Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η θεραπεία του υδρωπικού, το Μέγα Δείπνο και το κόστος της μαθητείας

Η ίαση κατά την ημέρα του Σαββάτου, οι οδηγίες περί ταπεινοφροσύνης, η παραβολή του μεγάλου δείπνου και η κλήση των εθνών, καθώς και η απαραίτητη αυταπάρνηση για την ακολουθία του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 12 από 22

ΚΕΦΑΛ. ΙΔʹ. <Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν; (A f. 200) Ἤρετο τοὺς νομικοὺς καὶ τοὺς Φαρισαίους ὁ Κύριος, πότερόν ποτε ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν, ἢ οὔ; οἱ δὲ, φησὶν, ἐσίγησαν. Ἀνθ᾽ ὅτου σεσίγηκας, ὦ νομικέ; Εἰπέ τι τῶν γεγραμμένων· ἐπίδειξον τὸν διὰ Μωϋσέως νόμον διαβεβληκότα ποτὲ τὸ εὖ ποιεῖν ἐν Σαββάτῳ, εἰ σκληροὺς ἡμᾶς καὶ ἀφιλοικτείρμονας εἶναι βούλεται διὰ τὴν τῶν Σαββάτων ἀργίαν. Ἀλλ᾽ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι τοῦτό ποθεν.

Ἐπειδὴ δὲ δυστρόπως σεσιγήκασι, παραλύει Χριστὸς τὴν ἄθραυστον αὐτῶν ἀναισχυντίαν, λογισμοῖς ἀναγκαίοις εἰς τοῦτο χρώμενος. Εἰ κεκώλυκε, φησὶν, ὁ νόμος ἐλεεῖν ἐν Σαββάτῳ, πῶς ἐποικτείρεις αὐτὸς ὄνον [cod.> TÒN] EI)S FRÉAR KATAPEσόντα;

Μὴ φροντίσῃς υἱοῦ κινδυνεύοντος ἐν Σαββάτῳ; Ἐπιτίμησον τῷ τῆς διαθέσεως κέντρῳ, εἴπερ οἶσθα σκληρὸν ὄντα τὸν νομοθέτην καὶ ἀφιλο[ι]κτείρμονα· μηδὲ νέμε χεῖρα τῷ κάμνοντι, προτιθεὶς αὐτοῦ τὴν εἰς τὸν νόμον αἰδὼ, μᾶλλον δὲ τὴν ἀργίαν τὴν ἀλογωτάτην, εἰ μή σοι δοκεῖ πνευματικὸν εἰδέναι Σαββατισμόν. Οὐ καταλήγει τοῦ εἶναι χρηστὸς ὁ τῶν ὅλων Θεὸς, ἀγαθός ἐστι καὶ φιλάνθρωπος· οὐκ ἀπανθρωπίας τὸν Μωϋσέως νόμον ἐτίθει διδάσκαλον, ἀγάπης δὲ μᾶλλον τῆς εἰς τὸν πέλας εἰσηγητήν.

