Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Το κήρυγμα του Προδρόμου, η Βάπτιση, οι Πειρασμοί και η αρχή της δράσης

Ανάλυση της προετοιμασίας του Προδρόμου, της Βαπτίσεως και των πειρασμών του Χριστού στην έρημο, της διδασκαλίας Του στη Ναζαρέτ και των πρώτων ιάσεων στην Καπερναούμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 22

ΚΕΦΑΛ. Γʹ. <Ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου.> (A. f. 49, H f. 145 b) Οὐκ ἠγνόησεν ὁ μακάριος Ἡσαΐας τῶν Ἰωάννου κηρυγμάτων τὸν σκοπὸν, ἀλλ᾽ ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου μαρτυρῶν, τὸν μὲν Χριστὸν, Κύριον ἐκάλεσε καὶ Θεόν· τὸν δὲ Ἰωάννην, διάκονον αὐτοῦ καὶ ὑπηρέτην ὠνόμαζε· καὶ ὅτι λύχνος ἦν, τοῦ φωτὸς τοῦ ἀληθινοῦ προεισβεβηκὼς, ἑωσφόρος ἡλίου προάγγελος, τῆς μελλούσης ἐφ᾽ ἡμᾶς διαυγάζειν ἡμέρας κατασημαίνων τὴν ἄφιξιν· καὶ ὅτι φωνὴ ἦν, οὐ λόγος προτρέχων τοῦ Ἰησοῦ, ὡς φωνὴ τοῦ λόγου. <Ἑτοιμάσατε τὰς ὁδοὺς Κυρίου, εὐθείας ποιεῖτε τὰς ὁδοὺς αὐτοῦ.> (A f. 49, E f 143 b, F f 776, H f. 145 b) Ἀπόλεκτος εἰς ἀποστολὴν καὶ τέλος ἦν προφητῶν ἁγίων ὁ Ἰωάννης. Ὅθεν ὡς μὲν οὔπω παρόντος Κυρίου, τὸ, «Ἑτοιμάσατε, φησὶ, τὴν ὁδὸν Κυρίου·» τουτέστιν, Εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν ὁ Χριστός· ἀποστήσατε τὰς καρδίας τῆς τοῦ νόμου σκιᾶς· καταλήξατε τῶν τύπων· παύσασθε τοῦ φρονεῖν τὰ διεστραμμένα. Κατέδειξε δὲ καὶ παρόντα, λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»—(A f. 49, E f. 143 b, F f. 776, H f. 145 b.) Τί δὲ βούλεται τὸ, «Εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν;» Εὐθεῖα μὲν πᾶσα λεία τε καὶ εὐχερὴς ἡ πρὸς τὸ ἀγαθὸν ἀποφέρουσα τρίβος· διεστραμμένη γε μὴν ἡ ἑτέρα, τουτέστιν ἡ εἰς φαυλότητα κατασύρουσα τοὺς δι᾽ αὐτῆς ἐρχομένους.

Γέγραπται γὰρ περὶ τῶν τοιούτων· «Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν.» Οὐκοῦν ἡ τῆς διανοίας εὐθύτης, ὀρθή τις ὥσπερ ἐστὶν ὁδὸς, οὐκ ἔχουσα τὸ διεστραμμένον. Τοιοῦτος ἦν ὁ θεσπέσιος Ψαλμῳδὸς, ψάλλων τε καὶ λέγων· «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.» Καὶ ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ· «Εὐθύνατε τὰς καρδίας ὑμῶν πρὸς τὸν Θεὸν Ἰσραήλ· ὁ δὲ Ἰωάννης, »Εὐθείας ποιεῖτε τὰς τρίβους ὑμῶν.» Τοῦτο δέ ἐστι, τὸ εὐθεῖαν εἶναι τὴν ψυχὴν, τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη δεικνύειν. Ἐκτίσθη δὲ καλὴ καὶ λίαν εὐθής· ὅταν δὲ ἐκκλίνῃ καὶ ἐν διαστροφῇ τοῦ κατὰ φύσιν γένηται, τοῦτο κακία καὶ διαστροφὴ ψυχῆς λέγεται. Οὐκοῦν οὐκ ἔστιν δυσχερὲς τὸ πρᾶγμα· ἐὰν γὰρ μείνωμεν ὡς γεγόναμεν, ἐν τῇ ἀρετῇ ἐσμεν. (A f. 49, E f. 144. E f. 776 b, H f. 146) Ἀλλ᾽ ὥσπερ τινὸς ἀνταναφωνοῦντος καὶ λέγοντος, Πῶς ἑτοιμάσομεν τὴν ὁδὸν Κυρίου, ἢ πῶς εὐθείας αὐτοῦ τὰς τρίβους ποιήσομεν; πολλὰ γάρ ἐστι τὰ μεταξὺ παρεμποδὼν τοῖς εὖ βιοῦν ἐθέλουσιν, ὁ μισόκαλος Σατανᾶς, τῶν πονηρῶν πνευμάτων ἡ ἀνοσία πληθὺς, αὐτὸς τῆς ἁμαρτίας ὁ νόμος ὁ ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀνθοπλιζόμενος ταῖς εἰς τὸ ἀγαθὸν τοῦ νοῦ ῥοπαῖς· πολλὰ δὲ πρὸς τούτοις ἕτερα πάθη, τῆς τοῦ ἀνθρώπου διανοίας κατακρατεῖ· τί οὖν ἄρα δράσομεν, τοσαύτης δυσχερείας κειμένης;

πρὸς ταῦτα τῆς προφητείας ὁ λόγος ὑπαντᾷ λέγων· «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται ἡ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Εἰσὶ μὲν γὰρ λεωφόροι τινὲς ἢ καὶ τρίβοι, βάσιμοι μὲν ἥκιστά γε, τραχεῖαι δὲ οὕτως, ὡς πῆ μὲν ἀνίστασθαι πρὸς ὄρη τε καὶ βουνοὺς, πῆ δὲ καταφέρεσθαι, καὶ εἰς κρημνοὺς ἀποφέρεσθαι· αἱ δὲ τοιαῦται τῶν ὁδῶν ὡς ἐν ὕψει τε καὶ βάθει, δυσπόρευτοι λίαν εἰσίν. Εἰ δὲ δὴ γένοιτό πως ὑφιζῆσαι μὲν τὰ ὑψοῦ καὶ ἀνάντη, ἀνεμπίμπλασθαι δὲ τὰ ἐν κοίλῳ καὶ βάθει, τότε δὴ εἰς εὐθεῖαν ἔσται τὰ σκολιὰ, καὶ εἰς ψιλὰ πεδία καὶ οἷον ὑπτίαν ἔχοντα τὴν ὁδὸν τὰ τραχέα τε καὶ φαραγγώδη ποτέ. Τοῦτο γέγονε νοητῶς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος. Πάλαι μὲν γὰρ δυσπόρευτα ἦν τῆς εὐαγγελικῆς ζωῆς τε καὶ πολιτείας τὰ βάσιμα, διὰ τὸ κρατεῖσθαι τὸν ἁπάντων νοῦν κοσμικαῖς ἐπιθυμίαις· ἐπειδὴ δὲ ὁ πάντων Θεὸς γεγονὼς ἄνθρωπος κατήργηκεν ἐν τῇ σαρκὶ τὴν ἁμαρτίαν, λεῖα πάντα γέγονε καὶ εὐήλατα· οὐχ ὕψος, οὐ βάθος τοῖς εὐδοκιμεῖν ἐθέλουσιν ἀπαντᾷ, ἀλλὰ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν μετεποιήθη τρίβον. Αὐτὸς γὰρ λείαν ἡμῖν καὶ εὐδρομωτάτην ἀπέφηνε τὴν εἰς εὐσέβειαν ὁδὸν, οὐδὲν ἔχουσαν τὸ ἄναντες ἢ τὸ κοῖλον καὶ κάτω, δι᾽ ἃ τραχεῖά ποτε καὶ δυσπόρευτος ἦν.

Πάντα γὰρ τὰ σκολιὰ γέγονεν εὐθέα, ὡς αὐτός που πάλιν ὁ προφήτης φησὶν Ἡσαΐας· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν δικαίων.» Ἐκ μέσου μὲν γὰρ ἡ τῶν δαιμόνων ἀπηλάθη πληθύς· καὶ αὐτὸς δὲ ὁ διάβολος κατηργήθη σὺν ἐκείνοις· νενέκρωται δὲ καὶ τῆς ἁμαρτίας ὁ νόμος, καὶ πάσας ἡμῶν ὁ Σωτὴρ ἰᾶται τὰς νόσους. <Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.> (A f. 49 b. E f. 145 b, F f. 777 b, H f. 147 b) Τεθέαται δὲ πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ, δηλονότι τοῦ Πατρός· Σωτῆρα γὰρ ἡμῖν πέπομφε τὸν Υἱόν. Σάρκα δὲ ἐν τούτοις ὁλοκλήρως τὸν ἄνθρωπον νοητέον, καὶ πᾶν τὸ ἀνθρώπειον γένος ὑποληπτέον. —(A f. 50, E f. 146, F 779, H f. 149) Οὕτω γὰρ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· οὐκέτι μόνος ὁ Ἰσραὴλ, ἀλλὰ πᾶσα σάρξ. Ὁ γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, οὐ συνεσταλμένην ἔχει τὴν ἡμερότητα, οὔτε μὴν ἓν διέσωσεν ἔθνος· σεσαγήνευκε δὲ μᾶλλον τὴν ὑπ᾽ οὐρανὸν, ἐφώτισε τοὺς ἐσκοτισμένους· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας ὑμνούμενον· «Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε. »Σέσωσται δὲ ὁμοῦ τὸ κατάλειμμα τῶν ἐξ Ἰσραὴλ, ὡς καὶ τοῦτο πάλαι προανεφώνηκεν (sic) ὁ μέγας Μωϋσῆς, οὕτω λέγων· «Εὐφράνθητε μετὰ τοῦ λαοῦ αὐτοῦ.» <Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις ὁ Βαπτιστὴς, κ.τ.

λ.> (A f. 51, E f. 148 b, F f. 780 b, H f. 151) Καὶ νῦν δὲ Πνεύματος ἁγίου μεμεστωμένος ὁ μακάριος Βαπτιστὴς, οὐκ ἠγνόησε τῆς Ἰουδαίων δυστροπίας τὰ κατὰ Χριστοῦ τολμήματα. Προέγνω γὰρ, ὅτι καὶ ἀπιστήσουσιν αὐτῷ, καὶ τὴν ἰοβόλον αὐτῶν κινήσαντες γλῶτταν, λοιδορίας βαλοῦσι. Πρὸς ἐκεῖνα τοίνυν βλέπων, ἐλέγχει αὐτοὺς, ὅτι καίτοι νόμον ἔχοντες λαλοῦντα τὸ Χριστοῦ μυστήριον, καὶ προαγορεύσεις προφητῶν ἀποφερούσας εἰς τοῦτο, νωθροὶ γεγόνασι ταῖς ἀκοαῖς, καὶ ὀκνηροὶ πρὸς πίστιν τὴν ἐπί γε τῷ πάντων Σωτῆρι Χριστῷ· «Τίς γὰρ ὑμῖν ὑπέδειξε φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;» Ἆρ᾽ οὐχ ἡ θεόπνευστος Γραφὴ, τοὺς μὲν εἰς Χριστὸν πιστεύσαντας, μακαρίους εἶναι λέγουσα, τούς γε μὴν ἀπίστους καὶ ἀμαθεῖς, σκληραῖς καὶ ἀφύκτων ὑποπεσεῖσθαι δίκαις προαγγέλλουσα; <Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας.> (A f. 51 b, E f. 150, F f. 781, H f. 153) Ἔ[σ]τι καρπὸς μετανοίας, προηγουμένως μὲν, ἡ εἰς Χριστὸν πίστις· πρὸς δὲ τούτῳ, καὶ ἡ εὐαγγελικὴ πολιτεία· καὶ ἁπλῶς τὰ ἀντικείμενα τῇ ἁμαρτίᾳ ἔργα τῆς δικαιοσύνης, ἅπερ ὁ μετανοῶν καρποφορεῖν ὀφείλει ἄξια τῆς μετανοίας. Ἐπήγαγε δέ· «Μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.»—(E f. 150 b, F f. 781 b.)

