Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η Ανάσταση, οι εμφανίσεις του Κυρίου και η Ανάληψη

Η ανακάλυψη του κενού μνημείου υπό των Μυροφόρων, η εμφάνιση του αναστάντος Χριστού στους μαθητές προς τους Εμμαούς, η βεβαίωση της σωματικής αναστάσεως και η Ανάληψη στους ουρανούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 22 από 22

ΚΕΦΑΛ. ΚΔʹ. <Ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, κ.τ.λ.> (A f. 311) Ἀφίκοντο μὲν αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα· οὐχ εὑροῦσαί γε μὴν τὸ σῶμα τοῦ Χριστοῦ. ἐγήγερτο γὰρ, εἰς πολλὴν πεπτώκασιν ἀπορίαν. Καὶ τί τὸ ἐντεῦθεν; τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα, καὶ τῆς εἰς τοῦτο γενομένης σπουδῆς ἠξιώθησαν ἰδεῖν ἁγίους ἀγγέλους· καὶ δὴ καὶ γεγόνασιν αὐταῖς εὐαγγελισταὶ, καὶ τῆς ἀναστάσεως κήρυκες, «Τί ζητεῖτε, φάσκοντες, τὸν ζῶντα μετὰ τῶν νεκρῶν;

Οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη.» Ζῇ μὲν γὰρ ἀεὶ, καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος· καθεὶς δὲ ἑαυτὸν εἰς κένωσιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ἐγεύσατο θανάτου. Ἀλλ᾽ ἦν τοῦτο τοῦ θανάτου θάνατος. Ἐγήγερται τοίνυν ἐκ νεκρῶν, ὁδὸς τῆς εἰς ἀφθαρσίαν ἀναδρομῆς, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ᾽ ἡμῖν, γενόμενος· καὶ μηδεὶς ζητείτω τὸν ἀεὶ ζῶντα μετὰ νεκρῶν· οὐκ ἔστι γὰρ ὧδε, τουτέστιν ἐν θανάτῳ καὶ μνήματι. Ποῦ δὲ μᾶλλον; Ἐν οὐρανῷ δηλονότι καὶ ἐν δόξῃ θεοπρεπεῖ. Ἵνα δὲ βεβαιοτέραν αὐταῖς τὴν ἐπὶ τούτοις ἐνιδρύσειαν πίστιν, εἰς μνήμην ἀναφέρουσιν, ὡς ἔφη Χριστὸς, ὅτι χρὴ πάντως αὐτὸν εἰς χεῖρας ἁμαρτωλῶν δοθῆναι καὶ παθεῖν, καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ.—(A f. 312) Ἄγγελοι μέν τοι καὶ τοῖς ποιμέσιν ἐν Βηθλεὲμ τὸν τόκον εὐηγγελίζοντο, καὶ νῦν τὴν ἀνάστασιν. Καὶ λελειτούργηκεν οὐρανὸς τοῖς περὶ αὐτοῦ κηρύγμασι, καὶ περιέπουσι τὸν Υἱὸν ὡς Θεὸν, καὶ ὅτε γέγονε σὰρξ, αἱ τῶν ἄνω πνευμάτων στρατιαί. <Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς.> (A f. 312) Μυσταγωγηθεῖσαι διὰ φωνῆς ἀγγέλων αἱ γυναῖκες, ἀπαγγέλλουσι ταῦτα δρόμῳ τοῖς μαθηταῖς.

Ἔδει γὰρ γυναιξὶ τὴν οὕτω λαμπρὰν δοθῆναι χάριν· ἡ γὰρ πάλαι γεγενημένη τοῦ θανάτου διάκονος, ἀπαλλάττεται τῆς αἰτίας, διακονοῦσα φωναῖς ἁγίων ἀγγέλων, καὶ τὸ σεπτὸν τῆς ἀναστάσεως μυστήριον καὶ πρώτη μαθοῦσα καὶ ἀπαγγέλλουσα.