Εἶτα, πῶς ἦν εἰκὸς τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον ἐντολὴν ἀτονεῖν ἐν Σαββάτῳ, κατὰ βούλησιν Θεοῦ; Τί οὖν σεσίγηκας, νομικέ; Ἠπόρησας ὁμολογουμένως. Μακρὰ τοιγαροῦν χαίρειν εἰπὼν ταῖς βασκανίαις τῶν Ἰουδαίων, ἀπαλλάττει τοῦ νοσεῖν τὸν ὑδέρῳ κεκρατημένον· ὃς δεδιὼς τοὺς Φαρισαίους, οὐ προσῆλθεν αἰτῶν θεραπευθῆναι διὰ τὸ Σάββατον, ἀλλὰ μόνον ἔστη ἐνώπιον αὐτοῦ, ἵνα ἐκ τῆς θέας ἐλεήσας αὐτὸν, θεραπεύσῃ. Ὅνπερ εἰδὼς ὁ Κύριος, ὡς ἐμβατεύων αὐτοῦ τὴν ψυχὴν ὡς Θεὸς, οὐκ ἐρωτᾷ αὐτὸν εἰ θέλει ὑγιὴς γενέσθαι, ἀλλ᾽ εὐθέως ἐθεράπευσεν αὐτόν· ᾔδει γὰρ ὅτι ἤθελε· καὶ γὰρ ἵνα τύχῃ τῆς θεραπείας, ἵστατο ἔμπροσθεν αὐτοῦ καὶ ἐσιώπα. <Ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο.> (A f. 200, B f. 138 b, C f. 138 b, D f. 56 b) Ἐπειδὴ τῶν κεκλημένων ἐθεᾶτό τινας, ὡς μέγα τι χρῆμα καὶ ἀξιόληπτον, τὰς πρωτοκλισίας ἀσυνέτως ἁρπάζοντας, ἀναγκαίως ἵν᾽ αὐτούς τε καὶ ἡμᾶς ὠφελῇ, ματαίας δόξης καταφρονεῖν παρεγγυᾷ. Καὶ δοκεῖ μὲν ἵσως τισὶ, μικρά πως εἶναι ταυτὶ, καὶ οὐ πολλῆς ἄξια φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείσῃ, τὸ τηνικάδε μαθήσεται ὁποίου μὲν ἀπαλλάττει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτῷ ἐνεργάζεται. Τὸ μὲν γὰρ τιμαῖς ἡμᾶς ταῖς ἀναρμόστοις, ἤγουν οὐ πάντη τε καὶ πάντως ὀφειλομέναις ἡμῖν προχείρως ἐπιπηδᾷν. ἀσυνέτους ἡμᾶς ἀποφαίνει.

Ὅταν γὰρ, φησὶ, ἔλθῃ ὁ ἐντιμότερός σου, «ἐρεῖ σοι ὁ σὲ καὶ αὐτὸν καλέσας· Δὸς τούτῳ τόπον·» ὢ πόσης αἰσχύνης τὸ πρᾶγμα μεμέστωται!

Σώφρων δὲ καὶ ἀξιοθαύμαστος, ὁ μετὸν αὐτῷ ἀνεπιπλήκτως τοῖς πρώτοις κατασεμνύνεσθαι, τούτου μὲν οὐκ ἐφιέμενος, μόνον δὲ οὐχὶ τὰ ἑαυτοῦ παραχωρῶν ἑτέροις, ὑπέρ γε τοῦ μὴ δοκεῖν ἡττᾶσθαι φιλοδοξίας, ὁ τοιοῦτος ὡς ὄφλημα λήψεται τιμήν· ἀκούσεται γὰρ παρὰ τοῦ κεκληκότος· Προσανάβηθι ὧδε. Μέγα δὴ οὖν καὶ ἐξαίρετον ἀγαθὸν, τὸ μέτριον φρόνημα. Εἰ γάρ τις ἑτέρων προτάττεσθαι ζητεῖ, κερδαινέτω τοῦτο διὰ τῆς ἄνωθεν ψήφου, καὶ στεφανούσθω τιμαῖς ταῖς παρὰ Θεοῦ, νικάτω πολλοὺς τῇ τῶν ἀρετῶν λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συνεσταλμένον φρόνημα· μιμητὴς γίνεται Χριστοῦ τοῦ εἰπόντος· «Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Ταῦτα δὲ λέγων, οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ χρηστῶς· ταὐτὸ ποιούσης καὶ τῆς παραινέσεως, μᾶλλον δὲ καὶ πλέον ἐπὶ τῶν εὐαισθήτων.