Ὁρᾷς ὅπως εὐτεχνέστατα λίαν τὴν ἀσύνετον αὐτῶν ὀφρὺν καταφέρει, καὶ ἀσυντελὲς εἰς ὄνησιν αὐτοῖς φαίνει τὸ ἐξ Ἀβραὰμ γενέσθαι κατὰ τὴν σάρκα; Τί γὰρ ἡ σαρκὸς εὐγένεια τοὺς ἔχοντας ὠφελεῖ, εἰ μὴ διὰ τῶν ὁμοίων ἔρχοιντο σπουδασμάτων, καὶ τῆς τῶν τεκόντων ἀρετῆς κατόπιν; «Εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, φησὶ πρὸς αὐτοὺς ὁ Σωτὴρ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Τὴν ἐν ἤθει καὶ τρόποις συγγένειαν ζητεῖ ὁ Θεός. Μάταιον οὖν τὸ προγόνοις ἐπαυχεῖν ἁγίοις καὶ ἀγαθοῖς, ἀπολιμπάνεσθαι δὲ μακρὰν τῆς ἐκείνων ἀρετῆς.—(A f. 52, E f. 151 b, F f. 783, H f. 155) Ἀλλ᾽ εἰ ταῦτα οὕτως ἔχει, φησὶν ὁ Ἰουδαῖος, πῶς ἔτι τὸ σπέρμα Ἀβραὰμ πληθύνεται, καὶ ἡ πρὸς αὐτὸν τοῦ Θεοῦ ἐπαγγελία σωθήσεται, ἡ φάσκουσα πληθύνειν αὐτοῦ τὸ σπέρμα ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ; Διὰ τῆς τῶν ἐθνῶν κλήσεως, ὦ Ἰουδαῖε· εἴρηται γὰρ πρὸς αὐτὸν τὸν Ἀβραὰμ, ὅτι «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·» καὶ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·» δηλοῖ δὲ τὸ, «ἐν Ἰσαὰκ,» τὸ κατ᾽ ἐπαγγελίαν.

Οὐκοῦν πατὴρ τέθειται πολλῶν ἐθνῶν, τῶν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ· καὶ περὶ αὐτῶν ἔφη που Θεὸς, καὶ διὰ φωνῆς τοῦ Ἰεζεκιήλ· «Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.»—(A f. 52 b, H f. 156) Ἵνα δὲ καὶ ἔτι μειζόνως ὠφελῇ τοὺς ἀκροωμένους ὁ μακάριος Βαπτιστὴς, προσεπάγει τι καὶ ἕτερον· <Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.> (A f. 52 b, H f. 156) Ἢ ἀξίνην ἐν τούτοις ὀνομάζει τὴν τομωτάτην ὀργὴν, ἣν τοῖς Ἰουδαίοις ἐπήνεγκεν ὁ Θεὸς καὶ Πατὴρ, τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα· ἐπενήνεκται γὰρ αὐτοῖς ὡς πέλεκυς, ἡ ὀργή. Καὶ τοῦτο ἡμῖν ὁ προφήτης Ζαχαρίας φανερὸν ἐποίει, λέγων· «Ἔσται ὁ κοπετὸς τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου.» Ἔφη δὲ καὶ Ἱερεμίας, ὡς πρὸς αὐτήν· «Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ᾽ αὐτήν· μεγάλη ἡ θλῖψις ἐπ᾽ αὐτὴν, ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά.» Εἰς τοῦτο λήψῃ καὶ τὴν ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς συκῆς παραβολήν. Οὐκοῦν ὡς ἄκαρπον καὶ οὐκ εὐγενὲς ἔτι φυτὸν ἐξεκόπη παρὰ Θεοῦ· πλὴν οὐκ εἰς τὴν ῥίζαν τὴν ἀξίνην τεθεῖσθαί φησιν, ἀλλὰ πρὸς τὴν ῥίζαν, τουτέστιν ἐγγὺς τῆς ῥίζης.

Ἐξεκόπησαν γὰρ οἱ κλάδοι, καὶ οὐκ ἐκ ῥίζης αὐτῆς ἀνεβοθρεύθη τὸ φυτόν· σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, καὶ οὐχ ὁλόῤῥιζος ἀπόλωλεν. <Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι.> (A f. 53, H f. 157 b) Τρία τάγματα εἰσήγαγε Λουκᾶς ὁ μακάριος, πυνθανόμενα τοῦ Ἰωάννου, ὄχλους, τελώνας, στρατιώτας τὸ τρίτον· καθάπερ δέ τις ἐπιστήμων ἰατρὸς ἑκάστῳ τῶν παθῶν τὸ πρόσφορόν τε καὶ εἰκὸς ἐπιφέρει βοήθημα, οὕτως καὶ ὁ Βαπτιστὴς ἑκάστῳ τῶν ἐπιτηδευμάτων τὸν ἐπωφελῆ καὶ πρέποντα λόγον ἐδίδου· τοῖς μὲν ὄχλοις βαδίζουσιν εἰς μετάνοιαν, φιλαλλήλῳ φρονήματι κεχρῆσθαι κελεύων· τελώναις δὲ, τὴν εἰς ἀκαθέκτους πλεονεξίας ἀποκλείων ὁδόν· τοῖς γε μὴν στρατιώταις τὸ μηδένα διασείειν, πανσόφως ἐπιφωνῶν, ἀρκεῖσθαι δὲ τοῖς ὀψωνίοις. <Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν καρδίαις αὑτῶν περὶ τοῦ Ἰωάννου, κ.τ.λ.> (A f. 53 b, E f. 155, F f. 786, H f. 159) Οὕτως ἦν ἀξιάγαστος καὶ μέγας ὁ Ζαχαρίου παῖς, ὡς εἰς τοῦτο ὑπονοίας ἐλθεῖν τοὺς τῶν Ἰουδαίων δήμους, μὴ ἄρα πως αὐτὸς εἴη ὁ Χριστὸς, ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενος, καὶ διὰ προφητῶν ἁγίων προκεκηρυγμένος. Ἐπειδὴ δὲ ἅπαξ εἰς τοῦτο ὑπονοίας προῆλθόν τινες, ἀποκείρει ὑποψίαν, Δεσποτικοῖς ἀξιώμασι ὡς οἰκέτης παραχωρῶν· ἀμέτρητον γὰρ τὸ μεταξὺ Θεοῦ καὶ ἀνθρώπων.

Καί που ταῦτα λέγοντα τὸν ἱερὸν εὑρήσομεν Βαπτιστὴν ἐν τῇ κατὰ τὸν Ἰωάννην εὐαγγελικῇ συγγραφῇ· ἔφη γὰρ οὕτως· «Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε, ὅτι εἶπον ὡς οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.» <Ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασι λέγων· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, κ.τ.λ.> (A f. 53 b, E f. 155, F f. 786, H f. 159 b) Ἀποφήνας τοίνυν ἑαυτὸν οὐκ ὄντα Χριστὸν, ἐπιφέρει λοιπὸν ἀποδείξεις, δι᾽ ὧν ἔστι μαθεῖν, ὡς ἀμέτρητόν τι μεταξὺ διαφαίνεται Θεοῦ καὶ ἀνθρώπων, δούλου καὶ Δεσπότου, τοῦ προβαδίζοντος οἰκετικῶς, καὶ τοῦ θεοπρεπῶς ἀναλάμποντος· εἴπερ ὑπάρχων τοσοῦτος εἰς ἀρετὴν ὁ μακάριος Βαπτιστὴς, οὐκ ἄξιον ἑαυτὸν εἶναί φησιν, οὐδ᾽ ὅσον εἰπεῖν τοῦ ἀποθίγειν τῶν ὑποδημάτων αὐτοῦ. Εἶτα τούτοις ἑτέραν ἀπόδειξιν εὐθὺς ἐπιφέρει· «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ὕδατι, ἐκεῖνος δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.

Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερκειμένης οὐσίας, τὸ ἐνιέναι δύνασθαί τισι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν τοὺς προσιόντας αὐτῇ· ἐνυπάρχει δὲ τοῦτο, οὐ κατὰ λῆψιν καὶ μέθεξιν τὴν παρ᾽ ἑτέρου τινὸς, ἀλλ᾽ οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· βαπτίζει γὰρ ἐν ἁγίῳ Πνεύματι. Θεὸς οὖν ἄρα ἐστὶ, καὶ καρπὸς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ᾽ ἔδρα τοῦτο καὶ ὅτε γέγονεν ἄνθρωπος, εἶς ὢν Υἱὸς μετὰ τῆς ἀῤῥήτως τε καὶ ἀπερινοήτως ἑνωθείσης αὐτῷ σαρκός. Καὶ γοῦν ὁ μακάριος Βαπτιστὴς προειπὼν, »Οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω τὸν σφαιρωτῆρα τῶν ὑποδημάτων (οὕτω δὲ εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος, τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ χρῶνται οἱ βάρβαροι), προσεπήνεγκεν εὐθύς· «Οὗτος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·» καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων. Οὐ γάρ τοι φαίη τις ἂν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὢν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ᾽ ἡμᾶς, πόδας εἶχε καὶ ὑποδήματα· ἀλλ᾽ ὅτε γέγονεν ἄνθρωπος, ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν, ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν· ἦν γὰρ ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός.

Ἀλλὰ, Ναὶ, φησὶν, ἐνήργηκεν ὁ Λόγος τὰ θεοπρεπῆ διὰ τοῦ ἐκ σπέρματος Δαβίδ. Οὐκοῦν ἀντεροῦμέν σοι ταῦτα λέγοντι, τοῦ Ἰωάννου τὰ ῥήματα· ἔφη γάρ που πρὸς Ἰουδαίους· «Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου, κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, αὐτός μοι εἶπεν· Ἐφ᾽ ὃν ἂν ἴδῃς καταβαῖνον τὸ Πνεῦμα, καὶ μένον ἐπ᾽ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ· κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἰδοὺ δὲ, σαφῶς ἄνδρα λέγων, πρὸ αὐτοῦ γενέσθαι φησὶ, καὶ εἶναι πρῶτον αὐτοῦ, προϋπάρχοντα δηλονότι θεικῶς, κατά γε τὸ παρ᾽ αὐτοῦ σαφῶς εἰρημένον τοῖς Ἰουδαίων δήμοις· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι·» εἶτα πρὸς τούτῳ καὶ καταβῆναί φησιν ἐπ᾽ αὐτὸν τὸ Πνεῦμα ἐξ οὐρανοῦ. Ἆρ᾽ ἐπὶ γυμνὸν καὶ ἄσαρκον ἔτι τὸν τοῦ Θεοῦ Λόγον καταβῆναί φασι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸν τοῦ Πνεύματος χορηγὸν, τοῦ ἰδίου Πνεύματος μέτοχον ἀποφαίνουσιν;

Ἢ μᾶλλον ἐκεῖνό φασιν, ὅτι τὸ Πνεῦμα λαβὼν ἀνθρωπίνως, βαπτίζει θεϊκῶς ἐν ἁγίῳ Πνεύματι, καὶ ἔστιν αὐτὸς ὁ εἷς τε καὶ μόνος, καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς αὐτὸς μεμαρτύρηκεν ὁ μακάριος Βαπτιστής; (A f. 54 b, E f. 157, F f. 788, H f. 162) Ῥητέον καὶ οὕτως· Τάχα δὲ τῇ τοῦ Πνεύματος σημασίᾳ, τὴν τοῦ πυρὸς συνέδησεν ὁ μακάριος Βαπτιστὴς, οὐκ ἐν πυρὶ πάντας βαπτισθήσεσθαι λέγων ἡμᾶς διὰ Χριστοῦ, ἀλλὰ τὴν τοῦ Πνεύματος ἐνέργειαν τὴν ζωοποιὸν διὰ τῆς τοῦ πυρὸς σημασίας σημαίνων· ἐκ γὰρ τῆς διαφόρου περὶ τὸ ὑποκείμενον ἐνεργείας, διαφόρους λαμβάνει τὸ ἓν Πνεῦμα τὰς προσηγορίας. <Διακαθαριεῖ τὴν ἅλωνα αὑτοῦ.> (A f. 56, E f. 158 b, F f. 789, H f. 168) Ἰδοὺ δέ φησιν ὁ μακάριος Βαπτιστὴς, Χριστῷ διαφέρειν ὡς Δεσπότῃ τὴν ἅλωνα· τοῦτο γὰρ σημαίνει τὸ αὐτοῦ.

Οὕτω γὰρ αὐτὴν καθαίρει, διιστὰς καὶ διακρίνων ἀπὸ τοῦ σίτου τὸ ἄχυρον. Διανομέα τε καὶ οἱονεὶ σημάντορα τῶν ἑκάστῳ πρεπόντων, ὀφθήσεσθαι λέγει, ὡς τὸν μὲν δίκαιόν τε καὶ ἀγαθὸν, σίτου δίκην ταῖς οὐρανίαις εἰσκομίζειν αὐλαῖς, πυρὸς δὲ ποιεῖσθαι τροφὴν, ἀχύρου τρόπον ἀποτιναχθέντα τὸν ἄδικον. Ὁ μὲν γὰρ σῖτος, φησὶ, εἰς ἀποθήκην εἰσκομίζεται, τουτέστιν ἀσφαλείας ἀξιοῦται τῆς παρὰ Θεοῦ, φειδοῦς τε καὶ φυλακῆς καὶ ἀγάπης· τό γε μὴν ἄχυρον ὡς ἄχρηστος ὕλη, πυρὶ δαπανᾶται.— (A f. 56 b, E f. 158 b, F f. 789 b, H f. 168 b) Ἄκουε δὲ τί καὶ διὰ Ἱερεμίου φησὶν ὁ Θεὸς, σύγκρισιν προφητῶν καὶ ψευδοπροφητῶν ποιούμενος· «Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;» ἤγουν ἡ κουφολογία πρὸς τὴν ἀλήθειαν. Ὁ μὲν γὰρ παρὰ Θεοῦ λόγος τροφιμωτάτην ἔχει τὴν δύναμιν· ὁ δὲ τῶν ἀνοσίων ψευδοδιδασκάλων, εὐδιαθρυπτότατός τε καὶ ἀχυρώδης ὑπάρχων, οὐδεμίαν τοῖς ἀκροωμένοις ἐμποιεῖ τὴν ὄνησιν. <Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν.> (E f. 163, F f. 793) Βαπτίζεται δὲ ὁ Ἰησοῦς εὐλογῶν τὰ ὕδατα καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν.

