Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς δώδεκα προφήτας

Κύριλλος Ἀλεξανδρείας

Υπόμνημα στον προφήτη Μιχαία

Ερμηνευτική ανάλυση των ελέγχων κατά της Σαμάρειας και της Ιερουσαλήμ, στηλίτευση των αρχόντων και προαγγελία της έλευσης του Εμμανουήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 12

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ΕΙΣ μὲν ἅπασι καὶ θεοφιλὴς τοῖς ἁγίοις προφήταις ὁ σκοπὸς, τὸ ἀναπεῖσαι τὸν Ἰσραὴλ ἀποφοιτῆσαι νεανικῶς τοῦ πλανᾶσθαι θέλειν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ἐναβρύνεσθαι, τὴν ἐπὶ τοῖς ἀτόποις κατάῤῥησιν ῥιπτοῦντας ὡς ἀπωτάτω. πολλοὶ δὲ γεγόνασι καὶ καθεξῆς, προδιαμαρτυρομένου τρόπον τινὰ τοῦ Θεοῦ, καὶ διὰ πλείστων ὅσων στομάτων προαναφωνοῦντος ἐναργῶς, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, μήτε μὴν ποιοῖντο περὶ πολλοῦ τὴν εἰς τὰ ἀμείνω λοιπὸν ἐπιτηδεύειν ἀναδρομὴν, αὐτοὶ καθ᾽ ἑαυτῶν ὁριοῦσι τὰς δίκας, καὶ αὐτόκλητον ἀνατλάντες ὄλεθρον, τὰς τοῦ παθεῖν αἰτίας ταῖς ἰδίαις ἀνάψουσι γνώμαις. εἰ δὲ δὴ τῶν αὐτῶν ἔχοιντο διηγημάτων τῶν ἁγίων προφητῶν οἱ λόγοι, αἰτιάσθω μηδεὶς, ταυτολογίαν ἐπιφημίζων αὐτοῖς, ἀναλογιζέσθω δὲ μᾶλλον ἐκεῖνο σαφῶς· οὐδένα γὰρ ἐχρῆν ὀφθῆναι καιρὸν, καθ᾽ ὃν οὐκ ἦσαν οἱ ἐπανορθοῦν ἰσχύοντες τοὺς ἡμαρτηκότας. καὶ ὥσπερ οὐκ ἂν αἰτιάσαιτό τις, εἴ γε νοῦν ἔχοι, τὸ κατὰ πάντα καιρὸν ὑπάρχειν ἰατροὺς, τοὺς τὰ αὐτὰ τῶν ἐν ἡμῖν παθῶν ταῖς αὐτοῖς πρεπούσαις ἐπικουρίαις ἀνασειράζοντας, οὕτως οὐκ ἂν, οἶμαί, τις εὐλόγως ἐπιτιμήσειε τοῖς ἁγίοις προφήταις, εἰ καὶ διὰ τῶν αὐτῶν ἰόντες φαίνοιντο πραγμάτων τε καὶ λόγων.

εἷς γὰρ ἦν Κύριος ὁ πᾶσι λαλῶν, καὶ τοῖς πλανωμένοις ἀναδεικνὺς κατὰ πάντα καιρὸν τοὺς ἀποκομίζειν εἰδότας εἰς εὐθεῖαν ὥσπερ ὁδόν. προαγορεύουσι γὰρ ἅπαντες τοὺς πολέμους, τὰς αἰχμαλωσίας, τὴν τῶν πόλεων ἐρήμωσιν, τοὺς πόνους, τὰ πένθη, τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ὀδυρμοὺς, τὰς τῶν παραλελημμένων ταλαιπωρίας, τὴν τῶν πορθούντων ὠμότητα· καὶ ἁπαξαπλῶς διὰ πάσης αὐτοῖς ἀγριότητος κεχωρηκότα τὰ διηγήματα κατίδοι τις ἂν, διά γε τὸ τοῖς πλανωμένοις εἰς ὄνησιν ἀναγκαῖον. ἀνακόπτεται γὰρ ἔσθ᾽ ὅτε τοῖς δείμασι καὶ τὸ ἀσχέτως ἐκνενευκὸς εἰς ἀπόστασίν τε καὶ ἁμαρτίαν.

Προφητεύει τοίνυν καὶ ὁ μακάριος Μιχαίας ἐν καιροῖς βασιλείας τοῦ τε Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. καὶ βασιλεύοντος μὲν Ἰωάθαμ κατεστρατεύετο τῆς Ἱερουσαλὴμ ὁ τοῦ Ῥομελίου Φακεὲ, καὶ Ῥαασσὼν βασιλεὺς Συρίας· τεθνεῶτος δὲ διαδέχεται τὴν ἀρχὴν ὁ Ἄχαζ, ὃς καὶ παρατείνοντος τοῦ πολέμου κατεμισθοῦτο χρήμασι τὸν Ἀσσύριον, ἐπαμῦναί τε οἱ παρεκάλει, ταῖς τῶν ἐπιόντων δυνάμεσιν ἀντεξάγειν οὐκ ἔχοντι· ὃς καὶ παρελθὼν εἷλε μὲν τὴν Δαμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν Ῥαασσών. εἶτα κατ᾽ ἐκεῖνο τοῦ καιροῦ βασιλευόντων ἐν τῇ Σαμαρείᾳ Ἱεροβοάμ τε τοῦ Ἰωὰς, καὶ μετ᾽ αὐτὸν Ἀζαρίου, καὶ τρίτου δὲ Μαναεὶμ, ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων, ὃς καὶ πολλοῖς μόλις χρήμασιν ὑποπεισθεὶς, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομίζετο. μετὰ δέ γε τὸν Φουλὰ κατεστράτευε τῆς Ἰουδαίων γῆς Θεγλαφαλάσαρ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν ὅσας τῆς Σαμαρείας ἀνέστησε πόλεις· προσετίθει δὲ αὐταῖς καὶ πᾶσαν τὴν Γαλιλαίαν ἕως Νεφθαλείμ. εἴρηται μὲν οὖν ταυτὶ δὴ λεπτῶς, ὅτε τὴν ἐπὶ τῷ μακαρίῳ προφήτῃ Ὠσηὲ συνετίθεμεν ἐξήγησιν, ὑπεμνήσαμεν δὲ καὶ νῦν ἀναγκαίως διὰ τὸ τεθεῖσθαι τοὺς χρόνους καὶ τῆς τοῦ Μιχαίου προφητείας. ἔδει γὰρ ἔδει τὸν φιλακροάμονα καὶ φιλομαθῆ μὴ ἀγνοῆσαι τὴν αἰτίαν, δι᾽ ἣν ὠνομάσθησαν οἱ τῆς Ἱερουσαλὴμ βεβασιλευκότες, Ἰωάθαμ φημὶ καὶ Ἄχαζ.

παρατείνει δὲ τῆς προφητείας ὁ χρόνος καὶ μέχρι τῆς Ἐζεκίου βασιλείας, ἐφ᾽ οὗ πάλιν ὁ Σεναχηρείμ· Ἀσσυρίων καὶ οὗτος βασιλεύς· εἷλε κατὰ κράτος τὴν Σαμαρειτῶν, κατεδῄωσε δὲ καὶ τὰς πόλεις τῶν Φυλιστιεὶμ, τουτέστι τὰς Παλαιστηνῶν. εἶτα τὴν Λάχις ἑλών· πόλις δὲ αὕτη τῆς Ἰούδα βασιλείας· ἐκεῖθεν πέμπει Ῥαψάκην πολιορκήσοντα τὴν Ἱερουσαλὴμ, ὃς καὶ τῆς ἀλαζονείας καὶ τῆς κατὰ Θεοῦ γλωσσαλγίας ἐξαιτεῖται δίκας, ἀποθανουσῶν ἐν μιᾷ νυκτὶ τῆς τῶν Ἀσσυρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων. γέγονε τοίνυν, φησὶν, ὁ λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθί. <Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα.> Χρὴ εἰδέναι πάλιν, ὡς Ἑβραῖοι γεγράφασιν ἀντὶ τοῦ Μωραθὶ τὸν Μωραθίτην, ἵνα μὴ ὡς ἐκ πατρὸς, ἀλλ᾽ ὡς ἐκ τόπου σημαίνηται. φασὶ γὰρ εἶναι τὴν Μωραθὶ κώμην ἤτοι πολίχνην τῆς Ἰουδαίων γενέσθαι χώρας. συμφέρονται δὲ τῇ ἐκδόσει καὶ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. οὐκοῦν εἴη ἂν οὐχὶ τοῦ Προφήτου πατὴρ ὁ Μωραθί· σημαίνεται δὲ, ὡς ἔφην, ἐκ τόπου μᾶλλον καὶ Μωραθίτης.

τίνες δὲ ἄρα λοιπὸν οἱ πρὸς αὐτὸν γεγονότες λόγοι, περιαθρεῖν ἀναγκαῖον. <Περὶ ὧν εἶδεν περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ.> Τεθέαται γὰρ ὡς ἐν ὁράσει τὰ ἐσόμενα, καὶ τῶν ὅσον οὐδέπω παρεσομένων ἢ καὶ ἐπὶ θύραις ὄντων κακῶν, οὐχὶ μόνην ἑλὼν τὴν γνῶσιν, ἀλλ᾽ ὅσον ἧκεν εἰς ὄψιν, τὴν ὡς ἐν ὁράματι λέγω, δεδιὼς τὴν ἔκβασιν, ἀναγκαίως ποιεῖται τοὺς λόγους περί τε τῆς Σαμαρείας καὶ τῆς Ἱερουσαλήμ. <Ἀκούσατε λαοὶ πάντες λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.> Ἑτοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λογίων τὴν δύναμιν. ὅτι δὲ οὐκ ἀπὸ γνώμης ἤγουν θελημάτων ἀνθρωπίνων ἡ ἀφήγησις, ἀλλὰ παρ᾽ αὐτοῦ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ πληροφορεῖ προστιθεὶς, ὅτι ἔσται Κύριος ἐν ὑμῖν εἰς μαρτύριον. μονονουχὶ γάρ φησι Κἂν αὐτὸς ἐγὼ Μιχαίας ποιῶμαι τοὺς λόγους, κἂν εἰ μεσιτεύοιμι τυχὸν ὡς ἄνθρωπος, ἀλλ᾽ αὐτὸς ὑμῖν ὁ τῶν ὅλων διαμαρτύρεται Θεὸς, καὶ δεσποτικοῖς θεσπίσμασι τὴν ἐμαυτοῦ δανείζω φωνήν.

ἔσται τοίνυν ὑμῖν εἰς μαρτύριον ἐκεῖνος αὐτὸς, ᾧ τὸν διαβόητον τουτονὶ καὶ περιφανῆ ναὸν ἐστήσατε, ᾧ τὸ θεῖον ἵδρυται πρὸς ὑμῶν θυσιαστήριον, ᾧ τὸ σέβας ἀνάπτειν πεπαίδευσθε διὰ νόμου· ὃς ἐκ τοῦ ἰδίου οἴκου λελάληκεν ἀεὶ πρὸς προφήτας ἁγίους, καὶ πρό γε τῶν ἄλλων τῷ μακαρίῳ Μωυσεῖ, τὴν ἀρχαίαν ἐκείνην σκηνὴν ἐγηγερκότι κατὰ τὴν ἔρημον. ἐλάλει γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου, καὶ ᾗ φησὶ τὸ γράμμα τὸ ἱερόν “Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο ”αὐτῷ φωνῇ.” καὶ νῦν ὑμᾶς διαμαρτύρεται, φησὶν, ἐκ τοῦ οἴκου αὐτοῦ. οὐκοῦν ἀκούετε μὲν λαοὶ, προσεχέτω δὲ καὶ ἡ γῆ. τούτῳ παραπλήσιον τὸ διὰ φωνῆς Ἡσαΐου “Ἄκουε ”οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησε.” κατοικεῖ μὲν οὖν ὁ Ὕψιστος οὐκ ἔν γε τοῖς ἐκ λίθων ναοῖς ἢ χειροποιήτοις τεμένεσιν. ἐπειδὴ δὲ εἰς δόξαν Θεοῦ τοὺς ἁγίους οἴκους ἐγηγέρθαι φαμὲν, ταύτῃτοι καὶ κατοικεῖν ἐν αὐτοῖς οὐκ ἀπαξιοῦν πεπιστεύκαμεν τὸν τῶν ὅλων Θεὸν, καίτοι πληροῦντα τοὺς οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ κατωτέρω.

Ἐφαρμόσαι δ᾽ ἄν τις εἰκότως καὶ ταῦτα Χριστῷ καλοῦντι πρὸς σωτηρίαν οὐχὶ μόνους λαοὺς, οἳ καὶ ἐξ αἵματος ἦσαν Ἁβραὰμ, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. διεμαρτύρατο γὰρ ὥσπερ διὰ φωνῆς τοῦ Δαυεὶδ λέγων “Ἀκούσατε ταῦτα ”πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν “οἰκουμένην.” ὅτι δὲ ὡς ἐξ οἴκου τοῦ ἰδίου καὶ φιλαιτάτου λίαν αὐτῷ καταπεφοίτηκεν ὡς ἡμᾶς ἐξ οὐρανοῦ ὁ Λόγος, πῶς ἐστιν ἀμφιβαλεῖν; ἄτοπον δὲ οὐδὲν οἶκον Θεοῦ λέγειν τὸν οὐρανὸν, ὁπότε καὶ τὴν ἐπίγειον Σιὼν, ἣ καὶ εἰς τύπον τῆς Ἐκκλησίας λαμβάνεται, οἶκόν τε αὐτοῦ καὶ πόλιν αἱ θεόπνευστοι λέγουσι γραφαί. ψάλλει γάρ που καί φησιν ὁ θεσπέσιος Δαυείδ “Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ ”πόλις τοῦ Θεοῦ.” οὐκοῦν ὡς πόλις εἴη ἂν οὕτω καὶ οἶκος ἡ Ἐκκλησία Χριστοῦ τοῦ πληροῦντος τὰ πάντα κατά γε τὴν τῆς Θεότητος φύσιν. <Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει.> Ἀσαφὴς μὲν λίαν, καὶ αἰνιγμάτων ἔμπλεως ὁ τοιόσδε λόγος.

πλὴν ἐκεῖνό φαμεν ἀναγκαίως, ὅτι κἂν ἐν τοῖς καθ᾽ ἡμᾶς σημαίνηται λόγοις τὰ περὶ Θεοῦ, ἀλλ᾽ οὖν ὁ ταῦτα τεχνίτης, καὶ νοεῖν εἰδὼς “παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα,” συνήσει λεπτῶς, καὶ ὡς ἂν ὅτι μάλιστα πρέποι τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει. ἵδρυσίς τε γὰρ αὐτῆς, θρόνοι τε καὶ ἔγερσις διὰ τῆς τῶν ἁγίων λέγονται φωνῆς, καὶ μὴν καὶ ὁδοὶ καὶ πορεῖαι, ἕτερά τε πρὸς τούτοις ἅττα σμικρὰ καὶ ἀνθρώπινα, ἀλλ᾽ ὡς ἔφην ἀρτίως, τὰ τοιάδε τῶν θεωρημάτων ἰσχνῶς τε καὶ κατεῤῥινημένως νοοῖτ᾽ ἂν εἰκότως παρά γε τοῖς ἀγαθοῖς καὶ ἀρτίφροσι. γίνονται γὰρ ὡς ἐξ ὁμοιώσεως καὶ μεταφορᾶς τῶν καθ᾽ ἡμᾶς οἱ λόγοι. ὅταν τοίνυν ἀκούσῃς τοῦ Προφήτου λέγοντος τό Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, προσεπάγει δὲ, ὅτι καὶ ὄρη μὲν σαλευθήσονται, κατατακήσονται δὲ καὶ αἱ κοιλάδες, τότε δὴ τότε τῶν ἐν αἰσθήσει πραγμάτων ὑπερφέρων βραχὺ, ἄνιθι τοῖς θεωρήμασιν εἰς ἐννοίας ἰσχνάς. ἔξοδον τοίνυν ἐνθάδε νοήσεις Θεοῦ γενομένην ὥσπερ ἐξ ἰδίου τόπου, τὴν οἱονείπως ἐκ τῆς ἠρεμίας κίνησιν, τὴν ἐπί τισι τῶν πραχθησομένων. μόνον γὰρ οὐχί φησι Κεκίνηται λοιπὸν ὁ πάλαι μακροθυμῶν, καὶ ἀφειδήσει δήπως τὸ ἔτι κατηρεμεῖν ἐπὶ τοῖς προσκεκρουκόσι, καὶ τὴν αὐτῷ φίλην ἡμερότητα τρόπον τινὰ καταλελοιπὼς, ἐποίσει τὰς δίκας λοιπόν.

ἐπιβήσεται μὲν γὰρ ἐπὶ τὰ ὕψη τῆς γῆς, τουτέστι πατήσει λοιπὸν τοὺς ἐν ταῖς ἄγαν ὑπεροχαῖς, ἵνα νοῶμεν τοὺς βασιλεύοντας ἔν τε τῇ Σαμαρείᾳ καὶ ἐν Ἱερουσαλήμ. σαλευθήσονται δὲ καὶ τὰ ὄρη, τουτέστι πάλιν μετακινηθήσονται τῶν ἰδίων ἀξιωμάτων, οἱ τοὺς ἄλλους ὑπεραίροντες καὶ πολὺ λίαν ἀνεστηκότες ἐν δόξῃ· ὄρεσι γὰρ τοὺς τοιούτους εὖ μάλα παρεικαστέον. ἐκτακήσονται δὲ καὶ ὡς κηρὸς αἱ κοιλάδες, τουτέστιν, οἱ ταπεινοὶ καὶ κατεῤῥιμμένοι, καὶ τὸ τῶν ἀγελαίων ἔχοντες μέτρον, ἀλλὰ καίτοι λίαν ὄντες σκληροὶ, καὶ τοῖς θείοις θεσπίσμασιν εἴκειν οὐκ ἀνεχόμενοι, οἱονεὶ πυρὶ προσβάλλοντες τῷ ἐκ τῆς θείας ὀργῆς κηροῦ δίκην κατατακήσονται· γενήσονται δὲ καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει, τουτέστι κατὰ πρανοῦς ὀξεῖ καὶ ἀσχέτῳ διάττον δρόμῳ. ὡς γὰρ ἤδη προεῖπον, οἱ τῶν Ἀσσυρίων βασιλεῖς τήν τε Σαμάρειαν αὐτὴν καὶ τὴν Ἰούδα βασιλείαν ἀγρίως καταδῃώσαντες, ἀπῴκισαν μὲν τῶν βασιλέων τινὰς, ἀπεκτόνασι δὲ καὶ πάντας τοὺς ἡγουμένους, δρομεὺς δὲ ὥσπερ καὶ ὡς ὕδωρ κατὰ πρανοῦς ἐρχόμενον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν τὴν τῶν ἀγελαίων πληθύν. καὶ τοῦτο ἦν τὸ ὕδωρ τὸ φερόμενον ἐν καταβάσει, καὶ τρέχον ἐκ τῆς Σαμαρείας εἰς τὴν Περσῶν τε καὶ Μήδων.

Ἐκπεπόρευται δὲ καὶ ὁ τοῦ Θεοῦ λόγος ἐκ τοῦ τόπου αὐτοῦ. Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος· δοκεῖ δέ πως καὶ ὑπομεῖναι κίνησιν τὴν ἔν γε τούτῳ φημὶ, καίτοι τροπὴν οὐκ εἰδὼς, ἐρηρεισμένος δὲ μᾶλλον ἐν ἰδίᾳ φύσει, καὶ τὸ βεβηκὸς ἔχων ὡς Θεός. ἐπέβη δὲ καὶ ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σεσάλευκεν ὄρη, καὶ κατέτηξε κοιλάδας, καὶ ὡς ὕδωρ αὐτὰς φερόμενον ἐν καταβάσει ῥεῦσαι παρεσκεύασε. καὶ ὕψη μὲν τῆς γῆς αἱ κατὰ πάντων ἐπαιρόμεναι νοηταὶ δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας νοηθεῖεν ἄν· ὄρη δὲ σαλευόμενα οἱ τῆς καθ᾽ ἡμῶν ἀρχῆς ἐξωσθέντες δαίμονες. ἐκβέβληνται γὰρ, καὶ κεκλήμεθα λοιπὸν εἰς τὸ ὑποκεῖσθαι τῷ φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ. κοιλάδες δὲ πάλιν ἡ τῶν δαιμονίων ἀγελαία πληθὺς, ἡ ταπεινὴ καὶ κατεῤῥιμμένη, ἡ δίκην κηροῦ κατατετηγμένη, ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γὰρ τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ”ἄβυσσον ἀπελθεῖν.” ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα κατεπεφρίκεσαν.

εἰ δὲ δὴ βούλοιτό τις ὕψη τε καὶ ὄρη καὶ κοιλάδας τοὺς τῶν Ἰουδαίων νοῆσαι καθηγητὰς, καὶ μέντοι καὶ δήμους τοὺς ὑπ᾽ αὐτοῖς, οἳ διά γε τὴν εἰς Χριστὸν παροινίαν καὶ τῆς ἰδίας ἐξώσθησαν ἀρχῆς· ἐτάκησαν γὰρ, καὶ ὡς κηρὸς ταῖς τοῦ πολέμου τοῦ παρὰ Ῥωμαίων συμφοραῖς ὡς φλογὶ προσβάλλοντες, “Ἐξουθενώθησαν δὲ καὶ ὡς ὕδωρ διαπορευόμενον, καὶ ὡσεὶ ”κηρὸς ὁ τακεὶς ἀντανήρηνται,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ. <Δι᾽ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα, καὶ δι᾽ ἁμαρτίαν οἴκου Ἰσραήλ.> Ἐπιβήσεσθαι λέγων τὸν τῶν ὅλων Θεὸν ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεσθαι μὲν ὑπ᾽ αὐτοῦ τὰ ὄρη, κηροῦ δὲ δίκην καὶ ὕδατος ἐκτακήσεσθαι καὶ καταῤῥεῖν τὰς κοιλάδας, ἐπιφέρει λοιπόν Δι᾽ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα. ἄθρει δὴ οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἂν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλάδες δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ᾽ οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ.

ταύτῃτοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς, καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ᾽ οἷον ἐλέγχων, καὶ μετατιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδέστερα. ἔφη τοίνυν ὅτι Δι᾽ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα καὶ δι᾽ ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώπους. ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν. <Τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;> Ἰακὼβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραῒμ δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμάρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων πλεονεξίας. ἔφη γὰρ ὅτι “Κατεκονδύλιζον εἰς κεφαλὰς ”πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.” καὶ πρὸς τούτοις ἔλεγον “Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ ”τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν “μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν ”ἄδικον;” ἁμαρτίαν καὶ τοῦ Ἰούδα τὴν Ἱερουσαλὴμ γενέσθαι φησί.

καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατῃτιᾶτο δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς “Ὅτι κατ᾽ ἀριθμὸν πόλεών σου ἦσαν ”θεοί σου Ἰούδα, καὶ κατ᾽ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ “ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῇ Βάαλ. ἵνα τί λαλεῖτε ”πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- “βήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ.” ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων “Πῶς ἐγένετο ”πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιο- “σύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον ”ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. “οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες ”δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ “κρίσει χήρας οὐ προσέχοντες.” γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς Ἱεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις.

Δεῖ δὴ οὖν ἄρα καὶ Θεὸν ἀγαπᾶν, καὶ τοῦτο ἐξ ὅλης ψυχῆς καὶ καρδίας, ἀποσείεσθαι δὲ καὶ τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν, καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιΐαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν. <Καὶ θήσομαι Σαμάρειαν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτείαν ἀμπελῶνος· καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω· καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι· καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν.> Τίνα δὴ πάλιν ἔσονται τῶν οὕτω προσκεκρουκότων τὰ πάθη, διηγεῖται σαφῶς. ἔσται γὰρ ἡ Σαμάρεια φησιν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. τὰ μὲν γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, καταλήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν παθοῦσαν εὑρήσομεν.

ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτωκεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτεταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἡσαΐας “Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπε- ”λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ.” ἐγκατελείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων. ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ᾽ ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεών τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλαστον πρὸς τούτῳ φησίν.

οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ τὰ καταπιμπράμενα, τάχα που τὰ ἀναθήματα δηλοῖ. προσεκόμιζον γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ᾽ αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω λέγων “Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον ”καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον “ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ ”Βάαλ·” οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά τε καὶ ἀντέκτισιν τῆς ἐπί γε τῷ πλανᾶσθαι σπουδῆς κατελογίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον συνήσεις Θεοῦ πάλιν λέγοντος “Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς ”καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά “ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου.” ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς.

ἦ γὰρ ἂν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ᾽ οὐδὲ ὡς φυτεία ἀμπελῶνος, ἐπ᾽ ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο. <Διότι ἐκ μισθωμάτων πορνείας συνήγαγε, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.> Διαγελᾷ δὴ πάλιν ὁ λόγος, καὶ τῆς Ἰουδαίων ἀμαθίας κατειρωνεύεται σὺν ἤθει πολλῷ· τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρασκευάζοντας. οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνέστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν.

οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα. <Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνὴ, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων· ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μοῦ, ἕως Ἱερουσαλήμ.> Ἐπειδὴ γὰρ διεβίω φησὶν ἐν πλάναις, καὶ κατέληξε μὲν οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα Δεσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ᾽ οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψεται καὶ θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ᾽ ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἡ δέ γε γυμνότης καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει· οὕτω καὶ ὁ μακάριος προφήτης Ἡσαΐας τὴν ὅσον οὐδέπω παρεσομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν Ἱερουσαλὴμ, “γυμνός τε καὶ ἀνυπόδετος,” Θεοῦ τὸ χρῆμα γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρμούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα.

σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἡ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ᾽ ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπωάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκράτησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν Ἱερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περιεκάθισε τὴν Ἱερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπείλησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν.

Οὐκοῦν, ὅταν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Δεσπότην ἀφέντες προσκεῖσθαι σπουδάσωμεν τοῖς ἀκαθάρτοις δαίμοσι, τότε πάντη τε καὶ πάντως ἑαυτοὺς θρηνήσομεν, καὶ ταῖς ἑαυτῶν ἀβουλίαις ἐποιμώζοντες, γυμνοὶ μὲν ἐσόμεθα τῆς παρ᾽ αὐτοῦ χάριτός τε καὶ βοηθείας, ἀσχήμονα δὲ καὶ ἀκαλλῆ διαζήσομεν βίον· τοῦτο γὰρ ἡ ἀνυποδεσία δηλοῖ. ὑποκεισόμεθα δὲ καὶ πλήττοντι τῷ σατανᾷ, καὶ οὐδὲν ἔτι τὸ κωλύον ἐν παντὶ γενέσθαι κακῷ. <Οἱ ἐν Γὲθ μὴ μεγαλύνεσθε, οἱ Ἐνακεὶμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν.> Περισκεπὴς μὲν ὁ λόγος καὶ δυσάλωτος κομιδῇ τῶν προκειμένων ὁ νοῦς καὶ τῶν ἐφεξῆς ἔτι κειμένων. πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. καταθέοντος τοῦ πολέμου τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πως ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ᾽ ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν.

ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας μεμενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περιοίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τείχει τῶν Ἱεροσολύμων προσλαλῶν, τούτων αὐτῶν διεμέμνητο λέγων “Ποῦ ἐστιν ὁ ”θεὸς Αἰμὰθ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως “Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- ”ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο “τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;” ἔστι τοίνυν ἡ Γὲθ ἀλλοφύλων μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῇ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, τουτέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονονουχὶ τῶν ἀπολωλότων κατορχούμενοι.

μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ᾽ ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθάπερ τινὰ γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ᾽ ὑμῶν καταγέλωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμειδιάσουσιν οἱ ἐχθροί. σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ λέγοντος “Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι ”ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν “θυμὸν αὐτοῦ ἀπ᾽ αὐτοῦ.” Πράττουσι δὲ τοῦτο καὶ οἱ Χριστὸν οὐκ εἰδότες. διωκομένων γὰρ ἔσθ᾽ ὅτε τῶν ἐκκλησιῶν, καὶ δοκιμαζομένων ἁγίων ἤτοι τῶν ἐν αὐταῖς, τότε δὴ τότε μάλιστα τοὺς ἰδίους αὐτοὶ καταθαυμάζουσι θεούς. ἀλλ᾽ ὁ γέλως αὐτοῖς ἐκτελευτᾷ πρὸς δάκρυον, κατευμαρίζοντος μὲν τὰ δεινὰ τοῦ Χριστοῦ, κατευνάζοντος δὲ τὰ κεκινημένα, καὶ ἀποσοβοῦντος μὲν τὸ λυποῦν, ἀνευρύνοντος δὲ τοῖς ἁγίοις θυμηδίαν καὶ χαράν· τέλος γὰρ πόνων εὔκλεια καὶ τρυφή. καί μοι δοκεῖ φάναι τι τοιοῦτον ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς ”εἰς ἀναψυχήν.” <Κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σενναὰρ κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.> Ἐκδεδώκασι μὲν οἱ ἑβδομήκοντα Σενναὰρ, Ἀκύλας δὲ ἔφη Σενὰν, εὐσθενοῦσαν δὲ ὁ Σύμμαχος, τάχα που τουτὶ τοῦ Σενὰν ὑπεμφαίνοντος.