Ὅτι καὶ προαγωγότερον ἀφίστησιν ἀπὸ τῆς φιλοτιμίας ἡ πρὸς τὰ τῆς φιλοτιμίας ἀποτροπή· μικρῶ δὲ οὕτω τῷ παραδείγματι τῷ κατὰ τὰ δεῖπνα, τὴν τῶν φιλοτίμων καθαίρεσιν ὑποδεικνὺς, καὶ τὴν τῶν ἀφιλοτίμων ὕψωσιν, μέγα τῷ μικρῷ προστίθησι, καθολικὸν ἐπιφέρων τὸ, ὅτι «Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.» Ὅπερ τῆς θείας ἤρτηται κρίσεως, καὶ οὐ πάντως κατὰ τὴν τῶν ἀνθρώπων ἐπιτελεῖται συνήθειαν. Ἐπεὶ πολλοὶ καὶ τιμῆς ὀρεχθέντες, ἐπέτυχον τῆς εὐτελοῦς ταύτης τιμῆς· καὶ ἄλλοι ἑαυτοὺς ταπεινώσαντες, ἔμειναν ἀγέραστοι. <Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, κ.τ.λ.> (A f. 200 b, B f. 139, D f. 56 b) Ἀλλὰ τοῦτο μὲν περὶ τῆς ταπεινοφροσύνης τὸ παράγγελμα· καλὸν δὲ καὶ πρὸς τοὺς καλοῦντας ἐπιφέρει τὸ δίδαγμα, μέγαν εἰσάγων τῆς παρὰ ἀνθρώποις δεξιώσεως τὸν σκοπὸν, καὶ τὸν καρπὸν ἀξιοσπούδαστον, εἰ καὶ μακρὰν οὗτος καὶ οὐκ ἔχων παραχρῆμα τὴν ἀνταπόδοσιν, ὅπερ οἱ μικρόψυχοι ποιοῦσι· φίλους καλοῦντες, ἀδελφοὺς, συγγενεῖς, γείτονας, ἵν᾽ εὐθὺς ἀντικληθέντες, κομίσαιντο τοῦτο· οὗ πολλῷ κάλλιον καὶ μεγαλοπρεπέστερον εἰσήγαγεν ὁ Κύριος, τὸ τοὺς δεομένους καλεῖν, τὸ πρὸς τοὺς ἀσθενεῖς καὶ λελωβημένους φιλανθρωπεύεσθαι, παρ᾽ ὧν οὐκ ἔστιν ἀνταπόδοσις, ἀλλὰ Θεὸς ὁ ἀνταποδιδοὺς τῆς φιλανθρωπίας τὴν τιμὴν ἐπὶ τῆς μελλούσης ζωῆς.

Τοῦτο δέ φησιν, οὐχ ἵνα τῆς πρὸς τοὺς ἰδίους ἀπείρξῃ τιμῆς, ἀλλ᾽ ἵνα διδάξῃ μὴ πιπράσκειν τὰς φιλοφροσύνας τῶν ἴσων ἀνταποδόσεων, ἀλλ᾽ ὠφελίμους ποιεῖσθαι ταύτας, ἐπὶ μεγάλαις ἀντιδόσεσι ταῖς παρὰ Θεοῦ. Ἐρεῖ γάρ· «Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν,» καὶ τὰ ἑξῆς. «Ἐφ᾽ ὅσον γὰρ ἐποιήσατε ἑνὶ τούτων, ἐμοὶ ἐποιήσατε.» <Μακάριος ὂς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.> (A f. 201) Εἰκὸς δή που τὸν ἄνθρωπον οὔπω μὲν εἶναι πνευματικὸν, ψυχικὸν δὲ μᾶλλον, καὶ ἀνεπιτηδείως ἔχοντα πρὸς σύνεσιν ἀκριβῆ τῶν λαλουμένων παρὰ Χριστοῦ· ἦν γὰρ τῶν ἀπίστων ἔτι καὶ οὔπω πεφωτισμένων· ᾠήθη δὲ τὰς σωματικὰς ἔσεσθαι τῶν ἁγίων τὰς ἀμοιβὰς ὧν ἂν δράσειαν, εἰς ἑτέρους ἀγαθουργεῖν ᾑρημένοι. <Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα.> (A f. 201 b, D f. 57, E f. 204) Πολυπραγμονήσωμεν πρό γε τῶν ἄλλων, ὁποία τις ἦν ἡ πρόφασις τῷ μὴ ἐπ᾽ ἀρίστῳ μᾶλλον, ἀλλ᾽ ὡς ἐπὶ δείπνῳ κεκλῆσθαι πολλούς· μᾶλλον δὲ πρὸ τούτων, τίς ἂν νοηθείη πρὸς ἡμῶν ὁ ἄνθρωπος ὁ τὸν δειπνοκλήτορα πεπομφώς· τίς δὲ καὶ ὁ δειπνοκλήτωρ, καὶ τίνες ὅλως οἱ κεκλημένοι μὲν, ἀτιμάσαντες δὲ τὴν κλῆσιν.