Ἅγιος γάρ ἐστιν ἁγίων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερδαίνομεν δι᾽ αὐτοῦ· ἐκ τοῦ πληρώματος γὰρ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Ἐκπορεύεται μὲν γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἔστι δὲ καὶ ἴδιον τοῦ Υἱοῦ. Καὶ γοῦν εἴρηται πλεισταχοῦ Πνεῦμα Χριστοῦ, τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον Πνεῦμα· καὶ μαρτυρήσει λέγων ὁ Παῦλος, ποτὲ μέν· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ᾽ ἐν πνεύματι, εἴπερ Πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Καὶ πάλιν· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ ὁ Πατήρ.» Οὐκοῦν ἐκπορεύεται μὲν, ὡς ἔφην, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, χορηγεῖ δὲ αὐτὸ τῇ κτίσει καὶ δίδωσι τοῖς ἀξίοις ὡς φύσει τε καὶ ἀληθῶς Υἱὸς, ὁ μονογενὴς αὐτοῦ Λόγος, καὶ τοῖς τοῦ Πατρὸς ἀξιώμασι διαπρέπων. Καὶ γοῦν ἔφασκεν· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Πῶς οὖν ἐβαπτίζετο, φησὶν, ἐδέχετο δὲ καὶ τὸ Πνεῦμα; Καί φαμεν, ὅτι οὐκ ἦν ἐν χρείᾳ τοῦ ἁγίου βαπτίσματος ὁ Κύριος, ὁδὸν δὲ ἡμῖν ἐπενόησε σωτηρίας ὁ φιλάνθρωπος.

Πιστεύοντες γὰρ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ τὴν ἐξαίρετον ταύτην ὁμολογίαν ποιούμενοι ἐνώπιον πολλῶν μαρτύρων, πάντα μὲν ῥύπον τὸν ἐξ ἁμαρτίας ἀπονιπτόμεθα, καταπλουτοῦμεν δὲ καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, καὶ θείας φύσεως ἀποτελούμεθα κοινωνοὶ, καὶ τὴν τῆς υἱοθεσίας κερδαίνομεν χάριν. Ἦν οὖν ἀναγκαῖον, καθέντα πρὸς κένωσιν ἑαυτὸν τὸν τοῦ Πατρὸς Λόγον, καὶ τὴν καθ᾽ ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν οὐκ ἀπαξιώσαντα, παντὸς ἀγαθοῦ πράγματος ὑποτύπωσιν γενέσθαι καὶ ὁδόν.

Ἵνα τοίνυν μάθωμεν καὶ αὐτὴν τὴν δύναμιν τοῦ ἁγίου βαπτίσματος, καὶ ὅσα κερδαίνομεν τῇ τοιᾷδε προσιόντες χάριτι, ἄρχεται τοῦ πράγματος αὐτὸς, καὶ βαπτισθεὶς προσεύχεται, ἵνα σὺ μάθῃς, ἀγαπητὲ, ὅτι τοῖς ἅπαξ καταξιωθεῖσι τοῦ ἁγίου βαπτίσματος πρᾶγμα πρεπωδέστατον ἡ ἀδιάλειπτος προσευχή.

Ἀνεῳχθῆναι δέ φησι τὸν οὐρανὸν ὁ εὐαγγελιστὴς, ὡς πάλαι κεκλεισμένον. Ἔφη γὰρ ὁ Χριστός· «Ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.» Ὡς γὰρ μιᾶς ἤδη ποίμνης ἀποδεδειγμένης τῆς τε ἄνω καὶ τῆς κάτω, καὶ ἑνὸς ἅπασιν ἀναδειχθέντος ἀρχιποιμένος, ἀνεῴχθη μὲν ὁ οὐρανὸς, συνήφθη δὲ τοῖς ἁγίοις ἀγγέλοις ὁ ἐπὶ γῆς ἄνθρωπος· καταπεφοίτηκε δὲ καὶ τὸ Πνεῦμα πάλιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους ἡμῶν δευτέρᾳ· καὶ ὡς ἐν πρώτῳ Χριστῷ, οἰκονομικῶς οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ᾽ ἡμῖν γε αὐτὸ δεχομένῳ· πάντα γὰρ ἐν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ πεπλουτήκαμεν. Οἰκονομικώτατα τοίνυν ὑπομένει μεθ᾽ ἡμῶν τὰ ἀνθρώπινα. Ἐπεὶ, ποῦ κεκενωμένον ὀψόμεθα, καίτοι τὸ πλῆρες ἔχοντα θεϊκῶς; ποῦ συνεπτώχευσεν ἡμῖν, εἰ μὴ τῇ καθ᾽ ἡμᾶς πτωχείᾳ συμπλάττεται; Ἔφη δὲ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς φωνὴ ἐπὶ Χριστῷ κατὰ τὸν καιρὸν τοῦ ἁγίου βαπτίσματος, ὡς δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν ἐπὶ γῆς ἄνθρωπον λαβών· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.» Ὁ γὰρ φύσει καὶ ἀληθῶς καὶ μονογενὴς Υἱὸς, ὅτε γέγονε καθ᾽ ἡμᾶς, εἰς Υἱὸν ὁρίζεται Θεοῦ, οὐχ ἑαυτῷ τοῦτο δεχόμενος (ἦν γὰρ καὶ ἔστιν, ὡς ἔφην, Θεὸς ἀληθινὸς), ἀλλ᾽ ἵνα εἰς ἡμᾶς παραπέμψῃ τὴν δόξαν. Γέγονε γὰρ ἡμῶν ἀπαρχὴ, καὶ πρωτότοκος, καὶ δεύτερος Ἀδάμ· διὰ τοῦτο ἐν αὐτῷ πάντα καινὰ γεγενῆσθαι λέγεται.

Ἀποδυσάμενοι δὲ τὴν ἐν Ἀδὰμ παλαίωσιν, τὴν ἐν Χριστῷ καινότητα πεπλουτήκαμεν. <Καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον.> (B f. 40 b) Εἰ ἐν καιρῷ τοῦ βαπτίσματος τὸ Πνεῦμα τὸ ἅγιον δέχεται, τῶν τῆς ἀνθρωπότητος μέτρων εἴη ἂν καὶ τοῦτο μετὰ τῶν ἄλλων. Οὐ γάρ τοι καθ᾽ ὃ Θεός ἐστιν ἁγιάζεται, τὸ Πνεῦμα λαβὼν (αὐτὸς γὰρ ὁ ἁγιάζων ἐστὶν), ἀλλὰ καθ᾽ ὃ πέφυκεν ἄνθρωπος. <Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος.> (E f. 167, F f. 797) Τοῦτο τοῦ Σαμοσατέως τὸ παραλήρημα, κακὼς ἐκδεχομένου τὸ εὐαγγελικὸν ῥητὸν, ὅτι «Ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος·» καὶ οὐ συνιέντος ὅτι αὐτὸς ἦν, καὶ ἤρξατο, ἀλλ᾽ οὐ κατὰ τὸ αὐτό. Ἦν μὲν γὰρ ἀεὶ ὡς Θεὸς, ἤρξατο δὲ ὡς ἄνθρωπος, ὅτε τὸ ἡμέτερον ἐπτώχευσεν· ἄρχεται δὲ, ἵνα σὺ καταργήσῃς τὴν προτέραν γέννησιν, καὶ ἀναλάβῃς δευτέραν διὰ τῆς παλιγγενεσίας. —(A f. 62 b, E f. 167 b, F f. 797, H f. 187 b) Οὕτω πολύ τι τὸ βλάβος καὶ ἀδόκητον συμβαίνει ἐκ τοῦ φυλάττεσθαι τὴν διὰ τοῦ βαπτίσματος χάριν εἰς μακρὰν καὶ ὑπέρωρον ἀναβολήν. Μάλιστα μὲν γὰρ οὐκ ἀσφαλὴς ἡ ἐλπὶς, εἰ καὶ τῶν οἰκείων τις ἐπιτεύξεται βουλευμάτων· ἐκβεβηκότος δὲ πάλιν εἰς τέλος αὐτῷ τοῦ σκοποῦ, ἁγιάζεται μὲν, πλὴν μόνην ἔχει τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ τὸ τάλαντον ἀποκομίζει τῷ Δεσπότῃ ξηρὸν, οὐδὲν ἐπεργάσασθαι σχολάσας αὐτῷ.

ΚΕΦΑΛ. Δʹ. <Ἰησοῦς δὲ Πνεύματος ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου.> (A f. 72, C f. 112 b, H f. 218) Ἐνταῦθά μοι βλέπε τὴν τοῦ ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τῷ Χριστῷ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι κατακεχρισμένην, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐστεφανωμένην. Πάλαι μὲν γὰρ ὑπισχνεῖτο λέγων ὁ τῶν ὅλων Θεὸς, ὅτι «Ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός [cod, C mendose Πατρός] μου ἐπὶ πᾶσαν σάρκα.» Πεπλήρωται δὲ εἰς ἡμᾶς ὡς ἐν πρώτῳ Χριστῷ τὸ ἐπηγγελμένον· καὶ περὶ μὲν τῶν ἀρχαιοτέρων, ἀκαθέκτως ἐκκεκλικότων εἰς φιλοσαρκίαν, ἔφη που Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα·» ἐπειδὴ δὲ πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὴν διὰ Πνεύματός τε καὶ ὕδατος ἀναγέννησιν πεπλουτήκαμεν, χρηματίζομεν δὲ οὐκέτι σαρκὸς καὶ αἵματος τέκνα, Πατέρα δὲ μᾶλλον καλοῦμεν τὸν Θεὸν, ταύτῃτοι καὶ μάλα εἰκότως ὡς τετιμημένοι λοιπὸν, καὶ τὸ λαμπρὸν ἔχοντες τῆς υἱοθεσίας καύχημα, θείας φύσεως γεγόναμεν κοινωνοὶ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος.

Ὁ δὲ ἐν ἡμῖν πρωτότοκος, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτος τὸ Πνεῦμα, καίτοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι᾽ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις.

Τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς, λέγων περί τε αὐτοῦ καὶ ἡμῶν· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Ἐπειδὴ γὰρ ὅλως οὐκ ἐπαισχύνεται καλεῖν ἡμᾶς ἀδελφοὺς, διά τοι τὸ ὑπελθεῖν τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, διὰ τοῦτο τὴν ἡμῶν πτωχείαν εἰς ἑαυτὸν μεταθεὶς, ἁγιάζεται μεθ᾽ ἡμῶν, καίτοι τὴν κτίσιν ἅπασαν ἁγιάζων αὐτὸς, ἵνα μὴ φαίνηται τὸ τῆς ἀνθρωπότητος παραιτούμενος μέτρον, ὁ τῆς ἁπάντων σωτηρίας ἕνεκα καὶ ζωῆς ἄνθρωπος γενέσθαι μὴ φυγὼν, καὶ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γενόμενος κατὰ πᾶν ὁτιοῦν, δίχα μόνης ἁμαρτίας. <Καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον.> (A f. 72 b, B f. 44, H f. 220) Τὸ γὰρ, «ἤγετο,» οὐ τὸ, ἀπεφέρετο, μᾶλλόν ἐστιν, ἀλλ᾽ ὅτι διῆγε καὶ ἐπολιτεύετο. Κατειθίσμεθα γάρ που καὶ ἡμεῖς αὐτοὶ περὶ παντὸς ζῶντος ἐν ἐπιεικείᾳ, λέγειν· Ὁ δεῖνα τυχὸν καλῶς ἑαυτὸν ἄγει.

