Ἐπειδὴ δὲ ἔθος ἦν τοῖς Ἰουδαίοις διαβάλλειν τοὺς προφήτας, ὡς οὐκ ἀπεσταλμένους παρὰ Θεοῦ, ἤρετο Χριστὸς, ὁποίαν περὶ τοῦ Βαπτιστοῦ τὴν δόξαν ἐσχήκασιν. Οἱ δὲ δεδίασι μὲν εἰπεῖν τὸ ἀληθὲς, ἵνα μὴ ἀκούσωσι· Διὰ τί μὴ ἐπιστεύσατε αὐτῷ; Φεύγουσι δὲ τὸ κατηγορεῖν τοῦ Προδρόμου, δεδιότες οὐ Θεὸν, ἀλλὰ τοὺς ὄχλους. Ἐπεὶ δὲ μὴ εἰδέναι ὁπόθεν εἴη τὸ βάπτισμα Ἰωάννου προσεποιοῦντο, καὶ ἐκακούργουν, εἰκότως οὐδὲν αὐτοῖς ἀποκρίνεται. <Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, κ.τ.λ.> (A f. 262, B f. 182, C f. 149, D f. 66) Ὅλην εὑρήσει τις τὴν ἐπί γε τοῖς υἱοῖς Ἰσραὴλ ἱστορίαν ἐν τούτοις, ὡς ἐν βραχέσι συνενηγμένην. Ἀμπελὼν γὰρ, ὁ Ἰσραὴλ, ὡς ὁ Ψαλμῳδός φησιν· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.» Καὶ ὁ Ἡσαΐας· «Ἀμπελὼν ἐγενήθη, φησὶ, τῷ ἠγαπημένῳ.» Τοῦτον τὸν ἀμπελῶνα φυτεύσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ὁ Θεὸς καὶ Πατὴρ (τοῦτον γὰρ ἄνθρωπον νῦν λέγει διὰ τὸ φιλάνθρωπον καὶ τὸ τῆς παραβολῆς ἔθος), ἀπεδήμησε χρόνους ἱκανούς· καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ τῶν ὄντων οὐδενός· πῶς οὖν ἀπεδήμησε; Μετὰ τὸ ὀφθῆναι ἐν εἴδει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄῤῥητον μορφὴν ἐμφανῆ δεῖξαι αὐτοῖς, οὐκέτι τὴν αὐτοῦ παρουσίαν ὀφθαλμοφανῆ δέδωκεν αὐτοῖς, ἀλλ᾽ ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων πραγμάτων, ἔοικέ πως ἀποδημίᾳ μακρᾷ τὸ γεγενημένον.