Οὐκοῦν ὁ μὲν ἄνθρωπος νοηθείη ἂν ὁ Θεὸς καὶ Πατήρ· αἱ γὰρ εἰκόνες πλάττονται πρὸς τὸ ἀληθὲς, οὐκ αὐταὶ πάντως εἰσὶν ἡ ἀλήθεια. Οὗτος δὴ οὖν ὁ τῶν ὅλων Δημιουργὸς καὶ Πατὴρ τῆς δόξης μέγα πεποίηκε δεῖπνον, τουτέστιν οἰκουμενικὴν εἰργάσατο πανήγυριν, δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ· ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, καὶ οἷον ἐπὶ δυσμαῖς αἰῶνος τοῦ καθ᾽ ἡμᾶς, ἐπέφανεν ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι᾽ ἡμᾶς ὑπέστη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα φαγεῖν, ἄρτος ὢν ἐξ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· πρὸς ἑσπέραν δὲ καὶ ὑπὸ λύχνοις καὶ ἀμνὸς ἐσφάζετο κατὰ τὸν Μωϋσέως νόμον.

Δεῖπνον οὖν εἰκότως ἡ ἐν Χριστῷ κλῆσις ὠνόμασται· εἶτα, τίς ἐστιν ὁ ἀπεσταλμένος, ὃν δὴ καὶ δοῦλον εἶναί φησιν; Αὐτός που τάχα Χριστός· Θεὸς γὰρ ὢν φύσει, καὶ Υἱὸς ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Ἔστι τοίνυν Κύριος μὲν τῶν ὅλων, ὡς Θεὸς ἐκ Θεοῦ· τήν γε μὴν τοῦ δούλου κλῆσιν ἐφαρμόσειέ τις ἂν εἰκότως τοῖς τῆς ἀνθρωπότητος αὐτοῦ μέτροις. Πότε δὲ ἀπεστάλη;

Τῇ ὥρᾳ τοῦ δείπνου, φησί· οὐ γὰρ ἐν ἀρχαῖς τοῦ αἰῶνος τούτου καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος, καὶ γέγονεν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, ἐν καιροῖς δὲ μᾶλλον καθ᾽ οὓς αὐτὸς ἠθέλησεν ὁ δυνάστης, δῆλον δὲ ὅτι τοῖς τελευταίοις, καθὰ φθάσαντες εἴπομεν. Ὁποῖος δὲ γέγονεν ὁ τοῦ κεκληκότος λόγος; «Ἔρχεσθε, ὡς ἤδη ἕτοιμά ἐστι πάντα.» Ἡτοίμασε γὰρ τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ τὰ δι᾽ αὐτοῦ τῷ κόσμῳ δεδωρημένα ἀγαθὰ, ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος ἁγίου μέθεξιν, υἱοθεσίας λαμπρότητα, βασιλείαν οὐρανῶν. Ἐπὶ ταῦτα κέκληκεν ὁ Χριστὸς, διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ πρό γε τῶν ἄλλων, τὸν Ἰσραήλ. Ἆρ᾽ οὖν ἐβουλεύσαντό τι χρηστὸν ἐν ἑαυτοῖς; Ἆρα τεθαυμάκασι τοῦ κεκληκότος τὴν ἡμερότητα, τοῦ διακονοῦντος τῇ κλήσει τὴν οἰκονομίαν; Οὐ μὲν οὖν· ἀλλ᾽ ἠτίμασαν καὶ τὸν καλοῦντα καὶ τὸν ἀπεσταλμένον· καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, τουτέστιν ἐξ ἑνὸς συνθήματος. <Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες.> (E f. 20 b) Ὁρᾷς ὅτι τοῖς γεωδεστέροις ἀσυνέτως προσνενευκότες οὐχ ὁρῶσι τὰ νοητὰ, καὶ τῶν ἐν ἐλπίσι ταῖς παρὰ Θεῷ οὐδένα ποιοῦνται λόγον.