Κεκέρδαγκε [ita cod.] τοίνυν τὸ θῆλυ γένος, καὶ λύσιν ὀνειδισμοῦ καὶ κατάρας ἀνατροπήν. Ὁ γὰρ εἰπὼν πάλαι πρὸς αὐτάς· «Ἐν λύπαις τέξῃ τέκνα,» παῦλαν αὐταῖς δέδωκε τοῦ κακοῦ, συναντήσας αὐταῖς ἐν τῷ κήπῳ, ὥς φησιν ἕτερος εὐαγγελιστὴς, καὶ εἰπών· «Χαίρετε.» Πλὴν τοῖς ἁγίοις ἀποστόλοις ὁ περὶ τῆς ἀναστάσεως λόγος ἔδοξεν εἶναι λῆρός τις. ἁπλῶς καὶ πρᾶγμα κατεψευσμένον, διά τοι τὸ μηδὲ αὐτοὺς εἰδέναι τὴν θεόπνευστον Γραφήν. Ἠπίστησαν γοῦν, καὶ τὸ ἀπαγγελθὲν ἔσκωψαν καὶ διέπτυσαν. (D f. 81 b) Πῶς παρὰ μὲν τῷ Ἰωάννῃ τῆς Μαρίας ἀκούσαντες οἱ μαθηταὶ δρομαῖοι ἐλθόντες ἐπὶ τὸ μνημεῖον ἐπίστευσαν; καὶ τοῦτο αὐτοῖς μαρτυρεῖ ἡ Γραφὴ λέγουσα· «Ὅτε οὖν εἰσῆλθον, ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσε.» Παρὰ δὲ τῷ Λουκᾷ εἴρηται· «Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς (ἦν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα), καὶ ἠπίστουν αὐταῖς. <Ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην.> (D f. 82) Δύο τῶν μαθητῶν βαδίζοντες εἰς κώμην Ἐμμαοῦν λεγομένην, πρὸς ἀλλήλους ὡς οὐ ζῶντα προσδοκῶντες ἔτι τὸν Χριστὸν, ἀλλ᾽ ὡς ἀνῃρημένου ἀνιώμενοι, ὡμίλουν λέγοντες τὰ περὶ αὐτοῦ. »

Ἐν δὲ τῷ ὁμιλεῖν αὐτοὺς, καὶ αὐτὸς ὁ Ἰησοῦς προσελθὼν συνεπορεύετο αὐτοῖς, μὴ γινωσκόμενος ὑπ᾽ αὐτῶν· ἐκρατοῦντο γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Καί φησιν πρὸς αὐτούς· Τί ποτέ ἐστι ὃ διαλέγεσθε πρὸς ἀλλήλους περιπατοῦντες σκυθρωποί; Ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ᾧ ὄνομα Κλεόπας, εἶπε· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ;» καὶ ἑξῆς. Ἔπειτα τὴν φήμην τῆς ἀναστάσεως τὴν διὰ τῶν γυναικῶν, καὶ τὴν διὰ Πέτρου λέγουσι μὲν, οὐ πιστεύουσι δέ. Λέγοντες γάρ· «Καὶ γυναῖκες ἐξέστησαν ἡμᾶς τὸ σῶμα μὴ εὑροῦσαι,» οὐχ ἡγοῦντο πρὸς τὸ λεγόμενον ἀληθεύειν, οὐδὲ εὐαγγελισμὸν ἀληθείας, ἀλλ᾽ ὡς ταραχῆς τινος καὶ ἐκστάσεως αἴτιον ὑπέλαβον εἶναι. Καὶ τὴν τοῦ Πέτρου μαρτυρίαν τὰ ὀθόνια μόνον ἐπὶ τοῦ μνήματος ἑωρακότος, οὐ πιστὴν εἶναι περὶ τὴν ἀνάστασιν ἐνόμιζον, ὅτι μὴ αὐτὸν εἶδον, ἔλεγεν, ἀλλ᾽ ἐκ τοῦ μὴ κεῖσθαι τὸ ἀνεστηκέναι αὐτὸν ἐτεκμαίρετο. Ἰστέον δὲ ὅτι οὗτοι τῶν ἑβδομήκοντα ὑπῆρχον, καὶ ὁ μετὰ Κλέοπα ὁ Σίμων ἦν, οὐχ ὁ Πέτρος οὐδὲ ὁ ἀπὸ Κανᾶ, ἀλλ᾽ ἕτερος τῶν ἑβδομήκοντα. <Ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, κ.τ.

