ΚΕΦΑΛ. ΙΗʹ.
<Πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν.> (A f. 236, C f. 144 b, D f 59) Ἀδιαλείπτως οὖν χρὴ προσεύχεσθαι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, εὖ εἰδότας καὶ ἀραρότως πιστεύοντας, ὅτι πάντα δύναται κατορθοῦν ὁ παρακαλούμενος. «Αἰτείτω γάρ τις, φησὶ, πίστει μηδὲν διακρινόμενος. Ὁ γὰρ διακρινόμενος, ἔοικε κλύδωνι θαλάσσης, ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.» Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ ἄνθρωπος ἐκεῖνος, ὡς λήψεταί τι παρὰ τοῦ Κυρίου· ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ διακρινόμενος. Εἰ γὰρ μὴ πεπίστευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπερανεῖ, μηδὲ προσέλθῃς ὅλως· ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦς πάντα ἰσχύοντος, διψυχήσας ἀβούλως. Χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον· ὅτι δὲ τοῖς οὐ περιέργως ἢ ἀτημελῶς, ἀλλ᾽ ἐν σπουδῇ καὶ ἀδιαλείπτως ποιουμένοις τὰς λιτὰς κατανεύσει ὁ Θεὸς, ἡ προκειμένη παραβολὴ πιστώσεται. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν φοβούμενον, μήτε μὲν ἄνθρωπον ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ φιλοικτείρμων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν σώζουσαν, οὐ προσδέξεται μὲν προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν ὡς ἐξειλεγμένων; (A f. 236) Ἀλλὰ γὰρ τίνες ὅλως οἱ ἀδικοῦντες αὐτοὺς, φέρε δὴ, φέρε καταθρήσωμεν [cod.