Εἶτα τίνες νοηθεῖεν ἂν οἱ παραιτησάμενοι ἀγρῶν τε καὶ γεωργίας ἔνεκα, καὶ παιδοποιΐας σαρκικῆς, ἢ τάχα που τῆς Ἰουδαίων συναγωγῆς οἱ προεστηκότες; Ἄνδρες ἁδροὶ τὰ βαλάντια, καὶ φιλοκερδείας ἡττώμενοι, καὶ πᾶσαν εἰς τοῦτο δαπανῶντες σπουδήν. Διὰ πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς, ἐπ᾽ αὐτοῖς δὲ τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν.—(A f. 202 b) Καὶ ὅταν ἀκούσῃς, ὅτι ἀπέστειλεν ὁ ἑστιάτωρ τὸν δοῦλον αὐτοῦ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ τὴν δουλείαν λογίζῃ καὶ τὴν ἀποστολήν.

Τί ποτε δὲ εἰπεῖν ἀπεστάλη τοῖς διὰ νόμου κεκλημένοις Ἰουδαίοις; «Ἔρχεσθε, ἤδη ἕτοιμά ἐστι πάντα.» Πλὴν τῶν Ἰουδαϊκῶν ἀρχόντων τὴν κλῆσιν παραιτησαμένων, καθὼς αὐτοὶ ἔλεγον· «Μή τις τῶν ἀρχόντων ἢ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν;» ὠργίσθη ὁ οἰκοδεσπότης, ὡς ἀξίων ὄντων παθεῖν τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς. <Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ, κ.τ.λ.> (A f. 208, E f. 208 b) Καὶ νῦν οὖν ὠργίσθαι λέγεται ὁ οἰκοδεσπότης κατὰ τῶν Ἰουδαϊκῶν ἀρχόντων, ὡς τὸ μέγα δεῖπνον ὑβρισάντων. Καὶ δὴ κέκληνται ἀντ᾽ ἐκείνων οἱ εἰς τὰς πλατείας καὶ τὰς ῥύμας, οἱ ἐκ τῆς Ἰουδαϊκῆς πληθύος, ἀσθενῆ τε καὶ ἀγεννῆ τὴν διάνοιαν ἔχοντες, ἀφεγγῆ τε καὶ χωλεύουσαν· τυφλοὶ γὰρ οὗτοι καὶ χωλοὶ νοηθεῖεν ἂν, ἀλλ᾽ εὔῤῥωστοι καὶ ὑγιεῖς γεγόνασιν ἐν Χριστῷ· ἐδιδάχθησαν ὀρθοποδεῖν, τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς· ὅτι δὲ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, μάθοι τις ἂν ταῖς τῶν ἁγίων ἀποστόλων Πράξεσιν ἐντυχών.