Ἐπολιτεύετο τοίνυν ὁ Κύριος ἐν τῇ ἐρήμῳ, ἐν τῷ Πνεύματι, τουτέστι πνευματικῶς. <Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις.> (A f. 73, B f. 44, H f. 221) Νενήστευκε τοίνυν ὁ Κύριος, οὐδὲν παντελῶς τῇ τοῦ σώματος χρείᾳ διδοὺς εἰς τροφήν· οὐκ αὐτὸς νηστείας προσδεόμενος, ἀλλὰ τύπον ἡμῖν τὰ καθ᾽ ἑαυτὸν εἰς ὑπογραμμὸν ἀνατιθεὶς, καὶ εἰκόνα ποιούμενος τῆς παρ᾽ ἡμῖν ἐξαιρέτου καὶ τεθαυμασμένης ζωῆς. Πόθεν γὰρ ἦν εἰδέναι τοὺς ἐπὶ τῆς γῆς, ὅτι τὸ ταῖς ἐρήμοις ἐνδιαιτᾶσθαι χρήσιμον αὐτοῖς καὶ ἀναγκαῖον εἰς σωτηρίαν;

Ἀποφοιτῶσι γὰρ ὥσπερ κυμάτων ζάλης, καὶ τῶν εἰκαίων τοῦ παρόντος βίου περισπασμῶν, καὶ μονονουχὶ, κατὰ τὸν μακάριον Ἰωσὴφ, ἀποδύονται τῷ κόσμῳ πάντα τὰ αὐτοῦ. Δείκνυσι τοίνυν τοῖς οὕτω ζῇν ἑλομένοις, ἀναγκαίαν οὖσαν τὴν ἐγκράτειαν, ἧς νηστεία καρπός· ἡττηθήσεται γὰρ οὕτω πειράζων ὁ Σατανᾶς. Καὶ σὲ τοίνυν δεῖ πρότερον ἐνδύσασθαι τὴν ἐξ ὕψους δυνάμιν, τουτέστι μέτοχον ἀποφανθῆναι τοῦ ἁγίου Πνεύματος, καὶ τότε τὴν ἀξιέραστον καὶ τετιμημένην παρὰ Θεῷ κατορθοῦν ἑλέσθαι ζωήν. Τότε τὰς ἐρήμους καταλήψῃ σὺν ἀνδρείᾳ πνευματικῇ· τότε νηστεύσεις ἁγίως, καὶ κατανεκρώσεις τὰς ἡδονὰς, καὶ κρείττων ἔσῃ τοῦ πειράζοντος Σατανᾶ.— (A f. 73, B f. 44 b, H f. 221 b) Ἰδοὺ γέγονεν ἐν τοῖς ἀθλοῦσιν ὁ ἀθλοθέτης ὡς Θεός· ἐν τοῖς στεφανουμένοις, ὁ τὰς τῶν ἁγίων στεφανῶν κεφαλάς. Ἴδωμεν τοίνυν τῶν παλαισμάτων τὸ εὐτεχνὲς, τῆς τοῦ διαβόλου σκαιότητος τὴν ἀνατροπήν.

Τεσσαρακοστῆς εἰς νηστείαν δαπανηθείσης ἡμέρας, ὕστερον ἐπείνασε· καίτοι δίδωσιν αὐτὸς τοῖς πεινῶσι τροφήν· καὶ αὐτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἡ τῶν ὅλων σύστασις· ἐπειδὴ δὲ πάλιν ἐχρῆν τὴν καθ᾽ ἡμᾶς πτωχείαν οὐκ ἀτιμάσαντα, τῶν τῆς ἀνθρωπότητος μέτρων μὴ εἰσάπαν ἀποφοιτᾷν, συγκεχώρηκε τῇ τῆς σαρκὸς φύσει ζητῆσαι τὰ ἑαυτῆς· οὕτως αὐτὸν πεινάσαι φαμέν.—Νηστεύσας γε μὴν ἀποχρώντως, καὶ δυνάμει θεοπρεπεῖ, ποτοῦ καὶ σιτίων δίχα τὴν σάρκα τηρήσας ἀδιάφθορον, ἐφίησι μόλις τὰ οἰκεῖα παθεῖν αὐτήν· πεινῆσαι γὰρ λέγει· καὶ διὰ ποίαν αἰτίαν; Ἵνα δι᾽ ἀμφοῖν εὐτέχνως Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὑπάρχων, ἐπιγινώσκηται εἷς καὶ ὁ αὐτὸς δηλονότι, καὶ θεϊκῶς ὑπὲρ ἡμᾶς, καὶ καθ᾽ ἡμᾶς ἀνθρωπίνως. <Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, κ.τ.λ.> (A f. 73 b, B f. 45, H f. 224 b) Εἶτα προσέρχεται πειράζων ὁ Σατανᾶς, συνεργὸν ὥσπερ τῆς ἐνούσης αὐτῷ δυστροπίας, τὸ τοῦ λιμοῦ πάθος ἔσεσθαι προσδοκῶν· κατισχύει γὰρ ἡμῶν πολλάκις, τὰς ἐν ἡμῖν ἀσθενείας εἰς ἐπικουρίαν δεχόμενος τῶν ἑαυτοῦ σκεμμάτων ἤτοι ἐπιχειρημάτων· ἐνόμισεν αὐτὸν ἑτοίμως ἐπιπηδᾷν τῷ βούλεσθαι παρακειμένους ἰδεῖν ἄρτους. Ἔφη γοῦν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα ὁ λίθος οὗτος ἄρτος γένηται.»

Προσέρχεται μὲν, ὡς ἀνθρώπῳ κοινῷ, καὶ ὡς ἑνὶ τῶν ἁγίων· πλὴν ὕποπτος ἦν, μὴ ἄρα πως αὐτὸς εἴη ὁ Χριστός· πῶς οὖν ἠθέλησε τοῦτο μαθεῖν; Ἐνενόησεν ὡς θεοπρεποῦς ἰσχύος ἀποτέλεσμα καὶ ἔργον ἐστὶ, τὸ μεταστῆσαι φύσιν εἰς ὅπερ οὐκ ἦν· Θεὸς γάρ ἐστιν ὁ ποιῶν ταῦτα καὶ μετασκευάζων. Οὐκοῦν ἂν τοῦτο, φησὶ, γένηται, αὐτός που πάντως ἐκεῖνός ἐστιν, ὁ κατὰ τῆς ἐμῆς δυναστείας ἥξειν προσδοκώμενος· ἐὰν δὲ μὴ μεταβάλῃ, πρὸς ἄνθρωπον ἔχω, καὶ ἀποβέβληκα τὸν φόβον, καὶ τῶν κινδύνων ἀπήλλαγμαι. Διὰ τοῦτο Χριστὸς, ἅτε δὴ εἰδὼς τοῦ θηρίου τὴν σκέπην, οὔτε μεταβέβληκεν, οὔτε μὴν ἔφη μὴ δύνασθαι τοῦτο δρᾷν, ἤγουν μὴ ἐθέλειν· ἀποσείεται δὲ μᾶλλον ὡς ὀχληρὸν καὶ περιττὸν λέγων· «Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,» τουτέστιν, ἐὰν ὁ Θεὸς δύναμιν δῷ τῷ ἀνθρώπῳ, δύναται μὴ φαγεῖν, καὶ ζῇν ὡς Μωϋσῆς καὶ Ἠλίας, οἳ ῥήματι Θεοῦ ἔζησαν ἄσιτοι τεσσαράκοντα ἡμέρας. Εἰ οὖν δυνατὸν δίχα ἄρτου ζῇν, ἵνα τί ποιῶ τὸν λίθον ἄρτον; Οὔτε οὖν λέγει, Οὐ δύναμαι, ἵνα μὴ ἀρνήσῃ τε τὴν ἑαυτοῦ δύναμιν· οὔτε, ὅτι Δύναμαι, ἵνα μὴ γνοὺς ἐκεῖνος ὅτι Θεός ἐστιν, ᾧ μόνῳ τὰ τοιαῦτα δυνατὰ, ἀποστῇ ἀπ᾽ αὐτοῦ.—(A f. 74, H f. 225) Καί μοι ὅρα τὴν ἀνθρώπου φύσιν ἐν Χριστῷ, τὰ τῆς ἐν Ἀδὰμ ἀκρασίας ἀποβάλλουσαν αἰτιάματα.

Διὰ βρώσεως ἐν Ἀδὰμ νενικήμεθα· δι᾽ ἐγκράτειαν ἐν Χριστῷ νενικήκαμεν.—(A f. 74 b, H f. 226) Τοῖς μὲν ἀπὸ γῆς σιτίοις τὸ γήϊνον ἡμῶν τρέφεται σῶμα, καὶ ζητεῖ πρὸς ἐπικουρίαν τὸ συγγενές· ψυχὴ δὲ ἡ λογικὴ λόγῳ τῷ θείῳ πρὸς εὐεξίαν ἁδρύνεται τὴν πνευματικήν· αἱ μὲν γὰρ ἀπὸ γῆς τροφαὶ τὸ συγγενὲς τρέφουσι σῶμα· αἱ δὲ ἄνωθεν καὶ ἐξ οὐρανοῦ νευροῦσι τὸ πνεῦμα. Τροφὴ νοῦ, ὁ λόγος ὁ παρὰ Θεοῦ, καὶ ἄρτος πνευματικὸς, στηρίζων ἀνθρώπου καρδίαν, κατὰ τὸ ἐν βίβλῳ Ψαλμῶν ὑμνούμενον· τοιαύτας δὲ εἶναί φαμεν καὶ αὐτῶν τῶν ἁγίων ἀγγέλων τὰς τροφάς. <Ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης.> (A f. 74 b, H f. 227) Ἀλλ᾽, ὦ κακοῦργε, καὶ πονηρὲ, καὶ ἀλιτήριε, πῶς ἐτόλμησας τῷ Κυρίῳ πάσης τῆς κτίσεως δεῖξαι πάσας βασιλείας, καὶ εἰπεῖν, ὡς Ταῦτα πάντα ἐμά ἐστι· νῦν οὖν εἰ πεσὼν προσκυνήσεις μοι, σοὶ δώσω; Πῶς ἐπαγγέλλῃ τὰ μὴ σά; Τίς σε κατέστησε κληρονόμον τῆς τοῦ Θεοῦ βασιλείας;

Τίς ὑπέταξέ σοι τὴν ὑπ᾽ οὐρανόν; Ἐξ ἀπάτης ἥρπασας· οὐκοῦν ἀπόδος ἐνανθρωπήσαντι τῷ Υἱῷ τῷ πάντων Δεσπότῃ· ἄκουε τί φησιν ὁ προφήτης Ἡσαΐας περὶ σοῦ «Μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; φάραγγα βαθεῖαν, πῦρ καὶ θεῖον καὶ ξύλα κείμενα· ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.» Ὁ δὲ κλῆρον ἔχων τὴν ἄσβεστον φλόγα, πῶς τῷ βασιλεῖ τῶν ὅλων ἐπαγγέλλεις τὰ αὐτοῦ; Προσεδόκησας ἔχειν προσκυνητὴν ὃν τρέμει τὰ σύμπαντα, καὶ δοξολογοῦσι τὰ Σεραφὶμ καὶ πᾶσαι αἱ ἀγγελικαὶ δυνάμεις; Γέγραπται· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.»—(B f. 47 b) Ἁπτόμενος ὥσπερ τῶν σπλάγχνων αὐτοῦ, ταύτην παρεκόμισεν εὐκαίρως τὴν ἐντολήν· πρὸ μὲν γὰρ τῆς ἐπιδημίας αὐτοῦ, πᾶσαν ἐπλάνησε τὴν ὑπ᾽ οὐρανόν· αὐτὸς ἦν ὁ πανταχοῦ προσκυνούμενος· ὁ δέ γε τοῦ Θεοῦ νόμος ἔξω τιθεὶς αὐτὸν τῆς ἐξ ἀπάτης αὐτῷ πεπορισμένης ἀρχῆς, ἑνὶ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ προσέταξε προσκυνεῖν, καὶ αὐτῷ μόνῳ τὰς λατρείας ἐπιτελεῖν. <Εἰ ὁ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω.> (A f. 75 b, B f. 47 b, H f. 230) Τρίτην πεῖραν ὁ διάβολος προσάγει τὴν τῆς κενοδοξίας· «Βάλε σεαυτὸν κάτω,» λέγων, εἰς ἐπίδειξιν τῆς θεότητος· ἀλλ᾽ οὐ κατήνεγκε διὰ τῆς ἐπάρσεως, ἀλλ᾽ ἔξω βέβληκε καὶ εἰς τοῦτο σκοποῦ· «Εἴρηται γὰρ, φησὶ, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.»

Οὐ γὰρ τοῖς πειράζουσι χαρίζεται ὁ Θεὸς τὰς ἐπικουρίας, ἀλλὰ τοῖς πιστεύουσιν εἰς αὐτόν· οὐ γὰρ ὅτι φειδοῦς ἡμᾶς ἀξιοῖ, διὰ τοῦτο ἡμεῖς ἐπιδεικτιᾷν ὀφείλομεν. Πρὸς τούτοις οὐδέποτε Χριστὸς τοῖς πειράζουσιν αὐτὸν ἐδίδου σημεῖον· «Γενεὰ γὰρ, φησὶ, πονηρὰ σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ.» Τοῦτο καὶ νῦν ἀκουέτω πειράζων ὁ Σατανᾶς. Οὐκοῦν νενικήκαμεν ἐν Χριστῷ· καὶ ὅ ποτε κρατήσας ἐν Ἀδὰμ, ἀπῆλθε κατῃσχυμμένος, ἵν᾽ ἡμεῖς ὑπὸ πόδας ἔχωμεν αὐτόν. Ὅτε γὰρ νενίκηκεν ὁ Χριστὸς, τότε καὶ εἰς ἡμᾶς παραπέμπων τὸ δύνασθαι νικᾷν, «Ἰδοὺ δέδωκα, φησὶν, ὑμῖν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ δὲ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» <Γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε.> (B f. 47 b) Ὅρα δὲ πῶς κακούργως πειρᾶται διὰ τῆς χρήσεως τῶν Γραφῶν καθελεῖν τὴν δόξαν τοῦ Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας· ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν.

Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ· οὐδὲ γὰρ δεῖται ἀγγέλων Δεσπότης. Τὸ δὲ πτερύγιον, οἰκοδόμημα ἦν ὑψηλὸν ἄγαν, παρῳκοδομημένον τῇ πλευρᾷ τοῦ ἱεροῦ.—(A f. 75 b, H f. 230 b) Ἀναφέρουσι μέντοι κακῶς τινες τὸν ψαλμὸν εἰς τὸ τοῦ Κυρίου πρόσωπον· καὶ τοὺς στίχους συνάπτοντες, οὕτως ἀναγινώσκουσι· «Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Φασὶ γοῦν ὅτι ὁ Κύριος καταφυγὴν ἔχει τὸν Ὕψιστον, δηλονότι τὸν ἐν οὐρανοῖς Πατέρα. Γέγονε δὲ πρόφασις αὐτῶν τῆς τοιαύτης ἐννοίας ὁ Σατανᾶς· αὐτὸς γὰρ οὕτω νενόηκε τοὺς στίχους, εἰπών· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὡς Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ.» Συκοφάντης γὰρ ὑπάρχων καὶ πλάνος ὁ Σατανᾶς, καὶ τὰ περὶ ἡμῶν εἰρημένα αὐτῷ προσάπτει τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἀλλ᾽ ἡμεῖς οὐχ οὕτως νοοῦμεν, ὡς νοεῖν ἔθος τῷ Σατανᾷ· εἰ δὲ οὔτω νενοήκασιν Ἀρειανοὶ, θαυμαστὸν οὐδέν· ἀκολοθοῦσι γὰρ τῷ ἰδίῳ πατρὶ, ὃς ψεύστης ἐστὶ, καὶ ἀλήθεια ἐν αὐτῷ οὐκ ἔστι, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· εἰ γάρ ἐστι κατ᾽ αὐτοὺς ἀληθὲς τὸ τοιοῦτον, ἐλπίδα μὲν ἡμεῖς τὸν Χριστὸν πεποιήμεθα, αὐτὸς δὲ καταφυγὴν ἔχει τὸν Πατέρα· οὐκοῦν βοηθουμένῳ προσπεφεύγαμεν, Σωτῆρα καλοῦμεν τὸν παρ᾽ ἑτέρου σωζόμενον. Οὐκ ἔστι ταῦτα, μὴ γένοιτο.

Λέγομεν τοίνυν τοῖς οὕτω φρονεῖν εἰωθόσιν Ἑτέραν ἡμῖν ἀναγγέλλετε πλάνησιν· ἔξω τῆς βασιλικῆς καὶ εὐθείας ἔρχεσθε τρίβου· εἰς ἀκάνθας καὶ βόθρους πίπτετε· τῆς ἀληθείας ἐκπεπτώκατε· ἴσος ἐστὶ κατὰ πάντα τοῦ Πατρὸς ὁ Υἱός· χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· Ὕψιστος καθὰ καὶ ὁ Πατήρ. Ὁ μὲν οὖν Σατανᾶς τούτοις ἐχρήσατο τοῖς στίχοις ὡς ἐπ᾽ ἀνθρώπου κοινοῦ τοῦ Σωτῆρος· ἐπειδὴ γάρ ἐστιν ὅλος σκότος, καὶ κατεσκοτισμένην ἔχει τὴν διάνοιαν, οὐ συνῆκε τῶν εἰρημένων τὴν δύναμιν, ὅτι ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου εἴρηται βοηθουμένου ὑπὸ τοῦ Ὑψίστου, ὄντος Θεοῦ τοῦ οὐρανοῦ· ἠγνόησέ τε πρὸς τούτῳ, ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, καὶ αὐτὸς ἦν ὁ οἰκονομικῶς πειραζόμενος.

Ὁ μὲν οὖν, ὡς ἔφην, ὡς ἐπ᾽ ἀνθρώπου κοινοῦ, ἢ καὶ ὡς ἐφ᾽ ἐνὸς τῶν ἁγίων προφητῶν εἰρῆσθαι τοὺς λόγους ὑπελάμβανεν· ἄτοπον ἡμᾶς τοὺς εἰδότας ἀκριβῶς τὸ μυστήριον, καὶ πεπιστευκότας ὅτι Θεός ἐστι καὶ Υἱὸς Θεοῦ, καὶ ὅτι δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γέγονεν ἄνθρωπος, ὑπονοεῖν περὶ αὐτοῦ τοὺς στίχους εἰρῆσθαι.

Οὐχ ἁρμόζει τοίνυν τῷ προσώπῳ τοῦ Σωτῆρος τὸ λέγεσθαι· «Τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Αὐτὸς γάρ ἐστιν Ὕψιστος, ἡ πάντων καταφυγὴ, ἡ πάντων ἐλπὶς, ἡ πάντα ἰσχύουσα τοῦ Πατρὸς δεξιά· κἄν τις αὐτὸν καταφυγὴν θεῖτο, οὐ προσελεύσεται πρὸς αὐτὸν κακά· αὐτὸς γὰρ ἐντελεῖται τοῖς ἀγγέλοις, λειτουργικοῖς οὖσι πνεύμασιν, ὅπως φρουρῶσι τὸν δίκαιον. Ὥσπερ γὰρ οἱ κατὰ σάρκα πατέρες, ὅταν ἴδωσιν ὁδὸν τραχεῖαν καὶ δύσβατον, ἁρπάζουσιν εἰς χεῖρας τὰ βρέφη, μή πως ἀδικηθῇ τρυφερὸν ἔχοντα τὸν πόδα, καὶ οὔπω διὰ σκληρᾶς ὁδοῦ βῆναι δυνάμενα, οὕτω καὶ αἱ λογικαὶ δυνάμεις τοὺς οὔπω πονεῖν ἰσχύοντας, νηπιοπρεπῆ δέ πως δύναμιν, ἀλλὰ παντὸς ἐξέλκουσι πειρασμοῦ.

Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν.> (A f. 77, H f. 234 b) Ἀφεὶς τὰς ἐν ταῖς πόλεσι διατριβὰς, ταῖς ἐρήμοις ἐνηυλίζετο· ἐκεῖ νενήστευκε πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, ἐκεῖ νενίκηκεν ὑπὲρ ἡμῶν, ἐκεῖ συνέτριψε τὰς κεφαλὰς τῶν δρακόντων, ἐκεῖ, καθά φησιν ὁ μακάριος Δαβὶδ, τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθῄρηνται, τουτέστιν ὡς πύργοι καὶ πόλεις ὄντες· κατευμεγεθήσας τοίνυν τοῦ Σατανᾶ, καὶ στεφανώσας ἐν ἑαυτῷ τὴν τοῦ ἀνθρώπου φύσιν τοῖς κατ᾽ ἐκείνου βραβείοις, ὑπέστρεψεν εἰς τὴν Γαλιλαίαν, ἐν τῇ δυνάμει τοῦ Πνεύματος, ἐνεργείᾳ τε καὶ δυνάμει χρώμενος, πλείστας τε θεοσημείας ἀποτελῶν, καὶ πολὺ τὸ θαῦμα παρεχόμενος. Εἰργάζετο δὲ τὰς θεοσημείας, οὐκ ἔξωθεν καὶ πεπορισμένην τὴν τοῦ Πνεύματος χάριν λαβὼν, καθὰ καὶ ὁ τῶν ἁγίων χορὸς, ὑπάρχων δὲ μᾶλλον φύσει τε καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ κλῆρον ἴδιον ἔχων τὰ αὐτοῦ· καὶ γὰρ ἔφη πρὸς αὐτὸν, ὅτι «Πάντα τὰ ἐμὰ, σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.»

Δεδόξασται τοίνυν ὡς ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ χρώμενος τῇ τοῦ ὁμοουσίου Πνεύματος. <Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ· καὶ εἰσῆλθεν εἰς τὴν συναγωγήν.> (A f. 77, H f. 235) Ἐπειδὴ ἐχρῆν λοιπὸν ἐμφανῆ ἑαυτὸν καταστῆσαι τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τὸ τῆς ἐνανθρωπήσεως ἐκλάμψαι μυστήριον τοῖς οὐκ εἰδόσιν αὐτὸ, καὶ ὅτι κέχρισται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς σωτηρίαν τῆς ὑπὸ οὐρανὸν, πανσόφως καὶ τοῦτο οἰκονομεῖ· χαρίζεται δὲ τοῦτο πρό γε τῶν ἄλλων τοῖς ἐν Ναζαρὲτ, οἷς καὶ συνετράφη, κατά γέ φημι τὴν σάρκα. Εἰσελθὼν τοίνυν ἐν τῇ συναγωγῇ, δέχεται βιβλίον εἰς ἀνάγνωσιν· καὶ ἀνοίξας, προφητικὴν ἐπελέξατο ῥῆσιν, τὸ περὶ αὐτοῦ λαλοῦσαν μυστήριον.—Ἐναργέστατα δὲ διὰ τούτων αὐτὸς ἦν ὁ λέγων διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς καὶ ἐνανθρωπήσει καὶ ἀφίξεται διασώσων τὴν ὑπ᾽ οὐρανόν· κεχρίσθαι γὰρ οὐχ ἑτέρως φαμὲν τὸν Υἱὸν, πλὴν ὅτι κατὰ τὴν σάρκα γενόμενον δηλονότι καθ᾽ ἡμᾶς καὶ ἐνανθρωπήσαντα· Θεὸς γὰρ ὑπάρχων ὁμοῦ καὶ ἄνθρωπος, ὁ αὐτὸς δίδωσι μὲν θεϊκῶς τὸ Πνεῦμα τῇ κτίσει, δέχεται δὲ αὐτὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ τὸ ἀνθρώπινον, ὁ πᾶσαν ἁγιάζων τὴν κτίσιν, ἅτε καὶ ἐξ ἁγίου Πατρὸς πεφηνὼς, καὶ τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα καὶ ταῖς ἄνω δυνάμεσιν ἐνιεὶς ὡς ἑαυτοῦ, καὶ προσέτι τοῖς ἐπεγνωκόσιν αὐτοῦ τὴν ἐπιφάνειαν. <Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέ με, κ.τ.

λ.> (B f. 50) Σαφῶς διὰ τούτων δηλοῖ, ὡς τὸ τῆς κενώσεως ὑφειμένον, καὶ ὑποβεβηκὸς, καὶ αὐτὸ τὸ Χριστὸς ὄνομά τε καὶ πρᾶγμα δι᾽ ἡμᾶς κατεδέξατο.