ἀλλ᾽ εἰ μὲν νοοῖτο Σεναὰρ, φαμὲν ὅτι χωρίον ἐστὶ πλατὺ κατὰ πόλεις τε καὶ κώμας οἰκούμενον ἀλλοφύλοις μὲν, πλὴν ἐν ὁρίοις τῆς Ἰουδαίας· εἰ δὲ δὴ νοοῖτο Σενὰν, λαμπρὰν καὶ ἐπίσημον Αἰγύπτου πόλιν κατασημαίνει. εὐσθενεῖται δὲ ὅτι πίων ἡ χώρα, καὶ ληΐοις κατάκομος, πῶς ἔστιν ἀμφιβαλεῖν; Σεναὰρ τοίνυν φησὶν ἤτοι Σενὰν ἡ καλῶς τὰς ἑαυτῆς οἰκοῦσα πόλεις. ἥξει δὲ ὁ λόγος κατὰ τῶν οἰκούντων αὐτάς· οὐκ ἐπεδάκρυσε τοῖς ἐγγὺς οἰκτρῶς καὶ ἀθλίως διολωλόσιν· οὐκ ἐξῆλθε κόψασθαι τὸν ἐχόμενον οἶκον, τουτέστιν, οὐ τεθρήνηκε τοὺς ἐκ γειτόνων. ἐγγὺς δὲ τῆς Ἰουδαίας ἡ Σενναὰρ, ὡς ἔφην, καὶ μέντοι καὶ ἡ Σενὰν, τουτέστιν ἡ Αἰγυπτίων. διαπίπτοντι δὲ καὶ πεπορθημένῳ τῷ Ἰσραὴλ, οὐκ ἐπήλγησε μᾶλλον, ἀλλ᾽ ἐπετώθασεν, ἐπέχαιρε δὲ καὶ αὐτὴ, καθάπερ οἱ ἀπὸ Γὲθ καὶ Ἐνακείμ. τί οὖν Ἰσραήλ; ἆρα γελάσουσιν εἰκῆ τὰ περίοικα τῶν ἐθνῶν, καὶ ταῦτα δρώντων ἐκείνων ἀνεξικακήσει Θεός; ἀνέξεται δὲ παρ᾽ ἐχθρῶν γελωμένης αὐτοῦ τῆς δόξης; οὐδαμῶς, φησὶν, ἀλλ᾽ ἐξ ὑμῶν ἤτοι δι᾽ ὑμᾶς λήψεται πληγὴν ὀδύνης· τουτέστι, καταδῃωθήσεται καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ. πεπόρθηται δὲ καὶ ἡ Σενναὰρ, καὶ μέντοι καὶ Αἴγυπτος, καταθέοντος αὐτὴν Σεναχηρείμ.

Δεῖ δὴ οὖν ἄρα καὶ τὸν ἑστῶτα καλῶς φοβεῖσθαι μὴ πέσῃ, καὶ ῥίπτειν μὲν ὡς ἀπωτάτω τὸ τοῖς πεπονθόσιν ἐπιμειδιᾶν, “Κλαίειν δὲ μᾶλλον μετὰ κλαιόντων” καὶ μὴ ταῖς ἑτέρων ἐξοφρυοῦσθαι συμφοραῖς, ἐκδεδιέναι δὲ μᾶλλον τὸ τοῖς ἴσοις περιπεσεῖν. <Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικοῦσα ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, ψόφος ἁρμάτων καὶ ἱππευόντων.> Ὦ Γετθαῖοι, φησὶν, ὦ τῆς Ἐνακεὶμ, ὦ τῆς Σενναὰρ ἤτοι Σενὰν οἰκήτορες, οὐκ ἐπλήγητε ταῖς τῶν ὁμόρων συμφοραῖς, γέλωτος ὑμῖν γέγονεν ἀφορμὴ πίπτων τε καὶ διολλύμενος ὁ πάλαι δεινὸς ὑμῖν καὶ ἀφόρητος Ἰσραήλ. ᾠήθητε δὲ ὅτι καὶ Θεὸς ἠσθένησεν ὁ σώζων αὐτοὺς, ἔῤῥωται δὲ τὰ παρ᾽ ὑμῖν χειρόκμητα καὶ πρὸς τοῦτο διάττει σθένους, ὡς ἀμογητὶ δύνασθαι τὰς ὑμῶν διασῶσαι πόλεις. οὐκοῦν ἀπὸ τῶν πραγμάτων φέρε δὴ φέρε καταθρήσωμεν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· τίς ὁ παναλκὴς, καὶ ἄμαχον ἀπονέμων οἷς ἂν ἕλοιτο τὴν ἐπικουρίαν. ἥλωσαν μὲν γὰρ καὶ πεπόρθηνταί φησιν αἵ τε τοῦ Ἰσραὴλ, καὶ αἱ παρ᾽ ὑμῖν δὲ πόλεις, καὶ κοινὴν ὥσπερ ἀνέτλητε συμφοράν. ποία δὴ οὖν ἄρα πόλις ἐν ὀδύναις οὖσα καὶ τοῖς περὶ τῶν ἐσχάτων δείμασι· τοῦτο γάρ ἐστι τὸ κατοικοῦσα ὀδύνας· διανένευκεν ἀδοκήτως εἰς ἀγαθὰ, τουτέστιν, εἰς εὐθυμίαν καὶ εὐημερίαν; ἆρα μία τῶν παρ᾽ ὑμῖν; οὐδαμῶς φησὶν, ἀλλ᾽ ἡ ἐμὴ πάλιν Ἱερουσαλήμ.

κατέβη μὲν γὰρ ἐπ᾽ αὐτὴν παρὰ Κυρίου κακὰ, τουτέστιν, ἐγὼ λελύπημαι καὶ πεπαίδευκα, καὶ τὸν Ἀσσύριον αὐτοῖς ἐπενήνοχα, καὶ ἐξ ἐμῆς ὀργῆς ἡ κατ᾽ αὐτῶν γέγονε κάκωσις. πλὴν ἀπέσβη καὶ λέλυται, τῆς ἐμῆς νικώσης χειρὸς καὶ παραδόξως ἐκρυομένης τοὺς τὰ ἐμὰ σέβοντας κράτη. μέχρι γὰρ πυλῶν ἔστη τὸ λυποῦν. ἴσμεν δὲ ὅτι πολλὴν ἵππον ἔχων ὁ Ῥαψάκης ἀφίκετο μὲν ἐν τοῖς Ἱεροσολύμοις, μόνον δὲ οὐχὶ καὶ αὐτῶν ἥψατο πυλῶν, εἷλε δὲ οὐδαμῶς· δεδαπάνηται γὰρ ὁ Ἀσσύριος ἐν μιᾷ νυκτί. καὶ γοῦν τεθρηνήκασιν οἱ ἐν τοῖς Ἱεροσολύμοις, ὡς αὐτίκα δὴ μάλα τεθνηξόμενοι, ἄυπνόν τε κλαίοντες διατετελέκασι νύκτα· σκιδναμένης δὲ τῆς ἠοῦς, ὤφθη τὸ παράδοξον. ἔκειντο γὰρ εἰς γῆν ἀναρίθμητοι νεκροὶ, ὡς ἀνασκιρτῶντας λέγειν τοὺς διὰ Θεοῦ παραδόξως νενικηκότας καὶ σεσωσμένους “Τὸ ”ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλ- “λίασις.” ὁρᾷς οὖν ὅπως πρώτη τε καὶ μόνη παρὰ τὰς ἄλλας πόλεις ἤρξατο διανεύειν εἰς ἀγαθὰ, καίτοι κατοικοῦσα ὀδύνας; οὐ γὰρ περιόψεται παντελῶς τοὺς ἰδίους Θεὸς, ἀλλὰ παιδεύσας συμμέτρως, ἀνασώζει πάλιν, καὶ τῆς αὐτῷ πρεπούσης εὐκλείας οὐ μετρίαν ποιεῖται φροντίδα, κἂν εἰ προσκρούωμεν ἡμεῖς.

ἔφη γάρ που δι᾽ ἑνὸς τῶν προφητῶν “Οὐ ”δι᾽ ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος, ἀλλ᾽ ἢ διὰ τὸ ὄνομά μου.” <Κατοικοῦσα Λάχις ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶ τῇ θυγατρὶ Σιὼν, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.> Λάχις δὴ πάλιν πόλις μέν ἐστι τοῖς Ἰούδα σκήπτροις ὑποκειμένη, γείτων δὲ καὶ ὅμορος τῶν Φυλιστιεὶμ, ἐκτόπως δὲ καὶ αὕτη πικρὰ καὶ εἰδωλολάτρις, καὶ ἀποσπουδάζουσα μὲν τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν εἰς τὸν νόμον αἰδῶ, περὶ πλείστου δὲ ποιουμένη τὸ καὶ πλανᾶσθαι φιλεῖν, καὶ προσαπολλύειν ἑτέρας. ταύτην τάχα που καὶ πρώτην Σεναχηρεὶμ τῶν πόλεων ἑλὼν τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, πέπομφεν ἐκεῖθεν τὸν Ῥαψάκην εἰς Ἱεροσόλυμα. ἡ τοίνυν Λάχις, φησὶν, ἡ καλῶς οἰκοῦσά ποτε, καὶ ἀσφαλῶς ἱδρυμένη, αὕτη γέγονεν ἀρχηγὸς ἁμαρτίας τῇ Σιὼν, ἤτοι τῇ Ἱερουσαλήμ. ηὕρηνται γὰρ ἐν αὐτῇ ἀσέβειαι τοῦ Ἰσραὴλ, τουτέστι τὰ χειρόκμητα καὶ τῶν ψευδωνύμων θεῶν οὐ μετρία πληθύς.

Τί οὖν ὁ λόγος βούλεται δηλοῦν; ἀπολογεῖται τρόπον τινὰ τοῖς τῶν ἀλλοφύλων δήμοις, καὶ ἀναπείθειν πειρᾶται διακεῖσθαι λοιπὸν, ὡς οὐκ ἂν ἠσθένησεν ὁ σώζων Θεός. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς αὐτὸν αἱ τοῦ Ἰούδα πόλεις, παραδέδονται τοῖς ἐχθροῖς. ἀρχηγὸς γάρ φησιν ἡ Λάχις ἁμαρτίας τῇ Σιὼν γινομένη, καὶ ἀποστασίας πρόφασις πρώτη δέδοται τῷ Σεναχηρείμ. ἀπόλωλε δὴ οὖν ὁ Ἰσραὴλ, ὡς ἀπό γε τῆς Λάχεως ἔξεστιν ἰδεῖν, οὐκ ἠῤῥωστηκότος Θεοῦ τὸ ἄναλκι· πολλοῦ γε καὶ δεῖ· τὸ πλανᾶσθαι δὲ μᾶλλον ἠῤῥωστηκὼς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἀσυνέτως προσκείμενος. <Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους, εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσι· κατοικοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει.> Ὑποπεπτωκότος τοῦ Ἰσραὴλ τοῖς ἐξ ὀργῆς κινήμασι, καὶ τῶν εἰς Θεὸν πεπλημμελημένων ἀποτιννύντος δίκας, οἱ ἀπὸ Γέθ τε καὶ Ἐνακεὶμ τῆς τοῦ Θεοῦ δόξης καταμειδιᾶν ἀπετόλμων. ᾤοντο γὰρ ὅτι, καθάπερ ἤδη προεῖπον, οὐ σέσωκε τοὺς ἰδίους, ὡς τῆς Ἀσσυρίων χειρὸς ἡττώμενος. εἶτα πρὸς τοῦτο Θεὸς ἀναπείθειν ἤθελεν, ὡς ἀπό γε τῆς Λάχεως, ὅτι δέδονται τοῖς ἐχθροῖς διὰ τὸ ηὑρῆσθαι πολλὰς ἀσεβείας τοῦ Ἰσραὴλ ἐπ᾽ αὐτοῖς, καὶ ὅτι γεγόνασιν ἁμαρτίας ἀρχηγοὶ τῇ θυγατρὶ Σιὼν, τουτέστι τῇ Ἱερουσαλήμ.

ταῦτα Θεοῦ λέγοντος, συνεὶς εὖ μάλα τὸ δηλούμενον καὶ πρό γε τῶν ἄλλων ὁ μακάριος Προφήτης, ἀποδέχεται τοὺς λόγους, καὶ μονονουχὶ ταῖς παρ᾽ ἑαυτοῦ ψήφοις εἰς ἀλήθειαν στεφανῶν, ἀναπεφώνηκεν εὐθύς Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. ναί φησιν, ὦ Δέσποτα, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ ἐξαποσταλήσονται παρὰ σοῦ, τὴν ἐνεγκοῦσαν ἀφέντες, καὶ εἰς τὴν τῶν Ἀσσυρίων μεταχωρήσαντες, οὐχὶ μόνοι, φησὶν, οἱ ἐν Σαμαρείᾳ, ἀλλὰ γὰρ καὶ οἱ ἐν Γέθ. οἱ μὲν γὰρ γεγόνασιν ἀποστάται καὶ ὑβρισταὶ, καὶ τῶν σῶν κατόπιν ἰέναι θεσπισμάτων οὐκ ἀνεχόμενοι· οἱ δὲ πεπραχόσιν ἀθλίως ἐπιτωθάζοντες, τῆς σῆς δόξης ἐποιοῦντο κατάῤῥησιν τὸ συμβεβηκός. αὐτὸς οὖν δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. μάταιοι γὰρ οἶκοι καὶ ὁ τοῦ Ἐφραῒμ καὶ οἱ τῶν ἀπὸ Γὲθ, διάτοι τὸ μήτε Θεὸν ἀνέχεσθαι τιμᾶν, ἀπονέμειν δὲ τὰς λατρείας τοῖς γλυπτοῖς, καὶ ὅτι μόνα πεφρονήκασι τὰ σαρκὸς, καὶ τοῖς ἐπιγείοις προσκείμενοι, οὐδένα τῆς ἀρετῆς ἐποιοῦντο λόγον. εἶτα μεταξὺ σχετλιάζει τρόπον τινὰ, καὶ μονονουχὶ τὼ χεῖρε συμπλήττει ὁ μακάριος Προφήτης, εἰς ἔννοιαν ἐρχόμενος τῶν κατὰ καιροὺς πεπραγμένων ἐν Σαμαρείᾳ. διαλογίζεται δὲ τὴν τῶν βασιλέων ἀγερωχίαν, καὶ ὅτι τῆς ἐκείνων σκαιότητος ἀνοσιουργήματα γεγόνασι τὰ ἐφ᾽ οἷς πεπλημμέληκεν ὁ Ἰσραήλ.

αὐτῶν γὰρ εὑρήματα καὶ αἱ δαμάλεις ἦσαν, καὶ τὰ τῶν ἑτέρων εἰδώλων τεμένη. οὐ διαλελοίπασι δὲ διὰ παντὸς τρόπου παροτρύνοντες τὸν Δημιουργόν. ἀσχάλλων δὴ οὖν ὁ Προφήτης Εἰς κενά φησιν ἐγένετο τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσιν. ὅμοιον ὡς εἰ λέγοι Τῶν εἰς ματαιότητα σπουδασμάτων οὐ κατέληξαν οἱ βασιλεῖς, ἄχρις ἂν εἰς τοῦτο πεπτώκασιν ἀθλιότητος, ὡς ἑτέρων γενέσθαι κλῆρον τὸν ἐκνεμηθέντα αὐτοῖς παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον Ἀσσύριοι τῆς Ἰουδαίων ἁπάσης κατάρξαι γῆς, δέχεται δύο πόλεις ἐν ἐσχατιαῖς τῆς ὅλης χώρας κειμένας, τήν τε Λάχιν φημὶ καὶ τὴν Ὀδολὰμ, ἃς ᾠκοδόμησε Ῥοβοὰμ, καί φησι Κατοικοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει. κληρονομήσει γὰρ τὴν Λάχις καίτοι καλῶς σφόδρα τετειχισμένην· τοῦτο γὰρ τὸ κατοικεῖν ἐστι· παρατείνει δὲ, φησὶ, καὶ ἕως τῆς Ὀδολάμ.

Οὐκοῦν εἰ μὲν ἕλοιτό τις σοφὸς εἶναι καὶ εὐήνιος καὶ τοῖς θείοις νεύμασιν ἀντιτάττεσθαι μισῶν, ἐν μακραῖς εὐημερίαις ἔσται, καὶ ἐν καλῷ τῶν ἰδίων κείσεται κλήρων· ἔσται γὰρ ἐλπίδος ἐπίμεστος ἀγαθῆς καὶ συναναλάμψει τοῖς ἁγίοις κατὰ καιρούς· εἰ δὲ δὴ φαίνοιτο τραχὺς καὶ δυσάγωγος καὶ τοῖς θείοις οὐκ εἴκων νόμοις, ἐξωσθήσεται πάντως τῆς τῶν ἁγίων ἐλπίδος καὶ ἀπολέσει κλῆρον τὸν παρὰ Θεῷ, ἔσται δὲ καὶ κλῆρος ἐχθρῶν αὐτοῦ, κατά τοι τὸ ἐν ψαλμοῖς ᾀδόμενον περί τινων “Μερίδες ἀλωπέκων ἔσονται,” τουτέστι δυνάμεων πονηρῶν μέριδα καὶ πανούργων καὶ κακεντρεχῶν. <Ἡ δόξα τῆς θυγατρὸς Ἰσραὴλ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.> Ὅμοιον ὡς εἰ λέγοι πάλιν Ὦ τρισμακαρία ποτὲ θύγατερ Ἱερουσαλὴμ, ἡ λίαν εὐκλεεστάτην καὶ περιφανῆ λαχοῦσα τὴν δόξαν, Ἱερουσαλὴμ ἤτοι Σαμάρεια, οἴχεταί σου τὰ τέκνα τὰ τρυφερὰ, καὶ διόλωλεν ἡ πάλαι σπαταλῶσα πληθὺς, ἡ λαμπρά τε καὶ ἁβροδίαιτος, ἡ καθεύδουσα μὲν “Ἐπὶ κλινῶν ἐλεφαντίνων, κατασπαταλῶσα δὲ καὶ ἐν ταῖς ”στρωμναῖς αὐτῆς· ἡ ἔσθουσα μὲν ἐρίφους ἐκ ποιμνίων “καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· ἡ ἐπικρο- ”τοῦσα πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ἡ ὡς ἑστῶτα “αὐτὰ λογισαμένη καὶ οὐχ ὡς φεύγοντα· ἡ τὸν διυλισ- ”μένον οἶνον πίνουσα καὶ τὰ πρῶτα μῦρα χριομένη·” ἀπαμφίεσαι δὴ οὖν ὦ θύγατερ Ἱερουσαλὴμ, τουτέστιν ἀπόθου τὴν δόξαν καὶ γυμνὴ τῆς ἀρχαίας ἐκείνης εὐημερίας ἀναδεδειγμένη· εἶτα πλατὺ καὶ ἀσύνηθες κατοιμώζουσα καὶ τὰς ἀετῶν βαρυθυμίας ἀπομιμεῖσθαι σπουδάζουσα· θρήνησόν σου τὰ τέκνα, καὶ γὰρ αἰχμάλωτοι βαδιοῦνται, χήρα δὲ ἔσῃ καὶ μεμονωμένη.

φασὶ δὲ οἱ ταῦτα σοφοὶ καὶ πτηνῶν ὡς ἔνι μάλιστα περιεργαζόμενοι τὰς φύσεις, φιλότεκνόν τι χρῆμα τὸν ἀετόν· κατολοφύρεσθαι δὲ δεινῶς ἐκπεπτωκότων αὐτῷ τῆς καλιᾶς τῶν νεοττῶν, ἤγουν ὑπό του σεσυλημένων. ὅτι δὲ τῶν εἰς φιλοπαιδίαν ἠθῶν οὐκ ἂν ἀμοιρήσειε τὸ πτηνὸν, ἀναπείσει λέγων καὶ ὁ θεσπέσιος Μωυσῆς περί τε Θεοῦ καὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Ὡς ”ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς “αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐ- ”τοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.” ὁρᾷς ὅπως ἐπιποθεῖν ἔφην τὸν ἀετὸν ἐπὶ τοῖς ἰδίοις νεοττοῖς, καὶ πτερύγων εἴσω ποιεῖσθαι φιλεῖν, ὡς ἐκ πολλῆς ἀγάπης κατασκιάζοντα τὸ τεχθέν. ἐμπλάτυνον δὴ οὖν τὴν χηρείαν σου φησὶν ὡς ἀετός.

Ἐπιφωνήσειε δ᾽ ἄν τις καὶ τοῦτο εἰκότως οὐχὶ μόνοις τοῖς ἀρχαιοτέροις τῶν Ἰουδαίων δήμοις, ἀλλὰ γὰρ καὶ τοῖς ἐν καιρῷ γεγονόσι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ὅτε καὶ σταυρῷ παραδόντες αὐτὸν δειναῖς καὶ ἀφύκτοις περιπεπτώκασι συμφοραῖς· διεσπάρησαν δὲ καὶ εἰς πάντα ἄνεμον, οἱονείπως ἑτέρῳ τρόπῳ τοὺς τῆς αἰχμαλωσίας ὑπομένοντες πόνους. <Ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ ἦραν πρὸς τὸν Θεὸν τὰς χεῖρας αὐτῶν· καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.> Ὅτε μακροὺς περὶ τῆς τινῶν τιμωρίας ποιεῖται λόγους ὁ τῶν ὅλων Θεὸς, ἵνα μή τις εἶναι νομίζηται σκληρὸς ἢ βαρύμηνις, δίκαιος δὲ μᾶλλον Κριτὴς κατὰ τὰ ἑκάστου πταίσματα ταλαντεύων ὀρθῶς, καὶ τοῖς πλημμελοῦσιν ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτῶν, παρατίθησιν εὐθὺς τὰ ἐγκλήματα, καὶ τῆς ἀσεβείας αὐτῶν ἀπογυμνοῖ τὸ μέγεθος· γεγόνασι τοίνυν φησὶ πονηροὶ τοὺς τρόπους καὶ εἰς τοῦτο σκαιότητος ἀφιγμένοι λοιπὸν ὡς βουλεύεσθαι μὲν ἐν νυκτὶ καὶ σχολῆς ἔργον ποιεῖσθαι κόπους, τουτέστι τὰς κατά τινων συντιθέναι συντριβὰς, καὶ ἐργάζεσθαι κακὰ, τουτέστι πάλιν αἰτίας σκέπτεσθαι πληροῦν καὶ δύνασθαι κακοῦν τοὺς ἀσθενεστέρους.

εἶτα δέον μεταβουλεύεσθαι καὶ δρᾶν ἑλέσθαι τὸ ἄμεινον, οὐδένα ταῖς ἑαυτῶν σκέψεσιν ἐνδιδόντες καιρὸν, ἅμα τῇ ἕω πρὸς πέρας ἦγον τὸ δοκοῦν, καίτοι δέον ἀνατεῖναι μᾶλλον τὰς χεῖρας πρὸς Θεὸν, ὡς ἑωθινῆς θυσίας ἀναφερομένης κατὰ τὸν νόμον. ἦσαν δὲ αὐτοῖς ἐκεῖ τὰ ἐν νυκτὶ βουλεύματα καὶ ἡ σχολαία διάσκεψις, ἀγρῶν ἀλλοτρίων ἐπιθυμίαι, οἴκων ἀνατροπαὶ, καταδυναστεῖαι καὶ πλεονεξίαι, ἀνδρός τε καὶ κλήρου διαρπαγαί. ταύτῃτοι δικαίως ἐξεπέμφθησαν ὡς οἶκοι μάταιοι, καὶ τὰ ἁνδάνοντα Θεῷ φρονεῖν οὐκ εἰδότες.

Ἄμεινον οὖν ἄρα καὶ ἀσυγκρίτως κατευμεγεθεῖν τῶν τοιούτων, καὶ φαυλότητος μὲν ἁπάσης ἀποφοιτᾶν, πλεονεξίαν δὲ ῥιπτοῦντας ὡς ἀπωτάτω, καὶ τῶν περιττῶν οὐκ ἐφιεμένους, διατροφὰς ζητεῖν καὶ σκεπάσματα, καὶ ὅσα τοῖς σώφροσιν ἀπόχρη πρὸς τὸ βιοῦν. “Οἱ γὰρ βουλό- ”μενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας πολλὰς καὶ “ἀνοήτους καὶ βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώ- ”πους εἰς ὄλεθρον καὶ ἀπώλειαν.” ἐπιζήμιον δὲ πρὸς τούτῳ καὶ τὰς ἐν νυκτὶ σχολὰς τοῖς εἰς ἁμαρτίαν σκέμμασι δαπανᾶν· καλὸν δὲ ζηλοῦν τὸν μακάριον Ψαλμῳδὸν πρὸς τὸν τῶν ὅλων λέγοντα Θεόν “Μεσονύκτιον ἐξεγειρόμην τοῦ ”ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.” καὶ πάλιν “Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ ”σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου.”

καὶ πάλιν “Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ”ἐμελέτων εἰς σέ.” <Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.> Ἐπειδὴ γὰρ αὐτοὶ κόπους ἐλογίζοντο, καὶ εἰργάζοντο κακά τισι, τὸ πρὸς Θεὸν αἴρειν τὰς χεῖρας ὡς ἀκερδὲς καὶ ἀνόνητον παρωθούμενοι, ταύτῃτοι κἀγὼ, φησὶ, κατὰ πάσης τοιαύτης φυλῆς λογιοῦμαι κακὰ, τουτέστι, διασκέψομαι τὰ ἐφ᾽ οἷς ἂν εἶεν κακοῖς, ἤγουν ἀνιάτοις συμφοραῖς· ἔσεσθαι δὲ οὕτω φησὶ δύσοιστά τε καὶ φορτικὰ τὰ ἐπενεχθησόμενα, ὡς ἐν ἴσῳ γενέσθαι τοῖς κεκυφόσι τοὺς πεπονθότας, καὶ τρόπον τινὰ κατακαμφθήσεσθαι, δεινῶς καὶ ἀφορήτως κατηχθισμένους. καιρὸς γὰρ ἔσται φησὶ πονηρὸς, καθ᾽ ὃν ἂν αὐτοῖς τὰ ἐξ ὀργῆς ἐπαρτήσειε. καὶ τοῦτο οἶμαί ἐστι τὸ ὑπό του σοφῶς ὑμνούμενον “Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ.” ἀλλ᾽ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς οὕτω κατηχθισμένους πρὸς ἀπόθεσιν τῶν ἐπηρτημένων αὐτοῖς ἐκάλει λέγων “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορ- ”τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.”

ἀλλ᾽ οἱ μὲν τῇ πίστει τὸν κεκληκότα τιμήσαντες, ἀπεσείσαντο τὸ φορτίον· ἀπομεμενήκασι δὲ κάμνοντες καὶ πεπιεσμένοι, καὶ σφόδρα εἰκότως, οἱ ταῖς ἀπειθείαις λελυπηκότες γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ ἡ σὺν αὐτοῖς ἑτέρα πληθὺς, οἳ καὶ οὐκ ἂν δύναιντο βαδίζειν ὀρθοί. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ, ἀνακεκράγει πρὸς Θεόν “Σκοτισθήτωσαν οἱ ὀφ- ”θαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν “διὰ παντὸς σύγκαμψον·” ἵνα τὰ ἄνω μὴ βλέποντες, μήτε μὴν ἀνακουφίζειν ἰσχύοντες τῆς διανοίας τὸν ὀφθαλμὸν πρὸς τὴν τῶν ἁγίων ἐλπίδα καὶ τὴν ἐν τοῖς οὐρανοῖς καλλίπολιν, πρὸς μόνα βλέπωσι τὰ ἐπὶ τῆς γῆς, μονονουχὶ κεκυφότες καὶ τοῖς προσκαίροις καὶ σαρκικοῖς τὸν ὑβριστὴν καὶ μισόθεον ἐνερείδοντες νοῦν. <Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ᾽ ὑμᾶς παραβολὴ, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι.> Δύο κατὰ ταυτὸν συμβήσεσθαι λέγει, παραβολήν τε καὶ θρῆνον. καὶ ἡ μὲν παραβολὴ σημαίνειν ἔοικε τὸ οἱονείπως ἐν στόματι πάντων τὸν ἐπ᾽ αὐτοῖς, ἤτοι περὶ αὐτῶν, γενέσθαι λόγον· μνημονεύεται γὰρ ἀεὶ καὶ τὰ ἐξαίσια τῶν κακῶν, καὶ τῶν τοιούτων ἡ φήμη πόλεις τε καὶ χώρας ἐπιφοιτᾷ, καὶ μέχρι τερμάτων τῆς ὅλης διάττει γῆς.