Ἐκεῖ γὰρ Πέτρου δημηγορήσαντος, πρῶτον τρισχίλιοι ἐπίστευσαν, καὶ πάλιν πολὺς ὄχλος. Ἀλλὰ ταῦτα μὲν διδάσκων, τοῦτο δὲ θαυματουργῶν, τὸ ἄδολον πλῆθος ὑπήγετο, καὶ πολλοὶ τῶν Ἰουδαίων ἐπίστευον εἰς αὐτόν· οὓς καὶ ἐπαράτους οἱ Φαρισαῖοι ὠνόμαζον, ὡς εἰς Χριστὸν πιστεύοντας· ἔλεγον γάρ· «Μή τις ἐκ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν; ἀλλ᾽ ὁ λαὸς οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν.» Ἐνταῦθα ἑκάτερον δείκνυται, καὶ ὅτι οἱ ἄρχοντες οὐκ ἐπίστευον, καὶ ὅτι πολλοὶ ἐκ τοῦ πλήθους ἐπίστευον· ἅπερ ἀμφότερα καὶ ἡ παραβολὴ ᾐνίξατο, τοὺς μὲν εἰσάγουσα παραιτουμένους, τοὺς δὲ καλουμένους καὶ ὑπακούοντας. <Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν.> (B f. 142 b, D f. 57 b, E f. 209) Ἐνταῦθά μοι βλέπε τὴν τῶν ἐθνῶν κλῆσιν, μετά γε τοὺς ἐξ αἵματος Ἰσραὴλ εἰσενηνεγμένων διὰ τῆς πίστεως. Πάλαι μὲν γὰρ ἦσαν οἱ ἐξ ἐθνῶν ἄγροικοι τὰς φρένας, ἀπηγριωμένοι τὸν νοῦν καὶ οἷον ἔξω πόλεως, διὰ τὸ μὴ ζῇν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν ἀλογίᾳ πολλῇ· ταύτῃτοι καὶ εἰς τὰς ἔξω πόλεως ὁδοὺς, καὶ τοὺς ἐν ἀγροῖς ὄντας φραγμοὺς, ὁ δειπνοκλήτωρ ἀπεστάλη. Πλὴν προστέτακται παρὰ τοῦ πεπομφότος, οὐχ ἁπλῶς καλέσαι, καὶ μόνην αὐτοῖς προτεῖναι τὴν προτροπὴν, ἀλλὰ γὰρ καὶ ἀναγκάσαι.

Καίτοι προαιρετικὸν ἄπασι τὸ πιστεύειν ἐστὶ, καὶ δεκτὸν τοῦτο παρὰ Θεῷ, εἶτα πῶς ἀναγκάζονταί τινες; Καὶ τοῦτο ναὶ γέγονεν οἰκονομικῶς· ἔδει γὰρ, ἔδει τοῖς ἔθνεσιν, ὡς ἀφορήτῳ πλεονεξίᾳ κατεζευγμένοις, καὶ ὑπὸ ζυγὰ πεσοῦσι διαβολικὰ, καὶ οἱονεὶ σειραῖς ἀῤῥήκτοις τῶν οἰκείων πλημμελημάτων ἐνισχημένοις, καὶ οὐκ εἰδόσιν ὅλων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, συντονωτέρας κλήσεως, μιμουμένης ἀνάγκης χρείαν, ἵν᾽ ἰσχύσειαν ἀναβλέψαι πρὸς Θεὸν, καὶ τῶν ἱερῶν γεύσασθαι μαθημάτων, καὶ ἀποφοιτῆσαι μὲν τῆς ἀρχαίας ἀπάτης, ἀποπηδῆσαι δὲ τρόπον τινὰ τῆς τοῦ διαβόλου χειρός. Καὶ γοῦν ἔφη Χριστός· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσαι αὐτόν.» Ἡ δὲ λέξις ὅλως ἰσχύος ἔργον τῆς θεοπρεποῦς ἀποφαίνει τὴν κλῆσιν. Τοιοῦτόν τι καὶ ὁ προφήτης Δαβὶδ εὑρίσκεται λέγων πρὸς Θεὸν περὶ αὐτῶν· «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ὁρᾷς ὅπως τινὶ χαλινῷ περιτρέπει πρὸς ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς τοὺς ἀγρίως ἀποσκιρτήσαντας; Ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ πάντας τοὺς ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. <Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ, κ.τ.

