Καὶ λαβὼν, κατεδήδοκεν ὁρώντων αὐτῶν· τοῦτο γὰρ δι᾽ οὐδὲν ἕτερον ἔπραξεν, ἢ ἵνα δείξῃ σαφῶς ὡς αὐτός ἐστιν ἀναστὰς ἐκ νεκρῶν, ὁ καὶ πρὸ τούτου καὶ παρὰ πάντα τὸν καιρὸν τῆς οἰκονομίας συνεσθίων καὶ συμπίνων αὐτοῖς καὶ συναναστρεφόμενος ἀνθρωπίνως κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἵν᾽ οὖν εἰδεῖεν ὅτι σῶμα μὲν τὸ ἀνθρώπινον, δέοιτο ἂν τῆς τοιᾶσδε τροφῆς, πνεῦμα δὲ οὐκέτι. Τίς οὖν ἀξιῶν πιστὸς εἶναι, καὶ τῶν ἁγίων εὐαγγελιστῶν τὴν μαρτυρίαν ἀναμφιβόλως δεχόμενος, ἔτι πλασμάτων ἀκούσειεν αἱρετικῶν, ἔτι δοκησισόφων ἀνάσχοιτο; Νικᾷ γὰρ ἀνθρωπίνην ἐξέτασιν, καὶ τὴν ἐκ τῶν συνήθων πραγμάτων ἔννοιαν, ἡ τοῦ Χριστοῦ δύναμις. Ἔφαγεν ἰχθύος μέρος, διὰ τὴν ἀνάστασιν· καὶ τὸ τῇ βρώσει ἀκολουθοῦν, οὐκέτι ἐπὶ Χριστοῦ ἠκολούθησεν, ὅπερ ἄπιστος ἄν τις ἐπιζητοίη, εἰδὼς ὅτι τὰ εἰσιόντα εἰς τὸ στόμα, πάντως ἐκχωροῦσι καὶ εἰς ἀφεδρῶνα βάλλονται. Ἀλλ᾽ οὐχ ὅ γε πιστὸς, εἰς ἔννοιαν τοιοῦτόν τι λήψεται, ἀλλὰ δυνάμει Θεοῦ δώσει τὸ πρᾶγμα. <Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφὰς, κ.τ.λ.> (A f. 319 b) Ὅτε τὸν λογισμὸν αὐτῶν, δι᾽ ὧν εἶπε, δι᾽ ὧν ἐψηλαφήθη, δι᾽ ὧν ἔφαγεν, εἰρήνευσε, τότε διήνοιξε τὸν νοῦν τοῦ συνιέναι ὅτι οὕτως ἔδει παθεῖν αὐτὸν, δῆλον δὲ ὅτι διὰ ξύλου σταυροῦ. Ἀποφέρει τοίνυν τοὺς μαθητὰς ὁ Κύριος, εἰς ἀνάμνησιν ὧν ἔφη.