ὁ θρῆνος δέ γε τὸ δάκρυον καὶ τὰς ἐπ᾽ αὐτοῖς οἰμωγὰς, ἃς ἂν ἕτεροι ποιοῖντο τυχὸν, ἤγουν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὰ οἰκεῖα κλαίοντες πάθη. τοιγάρτοι φησί Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν. καὶ τίς ἂν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, διατρανοῖ λέγων Μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι. ὁ κλῆρος, φησὶν, ὁ ἐκνεμηθεὶς τῷ ἐμῷ καὶ ἠγαπημένῳ λαῷ· δῆλον δὲ ὅτι τῷ Ἰσραήλ· μεμέτρηται παρ᾽ ἐχθρῶν, τουτέστι, δασμοῖς καὶ τέλεσιν ὑπενήνεκται. τὸ γὰρ μετρούμενον ὑπὸ φόρον ἐστι καὶ τέλη. εἶτα τούτου γεγονότος καὶ παρ᾽ ἐλπίδα συμβεβηκότος, οὐκ ἦν ὁ κωλύσων. ποῦ δὴ οὖν ἄρα, φησὶν, αἱ δαμάλεις, ὁ Χαμὼς, ὁ Δαγὼν, ὁ Βεελφεγὼρ, ὁ Βάαλ, καὶ τὰ ἐν τοῖς τεμένεσι τῆς Σαμαρείας πολυειδῆ χειρόκμητα; σεσιγήκασιν, οὐκ ἀντετάξαντο τοῖς μεριζομένοις· οὐ βεβοηθήκασι τοῖς ἰδίοις προσκυνηταῖς· οὐκ ἐπήγαγον ὀργὴν τοῖς μετροῦσι τὴν γῆν. τοιοῦτόν τι φησὶ καὶ διὰ φωνῆς Ἱερεμίου περὶ τῶν ἐξ Ἰσραήλ “Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα ”καὶ σῶσον ἡμᾶς. καὶ ποῦ εἰσὶν οἱ θεοί σου οὓς ἐποίησας “σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς ”κακώσεώς σου;” ἀλλὰ πῶς ἂν ἑτέρους ἐκσώσειαν, οἳ πάθοιεν ἂν εὐκόλως πᾶν ὅσον τις ἕλοιτο δρᾶν; εἰσὶ γάρ εἰσιν “ἔργα χειρῶν ἀνθρώπων, ἀργύριον καὶ χρυσίον,” καὶ λίθος καὶ ξύλα, κωφὴ καὶ ἀναίσθητος ὕλη.

ψαλλέτω δὴ οὖν ὁ θεσπέσιος Δαυείδ “Ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ”ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς.” <Οἱ ἀγροὶ ὑμῶν διεμετρήθησαν· διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ.> Φανερὰν ποιεῖται τῶν εἰρημένων τὴν δύναμιν. ἀπόκληροι γὰρ γεγόνατέ φησι, καὶ μεμέτρηται μὲν τὰ ὑμῶν ἑτέροις, σοὶ δὲ οὐκ ἔξεστι καταμετρεῖν τὰ σά. πεπονθότας δὲ τοῦτο κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν καὶ τοὺς ἀλαζόνας εὑρήσομεν Ἰουδαίους. ἐμπαροινήσαντες γὰρ τῷ Χριστῷ τῶν ἐκνεμηθέντων αὐτοῖς ἀπώλισθον κλήρων. ἦν μὲν γὰρ πρωτότοκος, καὶ αὐτῶν εἶναί φησι τὰς ἐπαγγελίας ὁ σοφώτατος Παῦλος, αὐτῶν τοὺς πατέρας, καὶ ἐξ αὐτῶν τὸ κατὰ σάρκα Χριστόν. ἐκπέπτωκε δὲ τῆς ἐλπίδος καὶ τῆς εἰς τοῦτο πάσης εὐκλείας· εἰσέφρησε δὲ τῶν ἐθνῶν ἡ πληθὺς καὶ εἰς τὸν ἐκείνων ἀντανέβη κλῆρον· αὐτῶν γὰρ γεγόνασιν αἱ ἐπαγγελίαι, αὐτῶν ὁ Χριστὸς, αὐτῶν οἱ πατέρες· τέκνα χρηματίζουσιν Ἁβραὰμ, κατακολουθοῦντες “τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ ”πίστεως” αὐτοῦ· “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσ- ”ραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα, ἀλλὰ “τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα.”

τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης τὴν τῶν Ἰουδαίων ὀφρῦν καὶ τὸ ἱκανὸν φύσημα καταφέρων “Ποιήσατε οὖν καρποὺς ”ἀξίους τῆς μετανοίας, φησὶ, καὶ μὴ δόξητε λέγειν ἐν “ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν Ἁβραάμ· λέγω γὰρ ”ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι “τέκνα τῷ Ἁβραάμ.” οὐκοῦν ἀποπέπτωκε μὲν τῆς κληρονομίας ὁ ἀπόπληκτος Ἰσραὴλ, ἀντανέφυ δὲ ὥσπερ ἡ ἐξ ἐθνῶν ἀγέλη, καὶ αὐτοῖς ὁ Χριστὸς τῶν ἄνωθεν ἀγαθῶν τὸν εὐκλεᾶ τε καὶ ἀξιόληπτον ἀπονέμει κλῆρον. συμπολῖται γὰρ γεγόνασι τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, σύσσωμοί τε τοῦ Χριστοῦ, καὶ τῇ πρὸς αὐτὸν ἑνότητι διὰ Πνεύματος ἐκλελαμπρυσμένοι, τὸν πολύευκτον ἀληθῶς διαζήσονται βίον, ἐν ὁσιότητί τε καὶ ἁγιασμῷ καὶ ἀφθαρσίᾳ. <Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσιν, μηδὲ δακρυέτωσαν ἐπὶ τούτῳ οἱ ὀφθαλμοὶ ὑμῶν· οὐ γὰρ ἀπώσεται ὀνείδη ὁ λέγων Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστίν;> Ἆρ᾽ οὖν ἀπείργει τοῦ μετανοεῖν ἑλέσθαι τὸν Ἰσραήλ; ἀνακόπτει δὲ, εἰπέ μοι, τὴν ἐπ᾽ αὐτοῖς ἡμερότητα Θεὸς, κἂν εἰ βούλοιντο μαθεῖν τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα, καὶ δρᾶν ἤδη πως τὸ ἁνδάνον αὐτῷ; οὐ τοῦτό φησιν.

ἀλλ᾽ ἔθος τισὶν, εἰ ὑπό του τυχὸν τῶν σοφῶν πεπλημμεληκότες ἐλέγχοιντο, τὸν τῆς μεταγνώσεως τρόπον μέχρι μόνου τοῦ δακρύσαι μετρεῖν, καὶ ὁμολογεῖν μὲν τὴν ἁμαρτίαν, τούτῳ τε καὶ μόνῳ ζητεῖν τὴν ἄφεσιν· οὐ μὴν ἔτι καὶ τῶν προκειμένων αὐτοῖς καταλήγειν κακῶν. τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, ὡς μηδὲ αὐτῶν ἔσθ᾽ ὅτε φείδεσθαι τῶν ἀμφίων. ἀλλὰ τί φησιν ὁ εἰς καρδίαν ὁρῶν καὶ νεφρούς; “Ἐπιστρέ- ”ψατε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ “ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαῤῥήξατε τὰς καρδίας ”ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν.” ὅτι τοίνυν ψιλὸν ἐξ ὀμμάτων καταχέοντες δάκρυον, καὶ χρηστοεπεῖν ὑποκρινόμενοι, τῶν γεμὴν ἰδίων οὐ καταλήγοντες θελημάτων, οὐκ ἂν εὐμενῆ καὶ πρᾶον ἐφ᾽ ἑαυτοῖς καταστήσειαν τὸν Κριτὴν, ἐκδιδάσκει λέγων Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσι. μὴ ποιεῖτέ φησι πένθους οἶκον τὸν θεῖον ναόν· μηδὲ ἐπὶ τούτῳ δακρύετε, ὥστε δοκεῖν ἐν οἴκῳ μόνον κλαῦσαι Θεοῦ· ἀνόνητον γὰρ τὸ τοιόνδε παντελῶς· μήτε μὴν ἐκεῖνο λεγόντων τινές Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. ἀποτρίψαιτο γὰρ ἂν ἥκιστά γε τοὺς ἐφ᾽ οἷς πεπλημμέληκεν ὀνειδισμοὺς, κἂν εἰ ἕλοιτό τις ταῖς οὕτω χρησταῖς ἀποκεχρῆσθαι φωναῖς. Εἰ ταῦτά ἐστι τὰ ἐπιτηδεύματα αὐτοῦ;

καὶ ποῖα δὴ ταῦτα, φησίν· “Ἐγένοντο λογιζόμενοι κόπους, ”καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ “ἡμέρᾳ συνετέλουν αὐτὰ, καὶ οὐκ ἦραν πρὸς τὸν Κύριον ”τὰς χεῖρας αὐτῶν· καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον “ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα ”καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.” οὐκοῦν εἰ τοιάδε, φησὶν, εἶεν αὐτοῦ τὰ ἐπιτηδεύματα, πῶς ἂν διακρούσαιτο τὰ ὀνείδη, ψιλὸν καταχέων δάκρυον, ὁμολογῶν τε καὶ λέγων Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου;

Χρὴ δὴ οὖν ἄρα μετανοεῖν ᾑρημένους ἀπαλλάττεσθαι μὲν τῶν εἰς φαυλότητα ἐγκλημάτων, δακρύειν δὲ οὕτω καὶ ἐξομολογεῖσθαι Θεῷ, τετιμηκότας ἤδη τὸ ἀγαθουργεῖν. ὁ γὰρ Θεὸς οὐχ ἁπλῶς εἰς δάκρυον, οὐδὲ εἰς χρηστοὺς ἐμβλέψεται λόγους, ἀλλ᾽ εἰς ἤθη καὶ τρόπους. ὀνησιφόρον δὲ τότε δὴ τότε τὸ κλαίειν ἔσται, φησὶ, τισὶν, ὅταν φαίνωνται τῆς ἀγαθουργίας οἱ τρόποι τῇ τῆς φαυλότητος ἀνατροπῇ συνεισθέοντες. ἀναιρουμένης γὰρ ἐν ἡμῖν τῆς ἁμαρτίας, ἡ τῆς ἀρετῆς παρειστρέχει γένεσις. <Οὐχ οἱ λόγοι αὐτοῦ εἰσὶ καλοὶ μετ᾽ αὐτοῦ, καὶ ὀρθοὶ πεπόρευνται; καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τῆς εἰρήνης αὐτοῦ.> Καταιτιᾶται δὴ πάλιν ὡς εἰωθότας μὲν ἀριστοεπεῖν, ἀσύμβατον δὲ τοῖς λόγοις τὴν διάνοιαν ἔχοντας. ὀρθοὶ μὲν γὰρ, φησὶν, οἱ παρ᾽ αὐτοῖς γίνονται λόγοι, καλοὶ δὲ λίαν· ὁμολογοῦσι γὰρ τὰ ἐγκλήματα, χρηστόν τε καὶ ἀγαθὸν ὀνομάζουσι τὸν Θεὸν, καὶ κατειρωνεύονται πολυτρόπως, ἔργοις γεμὴν αὐτὸν παροτρύνοντες οὐ διαλελοίπασιν. ἴδοι δ᾽ ἄν τις αὐτοὺς ἑαυτοῖς γεγονότας ἐχθροὺς, καὶ τὴν σφῶν αὐτῶν ἀποσοβοῦντας εἰρήνην. αὐτὸς γὰρ ὁ λαός μου ἀντικατέστη φησὶν ὡς ἐχθρὸς τῇ ἑαυτοῦ εἰρήνῃ. ἐξὸν γὰρ αὐτοὺς ἐν εὐπαθείαις εἶναι καὶ τρυφαῖς καὶ ἐν βεβαίῳ τῆς δόξης καὶ ἐρηρεισμένην ἔχειν τὴν εὐθυμίαν, εἰ τετίμηται Θεὸς, ἐθελοντὶ κατώλισθον εἰς ἀπόστασιν.

ταύτῃτοι καὶ τὸ ἐν εἰρήνῃ διατελεῖν ἀποβεβληκότες, αὐτόκλητον ὥσπερ ταῖς σφῶν αὐτῶν κεφαλαῖς ἐπεγείρουσι πόλεμον. ὅτι δὲ οὐχὶ πάντως ἀκερδὲς τὸ χρηστοεπεῖν πρὸς Θεὸν τοὺς ἡμαρτηκότας, ἤγουν εἰ ἕλοιτό τις τοῖς ἰδίοις πταίσμασιν ἐπερυθριᾶν, ἐξ αὐτῆς ἀποδείξομεν τῆς θεοπνεύστου γραφῆς. γέγραπται γὰρ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ τοῦ Ῥοβοάμ “Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ῥοβοὰμ καὶ ὡς ”κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου, καὶ πᾶς “Ἰσραὴλ μετ᾽ αὐτοῦ.” εἶτα Σουσακεὶμ ὁ τῶν Αἰγυπτίων τύραννος κατὰ τῶν Ἱεροσολύμων ὡπλίζετο, καὶ πανστρατιᾷ τῆς οἰκείας ἐξέθει γῆς. ἀφικνεῖτο δὲ μετὰ τοῦτο “Σαμαίας ”ὁ προφήτης πρὸς Ῥοβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα, “τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σου- ”σακεὶμ, καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπε Κύριος Ὑμεῖς “ἐγκατελίπετέ με, κἀγὼ ἐγκαταλίπω ὑμᾶς ἐν χειρὶ Σου- ”σακείμ. καὶ ᾐσχύνθησαν, φησὶν, οἱ ἄρχοντες Ἰσραὴλ καὶ “ὁ βασιλεὺς, καὶ εἶπον Δίκαιος ὁ Κύριος. καὶ ἐν τῷ ἰδεῖν ”Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς “Σαμαίαν, λέγων Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς.” εἶτα πάλιν φησί “Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ”ἀπ᾽ αὐτοῦ ἡ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς “τέλος· καὶ γὰρ ἐν τῷ Ἰούδᾳ, φησὶν, ἦσαν λόγοι ἀγαθοί.”

ὁρᾷς οὖν, ὅπως οὐκ ἀκερδὲς τὸ ἀγαθοὺς ἔχειν ἐπὶ γλώττης λόγους, εἰ παρέποιτο τὸ ἐντρέπεσθαι, καὶ τὰ ἐφ᾽ οἷς πεπλημμέληκε τις κατερυθριᾶν. οὐκοῦν ὡς ὁ Παῦλός φησιν “Οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει,” καὶ αὐτὸς δέ που Χριστὸς ἀναφανδὸν ἔφη “Οὐ πᾶς ὁ ”λέγων μοι Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν “τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου ”τοῦ ἐν τοῖς οὐρανοῖς.” εἰκαῖον οὖν ἄρα, καθάπερ ἔφην ἀρτίως, τὸ χρηστὰ λέγειν περὶ Θεοῦ, ὅτε τὸ ἐν ἔργοις εὐδόκιμον οὐ παρομαρτεῖ. <Τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου.> Ἐπιφέρει πάλιν τοῖς καθηγεῖσθαι λαχοῦσι τῆς τῶν ἀγελαίων ἀπωλείας τὰ ἐγκλήματα. οὐ γὰρ ἂν ἱκανῶς ἔχοντες εἴς γε τὸ δύνασθαι παιδεύειν αὐτοὺς, καὶ εἰς τὴν ὀρθήν τε καὶ ἀδιάστροφον ἀποκομίζειν τρίβον, καὶ ἀντέχεσθαι μὲν ὅτι μάλιστα φιλεῖν τῆς εἰς Θεὸν εὐσεβείας, ὡς ἀχρεῖον δὲ καὶ ὀλέθρου πρόξενον ἀποῤῥίπτειν καὶ ἀπωτάτω ποιεῖσθαι, τὸ προσκεῖσθαι γλυπτοῖς, αὐτοὶ γεγόνασιν ὀλετῆρες καὶ φθορεῖς, πρὸς πᾶν τοὐναντίον τὰς τῶν ὑπὸ χεῖρα μετατρέποντες γνώμας, καὶ Θεοῦ μὲν ἀποφοιτᾶν ἀναπείθοντες, ἐπαγάλλεσθαι δὲ μᾶλλον τοῖς τῆς πλανήσεως τρόποις. ταύτῃτοι Θεῷ προσκρούοντες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπώλισθον, ἣν εἴπερ ἔχοντες διετέλουν, οὐδὲν τὸ ἀπεῖργον ἦν καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν.

οὐκοῦν ὡς ἐπὶ προβάτου φησὶν, ὅτι τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου. ὅμοιον ὡς εἰ λέγοι Γυμνὸν ἀποφήναντες τῶν ἐξ ἐλπίδος περιβλημάτων, ἀπαμφιάσαντες δὲ ὥσπερ τῆς παρ᾽ ἐμοῦ φροντίδος καὶ ἐπικουρίας, εὐπαθῆ καὶ εὐάλωτον ἀποτετελέκασι. παρῄρηται γὰρ αὐτῶν ἡ εἰς Θεὸν ἐλπὶς, τοῦτο δὲ ἦν αὐτοῖς τοῦ πολέμου τὸ σύντριμμα.

ὥσπερ γὰρ τοῖς ἀλόγοις τῶν ζῴων ἀσφαλὲς ἀμφίον ἡ δορὰ· κομιδῇ γὰρ εὐπαθὲς τὸ γυμνὸν σαρκίον· οὕτω καὶ ἡμῖν αὐτοῖς ἀσφαλὲς περίβλημα καὶ δορά τις ὥσπερ, τῆς εἰς Θεὸν ἐλπίδος ἡ δύναμις, ἣν εἴπερ ἔχοιμεν κατ᾽ οὐδένα τρόπον λυποῦντες Θεὸν, κατευμεγεθήσομεν τῶν ἐχθρῶν, καὶ περιεσόμεθα μὲν πολέμου παντὸς σαρκικοῦ τε καὶ νοητοῦ· ἐπιβησόμεθα δὲ καὶ “Ἐπὶ ἀσπίδα καὶ βασι- ”λίσκον, καὶ καταπατήσομεν λέοντα καὶ δράκοντα,” κατὰ τὸ γεγραμμένον· ἀναμέλψομεν δὲ πεποιθότες “Κύριε ὁ ”Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ “σέ.” <Διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀποῤῥιφήσονται ἐκ τῶν οἴκων τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν.> Ἐπειδὴ γὰρ, φησὶν, οἱ ταῖς εἰσηγήσεσι καὶ ταῖς νουθεσίαις ὠφελεῖν δυνάμενοι τοὺς ὑπεζευγμένους, οἱ χειραγωγοὶ καὶ πατέρες, οἱ ποιμένες καὶ ἐπιστάται τὴν δορὰν αὐτοῦ ἐξέδειραν, καὶ ἀφείλαντο τὴν ἐλπίδα τὴν εἰς Θεὸν, δι᾽ ἧς εὔκολον ἦν πάντα συντρίβεσθαι πόλεμον, ταύτῃτοι δικαίως τὰ οἴκοι μεθέντες ἀγαθὰ, καὶ τῶν ὅτι μάλιστα φιλαιτάτων ἐστερημένοι, τέρψεώς τε καὶ τρυφῆς ἀπωλισθηκότες, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ πικροὺς τῆς ῥᾳθυμίας καὶ τῆς φαυλότητος ἀποτίσουσι λόγους. ὅτι δὲ τοῦ παθεῖν οὐχ ἕτερός τις αὐτοῖς, αὐτοὶ δὲ μᾶλλόν σφισιν αὐτοῖς γεγόνασιν ἀφορμὴ, σαφηνίζει λέγων Διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν. “

Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς,” κατὰ τὸ γεγραμμένον· “αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, ”θησαυρίζουσιν ἑαυτοῖς κακά.” Αὐτοὶ δὴ οὖν ἡμεῖς ἑαυτοὺς ἀδικήσομεν, εἰ δρᾶν ἐθέλοιμεν ἃ μὴ θέμις· ἐκπεμπόμεθα δὲ καὶ ἐξ οἴκων τρυφῆς. οἱ γὰρ Θεῷ προσκρούοντες, τὰς ἄνω καὶ ἐν οὐρανοῖς οὐκ ὄψονται μονὰς, ἀμέτοχοι δὲ μενοῦσι καὶ τῆς τῶν ἁγίων ἐλπίδος καὶ τῆς εἰς αἰῶνα τρυφῆς. ἀλλ᾽ οἵγε σοφοί τε καὶ ἀγαθοὶ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων διανενευκότες, οὐκ ἐν τούτοις ἔσονται· πόθεν; ἕξουσι δὲ πόλιν τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσονται, καὶ τοῖς οὐρανίοις ἐντρυφῶντες ἀγαθοῖς. <Ἐγγίσατε ὄρεσιν αἰωνίοις. ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις.> Ἔστι μὲν ἔτι πρὸς τοὺς καθηγεῖσθαι λαχόντας ὁ λόγος. κατειρωνεύεται δὲ, καὶ οἷον ἐν ἤθει γέγονε, τὸ λυποῦν εἰσφέρων ὡς χρήσιμον. μονονουχὶ γάρ φησιν Ὦ λαῶν ἡγούμενοι, τάχα που βαρύ τε καὶ φορτικὸν ὑμῖν εἶναι δοκεῖ τὸ οἴκοι τε τρυφᾶν, καὶ τὴν ἐνεγκοῦσαν ἔχειν, καὶ ἐν εἰρήνῃ διατελεῖν, καὶ τὴν ἐλευθέροις πρέπουσαν ποιεῖσθαι δίαιταν. ἐπειδὴ δὲ τοῦτο ὑμῖν, ὡς ἔοικεν, εὖ ἔχειν δοκεῖ, βαδίζετε πρὸς ἐχθροὺς, ἀποτρέχετε πρὸς γῆν τὴν Περσῶν τε καὶ Ἀρμενίων.

ἐγγίσατε τοῖς αἰωνίοις ὄρεσι, φησὶ δὲ τὰ Ἀραράτ· αἰώνια δὲ, ἢ ὅτι μακροὺς ἐν αὐτοῖς ἔμελλον διατελέσαι χρόνους, ἢ τὰ ἐξ αἰῶνος διαβόητα, διά τοι τάχα τὸ ἐν αὐτοῖς ἀπομεῖναι τὴν κιβωτόν.

Ἴοι δ᾽ ἂν ὁ λόγος καὶ κατὰ τῶν ἐν τοῖς καιροῖς τῆς ἐπιδημίας Ἰουδαίων, οἳ ταῖς τῶν γραμματέων τε καὶ Φαρισαίων ἑπόμενοι γνώμαις οὐ προσίεντο τὴν πίστιν. ὄρη μὲν γὰρ ὥσπερ καὶ οἱ παρ᾽ αὐτοῖς ἦσαν διαφανέστεροι, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὑψοῦ τε ἠρμένοι, καὶ εἰς λῆξιν ἥκοντες δόξης. ἀλλ᾽ ἦν ἐκεῖνα πρόσκαιρα· πέπαυται γὰρ ἡ σκιὰ, πεπαλαίωται δὲ ὥσπερ ἡ ἐν τύποις λατρεία, ἤργησε δὲ καὶ τὸ ἱερὸν τὸ τηνικάδε γένος· ὄρη γὰρ ἀνεδείχθη λοιπὸν τὰ αἰώνια, τουτέστιν, οἱ τῆς νέας διαθήκης κήρυκές τε καὶ διάκονοι, οἱ τὸ Χριστοῦ λαλοῦντες μυστήριον, οἱ διαβόητοι καὶ διαφανέστατοι, καὶ τοῖς τῆς ἀρετῆς ὑψώμασι διαπρέποντες. ὄρη γὰρ αὐτοὺς, καὶ δι᾽ ἑτέρου προφήτου κατονομάζει Θεὸς, οὕτω λέγων “Καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ ”πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται.” γλυκὺς γὰρ λίαν τῶν θεηγόρων ὁ λόγος, καὶ αὐτοῦ μέλιτος ἡδίων τοῖς γε ἀληθῶς φιλοθεωτάτοις, οἷς ἂν εἴη καὶ πρέπον εἰπεῖν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ “Ὡς γλυκέα τῷ λάρυγγί ”μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.” τούτοις δὴ οὖν ἄρα τοῖς νοητοῖς ὄρεσιν οἱ οὔπω πεπιστευκότες, εἰ γένοιντο πλησίον, κατὰ σχέσιν δὲ δηλονότι τὴν πνευματικὴν, εὑρήσουσι τὴν ἀνάπαυσιν.

ἀποφορτιοῦνται γὰρ εὐθὺς τὴν ἐπισκήψασαν ἁμαρτίαν, καίτοι μηδεμίαν ἀνάπαυσιν ἔχοντες ἐν τῇ κατὰ νόμον ζωῇ, εἴπερ ἐστὶν ἀληθὲς, ὡς “Τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.” οὐκοῦν ἀκουόντων Ἰουδαῖοι καὶ πρός γε ἡμῶν αὐτῶν Ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις. ἐπειδὴ γὰρ οὐκ ἔχεις ἐν νόμῳ τὸ ἀναπαύεσθαι, βάδιζε καὶ μεταχώρησον διὰ πίστεως ἐπὶ τὰ Χριστοῦ παιδεύματα. <Ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ.> Ἀκαθαρσίαν φησι τὸν τῆς ἐκτόπου καὶ βδελυρᾶς εἰδωλολατρείας δυσκλεᾶ μολυσμόν· αἰσχρὰ γὰρ ὄντως καὶ κάκοσμος. τρόπος δὲ αὖ ῥύπου τε καὶ ἀκαθαρσίας ἕτερος, τὸ πλεονεκτεῖν ἀδελφοὺς, ἅρπαγμα ποιεῖσθαι τὸ ἀλλότριον, καὶ ἡ καθ᾽ ἕτερον τρόπον κατὰ πολλῶν ἀδικία. ταύτης δὴ οὖν ἕνεκα τῆς ἀκαθαρσίας, φησὶ, διολώλατε, φθορᾷ τῇ εἰς θάνατον ἀθλίως κατεφθαρμένοι.

Διολώλασι δὲ καὶ οἱ τῇ εἰς Χριστὸν μαχόμενοι πίστει, καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ᾽ ἢ ἕνεκεν ἀκαθαρσίας. σαφὲς δὲ τοῦτο ἡμῖν καταστήσει λέγων αὐτὸς ὁ Χριστὸς πρὸς τοὺς ἀπειθοῦντας Ἰουδαίους “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν ”μὴ πιστεύσητε ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν “ἀποθανεῖσθε.” ἢ οὐχὶ τοῦτό ἐστι τό Ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ; οὐ γὰρ ἀπενίψαντο τὰ ἐγκλήματα, οὔτε μὴν τῶν ἀρχαίων αἰτιαμάτων ἀπηλλαγμένοι τῆς παρὰ Χριστοῦ μετέλαχον σωτηρίας, καθὰ καὶ οἱ τὴν πίστιν εἰσδεδεγμένοι. <Κατεδιώχθητε οὐδενὸς διώκοντος.> Αὐθαίρετον, φησὶν, ὑπομεμενήκατε τὴν αἰχμαλωσίαν, ἤτοι τὴν φυγὴν τὴν εἰς ἀλλοτρίους, δῆλον δὲ ὅτι καὶ πρὸς ἐχθρούς. ἐγκειμένου γὰρ οὐδενὸς ἢ ἐπαναγκάζοντος, αὐτοὶ τετιμήκασι τὸ δρᾶν ἐκεῖνα, καὶ μάλα ἐσπουδασμένως, τὰ δι᾽ ὧν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας κολάζεσθαι. κατεδιώχθησαν τοίνυν τῶν Ἰουδαίων τὰ στίφη, διώκοντος οὐδενός. ἐξὸν γὰρ αὐτοὺς εὐημεροῦντας διατελεῖν, καὶ ἐν παντὶ κεῖσθαι καλῷ τετιμηκόσι Χριστὸν, κατώλισθον εἰς ἀπόστασιν, καὶ προσκεκρούκασι πολυτρόπως· ἀπειθοῦντες, ὑβρίζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων δρῶντές τε καὶ λέγοντες;

Οὐκοῦν οὐδενὸς διώκοντος ἑαυτοὺς διώξομεν, καὶ τῶν ἀνηκέστων κακῶν ταῖς ἰδίαις ψυχαῖς παραίτιοι γεγονότες, αἰτιασόμεθα μὲν οὐχ ὁσίως ἔτι τὸν τῶν ὅλων δοτῆρα Θεὸν, ἑαυτοὺς δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ καὶ νοῦ καὶ φρενός. <Πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα.> Τοῖς τῶν εἰδώλων τεμένεσι προσιζήσαντές τινες τῶν ἐν Σαμαρείᾳ κατεμαντεύοντο πολυτρόπως, καὶ τῶν ἐσομένων ἀκριβῆ τὴν κατάληψιν ἔχειν ὑποπλαττόμενοι, τὰ θυμήρη καὶ φίλα τοῖς προσιοῦσιν ἀπήγγελον, ψυχρὰ καὶ ἀπόπτυστα ζητοῦντες λημμάτια, καὶ ὀλίγων ὀβολῶν, ἢ “κλάσματος ”ἄρτου,” κατὰ τὸ γεγραμμένον, ψευδῆ πωλοῦντες ῥημάτια. τοῦτο δὲ μάλιστα κατέφθειρέ τε καὶ ἀπολώλεκε τὸν Ἰσραήλ. φησὶν οὖν ὅτι πνεῦμα πονηρὸν ὡς παγίδα τῷ Ἐφραῒμ ἔστησε ψεῦδος, καὶ ὥσπερ τι τῶν δηλητηρίων φαρμάκων ἐνεστάλαξεν οἴνῳ τὴν δαιμονιώδη πλάνησιν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀκρατέσιν ἀποφοραῖς μονονουχὶ καταμεθύοντα δέδειχεν αὐτόν.