λ.> (A f. 204, B f. 145) Οὐκοῦν λέγων τὸ, Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τοὺς καθ᾽ αἷμα καὶ αὐτὴν τὴν ψυχὴν, οὐ τοὺς τῆς ἐμφύτου φιλοστοργίας ἀτιμάζει νόμους, οὐδὲ τῆς φυσικῆς διαθέσεως, τῆς ὀφειλομένης γονεῦσι μὲν παρὰ τέκνων, γυναιξὶ δὲ παρὰ τῶν συνηρμοσμένων, ἀδελφοῖς δὲ πρὸς ἀδελφοὺς, καταφρονητὰς εἶναι διδάσκει, ἐχθροὺς ποιησαμένους τοὺς οἰκειοτάτους, ἵνα συνῶμεν αὐτῷ καὶ ἀκολουθεῖν ἰσχύσωμεν· ὁ γὰρ κελεύων ἀγαπᾷν τοὺς ἐχθροὺς, πῶς ἂν ἠθέλησε μισεῖν τοὺς κατὰ φύσιν οἰκείους; Οὔτε οὖν ἀγνοῆσαι τὴν φύσιν, οὔτε δουλεῦσαι προστάττει Χριστὸς, ἀλλὰ χρῆσθαι τῇ φύσει πρὸς τὸ ἄμεινον καὶ σωτήριον· συνεπάγεσθαι γὰρ τὸ οἰκεῖον θέλει εἰς τὴν αὐτοῦ Χριστοῦ φιλίαν, ἀλλὰ μὴ ἀφέλκεσθαι διὰ τοῦ οἰκείου τῆς θείας ἀγάπης· ἐπεὶ τό γε τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ.

Καὶ τὸ ἐκτρέφειν τὰ τέκνα Παῦλος εἰσηγεῖται· ἀλλὰ καὶ γονεῦσιν ὑπακούειν δεῖ, φησὶν, ἐν Κυρίῳ· καὶ νουθεσίᾳ Κυρίου καὶ τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾷν τοῖς ἀνδράσιν εἰσηγήσατο, ἀλλ᾽ ἐν μιμήσει Χριστοῦ τοῦ τὴν Ἐκκλησίαν ἀγαπήσαντος. Καὶ ταῖς γυναιξὶ δὲ τοὺς ἄνδρας φοβεῖσθαι, ἀλλ᾽ Ἐκκλησίας τύπῳ τῆς φοβουμένης Χριστόν· οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει τοὺς οἰκείους μισητέον. «Εἰ γάρ τις τῶν ἰδίων, φησὶ, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται.» Ἑνὶ δὲ λόγῳ, προκειμένου σκοποῦ τοῦ Χριστῷ ἀκολουθεῖν, εἴ τι τούτῳ σύμφωνον, αἱρετέον· τὸ δὲ μὴ σύμφωνον, παραιτητέον. Καὶ γὰρ εἰ ζῶντας τὴν ἐν σαρκὶ ζωὴν ἔνεστι τὸ Χριστοῦ σέβας διαφυλάττειν, οὐ φευκτέον τὴν ἐν σώματι ζωὴν, ἀλλὰ συντηρητέον ταύτην, ὡς ὁ Παῦλος, ἡνίκα διὰ θυρίδος ἐν σαργάνῃ χαλασθεὶς, ἐκφεύγει τὰς Ἀρέτα χεῖρας, ἵνα ζῶν ἔτι κηρύττῃ Χριστὸν, καὶ μὴ θᾶττον ἀναιρεθεὶς, ἐμποδίσῃ τὸ κήρυγμα· ὅπου δὲ ἔδει καὶ τῆς ζωῆς καταφρονεῖν ὑπὲρ τοῦ τελειῶσαι τὸν δρόμον, οὐδὲ τὴν ψυχὴν ἔφη ποιεῖσθαι τιμίαν ἑαυτῷ· καὶ Χριστὸν ἐφ᾽ ἑκάτερα προὐτίθετο σκοπὸν, ἐπί τε τὸ ζῇν καὶ τὸ τεθνάναι. «Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος.» <Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, κ.τ.λ.> (A f. 205, B f. 143) Ὁποία τις ἡ πρόφασις, ἡ πρός γε τούτους παρενεγκοῦσα τοὺς λόγους, εἰπεῖν ἀναγκαῖον.

Τὸ εὐαγγελικὸν δεῖπνον ἐν τοῖς προλαβοῦσιν ἔφη τελεῖσθαι μέγα, εἰς ὃ κέκληνται πολλοὶ παρὰ τοῦ προσθέντος αὐτοῖς τὴν πανήγυριν. Ἀλλ᾽ ἦσαν πρὸς τοῦτο ῥᾴθυμοί τινες· παρῃτοῦντο γὰρ, φησὶν, ἀπὸ μιᾶς, λέγοντες, ὁ μὲν ὅτι Ἀγρὸν ἠγόρασα, ὁ δὲ ὅτι Ζεύγη βοῶν ἐπριάμην, ὁ δὲ ὅτι Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν· καὶ τοιαύταις τισὶν εὑρεσιλογίαις χρώμενοι, λελυπήκασι τὸν κεκληκότα.