λ.> (B f. 222) Ἀναγκαίαν ἐν τούτοις δείκνυσιν ὁ Κύριος τὴν τοῦ νόμου πρόοδον, καὶ τὴν τῶν προφητῶν λειτουργίαν, πίστιν ἐπὶ τῷ παραδόξῳ πράγματι προεισαγόντων, ἵν᾽ ἐπιστάσης τῆς ἀναστάσεως οἱ θορυβούμενοι τῷ μεγέθει τοῦ πράγματος ἀναμνησθῶσι τῆς πάλαι προῤῥήσεως, καὶ εἰς τὸ πιστεύειν ἐπιστρέφοιντο. Διὸ παράγει μάρτυρα Μωϋσέα καὶ τοὺς προφήτας, τὸ ἐπικεκρυμμένον ἑρμηνεύων, καὶ τὰ τοῖς ἀναξίοις ἀσαφῆ σαφηνίζων τοῖς ἀξίοις, ἀρχαίαν τε καὶ πάτριον τὴν πίστιν αὐτοῖς ἐντιθεὶς ἐξ ὧν κατεῖχον Γραμμάτων ἱερῶν. Οὐδὲν γὰρ τῶν παρὰ Θεοῦ μάταιον, ἀλλὰ τάξις ἁπάντων καὶ χρεία τῶν καθέκαστον· ἐν τάξει προαπεστέλλοντο δοῦλοι, καὶ προῳκονόμουν τῇ τοῦ Δεσπότου παρουσίᾳ, ἀναγκαίαν τὴν προφητείαν εἰς τὴν πίστιν ἀνθρώποις προεισάγοντες· ἵν᾽ ὥσπερ θησαυρὸς βασιλέως ἐν καιρῷ προβληθείη τὰ προειρημένα ἐξ ἀποκρύφου τῆς πρότερον ἀσαφείας, εἰς τοὐμφανὲς διὰ τῆς σαφηνείας, ἀποκαλυπτόμενα.

Οὕτω δὴ προϋποκινήσας αὐτοὺς διὰ τῶν νομικῶν καὶ προφητικῶν Γραμμάτων, μετὰ ταῦτα ἐμφανέστερον ἤδη καθίστησιν ἑαυτὸν, ἀξιώσασιν οὖν ἐλθεῖν εἰς τὴν κώμην, ὅτε λαβὼν τὸν ἄρτον εὐλογήσας, καὶ κλάσας ἐπεδίδου· «Ἐκρατοῦντο γὰρ, φησὶν, οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ γνῶναι αὐτὸν,» ἕως οὗ δηλονότι ὁ λόγος εἰσέλθῃ κινῶν τὴν καρδίαν εἰς τὴν πίστιν, ἔπειτα οὕτω καιρίαν τὴν ὄψιν ἐπὶ τῇ ἀκοῇ παραστήσῃ, τὸ προακουσθὲν καὶ πιστωθὲν ἐμφανὲς καθιστάς. Οὐ μὲν συμπαραμένει γε αὐτοῖς· «Καὶ αὐτὸς γὰρ, φησὶν, ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.» Οὐκ ἔστι γὰρ μετὰ τὴν ἀνάστασιν τὰ τοῦ Κυρίου τοιαῦτα πρὸς τοὺς ἀνθρώπους οἷα τὰ πρότερον, ὅτι καὶ αὐτοῖς ἀνακαινώσεως ἔδει, καὶ δευτέρας ζωῆς τῆς κατὰ Χριστὸν, ἵνα καινοὶ καινῷ συνῶσιν, καὶ ἄφθαρτοι πλησιάζωσιν ἀφθάρτῳ. Διὸ καὶ τὴν Μαρίαν ἐκώλυσεν ἐφάψασθαι αὐτοῦ, καθά φησιν Ἰωάννης, ἕως ἂν ἀπελθὼν ἀφίκηται. <Ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, κ.τ.λ.> (D f. 83) Ἀναστάντες, φησὶν, οἱ περὶ Κλεόπαν αὐτῇ τῇ ὥρᾳ, τουτέστιν, ἐν ᾗ ἄφαντος ἀπ᾽ αὐτῶν ἐγένετο ὁ Ἰησοῦς, ἐπέστρεψαν εἰς Ἱερουσαλήμ.