Τὸ γὰρ Πνεῦμα, φησὶν, ὅπερ ἐστὶ φυσικῶς ἐν ἐμοὶ διὰ τὸ ταῦτον τῆς οὐσίας καὶ τῆς θεότητος, τοῦτο ἐπ᾽ ἐμὲ παραγέγονεν καὶ ἔξωθεν· ὥσπερ καὶ ἐν Ἰορδάνῃ ἐν εἴδει περιστερᾶς ἐπεφοίτησεν, οὐχ ὡς μὴ ὑπάρχον ἐν ἐμοὶ, ἀλλ᾽ οὗ εἵνεκεν ἔχρισέ με. Τίνος δὲ εἵνεκεν χρισθῆναι προείλετο; Ἡμῶν τῶν ἐρήμων γενομένων τοῦ Πνεύματος διὰ τὴν ἀρχαίαν ἐκείνην ἀπόφασιν, τό· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα.»— Ταῦτα ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος φησί· Θεὸς γὰρ ὢν ἀληθινὸς ἐξ ἀληθινοῦ Θεοῦ τοῦ Πατρὸς, καὶ δι᾽ ἡμᾶς ἄνθρωπος ἀτρέπτως γεγονὼς, μεθ᾽ ἡμῶν κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, τοῦ Πνεύματος αὐτῷ παρὰ τὸν Ἰορδάνην ἐπιφοιτήσαντος ἐν εἴδει περιστερᾶς. Πάλαι μὲν γὰρ συμβολικῶς ἐχρίοντο βασιλεῖς τε καὶ ἱερεῖς, ἁγιασμοῦ τινα μετοχὴν ἐκ τούτου κερδαίνοντες· ὁ δὲ δι᾽ ἡμᾶς ἐνανθρωπήσας, τῷ νοητῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ, καὶ αὐτῇ τῇ τοῦ Πνεύματος ἐπιφοιτήσει ἐχρίσθη· τοῦτο ἡμῖν λαμβάνων, οὐχ ἑαυτῷ· καὶ γὰρ ἀποπτάντος τοῦ Πνεύματος, καὶ μὴ καταμείναντος ἐν ἡμῖν διὰ τὸ εἶναι ἡμᾶς σάρκα, πένθους ἦν πλήρης ἡ γῆ, ἅτε μετουσίας ἐστερημένη Θεοῦ.—(B f. 50 b) Ἐκήρυξε δὲ καὶ αἰχμαλώτοις ἄφεσιν, ἣν καὶ ἐνήργησε, δήσας τὸν ἰσχυρὸν τὸν τυραννικῶς καταδυναστεύσαντα τοῦ γένους ἡμῶν Σατανᾶν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας ἡμᾶς. (

A f. 77, H f. 235 b) Ὥσπερ μέντοι τὸ, ἔχρισέ με, τῇ ἀνθρωπότητι πρέπει· χρίεται γὰρ οὐχ ἡ θεία φύσις, ἀλλὰ τὸ ἡμῖν ὁμογενές· οὕτω καὶ τὸ, ἀπέσταλκέ με, τῷ ἀνθρωπίνῳ λογιστέον.—(A f. 77 b, H f. 236) Καὶ τοὺς πάλαι τὴν ἐκ τοῦ διαβόλου ἀχλὺν ἔχοντας εἰς καρδίαν, λαμπροὺς ἀπέφηνεν, οἷά τις δικαιοσύνης ἥλιος ἀνίσχων, καὶ υἱοὺς ἀποφήνας οὐκέτι νυκτὸς καὶ σκότους, ἀλλὰ φωτὸς καὶ ἡμέρας, κατὰ τὴν Παύλου φωνήν· καὶ οἱ τυφλοὶ ὄντες· ἐτύφλωσε γὰρ τὰς καρδίας αὐτῶν ὁ ἀποστάτης· ἀνέβλεψαν, καὶ ἐπέγνωσαν τὴν ἀλήθειαν, καὶ καθώς φησιν Ἡσαΐας, γέγονεν αὐτοῖς τὸ σκότος εἰς φῶς· τουτέστιν, οἱ ἀμαθεῖς γεγόνασι σοφοί· οἵ ποτε πλανώμενοι τὰς τῆς δικαιοσύνης ἐγνώκασιν ὁδούς. Φησὶ δέ που καὶ πρὸς αὐτὸν τὸν Υἱὸν ὁ Πατήρ· «Δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Ἀφίκετο γὰρ ὁ Μονογενὴς εἰς τόνδε τὸν κόσμον, καὶ τοῖς ἐκ γένους, τουτέστι τοῖς ἐξ αἵματος Ἰσραήλ· ἐξ αὐτῶν γὰρ πέφηνε τὸ κατὰ σάρκα· τὴν καινὴν δέδωκε διαθήκην, τὴν πάλαι προηγγελμένην διὰ φωνῆς προφητῶν· ἐνήστραψε δὲ καὶ τοῖς ἔθνεσι τὸ θεῖόν τε καὶ οὐράνιον φῶς· καὶ τοῖς ἐν ᾄδου πνεύμασι πορευθεὶς ἐκήρυξε, καὶ τοῖς καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐπεφάνη, καὶ πάντας ἀνῆκε δεσμῶν καὶ ἀνάγκης.

Ταῦτα δὲ πῶς οὐκ ἂν ἔχοι σαφῆ τὴν ἀπόδειξιν τοῦ. ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν ὁ Χριστός; Τί δὲ τὸ ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει; Τὸ ἐλευθέρους ἐκπέμψαι, οὓς συνέθραυσε νοητῶς ῥαβδίζων ὁ Σατανᾶς. Τί δὲ τὸ κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν; Τὸ τὴν ἑαυτοῦ εὐαγγελίσασθαι παρουσίαν, τὸ τὸν καιρὸν ἐνστῆναι τοῦ Κυρίου, τουτέστι τοῦ Υἱοῦ· δεκτὸς γὰρ ἐνιαυτὸς, καθ᾽ ὃν ἐσταυρώθη Χριστὸς ὑπὲρ ἡμῶν· δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατρὶ καρποφορηθέντες δι᾽ αὐτοῦ. Διὸ ἔλεγεν· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ γοῦν ἀνεβίω τριήμερος, πατήσας τοῦ θανάτου τὸ κράτος. Εἶτα τοῖς μαθηταῖς προσεφώνει· «Ἐδόθη μοι πᾶσα ἐξουσία,» καὶ τὰ ἐξῆς.

Δεκτὸς οὖν ἐνιαυτὸς ἐκεῖνός που πάντως, καθ᾽ ὃν εἰσεδέχθημεν τὴν πρὸς αὐτὸν λαχόντες οἰκείωσιν, ἀπονιψάμενοι τὴν ἁμαρτίαν, διὰ τοῦ ἁγίου βαπτίσματος· καὶ τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοὶ, διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· ἤγουν δεκτὸς ἐνιαυτὸς, καθ᾽ ὃν πεφανέρωκε τὴν δόξαν αὐτοῦ, διὰ τὰς (Codd.> TĤS, sed malui τὰς) ὑπὲρ λόγον θεοσημείας. Ἐδεξάμεθα γὰρ ἀσμένως τὸν τῆς παρ᾽ αὐτοῦ σωτηρίας καιρὸν, ὃν δὴ καὶ ὁ πάνσοφος Παῦλος καταμεμήνυκεν λέγων· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·» ὅτε οἱ πτωχοὶ, οἱ παντὸς ἀγαθοῦ νενοσηκότες τὴν ἔνδειάν ποτε, ἐλπίδα τε μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· οὗτοι δ᾽ ἂν εἶεν οἱ ἐξ ἐθνῶν· τὴν εἰς αὐτὸν πίστιν ἐπλούτησαν, τὸν θεῖόν τε καὶ οὐράνιον κεκερδάκασι θησαυρὸν, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, δι᾽ οὗ γεγόνασι καὶ τῆς τῶν οὐρανῶν βασιλείας μέτοχοι, καὶ συμμερισταὶ τῶν ἁγίων, καὶ κληρονόμοι τῶν ὑπὲρ νοῦν καὶ λόγον. «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, φησὶ, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἢ τάχα που καὶ τοῖς πτωχοῖς τῷ πνεύματι, δεδωρῆσθαί φησιν ὁ λόγος ἐν τούτοις τῶν διὰ Χριστοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν.

Συντετριμμένους δέ φησι τὴν καρδίαν, τοὺς ἀσθενεῖς καὶ εὐδιάθρυπτον ἔχοντας νοῦν, καὶ ταῖς τῶν παθῶν προσβολαῖς ἀντιφέρεσθαι μὴ δυναμένους, ὑπενηνεγμένους δὲ οὕτως αὐταῖς, ὡς αἰχμαλώτους εἶναι δοκεῖν. Τούτοις ἴασίν τε καὶ ἄφεσιν ἐπαγγέλλεται· τυφλοῖς δὲ οὖσιν αὐτοῖς δίδωσι καὶ ἀνάβλεψιν· οἱ γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, «καὶ τῷ ξύλῳ λέγοντες, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με,» εἶτα τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἐπεγνωκότες, πῶς οὐκ ἂν εἶεν τυφλοὶ, καὶ φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν ἔχοντες τὴν καρδίαν;

Τούτοις ἐνίησιν ὁ Πατὴρ τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς. (H f. 237) Κέκληνται γὰρ διὰ πίστεως, καὶ ἔγνωσαν αὐτὸν, μᾶλλον δὲ ἐγνώσθησαν ὑπ᾽ αὐτοῦ· καὶ υἱοὶ νυκτὸς ὄντες καὶ σκότους, φωτὸς γεγόνασι τέκνα· διηύγασε γὰρ αὐτῶν ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνίσχεν ἥλιος, καὶ λαμπρὸς ἀνέτειλεν ἑωσφόρος. Λυπεῖ δὲ οὐδὲν καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι πάντα τὰ εἰρημένα· καὶ γὰρ ἦσαν πτωχοὶ καὶ συντετριμμένοι τὴν καρδίαν, καὶ οἷον αἰχμάλωτοι καὶ ἐσκοτισμένοι· οὐ γὰρ ἦν ἐπὶ γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός. Ἀλλὰ «πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·» ἀφῖκται δὲ ὁ Χριστὸς, καὶ πρό γε τῶν ἄλλων εὐαγγελιζόμενος τοῖς ἐξ Ἰσραὴλ τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα (τοιαῦτα δὲ ἦν καὶ τὰ τῶν ἐθνῶν ἀῤῥωστήματα), λελύτρωνται δὲ δι᾽ αὐτοῦ· πεπλουτήκασι γὰρ τὴν παρ᾽ αὐτοῦ σοφίαν, καὶ συνετοὶ γεγόνασι, καὶ ἀσθενῆ καὶ συντεθραυσμένην οὐκέτι τὴν διάνοιαν ἀνέχουσιν, ὑγιᾶ δὲ καὶ ἐῤῥωμένην, καὶ ἐπιτηδείως ἔχουσαν πρὸς παραδοχὴν καὶ κατόρθωσιν παντὸς ἀγαθοῦ καὶ σωτηρίου πράγματος. Ἔδει γὰρ σοφίας καὶ συνέσεως τοῖς πεπλανημένοις, οἳ διὰ πολλὴν ἀβελτηρίαν προσεκύνησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ξύλα καὶ λίθους ἐπεγράφοντο θεούς. Ἀλλ᾽ οἱ πάλαι Χριστὸν οὐκ εἰδότες, διὰ τὸ ἐν ἀχλύϊ καὶ σκότῳ τελεῖν, Θεὸν αὐτὸν ἐπεγράψαντο.

Τούτων ὑπαναγνωσθέντων τοῖς συνειλεγμένοις, ὁ μὲν πάντων τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὸν ἐπέστρεψε, θαυμαζόντων τάχα πῶς οἶδε γράμματα, μὴ μεμαθηκώς. Ἐπειδὴ δὲ ἕθος ἦν τοῖς ἐξ Ἰσραὴλ, τὰς περὶ αὐτοῦ προφητείας ἐκπεπεράνθαι λέγειν, ἢ ἐπί τισι τῶν παρ᾽ αὐτοῖς ἐνδόξως βεβασιλευκότων, ἢ γοῦν ἐπὶ προφήταις ἁγίοις· (B f. 51) συνιέντες γὰρ οὐδὲν τῶν περὶ αὐτοῦ γεγραμμένων ὀρθῶς, ἑτέραν ᾤχοντο τρίβον, ἔξω πίπτοντες σκοποῦ· ἵνα δὲ μὴ πάλιν λέγωσί τι τοιοῦτον περὶ τῆς εἰρημένης προφητείας, ἀναγκαίως προασφαλίζεται, καί φησιν, ὅτι «Σήμερον αὕτη ἡ γραφὴ πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν,» ἑαυτὸν ἐναργῶς παριστὰς ἐν τούτοις τὸν διὰ τῆς προφητείας προηγορευμένον.—(A f. 78, H f. 237 b) Αὐτὸς γὰρ εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς ἀπὸ τῶν ἐθνῶν· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ, μηδὲν ἔχοντες, μὴ Θεὸν, μὴ νόμον, μὴ προφήτας· ἢ καὶ ἅπασιν ἁπλῶς τὸν πλοῦτον οὐκ ἔχουσι πνευματικόν.

Αὐτὸς αἰχμαλώτους ὄντας ἐῤῥύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν, τουτέστι τὸν Σατανᾶν. Αὐτὸς τὸ θεῖον καὶ νοητὸν φῶς ἐνήστραψε τοῖς ἐσκοτισμένην ἔχουσι τὴν καρδίαν. Ἔφη γοῦν· «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα.» Αὐτὸς ἀπέλυσε τῶν τῆς ἁμαρτίας δεσμῶν, δηλονότι τοὺς συντεθραυσμένην ἔχοντας τὴν καρδίαν· (B f. 51) ἀλλὰ τὴν μέλλουσαν αὐτὸς ὑπέδειξε ζωὴν, καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν.

