Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν
Η επιστροφή των εβδομήκοντα και η αγαλλίαση του Κυρίου
Αναφορά στην εξουσία των μαθητών επί των δαιμονίων, την πτώση του σατανά και την ευχαριστήρια προσευχή και αγαλλίαση του Χριστού στο Άγιο Πνεύμα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η επιστροφή των εβδομήκοντα και η αγαλλίαση του Κυρίου
Αναφορά στην εξουσία των μαθητών επί των δαιμονίων, την πτώση του σατανά και την ευχαριστήρια προσευχή και αγαλλίαση του Χριστού στο Άγιο Πνεύμα.
Zu Lk 10, 17 Εἴρηται 〈ὅτι ἀπέστειλεν αὐτοὺς〉 τῇ τοῦ ἁγίου πνεύματος χάριτι λαμπροὺς ἀποφήνας, ἵνα μὴ ἀπιστῶνται πρός τινων ἢ αὐτόμολοί τινες εἶναι νομίζωνται πρὸς ἀποστολήν· ἑπομένης γὰρ τῷ λόγῳ τῆς θεοσημείας οὐδεὶς ἂν ἴσχυσε κατ᾽ αὐτῶν συκοφαντίας τρόπος. μεμαρτύρηκε τοίνυν ἡ τοῦ πνεύματος χάρις τοῖς ἀπεσταλμένοις ὡς οὐκ αὐτόκλητοί τινες ἢ αὐτόμολοι ἦσαν πρός γε τὸ χρῆναι λαλεῖν τὰ περὶ Χριστοῦ, κεχειροτόνηνται δὲ μᾶλλον τῶν περὶ αὐτοῦ κηρυγμάτων ἱερουργοί. πλὴν ἔλαβον ἐξουσίαν καὶ 〈τοῦ〉 τοῖς πονηροῖς ἐπιπλήττειν πνεύμασι καὶ τοῦ δύνασθαι 〈συντρίβειν τὸν σατανᾶν,〉 οὐχ ἵνα μᾶλλον αὐτοὶ θαυμάζωνται, ἀλλ᾽ ἵνα δι᾽ αὐτῶν δοξάζηται Χριστὸς καὶ πιστεύηται παρὰ τῶν μυσταγωγουμένων ὅτι καὶ θεὸς καὶ υἱὸς θεοῦ κατὰ φύσιν ἐστὶ δόξῃ τε καὶ ἰσχύι καὶ ὑπεροχῇ τοσοῦτος, ὥστε καὶ ἑτέροις δύνασθαι νέμειν 〈τὸ ὑπὸ πόδας〉 ἔχειν 〈τὸν σατανᾶν.〉 οἱ δὲ τῆς τοιαύτης ἠξιωμένοι χάριτος ὑπενόστησαν, φησί, χαίροντές τε καὶ 〈λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐν τῷ ὀνόματί σου.〉 ὁμολογοῦσι μὲν γὰρ τὴν ἐξουσίαν τοῦ τετιμηκότος, πλὴν ἐοίκασι χαίρειν, οὐχ ὅτι μᾶλλον γεγόνασι τῶν περὶ αὐτοῦ κηρυγμάτων διάκονοι καὶ ἠξίωνται γερῶν ἀποστολικῶν, ἀλλ᾽ ὅτι σημείων γεγόνασιν ἀποτελεσταί.
ἦν δ᾽ ἄμεινον ἐννοεῖν ὅτι δέδωκεν αὐτοῖς τὴν τοῦ δύνασθαι τερατουργεῖν ἐξουσίαν, οὐχ ἵνα θαυμάζωνται διὰ τοῦτο παρά τινων, ἀλλ᾽ ἵνα μᾶλλον μὴ ἀπιστῶνται κηρύττοντες. ἦν οὖν ἄμεινον ἐπὶ τοῖς δι᾽ αὐτῶν σεσαγηνευμένοις ὁρᾶσθαι χαίροντας, ὡς καὶ ὁ πάνσοφος Παῦλος τοῖς δι᾽ αὐτοῦ ἐπικεκλημένοις ἐπισεμνύνεται λέγων· 〈Χαρὰ καὶ στέφανός μου.〉 οἱ δὲ τῶν τοιούτων μὲν εἰρήκασιν οὐδέν, ἐπὶ μόνῳ δὲ χαίρουσι τῷ δύνασθαι συντρίβειν τὸν σατανᾶν. καὶ τί πρὸς ταῦτα Χριστός;
Zu Lk 10, 18 Ναί, φησίν, οὐκ ἠγνόηκα τοῦτο ἐγώ· τοῖς γὰρ ἐμοῖς νεύμασιν οἱονεὶ τεθωρακισμένοι νενικήκατε τὸν σατανᾶν. εἶδον αὐτὸν 〈ὡς ἀστραπὴν ἐξ οὐρανοῦ πεσόντα,〉 τουτέστιν ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. καὶ ἀληθὴς ὁ λόγος. πρὸ μὲν γὰρ τῆς τοῦ σωτῆρος ἐπιδημίας κατεκράτησε τῆς ὑπ᾽ οὐρανόν, προσεκυνήθη παρὰ πάντων, ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι· ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπή· ὁ γὰρ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτόν.
