Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλωτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ τὰ πρόβατα βλέπῃ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε;» Ἀμελητὶ γὰρ διαναστήσεται, καὶ πάντα μὲν ἐκποδὼν ποιήσει φόβον· ἐπιτιμήσει δὲ τοῖς πειράζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐδίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα· περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας. <Κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, κ.τ.λ.> (A f. 127, B f. 80 b, C f. 124) Προσωρμίσθη ὁ Σωτὴρ τῇ Γεργεσηνῶν, ὁμοῦ τοῖς ἁγίοις μαθηταῖς· Εἶτά τις ὑπήντησεν ἀνὴρ, ὃς ἦν ἐνδιαίτημα πολλῶν καὶ ἀκαθάρτων πνευμάτων, ἔξω καὶ νοῦ καὶ φρενὸς ὑπάρχων, καὶ οὐδὲν ἀπεοικὼς τῶν τεθνεώτων ἤδη καὶ ἐν γῇ κειμένων· μᾶλλον δὲ τάχα που καὶ ἐν τοῖς ἔτι χείροσι· γυμνὸς γὰρ τὰ τῶν τεθνεώτων μνήματα περιφοιτῶν, τῆς τῶν δαιμονίων ἀπανθρωπίας ἀπόδειξις ἦν. Ἐφίησι γάρ τινας οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς ὑπ᾽ αὐτοῖς γίνεσθαι, οὐχ ἵνα πάθωσι μᾶλλον, ἀλλ᾽ ἵν᾽ ἡμεῖς δι᾽ αὐτῶν μάθωμεν ὁποῖοί τινές εἰσιν ἐκεῖνοι περὶ ἡμᾶς, οὕτω τε παραιτώμεθα τὸ ὑποκεῖσθαι θέλειν αὐτοῖς· ἑνὸς γοῦν πεπονθότος, οἰκοδομοῦνται πολλοί.—Ὁ Γεργεσηνὸς, ἤγουν ἡ ἐν αὐτῷ λανθάνουσα τῶν δαιμονίων ἀγέλη, προσέπιπτε τῷ Χριστῷ, καὶ ταῦτα ἐβόα· «Τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ·» κ.τ.λ.