Ἔδει τοίνυν ἡμᾶς εἰδέναι καὶ μάλα σαφῶς, ὅτι Θεοῦ καλοῦντος εἰς ἑαυτὸν, τῶν εἰς σάρκα καὶ περὶ αὐτὴν ἐπιθυμιῶν καταφρονητὰς εἶναι προσήκει. Εἶτα δυσὶ κέχρηται παραδείγμασιν, ἀκονῶν εἰς ἄμαχον εὐανδρίαν τοὺς ἑαυτοῦ γνωρίμους. Εἰ γὰρ δή τις βούλοιτο, φησὶν, οἰκοδομῆσαι πύργον, τὰ πρὸς ἀπαρτισμὸν ἑτοιμασάμενος πρότερον, οὕτως τῇ οἰκοδομῇ ἐπιβάλλεται· [καὶ εἴ τις βασιλεὺς πορεύῃ συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, πρῶτον βουλεύεται] εἰ εὐσθενὴς ᾖ πρὸς ἀντίστασιν, ἢ μή· ἵν᾽ ἢ θαῤῥήσῃ τὸν πόλεμον, ἢ τὴν εἰρήνην ἕλοιτο. Ταὐτὸ δὴ τοῦτο καὶ τοὺς πιστεύοντας ἀπαιτεῖ· δεῖ γὰρ τοὺς τὴν εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν κατορθοῦν ἑλομένους, τὴν ἀρκοῦσαν εἰς τοῦτο προθυμίαν ἐγκαταθέσθαι τῷ νῷ, μεμνῆσθαί τε τοῦ λέγοντος· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον.» Οἶς δὲ οὐκ ἔνεστι προθυμία τοιαύτη, οὗτοι πῶς ἂν ἰσχύσειαν τὸν προτεθέντα αὐτοῖς ἀποπεράναι σκοπόν;—(A f. 205) Τί τὸ ἐντεῦθεν ὑποδηλούμενον; «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.» Ἔστι δέ τις καὶ ἑτέρων ἡμῖν πολεμίων ἑσμὸς, τὸ φρόνημα τῆς σαρκὸς, ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος τὰ πολύτροπα πάθη· πρὸς ταῦτα ἡμῖν ἡ πάλη, αὕτη τῶν ἐχθρῶν ἡ ἀγρία πληθύς. Πῶς οὖν ἄρα περιεσόμεθα;

Ὅταν πιστεύωμεν, ὅτι «ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, κατὰ τὸ γεγραμμένον, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Οὕτως αὐτὸς ἑαυτὸν διαθεὶς, ἔφη τις τῶν ἁγίων προφήτων· «Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με;» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» καὶ τὰ λοιπά.

Αὐτὸς γάρ ἐστιν ἡμῶν ἡ ἰσχύς. <Καλὸν τὸ ἅλας.> (A f. 206, C f. 139 b) Ὥσπερ δὲ ἄνευ ἁλὸς, οὔτε ἄρτος, οὔτε ὄψον ἐδώδιμον, οὕτως ἄνευ τῆς ἀποστολικῆς συνέσεως καὶ διδασκαλίας, πᾶσα ψυχὴ μωρὰ καὶ ἄνοστος [dic ἄνοσμος], καὶ οὐχ ἡδεῖα παρὰ Θεῷ.

Ἔστωσαν οὖν ἐν ἡμῖν οἱ ἅλες, τουτέστιν οἱ θεῖοί τε καὶ σωτήριοι λόγοι, ὧν ἐὰν καταφρονήσωμεν, ἐσόμεθα μωροὶ καὶ ἀσύνετοι καὶ ἀχρεῖοι παντελῶς.