Ἐνεστάλαξε δὲ καὶ τοῖς Φαρισαίοις ὁ πονηρὸς, ὁ δράκων ὁ ἀποστάτης, τὴν ἐπὶ Χριστῷ ψευδοδοξίαν καὶ ἔκτοπον πλάνησιν. ποτὲ μὲν γὰρ ἔφασκεν Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον· ποτὲ δὲ καὶ Σαμαρείτην, καὶ μέντοι καὶ πάροινον ἀποκαλεῖν ἀπετόλμων. καὶ εἴπερ ἐστὶν ἀληθὲς, ὡς οὐδεὶς λέγει Ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Βεελζεβοὺλ, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ὅτι δὴ μάλιστα παρ᾽ αὐτοῖς πνεῦμα ἔστησε ψεῦδος; κατεστάλαξε δὲ καὶ εἰς νοῦν αὐτοῖς καὶ καρδίαν, τὴν διὰ πλανήσεως μέθην, ἐφ᾽ ᾗ δικαίως καὶ ἀπολώλασι, θηριοπρεπῶς ἐπιθρώσκοντες, παντί τε θράσει καὶ δυσφημίᾳ χρώμενοι. <Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου· συναγόμενος συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν, ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν.> Κατὰ βραχὺ πρὸς αὔξησιν ἰόντα τὰ φαῦλα, καὶ ἐν ὀλίγοις ἀνθήσαντα τὴν ἀρχὴν, καταδράττεταί πως ἀεὶ καὶ τῶν ἔτι πλειόνων, ἐπέκεινά τε τῶν ἐν ἀρχαῖς ἐκτείνεται μέτρων. ἴδοι δ᾽ ἄν τις ἀτρεκὲς ὃ λέγω, τὰ συμβεβηκότα τῷ Ἐφραῒμ εἰ περινοεῖν ἕλοιτο λεπτῶς. πρῶτος μὲν γὰρ Ἱεροβοὰμ, καί τινες τῶν ὁμοφρόνων αὐτῷ τὰς δαμάλεις τοῖς τεμένεσιν ἐνιδρύσαντες, προσκεκυνήκασιν αὐταῖς, καὶ τοῖς τῶν ἀνοσίων ψευδομάντεων ἤγουν ψευδοπροφητῶν προσεσχήκασι λόγοις.

εἶτα διέρποντος τοῦ κακοῦ, καὶ ἀεὶ τοῖς πρώτοις προστιθέντος ἕτερα, συνηνέχθη λοιπὸν καὶ συνδεδράμηκεν ὅλος εἰς ἕνα σκοπὸν ὁ Ἰσραὴλ, καὶ τῷ πλημμελήματι κάτοχος ἦν, καὶ οὐκ ἀνὰ μέρος ἔτι, παμπληθεὶ δὲ μᾶλλον καὶ ὁλοτρόπως. οὐκοῦν ἀπὸ τῆς σταγόνος φησὶν, ἧς ἂν αὐτοῖς καταστάξειεν ὁ τῶν ψευδομάντεων λόγος· πλεῖστοι γὰρ ὅσοι παρὰ τῷ Ἐφραῒμ οἱ τοῦτο δρᾶν εἰωθότες· συναχθήσεταί φησι σύμπας ὁ Ἰακὼβ, τουτέστιν εἰς μίαν συνενεχθήσεται γνώμην, κατανεμηθήσεται δὲ ἅπαντας ἡ νόσος. ἐγὼ δὲ αὐτοῖς οὐκ ἀνὰ μέρος ἐποίσω τὰς διὰ τοῦτο δίκας, περιμενῶ δὲ μᾶλλον τοὺς τοῖς ἤδη κατεφθαρμένοις ἐπενεχθησομένους. τοῦτο γάρ ἐστι τό Ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, καὶ τότε δὴ τότε μίαν ποιήσομαι τὴν κατὰ πάντων ἀποστροφήν.

Ἔνδειξις δὲ καὶ τοῦτο ἂν εἴη τῆς ἐνούσης ἀνεξικακίας Θεῷ, μὴ κολάζοντι εὐθὺς, ὑπερτιθεμένῳ δὲ χρηστῶς, καὶ τὴν ἐπανόρθωσιν περιμένοντι καὶ τῶν πλανωμένων τὴν ἐπιστροφήν. εἰ δὲ δὴ μὴ γένοιτο, φαίνοιτο δὲ μᾶλλον εἰς αὔξην ἰὸν τὸ ἀῤῥώστημα, τότε δὴ μόλις καὶ ὀκνηρῶς ἀποστρέφεται. ἕψεται δὲ πάντως ταῖς. ἀποστροφαῖς τὸ χρῆναι ταλαιπωρεῖν τοὺς τοῦτο παθόντας. τοιγάρτοι καὶ ὁ θεσπέσιος ψάλλει Δαυείδ “Μὴ ἀποστρέψῃς τὸ πρό- ”σωπόν σου ἀπ᾽ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ “δούλου σου.” ἰστέον δὲ, ὅτι ἐνεστάλαξεν ὥσπερ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ὁ Βεελζεβοὺλ τὴν ἐπὶ Χριστῷ ψευδῆ καὶ ἀπαίσιον δόξαν, κατενεμήθη δὲ ὥσπερ ἅπαντας ἡ νόσος, καὶ συνδεδράμηκε ταῖς τῶν ἡγουμένων ἀπάταις ἡ ἑτέρα πληθύς. τοιγάρτοι καὶ μίαν ὑπομεμενηκότες ψῆφον, τὴν εἰς κατάκρισιν λέγω καὶ ἀποστροφὴν, ἰσοπαλεῖς τοῖς ἡμαρτημένοις ἀποτετίκασι δίκας. <Ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτοῦ ἐξαλοῦνται ἐξ ἀνθρώπων διὰ τῆς κοπῆς· πρὸ προσώπου αὐτῶν διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον δι᾽ αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν.> Ἔθος τοῖς ἁγίοις προφήταις καὶ ἐν θεωρίαις αὐταῖς γίνεσθαι πολλάκις τῶν ὡς ἔσονται κατὰ καιροὺς προαπηγγελμένων, μονονουχὶ δὲ παρόντα τε καὶ ἐνεργούμενα βλέπειν τὰ καὶ πολλοῖς ὕστερον ἐκβησόμενα χρόνοις.

οἷον ὁ μακάριος προφήτης Ἡσαΐας τὰ περὶ Χριστοῦ διηγούμενος, μονονουχὶ δὲ καὶ ἀποκομιζόμενον βλέπων ἐπὶ τὸ σωτήριον πάθος, “Ὡς πρόβατον, φησὶν, ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ”ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.” ἐρωτᾷ δὲ ὥσπερ τοὺς τῶν ἥλων τύπους καταθεώμενος, καί φησι πρὸς αὐτὸν τάχα που τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν “Τί ”αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; ὁ δὲ εἶπεν, “Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.” Ἱερεμίας γεμὴν ὁ θεσπέσιος τὸν ἐσόμενον κατὰ τῆς Ἱερουσαλὴμ προαναφωνήσας πόλεμον, καὶ πληθὺν ἤδη τῶν Ἰουδαίων πολλὴν κειμένην ἰδών· ὡς ἐν θεωρίαις δὲ δηλονότι ταῖς προφητικαῖς· κατοιμώζει λέγων “Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ”ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.” οὕτω καὶ ὁ μακάριος Προφήτης Μιχαίας ἔοικέ πως ὁρᾶν τὸν ἐν ταῖς πόλεσι τῆς Σαμαρείας ἐσόμενον θόρυβον, πτοουμένους τε ἤδη πολλοὺς, φεύγοντας δὲ καὶ ἑτέρους, τείχη τε καὶ τάφρους ὑπερθέοντας, καὶ αὐτά που τὰ τῶν πολεμίων στίφη διαῤῥηγνύντα μὲν πύλας, εἰσχεόμενα δὲ δι᾽ αὐτῶν τοῖς κρατοῦσιν ὁμοῦ, μονονουχὶ Θεοῦ προασπίζοντος καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐπιθήγοντος, ὡς λελυπημένου.

οὐκοῦν οὕτω φησὶ καταπτοηθήσονται, ὡς ἂν εἰ καὶ πρόβατον ἐν θλίψει γένοιτο τυχὸν, ἤγουν ὅλον ποίμνιον, εἰ κοιτάζοιτο μὲν ἐν τόποις, εἶτά τινες βούλοιντο λαβεῖν, ἄνω τε καὶ κάτω πηδῶντα τὰ θρέμματα καταθεῷτό τις ἂν, καὶ ᾗπερ ἂν γένοιτο διακοπὴ, δι᾽ αὐτῆς ἰόντα καὶ φεύγοντα· οὕτω φησὶ κἀκεῖνοι, καθ᾽ ὧν ἂν ἴοι τῶν Βαβυλωνίων ὁ πόλεμος. διακόπτοντες δὲ καὶ πύλας, ὁρώντων αὐτῶν, ἤτοι πρὸ προσώπου αὐτῶν, εἰσελεύσονταί τε καὶ ἐξελεύσονται δι᾽ αὐτῶν, τουτέστιν, ἀμογητὶ καὶ δίχα φόβου παντὸς διελεύσονται εἰς τὰς πόλεις, αὐτὸν ἔχοντες ἡγούμενον τὸν τῶν ὅλων Κύριον· ὅτι μὴ τῆς ἐκείνων ἰσχύος ἔργον ἦν τὸ κατακρατῆσαι τοῦ Ἰσραὴλ, νεύματι δὲ μᾶλλον τοῦ Ἰσραὴλ ψῆφος τοῦ παραδόντος Θεοῦ. ταῦτα συμβῆναί φαμεν, καὶ τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσι τὸν Ἐμμανουήλ. πεπόρθηνται γὰρ αἱ παρ᾽ αὐτοῖς πόλεις τε καὶ κῶμαι Οὐεσπασιανοῦ τε καὶ Τίτου κατακρατούντων τότε, καὶ τὸν θεῖον ἐπ᾽ αὐτοῖς πληρούντων θυμόν. <Καὶ ἐρεῖ Ἀκούσατε δὴ ταῦτα αἱ ἀρχαὶ οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι τοῦ Ἰσραήλ. οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρῖμα; οἱ μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρὰ, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ᾽ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν.

ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν· οὕτως κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ᾽ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ᾽ αὐτούς.> Ὁ τοῖς πολεμοῦσι τὸν Ἰσραὴλ ἀνοιγνὺς τὰς πύλας, ὁ πάντα καταλεαίνων αὐτοῖς, καὶ τὰ δυσχερῆ καταστρέφων, ὡς ἂν δύναιντο λοιπὸν δι᾽ εὐμαρείας ἰέναι πολλῆς, καὶ ἀκονιτὶ καταδράττεσθαι τῶν ἀνθεστηκότων, ὁ ἡγούμενος αὐτῶν Κύριος. αὐτὸς καὶ ἐρεῖ τοῖς ἄρχουσι, καὶ τοῖς καταλοίποις τοῦ λαοῦ. τὸ δὲ ἐρεῖ, τέθεικεν ἀντὶ τοῦ προσδιαλεχθήσεται. καὶ τοῖς μὲν διέπουσι τὰς ἀρχὰς ἐγκαλεῖ τὸ ῥᾳθύμον, καὶ ὅτι τῶν ὑπὸ χεῖρα κατημεληκότες, ὄλεθροι γεγόνασι καὶ φθοροί· τοῖς γεμὴν ὑπεστρωμένοις, καὶ ταῖς τῶν κρατούντων δυστροπίαις ἠπατημένοις, δίδωσι νοεῖν, ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα πλημμελημάτων ἐπιῤῥίπτεται δίκη τοῖς ἠδικηκόσι. κήδεται γὰρ καὶ τῶν πλανωμένων ὁ τῶν ὅλων Δημιουργὸς, ὁ κτίσας τὸν ἄνθρωπον “ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς καὶ προητοίμασεν,” ὡς ὁ θεσπέσιος γράφει Παῦλος, “ἵνα καὶ περιπατῶμεν ἐν ”αὐτοῖς.” τί τοίνυν Οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρῖμα;

κρῖμα δέ φησιν ἤτοι τὴν ἐπ᾽ αὐτοῖς γεγενημένην ὁσίαν τε καὶ ἀμώμητον ψῆφον, ἤγουν τὴν κατάκρισιν· πρέποι δ᾽ ἂν ἐν τούτοις νοεῖσθαι τὴν τοῦ κρίματος εἴδησιν οὐχ ὡς ἐν μαθήσει μόνον· τί γὰρ ἂν τοῦτο τοῖς ἐκεῖνα πεπλημμεληκόσι διελυμήνατο; ἢ πῶς ἂν λελύπηκε τοὺς ἠσεβηκότας; ἀλλ᾽ ὡς διὰ πείρας αὐτῆς τῶν συμβησομένων· ἀποτιννύντες γὰρ τοῖς κολάζουσι δίκας οἱ πλημμελεῖν εἰωθότες, τότε δὴ τότε μανθάνειν λέγονται καὶ τῆς ἐνούσης αὐτοῖς ἐξουσίας τὸ ὑπερφερὲς καὶ δεσποτικῶν κριμάτων τὴν δύναμιν. ἔστι δὴ οὖν ἀναγκαῖον ὑμᾶς δὴ μάλιστά φησι διὰ τῶν συμβησομένων τὸ κρῖμα μαθεῖν· ὑμᾶς τοὺς ἀεὶ μὲν τοῖς φαύλοις προσκεκλιμένους, ἀποσπουδάζοντας δὲ τὸ ἀγαθόν· ὑμᾶς τοὺς ἀγρίαν τινὰ καὶ ἀνήμερον κατὰ τῶν ἐμῶν προβάτων ποιουμένους τὴν ἔφοδον, καὶ τοῖς τῶν θηρίων ἀπηνεστάτοις παραχωροῦντας οὐδὲν, τοὺς ἀποδέροντας μὲν τὰ πρόβατα, καταξαίνοντας δὲ καὶ σάρκας, καὶ καταμελίζοντας ἀφειδῶς, καὶ οἷον ἕψοντας διὰ χύτρας. σημαίνει δὲ διὰ τούτων πᾶν εἶδος πλεονεξίας, ἀπληστίας τε καὶ καταδυναστείας. ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καὶ αὐτοὶ κεκράξονταί φησι· καὶ οὔτ᾽ ἂν ἐποπτείας ἀξιώσαιμι τῆς παρ᾽ ἐμαυτοῦ· οὔτ᾽ ἂν εἰ κεκράξειαν αἰτοῦντες τὸν ἔλεον, ἐπιδοίην ἄν. κατεπανουργεύσαντο γὰρ καὶ αὐτοὶ τῶν ὑπεζευγμένων, καὶ πᾶν εἶδος αὐτοῖς ἐπενηνόχασι μοχθηρίας, πικρῶν τε καὶ ἀνοσίων εὑρέσεων καὶ ἐγχειρημάτων.

Ἐφαρμόσαι δ᾽ ἄν τις τὰ τοιαῦτα καὶ μάλα εἰκότως τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, οἳ λαῶν ἡγούμενοι, καὶ ποιμνίων προεστηκότες, τοῖς ἀγελαίοις ὁμοῦ καθάπερ τισὶ προβάτοις, ἐπέθρωσκον ἀπηνῶς τοῖς πιστεύουσιν εἰς Χριστὸν, μόνον δὲ οὐχὶ καὶ ἐκδέροντες κατεμέλιζον καὶ κατεδηδόκασι τοὺς ἁγίους, θηρῶν ἀγρίων διενεγκόντες οὐδέν. τοιγάρτοι καὶ ἤκουον προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς Ἡσαΐου “Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω ”τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν “δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν ”αἵματος πλήρεις.”

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. <Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ᾽ αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ᾽ αὐτὸν πόλεμον.> Κατῃτιᾶτο λίαν τοὺς ἐξ Ἰσραὴλ ὡς ἐθελούσιον μὲν ἀνατλάντας ὄλεθρον, σφᾶς δὲ αὐτοὺς αὐτοκλήτοις ἐνιέντας κακοῖς, καὶ πολὺ βλέποντας εἰς τὸ ῥᾴθυμον. προσετίθει δὲ, ὅτι καὶ ἠδίκηνται σφόδρα, τοῦ πονηροῦ καὶ ἀκαθάρτου πνεύματος ἀεὶ φενακίζοντος καὶ ἀπατῶντος αὐτούς. ἔφη δὲ οὕτως “Ἐγγίσατε ὄρεσιν αἰωνίοις· ἀνάστηθι καὶ πορεύου, ”ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, ἕνεκεν ἀκαθαρσίας “διεφθάρητε φθορᾷ. κατεδιώχθητε οὐδενὸς διώκοντος. ”πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέ- “θυσμα.” ταύτης ἕνεκα τῆς αἰτίας ἐπέσκηψε μὲν οὐ μετρίως τοῖς καθηγεῖσθαι λαχοῦσι· μεθίστησι δὲ νυνὶ χρησίμως τὸν λόγον ἐπὶ τοὺς ὄντας παρ᾽ αὐτοῖς ψευδοπροφήτας τε καὶ μάντεις, οἳ μονονουχὶ καὶ ὡς οἶνον αὐτοῖς κατεστάλαζον, τὰ ἐκ τοῦ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος, ψευδοεπείας δὲ δηλονότι καὶ φενακισμοὺς, οὕτω τε λοιπὸν οἷά τινι μέθῃ περιβεβληκότες ἐξέστησαν λογισμοῦ τοῦ σώφρονος.

ἔδακνον μὲν γὰρ καὶ οὐ μετρίως ἠδίκουν, ἀναπείθοντες τοῖς παρ᾽ αὐτῶν προσκεῖσθαι λόγοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων· κατεψεύδοντο δὲ, λέγοντες ὡς καταβιώσονται μὲν ἐν εἰρήνῃ καὶ εὐημερίαις, παρενοχλήσει δὲ ὅλως τῶν ἀνιᾶν πεφυκότων οὐδέν. ἀλλ᾽ ἦν αὐτοῖς εἷς ὁ εἰς τοῦτο λόγος οὐ παρὰ Θεοῦ. οὐ γὰρ ἂν ἀκαθάρτοις ἐδόθη γλώτταις τὸ χρῆναι λαλεῖν τὰ οὕτω λαμπρά τε καὶ ἀξιόληπτα. ἐπειδὴ δὲ ἀναπεπείκασι προσέχειν αὐτοῖς, ἤγειραν ἐπ᾽ αὐτοὺς πόλεμον, οὐκ αὐτοὶ τοὺς Ἀσσυρίους εἰς τοῦτο διανιστάντες· πόθεν; καταθήγοντες δὲ μᾶλλον ἐπ᾽ αὐτοὺς τὴν ὁσίαν ὀργήν. ὅτι γὰρ ἐκείνοις προσεσχήκασιν, ἐπενήνεκται δικαίως καὶ τὰ ἐκ τοῦ πολέμου κακά.

Ἔγκλημα δὴ τοῦτο τῶν ὅτι μάλιστα καὶ ἀληθῶν καὶ πρεπωδεστάτων τοῖς ἀρχιερεῦσι καὶ Φαρισαίοις, οἷς ἡ ἀθλία τῶν Ἰουδαίων πληθὺς κατακολουθήσασα διόλωλέ τε καὶ κατεφθάρη· γέγονε γὰρ δυσσεβὴς καὶ κυριοκτόνος. <Διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ᾽ αὐτοὺς ἡ ἡμέρα.> Ἐπειδὴ γὰρ, φησὶν, ἐσταλάξατε τὸ ψεῦδος εἰς οἶνον καὶ μέθυσμα τῷ λαῷ, καὶ κατεδάκνετε μὲν ὡς θῆρες, εὐηγγελίζεσθε δὲ τὴν εἰρήνην, ψευδοεποῦντες αὐτοῖς, καὶ ταῖς τοῦ πολέμου συμφοραῖς ἐναλῶναι παρεσκευάσατε, ταύτῃτοι δικαίως νὺξ ἐφ᾽ ὑμᾶς ἔσται καὶ σκότος, καίτοι καὶ ὁρᾶν ὑποκρινομένους, καὶ ὥς γε οἴεσθε κατὰ σφᾶς, ἄριστά τε καὶ ἀψευδῶς τὸ μαντεύεσθαι μεμελετηκότας. δύσεται γὰρ ὑμῖν ὁ ἥλιος, καὶ αὐτὸ δὲ τῆς ἡμέρας συσκοτάσει τὸ φῶς. καὶ οὐ δήπου φαμὲν, ὅτι συνέστειλεν ἀληθῶς ἐπ᾽ αὐτοῖς ὁ ἥλιος τὰς αὐγὰς, ἤγουν τῆς ἠοῦς κατεσκοτίσθη τὸ φῶς, ἀλλ᾽ ὅτι τῆς συμφορᾶς τὸ μέγεθος οἱονεὶ σκότος αὐτοῖς καὶ νὺξ ἀφεγγὴς, καὶ ἡλιακῆς ἀκτῖνος κατάδυσις καὶ φωτὸς συστολὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων γενέσθαι συμβέβηκε; τὰ γάρ τοι δεινὰ καὶ ἐξαίσια τῶν κακῶν καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, ἐμπίπλησι δὲ καὶ σκότους.

Φαίη δ᾽ ἄν τις ἀληθεύων, ὅτι καὶ τοῖς Ἰουδαίων δήμοις ἐμπαροινήσασι τῷ Χριστῷ κατέδυ λοιπὸν ὁ νοητὸς ἥλιος, οὐκέτι Θεοῦ καταλάμποντος, οὐκέτι τῆς νοητῆς ἡμέρας διαυγαζούσης αὐτοῖς, ἀλλ᾽ οἷον νυκτὸς κατασκιδναμένης αὐτῶν τῆς πωρώσεως. πεπώρωνται γὰρ, ὡς ὁ Παῦλός φησι, καὶ “Ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρ- ”δίαν αὐτῶν κεῖται.” “Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- ”ράνθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.” καὶ ὅτι ταῦτα συμβήσεται παθεῖν αὐτοῖς, προκαταμεμήνυκε λέγων αὐτὸς ὁ Χριστός “Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν ”τῷ φωτὶ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.” ἐπειδὴ δὲ τὸ θεῖον οὐ προσίεντο φῶς, τουτέστι Χριστὸν, κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ νὺξ αὐτοῖς γέγονεν ἐξ ὁράσεως, κατὰ τὴν τοῦ Προφήτου φωνήν.

Τοῦτο δὲ αὐτὸ συμβήσεται καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ βλέπειν ὑποκρινόμενοι, διατεινόμενοί τε νοεῖν δύνασθαι λαμπρῶς τὸ Χριστοῦ μυστήριον, ψευδοεποῦσιν οἱ δείλαιοι, καὶ τὰ ἐξ ἀπάτης βλάβη μονονουχὶ καταστάζουσι ταῖς τῶν ἁπλουστέρων καρδίαις, εἶτα τῶν τῆς ἀληθείας αὐτοὺς ἀποφέρουσι δογμάτων. ἔσται δὴ οὖν αὐτοῖς ἐξ ὁράσεως νὺξ καὶ σκότος, κατοιχήσονται γὰρ εἰς τὸ ἐξώτερον σκότος, “Ἁμαρτήσαντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες ”αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν ὑπὲρ ὧν Χριστὸς “ἀπέθανε.” <Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ᾽ αὐτῶν πάντες αὐτοὶ, διότι οὐκ ἔσται ὁ ὑπακούσων αὐτῶν.> Οἱ μὲν γὰρ ἐμαντεύοντο τὴν εἰρήνην ὡς ἔσται πολλὴ, καὶ ψυχροῖς ὀνειρατίοις τοὺς προσιόντας αὐτοῖς συναρπάζοντες διακεῖσθαι παρεσκεύαζον, ὡς βαδιεῖται πάντα κατὰ ῥοῦν αὐτοῖς, καὶ κρατήσει τὰ ἐν εὐχαῖς. ἐπειδὴ δὲ οἷς ἔφασκον ἡ πεῖρα μαχομένην ἔδειξε τῶν πραγμάτων τὴν ἔκβασιν, καὶ εἰς πᾶν αὐτοῖς τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε, κατεγινώσκοντο λοιπὸν ἀναγκαίως, ὡς ψευδοεπεῖς, ὡς βωμολόχοι τε καὶ φένακες· καὶ δὴ καὶ εἰς τοῦτο δυσκλείας κατώλισθον, ὡς μηδένα βούλεσθαι προσέχειν αὐτοῖς· πῶς γὰρ, ἢ πόθεν;

οἵ γε χρηστὰ μὲν ἐλάλουν, ἐμβεβλήκασι δὲ τοὺς ἠπατημένους εἰς ἀδόκητον συμφορὰν, καὶ τῶν ἐλπισθέντων ὡς ἀπωτάτω; <Ἐὰν μὴ ἐμπλήσω ἐγὼ ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.> Δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ψευδοεπεῖν ἀναγκαῖον τοὺς κατάπλαστον ἔχοντας τὴν τῆς προφητείας δόξαν. πῶς γὰρ ἂν ἀληθεύσειεν ὁ μὴ ἐν Θεῷ λαλῶν ὅς ἐστιν ἀλήθεια; περὶ μὲν γὰρ τοῦ Κάϊν ἔφη που Χριστός “Ἐκεῖνος ἀνθρω- ”ποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, “ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·” πατέρα διδοὺς αὐτῷ τὸν καὶ τὸ ψευδὸς ἐξευρηκότα, τουτέστι, τὸν σατανᾶν. ὅτι δὲ ἀνάγκη τοὺς ἐκ διαβολικοῦ λαλοῦντας πνεύματος τὰ ἐκείνου λέγοντας ψεύδεσθαι, πῶς ἔστιν ἀμφιβάλλειν; οἱ γεμὴν διὰ Θεοῦ, πάντη τε καὶ πάντως ἀριστοεποῦσί τε καὶ ἀληθεύουσιν· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. οὐκοῦν πῶς ἂν γένοιτο, φησὶν, οὐ διεψευσμένος παρά τισι τῆς προφητείας ὁ λόγος, εἰ μὴ ἐμπλήσαιμι, διὰ τοῦ ἐμοῦ Πνεύματος, δυνάμεώς τινας καὶ δικαιοσύνης, ἤτοι κρίματος, ὥστε καὶ ἀδεῶς καὶ τεθαῤῥηκότως κατεξανίστασθαι τῶν ἡμαρτηκότων, καὶ διελέγχειν αὐτούς; δεῖ γὰρ οἶμαι τοῖς λαλοῦσι τὰ παρὰ Θεοῦ, πλείστης τε ὅσης καὶ ἀγαθῆς εὐτολμίας.

ἐλέγχουσι γὰρ ἔσθ᾽ ὅτε δήμους τε ὅλους, καὶ μέντοι καὶ βασιλεῖς, καὶ τοὺς ὄντας ἐν ὑπεροχαῖς, οἳ δὴ μάλιστα τοῖς ἐπανορθοῦν ἐθέλουσιν ἐπιτρίζουσι, καὶ οὐκ οἰστὸν ποιοῦνται τὸν τῶν ὠφελούντων λόγον. κεκμήκασι γὰρ οἱ μακάριοι προφῆται, μᾶλλον δὲ κεκινδυνεύκασι, καὶ ἀνῄρηνται πολυτρόπως ταῖς τῶν παιδαγωγουμένων ἀνοσίοις ὀργαῖς κατὰ καιροὺς περιπίπτοντες. ἐμαστίζοντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταί. πλήρεις γὰρ ὄντες δυνάμεως καὶ κρίματος καὶ δικαιοσύνης προσεκόμιζον τῷ Θεῷ διὰ πίστεως τῆς εἰς Χριστὸν τὰς τῶν Ἰουδαίων ἀγέλας. ἀλλ᾽ ἔχαιρον αἰκιζόμενοι, καὶ τρυφῶντες τῶν συνεδρίων ἐξῄεσαν, ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθέντες. ᾔδεσαν γὰρ ὅτι συμπεπονθότες Χριστῷ καὶ συμβασιλεύσουσιν αὐτῷ. <Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις.> Ἀγαθὸς ὢν λίαν ὁ Δημιουργὸς, εἶτα τῶν συμβησομένων αὐτοῖς κακῶν τὸ μέγεθος οὐκ ἠγοηκὼς, διὰ παντὸς ἔρχεται τρόπου, καὶ πᾶν εἶδος εἰσηγήσεώς τε καὶ ἀπειλῆς εἰσφέρει, ὡς ἂν τάχα πως ἀναπεισθεῖεν οἱ ἡμαρτηκότες καὶ μετανοεῖν ἕλοιντο, τὰ αἰσχίω μεταμανθάνοντες καὶ κατορθοῦν ᾑρημένοι τὰ δι᾽ ὧν ἦν εἰκὸς ἀκονιτὶ δύνασθαι διαδράναι τὰ ἐξ ὀργῆς.

