Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν
Η πορεία προς τα Ιεροσόλυμα και το επεισόδιο στη Σαμάρεια
Η απόφαση της ανάβασης προς το Πάθος, η άρνηση φιλοξενίας από τους Σαμαρείτες και ο παιδαγωγικός έλεγχος του εκδικητικού ζήλου των μαθητών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η πορεία προς τα Ιεροσόλυμα και το επεισόδιο στη Σαμάρεια
Η απόφαση της ανάβασης προς το Πάθος, η άρνηση φιλοξενίας από τους Σαμαρείτες και ο παιδαγωγικός έλεγχος του εκδικητικού ζήλου των μαθητών.
Zu Lk 9, 51 Τουτέστιν ἐνστάντος τοῦ καιροῦ καθ᾽ ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπομείναντα πάθος ἀναβῆναι μὲν εἰς τὸν οὐρανόν, συνεδρεῦσαι δὲ τῷ θεῷ καὶ πατρί, ἔκρινεν ἀνελθεῖν εἰς 〈Ἱεροσόλυμα.〉 τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ 〈Ἐστήρισε τὸ πρόσωπον αὐτοῦ.〉
Zu Lk 9, 52—55 Πέπομφεν 〈ἀγγέλους ἑτοιμάσοντας αὐτῷ〉 τε καὶ τοῖς σὺν αὐτῷ τὸ κατάλυμα. οἳ δὲ 〈εἰς κώμην〉 ἀφικόμενοι 〈Σαμαρειτῶν οὐκ ἐδέχθησαν.〉 ἐπὶ τούτοις ἠγανάκτουν οἱ μακάριοι μαθηταὶ καὶ οὐχ ἑαυτῶν ἕνεκα μᾶλλον, ἀλλ᾽ ὅτι τὸν τῶν ὅλων σωτῆρα καὶ κύριον οὐ τετιμήκασιν. εἶτα τῆς ἐνούσης ἐξουσίας αὐτῷ τὸ μέγεθος οὐκ ἠγνοηκότες ἔφασκον· 〈Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ καὶ〉 κατακαῦσαι 〈αὐτούς.〉 τοῦτο δὲ εἰρήκασι μήπω τῆς νέας κεκρατηκότες χάριτος, ἀλλ᾽ ἔτι τῆς προτέρας ἐχόμενοι συνηθείας πρὸς Ἠλίαν ἀφορῶντες τὸν πυρὶ καταφλέξαντα δὶς 〈τοὺς πεντήκοντα〉 καὶ τοὺς ἡγουμένους αὐτῶν. τοῦτο δὲ λέγουσιν 〈ἐπιτιμᾷ〉 Χριστός.
Zu Lk 9, 52—54 Ἡ μὲν οὖν τῶν ἀνεγνωσμένων διάνοια ταύτην ἔχει τὴν περιοχήν. ἕκαστα δὲ λεπτῶς ἐρευνήσωμεν· γέγραπται γάρ· 〈Ἄμελγε γάλα καὶ ἔσται βούτυρον.〉 ἆρ᾽ ἠγνόησεν ὁ σωτὴρ τὸ ἐσόμενον; οὐκ ἀληθὲς εἰπεῖν ὅτι πάντα γινώσκων ᾔδει που πάντως ὡς 〈οὐ δεχθήσονται〉 παρὰ τῶν Σαμαρειτῶν οἱ 〈ἀπεσταλμένοι;〉 εἶτα πῶς τοῦτο ἀμφίλογον; πῶς οὖν ἐκέλευσε προβαδίζειν αὐτούς; ἔθος ἦν αὐτῷ διὰ τρόπου παντὸς ὠφελεῖν ἐπείγεσθαι τοὺς ἁγίους ἀποστόλους καὶ ὁδοῦ πάρεργον ἔσθ᾽ ὅτε ποιεῖσθαι τὸ δοκιμάζειν αὐτούς. οἷόν τι φημί· Διέπλει ποτὲ τὴν Τιβεριάδα λίμνην ὁμοῦ τοῖς ὠνομασμένοις, εἶτα τὸν ὕπνον οἰκονομικῶς εἰσδέχεται, καὶ ζάλης κινηθείσης οὐ τῆς τυχούσης τὸ σκάφος ἐκινδύνευεν· ἐφίει γὰρ οἰκονομικῶς ἐπεγείρεσθαι τῷ σκάφει τὸν κλύδωνα, ἵνα καὶ τῶν μαθητῶν διαγυμνάσῃ τὴν πίστιν καὶ τῆς ἑαυτοῦ δυνάμεως ἐμφανῆ καταστήσῃ τὴν ὑπεροχήν. ὃ δὴ καὶ γέγονεν· οἳ μὲν γὰρ ὀλιγοπιστοῦντες ἔφασκον· 〈Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα,〉 ὃ δὲ ἐγερθεὶς ὅτι καὶ τῶν στοιχείων ἐστὶ δεσπότης διέδειξεν εὐθύς· 〈ἐπετίμησε γὰρ τῇ θαλάσσῃ καὶ τῷ κλύδωνι καὶ ἐγένετο γαλήνη μεγάλη〉 σφόδρα. οὕτω τοίνυν καὶ ἐν τῷδε τῷ πράγματι· ᾔδει μὲν γὰρ ὡς οὐκ ἔσονται δεκτοὶ παρὰ τῶν Σαμαρειτῶν οἱ προκαταγγέλλοντες ὅτι καταλύσει παρ᾽ αὐτοῖς, ἀλλ᾽ ἵνα πάλιν καὶ τοῦτο ὠφελείας πρόφασις τοῖς ἁγίοις γένηται μαθηταῖς, συγκεχώρηκεν ἀπελθεῖν.
