Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν

Κύριλλος Ἀλεξανδρείας

Η αποστολή των εβδομήκοντα μαθητών

Ερμηνεία της επιλογής των εβδομήκοντα, η αποστολή τους ως προβάτων εν μέσω λύκων και οι πνευματικές οδηγίες για την απερίσπαστη δράση τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 10

Zu Lk 10, 1 Τῆς 〈ἀποστολῆς τῶν ἑβδομήκοντα〉 ἡ αἰτία αὕτη· πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθύς· ἐσαγηνεύετο γὰρ οὐ μόνος ὁ Ἰσραήλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι. ὅτι γὰρ ἔμελλε καταδράττεσθαι τῆς ὑπ᾽ οὐρανὸν τὸ σωτήριον κήρυγμα, πεπληροφόρηκεν εἰπὼν ὁ τῶν ὅλων θεὸς διὰ τῶν ἁγίων προφητῶν περὶ αὐτοῦ· 〈Ἀνατελεῖ ὡς ἄγρωστις κρῖμα ἐπὶ χέρσον ἀγροῦ.〉 ὥσπερ γὰρ ἐν τοῖς τῶν ἀγρῶν κεχερσωμένοις ἀνίσχει μὲν ἡ ἄγρωστις, καταδράσσεται δὲ καὶ κατευρύνεται τόπου παντὸς ἀεὶ τρέχουσα πρόσω, κατὰ τὸν ἴσον τούτῳ λόγον τὸ κρῖμα, τουτέστιν ἡ δικαιοῦσα χάρις τὴν ὑπ᾽ οὐρανόν, ἤγουν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, κατεδράξατο πάσης πόλεώς τε καὶ χώρας. 〈ἀνεδείχθησαν〉 τοίνυν παρὰ Χριστοῦ 〈πρὸς τοῖς δύο καὶ δέκα〉 καὶ 〈ἕτεροι〉 τὸν ἀριθμὸν 〈ἑβδομήκοντα.〉 καὶ τούτου πάλιν ὁ τύπος ἐν τοῖς Μωυσέως ἐγράφετο λόγοις· θεοῦ γὰρ προστάττοντος 〈ἑβδομήκοντα〉 μὲν ἐπελέξατο καὶ αὐτός, ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ 〈πνεῦμα〉 θεός. καὶ καθ᾽ ἕτερον δὲ τρόπον τούς τε δύο καὶ δέκα μαθητὰς καὶ αὐτοὺς δὲ τοὺς ἑβδομήκοντα διὰ τῆς 〈τοῦ νόμου σκιᾶς〉 σημαινομένους εὑρήσομεν.

γέγραπται γὰρ οὕτως ἐν τῇ Ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· 〈Ἦλθον,〉 φησίν, 〈εἰς Ἐλείμ〉 —ἑρμηνεύεται δὲ εἰς ἀνάβασιν ἤγουν εἰς αὔξησιν—〈καὶ ἦσαν ἐκεῖ δώδεκα,〉 φησίν, 〈ὑδάτων πηγαὶ καὶ ἑβδομήκοντα στελέχη φοινίκων.〉 ἀναβαίνοντες γὰρ εἰς τελειοτέραν σύνεσιν καὶ εἰς αὔξησιν ἀνατρέχοντες τὴν πνευματικὴν τὰς δύο καὶ δέκα πηγὰς εὑρήσομεν, τουτέστι τοὺς ἁγίους ἀποστόλους, καὶ τὰ ἑβδομήκοντα τῶν φοινίκων στελέχη, τοὺς ἀναδειχθέντας δηλονότι παρὰ Χριστοῦ· ἀρρυόμεθα γὰρ ὡς ἐκ πηγῶν ἁγίων ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθητῶν παντὸς εἴδησιν ἀγαθοῦ, θαυμάζομεν δὲ καὶ τοὺς ἑβδομήκοντα καὶ οἱονεὶ φοίνικας αὐτοὺς εἶναι φαμέν· εὐκάρδιον γὰρ τὸ φυτόν, εὔριζόν τε καὶ ἔγκαρπον καὶ ἀεὶ τοῖς ὕδασιν ἐντεθηλός, εὐμέγεθές τε καὶ ὑψίκομον.