εἰδέναι γεμὴν ἀναγκαῖον τὸν φιλομαθῆ καὶ φιλολογώτατον, ὅτι συνεχὴς μὲν τῶν προφητῶν ὁ λόγος ἐν βιβλίοις τε καὶ συγγραφαῖς, γέγονε δὲ κατὰ καιροὺς καὶ ἀνὰ μέρος, ὥστε κἂν εἰ φαίνοιντό πως ταυτοεποῦντες ἔσθ᾽ ὅτε, ἀλλ᾽ οὖν ἀκόλουθον ἐννοεῖν, ὡς οὐ καθ᾽ ἕνα καιρὸν, ὡς ἔφην, οὔτε μὴν τοῖς αὐτοῖς, τὰ τοιάδε προσεφώνουν, μακρῶν δὲ πολλάκις παρεισβεβληκότων διαστημάτων, ἄλλοτε ἄλλοις καὶ κατὰ καιροὺς προσελάλουν. ἔδει γὰρ πάντας εἰδέναι τὰ συμβησόμενα, καὶ κοινῆς συμφορᾶς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γενέσθαι τὴν προαγόρευσιν. πρὸς ὑμᾶς δὴ οὖν ὁ λόγος, φησὶ, τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους ἐμβροντησίας, ὡς βδελύττεσθαι τὸ κρῖμα, τουτέστι τὴν δικαιοσύνην, καὶ διεστραμμένον ἀποφαίνειν τὸν εἰς εἴδησιν ἀγαθὴν κατορθοῦντα νόμον· πρὸς ὑμᾶς τοὺς οἰομένους τάχα που ταῖς μιαιφονίαις καὶ ἀδίκοις αἵμασιν ἀνορθοῦν τὴν Σιὼν, καὶ εὐκλεᾶ καὶ περίβλεπτον τὴν Ἱερουσαλὴμ ἀποφαίνειν. ἀλλ᾽ ἦν ἄμεινον ἐννοεῖν, ὅτι καταστρέφουσι μᾶλλον αὐτὴν, καίτοι τεθειμένοι πρὸς οἰκοδομὴν καὶ εἰς ἐπανόρθωσιν, ἅτε δὴ καὶ τῶν ποιμνίων προεστηκότες, ἱερεῖς τε καὶ νομοφύλακες παρὰ Θεοῦ τεταγμένοι.

Καθῃρήκασι δὲ ἀληθῶς τὴν Σιὼν ἐν αἵμασιν. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, προσέθεσαν δὲ αὐτοῖς καὶ τὸν τῶν ὅλων Δεσπότην, φημὶ δὴ τὸν Χριστόν. οἰκοδόμοι γὰρ ὄντες τῆς Σιὼν, ἀπεδοκίμαζον αὐτόν· καίτοι Θεοῦ λέγοντος ἐναργῶς “Ἰδοὺ τίθημι εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν ἀκρο- ”γωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ κατ- “αισχυνθῇ.” ἀλλ᾽, ὡς ἔφην, οἱ τῆς Σιὼν οἰκοδόμοι τὸν ἐκλεκτὸν καὶ ἔντιμον ἀπεδοκίμασαν λίθον· πλὴν εἰς κεφαλὴν τέθειται γωνίας· βεβασίλευκε γὰρ ἡμῶν, καὶ τῶν ἐκ περιτομῆς ὁ Χριστὸς, οὓς καὶ ἔκτισεν “εἰς ἕνα καινὸν ἄνθρωπον, ”ποιῶν εἰρήνην διὰ τοῦ σταυροῦ” καὶ ὥσπερ τινὰ γωνίαν συνείρων εἰς ὁμοψυχίαν ἐν Πνεύματι. γέγραπται γὰρ ὅτι “Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ ”μία.” ἐπειδὴ δὲ σύμμορφοι γεγόνασι δι᾽ ἁγιασμοῦ καὶ πίστεως τῷ ἀκρογωνιαίῳ καὶ ἐντιμοτάτῳ, καλῶς καὶ σοφῶς ὁ θεσπέσιος αὐτοῖς ἐπιστέλλει Πέτρος “καὶ ὑμεῖς ὡς λίθοι ”ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς” “εἰς ναὸν ”ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι·” κατῴκηκε γὰρ ὁ Χριστὸς ἐν ταῖς τῶν πιστευόντων καρδίαις.

καὶ περὶ αὐτῶν που φησὶ διὰ προφήτου φωνῆς “Ὅτι ἐνοικήσω ἐν ”αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ “αὐτοὶ ἔσονταί μοι λαός.” <Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ᾽ ἡμᾶς κακά. διὰ τοῦτο δι᾽ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριασθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφαλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.> Βδελυρόν τι χρῆμα, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων τῷ πανάγνῳ Θεῷ καὶ κρίσις ἄδικος καὶ δωροδοκία. γέγραπται γὰρ ὅτι “Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευ- ”οδοῦνται ὁδοί.” ἥττηνται γὰρ ὧδέ τινες τῆς ἐπαράτου φιλοκερδείας καὶ λημματίων αἰσχρῶν, ὡς ἡγεῖσθαι παρ᾽ οὐδὲν τὸ παρευθύνειν τὸ δίκαιον, καὶ πιπράσκειν τὴν ἀλήθειαν. ὥσπερ δὲ οἱ κόνιν λαβόντες εἰς ὀφθαλμοὺς ἀτονοῦσαν ἔχουσι τῆς ὀπτικῆς δυνάμεως τὴν ἐνέργειαν, οὕτω κἀκεῖνοι τὴν εἰς νοῦν δεχόμενοι πήρωσιν οὐχ ὁρῶσιν ἔτι· “Τὰ γὰρ δῶρα ”ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καθὰ γέγραπται, καὶ λυμαί- “νεται ῥήματα δίκαια·” οἱ δὲ δὴ τὸ δίκαιον παρευθύνοντες, τῶν θείων ἀξιωμάτων τὸ εἰλικρινὲς ἀδικοῦσι κάλλος. πρέπει γὰρ μόνῳ τὸ κρίνειν Θεῷ, καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη Μωυσῆς “Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ”ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.”

ὁ δὲ κρίνειν ἄδικα μεμελετηκὼς, μονονουχὶ τῶν θείων καὶ ὑπερτάτων ἅπτεται θρόνων, καὶ εἰς αὐτὴν ἴστω πεπλημμεληκὼς τὴν ἀπόῤῥητον δόξαν, ἣ κρίνειν οἶδεν ὀρθῶς καὶ δικαίως. Θεοῦ γὰρ ἡ κρίσις, ὡς ἔφην. πάνδεινον δὲ πρὸς τούτῳ καὶ τὸ κέρδους ἀφορμὰς ποιεῖσθαι τὴν εὐσέβειαν, καὶ πορισμὸν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ. ἄθρει γὰρ ὅπως ἀκαταιτίατον οὐκ ἐᾷ προφήτην καὶ ἱερέα μισθοφορεῖν ἐθέλοντα, ὡς τοῖς προσιοῦσιν ἐπαγγέλλεσθαι λαλεῖν, εἰ δὴ προσκομίζειν ἕλοιντο μισθούς τε καὶ δῶρα. οἶμαι δὲ ὅτι ψευδοπροφητῶν διαμέμνηται πάλιν ὁ λόγος εἰς τὸ παρὸν, καὶ οὐχὶ πάντως ἱερουργῶν τῶν ἐκ νόμου καὶ ἀληθινῶς, ἀλλ᾽ οἷς ἦν ἔθος τὰς τοιάσδε τιμὰς ὑποτρέχειν, καὶ ὠνητὴν ἑαυτοῖς περιποιεῖσθαι τὴν δόξαν. οὐ γὰρ ἂν προφήτης ἅγιος, ἤγουν ἱερεὺς ἀληθῶς, τοῖς τοιοῖσδε πταίσμασι τὴν ἰδίαν ἔνοχον καθίστη ψυχήν.

Εἶτα, τοιαῦτα πλημμελοῦντες, φησὶν, ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ᾽ ἡμᾶς κακά. ἦν μὲν γὰρ ὁμολογουμένως ἐν τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, ἐξείλετο δὲ αὐτοὺς τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας, εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κρείττους καὶ ἀλκιμωτέρους ἔδειξεν ἐχθρῶν. ἀλλ᾽ ἔδει που πάντως ἐννοεῖν, ὅτι πλημμελοῦσι δεινῶς καὶ ἐπὶ τοῖς οὕτως ἐκτόποις κατεγνωσμένοις, οὐκ ἂν ἠνέσχετο συνεῖναι Θεός. ἀσύμβατον γὰρ τῷ βεβήλῳ τὸ ἅγιον, καὶ ἀσυναφὲς τῷ ῥυποῦντι τὸ καθαρόν. ὅτι τοίνυν μάταια πεφρονήκασιν, οἰηθέντες, ὅτι κἂν εἰ τῆς φαυλότητος εἶεν ἐργάται, κἂν εἰ δρᾶν ἕλοιντο τὰ παντὸς ἐπέκεινα κακοῦ, συνέσται πάλιν αὐτοῖς οὐδὲν ἧττον Θεὸς, ἐξ αὐτῶν ἐπιγνώσονταί φησι τῶν συμβησομένων. ἀροτριασθήσεται μὲν γὰρ ἡ Σιὼν, ἔσται δὲ ὡς ὀπωροφυλάκιον ἡ διαβόητος Ἱερουσαλὴμ, τουτέστιν ἠρημωμένη καὶ κατεστραμμένη, καὶ αὐτὸ δὲ τὸ ὄρος τοῦ οἴκου, τουτέστιν, ὁ ἐφ᾽ ὑψηλοῦ γηλόφου κείμενος νεὼς, εἰς ἄλσος δρυμοῦ. ὅμοιον ὡς εἰ λέγοι, θηρίων ἀγρίων ἐναύλισμα καὶ δρακόντων χειαί. ὥσπερ γὰρ ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς δρυμοῖς κατοικοῦσιν οἱ θῆρες καὶ τὰ τῶν ἑρπετῶν ἀτίθασα γένη, οὕτω καὶ ἐν τοῖς ἠρημωμένοις τῶν τόπων, καὶ ἔνθαπερ ἂν πολλὰ λίαν φαίνοιντο τὰ συμπεπτωκότα.

Συμβέβηκε δὲ ταυτὶ τοῖς τῶν Ἰουδαίων δήμοις, ὅτε καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Ἐμμανουήλ. τότε γὰρ τότε διολώλασι παντελῶς, καὶ λίθος οὐ μεμένηκεν ἐπὶ λίθῳ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν· ἀρόσιμος δὲ γῆ καὶ τοῖς γηπονοῦσιν ἐπιτηδεία δέδεικται λοιπὸν ἡ πάλαι σεπτὴ καὶ ἀξιάγαστος Σιών. πλὴν ἰστέον, ὅτι Θεὸς ἔσται καὶ ἐν ἡμῖν, οὐ πίστιν ἔχουσι μόνην, οὐδὲ οἷον ἐπ᾽ αὐτῷ ἀναπαυομένοις διὰ τοῦτο, ἀλλ᾽ εἰ προσγένοιτο τῇ πίστει καὶ τὸ ἐξ ἔργων εὐδοκιμεῖν. “Ἡ γὰρ πίστις χωρὶς ἔργων νεκρά ἐστι” κατὰ τὸ γεγραμμένον. συνθεόντων δὲ τῶν ἔργων τοῖς ἐκ πίστεως ἀγαθοῖς, τότε δὴ τότε καὶ συνέσται Θεὸς, καὶ ἀναῤῥώσει ῥᾳδίως, καὶ φίλους ἡγήσεται, καὶ ὡς γνησίους εὐφρανεῖ, καὶ παντὸς ἀπαλλάξει κακοῦ. <Καὶ ἔσται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ᾽ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ᾽ αὐτὸ ἔθνη πολλά· καὶ ἐροῦσι Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ.> Σαφὴς ἐν τούτοις ὁρᾶται λοιπὸν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ προαγόρευσις.

ἐκ μέσου δὲ ὥσπερ γεγενημένου τοῦ κατὰ σάρκα Ἰσραὴλ, καὶ θυσιῶν πεπαυμένων τῶν κατὰ τὸν νόμον, ἠρεμούσης δὲ καὶ ἱερωσύνης τῆς ἐξ αἵματος τοῦ Λευῒ, καὶ αὐτοῦ δὲ λοιπὸν τοῦ διαβοήτου κατεμπρησθέντος νεὼ, καὶ τῆς Ἱερουσαλὴμ καθῃρημένης, ἀνέδειξεν ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς ἐν λοίσθῳ καιρῷ, τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου· τότε γὰρ γέγονε καθ᾽ ἡμᾶς. ὄρος δὴ οὖν ὀνομάζει τὴν Ἐκκλησίαν, ἥτις ἐστὶν οἶκος Θεοῦ ζῶντος· ὑψηλὸν δὲ, ὅτι χθαμαλὸν ἐν αὐτῇ παντελῶς οὐδέν· ἀλλ᾽ αἴρεται μὲν ὑψοῦ τῶν περὶ Θεοῦ δογμάτων ἡ γνῶσις, ἀνῴκισται δὲ καὶ αὐτὸς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς τὸ χαμαιριφὲς καὶ πεπατημένον εἰς ζωὴν, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐκ περιτομῆς κατίδοι τις ἄν. οἱ μὲν γὰρ ἥττηντο φιλοσαρκίας καὶ λημμάτων αἰσχρῶν, ἡλίσκοντο δὲ φονῶντες ἀδίκως, πλείσταις τε ὅσαις ἑτέραις πλημμελείαις ἔνοχοι· “Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, καθά φησιν ὁ θεσπέσιος Παῦ- ”λος, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς “ἐπιθυμίαις.” μεμισήκασι δὲ οὕτω τὸ χρῆναι πλουτεῖν, ὥστε καὶ ἀνακεκραγότων ἐκ παῤῥησίας ἐπαΐοι τις ἄν “Ἔχοντες ”διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.

οἱ δὲ “βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγί- ”δας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες “βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.” ἀφεστήκασι δὲ ὧδε τοῦ φονᾶν, ὥστε καὶ τοῖς παίουσιν εἰς τὴν δεξιὰν σιαγόνα, στρέφειν καὶ τὴν ἄλλην. ὄρος δ᾽ ἂν νοοῖτο καὶ ἑτέρως ἡ Ἐκκλησία τοῖς Ἑλλήνων παραβαλλομένη δόγμασιν. οἱ μὲν γὰρ λίθοις καὶ ξύλοις καὶ αὐτῇ δὲ τῇ κτίσει χρῆναι προσκυνεῖν ἀσυνετώτατα δογματίζουσιν, ἡ δὲ καθίστησιν ἐναργῆ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ὃς τόδε τὸ σύμπαν διετεκτήνατο, καὶ πρὸς τὸ εὖ εἶναι συνέχει, καὶ ἔστι τῶν ὅλων Κύριος ὡς Θεός.

Ἐπῆρθαι γεμὴν τὸ ὄρος φησὶ τοῦ Κυρίου ἐπ᾽ ὄρη τε καὶ βουνοὺς, εἶναί τε ἕτοιμον, τὸ οἷον ἐν περιφανείᾳ πολλῇ κεῖσθαί τε καὶ εἶναι διὰ τούτου σημαίνων. περίοπτον γὰρ τὸ ἐν ὄρει κείμενον, ἕτοιμόν τε λίαν ἰδεῖν, καὶ οὐδενί που τάχα καὶ τῶν ἀπωτάτω κειμένων ἀγνούμενον. ὅτι δὲ καὶ μάλα προθύμως διάττειν ἔμελλον ἐπ᾽ αὐτὸ τὰ ἔθνη, διαμεμήνυκεν ἐναργῶς τῆς προφητείας ὁ λόγος. μεμαρτύρηκε δὲ τοῦτο, καὶ ἀτρεκὲς ὂν ἀπέφηνε καὶ αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις. σπεύσουσι γὰρ, φησὶν, ἐπ᾽ αὐτὸ λαοὶ, δῆλον δὲ ὅτι τὸν τοῦ οἴκου Δεσπότην, τουτέστι Χριστόν. τί δὲ καὶ ἐροῦσι; Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. ἀκούεις ὅτι προτροπάδην ἀλλήλοις διακελεύονται, τὸ Ἀναβῶμεν λέγοντες ὀρθῶς τε καὶ νουνεχῶς· φαίην γὰρ ὅτι τῶν παρ᾽ Ἕλλησι δογμάτων τὸ χθαμαλὸν καὶ κατεῤῥιμμένον οὐκ ἠγνοηκότες τὸ Ἀναβῶμεν λέγουσιν, ὡς ὑψοῦ λοιπὸν ἀναθρώσκοντες, ὅσον ἧκεν εἰς ἐννοίας τὰς ἐπί γε τῷ φύσει καὶ ἀληθῶς ὄντι Θεῷ. γλίχονται δὲ τῆς δικαιοσύνης, καὶ δεδιψήκασι μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δὴ καὶ ἰέναι κατεπαγγέλλονται, καὶ λίαν ἐσπουδασμένως, ἐν ταῖς τρίβοις αὐτοῦ. καὶ τίνες ἂν εἶεν οἱ τῶν τοιούτων εἰσηγηταί;

ἢ δηλονότι τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα, πρὸς οὓς ἔφη Χριστός “Πορευθέντες μαθητεύ- ”σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ “Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκον- ”τες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.” <Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.> Αἱ μυρίαι τε καὶ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι, αἱ βαδίζουσαι μὲν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, γλιχόμεναί τε μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δι᾽ αὐτῆς ἰέναι προθύμως ὑπισχνούμεναι, τὴν αἰτίαν ἐνθάδε φασὶ τοῦ μὴ θέλειν ἔτι μονονουχὶ τελεῖσθαι τῷ νόμῳ καὶ προστρέχειν Ἰουδαϊσμῷ. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἔτι τῶν κατὰ τὸν νόμον ἑστώτων ἐθῶν, προσῄεσάν τινες τῶν πεπλανημένων, καὶ τοῖς τῆς εἰδωλολατρείας κακοῖς ἐῤῥῶσθαι φράζοντες, εἶτα τὴν σάρκα περιτεμνόμενοι, τοῖς τῶν Ἰουδαίων ἔθεσί τε καὶ νόμοις διαζῆν ἐσπούδαζον. ἀριθμοῦ δὲ κρείττων τῶν παρ᾽ αὐτοῖς ἡ τοιάδε πληθύς. καὶ γοῦν ὁ Σολομῶν, ὅτε τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνορθοῦν ἐσκέπτετο ναὸν, ἑκατὸν καὶ πεντήκοντα χιλιάδας λατόμων τε καὶ ἐργατῶν ἐκ τῶν προσηλύτων προεχειρίζετο· γέγραπται γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις. τύπος δὲ ἦν ἄρα μυστηρίου τὸ δρώμενον.

ἔμελλον γὰρ ἀναδείμασθαι ναὸν τῷ Θεῷ, τὸν ἀληθῆ καὶ περίοπτον, τουτέστι τὴν Ἐκκλησίαν, οὐκ Ἰουδαῖοι δὲ μᾶλλον, ἀλλ᾽ οἱ ἐξ ἐθνῶν, τὸν ἐν τῷ κρυπτῷ περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν ἔχοντες οὐχὶ τὴν ἐν σαρκὶ μᾶλλον, ἀλλὰ τὴν ἐν πνεύματι.

Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας προσῄεσάν τινες τῶν εἰδωλολατρῶν καὶ τοῖς Ἰουδαίων διέζων νόμοις. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν τὸ ὄρος τοῦ Κυρίου τὸ περίοπτον ἀληθῶς, ἐπ᾽ αὐτὸ δὴ μᾶλλον προσίενται, χαίροντές τε καὶ λέγοντες Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. ἐοίκασι δὲ βούλεσθαι δηλοῦν, κἀκεῖνό που τάχα διακεκραγέναι σαφῶς, ὡς ἔρημος ἔσται καὶ αὐτοῦ τοῦ νόμου Σιὼν, καὶ γυμνὴ τῶν θείων λόγων Ἱερουσαλήμ. οἱονεὶ γάρ πως ἐκπεφοίτηκεν αὐτῶν ὁ νόμος καὶ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος Θεοῦ. κατήργηται γὰρ ἡ σκιὰ, καὶ πέπαυται τὰ ἐν τύποις, ἀνῄρηνται δὲ καὶ αἱ θυσίαι, καὶ πάντα λοιπὸν τὰ διὰ Μωυσέως συμπεπέρασταί πως, ὅσον ἧκεν εἰς τὸ γράμμα φημί. ὅτι δὲ ἔμελλεν ὁ Χριστὸς κρῖναι τε καὶ διελέγξαι ἔθνη πολλὰ, μονονουχὶ προφητεύουσι καὶ προαγορεύουσι· κρῖναι τε καὶ ἐλέγξαι ὅπως τε, καὶ τίνα τρόπον, εἰπεῖν ἀναγκαῖον. ἀναπείθων γὰρ τῶν τῆς πλανήσεως ἀποσχέσθαι τρόπων, καὶ καταδεικνὺς ἐναργῶς, ὅτι σπεύδουσιν εἰς ἀπώλειαν, εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀπομάττεσθαι τὰ ἐγκλήματα, κρινεῖ τε καὶ ἐλέγξει τρόπον τινὰ καὶ οὐχὶ μόνον ἔθνος ἓν, ἀλλ᾽ ἕως εἰς γῆν μακρὰν, τουτέστι, μέχρι τερμάτων τῆς ὑπ᾽ οὐρανόν· πανταχῆ γὰρ ὁ σωτήριος ὑμνεῖται λόγος. “Κηρυχθήσεται γὰρ, φησὶ, τὸ εὐαγγέλιον ”τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ.”

Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ἰσχνόν τε καὶ κεκρυμμένον μυστήριον ὁ προφητικὸς ὑπεμφαίνειν λόγος. ἀφηγεῖται γὰρ ὥσπερ, τίνα δὴ τρόπον οἱ ἐξ ἐθνῶν εἰσδεχθεῖεν ἂν, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀφέντες πλάνησιν βαδιοῦνται λοιπὸν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐκ γάρ τοι φησὶν τῆς ἄνω Σιὼν, καὶ τῆς νοητῆς Ἱερουσαλὴμ ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου. καταπεφοίτηκε γὰρ εἰς ἡμᾶς ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ γέγονεν ἡμῖν νόμος τε καὶ νομοθέτης, καὶ αὐτὸς κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν. τί δ᾽ ἂν βούλοιτο δηλοῦν τὸ κρινεῖ καὶ ἐλέγξει, κατά γε τὸ εἰς νοῦν ἧκον ἐρῶ. τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς τῆς ὑφ᾽ ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς γῆς γένος. ἀλλ᾽ “Ἐπέφανεν ἡμῖν Θεὸς Κύριος,” κατὰ τὸ γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, καταδεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκότας, τουτέστι “Τὰς ἄρχας, τὰς ἐξουσίας, τοὺς κοσμοκρά- ”τορας τοῦ αἰῶνος τούτου, τὰ πνευμάτικα τῆς πονηρίας “ἐν τοῖς ἐπουρανίοις.” καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων “Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος ”τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται “ἔξω.

κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ”ἐμαυτόν.” δεδίκακε γὰρ πολλοῖς καὶ ἀναριθμήτοις λαοῖς, δῆλον δὲ ὅτι τοῖς ἠδικημένοις, καὶ δεδικαίωκε μὲν αὐτοὺς ἐν ἐλέῳ καὶ πίστει. ἐκβέβληκε δὲ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τῆς καθ᾽ ἡμῶν ἀπεσόβησεν ἀρχῆς, ἐλέγχων ὡς ἄδικον, ὡς ἀνόσιον, ὡς ἀνθρωποκτόνον, ὡς πλεονεκτήσαντα τὴν ὑπ᾽ οὐρανόν. συνηλέγχοντο δὲ αὐτῷ πάντως που καὶ τὰ ἕτερα τῶν δαιμονίων ἔθνη, τὰ πάλαι δεινά τε καὶ ἰσχυρὰ, καὶ οὐ μίαν περιφοιτῶντα πόλιν, ἀλλ᾽ ἕως εἰς γῆν μακρὰν κατεσκεδασμένα, τουτέστι, μέχρι περάτων τῆς ὑπ᾽ οὐρανόν. διενείμαντο γὰρ ὥσπερ τὴν γῆν, καὶ οὐδεὶς ἦν ὅλως τῆς ἐκείνων δυστροπίας ἄπειρος. <Καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος ῥομφαίαν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.> Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι “ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα ”παρῆλθε.” μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον.

τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ πολέμου πρὸς ἔργα γηπόνοις, καὶ ἕκαστον δὲ ἀναπαύεσθαι, φησὶν ὁ Προφήτης, ὑποκάτω συκῆς ἰδίας καὶ μὴν καὶ ἀμπέλου, μηδένα τε εἶναι τὸν δεδιττόμενον, τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ ὅτι βαθεῖά τις ἔσται καὶ ἄῤῥηκτος ἡ εἰρήνη, καὶ καιρὸς ἀπόλεμος; τετέλεσται δὲ ταυτὶ κατὰ τοὺς τῆς ἐπιδημίας καιρούς. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός “Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ”ἀφίημι ὑμῖν.” Πότε δὲ ἢ πῶς καὶ ἡ ἐν κόσμῳ γέγονεν εἰρήνη; ἐπειδὴ γὰρ τῆς ὑπ᾽ οὐρανὸν κατεκράτησε λοιπὸν ἡ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ᾽ ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ῥωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἂν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις.

ἐπειδὴ δὲ ἡδρύνθη λοιπὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε λοιπὸν μετεπλάττοντο.

Εἰ δὲ δή τις ἕλοιτο καὶ πνευματικῶς τοῖς προκειμένοις προσβαλεῖν, συνήσει πάλιν ὅτι τὴν ἐκ τῆς ἰδίας ἡμῖν ἡμερότητος εἰρήνην βραβεύοντος Χριστοῦ, καὶ καταργοῦντος τὰς ἀρχὰς καὶ τοὺς πάλαι μαχομένους τοῖς ἐθέλουσιν εὐσεβεῖν, κατελήξαμεν δειμάτων, ἔξω τε γεγόναμεν ἐφόδου τε καὶ μάχης, τετραμμένοι τε πρὸς γεωργίαν τῶν πνευματικῶν, καὶ τοὺς τῆς δικαιοσύνης καρποὺς συναγείρομεν, ἀναπεπαύμεθά τε λοιπὸν ὑποκάτω συκῆς καὶ ἀμπέλου. καὶ συκῆ μὲν ἔσται γλυκύτητος σύμβολον, ἄμπελος δέ γε τῆς νοητῆς εὐφρασίας. γλυκὺς γὰρ λίαν τοῦ Σωτῆρος ὁ λόγος, καὶ κατευφραίνειν εἰδὼς καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. γλυκεῖα δὲ δὴ πρὸς τούτῳ καὶ εὐφροσύνης ἐπίμεστος ἡ εἰς τὸ μέλλον ἐλπὶς, ἣν ἐν Χριστῷ πεπλουτήκαμεν. <Ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.> Οἱ σπουδὴν πεποιημένοι τὸ ἀναφοιτᾶν εἰς τὸ ὄρος Κυρίου, καὶ ἀναμανθάνειν ἐθέλοντες τὰς τρίβους αὐτοῦ, τὸ εὐήνιον ἐπαγγέλλονται, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἀποδέχονται τὰ αὐχήματα, καὶ ὅτι τῶν εἰς εὐσέβειαν σπουδασμάτων παντὶ δὴ σθένει μεταποιήσονται, διὰ τούτων ἡμῖν εὖ μάλα κατασημαίνουσιν.

