Δίδωσι σημεῖα σαφῆ τε καὶ ἐναργῆ τῆς συντελείας τοῦ κόσμου. Πόλεμοι γὰρ ἔσονται, φησὶν, καὶ καταστασίαι, καὶ λιμοὶ καὶ φόβητρα ἀπ᾽ οὐρανοῦ. Ὡς γὰρ ἕτερός φησι τῶν εὐαγγελιστῶν, πάντα τὰ ἄστρα πεσεῖται, εἰλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Διὰ μέσου μέντοι τίθησιν ὁ Σωτὴρ τὰ περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, καὶ τὸν λόγον κεράννυσι λέγων· <Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, κ.τ.λ.> (C f. 151, D f. 69 b) Πρὸ γὰρ τῶν τῆς συντελείας καιρῶν, ἥλω μὲν ἡ τῶν Ἰουδαίων χώρα, καταδραμούσης αὐτὴν τῆς Ῥωμαίων στρατιᾶς, ἐμπέπρησται δὲ ὁ ναὸς, κατεσείσθη τὰ παρ᾽ αὐτοῖς βασίλεια, πέπαυται τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Πρὶν δὲ ταῦτα συμβῆναι, ἐδιώχθησαν παρ᾽ αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασι, ἤχθησαν ἐπ᾽ ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας· ἀπεστάλη γοῦν ὁ Παῦλος εἰς Ῥώμην πρὸς Καίσαρα, καὶ Φήστῳ παρέστη καὶ Ἀγρίππᾳ· πλὴν γέγονεν αὐτοῖς εἰς μαρτύριον, τουτέστιν, εἰς μαρτυρίου δόξαν, τὰ ἐπενηνεγμένα. <Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι.> (C f. 151, D f. 69 b) Παρεγγυᾷ, ὅτι Μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι. «Λήψεσθε γὰρ, φησὶ, παρ᾽ ἐμοῦ σοφίαν καὶ γλῶσσαν ἄμαχον καὶ ἀκαταγώνιστον τοῖς ἀντικειμένοις ὑμῖν.»