Zu Lk 10, 2 Ἀλλ᾽ ἦν εἰκὸς ὑπονοῆσαί τινας ἀποκεκινῆσθαι μὲν τοὺς πρώτους, ἀντεισενηνέχθαι δὲ τούτους ὡς ἄμεινον ἢ ἐκεῖνοι μυσταγωγεῖν δυναμένους. ἵνα τοίνυν ἀποκείρῃ τῶν ἡμετέρων διανοιῶν τὰς τοιαύτας ὑποψίας ὁ 〈καρδίας εἰδὼς〉 καὶ γινώσκων τὰ ἐσόμενα, μονονουχὶ καὶ ἀπολελόγηται λέγων· 〈Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι〉 καὶ τὰ ἑξῆς. ὥσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστάς, οὕτως ἡ σύμπασα γῆ ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πληθὺς πολλή τις οὖσα καὶ ἀναρίθμητος οὐκ ὀλίγων ἐδεῖτο μυσταγωγῶν. ἐβάδιζον οὖν 〈ἀνὰ δύο〉 πεμπόμενοι 〈κατὰ πόλεις καὶ κώμας,〉 μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς· 〈Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ κυρίου.〉 πλὴν ἐκεῖνο ἄθρει· εἰπὼν γάρ· 〈Δεήθητε τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.〉 τοῦτο πέπραχεν αὐτός. καίτοι τοῦ θερισμοῦ κύριος, τουτέστι τῶν ἐπὶ τῆς γῆς, τίς ἂν ἕτερος εἴη παρὰ τὸν φύσει καὶ ἀληθῶς ὄντα θεόν; αὐτοῦ γὰρ ἡ σύμπασα 〈γῆ καὶ τὸ πλήρωμα αὐτῆς〉 καθὰ γέγραπται. εἶτα πῶς μόνῳ πρέποντος τῷ ἐπὶ πάντας θεῷ τοῦ ἐκβάλλειν τοὺς ἐργάτας, τούτους ἀνέδειξεν ὁ Χριστός; αὐτὸς ἄρα ἐστὶν ὁ τοῦ θερισμοῦ δεσπότης καὶ δι᾽ αὐτοῦ τε καὶ σὺν αὐτῷ κατάρχει τῶν ὅλων ὁ θεὸς καὶ πατήρ. ἴδια δὲ πάντα ἐστὶν αὐτοῦ καὶ οὐδέν ἐστιν ὧν ἂν ἔχειν ὁ πατὴρ λέγοιτο, ὃ μή ἐστι καὶ τοῦ υἱοῦ.

διὸ καὶ τὴν τῶν ἀμώντων ἀνάδειξιν καίτοι τοῖς τοῦ πατρὸς θελήμασιν ἀναθείς, ἑαυτὸν ἀπέφηνεν εὐθὺς τοῦ θερισμοῦ τὸν δεσπότην, τὸ χρῆναι μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις ἀπονέμων.

Zu Lk 10, 3a Διηγεῖται δὲ ἐφεξῆς ὁ Λουκᾶς καὶ τὴν ἀποστολὴν τῶν ἑβδομήκοντα μαθητῶν τὸν ἀποστολικὸν ἔχουσαν παρὰ τοῦ Χριστοῦ τύπον τὸν ἀπέριττον καὶ ἀπαρενόχλητον καὶ ἀπαρεμπόδιστον καὶ οὐδὲν τῶν ἐν τῷδε τῷ βίῳ πραγμάτων τῶν ἱερῶν προτάττοντα κηρυγμάτων, ἀναθρώσκοντα δὲ οὕτως εἰς φρόνημα τὸ νεανικόν, ὡς μηδὲν ὅλως ὑποβλέπεσθαι τῶν δεινῶν μήτε μὴν αὐτὸν ὑφορᾶσθαι τὸν θάνατον, ὅταν ἐπάγηται δι᾽ αὐτόν. φησὶ γοῦν· 〈Ὑπάγετε,〉 μὴ καταπτοιεῖσθε τῶν διωγμῶν τὴν ἔφοδον.

Zu Lk 10, 3b Καὶ πῶς ἂν 〈πρόβατον〉 κατισχύσειε 〈λύκου〉 καὶ τῆς τῶν θηρῶν ἀγριότητος κρατήσῃ τὸ ἥμερον; Ναί, φησίν, ἐγὼ συμπαρέσομαι καὶ συνασπιῶ καὶ παντὸς ἐξελοῦμαι κακοῦ, ἐγὼ τοὺς λύκους εἰς πρόβατα μεταβαλῶ· 〈ποιῶ〉 γὰρ 〈πάντα καὶ μετασκευάζω〉 καὶ οὐδὲν τοῖς ἐμοῖς θελήμασι τὸ ἀντιστατοῦν. ὅτι δὲ εἰς τοῦτο προῆλθε τῶν πραγμάτων τὸ πέρας, ἐξ αὐτῶν ἔστιν ἰδεῖν τῶν ἀποτελεσμάτων· ἦν μὲν γὰρ ὁ θεῖος Παῦλος βλάσφημος καὶ ὑβριστὴς καὶ διώκτης καὶ λύκου παντὸς ἀπηνέστερος τοῖς πιστεύουσιν εἰς Χριστόν, κέκληται δὲ παρὰ Χριστοῦ καὶ προβάτου γέγονεν ἡμερώτερος.

