιμήθη δὲ τοῦτο λέγων. Ἐπεὶ δὲ ἀνεβίω Χριστὸς ἐκ νεκρῶν, διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμοὺς καθ᾽ ὃ γέγραφέ τις τῶν ἁγίων εὐαγγελιστῶν· κατεφωτίσθησαν γὰρ, τὴν τοῦ Πνεύματος μέθεξιν ἀμφιλαφῆ πλουτήσαντες· ὡς λέγειν· «Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.» <Ἰησοῦ, υἱὲ Δαβὶδ, ἐλέησόν με.> (A f. 251 b, C f. 146 b) Προσῆλθε μὲν οὗτος ὡς Θεῷ τῷ πάντα ἰσχύοντι· ὀνομάζει δὲ αὐτὸν υἱὸν Δαβίδ· τεθραμμένος γὰρ ἐν Ἰουδαϊσμῷ, καὶ αὐθιγενὴς ὑπάρχων, οὐκ ἠγνόησε τὰ διά γε τοῦ νόμου καὶ τῶν ἁγίων προφητῶν περὶ αὐτοῦ προηγορευμένα, καὶ ὡς ἐκ γένους ὑπῆρχε τοῦ Δαβὶδ τὸ κατὰ σάρκα. Οὐκοῦν ὡς ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὢν ὁ Λόγος, ὑπέμεινεν ἑκὼν τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε, φημὶ, τῆς ἁγίας Παρθένου, πρόσεισιν ὡς Θεῷ, λέγων· «Ἐλέησόν μου, υἱὲ Δαβίδ·» Ὅτι γὰρ οὕτω διατεθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρτυρήσει λέγων αὐτῷ ὁ Χριστός· «Ἡ πίστις σου σέσωκέ σε.»

Μιμησάσθωσαν αὐτὸν τὸν τὰς ὄψεις ἠῤῥωστηκότα, οἱ διαιροῦντες εἰς δύο τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, ὃς ὡς Θεῷ πρόσεισι τῷ πάντων Σωτῆρι Χριστῷ, καὶ Κύριον αὐτὸν, καὶ υἱὸν ὀνομάζει Δαβίδ. Μαρτυρεῖ δὲ αὐτοῦ τῇ δόξῃ, διὰ τοῦ θεοπρεπεστάτην ἐνέργειαν παρ᾽ αὐτοῦ ζητεῖν. Θαυμαζέτωσαν αὐτοῦ τὴν ἔνστασιν τῆς ὁμολογίας· τινὲς μὲν γὰρ ἐπετίμων ὁμολογοῦντι τὴν πίστιν· ὁ δὲ οὐκ ἀνίει, οὐδ᾽ ἐνεποδίζετο ἡ παῤῥησία διὰ τῶν κωλυόντων.

Οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι καὶ πάντα νικᾷν· διὸ ἐπετίμων, ὁ δὲ πιστὸς οὐχ ὑπεστέλλετο, ἀλλ᾽ ἠκολούθει τῷ Δεσπότῃ, εἰδὼς ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια· εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοὶ, ὑπὲρ σωτηρίας ψυχῆς οὐ χρὴ τὴν καλὴν ἀναίδειαν ἐνδύσασθαι;—(A f. 251 b, D f. 61 b) Ἵστησι τὸν Κύριον ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμένου· καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ ὁ τυφλός· κέκληται γὰρ παρ᾽ αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προστέτακται, ἵν᾽ ὁ ἐγγίσας αὐτῷ τῇ πίστει πρότερον, πλησιάσῃ καὶ τῷ σώματι· καὶ ἡμᾶς οὖν ἡ πίστις παρίστησι καὶ ἐγγὺς ἀποφέρει Χριστοῦ, ὥστε καὶ λόγων ἀξιωθῆναι τῶν παρ᾽ αὐτοῦ. Ἐγγὺς γὰρ ἐνεχθέντα τὸν τυφλὸν, ἤρετο λέγων· «Τί σοι θέλεις ἵνα ποιήσω;» Ἆρ᾽ οὖν ἠγνόει τὴν αἴτησιν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ἠρώτα τοίνυν οἰκονομικῶς, ἵνα δὴ μάθοιεν οἱ περιεστηκότες, ἤγουν συμβαδίζοντες, ὡς οὐ χρήματα μᾶλλον αἰτεῖ αὐτὸν, ἀλλ᾽ ἐνέργειαν θεϊκὴν ὡς παρὰ Θεοῦ.—(A f. 255, D f. 61 b) Ἆρ᾽ οὖν ἀπηλλάττετο μὲν τοῦ νοσεῖν ὁ τυφλὸς, κατημέλει δὲ τοῦ εἶναι φιλόχριστος; Οὐδαμῶς· ἀλλὰ τοῖς ἔργοις τὴν εὐγνωμοσύνην ἐπεδείκνυτο. Καὶ διττῆς ἠλευθέρωτο τυφλότητος, τῆς τε σωματικῆς, καὶ τῆς εἰς νοῦν καὶ καρδίαν· οὐ γὰρ ἂν ἐδόξασεν αὐτὸν ὡς Θεὸν, εἰ μὴ ἀνέβλεψεν ὄντως. Γέγονε δὲ καὶ ἑτέροις πρόφασις τοῦ δοξάζειν αὐτόν.