Οὐκ ἐν αὐτῇ δὲ τῇ ὥρᾳ, φησὶν, εὗρον τοὺς ἕνδεκα συνηθροισμένους, καὶ ἀπήγγειλαν τὰ κατὰ τὸν Ἰησοῦν, ἀλλὰ τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς αὐτοῦ ἀναστάσεως, ὅτε καὶ ἀνελήφθη. Τὰ τοίνυν ἐν ταῖς μεταξὺ τῶν ἡμερῶν τούτων γενόμενα, παρῆκεν ὁ οὗτος ἄπερ οἱ περὶ Κλεόπαν διηγουμένους εὗρον τοὺς ἕνδεκα καταμόνας λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος καὶ ὤφθη Σίμωνι· περὶ οὗ οὐκ ἐμνήσθη ποῦ ἢ πότε ἢ πῶς ὤφθη. Ἐν ταύταις οὖν ταῖς ἡμέραις καὶ τὰ κατὰ τὴν Γαλιλαίαν πέπρακται, περὶ ὧν ἐμνήσθη ὁ Ματθαῖος. <Αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν.> (A f. 317, D f. 83 b) Νῦν δὲ τῆς ἀκολουθίας ἐχόμενοι, φαμὲν, ὅτι ἤδη πολλαχόθεν τοῦ λόγου τῆς ἀναστάσεως περιθέοντος τοὺς ἀποστόλους, καὶ τοῦ πόθου πρὸς τὴν ὄψιν ἐγηγερμένου, ποθούμενος ἔρχεται, καὶ ζητοῦσι καὶ προσδοκῶσιν ἐμφανίζεται καὶ ἀποκαλύπτεται· πλὴν οὐκέτι κρατουμένοις ὀφθαλμοῖς ἐπιφαίνεται, οὐκέτι ὡς περὶ ἑτέρου διαλέγεται, ἀλλ᾽ ἐμφανῆ ἑαυτὸν δίδωσι καὶ θαῤῥεῖν παρακελεύεται.

Οἱ δὲ καὶ οὕτως εἰσὶν ἀμφίβολοι καὶ δεδίασιν· ᾤοντο γὰρ οὐκ αὐτὸν βλέπειν, φάσμα δέ τι καὶ σκιάν. Εἶτα, καὶ τὸν ἐκ τῶν τοιούτων λογισμῶν κατευνάζει θόρυβον, τὸ ἐντριβὲς αὐτοῖς καὶ οὐκ ἄηθες ἐπιφθεγξάμενος ῥῆμα. Ἔφη γάρ· «Εἰρήνη ὑμῖν.» <Εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστὲ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;> (A f. 317 b, C f. 159, D f. 83 b) Ἵνα βεβαίως καὶ ἐνδοιασμοῦ δίχα πιστεύσειαν αὐτὸν ἐκεῖνον ὄντα τὸν πεπονθότα, διαδείκνυσιν εὐθὺς, ὅτι Θεὸς ὢν φύσει, γινώσκει τὸ κεκρυμμένον, καὶ τὸν ἐν αὐτοῖς τῶν ἐννοιῶν οὐκ ἠγνόησε θόρυβον. Ἔφη γάρ· «Τί τεταραγμένοι ἐστέ;» Ἀπόδειξις αὕτη καὶ μάλα σαφὴς τοῦ μὴ ἕτερον εἶναί τινα τὸν ὁρώμενον, ἀλλ᾽ ἐκεῖνον αὐτὸν, ὃν καὶ τεθέανται τὸν ἐπὶ ξύλου παθόντα θάνατον καὶ τεθειμένον ἐν μνημείῳ, ὃς καὶ νεφροὺς ὁρᾷ καὶ καρδίαν, καὶ οὐκ ἂν αὐτὸν λάθοι τῶν ἐν ἡμῖν οὐδέν. Σημεῖον οὖν ἄρα ποιεῖται τὸ χρῆμα, τὸ εἰδέναι φημὶ τὸν τῶν ἐν αὐτοῖς ἐννοιῶν θόρυβον. Πιστούμενος δὲ καὶ ἑτέρως, ὅτι καὶ νενίκηται θάνατος, καὶ ἀπεδύσατο τὴν φθορὰν ἡ ἀνθρώπου φύσις ὡς ἐν αὐτῷ καὶ πρώτῳ, δείκνυσι τὰς χεῖράς τε καὶ τοὺς πόδας, καὶ τὰς διατρήσεις τῶν ἥλων, καὶ ψηλαφᾷν ἐπιτρέπει καὶ πληροφορεῖσθαι διὰ τρόπου παντὸς, ὅτι τὸ πεπονθὸς, ὡς ἔφην, ἐγήγερται σῶμα. Οὐκοῦν συκοφαντείτω μηδεὶς τὴν ἀνάστασιν.