Zu Lk 10, 4a Ὥστε οὐδὲ τὴν περὶ αὐτοῦ τοῦ σώματος ἐπέτρεπεν ἔχειν φροντίδα μὴ ὅτι περὶ τὰ ἔξω τοῦ σώματος ἀσχολεῖσθαι συνεχώρησεν, ὅπου μηδὲ ἐφοδίων φροντίσαι μηδ᾽ ἐπικομίσασθαί τι τῶν οὐκ ἤδη τῷ σώματι περικειμένων, οἷον 〈ὑποδήματα,〉 ἀλλ᾽ ἐπ᾽ αὐτῷ πᾶσαν τίθεσθαι τὴν ἐλπίδα.

Zu Lk 10, 4b Οὐ γὰρ μόνον 〈πήραν〉 καὶ 〈βαλάντιον〉 ἐκώλυσεν ἐπιφέρεσθαι, ἀλλ᾽ οὐδὲ τῆς σπουδῆς παρελκυσμόν τινα παρῆκε προσδέξασθαι ὁ μὴ ἄχρι τοῦ τῶν συντυγχανόντων 〈ἀσπασμοῦ〉 συγχωρήσας ἐφέλκεσθαι, ὅπερ ἦν καὶ πάλαι λεγόμενον ὑπὸ τοῦ Ἐλισσαίου πρὸς τὸν ἀποσταλέντα εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν καὶ μηδὲ 〈εὐλογοῦντα〉 ἀντευλογεῖν—ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις καὶ τὸν τοῖς κηρύγμασι πρέποντα καιρὸν εἰκῇ δαπανᾶν οὐκ ἐπ᾽ ἀναγκαίοις πράγμασι—μηδὲ χαρίζεσθαι φιλίαις τὸν ἀνωφελῆ μελλησμόν.

Zu Lk 10, 16 Ὢ μεγάλης εὐκλείας καὶ ἀπαραβλήτων ἀξιωμάτων, ὢ φιλοτιμίας θεοπρεποῦς· ἀνθρώπους ὄντας δόξῃ περιβέβληκε πρεπούσῃ θεῷ, τοὺς ἰδίους αὐτοῖς ἀνατίθησι λόγους ὥστε καὶ ὑποδίκους γενέσθαι τοὺς κατά τι γοῦν ὅλως ἀπειθοῦντας αὐτοῖς. αὐτῶν γὰρ 〈ἀθετουμένων〉 ἑαυτὸν τοῦτο πάσχειν ἰσχυρίζεται καὶ δι᾽ ἑαυτοῦ τὰ τῆς δυσσεβείας ἐγκλήματα καὶ εἰς αὐτὸν ἀναφέρει τὸν πατέρα. καὶ καθ᾽ ἕτερον δὲ τρόπον τῇ τῶν εἰρημένων παρὰ Χριστοῦ δυνάμει προσβαλεῖν δυνατόν. 〈Ὁ ἀκούων〉 γάρ, φησίν, 〈ὑμῶν ἐμοῦ ἀκούει·〉 δίδωσι τοῖς φιλομαθέσι θαρρεῖν, ὡς ὅπερ ἂν λέγοιτο περὶ αὐτοῦ παρὰ τῶν ἁγίων ἀποστόλων ἤγουν εὐαγγελιστῶν, τοῦτο πάντως προσίεσθαι· ὁ γὰρ αὐτῶν ἀκούων ἀκούει Χριστοῦ. καὶ γοῦν ὁ μακάριος Παῦλος· Εἰ 〈δοκιμήν,〉 φησί, 〈ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.〉 καὶ μὴν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς ἁγίοις ἔφη που μαθηταῖς· 〈Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν·〉 λαλεῖ γὰρ ἐν αὐτοῖς ὁ Χριστὸς διὰ τοῦ ὁμοουσίου πνεύματος. ἄφυκτος δὴ οὖν ἐπικρέμαται δίκη τοῖς ἀνοσίοις αἱρετικοῖς, οἳ τοὺς τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ἀθετοῦσι· λόγους.