ἕκαστος μὲν γάρ φησι τῶν ἐν πάσῃ χώρᾳ τε καὶ πόλει, ἣν ἂν αὐτὸς ἕλοιτο διαστείχοι τρίβον, διαβιῴη δὲ αὖ κατὰ τὸ αὐτῷ δοκοῦν ἢ καὶ εὖ ἔχειν ὑπειλημμένον· ἡμῖν δὲ φροντὶς ὁ Χριστὸς, καὶ τρίβον ὀρθὴν ποιησόμεθα τὰ αὐτοῦ θεσπίσματα, συμβαδιούμεθα δὲ ὥσπερ αὐτῷ, καὶ οὐχὶ δὴ μόνον εἰς αἰῶνα τὸν ἐνεστηκότα καὶ παρερχόμενον, ἀλλ᾽ ἐπὶ πολὺ καὶ ἐπέκεινα. καὶ ἀτρεκὴς ὁ λόγος· οἱ γὰρ νυνὶ συμπάσχοντες, συνέσονταί τε διαπαντὸς καὶ συνδοξασθήσονται καὶ συμβασιλεύσουσι. φροντίδα γεμὴν ποιοῦνται Χριστὸν οἱ τῆς εἰς αὐτὸν ἀγάπης προτιθέντες οὐδὲν, οἱ καταλήγοντες μὲν τῶν εἰκαίων τοῦ κόσμου περισπασμῶν, ζητοῦντες δὲ μᾶλλον τὴν δικαιοσύνην, καὶ τὸ ἁνδάνον αὐτῷ, καὶ τὸ διαπρέπειν ἐν ἀρεταῖς, ὁποῖός τις ἦν καὶ ὁ θεσπέσιος Παῦλος. γράφει γοῦν ὅτι “Χριστῷ ”συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.”

καὶ πάλιν “Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν ”Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.” <Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην· καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρὸν, καὶ βασιλεύσει Κύριος ἐπ᾽ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.> Ὅτι τῆς ἐλπίδος ἥκιστά γε διολισθήσειεν ἂν ὁλοτρόπως ὁ Ἰσραὴλ, ὑποφαίνει λοιπόν· συνετρίβη μὲν γὰρ, γέγονε δὲ καὶ ἀπόπεμπτος, ἤγουν ἀποβέβληται διὰ πολλὴν ἄγαν ἀσέβειαν· θεομάχος τε γὰρ καὶ εἰδωλολάτρης, βδελυρός τε καὶ βέβηλος ἦν, καὶ τοῖς τῆς μιαιφονίας ἐγκλήμασιν οὐ μετρίως ἐνισχημένος. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, εἶτα τελευταῖον καὶ αὐτὸν ἐσταύρωσαν τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, πλὴν ἠλέηται διὰ τοὺς πατέρας καὶ σέσωσται τὸ κατάλειμμα, γέγονε δὲ καὶ εἰς ἔθνος μέγα. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς ἔθνος ἂν νοοῖτο πάμμεγα, καὶ μάλα εἰκότως, ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων ἁγία πληθύς.

ἐξαίρετα δὲ αὐτῆς, καὶ τὰ ἐφ᾽ οἷς ἂν ἔχοι τὸ χρῆναι θαυμάζεσθαι, τὰ εἰς νοῦν ἀγαθὰ, τὰ εἰς καρδίαν αὐχήματα, τουτέστιν, ὁ ἁγιασμὸς, ἡ εἰς Χριστὸν ἐλπὶς, τὸ ἐν πίστει γνήσιον, τὸ τεθαυμασμένον ἐν ἀρεταῖς, τὸ ἀξιάγαστον ἐν ὑπομονῇ, καὶ τὸ ὑπ᾽ αὐτοῦ βασιλεύεσθαι τοῦ Χριστοῦ καὶ ὑπ᾽ αὐτοῦ ποιμαίνεσθαι, καὶ αὐτὸν ποιεῖσθαι καθηγητήν· “Εἷς γὰρ ”ἡμῶν ὁ καθηγητὴς ὁ Χριστός.” εἰ δὲ δὴ καὶ ἐγερθεῖεν οἱ νεκροὶ, καὶ “ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν ”αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυ- “ρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.” ὄρος δὲ Σιὼν τὴν ἄνω φησὶ Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων μητέρα, ἐν ᾗ καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ. <Καὶ σὺ πύργος ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία Βαβυλῶνος τῇ θυγατρὶ Ἱερουσαλήμ.> Ἐξαγγέλλεται μὲν τὰ ἐξ ἡμερότητος τοῖς πεπονηκόσιν, ἔφη δὲ ὅτι κατὰ καιροὺς εἰσδέξεται τὴν συντετριμμένην, θήσει τε αὐτὴν καὶ εἰς ἔθνος μέγα. πλὴν αἰτιᾶται τῷ μεταξὺ, καὶ ὅτι τεταλαιπώρηκεν ὅλως, συνετρίβη τε καὶ ἀποβέβληται, κατονειδίζει χρησίμως. ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος “Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ”ἀμεταμέλητον κατεργάζεται.” πλήττει δὴ οὖν ἐξ ἀγάπης, καὶ ὅτι μετὸν οὐδενὸς τῶν λελυπηκότων εἰς πεῖραν ἐλθεῖν ἐθελουσίοις εἰς τοῦτο καθικνεῖτο ῥοπαῖς.

ποιμνίου δὲ πυργὸν αὐχμώδη τὴν Σιὼν, ἤγουν καὶ αὐτὴν ὀνομάζει τὴν Ἱερουσαλὴμ, οἱονεί πως ἐν ἤθει λέγων, μονονουχὶ δὲ καὶ ἐπιστυγνάζων αὐτῇ. ὦ Σιὼν ἤγουν Ἱερουσαλὴμ ἀθλία θύγατερ, ὦ τῶν ἐμῶν προβάτων ἄθλιον καὶ ἀφεγγὲς ἐνδιαίτημα, προκείσῃ δὴ πάντως καὶ οὐκ ἐθέλουσα τοῖς ἐχθροῖς. ἥξει γὰρ ἥξει, καὶ οὐκ εἰς μακρὰν ἐπὶ σὲ τῶν ἐπὶ γῆς βασιλειῶν ἡ προὔχουσα καὶ εὐσθενεστέρα, τουτέστιν, ἡ Βαβυλωνίων. πύργον δὲ αὐχμώδη καὶ σκοτεινὸν ἐνδιαίτημα τὴν Σιὼν ἀποκαλεῖ, ἤτοι τὴν Ἱερουσαλὴμ, διὰ τὸ πάντας τοὺς ἐν αὐτῇ οἷον ἐν σκότῳ περιπατεῖν, ἀπὸ τοῦ μὴ βούλεσθαι λύχνον ὥσπερ τινὰ ποιεῖσθαι καὶ φῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ τὸν παρ᾽ αὐτοῦ φωτισμὸν εἰσδέχεσθαι κατὰ νοῦν. ἦν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως, καὶ ἀπλανῆ δύνασθαι διάττειν ὁδὸν, καὶ βόθρων ἀποφοιτᾶν, καὶ διαπηδᾶν ἁμαρτίαν, καὶ τοῖς μεταξὺ προσπίπτουσι μὴ περιπταίειν κακοῖς.

Ψάλλωμεν δὴ οὖν καὶ ἡμεῖς αὐτοὶ λέγοντες πρὸς Θεόν “Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θά- ”νατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν.” φωτὶ γὰρ θείῳ κατηυγασμένοι, καὶ τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ σοφίας λαβόντες εἰς νοῦν τὸ σέλας, ἀνάλωτοι μὲν ἐσόμεθα τοῖς ἐχθροῖς, διεκδύνοντες δὲ τὰ ἐκ θείας ὀργῆς, ἐν καλῷ ἐσόμεθα τῆς ἄνωθεν εὐθυμίας, καὶ ἐν Χριστῷ δὴ πάντως εὐημερήσομεν. <Καὶ νῦν ἵνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης; ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε θύγατερ Σιὼν ὡς τίκτουσα, διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου.> Ἀφίξεται μὲν οὖν ἐπὶ σὲ, φησὶν, ἡ ἀρχὴ ἡ πρώτη. πλὴν τίς ἄρα ἐστὶν ἡ πρόφασις, δι᾽ ἢν τοῖς οὕτω δεινοῖς περιθραύῃ κακοῖς; τὸ γὰρ γνῶναι κακὰ, τὸ περιπεσεῖν ἐστιν ἐν τοῖς κακοῖς, ἤγουν τοῖς κακοῦν εἰωθόσι, φημὶ δὴ ταῖς τοῦ πολέμου συμφοραῖς. μὴ ἄρα σοι βασιλεὺς οὐκ ἦν; ἢ οὐ μεμελέτηκας βουλεύεσθαι σοφὰ, καὶ ἀρίστας ἐπὶ σεαυτῇ ποιεῖσθαι τὰς σκέψεις; ὑποπλήττει δὲ πάλιν εὐφυῶς, καὶ κατονειδίζει πλαγίως ὡς καὶ ἀσύνετον κομιδῇ καὶ Θεῷ προσκρούειν οὐ παραιτουμένην. καὶ τίς ὁ τρόπος, βραχυλογήσας ἐρῶ.

Βεβασίλευκε μὲν τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς ἐν ἀρχαῖς, μεσιτεύοντος τοῦ πανσόφου Μωυσέως, εἶτα μετ᾽ ἐκεῖνον Ἰησοῦ τοῦ Ναυῆ παραληφθέντος εἰς στρατηγίαν· εἶτα διὰ τῶν κατὰ καιροὺς ἀναδεδειγμένων κριτῶν, καὶ μετ᾽ ἐκείνους διὰ τοῦ μακαρίου Σαμουήλ. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένων, πικρὰ καθ᾽ ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν λέγοντες τῷ μακαρίῳ Σαμουήλ “Ἰδοὺ σὺ γεγήρακας, ”καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου, καὶ νῦν “κατάστησον ἐφ᾽ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ ”τὰ λοιπὰ ἔθνη· καὶ ἦν, φησὶ, πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλ- “μοῖς Σαμουὴλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν ”ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον· καὶ εἶπε “Κύριος πρὸς Σαμουήλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ ”ἂν λαλήσωσι πρὸς σὲ, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ᾽ ἢ “ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ᾽ αὐτούς.”

εἶτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τῆς βασιλείας καταγγέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν οὕτω σαθρῶν καὶ ἀνοσίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες “Οὐχὶ ”ἀλλ᾽ ἢ βασιλεὺς ἔσται ἐφ᾽ ἡμᾶς, καὶ ἐσόμεθα καὶ ἡμεῖς “καθὰ καὶ τὰ λοιπὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν, ”καὶ ἐξελεύσεται πρὸ προσώπου ἡμῶν, καὶ πολεμήσει τὸν “πόλεμον ἡμῶν.” οὐκοῦν εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν ἀρχαίων ἐκείνων καὶ ἐπισφαλῶν βουλευμάτων, καὶ οἷον κατειρωνεύεται τὸ συμβὰν καί φησι Πῶς ἔγνως κακά; μὴ οὐκ ἦν σοι βασιλεύς; ἢ ἡ βουλή σου ἀπώλετο; οὐ βασιλέα, φησὶν, ᾐτήσω λέγων, προπορεύσεται “πρὸ προσώπου ”ἡμῶν, καὶ τὸν πόλεμον ἡμῶν πολεμήσει.” μὴ ἄρα καλῶς ἐβουλεύσω ποτέ; ἰδοὺ τῶν πραγμάτων τὸ πέρας τὴν σὴν ἔδειξε βουλὴν, ὡς ἀρίστη τε εἴη καὶ ἀναγκαία. ἀπόβλητον ἐποιήσω τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγόν. ἰδοὺ κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης. ὤδινε οὖν καὶ ἀνδρίζου θύγατερ Σιών.

ἐν ἤθει πάλιν ὁ λόγος· ὦ γὰρ χρηστὴ θύγατερ, φησὶ, τληπαθὴς ἔσο πρὸς τὰς ὠδῖνας, διακαρτέρει πρὸς τὰς λύπας, ἔγγιζε τῷ τίκτειν, τουτέστιν, οὐκ ἔσῃ μακρὰν τῶν προσδοκωμένων· ἀλλ᾽ οἷον ἐπίτεξ ἤδη γυνὴ κατολολύξεις ἐκ πόνων, ἀφεῖσα δὲ πόλεις τὰς εὐπυργοτάτας κατασκηνώσεις ἐν πεδίῳ, καταυλισθήσῃ, φησὶν, ἐν ἐρήμοις· ἀφίξῃ δὲ καὶ εἰς Βαβυλῶνα αὐτήν· πλὴν ἀπαράκλητον οὐκ ἐᾷ παντελῶς· προστέθεικε γὰρ εὐθὺς ὅτι καὶ διαφεύξεται καὶ ἀνακομισθήσεται πάλιν κατοικτείροντος Θεοῦ.

Κάλλιστον οὖν ἄρα τὸ ὑπὸ Θεῷ μένειν καὶ βασιλεύεσθαι καὶ αὐτὸν ποιεῖσθαι δύναμιν, ὑπερασπιστήν τε καὶ ἀρωγὸν, αὐτῷ καθυφεῖναι μόνῳ τῆς ψυχῆς τὸν αὐχένα, τοῖς αὐτοῦ θελήμασι βιοῦν, καὶ λόγου παντὸς ἀξιοῦν τὸ αὐτῷ δοκοῦν. ἢ εἰ μὴ τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως ὑπὸ νοητοὺς ἐσόμεθα Βαβυλωνίους, ἀντιτεταγμένους δὴ λέγω καὶ ἀκαθάρτους δυνάμεις, καὶ ὑπὸ τὴν πρώτην ἀρχὴν, τουτέστι τὸν σατανᾶν, πόλεως δὲ ὥσπερ τῆς ἁγίας ἐξεῤῥιμμένοι “ἧς ἐστι ”τεχνίτης καὶ δημίουργος ὁ Θεὸς,” τὴν Βαβυλωνίων οἰκήσομεν. ἐν συγχύσει γὰρ καὶ θορύβοις ἐσόμεθα, ἱκανοῖς τοῦ παρόντος βίου περισπασμοῖς. σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται. <Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ οἱ λέγοντες Ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιὼν οἱ ὀφθαλμοὶ ἡμῶν. καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος. ἀνάστα καὶ ἁλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ λεπτυνεῖς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.> Πλειστάκις ἤδη προείπομεν, ὅτι τὴν βασιλείαν ἐν τοῖς Ἱεροσολύμοις διέποντος Ἐζεκίου, κατεδῄωσε μὲν τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πολλὰς δὲ αὐτῇ καὶ τῆς Ἰουδαίας συνεξῄρηκε πόλεις.

εἶτα πέπομφεν ἐκ Λάχις τὸν Ῥαψάκην, ὃς οὐ μετρίως τῆς θείας κατεφλυάρησε δόξης, ὅτε καὶ ἀπολώλασιν ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ἀγγέλου χειρί. ταυτησὶ τῆς ἱστορίας διαμέμνηται πάλιν. συνήχθησαν γὰρ ἔθνη πολλὰ κατὰ σοῦ φησι, μονονουχὶ καὶ ἀθύροντα καὶ ὅσον οὐδέπω κεισομένης κατορχησόμενα. πλὴν οὐκ ἔγνωσαν ἃ βεβούλευται Θεός. συνεκομίσθησαν γὰρ ὡς εἰς ἅλω, καὶ δράγματος δίκην τοῖς σοῖς ὑποκείσονται ποσίν. ἀνάστα δὴ οὖν καὶ ἁλόα αὐτοὺς, κέρατα γὰρ ἕξεις σιδηρᾶ καὶ ὁπλὰς χαλκᾶς, τουτέστι, δυσκαταγώνιστος ἔσῃ καὶ ἄμαχος τοῖς ἐχθροῖς, μόνον δὲ οὐχὶ καὶ καταπατήσεις τοὺς ἀνθεστηκότας. ἐπειδὴ γὰρ ἅλω τε καὶ δράγματος πεποίηται μνήμην, τετήρηκε τῇ μεταφορᾷ τὸν πρέποντα τρόπον, καὶ ὡς ἐπὶ μόσχου φησὶ κέρατα καὶ ὁπλάς. ἐπειδὴ δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ δεδαπάνηνται καὶ πεπτώκασιν, ἀλλ᾽ ἔργον ἦσαν κείμενοι τῆς θείας ὀργῆς, μὴ σαυτῇ φησιν ἀνάψῃς τὰ ἐπί γε τούτοις αὐχήματα, ἀνατίθει δὲ μᾶλλον τῷ Κυρίῳ πάσης τῆς γῆς τό τε πλῆθος αὐτὸ, καὶ τὴν ἰσχὺν τῶν ἀπολωλότων.

Ἀλλ᾽ οὑτοσὶ μὲν τῆς ἱστορίας ὁ νοῦς, θορυβήσει δὲ ἴσως τῶν ἐντευξομένων τινὰς τὸ οὕτως ἀγχίστροφον τῶν προφητικῶν κηρυγμάτων. ἄρτι μὲν γὰρ ἠκούομεν λέγοντος Ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη ἡ βασιλεία Βαβυλωνίων, καὶ ὁ τῆς αἰχμαλωσίας ἡμῖν ἐγράφετο τρόπος· εἶτα σεσωσμένην ὁρῶμεν εὐθὺς, καὶ καταπατοῦσαν τοὺς ἐχθρούς. δεῖ δὴ οὖν ἄρα τῆς τῶν χρόνων εὐδιακρίτου διαστολῆς· ἔσται γὰρ οὕτως ἀσύγχυτος καὶ σαφὴς τῶν λεγομένων ἡ θεωρία. Ἐζεκίου μὲν γὰρ βασιλεύοντος, ἀνέβη Σεναχηρεὶμ κατὰ τῶν Ἱεροσολύμων, εἶτα μετὰ τὸν Ἐζεκίου θάνατον τέσσαρες γεγόνασιν ἕτεροι βασιλεῖς, καὶ πέμπτος Ἰεχονίας. τότε καὶ πᾶσαν εἷλε τὴν Ἰουδαίαν καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα Ναβουχοδονόσορ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν πάντα Ἰσραήλ. γράφει δὲ σαφῶς τὴν ἐπὶ τούτοις ἡμῖν ἱστορίαν ὁ μακάριος προφήτης Ἱερεμίας. <Νῦν ἐμφραχθήσεται θυγάτηρ Ἐφραΐμ ἐμφραγμῷ, συνοχὴν ἔταξεν ἐφ᾽ ὑμᾶς, ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνας τὰς φυλὰς τοῦ Ἰσραήλ.> Ἐπισυναχθήσονται μὲν γὰρ ἐπὶ Σιὼν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ, εἶτα κατορχήσεσθαι καὶ καταμειδιάσειν αὐτῆς προσδοκήσαντα, ἠλόηνταί τε καὶ συνετρίβησαν, Θεοῦ τοῖς ποσὶ τῶν νικησάντων παραῤῥιπτοῦντος αὐτοὺς ὡς ἐν εἴδει δράγματος.

ἥλω δὲ καὶ ἀπόλωλεν ἡ Σαμαρειτῶν, καὶ δεδαπάνηται τῷ πολέμῳ, καὶ περὶ αὐτῆς φησὶν, ὡς ἐμφραχθήσεταί τε καὶ ἐνσχεθήσεται καθορίζοντος δηλονότι Θεοῦ τὸ ἐν συνοχῇ γενέσθαι καὶ χρῆναι παθεῖν αὐτήν. θυγατέρα δὲ τοῦ Ἐφραῒμ ὀνομάζει τὴν Σαμάρειαν, ἤγουν τὴν ἐν τῇ Σαμαρείᾳ πληθύν. ἔοικε γάρ πως ἐν τάξει κεῖσθαι πατρὸς τοῖς ὑπεζευγμένοις ὁ βασιλείαν πεπιστευμένος. βεβασιλεύκασι δὲ τῆς Σαμαρείας οἱ ἐξ Ἐφραΐμ. ἔσται δὴ οὖν ἔσται φησὶν οἷον περίσχετος καὶ διεζωσμένη τοῖς τῶν πολεμίων δήμοις ἡ Σαμαρειτῶν, οἳ μονονουχὶ καὶ πατάξουσιν εἰς σιαγόνα αὐτὴν, οὐ χερσὶ ῥαπίζοντες ἐχομέναις φειδοῦς, ἀλλὰ καὶ ῥάβδοις συντρίβοντες καὶ καταικιζόμενοι σφοδρῶς. σημαίνει δὲ διὰ τούτων πρὸς ταῖς ἀτιμίαις καὶ δύσοιστον ὄντα τῆς αἰχμαλωσίας τὸν πόνον. ἀτιμίας μὲν γὰρ σημεῖόν ἐστιν οὐκ ἀμφίλογον τὰ εἰς σιαγόνα ῥαπίσματα. εἰ δὲ δὴ νοοῖτο καὶ διὰ ῥάβδου γενέσθαι, φορέσει πάντως τὸ μοχθηρὸν, καὶ τὸ οἷον οἰκέτῃ πρέπον. ἄτιμος οὖν ἔσται φησὶ καὶ ἐν αἰκίαις καὶ πόνοις ἡ ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ βασιλευομένη Σαμάρεια.

Ἀλλ᾽ ἥ γε τοῦ παίοντος ἀργήσει χεὶρ, ἄγευστοι δὲ μενοῦμεν αἰκίας, εἰ παντὶ δὴ σθένει παραιτοίμεθα τὸ καταθήγειν ἐφ᾽ ἑαυτοῖς εἰς ὀργὰς τὸν τῶν ὅλων Κύριον διά τοι τοῦ δρᾶν ἃ μὴ θέμις καὶ ποιεῖσθαι περισπούδαστον τὸ ἀπηχθημένον αὐτῷ. τιμῶντες δὲ μᾶλλον ταῖς ἐπιεικείαις ἐσόμεθα τῆς εὐημερίας ἐν καλῷ, λαμπρόν τε καὶ ἀξιόληπτον ἀληθῶς διαζήσομεν βίον. <Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.> Τὴν εἰς τὸ ἐν ἀρχαῖς ἀναφοίτησιν τῶν καθ᾽ ἡμᾶς πραγμάτων ὁ προφητικὸς ἡμῖν ἐν τούτοις εὐαγγελίζεται λόγος. διαμέμνηται δὲ καὶ μάλα σαφῶς τῆς ἀνακεφαλαιώσεως τῆς ἐν Χριστῷ γεγενῆσθαι λεγομένης. καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ, καθὰ γέγραπται, καὶ “Τὰ μὲν ”ἀρχαῖα παρῆλθε, γέγονε δὲ δι᾽ αὐτοῦ καινὰ” μεταστοιχειοῦντος τὰ ἀνθρώπινα καὶ ἀνακαινίζοντος εἰς τὸ εὖ εἶναι πάλιν αὐτά. βεβασίλευκε γὰρ, καὶ πεποίηται πάλιν αἱρετὸν τὴν κατὰ πάντων ἀρχήν. σημαίνεται δὲ τὸ καθόλου καὶ διὰ τῶν μερικῶς οἰκονομουμένων. ἐβασιλεύετο μὲν γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐν ἀρχαῖς ὑπὸ Θεοῦ, μεσολαβούντων ἁγίων. εἶτα μετ᾽ οὐ πολὺ νοσήσας τὸ εὔηθες, ἀτιμάσας τε τὸ πράττειν ὑπὸ Θεῷ, τὰ ἀνθρώπινα μᾶλλον τετιμήκασι κράτη. καὶ γοῦν ᾔτησαν ἐφ᾽ ἑαυτῶν βασιλέα τὸν Σαούλ.

εἶτα προσκεκρούκασιν οὐ μετρίως· λελυπημένος γὰρ ἔφασκεν ὁ τῶν ὅλων Θεὸς τῷ μακαρίῳ Σαμουήλ “Οὐ σὲ ἐξουθενή- ”κασιν, ἀλλ᾽ ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ᾽ “αὐτούς.” ὅτι δὲ τὸ χρῆμα αὐτοῖς ὀνησιφόρον μὲν οὐδαμῶς, πικρὸν δὲ μᾶλλον καὶ ἐπιζήμιον καὶ ὀλέθρου πρόξενον, αὐτὴ δέδειχεν ἡ πεῖρα, πῶς ἂν ἐνδοιάσειέ τις; περιπεπτώκασι γὰρ δεινοῖς καὶ ἀφύκτοις διὰ τοῦτο κακοῖς. οὐκοῦν ἀνακομίζων ὥσπερ τὸν Ἰσραὴλ ἐπὶ τὸ ἐν ἀρχαῖς, φημὶ δὴ τὸ ὑπ᾽ αὐτοῦ βασιλεύεσθαι τοῦ Θεοῦ, τὸν ἐκ Βηθλεὲμ αὐτοῖς ἐσόμενον Σωτῆρα καὶ λυτρωτὴν προανακεκράγει Χριστόν.

Ἴοι δ᾽ ἂν οὐκ ἀπὸ σκοποῦ κἂν εἰ τῷ δοκοίῃ γενικὸν ὥσπερ τινὰ ποιεῖσθαι τὸν λόγον. ἐπειδὴ γὰρ ἀποπεπτώκαμεν τῆς ὑπὸ Θεῷ βασιλείας οἱ ἐπὶ τῆς γῆς, ὀθνεῖον ἐφ᾽ ἑαυτοῖς καταρτίζοντες ζυγὸν, καὶ δεσπότην ἐπιγραψάμενοι τὸν οὐ φύσει δεσπότην, μᾶλλον δὲ ἀλαζόνα καὶ ἀποστάτην, φημὶ δὴ τὸν σατανᾶν, ἐν παντὶ γεγόναμεν κακῷ· ἀλλ᾽, ὡς ἔφην ἀρτίως, εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὰ ”πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ “τῆς γῆς,” καὶ “ἐῤῥύσατο μὲν ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ ”σκότους, μετέστησε δὲ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς “ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.” Ποιεῖται δὴ οὖν τὸν λόγον πρὸς τὴν Βηθλεὲμ, ἤτοι τὸν οἶκον τοῦ Ἐφραθᾶ. καὶ καλεῖται μὲν ὁ χῶρος Ἐφραθᾶ, Βηθλεὲμ δὲ τὸ πολίχνιον, ἤγουν ἡ ἐν τῇ χώρᾳ κώμη, ὅθεν ἦν Ἰεσσαὶ καὶ Δαυεὶδ, καὶ αὐτὴ δὲ πάλιν ἡ ἁγία παρθένος, ἣ τὸ θεῖον ἡμῖν ἐκτέτοκε βρέφος τὸν ἴδιον υἱὸν τὸν Ἰησοῦν “Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ”ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.”

βεβασίλευκε γὰρ διὰ τοῦ σταυροῦ, καὶ ἐπειδὴ γέγονεν “Ὑπήκοος μέχρι θανά- ”του, θανάτου δὲ σταυροῦ,” ταύτῃτοι, καθά φησιν ὁ θεσπέσιος Παῦλος, “καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο ”αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ “Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ ”καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι “Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.” ὦ τοίνυν Βηθλεὲμ, φησὶν, οἶκος τοῦ Ἐφραθᾶ, εἰ καὶ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, τουτέστι, μυρίαι μὲν ὅσαι λαμπραὶ καὶ μεγάλαι τῆς Ἰουδαίας αἱ πόλεις, καὶ πολυάνδρῳ πληθύϊ τῶν ἐνοικούντων καταμεθύουσαι, ἀλλ᾽ εἰ καὶ ὀλίγοι παντελῶς οἱ σὲ κατοικοῦντες καὶ νεμόμενοι, σὺ γενήσῃ τροφὸς, καὶ κληθήσῃ πόλις τοῦ βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, ὅς ἐστι ποιμὴν ἀγαθὸς ὡς καὶ αὐτὴν θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, κατάρξει δὲ παντὸς τοῦ Ἰσραήλ. καὶ οὔτι που πάντως τῶν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ καὶ τῶν ἐξ ἐπαγγελίας προεπηγγελμένων τῷ Ἁβραάμ· ἔφη γάρ που πρὸς αὐτὸν ὁ Θεός “Ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.” τὸ δὲ Ἐν Ἰσαὰκ, ἐξ ἐπαγγελίας φησί. βεβαία τοίνυν ἡ ὑπόσχεσις οὐχὶ μόνον τοῖς ἐξ αἵματος Ἰσραὴλ, “ἀλλὰ καὶ τοῖς ”στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πα- “τρὸς ἡμῶν Ἁβραάμ·” οὗτοι γὰρ ὁ Ἰσραὴλ, ὅτι “τὰ τέκνα ”τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.”