Zu Lk 10, 20 Ἀλλὰ τί οὐκ ἐᾷς, ὦ δέσποτα, ταῖς παρὰ σοῦ τιμαῖς ἐπιγάννυσθαι τοὺς τετιμημένους; καίτοι γέγραπται περὶ 〈τῶν〉 προκεχειρισμένων εἰς ἀποστολήν· 〈Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.〉 εἶτα πῶς προστέταχας ἐν τούτοις μὴ χρῆναι χαίρειν ἐπὶ τῇ δοθείσῃ παρὰ σοῦ τιμῇ τε καὶ δόξῃ; τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; ἐπὶ τὸ μεῖζον αὐτοὺς ἀναφέρει Χριστὸς κἀκεῖνο κελεύει ποιεῖσθαι καύχημα, τὸ 〈γεγράφθαι〉 φημὶ 〈τὰ ὀνόματα〉 αὐτῶν 〈ἐν τοῖς οὐρανοῖς.〉 εἴρηται γὰρ περὶ τῶν ἁγίων πρὸς θεόν· 〈Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.〉
Zu Lk 10, 21a Ἐξετάσωμεν πρό γε τῶν ἄλλων, τί ἐστι τὸ 〈Ἠγαλλιάσατο τῷ πνεύματι.〉 πρόεισι μὲν γὰρ ὡς ἀπὸ πηγῆς τοῦ θεοῦ καὶ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ υἱοῦ· πᾶσα γὰρ ἡ τοῦ πατρὸς ἰδιότης ἐνυπάρχει τῷ κατὰ φύσιν καὶ ἀληθῶς ἐξ αὐτοῦ γεννηθέντι λόγῳ. τεθέαται τοίνυν διὰ τῆς τοῦ πνεύματος ἐνεργείας, ὃ δέδωκε τοῖς ἀξίοις, οἷς καὶ τὸ θεῖον ἱερουργεῖν ἐκέλευσε κήρυγμα, πολλοὺς σεσαγηνευμένους, εἶδεν ἀξιοθαύμαστα δι᾽ αὐτῶν τετελεσμένα σημεῖα καὶ λοιπὸν ἐν ἀρχαῖς οὖσαν τὴν ὑπ᾽ οὐρανὸν τῆς δι᾽ αὐτοῦ σωτηρίας, φημὶ δὴ τῆς διὰ πίστεως. καὶ ταύτης ἕνεκα τῆς αἰτίας 〈ἠγαλλιάσατο ἐν τῷ ἁγίῳ πνεύματι,〉 τουτέστι ἐπὶ ταῖς ἐνεργείαις καὶ δυνάμεσι ταῖς διὰ τοῦ ἁγίου πνεύματος. εὖ εἰδὼς ὅτι πολλοὺς ὠφέλησαν οἱ ἀπεσταλμένοι παρ᾽ αὐτοῦ καὶ ὅτι πρὸ τῶν ἄλλων αὐτοὶ διὰ πείρας αὐτῆς ἔγνωσαν τὴν δόξαν αὐτοῦ, πεπλήρωται θυμηδείας ἤγουν ἀγαλλιάσεως. ὡς γὰρ ἀγαθὸς καὶ φιλάνθρωπος καὶ 〈πάντας ἀνθρώπους θέλων σωθῆναι〉 θυμηδείας ἐποιεῖτο πρόφασιν τῶν πεπλανημένων τὴν ἐπιστροφήν. εἶτα τί φησιν;
Zu Lk 10, 21b Τὸ 〈Ἐξομολογοῦμαί〉 φησι κατὰ συνήθειαν ἀνθρωπίνην ἀντὶ τοῦ Χάριν ὁμολογῶ, ἤγουν Δοξάζω σε, Εὐχαριστῶ σοι· ἔθος γὰρ τῇ 〈θεοπνεύστῳ γραφῇ〉 τὸ τῆς ἐξομολογήσεως ὄνομα κατὰ τοιόνδε τινὰ δέχεσθαι τρόπον. γέγραπται γοῦν ὅτι 〈Ἐξομολογησάσθωσαν,〉 κύριε, 〈τῷ ὀνόματί σου τῷ μεγάλῳ.〉 καὶ πάλιν· 〈Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου.〉 ἀλλ᾽ Ἰδού, φασὶν οἱ διεστραμμένοι τὸν νοῦν, χάριν ὁ υἱὸς ὁμολογεῖ τῷ πατρί· εἶτα πῶς οὐκ ἐλάττων ἐστὶν αὐτοῦ; πρὸς τοῦτο φαίῃ τις ἂν τῶν εὖ εἰδότων τοῖς τῆς ἀληθείας συνασπίζειν δόγμασι· Καὶ τί τὸ κωλύον, ὦ βέλτιστοι, τὸν ὁμοούσιον υἱὸν ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὸν ἑαυτοῦ πατέρα 〈σώζοντα δι᾽ αὐτοῦ〉 τὴν ὑπ᾽ οὐρανόν; εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐν ἐλάττοσιν εἶναι αὐτὸν τοῦ πατρός, ὅρα καὶ τὸ ἐφεξῆς· 〈κύριον〉 γὰρ 〈οὐρανοῦ καὶ γῆς〉 ἀποκαλεῖ τὸν πατέρα. ὁ δὲ υἱὸς τοῦ τῶν ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων καὶ ἐπάνω πάντων ἐστὶν οὐχ ὡς ἐλάττων ἢ ἑτερούσιος, ἀλλ᾽ ὡς θεὸς ἐκ θεοῦ, ταῖς ἴσαις εὐκλείαις στεφανούμενος καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσότητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.