Κἂν ἀκούσῃς τοῦ ἱεροῦ Γράμματος λέγοντος περὶ τοῦ ἀνθρωπίνου σώματος· «Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικὸν,» μὴ ἀνέλῃς τῶν ἀνθρωπίνων σωμάτων τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν. Ὥσπερ γὰρ ψυχικόν ἐστι τὸ ταῖς ψυχικαῖς ἤγουν σαρκικαῖς ἐπιθυμίαις ἀκολουθοῦν καὶ ὑπεζευγμένον, οὕτω καὶ πνευματικὸν τὸ τοῖς τοῦ ἁγίου Πνεύματος θελήμασιν ὑποκείμενον. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οὐκ ἔστιν ἔτι φιλοσαρκίας καιρὸς, ἀλλ᾽ ἀπρακτήσει παντελῶς τῆς ἁμαρτίας τὸ κέντρον. Αὐτὸ μέν τοι τὸ κατενεχθὲν εἰς τὴν γῆν, τὴν ἀφθαρσίαν ἐνδύσεται. (A f. 318, B f. 224, G f. 117 b) Ἵνα τοίνυν αὐτὸ τοῦτο εἰδεῖεν σαφῶς οἱ μαθηταὶ, ὅτι αὐτὸς ἐκεῖνός ἐστιν ὁ παθὼν καὶ ταφεὶς καὶ ἀναστὰς, δείκνυσιν, ὡς ἔφην, πόδας τε καὶ χεῖρας. Καὶ ὅτι μὴ καθάπερ ᾤοντο πνεῦμα μᾶλλόν ἐστιν, ἀλλὰ σῶμα κατὰ τὸ ἀληθὲς, πληροφορεῖσθαι προστάττει λέγων· «Καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.» Σκιὰ γὰρ καὶ πνεῦμα καὶ δόκησις ἁπλῶς, οὐκ ἂν ὑπομείνῃ τὴν χειρὸς ἀφήν.— (A f. 319, B f. 224, G f. 117 b) Ἀλλ᾽ ὅπερ ἐλέγομεν, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας τοῖς μαθηταῖς ὁ Κύριος, ἐπληροφόρησεν αὐτοὺς, ὅτι τὸ παθὸν ἀνέστη σῶμα· ἵνα δὲ πρὸς τούτοις καὶ ἔτι μειζόνως ἱδρυμένην αὐτοῖς ἐργάσηται τὴν ἐπὶ τούτῳ πίστιν, ᾔτησέ τι τῶν ἐδωδίμων· ὀπτοῦ δὲ ἰχθύος μέρος ἦν.

