Κύριε, ἐπὶ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν εὐφροσύνῃ, μετὰ τοῦ ἔθνους σου.» Ἔθνος δὲ ποῖόν ἐστι τὸ ἐξειλεγμένον ἐν Χριστῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐξηγήσεται λέγων ὁ σοφώτατος Πέτρος πρὸς τοὺς διὰ πίστεως εὐδοκιμηκότας· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.» <Ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν, κ.τ.λ.> (E f. 170) Καιρὸν μὲν ἐκεῖνόν φησι καθ᾽ ὃν ὁ Σωτὴρ τὰς διατριβὰς ἐπὶ τῆς γῆς ἐποιεῖτο, ὁ πανταχοῦ παρὼν, καὶ τῶν πατρικῶν μὴ ἐξιστάμενος.—(A f. 141) Νομικὸν δὲ ἐν τούτοις φησὶν ὁ εὐαγγελιστὴς, τὸν νομοΐστορα, κατά γε τὴν παρὰ Ἰουδαίων συνήθειαν, ἤγουν τὸν οἰόμενον εἰδέναι τὸν νόμον, οὐ μὴν ἔτι καὶ εἰδότα κατὰ ἀλήθειαν. Οὗτος ἐνόμισε συναρπάσαι Χριστόν· καὶ ἐπί τισιν, ἐρῶ. Λογοποιοί τινες ἀθυροστομεῖν εἰωθότες, ἅπασαν περιεφοίτων τὴν τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ, κατηγοροῦντες Χριστοῦ, καὶ φάσκοντες, ὅτι τὴν μὲν διὰ τοῦ Μωϋσέως ἐντολὴν ἀνόνητον εἶναί φησι, καινὰ δὲ αὐτὸς εἰσφέρει διδάγματα· ἦσαν δὲ τῶν πιστευσάντων ἤδη τινὲς, οἳ τοῖς παρ᾽ ἐκείνων ἀντέπραττον λόγοις, ἀποδεχόμενοι πανταχοῦ τὸ εὐαγγελικὸν σωτήριον κήρυγμα.