Προσέρχεται μὲν, ὡς ἀνθρώπῳ κοινῷ, καὶ ὡς ἑνὶ τῶν ἁγίων· πλὴν ὕποπτος ἦν, μὴ ἄρα πως αὐτὸς εἴη ὁ Χριστός· πῶς οὖν ἠθέλησε τοῦτο μαθεῖν; Ἐνενόησεν ὡς θεοπρεποῦς ἰσχύος ἀποτέλεσμα καὶ ἔργον ἐστὶ, τὸ μεταστῆσαι φύσιν εἰς ὅπερ οὐκ ἦν· Θεὸς γάρ ἐστιν ὁ ποιῶν ταῦτα καὶ μετασκευάζων. Οὐκοῦν ἂν τοῦτο, φησὶ, γένηται, αὐτός που πάντως ἐκεῖνός ἐστιν, ὁ κατὰ τῆς ἐμῆς δυναστείας ἥξειν προσδοκώμενος· ἐὰν δὲ μὴ μεταβάλῃ, πρὸς ἄνθρωπον ἔχω, καὶ ἀποβέβληκα τὸν φόβον, καὶ τῶν κινδύνων ἀπήλλαγμαι. Διὰ τοῦτο Χριστὸς, ἅτε δὴ εἰδὼς τοῦ θηρίου τὴν σκέπην, οὔτε μεταβέβληκεν, οὔτε μὴν ἔφη μὴ δύνασθαι τοῦτο δρᾷν, ἤγουν μὴ ἐθέλειν· ἀποσείεται δὲ μᾶλλον ὡς ὀχληρὸν καὶ περιττὸν λέγων· «Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,» τουτέστιν, ἐὰν ὁ Θεὸς δύναμιν δῷ τῷ ἀνθρώπῳ, δύναται μὴ φαγεῖν, καὶ ζῇν ὡς Μωϋσῆς καὶ Ἠλίας, οἳ ῥήματι Θεοῦ ἔζησαν ἄσιτοι τεσσαράκοντα ἡμέρας. Εἰ οὖν δυνατὸν δίχα ἄρτου ζῇν, ἵνα τί ποιῶ τὸν λίθον ἄρτον; Οὔτε οὖν λέγει, Οὐ δύναμαι, ἵνα μὴ ἀρνήσῃ τε τὴν ἑαυτοῦ δύναμιν· οὔτε, ὅτι Δύναμαι, ἵνα μὴ γνοὺς ἐκεῖνος ὅτι Θεός ἐστιν, ᾧ μόνῳ τὰ τοιαῦτα δυνατὰ, ἀποστῇ ἀπ᾽ αὐτοῦ.—(A f. 74, H f. 225) Καί μοι ὅρα τὴν ἀνθρώπου φύσιν ἐν Χριστῷ, τὰ τῆς ἐν Ἀδὰμ ἀκρασίας ἀποβάλλουσαν αἰτιάματα.