Καὶ λαβὼν, κατεδήδοκεν ὁρώντων αὐτῶν· τοῦτο γὰρ δι᾽ οὐδὲν ἕτερον ἔπραξεν, ἢ ἵνα δείξῃ σαφῶς ὡς αὐτός ἐστιν ἀναστὰς ἐκ νεκρῶν, ὁ καὶ πρὸ τούτου καὶ παρὰ πάντα τὸν καιρὸν τῆς οἰκονομίας συνεσθίων καὶ συμπίνων αὐτοῖς καὶ συναναστρεφόμενος ἀνθρωπίνως κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἵν᾽ οὖν εἰδεῖεν ὅτι σῶμα μὲν τὸ ἀνθρώπινον, δέοιτο ἂν τῆς τοιᾶσδε τροφῆς, πνεῦμα δὲ οὐκέτι. Τίς οὖν ἀξιῶν πιστὸς εἶναι, καὶ τῶν ἁγίων εὐαγγελιστῶν τὴν μαρτυρίαν ἀναμφιβόλως δεχόμενος, ἔτι πλασμάτων ἀκούσειεν αἱρετικῶν, ἔτι δοκησισόφων ἀνάσχοιτο; Νικᾷ γὰρ ἀνθρωπίνην ἐξέτασιν, καὶ τὴν ἐκ τῶν συνήθων πραγμάτων ἔννοιαν, ἡ τοῦ Χριστοῦ δύναμις. Ἔφαγεν ἰχθύος μέρος, διὰ τὴν ἀνάστασιν· καὶ τὸ τῇ βρώσει ἀκολουθοῦν, οὐκέτι ἐπὶ Χριστοῦ ἠκολούθησεν, ὅπερ ἄπιστος ἄν τις ἐπιζητοίη, εἰδὼς ὅτι τὰ εἰσιόντα εἰς τὸ στόμα, πάντως ἐκχωροῦσι καὶ εἰς ἀφεδρῶνα βάλλονται. Ἀλλ᾽ οὐχ ὅ γε πιστὸς, εἰς ἔννοιαν τοιοῦτόν τι λήψεται, ἀλλὰ δυνάμει Θεοῦ δώσει τὸ πρᾶγμα. <Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφὰς, κ.τ.λ.> (A f. 319 b) Ὅτε τὸν λογισμὸν αὐτῶν, δι᾽ ὧν εἶπε, δι᾽ ὧν ἐψηλαφήθη, δι᾽ ὧν ἔφαγεν, εἰρήνευσε, τότε διήνοιξε τὸν νοῦν τοῦ συνιέναι ὅτι οὕτως ἔδει παθεῖν αὐτὸν, δῆλον δὲ ὅτι διὰ ξύλου σταυροῦ. Ἀποφέρει τοίνυν τοὺς μαθητὰς ὁ Κύριος, εἰς ἀνάμνησιν ὧν ἔφη.

Προαπήγγειλε γὰρ αὐτοῖς τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καθ᾽ ἃ φθάσαντες ἔφασαν οἱ προφῆται. Ἀνοίγνυσι δὲ καὶ τοὺς τῆς καρδίας αὐτῶν ὀφθαλμοὺς, ὥστε συνιέναι τὰ πάλαι προειρημένα.—(A f. 320) Πνεύματος ἁγίου κάθοδον, ὃ διὰ Ἰωὴλ ὁ Θεὸς προεπηγγείλατο, τοῖς μαθηταῖς ὁ Σωτὴρ ἐπαγγέλλεται καὶ τὴν ἐξ ὕψους δύναμιν, ἵν᾽ εἶεν εὐσθενεῖς καὶ ἀκαταγώνιστοι, καὶ δίχα παντὸς δέους διακηρύξειαν τοῖς ἁπανταχοῦ τὸ θεῖον μυστήριον.—(D f. 83) Λαβοῦσι Πνεῦμα, λέγει· «Λάβετε Πνεῦμα ἅγιον,» μετὰ τὴν ἀνάστασιν· καί φησιν· «Ὑμεῖς δὲ καθίσατε εἰς Ἱεροσόλυμα, καὶ παραμείνατε τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ·» οὐκέτι ὕδατι, ἔλαβον γὰρ, ἀλλὰ Πνεύματι ἁγίῳ· οὐκ ἐπεισάγει ὕδωρ τῷ ὕδατι, ἀλλὰ ἀναπληροῖ τὸ λεῖπον τῷ λειπομένῳ.—(B f. 226, C f. 159 b, G f. 119 b) Εὐλογήσας αὐτοὺς καὶ βραχὺ προελθὼν, ἀνεφέρετο εἰς τὸν οὐρανὸν, ἵνα σύνεδρος ᾖ τῷ Πατρὶ καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός. Καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν ἐν ἀνθρωπείᾳ μορφῇ γεγονὼς ὁ Λόγος. Ἥξει δὲ πάλιν κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, μετὰ τῶν ἀγγέλων, καὶ παραλήψεται ἡμᾶς μεθ᾽ ἑαυτοῦ. Δοξολογήσωμεν τοίνυν αὐτὸν τὸν ἐνανθρωπήσαντα δι᾽ ἡμᾶς Θεὸν Λόγον, τὸν ἑκουσίως παθόντα σαρκὶ, καὶ ἀναστάντα ἐκ νεκρῶν, καὶ λύσαντα τὴν φθοράν.

Τὸν ἀναληφθέντα, καὶ μετὰ τοῦτο ἥξοντα μετὰ δόξης πολλῆς ἐπὶ τὸ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ καὶ Θεῷ ἡ δόξα καὶ τὸ κράτος σὺν Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.