καὶ ποία τις ἦν ἡ τοῦ πράγματος οἰκονομία; ἀνέβαινεν εἰς Ἱεροσόλυμα· τὸν τοῦ πάθους καιρὸν ἔχων ἤδη γείτονα ἔμελλε τῆς Ἰουδαίων ἀνέχεσθαι παροινίας. ἵνα τοίνυν, ὅταν παθόντα ἴδωσι, μὴ σκανδαλισθῶσιν, ἐννοοῦντες ὅτι καὶ αὐτοὺς ἀνεξικάκους εἶναι βούλεται, κἂν ὑβρίζωσί τινες, οἷόν τι προγύμνασμα τοῦ πράγματος τὴν ἐκ τῶν Σαμαρειτῶν ὕβριν ἐποιήσατο, οἳ 〈οὐκ ἐδέξαντο〉 τοὺς ἀγγέλους. ἔδει τοῖς δεσποτικοῖς ἴχνεσιν ἀκολουθοῦντας τοὺς μαθητὰς διακαρτερῆσαι μᾶλλον ἁγιοπρεπῶς καὶ μηδὲν ἐπ᾽ αὐτοῖς τῶν ἐξ ὀργῆς εἰπεῖν. ἀλλ᾽ ἦσαν οὐ τοιοῦτοι· θερμοτέρῳ δὲ ζήλῳ κεκρατημένοι 〈πῦρ〉 αὐτοῖς ἐξ 〈οὐρανοῦ〉 κατενεγκεῖν ἤθελον τό γε ἧκον ἐπ᾽ αὐτοῖς.
Zu Lk 9, 55 Ἀληθεύει τοιγαροῦν ὁ τῶν ὅλων δεσπότης οὕτω λέγων· 〈Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου αἱ ὁδοὶ ὑμῶν. ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου.〉 ἐπετίμα τοίνυν χρησίμως τοῖς ἑαυτοῦ μαθηταῖς περιστέλλων ἀστείως τὴν ὀξυθυμίαν καὶ ἀναπείθων ἀνεξικακεῖν. ὠφέλησε δὲ καὶ καθ᾽ ἕτερον τρόπον αὐτούς. ἔμελλον ἔσεσθαι τῆς ὑπ᾽ οὐρανὸν μυσταγωγοί, πόλεις τε καὶ χώρας περιφοιτᾶν διακηρύττοντες πανταχοῦ τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα· ἀλλ᾽ ἦν ἀνάγκη τοῦτο δρᾶν ἐθέλοντας καὶ ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν οὐκ ἀνεχομένοις τοῦ θείου κηρύγματος οὔτε μὴν ἐῶσιν οἷον καταλῦσαι παρ᾽ αὐτοῖς τὸν Ἰησοῦν. ἵνα τοίνυν μάθοιεν ὅτι τὸ θεῖον ἱερουργοῦντες κήρυγμα μεστοὶ μᾶλλον ὀφείλουσιν εἶναι ἀνεξικακίας καὶ ἡμερότητος, οὐκ ἀμυντικοὶ καὶ ὀργίλοι καὶ τοῖς πλημμελοῦσιν εἰς αὐτοὺς ἐπιπηδῶντες ἀγρίως, διὰ τῆς ἐπιτιμίας ταύτης ἐδιδάσκοντο.
ὅτι δὲ ἀνεξίκακοι γεγόνασιν οἱ τῶν θείων κηρυγμάτων ἱερουργοί, διδάξει λέγων ὁ Παῦλος· 〈Δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· λοιδορούμενοι εὐλογοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.〉
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.