Αὐτὸς ἐκήρυξεν ἐνιαυτὸν Κυρίου δεκτὸν, καθ᾽ ὃν τὸ κήρυγμα τοῦ Σωτῆρος ἐγένετο· ἐνιαυτὸν γὰρ δεκτὸν, τὴν προτέραν αὐτοῦ οἶμαι λέγεσθαι παρουσίαν· ἡμέραν δὲ ἀνταποδόσεως, τὴν τῆς κρίσεως ἡμέραν <Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον, κ.τ.λ.> (A f. 78, H f. 237 b, C f. 113 b) Μὴ γὰρ συνιέντες τὸν κεχρισμένον καὶ ἀπεσταλμένον, καὶ τῶν οὕτω τεθαυμασμένων πραγμάτων ἀποτελεστὴν, εἰς τὰ συνήθη κατεκομίζοντο, καὶ ψυχρολογοῦσιν ἀβούλως· καίτοι γὰρ τεθαυμακότες ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, κατευτελίζειν ἤθελον· ἔφασκον γάρ· «Οὐχ υἱός ἐστιν Ἰωσὴφ οὗτος;» Καὶ τί τοῦτο παραλύει τοῦ θαυματουργοῦ τὴν δόξαν; Τί τὸ κωλύον αὐτὸν εἶναι σεπτόν τε καὶ ἀξιάγαστον, εἰ καὶ υἱὸς ἦν, ὡς ἐνομίζετο, τοῦ Ἰωσήφ; Οὐχ ὁρᾷς τὰς θεοσημείας, πεσόντα τὸν Σατανᾶν, νενικημένας τὰς τῶν δαιμονίων ἀγέλας, διαφόρων νοσημάτων ἐλευθέρους γεγονότας πολλούς; Ἐπαινεῖς τὴν χάριν τὴν ἐνοῦσαν αὐτοῦ ταῖς διδασκαλίαις, εἶτα σμικρολογεῖς Ἰουδαϊκῶς ὅτι πατέρα τὸν Ἰωσὴφ ἐπεγράφετο; Ὢ πολλῆς ἀβουλίας! Ἀληθὲς ἐπ᾽ αὐτοῖς εἰπεῖν· «Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν.» <Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, κ.τ.

λ.> (A f. 78, B f. 51 b, C f. 113 b, H f. 238) Κοινὸς λόγος παρὰ Ἰουδαίων ἦν, ἀστεϊσμοῦ χάριν ἐξευρημένος· τοῖς γὰρ ἀῤῥωστοῦσι τῶν ἰατρῶν ἐπεφώνουν τινές· «Ἰατρὲ, θεράπευσον σεαυτόν.» Ὡσανεὶ οὖν τοῦτο προτείνας αὐτοῖς τὸ ῥητὸν ὁ Χριστὸς ἔλεγεν, ὅτι Πολλὰ βούλεσθε παρ᾽ ἐμοῦ γενέσθαι σημεῖα, παρ᾽ ὑμῖν μάλιστα παρ᾽ οἷς καὶ ἐτράφην· ἀλλ᾽ οἶδα τὸ κοινὸν δήπου καὶ ἅπασι συμβαῖνον πάθος· καταφρονεῖται γάρ πως ἀεὶ καὶ τὰ ἐξαίρετα τῶν πραγμάτων, ὅταν μὴ σπανίζῃ παρά τισιν, ἀλλ᾽ ἔχωσιν ἐπ᾽ ἀδείας αὐτά. Οὕτω καὶ ἐπ᾽ ἀνθρώπων· ὁ γὰρ συνήθης καὶ παρὼν ἀεὶ, καὶ τῆς ὀφειλομένης αὐτῷ τιμῆς ἀποστερεῖται πολλάκις παρὰ τῶν εἰδότων αὐτόν.—Ἤλεγξε μὲν οὖν αὐτοὺς ἀσυνέτως τὰ τοιάδε λέγοντας· «Οὐχ ὁ υἱός ἐστι τοῦ Ἰωσὴφ οὗτος;» Πλὴν ἔχεται τοῦ σκοποῦ τῆς μυσταγωγίας, καί φησιν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.» <Πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου, κ.τ.

λ.> (A f. 78 b, C f. 113 b, H f. 239) Ἐπειδὴ γὰρ, ὡς ἔφην, τὰς περὶ αὐτοῦ προφητείας εἰς τέλος ἦχθαι διεβεβαιοῦντό τινες τῶν Ἰουδαίων, ἢ ἐπὶ προφήταις ἁγίοις, ἢ ἐπί τισι τῶν ἐνδόξων παρ᾽ αὐτοῖς γεγονότων, ἀποφέρει χρησίμως αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, πρὸς μίαν χήραν ἀπεστάλθαι Ἠλίαν εἰπὼν, ἕνα δὲ θεραπεῦσαι λεπρὸν τὸν προφήτην Ἐλισσαῖον, Νεεμὰν τὸν Σύρον· διὰ τούτων τὴν ἐξ ἐθνῶν σημαίνων Ἐκκλησίαν, τὴν μέλλουσαν αὐτὸν ὑποδέχεσθαι, καὶ τῆς λέπρας ἐλευθεροῦσθαι, διὰ τὴν ἀναισθησίαν τοῦ Ἰσραήλ. <Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ, κ.τ.λ.> (A f. 80, H f. 245 b) Ἐπειδὴ τὴν πονηρὰν αὐτῶν γνώμην ἔστιξε, διὰ τοῦτο πρὸς ὀργὰς ἀνεκαίοντο· καὶ διὰ τὸ εἰπεῖν· «Σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται,» ἡ λέγουσα, «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ,» καὶ τὰ ἑξῆς. Ἐνόμισαν γὰρ αὐτὸν ἐξισοῦν ἑαυτὸν τοῖς προφήταις, καὶ τῆς πόλεως αὐτὸν ἐκβάλλουσι· καθ᾽ ἑαυτῶν μᾶλλον τὴν δίκην ὁρίζοντες, καὶ βεβαιοῦντες τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· ἐκπεπτώκασι γὰρ αὐτοὶ τῆς ἄνω πόλεως, τὸν Χριστὸν μὴ προσδεξάμενοι. Ἵνα δὲ μὴ μόνον ἐλέγξῃ δυσσεβήσαντας μέχρις ἐπιχειρημάτων, συγκεχώρηκε προελθεῖν τὰ καθ᾽ ἑαυτοῦ τολμήματα· τῶν μὲν γὰρ ἄκριτος ἦν ἡ ὁρμὴ, καὶ ὁ φθόνος ἀτίθασσος· μέχρι γοῦν ὀφρύος τοῦ ὄρους ἀποκομίζοντες, κρημνῶν ἐνιέναι ἐπεχείρουν. «

Ὁ δὲ διεξῄει διὰ μέσου αὐτῶν,» οὐδ᾽ ὅσον εἰπεῖν λόγον τινὰ θέμενος τῆς ἐπιβουλῆς αὐτῶν· οὐ τὸ παθεῖν φεύγων, διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ἀλλὰ καιρὸν ἀναμένων ἐπιτήδειον· ἀρχὴ γὰρ νῦν τοῦ κηρύγματος, καὶ ἄκαιρον ἦν τὸ παθεῖν, πρὶν ἢ κηρύξαι τὸν λόγον τῆς ἀληθείας. Ἦν γὰρ ἐπ᾽ αὐτῷ τὸ παθεῖν καὶ τὸ μὴ παθεῖν, καὶ Κύριος ἦν τῶν καιρῶν καὶ τῶν πραγμάτων· τοῦτο τεκμήριον τοῦ, καὶ ὅτε ἔπαθεν, ἑκόντα πεπονθέναι, καὶ ὡς οὐκ ἂν ἔπαθεν, εἰ μὴ ἑαυτὸν ἐπέδωκεν. <Καὶ κατῆλθεν εἰς Καπερναοὺμ, πόλιν τῆς Γαλιλαίας.> (A f. 80 b, C f. 114, H f. 246) Οὓς οὐ μεθίστησι λόγος πρὸς τὸ εἰδέναι σαφῶς τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς καὶ Κύριος, τούτους σαγηνεύει πρὸς τὸ εὐήνιον ἡ τῶν σημείων ἐπίδειξις. Χρησίμως οὖν καὶ ἀναγκαίως προσεπάγει πολλάκις ταῖς μυσταγωγίαις τὰς μεγαλουργίας· ἄπιστοι μὲν γὰρ οἱ τῆς Ἰουδαίας οἰκήτορες, καὶ τοὺς τῶν καλούντων εἰς σωτηρίαν ἀτιμάζοντες λόγους, μάλιστα δὲ πάντων οἱ ἀπὸ τῆς Καπερναούμ· ᾐτιᾶτο γοῦν αὐτὴν ὁ Κύριος λέγων· «Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.» Ἀλλὰ καίτοι γινώσκων, ὡς ἀπειθεῖς τε καὶ σκληροκάρδιοι, προσέβαλε μὲν αὐτοῖς ὥσπερ ἰατρὸς ἄριστος τοῖς εἰς ἐσχάτην πεσοῦσι νόσον, πειρᾶται δὲ ἀπαλλάττειν τοῦ κακοῦ· φησὶ γὰρ αὐτὸς, ὅτι «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.»

Ἐδίδασκε τοίνυν ἐν συναγωγαῖς ἐν πολλῇ παῤῥησίᾳ· τοῦτο γὰρ καὶ διὰ φωνῆς Ἡσαΐου προηγόρευσεν λέγων· «Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδ᾽ ἐν τόπῳ γῆς σκοτεινῷ.» Ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις ἐν παῤῥησίᾳ πολλῇ τοὺς περὶ αὐτοῦ ποιεῖσθαι λόγους προσέταττε, λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτὶ, καὶ ὃ εἰς τὸ οὗς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.» Καὶ ἐν Σαββάτῳ ὅτε ἤργουν, διελέγετο αὐτοῖς. Τεθαυμάκασι τοίνυν τῆς μυσταγωγίας τὴν δύναμιν, καὶ τὸ τῆς ἐξουσίας μέγεθος· ἦν γὰρ ἐν ἐξουσίᾳ, φησὶν, ὁ λόγος, οὐ κολακευτικὸς, ἀλλὰ προτρεπτικὸς εἰς σωτηρίαν. Ἰουδαῖοι μὲν γὰρ οὐδὲν ἕτερον ἐνόμιζον εἶναι Χριστὸν, πλὴν ὅτι καθ᾽ ἕνα τῶν ἁγίων, καὶ ἐν τάξει προφήτου παρελθεῖν εἰς μέσον. Ἵνα δὲ μείζονα τὴν περὶ αὐτοῦ δόξαν τε καὶ ὑπόνοιαν ἔχωσι, τὸ προφητικὸν ἐκβαίνει μέτρον· οὐ γὰρ εἴρηκέ ποτε· Τάδε λέγει Κύριος, καθάπερ ἀμέλει κἀκείνοις ἦν ἔθος, ἀλλ᾽ ὡς τοῦ νόμου Κύριος, τὰ ὑπὲρ νόμον ἐλάλει.

Ἔλεγε γοῦν ὁ Θεὸς διὰ Ἡσαΐου· «Καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.» Ἔδει γὰρ οἰκέτην μὲν ὄντα Μωϋσέα, τῆς μὴ μενούσης σκιᾶς γενέσθαι διάκονον· ἐξαγγελέα δὲ τῆς διηνεκοῦς καὶ μενούσης λατρείας τὸν αἰώνιον, φημὶ δὴ τὸν Χριστόν. Τίς δὲ ἡ αἰώνιος διαθήκη; Τὰ ἱερὰ θεσπίσματα τοῦ ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστοῦ· τὰ ὁσιουργὰ καὶ πιστοποιά· καθάπερ καὶ ὁ τοῦ Θεοῦ φόβος, ἁγνὸς ὡς ἁγνοποιός· καὶ τὸ εὐαγγελικὸν ῥῆμα, ζωὴ, ὡς ζωοποιόν. «Τὰ ῥήματα γὰρ, φησὶ, ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωὴ,» τουτέστι πνευματικὰ καὶ ζωοποιά. Πλὴν ἄθρει τῆς προφητείας τὸ ἀκριβές· εἰπὼν Ἡσαΐας ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς περὶ τοῦ Χριστοῦ, ὅτι «Ἰδοὺ μαρτύριον τοῖς ἔθνεσι δέδωκα αὐτὸν,» διαμαρτυρούμενον ὥσπερ ὡς δεκτὰ καὶ ταῦτα γεγόνασι, ἵνα μή τις ἕνα τῶν ἁγίων προφητῶν ὑπάρχειν αὐτὸν ὑποτοπήσειεν, εἰδείη δὲ μᾶλλον πᾶς ὁστισοῦν, ὡς τῇ τῆς κυριότητος διαπρέπει δόξῃ· Θεὸς γὰρ ὢν ἐπέφανεν ἡμῖν· οὐ μόνον αὐτὸν μαρτύριον δεδόσθαι φησὶν, ἀλλὰ γὰρ καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Οἱ μὲν μακάριοι προφῆται, καὶ πρὸ αὐτῶν ἔτι Μωϋσῆς, μέτρον ἔχοντες τὸ οἰκετικὸν, τὸ «Τάδε λέγει Κύριος» ἐπεφώνουν ἀεὶ τοῖς ἀκροωμένοις, οὐχ ὡς προστάσσοντες μᾶλλον, ἀλλ᾽ ὡς θείαις διακονοῦντες φωναῖς.

Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεοπρεπεστάτους ἐποιεῖτο λόγους· ἐθαυμάζετο γοῦν καὶ παρ᾽ αὐτοῖς τοῖς Ἰουδαίοις, ὡς ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, καὶ ὡς ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμματεῖς αὐτῶν· οὐ γὰρ ἦν ὁ λόγος αὐτῷ τῆς τοῦ νόμου σκιᾶς, ἀλλ᾽ ὡς αὐτὸς ὢν ὁ νομοθέτης, μετετίθη τὸ γράμμα πρὸς ἀλήθειαν, καὶ τοὺς τύπους εἰς ἐμφάνειαν τὴν πνευματικήν· ἄρχων γὰρ ἦν, καὶ τοῦ προστάττειν ταύτην ἔχων τὴν ἐξουσίαν. <Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, κ.τ.λ.> (A f. 80 b, H f. 247) Καὶ μετ᾽ ἐξουσίας τῆς θεοπρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα πνεύμασιν. Ἵνα γοῦν μὴ ἀπιστῶμεν, γείτονα τοῖς λόγοις ἐποιεῖτο τὴν θεοσημείαν.—Εἴδομεν ἐν τῇ ἐρήμῳ νενικημένον παρ᾽ αὐτοῦ τὸν ἀλιτήριον Σατανᾶν, καὶ τρισὶ καταῤῥαγέντα πτώμασιν· εἴδομεν αὐτοῦ πάλιν κατασειομένην τὴν δύναμιν, καὶ πίπτουσαν τὴν καθ᾽ ἡμῶν ἐξουσίαν· εἴδομεν ἑαυτοὺς ὡς ἐν ἀπαρχῇ τῷ Χριστῷ τοῖς πονηροῖς ἐπιπλήττοντας πνεύμασιν. Ὡς γὰρ καὶ τοῦτο πρὸς καύχημα βλέπει τῆς ἀνθρωπείας φύσεως, ἐξ αὐτῶν μαθήσῃ τῶν τοῦ Σωτῆρος ῥημάτων· κατεψεύδοντο μὲν γὰρ Ἰουδαῖοι τῆς δόξης αὐτοῦ, καὶ δὴ καὶ ἔφασκον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.»

Εἶτα πρὸς αὐτοὺς πλεῖστά τε ὅσα καὶ ἀναγκαῖα προειρηκὼς, ὕστερον ἔφη· «Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Εἰ γὰρ ἄνθρωπος γεγονὼς καθ᾽ ὑμᾶς, φησὶ, ἐν ἐξουσίᾳ καὶ βασιλείᾳ τῇ θεοπρεπεῖ τοῖς ἀκαθάρτοις ἐπιπλήττω πνεύμασιν, ἡ ὑμετέρα φύσις ἐστὶ τῇ τοιᾷδε δόξῃ στεφανουμένη· ὑμεῖς γὰρ ὁρᾶσθε δι᾽ ἐμοῦ τε καὶ ἐν ἐμοὶ τὴν τοῦ Θεοῦ βασιλείαν καταπλουτήσαντες. (B f. 53) Ἠλαύνοντο τοίνυν τὰ πονηρὰ δαιμόνια, καὶ δὴ καὶ πρὸς αἴσθησιν ἐνηνεγμένα τῆς ἀνικήτου δυνάμεως αὐτοῦ, καὶ μὴ φέροντες τὰς προσβολὰς τῆς θεότητος, τυραννικὸν καὶ πανοῦργον ἀνεφθέγγοντο· «Ἔα, λέγοντα· τί ἡμῖν καὶ σοί;» τουτέστι· Τί οὐκ ἐᾷς ἡμᾶς χώραν ἔχειν, περιαιρῶν τῆς ἀσεβείας τὴν πλάνην; Εἶτα εὐφημεῖν ὑποκρίνονται, καὶ ἅγιον τοῦ Θεοῦ καλοῦσιν αὐτόν· ᾠήθησαν γὰρ ὅτι διὰ τῆς τοιαύτης εὐφημίας, κενῆς δόξης ἀποτελοῦσιν αὐτὸν ἐραστὴν, καὶ ἀποσχέσθαι παρασκευάζουσι τοῦ ἐπιπλήττειν αὐτοῖς, οἷον ἀντὶ χάριτος διδόντα χάριν· ἀλλ᾽ οὐκ ἐπιτεύξεται δόλιος θήρας. Θεὸς γὰρ οὐ μυκτηρίζεται, ἀποφράττει δὲ αὐτῶν τὰς ἀκαθάρτους γλώσσας ὁ Κύριος. Εἶτα προστάττει τῶν ἐχόντων ἀποφοιτᾷν.

Οἱ δὲ τῶν οὕτω μεγάλων θεωροὶ γεγονότες, καταπλήττονται τοῦ λόγου τὴν ἐξουσίαν· οὐ γὰρ εὐχὴν ἀνατείνων, ἢ γοῦν παρ᾽ ἑτέρου τὸ δύνασθαι κατορθοῦν αἰτήσας πώποτε, τὰς θεοσημείας ἐπλήρου, ἀλλ᾽ αὐτὸς ὢν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ζῶν τε καὶ ἐνεργὴς, καὶ δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, ἐκεῖνος ἦν ὁ συντρίβων τὸν Σατανᾶν, καὶ τῶν ἀκαθάρτων δαιμόνων ἀποφράττων τὸ βέβηλον στόμα. <Εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος.> (A f. 81, B f. 53 b, C f. 114 b, D f. 17, H f. 249) Θέασαι τοίνυν, πῶς κατέλυσε παρ᾽ ἑνὶ τῶν μαθητῶν, ἀνθρώπῳ πένητι καὶ ἀσήμῳ κατὰ τὸν βίον, ὁ τὴν ἑκούσιον δι᾽ ἡμᾶς ὑπομείνας πτωχείαν, ἵν᾽ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ μάθωμεν τοῖς ταπεινοῖς συναπάγεσθαι, καὶ μὴ κατεπαίρεσθαι τῶν ἐν ἐνδείᾳ καὶ θλίψει.—Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ Ἰησοῦς, καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ πενθεράν· καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν.

Μήποτε οὖν ἐν μὲν τῷ, «Ἀφῆκεν αὐτὴν ὁ πυρετὸς,» εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου, οὐδενὸς περὶ ζώου ἐμφαίνηται τοῦτον πυρετὸν ἐνεργοῦντος· ἐν δὲ τῷ, «Ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτὴν,» εἰρημένῳ ὑπὸ Λουκᾶ, οὐκ οἶδα εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώμενον ζῶον εἰπεῖν μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας, ἐπιτιμᾶσθαι οὐκ εὔλογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακωτικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάντως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης. Οὐδὲ γὰρ ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ, λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν εἰς τὸ διὰ τοῦ σώματος πειράσαι αὐτὸν, περὶ τοῦτο κατηγορητέος ὁ Ἰὼβ, ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σωματικοὺς πειραζόμεθα πόνους, τὸ, Ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ ἅψητε· ὡς καὶ ὁ Κύριος ἐπιτιμῶν ἰᾶται τοὺς ἔχοντας.

Ἐπιτίθησι δὲ καὶ τὰς χεῖρας ἑνὶ ἑκάστῳ τῶν νοσούντων, καὶ ἀπήλλαττεν αὐτοὺς τοῦ νοσήματος, δεικνὺς ὅτι τῆς τοῦ Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν ἰδίαν ἐποιήσατο, θεοπρεπῆ δύναμιν ἐμφυτεύσας αὐτῇ.—(A f. 81 b, B f. 53 b, H f. 249 b) ἵνα μάθωμεν ὡς καίτοι καθ᾽ ἡμᾶς γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττόν ἐστι καὶ οὕτω Θεὸς, πάντα πληρῶν εὐκόλως καὶ διὰ τῆς οἰκείας σαρκός· εἰργάζετο γὰρ καὶ δι᾽ αὐτῆς τὰ παράδοξα· καὶ μὴ σφόδρα θαυμάσῃς, διαλογίζου δὲ μᾶλλον ὡς καὶ ἐν σκεύει χαλκῷ γεγονὸς τὸ πῦρ, τῆς ἰδίας αὐτῷ θερμότητος ἐντίθησι τὴν ἐνέργειαν. Οὕτω τοίνυν καὶ ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος, ἑνώσας ἑαυτῷ κατὰ ἀλήθειαν ἔμψυχόν τε καὶ ἔννουν τὸν ἐκ τῆς ἁγίας Παρθένου ναὸν, τῆς ἰδίας αὐτῷ καὶ θεοπρεποῦς ἰσχύος ἐνεφύτευσε τὴν ἐνέργειαν· καὶ γοῦν Ἰουδαίους ἐκδυσωπῶν· «Εἰ οὐ ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἔστι τοίνυν ἰδεῖν μαρτυρούσης ἀληθείας αὐτῆς, ὡς οὐχ ὡς ἀνθρώπῳ παρ᾽ ἑαυτὸν ἀνὰ μέρος ὄντι καὶ νοουμένῳ τῷ ἐκ γυναικὸς, τὴν ἰδίαν ἔδωκε δόξαν ὁ Μονογενὴς, ἀλλ᾽ ὡς εἷς ὑπάρχων Υἱὸς, μετὰ τοῦ ἑνωθέντος αὐτῷ ἁγίου σώματος, εἰργάζετο τὰς θεοσημείας· προσκυνεῖται δὲ καὶ παρὰ τῆς κτίσεως ὡς Θεός.

Καὶ γοῦν εἰσῆλθε μὲν εἰς τὴν οἰκίαν Πέτρου, ἐπειδὴ γύναιον ἐπὶ κλίνης ἔῤῥιπτο, λάβρῳ πυρετῷ δαπανώμενον· καίτοι δυνάμενος εἰπεῖν ὡς Θεός· Ἀπόθου τὴν νόσον, ἀνάστηθι, τοῦτο μὲν οὐ πεποίηκεν· ἐνεργὸν δὲ πρὸς θεραπείαν ἀποφαίνων τὴν ἑαυτοῦ σάρκα, Θεοῦ γὰρ ἦν σὰρξ, ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ παραχρῆμα, φησὶ ἡ Γραφὴ, ἀφῆκεν αὐτὴν ὁ πυρετός.—Ἀλλ᾽ ὑποδεξώμεθα καὶ ἡμεῖς τὸν Ἰησοῦν· ὅταν γὰρ εἰσβάλῃ καὶ ἐν ἡμῖν, καὶ ἔχωμεν αὐτὸν εἰς νοῦν καὶ καρδίαν, τότε τῶν ἐκτόπων ἡδονῶν τὴν πύρωσιν ἀποσβέσει, ἐγερεῖ δὲ καὶ εὐρώστους ἀποφανεῖ, πνευματικῶς δηλονότι, ὥστε καὶ ὑπηρετεῖν αὐτῷ, τουτέστι τὰ δοκοῦντα αὐτῷ πληροῦν. (A f. 81 b, C f. 114 b, H f. 251) Ἄθρει δέ μοι πάλιν ὅσην ἔχει τὴν ὠφέλειαν τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐπαφή· ἐλαύνει γὰρ καὶ ποικίλας νόσους, καὶ δαιμονίων ὄχλον, καὶ τὴν τοῦ διαβόλου δύναμιν καταστρέφει, καὶ τοσοῦτον δῆμον θεραπεύει ἐν μιᾷ καιροῦ ῥοπῇ. Καίτοι γὰρ λόγῳ καὶ νεύματι πληροῦν δυνάμενος τὰς τερατουργίας, ἵνα τι τῶν ἀναγκαίων διδάξῃ, καὶ τὰς χεῖρας ἐπιφέρει τοῖς οὖσιν ἐν ἀῤῥωστίαις. Ἔδει γὰρ, ἔδει μαθεῖν ἡμᾶς, ὅτι τῆς τοῦ Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν αὐτὸς ἰδίαν ἐποιήσατο, θεοπρεπῆ τὴν δύναμιν ἐμφυτεύσας αὐτῇ.

Οὐκοῦν ἁπτέσθω καὶ ἡμῶν, μᾶλλον δὲ ἡμεῖς αὐτοῦ διὰ τῆς μυστικῆς εὐλογίας, ἵνα καὶ ἡμᾶς ἐλευθερώσῃ ψυχικῶν ἀῤῥωστημάτων, καὶ τῆς τῶν δαιμονίων ἐφόδου καὶ πλεονεξίας. <Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν.> (A f. 81 b, H f. 251) Οὐκ ἠφίει τοὺς ἀκαθάρτους δαίμονας ὁμολογεῖν αὐτόν· οὐ γὰρ ἔδει τῆς ἀποστολικῆς λειτουργίας τὴν δόξαν ἁρπάζειν αὐτοὺς, ἀλλ᾽ οὔτε ἔδει ἐξ ἀκαθάρτου γλώττης λαλεῖσθαι τοῦ Χριστοῦ μυστήριον· ὥστε κἂν λέγωσί τι τῶν ἀληθῶν, πιστευέτω μηδείς· οὐ γὰρ διὰ σκότους τὸ φῶς γινώσκεται· καὶ τοῦτο διδάξει λέγων ὁ Χριστοῦ μαθητής· «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ;»