ὅμοιον οὖν ὡς εἰ λέγοι Κατάρξει παντὸς τοῦ πιστεύοντος εἰς αὐτὸν καὶ προσοικειοῦντος ἑαυτὸν ἐμοὶ δι᾽ αὐτοῦ. προσενηνέγμεθα γὰρ τῷ Πατρὶ δι᾽ Υἱοῦ, καὶ μαρτυρήσει λέγων αὐτός “Οὐδεὶς ἔρχεται ”πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ.” ἀνεδείχθη τοίνυν ἐκ Βηθλεὲμ ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς “ὁ ἐν κήποις ἡμᾶς ”καταβόσκων καὶ κρίνοις,” καὶ τὴν τῶν εὐαγγελικῶν θεσπισμάτων εὐοσμίαν παρατιθεὶς, καὶ οἷον ἄνθη προσάγων ὥριμα τὰ καθ᾽ ἑαυτὸν, τοῖς ἐθέλουσιν ἀποδρέπεσθαι καὶ τῆς ἐξ αὐτῶν εὐωδίας ἀναπίμπλασθαι νοητῶς· ἔφασκε γάρ “Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.” ἀπ᾽ ἀρχῆς δὲ εἶναι φησὶ τὰς ἐξόδους αὐτοῦ καὶ ἐξ ἡμερῶν αἰῶνος, ἢ τὴν προαιώνιον ὕπαρξιν τοῦ Λόγου σημαίνων· ἔστι γὰρ ἔστι συναΐδιος τῷ ἰδίῳ Γεννήτορι, καὶ αὐτὸς τῶν αἰώνων ὁ ποιητής· ἤγουν ὅτι γέγονε μὲν ἄνθρωπος ὡς ἐν λοίσθῳ τοῦ αἰῶνος καιρῷ, προώριστο γεμὴν ὡς ἐν προγνώσει Πατρὸς καὶ πρὸ τῆς τῶν αἰώνων καταβολῆς τὸ ἐπ᾽ αὐτῷ μυστήριον. ἔξοδον τοίνυν φησὶν ἢ τὴν ἄχρονον ἐκ Θεοῦ Πατρὸς γέννησιν εἰς ἰδίαν ὕπαρξιν τοῦ Υἱοῦ, ἤτοι τὴν ἀνάδειξιν, τὴν ὡς ἐν καιροῖς ἐσομένην, ὅτε γέγονε σάρξ, εἰ καὶ ἀπ᾽ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος προώριστό τε καὶ τέθειτο παρὰ τοῦ Πατρὸς Σωτήρ τε καὶ λυτρωτὴς, οὐκ ἠγνοηκότος τὰ μεταξὺ τῷ ἀνθρωπίνῳ γένει συμβησόμενα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. <Διὰ τοῦτο δώσεις αὐτοὺς ἕως καιροῦ τικτούσης.

τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.> Ἔοικεν ὁ Προφήτης ἐντεθυμῆσθαι καθ᾽ ἑαυτὸν κἀκεῖνο τάχα που διαλογίζεσθαί τε καὶ λέγειν Οὐ ψευδοεπήσει Θεὸς, ἀποπερανεῖ δὲ πάντως τὰ ἐπηγγελμένα. καὶ εἴπερ ἐστὶν ἐν λαμπραῖς οὕτως ἐλπίσιν ὁ Ἰσραὴλ, καὶ ἀποτεχθήσεται μὲν αὐτοῖς ὁ ἡγούμενος, κατάρξει δὲ, καὶ παντὸς ἀπαλλάξει κακοῦ, τί καὶ ὅλως ἔσται δορίληπτος; εἶτα τῆς ἐπαγγελίας ἐννενοηκὼς τὸν χρόνον, οὔπω τε παρόντα συνεὶς, ἑαυτῷ τρόπον τινὰ καὶ ἀπολογεῖται λέγων Ἐπειδὴ γὰρ ἐν ὑπερθέσει μὲν ἔτι μακρᾷ τῆς ἐπαγγελίας ὁ χρόνος, αὐτοὶ δέ εἰσιν ἐν οὐ μετρίοις πταίσμασι, καταλήγουσι δὲ πλημμελοῦντες οὐδαμῶς, ταύτῃτοι δώσεις αὐτοὺς, τουτέστι, παραδώσεις ἐχθροῖς, ὦ Δέσποτα, ἕως καιροῦ τῆς τικτούσης, ἄχρις ἂν καταδοθῇ φησὶ τὸ θεῖον ἐκεῖνο βρέφος ἐκ λαγόνων παρθενικῶν. τότε γὰρ ἔσται λύτρωσις ἡ τελεωτάτη, καὶ ἐν βεβαίῳ κείσονται τῆς εὐημερίας, οὐδενὸς αὐτοῖς παντελῶς τῶν εἰς εὐθυμίαν ἐκλελοιπότος. ταυτὶ τοῦ Προφήτου διενθυμουμένου τε, ὡς ἔφην, καὶ οἱονεὶ διαψιθυρίζοντος ἐν ἑαυτῷ, προσυπακούει Θεός Τέξεται, καὶ εἰς πίστιν ἑδραίαν αὐτὸν ἀποκαλεῖ. ὅμοιον δὲ τούτῳ τὸ πρὸς τὸν προφήτην Ἀμβακούμ “Ἔτι μικρὸν ”ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.” τεχθήσεται μὲν γὰρ πάντη τε καὶ πάντως φησὶν, οἱ δέ γε κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.

παρεδέξαντο μὲν γὰρ τὴν πίστιν τὴν εἰς Χριστὸν τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ πρό γε τῶν ἄλλων οἱ μακάριοι μαθηταί· διωλισθήκασι δὲ τῆς ἐλπίδος οἱ ταῖς ἀπειθείαις περιυβρίσαντες. πλὴν ἐν ἐσχάτοις καιροῖς προσεπενεχθήσονται τοῖς ἄλλοις, καὶ οἷον ἐξ ὑποδρομῆς ἀναδραμοῦνται μόλις πρὸς ὅπερ ἦν ἄμεινον ἐλθεῖν ἐν ἀρχαῖς. <Καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὐτῶν ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσεται ἕως ἄκρων τῆς γῆς. καὶ ἔσται αὕτη ἡ εἰρήνη.> Τὸ στήσεταί φησιν ἀντὶ τοῦ καὶ ἐπιστατήσει. καὶ ἔσται τῶν ἰδίων προβάτων αὐτουργὸς ὁ ποιμὴν, οὐχ ἑτέρῳ τινὶ τὸ παιδαγωγεῖν ἐπιτρέψας, καθὰ καὶ πάλαι τῷ μακαρίῳ Μωυσεῖ, ἀλλ᾽ αὐτὸς δι᾽ ἑαυτοῦ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς “Οὐ πρέσ- ”βυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς·” ποιμανεῖ δὲ ἡμᾶς ἐν ἰσχύϊ, παντὸς ἀνωτέρω τιθεὶς ἱδρῶτος καὶ πόνου. προβεβλήσεται γὰρ ὥσπερ, καὶ διασώσει γενικῶς, οὐ ψευδοποιμέσιν ἐπιτρέπων ἐξ ἀπάτης ἀδικεῖν, οὐ θηρσὶν ἀγρίοις ἐπιθρώσκειν ἀγέλαις, οὐ ταῖς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσι συγχωρῶν, καθάπερ ἀμέλει καὶ πάλαι, κατανεανιεύεσθαι τῶν πεπιστευκότων καὶ πλεονεκτεῖν τοὺς ἡγιασμένους, διδοὺς δὲ μᾶλλον αὐτοῖς “Ἐπ᾽ ἀσπίδα καὶ βα- ”σιλίσκον ἐπιβαίνειν, λέοντά τε καὶ δράκοντα καταπατεῖν.”

εὐκλεεῖς γὰρ γεγόναμεν δι᾽ αὐτοῦ, ἤρμεθά τε ὑψοῦ λαμπροὶ καὶ διαφανεῖς, καὶ μέχρι τερμάτων γεγόναμεν τῆς ὑπ᾽ οὐρανόν. αὐτὸς γὰρ ἡμῶν ἰσχὺς καὶ δύναμις, αὐτὸς ὁ μεσίτης καὶ διαλλακτὴς, αὐτὸς ἡ εἰρήνη ἡμῶν. καθεῖλε γὰρ “Τὸ ”μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργησε μὲν ἐν δόγμασι “τὸν νόμον τῶν ἐντολῶν, ἔκτισε δὲ τοὺς δύο λαοὺς εἰς ἕνα ”καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην” κατὰ τὸ γεγραμμένον, καὶ τοῖς τῆς ἀγάπης δεσμοῖς εἰς ἑνότητα κατασφίγγων. ὄνομα δὴ οὖν αὐτῷ πρέπον τε καὶ ἀληθὲς εἰρήνη, εἰ καὶ καλοῖτο Χριστός. <Ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ᾽ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων, καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρῶδ ἐν τῇ τάφρῳ αὐτῆς, καὶ ῥύσεται ἐκ τοῦ Ἀσσοὺρ, ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.> Ἡ Ἑβραίων ἔκδοσις τοῦ προκειμένου κεφαλαίου ποιεῖται τὴν ἀρχὴν ἀπὸ τοῦ Καὶ ἔσται αὕτη ἡ εἰρήνη, ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ τὴν χώραν ὑμῶν. οὗτος γὰρ ἔσται, φησὶ, τῆς εἰρήνης ὁ τρόπος, εἰ δὴ βούλοιτο καταθεῖν τῆς ὑμῶν γῆς τε καὶ χώρας ὁ Ἀσσούρ.

διερμηνεύοντες δὲ τοὺς στίχους, ἐροῦμεν ἡμεῖς, ὅτι τῶν αἰσθητῶν καὶ ἐμφανεστέρων πραγμάτων ἀποφοιτᾷ δὴ πάλιν ὁ λόγος, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἐξ ἐμφανοῦς εἰκόνος ἀποφέρει λεπτῶς ἐπὶ τὰ νοητῶς συμβαίνοντα. Ἀσσύριον μὲν γὰρ ἐν τούτοις ἄνδρα μὲν οὐκέτι τὸν ἐκ Βαβυλῶνος, κατασημαίνει δὲ μᾶλλον τὸν τῆς ἁμαρτίας εὑρετὴν, φημὶ δὴ τὸν σατανᾶν, μᾶλλον δὲ, ἁπαξαπλῶς εἰπεῖν, τὴν ἀτίθασόν τε καὶ φιλοπόλεμον τῶν δαιμονίων πληθὺν, ἣ παντὸς ἁγίου κατεξανίσταται νοητῶς, καὶ μάχεται τῇ ἁγίᾳ πόλει, τῇ νοητῇ Σιὼν, “ἥτις ”ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος” καὶ τῆς ἄνω καὶ ἐπουρανίου νοουμένης Ἱερουσαλὴμ τύπος οἷά τις καὶ εἰκὼν ἐμφερής. οὕτως αὐτῆς καὶ ὁ θεσπέσιος μελῳδὸς διεμέμνητο λέγων “Δεδο- ”ξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ·” κατοικεῖ γὰρ τὴν Ἐκκλησίαν, καὶ ὥσπερ τινὰ πόλιν ἰδίαν ἐποιήσατο Χριστὸς, καίτοι τῇ τῆς θεότητος φύσει τὰ πάντα πληρῶν. αὕτη δὴ οὖν ἡ τοῦ Θεοῦ πόλις γῆ τις ὥσπερ ἐστὶ καὶ χώρα τῶν ἡγιασμένων καὶ τὴν εἰς Θεὸν ἑνότητα πεπλουτηκότων ἐν Πνεύματι. ὅταν τοίνυν φησὶν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, τουτέστιν, εἰ μάχοιντο τοῖς ἁγίοις αἱ βάρβαροί τε καὶ ἀντικείμεναι δυνάμεις, οὐκ ἐρήμους εὑρήσουσι τῶν προεστηκότων. κατεξαναστήσονται γὰρ αὐτῶν, ἑπτὰ μὲν ποιμένες, ὀκτὼ δὲ ἀνθρώπων δήγματα.

ἔοικε δὲ τῆς προφητείας ὁ νοῦς ἀπὸ τῶν καιρῶν, ἤτοι τῶν ἀριθμῶν τοῦ τε ἑπτά φημι καὶ μέντοι τοῦ ὀκτὼ τοὺς ἁγίους βούλεσθαι δηλοῦν, τοὺς πρὸ τῆς ἐπιδημίας, καὶ τοὺς κατ᾽ αὐτὴν ἅμα, καὶ μετ᾽ αὐτὴν γεγονότας. τετίμητο μὲν γὰρ πρὸ τῆς ἐπιδημίας, κατὰ τὸν Μωυσέως νόμον, ὁ ἐν ἑβδόμῃ σαββατισμὸς, καὶ ἦν ἔτι τῆς σκιᾶς ὁ καιρός. τότε καὶ τὸ τῶν ἁγίων προφητῶν ἀνεδείχθη στίφος παιδαγωγοῦν εἰς εὐσέβειαν καὶ ἐπίγνωσιν τοῦ Χριστοῦ. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ὁ Μονογενὴς, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη σταυρὸν, ἀνεβίω δὲ αὖ, σκυλεύσας τὸν ᾅδην τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, τότε τοῖς ἁγίοις κεκέλευκεν Ἀποστόλοις μαθητεύειν μὲν “πάντα τὰ ἔθνη, ”βαπτίζειν δὲ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ “καὶ τοῦ Ἁγίου Πνεύματος, διδάξαι τε τηρεῖν ὅσα αὐτοῖς ”ἐντέταλται.” τούτους δὴ οὖν ἄρα φησὶ τὰ ὀκτὼ τῶν ἀνθρώπων δήγματα, ὡς ἀπό γε τοῦ τῆς ἀναστάσεως καιροῦ, τοῦς ἐν αὐτῷ τε καὶ μετ᾽ αὐτὸν γεγονότας ὑποδηλῶν.

Ὅταν τοίνυν ἐπέλθῃ φησὶν ὁ Ἀσσύριος ἢ ἀλλογενὴς καὶ βάρβαρος, τότε δὴ τότε πρὸς ἑπτὰ μὲν ἥξει ποιμένας, πρὸς δήγματα δὲ ὀκτώ. εὑρήσομεν γὰρ καὶ τοὺς ἐν καιρῷ τοῦ νόμου γεγονότας ἁγίους, οὓς ἑπτὰ ποιμένας φησὶ, καὶ πρός γε δὴ τούτοις Ἀποστόλους τε καὶ Εὐαγγελιστὰς, καὶ τοὺς τῶν ἐκκλησιῶν κατὰ καιροὺς διδασκάλους, ἀεὶ πολεμοῦντας καὶ ἀνθεστηκότας γενικῶς ταῖς τῶν δαιμόνων ἀπάταις, καὶ ταῖς τοῦ πονηροῦ δυστροπίαις τὴν οἰκείαν ὥσπερ ἀντεξάγοντας νῆψιν. ἀνασώζουσι γὰρ τοὺς τὴν ἁγίαν οἰκοῦντας χώραν τε καὶ γῆν, νουθεσίαις ἀνατειχίζοντες καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων παιδαγωγίαις ἀσφαλιζόμενοι. ὅτι δὲ ἔμελλεν ὁ τῶν ἁγίων χορὸς ἐπιβουλεύειν τρόπον τινὰ τῷ σατανᾷ, καὶ νοητῶς αὐτὸν δήγμασι δαπανᾶν, διεσάφει καὶ πάλιν Θεὸς διὰ φωνῆς ἁγίου λέγων περὶ αὐτοῦ “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; ”καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης “ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ ”ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς, ὅτι σὺ “ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπο- ”λελειμμένοι λαοί.” ἀκούεις ὅτι καταδηχθήσεσθαί τε φησὶ καὶ σκυλευθήσεσθαι τὸν πληθύνοντα ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, τουτέστι, τὸν σατανᾶν; εἶτα τοὺς σκυλεύσαντας αὐτὸν ὀνομάζει τοὺς ὑπολελειμμένους, τουτέστι, τοὺς ἐκ τοῦ καταλείμματος ἤτοι τοὺς ἐξ Ἰακώβ.

ἀλλ᾽ εἰ καί τις Ἀσσύριος ἐπέλθῃ φησὶ, τουτέστιν, ἀνὴρ ἑτερόφρων καὶ πεπλανημένος, καὶ τὴν εἰς εὐθὺ διάττουσαν πίστιν οὐκ ἔχων, χωλεύων δὲ ὥσπερ καὶ κεκλασμένος τὸν νοῦν, ἀντανιστᾶσι καὶ τούτῳ τῆς ἀληθείας τὴν δύναμιν καὶ τῆς ἐν αὐτῷ σαθρότητος δεικνύντες τὸ ἀτερπὲς, ἀποσοβοῦσιν ὡς λύκον μονονουχὶ καταδάκνοντες καὶ τῆς τῶν νοητῶν προβάτων ἀγέλης εἶναι τέως ἀπωτάτω καὶ ἔξω φέρεσθαι καὶ οὐχ ἑκόντας παρασκευάζοντες. οὗτοι δὴ οὖν οἱ ἑπτὰ ποιμένες, καὶ ὡς ἐν ὀκτὼ νοούμενοι δήγμασι, ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ. τὸ ποιμανοῦσιν ἀντὶ τοῦ διώξουσι λέγει. ἐπεὶ γὰρ ἐμνήσθη ποιμένων, τετήρηκε τῇ τοῦ λόγου μεταφορᾷ τὸ πρέπον, τὸ ποιμανοῦσιν εἰπών.

Καὶ τίς ἡ ῥομφαῖα νοοῖτ᾽ ἂν εἰκότως, ᾗ κεχρῆσθαι τοὺς ἁγίους ἔθος, σαφηνιεῖ λέγων ὁ ψαλμῳδὸς περὶ αὐτῶν “Καὶ ”ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ ποιῆσαι ἐκ- “δίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς·” “Ζῶν ”γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ “πᾶσαν μάχαιραν δίστομον.” ἐξοπλίζων δὲ καὶ ὁ Παῦλος τὸν ἐν Χριστῷ νοούμενον στρατιώτην, δίδωσιν αὐτῷ “Τὴν ”μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.” ὅτι δὲ διώκει τὸν Ἀσσοὺρ ἡ θεία τε καὶ παναλκὴς ῥομφαία, τουτέστιν ὁ τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει λέγων καὶ ὁ προφήτης Ἡσαΐας “Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ”ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην καὶ τὴν “ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ ”τὸν δράκοντα·” καὶ πάλιν “Καὶ ἔσται, ὅταν συντελέσῃ ”Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσα- “λὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ”Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν “αὐτοῦ. εἶπε γάρ Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέ- ”σεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνο- “μεύσω, καὶ σείσω πόλεις κατοικουμένας.” ἐν ταύτῃ δὴ οὖν τῇ ῥομφαίᾳ ποιμανοῦσι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῷ τάφρῳ αὐτῆς. βούλεται δὲ διὰ τούτων ἐκεῖνο εἰπεῖν.

τὴν γῆν τοῦ Νεβρὼδ τὴν τῶν Ἀσσυρίων ὀνομάζει χώραν, ἤτοι τὴν Βαβυλῶνα, περὶ ἣν, ὥς φασι, βαθεῖα βέβλητο τάφρος. γῆν δὲ αὐτὴν τοῦ Νεβρὼδ ὀνομάζει, διὰ τὸν αὐτὸν εἶναι τὴν Βαβυλωνίων ἀρχὴν καὶ γένεσιν καὶ πατέρα τοῦ γένους. γέγραπται δὲ οὕτως ἐν τῇ Γενέσει περὶ αὐτοῦ “Υἱοὶ δὲ Ῥεγμὰ Σαβὰ καὶ Δαδάν. Χοῦς δὲ ἐγέννησε τὸν ”Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν “γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ”ἐροῦσιν Ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. καὶ “ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὁρὲχ ”καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σενναάρ.” ἐγηγέρθαι μὲν τὸν πύργον ἐν τῇ Χαλάννῃ· Περσικὸν δὲ τοῦτο χωρίον· καὶ ἡ θεία λέγει γραφή. γῆν οὖν ἄρα τοῦ Νεβρὼδ τὴν Βαβυλῶνά φησιν, ἣ τάφρῳ διέζωσται, καθάπερ ἔφην ἀρτίως. οὕτω δὴ οὖν ποιμανοῦσί φησι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ, ὡς εἴσω μένειν τῆς τάφρου, καὶ πόλεων καὶ χωρῶν κατευρύνεσθαι μὲν οὐκέτι, μένειν δὲ ὥσπερ οἴκοι περιδεεῖς καὶ τρέμοντας· τοῦτό τοι παθόντα διὰ Χριστοῦ τὰ τῶν δαιμονίων εὑρήσομεν στίφη.

οὐ γὰρ ἔτι τῆς ὑφ᾽ ἡλίῳ καταλαζονεύονται, καθὰ καὶ πάλαι καὶ πρὸ τῆς ἐπιδημίας· μένουσι δὲ ὥσπερ ἐν οἷς εἰσὶ, ταῖς τῶν ἁγίων νήψεσι καὶ ἀγαθαῖς συμβουλίαις ἀνακοπτόμενα, καὶ τῆς τῶν ἁγίων εἰργόμενα γῆς, ὡς ἂν ἠρεμαῖον καὶ ἀπόλεμον διαζῶντες βίον ἀποπεραίνειν δύναιντο τὰ ἀδδάνοντα τῷ Θεῷ, καὶ διὰ τῆς αὐτῷ φιλαιτάτης εὐκοσμίας καταφαιδρύνεσθαι. <Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ Κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ᾽ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων.> Ἔφην ἤδη πλειστάκις, ὅτι σέσωσται τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, καὶ οὐκ ἀπόλωλεν εἰσάπαν τὸ ἐξ Ἰακὼβ γένος. πεπιστεύκασι γὰρ εἰς Χριστὸν οὐκ ὀλίγοι τὸν ἀριθμὸν, καὶ τὴν διὰ πίστεως σωτηρίαν καὶ πρό γε τῶν ἄλλων, φημὶ δὴ τῶν ἐξ ἐθνῶν, πεπλουτήκασιν. ἀλλ᾽ ἐκ τούτου τοῦ καταλελειμμένου τε καὶ διασεσωσμένου διὰ τῆς πίστεως μέρους καὶ αὐτοὶ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ συναθλοῦντες αὐτοῖς καὶ συνηλγηκότες αὐτοῖς ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. τούτους δὴ οὖν αὐτοὺς σεσῶσθαί φησιν ἐν τοῖς ἔθνεσιν, οἷά τινα δρόσον ἀγρῶν καταχεομένην, καὶ τῆς διαβολικῆς δυστροπίας τὸν καύσωνα παραλύουσαν.

ὥσπερ γὰρ ἐν κήποις ἤγουν ἐν ἀγροῖς πόαις τε καὶ κρίνοις εἰ τὸ τῆς ἡλιακῆς ἀκτῖνος ἐμπίπτει σέλας, χαλᾶσθαι ποιεῖ πρὸς τὸ ἀκαλλὲς, καὶ εἰς αὐτό πως ἤδη μεμαράνθαι δοκεῖν· οὕτω καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς κοσμικαῖς φιληδονίαις ὅτε τὸν ἀνθρώπινον καταφλέγει νοῦν, καταμαραίνει τρόπον τινὰ καὶ πολὺ λίαν ἀκαλλῆ φαίνεσθαι ποιεῖ. ἀνορθοῖ δὲ ὥσπερ αὐτὸν ὁ τοῦ Θεοῦ Λόγος, καθὰ καὶ ἄνθος ἢ πόας ἡ δρόσος. καὶ οὕτως ἔσονται, φησὶ, καὶ οἱ ἐξ Ἰακὼβ ἐν τοῖς ἔθνεσι, τὰς τῶν πειθομένων ψυχὰς οἷά τινι δρόσῳ κατάρδοντες τοῖς εἰς εὐσέβειαν λόγοις, καὶ μαθήμασιν εὐαγγελικοῖς πλουσίως καταπιαίνοντες. κατορχήσονται δὲ ὥσπερ βοτάνης ἀμνοὶ, τουτέστι πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν νομὴν εὑρήσουσιν· ἑτοιμότερα γάρ πως ἀεὶ τὰ ἔθνη πρὸς τὸ εὐήνιον καὶ νενευκότα πολὺ πρὸς τὸ πιστεῦσαι Χριστῷ, καὶ πρός γε φημὶ τὸ ἀσυγκρίτως ἀμεῖνον τῆς ἐν ἀρχαῖς ἑλέσθαι ζωῆς. ἀλλ᾽ ὥσπερ ἀμνοῖς πολλή τε καὶ εὐανθὴς εἰ παρακέοιτο πόα, τότε δὴ τότε κατατρυφῶσί τε καὶ κατασκαίρουσι· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ τῶν διδασκόντων ὁ νοῦς τρυφὴν ποιεῖται καὶ τέρψιν τῶν παιδαγωγουμένων τὸ εὐήνιον, καὶ τῶν μυσταγωγουμένων τὸ εὐπειθές.

Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν τῆς Σαμαρείτιδος εὐπείθειαν ἰδίαν ὥσπερ καὶ αὐτῷ πρέπουσαν ἐποιεῖτο τροφήν. ἔφη γὰρ τοῖς ἁγίοις Ἀποστόλοις “Ἐγὼ ”βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.” εἶτα τοῦτο δηλῶν, προσετίθει λέγων “Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω ”τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ “ἔργον.” βρῶμα δὴ οὖν τοῖς ἁγίοις καὶ τρυφὴ, τὸ ἔργον τοῦ Θεοῦ. κατορχήσονται τοίνυν φησὶν ὥσπερ ἄγρωστιν ἤγουν εὐανθῆ κείροντες πόαν, καὶ οἱονεί πως καταφερβόμενοι τοὺς ἐξ ἐθνῶν πιστεύοντας οἱ ἐξ Ἰακὼβ, κατευρυνομένην δὲ οὕτω τοῦ κηρύγματος εὑρήσουσι τὴν ὁδὸν, ὡς μηδένα δύνασθαι συναχθῆναί τε καὶ ὑποστῆναι κατ᾽ αὐτῶν, τουτέστι, μήτε συνελθεῖν μήτε μὴν ἀντισχεῖν· τοῦτο γὰρ τὸ ὑποστῆναι εἰ κακοῦν ἕλοιντό τινες τῶν ἐν υἱοῖς ἀνθρώπων. πολλαὶ μὲν γὰρ καὶ παρὰ πολλῶν σκέψεις τε καὶ ἐγχειρήματα συντέθεινται κατ᾽ αὐτῶν, ἠδίκηνται δὲ οὐδὲν, Θεοῦ κατευνάζοντος τοὺς τῶν ἰσχυόντων θυμοὺς, καὶ οἷον εὐδοκίας ὅπλῳ περιβάλλοντος τοὺς ἰδίους καὶ παραδόξως αὐτοὺς ἐκ παντὸς ῥυομένου τε καὶ ἀνασώζοντος πειρασμοῦ. <Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος.

ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.> Τὰ χρηστὰ καὶ ἀξιάκουστα τῶν διηγημάτων, κἂν εἰ διὰ τῶν αὐτῶν ἔρχοιντο λόγων, οὐκ ἂν ἔχοι τὸ φορτικὸν, ἕψεται δὲ μᾶλλον αὐτοῖς πολὺ τὸ ἐπίχαρι. τὸ κατάλειμμα δὴ οὖν τοῦ Ἰακώβ φησι, τουτέστιν, οἱ ἐξ Ἰακὼβ σεσωσμένοι διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀναδεδειγμένοι κήρυκες καὶ ἱερουργοὶ, ἔσονται μὲν ὡς δρόσος ἐν τοῖς ἔθνεσιν, νεμηθήσονται δὲ καὶ ὡς ἄρνες καλῆς καὶ ἀμφιλαφοῦς κατασκαίροντες πόας. γενηθήσονται δὲ οὐδὲν ἧττον καὶ ὡσεὶ λέων ἐν κτήνεσι δρυμοῦ, βαρὺ καὶ φρικῶδες καταβρυχόμενος, καὶ ἀφόρητον ἐντιθεὶς τὸ δεῖμα καὶ τοῖς μακράν. ἔσονται δὲ καὶ ὡς σκύμνοι λέοντος ἐν ποιμνίοις, κατεξανιστάμενοι δηλονότι γενναίως καὶ ὧν ἂν ἕλοιντο καταθρώσκοντες, ἀντεξάγοντος οὐδενὸς ἤγουν ἐξελέσθαι δυναμένου τὸ ἡρπασμένον· ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς “Ἰδοὺ ἐγὼ ἀποστέλλω ”ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων,” τουτέστι, πράους τε καὶ ὑφειμένους· κἂν εἰ ἕτοιμοι πρὸς τὸ φονᾶν εἶεν ἂν τῶν ἐν κόσμῳ τινὲς, καὶ τῇ τῶν λύκων ὠμότητι παραχωροῦντες οὐδὲν, ἰδίᾳ δὲ αὐτὸς ἰσχύϊ τὰς τῶν πολεμούντων συνθραύσω καρδίας· δειλοὺς καὶ ἀνάνδρους ἀποτελῶ· καὶ πολύ τι τὸ περὶ ὑμᾶς ἐργάσομαι σέβας.

οὕτω κεκρατήκασι τῶν ἐχθρῶν, νενικήκασι τοὺς ἀνθεστηκότας, φοβεροὶ τοῖς λύκοις γεγόνασι, καίτοι προβάτων ἐν τάξει κείμενοι· διέδρασαν τὰς ἐπιβουλὰς, “Κινδύνους λῃστῶν, ὡς ὁ μακάριος γράφει Παῦλος, κινδύ- ”νους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλφοις,” καὶ διηρπάζοντο μὲν ὡς ὑπὸ λεόντων αἱ τῶν ἐθνῶν ἀγέλαι· ὁ δὲ ἰδίοις αὐτὰς θελήμασι καταβοσκήσας εἰς ὄλεθρον σατανᾶς, ἐπαμύνειν οὐκ εἶχεν, οὔτε μὴν ἐκσπᾶσαι χειρῶν ἀποστολικῶν τὸ εἰλημμένον εἰς σωτηρίαν. καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν εἰρημένον διὰ φωνῆς Ἀμβακούμ “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ ”τὰ οὐκ ὄντα αὐτοῦ· ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν “αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες ”αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρ- “παγὴν αὐτοῖς. ὅτι σὺ ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύ- ”σουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοί.” κατέδακνον μὲν γὰρ οἱ ὀκτὼ, καὶ διήρπαζον ὡς σκύμνοι τὰ παρ᾽ ἐκείνου συνηθροισμένα· συναγήγερκε γὰρ ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, Θεοῦ γὰρ ὁ ἄνθρωπος, μᾶλλον δὲ καὶ τὰ πάντα, καὶ οὐδὲν ἐκείνου παντελῶς· πλὴν ἐσκυλεύετο παρὰ τῶν ὑπολελειμμένων λαῶν, τουτέστι τῶν ἐκ τοῦ καταλείμματος, ἵνα πάλιν ἐννοῇς τῶν εὐαγγελικῶν θεσπισμάτων τοὺς ἱερουργούς. εἶτα πρὸς αὐτοὺς ὁ ἐνισχύων αὐτοὺς καὶ συνέχων Κύριος Ὑψωθήσεται, φησὶν, ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.

νενικήκασι γὰρ, ὡς ἔφην, ἐν Χριστῷ, καὶ ἀμείνους ἦσαν ἁπάσης ἐπιβουλῆς, καὶ διέλαμψαν ἐν κόσμῳ, καὶ κατεκράτησαν ἐχθρῶν, Θεῷ κατακτώμενοι τοὺς ἀπολωλότας. <Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἐξολοθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου, καὶ ἐξολοθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου· καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί· καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου καὶ τὰς στηλάς σου ἐκ μέσου σου, καὶ οὐκ ἔτι οὐ μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου· καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου, καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ᾽ ὧν οὐκ εἰσήκουσαν.> Ἐπάνεισι πάλιν ὁ λόγος ἐπὶ τὰ σκυθρωπὰ, καὶ καταλήγει μὲν τέως τῶν ἐπὶ Χριστῷ λαμπρῶν καὶ ἀξιαγάστων διηγημάτων, συνείρει δὲ ὥσπερ τοῖς ὀπίσω ταυτὶ, καὶ τὰ ἐξ ὀργῆς ἐσόμενα δηλοῖ. ἔφη τοίνυν ὅτι “Καὶ σὺ πύργος ”ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει, καὶ εἰσε- “λεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία Βαβυλῶνος.”

τότε δὴ οὖν τότε, φησὶν, οἰχήσεται μέν σου τὸ ἱππικὸν, συνδιολεῖται δὲ τούτοις καὶ ὀχημάτων ἀγερωχία, καταδῃωθήσονται δὲ καὶ αἱ πόλεις, καὶ αὐτῶν ἔρημος ἔσῃ τῶν ὀχυρωμάτων, τουτέστι τειχῶν· κατεπίμπρασαν γὰρ αὐτοῖς ἀνδράσι τὰς πόλεις οἱ Βαβυλώνιοι· τὰ δέ γε τῆς σῆς ἀπονοίας ἐπιτηδεύματα, γοητεῖαί τε καὶ ψευδομαντεῖαι, καὶ αὐτὰ τὰ τῆς ἀπάτης ἐργαστήρια, τεμένη δὲ πάντως ὁμοῦ τοῖς εἰδώλοις ἐξολοθρευθήσονται, καὶ ἐκ βάθρων αὐτῶν πεσεῖται τὰ ἄλση. καὶ τί τὸ ἐντεῦθεν; διαβόητος ἡ δίκη, καὶ ὁ τῆς ποινῆς τρόπος οὐκ ἂν διαλάθοι τοὺς ὁμόρους τῶν ἐθνῶν. γνώσονται δὲ, ὅτι πάντα συνέβη παθεῖν αὐτοὺς ἀνθ᾽ ὧν οὐκ εἰσήκουσαν, τουτέστι, τὰ τῆς ἀπειθείας ἐγκλήματα. ἔφη τι τοιοῦτον τοῖς ἀχάλινον ἔχουσιν εἰς τὸ ἀπειθὲς τὴν ῥοπὴν καὶ ἡ σοφία πάλιν “Ἀνθ᾽ ”ὧν ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους “ἐποιεῖτε ἐμὰς βουλὰς, τοῖς δὲ ἐμοῖς λόγοις οὐ προσείχετε· ”τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, κατα- “χαροῦμαι δὲ ἥνικα ἂν ἔρχηται ὑμῖν ὄλεθρος, καὶ ὡς ἂν ”ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως “καταιγίδι παρῇ·” καρποὶ δὲ ἀποστροφῆς “ὀργὴ καὶ θυμὸς, ”θλίψις καὶ στενοχωρία” κατὰ παντὸς ἐπέκεινα τοῦ κατακούειν εἰωθότος.

δεῖ δὴ οὖν ἄρα καὶ λίαν ἀμελλητὶ Θεῷ καλοῦντι πρὸς τὸ συμφέρον ἕπεσθαί τε γοργῶς, καὶ τὰ αὐτῷ θυμήρη πληροῦν· ὡς τό γε βραδὺ καὶ ῥᾴθυμον εἰς τὸ δρᾶν ἑλέσθαι τὸ ἀγαθὸν, πρὸς πολλῆς ἡμῖν ἔσται ζημίας, καὶ πικροῖς ἐνίησι πόνοις. θέα δὲ ὅπως καὶ δίκας αἰτῶν τῶν ἡμαρτημένων ὀνίνησι Θεός. ἀπαλλάττει γὰρ τὸν Ἰσραὴλ βεβήλου τε καὶ βδελυρᾶς εἰδωλολατρείας, καὶ ἀνοσίων ἐγχειρημάτων, φαρμακείας καὶ ψευδομαντείας, βωμῶν, τεμενῶν, θυσιῶν, καὶ τοῦ προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. οὐκοῦν οὐκ ἀνόνητον τὸ παιδεύεσθαι, “πλὴν εἰ ἐν ”κρίσει γένοιτο, καὶ μὴ ἐν θυμῷ,” κατὰ τὴν τοῦ προφήτου φωνήν.

Εἰ δὲ δή τις λέγοι συμβῆναι ταυτὶ τοῖς Ἰουδαίων δήμοις ἐμπεπαρῳνηκόσιν εἰς Χριστὸν, οὐχ ἁμαρτήσει διανοίας τὸ εἰκὸς ἐχούσης ἐφ᾽ ἑαυτῆς. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς ἠρήμωνται μὲν αἱ παρ᾽ αὐτοῖς πόλεις, ἀπόλωλε δὲ καὶ πᾶν τὸ μάχιμον γένος ταῖς Ῥωμαίων χερσὶ δαπανώμενον. καὶ τάχα που τῆς ἀρχαίας ἐκείνης εἰδωλολατρείας ἐξῄτηνται λόγους, εἰ καὶ ἦσαν παρ᾽ αὐτοῖς οἱ προσκυνεῖν ἔτι τῇ κτίσει βουλόμενοι καὶ γοητειῶν ἁπτόμενοι. φιλεῖ γάρ πως ἀεὶ τοῖς εἰδωλολατρεῖν ᾑρημένοις ἕπεσθαι ταυτὶ, καὶ οὐδέν ἐστι παρ᾽ αὐτοῖς τῶν ἄγαν ἐκτοπωτάτων, ὃ φαύλην ἔχει τὴν δόξαν. <Ἀκούσατε δὴ ἃ ὁ Κύριος εἶπεν Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. ἀκούσατε βουνοὶ τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται.> Ἐντρεπτικὸς μὲν ὁ λόγος, καὶ οἱονεὶ κατακέκραγε τῆς Ἰουδαίων ἀναισθησίας, εἰ καὶ αὐτοὺς παρ᾽ οὐδὲν τοὺς θείους ποιοῖντο λόγους, οἵπερ ἂν γένοιντο πράως τε καὶ ὑφειμένως, καὶ ὡς ἐκ πατρὸς πρὸς τέκνα τὸ τῆς ἀγάπης γνήσιον ὑποφαίνοντος, καὶ ἀπροφάσιστον αὐτοῖς ἀποτελοῦντος τὸ ἐξήνιον.

ἔθος δὲ τῷ φιλαγάθῳ Θεῷ προαγορεύσει μὲν τῶν δεινῶν προεκδειματοῦν ἔσθ᾽ ὅτε τοὺς ἡμαρτηκότας· οὐ μὴν ἐᾶν ἀμαλθάκτους καὶ ἀπηνεῖς ὡς ἀπεγνωκότας, ἀλλ᾽ ὁμοῦ τοῖς συμβήσεσθαι μέλλουσι τὸν τῆς παρακλήσεως εἰσκομίζειν λόγον, καὶ τόπον ὥσπερ αὐτοῖς τοῦ διαδράναι τηρεῖν, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς μετάγνωσιν. τοῦτό τοι καὶ νῦν ἐξ ἐμφύτου πάλιν ἐργάζεται γαληνότητος. ἀκούσατε τοίνυν φησὶν ὅσα ὁ Κύριος εἶπε. τί δέ μοι προστέταχεν; Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. ἔοικε μὲν οὖν τῷ διὰ φωνῆς Ἡσαΐου καὶ τοῦτο “Ἄκουε ”οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν.” ὄρη γάρ που δὴ τάχα καὶ βουνοὺς τὰς νοητὰς ὀνομάζει δυνάμεις, αἳ τόδε τὸ σύμπαν περιέπουσι κατὰ βούλησιν Θεοῦ, τὰς τῶν δαιμόνων πλεονεξίας ἀποσοβοῦσαι τῶν ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ τῆς τοῦ Θεοῦ γαληνότητος τὴν ὑπερβολὴν αὗται δὴ μάλιστα καὶ πρό γε τῶν ἄλλων ἐπιγινώσκουσιν, ὅσην τε τῶν καθ᾽ ἡμᾶς ποιεῖται φροντίδα μεμαθήκασιν ἐξ ὧν ἐνεργοῦσιν εἰς ἡμᾶς, τοῖς παρ᾽ αὐτοῦ πειθόμεναι νόμοις, ἐπ᾽ αὐτῶν γενήσεσθαι δεῖν τὴν κρίσιν ἐντέλλεται. εἰκὸς δὲ δή τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑποφαίνειν λόγον.

ἐπειδὴ γὰρ ὄρη τε καὶ βουνοὺς καταλαμβάνοντες οἱ ἐξ Ἰσραὴλ ἐκεῖ τελετάς τε καὶ θυσίας τοῖς δαιμονίοις προσῆγον “ὑπο- ”κάτω δρυὸς καὶ λεύκης,” ταύτῃτοι λοιπὸν πρὸς βουνοὺς ἡ κρίσις, ἐν οἷς ἦσαν ἐναργῆ τὰ τῶν κατηγορουμένων ἐγκλήματα. εἰκὸς δὲ βουνοὺς καὶ θεμέλια τῆς γῆς ὀνομάζειν αὐτὸν τοὺς ὑπερκειμένους ἐν δόξῃ καὶ ὑπεραίροντας ἐν τιμῇ τὴν τῶν ἀγελαίων πληθὺν, οἳ καὶ μάλιστα γεγόνασι τοῖς ὑπὸ χεῖρα καὶ ὁδὸς καὶ πάγη πρὸς ὄλεθρον. ἔφη γάρ που πρὸς αὐτούς “Ὅτι πρὸς ὑμᾶς ἐστι τὸ κρῖμα, ὅτι παγὶς ἐγενήθητε ”τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον.” ὦ τοίνυν, φησὶ, τῶν ἄλλων ὑπερανεστηκότες, ὦ θεμέλια τῆς γῆς, τουτέστιν, ἐφ᾽ οἷς τὰ τῶν ἄλλων ἐρήρεισται πράγματα, ἀκούσατε τὴν πρὸς ὑμᾶς κρίσιν τοῦ πάντων Κυρίου.

Ἀλλ᾽ ὅ γε φρονῶν ὀρθῶς, ψάλλει καί φησι πρὸς τὸν τῶν ὅλων Δεσπότην “Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.” περιέσται γὰρ πάντως ὁ πάντα εἰδὼς, καὶ καυχήσεται μὲν οὐδεὶς ἁγνὴν ἔχειν τὴν καρδίαν, οὐδ᾽ ἂν γένοιτο καθαρὸς ἀπὸ ἁμαρτιῶν. πάνδεινον οὖν ἄρα τὸ κρίνεσθαι πρὸς Θεόν.

Ἰστέον δὲ ὅτι ἡ μὲν τῶν ἑβδομήκοντα ἔκδοσις ἔχει τὸ φάραγγες· ἡ δὲ τῶν Ἑβραίων βουνοὺς ὀνομάζει καὶ θεμέλια τῆς γῆς, ἵνα γνῶμεν διὰ μὲν τῶν βουνῶν τὸ οἷον ἦρθαι ὑψοῦ τοὺς τῶν λαῶν ἡγουμένους, καὶ τὸ τῶν ἄλλων ὑπερέχειν καὶ ἀνανήχεσθαι μέτρον, θεμέλια δὲ τοὺς αὐτούς. οἱ γὰρ χωρῶν ἢ πόλεων ἡγούμενοι, ὥσπερ εἰσὶ περιφανεῖς τὴν δόξαν, ἠρμένοι τε πρὸς τὸ ὑψοῦ, οὕτως εἶεν ἂν καὶ θεμέλια τῆς γῆς, τουτέστιν, ἔρεισμα τρόπον τινὰ καὶ ὑποβάθρα κείμενοι τῶν πραγμάτων. συμβέβηκε γὰρ ἐπ᾽ αὐτοῖς, καὶ οἷον ἐνίδρυταί πως, τὰ τῶν ἑτέρων πράγματα, καθάπερ ἔφην ἀρτίως. <Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.> Δικάζεται Θεὸς ἀπὸ προσώπου φωνῆς τοῦ Προφήτου, ἀπροφάσιστον ἀποφαίνων τῶν εἰς αὐτὸν δεδυσσεβηκότων τῆς ἀποστασίας τὸν τρόπον, καὶ πέρα λόγου τοῦ πρέποντος, μᾶλλον δὲ καὶ ἀποπληξίας ἁπάσης, τὰ τολμήματα, καὶ τὸ τῆς ἀναισθησίας μέγεθος ἀσύνηθές τε καὶ ξένον καὶ αὐτοῖς που τάχα τοῖς λίαν ἀγνώμοσι. ποία γὰρ εἰπέ μοι, φησὶ, τῶν εἰς ἐμὲ δεδυσσεβημένων ἡ πρόφασις; τί δὲ ὅλως τὸ δύσοιστον ἢ καὶ ὅλως φορτικὸν τῶν ἐμῶν θεσπισμάτων; ἢ τί τὸ λυποῦν;

εἰς μέσον ἧκε, δεικνύς· ἡμάρτηκα κατὰ τὸ εἰκὸς λογισμοῦ τοῦ πρέποντος, πικρᾶς ὅτι σε δουλείας ἀπήλλαττον, πηλοῦ καὶ πλινθείας καὶ τῶν ἐντεῦθεν ἱδρώτων ἐξεκόμιζον εὐσθενῶς· προσκέκρουκα τοῖς ἠλεημένοις ὅτε καὶ ἀδικοῦσι τοῖς Αἰγυπτίοις καὶ αὐτὴν ἐμαυτῷ διεξώπλιζον τὴν κτίσιν, διέσωζον τοὺς ἐμούς. ἐγκαλέσεις που τάχα καὶ αὐτὸν ἐμοὶ τὸν παιδαγωγὸν, φημὶ δὴ Μωυσέα, τὸν εἰς εὐκλεᾶ σύνεσιν ἀποφέροντα, καὶ παραδεικνύντα σαφῶς τὸ ἁνδάνον Θεῷ, ἵνα ἔχοις ἀκράδαντον τὸ διαβιῶναι λαμπρῶς, καὶ εἰς ἄκρον ἥκειν εὐημερίας καὶ δόξης· οὐ μετρίαν δὲ τάχα καὶ αὐτὴν ποιήσει τὴν καταβοὴν τῆς ἱερουργίας· ἐγὼ μὲν γὰρ κέχρικα τὸν Ἀαρὼν, καὶ μεσιτεύειν προστέταχα Θεῷ καὶ ὑμῖν, καὶ ταῖς ἐν τύπῳ θυσίαις ἐκμειλίσσεσθαι Θεόν. ἀσχάλλετε δὲ καὶ πρὸς τοῦτο αὐτοί; τί δ᾽ ἂν εἴποιμι τὴν Μαριὰμ, τὴν τοῖς Αἰγυπτίοις ἀπολωλόσιν ἐπιτωθάζουσαν, καὶ ταῖς χορευούσαις ἐξάρχουσαν; εἶδε γὰρ ἥδε κατακτυποῦσα τὸ τύμπανον, ἵππον τε καὶ ἀναβάτην καταπεπνιγμένους ἐν ὕδασιν· ἀλλά σοι τάχα, καὶ τὸ νικᾶν ἀπευκτὸν, καὶ ἐν λόγῳ οὐδενὶ τὰ Θεοῦ, σοὶ μὲν διὰ μέσων ἐξιέναι κυμάτων ἐξεῖναι διδόντος, ἀνήμερον δὲ τοῖς ἐχθροῖς ἀποτελοῦντος τὴν θάλασσαν.

ἐν ἤθει δὴ οὖν ποιεῖται τὰς μέμψεις, ὧν ἐσχήκασιν ἀγαθῶν διανιστὰς εἰς ἀνάμνησιν, καὶ οἱονείπως κατονειδίζων ἀστείως ὡς λήθην εἰσδεδεγμένους, ὧν ἦν ἄμεινον μεμνῆσθαι διαπαντὸς, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις ἀντευφραίνειν τὸν Εὐεργέτην.

Ἐξήγαγε δὲ καὶ ἡμᾶς αὐτοὺς ὁ Σωτὴρ ἐξ Αἰγύπτου νοητῆς, τουτέστιν ἐκ σκότους καὶ δαιμονίων πλεονεξίας, καὶ πηλοῦ καὶ πλινθείας ἐξείλετο, σαρκικῶν δηλονότι παθῶν καὶ ἀκαθάρτου φιληδονίας· διεβίβασε δὲ καὶ θάλασσαν τοὺς ἐν τῷδε τῷ κόσμῳ περισπασμοὺς, μόνον δὲ οὐχὶ καὶ πικρῶν ἀπήλλαξε κυμάτων τῶν ἐπ᾽ αὐτοῖς κινδύνων, καὶ νόμους τοὺς θείους εἰς νοῦν ἐνεχάραξεν· ἀνέδειξε δὲ καὶ ἱερουργὸν τὸν τῆς σωτηρίας ἡμῶν “ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.” ἐξαπέστειλε δὲ ὥσπερ καὶ Μαριὰμ, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἣ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς καταλαλάξει λαμπρῶς ἀνατιθεῖσα τὴν δόξαν τῷ σεσωκότι Θεῷ. ἀεὶ γὰρ ὕμνοι καὶ χαριστήρια, καὶ τῆς τοῦ Θεοῦ δόξης ἔπαινοι καὶ ἀναῤῥήσεις ἐν ἐκκλησίαις. παραφυλακτέον δὴ οὖν καὶ ἡμῖν αὐτοῖς, μὴ ἄρα πως ἡμᾶς τοῖς Ἰουδαϊκοῖς ἐγκλήμασιν ὑποβάλῃ τὸ ῥᾴθυμον, καὶ μὴ φορτικὸν ἡγώμεθα τὸ ἁνδάνον Θεῷ. ὡς γὰρ ὁ μακάριός φησιν Ἰωάννης “Αἱ ἐντολαὶ ”αὐτοῦ βαρεῖαι οὐκ εἰσί·” καὶ αὐτὸς δὲ ὁ Χριστός “Ὅτι ὁ ”ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.”

προσάγωμεν τοίνυν τὸ ἀδδάνον Θεῷ, ὅτι τῶν παρ᾽ αὐτοῦ φορτικὸν οὐδέν· χρηστὰ δὲ πάντα καὶ τοῖς ἄριστα διαβιοῦν ᾑρημένοις εὐδιακόσμητα παντελῶς. <Λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωὰβ, καὶ τί αὐτῷ ἀπεκρίθη Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν Σχοίνων ἕως τοῦ Γαλγὰλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου.> Εὐθύνει δὴ πάλιν, ὡς ἀνοσίως ἐξυβρικότας εἰς τὰ αὐτοῦ κράτη, καίτοι λέγειν ἔχοντας οὐδὲν, ἐφ᾽ οἷς ἦν εἰκὸς ἐν δίκῃ λελυπημένους ἀποκλῖναι πρὸς ἀπόστασιν. ἠξίωσα γὰρ τοσαύτης φησὶ τῆς παρ᾽ ἐμοῦ φειδοῦς καὶ ἀγάπης, ὡς μηδ᾽ ὅσον ἧκεν εἰς νοῦν ἀνασχέσθαι δυσφημουμένων. ὁ μὲν γὰρ ἐπάρατος Βαλὰκ, ὁ Μωαβιτῶν τύραννος κατεμισθοῦτο τὸν Βαλαὰμ γόητα καὶ οἰωνοσκόπον, εἶτα καταράσασθαι παρεκάλει τὸν Ἰσραήλ· ὁ δέ γε τῶν ὅλων Θεὸς παράδοξόν τι καὶ ὑπερφυὲς κατειργάζετο, τὴν τοῦ ψευδομάντεως γλῶτταν μετατρέπων εἰς εὐλογίαν. ἐπίκλημα δὲ ποιουμένου τὸ χρῆμα τοῦ Βαλὰκ, καταιτιωμένου τε τὸν οἰωνοσκόπον, ἀπεκόμιζε μὲν εὐθὺς ἐφ᾽ ἑτέρους αὐτὸν βουνούς. εἶτα βωμοὺς ἐγείρειν προστάττων, καὶ ταύρους ἱερουργεῖν, ᾤετο τάχα που μὴ ἐν παντὶ τόπῳ δύνασθαι τὸν Θεὸν, ἀλλ᾽ ηὐλόγει πανταχῆ, καίτοι περιθέων ἐκ τῶν καλουμένων Σχοίνων· χῶρος δὲ τῆς Μωάβ· ἕως ὄρους Γαλγάλ. μνήσθητι δὴ οὖν τί μὲν ἐβουλεύσατο Βαλὰκ, τί δὲ Βαλαὰμ ἀπεκρίνατο.

ἐγὼ μὲν γὰρ καὶ αὐτὰς ἀνέκοπτον τὰς καθ᾽ ὑμῶν δυσφημίας, οὐδὲ ὅσον ἧκεν εἰς λόγους καταλυπεῖν ἐπιτρέπων τὸν οἰωνοσκόπον. ὑμεῖς δὲ καὶ τούτων ἀμνημονήσαντες, τὴν ἐμοὶ πρέπουσαν δόξαν ὕλαις ἀψύχοις ἀνατεθείκατε, δαμάλεσι ταῖς χρυσαῖς ἐπιφωνοῦντές τε καὶ λέγοντες “Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, ”οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.” Οὐκοῦν διανέμοντος τοῦ Θεοῦ τὰ ἐξ ἀγάπης ἡμῖν ἀγαθὰ, καὶ πλείστῃ μὲν ὅσῃ φιλοτιμίᾳ καταπιαίνοντος, καταδονοῦντος δὲ τοὺς ἐχθροὺς, παραλύοντός τε τὰ καθ᾽ ἡμῶν ἐγχειρήματα, τί ἂν δρῴημεν αὐτοὶ τὸ χρῆναι φρονεῖν ὀρθῶς ᾑρημένοι, ἢ ἐκεῖνό που πάντως τὸ δι᾽ οὗ ἂν γένοιτο καὶ ἡμᾶς αὐτοὺς ὁρᾶσθαι θεοφιλεῖς. τοῦτο δέ ἐστι, τὸ τοῖς αὐτοῦ θελήμασιν ἕπεσθαι, καὶ τὸ αὐτῷ θυμῆρες ἀποπεραίνειν εὖ μάλα, μονονουχὶ δὲ τῷ τῆς διανοίας παραστήματι γεγονότας ἐγγὺς, ἐκεῖνο λέγειν τὸ ἐν ψαλμοῖς “Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.” 〈ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.〉

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ. <Ἐν τίνι καταλάβω τὸν Κύριον; ἀντιλήψομαι Θεοῦ ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῷ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ τοῦ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου;> Ἀπροφάσιστον τοῖς ἐξ Ἰσραὴλ ἀποφήναντος τοῦ Θεοῦ τὴν ἀπόστασιν, καὶ τρόπον τινὰ δικασαμένου καὶ σαφῶς ἀπελέγξαντος, ὡς εἴη μὲν αὐτὸς κατὰ μυρίους ὅσους εὐεργετήσας τρόπους, οἱ δὲ πρὸς ἀμέτρητον ἐληλακότες ἀναισθησίαν λελυπήκασιν οὐ μετρίως τὸν σεσωκότα, τὸ τοῦ μετανοοῦντος εὐθὺς εἰσφέρεται πρόσωπον, οἱονείπως κλαίοντος ἐπί τε τοῖς ἤδη προεπταισμένοις, καὶ ζητοῦντος ἀναμαθεῖν, τίνα δὴ τρόπον διακρούσαιτο τὰ ἐγκλήματα, καὶ τῶν Θεῷ φιλτάτων ἀντέχοιτο σπουδασμάτων. φησὶ τοίνυν Ἐν τίνι καταλάβω τὸν Κύριον; τί γὰρ προσοίσω, φησὶ, τί δὲ δράσαιμι λοιπὸν, ὁ οὕτω προσκεκρουκώς; ἄρα δὴ μόσχους ἱερουργῶν νέους τε καὶ ἁπαλοὺς ἔσομαι καθαρός; ἐπαινέσει δέ με Θεὸς εἰ ἑλοίμην ὁλοκαυτοῦν; εὕροιμι δ᾽ αὐτόν· τουτέστιν, ἐγγὺς ἔσομαι, καὶ εἰς οἰκειότητα παραδεχθήσομαι τὴν πνευματικήν· εἰ καὶ πολὺ πλῆθος ἀναθείην θρεμμάτων;

ἀλλ᾽ ἐκεῖνα παρεὶς, τῶν τῆς ἐμῆς κοιλίας ἅψομαι καρπῶν· εὐαρεστήσω δὲ ἆρα, καταθύσας αὐτῷ τῶν ἐμῶν τέκνων τὸ ἐξαίρετον, τουτέστι, τὸ πρωτότοκον;

Ταῦτά τινος οἱονείπως διασκεπτομένου καὶ λέγοντος, ἀποκρίνεται πάλιν ὁ Προφήτης, καί φησιν ἐν πνεύματι Οὐκ ἀσυμφανὲς τὸ χρῆμα, καὶ οὐ σὺν ἱδρῶτι ληπτόν. οἶσθά που πάντως τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· ἀκήκοας τὸ δοκοῦν καὶ φίλον αὐτῷ. τοιγαροῦν ἐνδοιάζεις, ἄνθρωπε; ζητεῖ γὰρ παρὰ σοῦ τί ἕτερον ὁ τῶν ὅλων Θεὸς, ἢ ὅτι δὴ μόνον τὸ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; τὸ μὲν οὖν ποιεῖν κρῖμα, τὸ κατεργάζεσθαι καὶ πληροῦν ἐστι τὴν δικαιοσύνην· κρῖμα γὰρ ἡ δικαιοσύνη· τὸ δὲ ἀγαπᾶν ἔλεος, τῆς φιλαλληλίας ἔχει τὰ αὐχήματα, καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης καταπλουτεῖ τὴν δόξαν. τὸ δὲ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου, τὸ εἰς πᾶν ὁτιοῦν εὐπειθὲς καὶ εὐήνιον ὑποφαίνει. δεῖν δὲ καὶ ἡμᾶς ὁ μακάριος ἔφη Παῦλος ἐνδύσασθαι μὲν “τὸν θώρακα τῆς δικαιοσύνης, ὑποδή- ”σασθαι δὲ καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου “τῆς εἰρήνης,” τουτέστι Χριστοῦ· προσεπιτάττει δὲ, λέγων “Ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν,” καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ “Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ”οἰκτίρμων ἐστί.” ταῦτα φίλη τε καὶ ἀξιόληπτος θυσία Θεῷ, ὀσμὴ νοητῶν ὁλοκαυτωμάτων ὑπὲρ αἷμα καὶ καπνοὺς καὶ λιβανωτόν.

τὰ μὲν γὰρ ἦσαν ἐν τύποις· τὰ δὲ αὐτὴν εὐωδιάζει Θεῷ τὴν ἀλήθειαν, ὃς καὶ δι᾽ ἑτέρου προφήτου φησίν “Ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ”ἢ ὁλοκαυτώματα.” ἐπιτήρει δὲ ὅπως τὸ μὲν τοῦ μεταγινώσκοντος πρόσωπον τὰς κατὰ νόμον θυσίας πληροῦν ἐσκέπτετο· Θεὸς δὲ προαναφαίνων ὡς ἀδρανὴς μέν ἐστι, καὶ ἀνικάνως ὁ νόμος ἔχει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, παραπολὺ δὲ ἀμείνων καὶ ἀσυγκρίτως ὑπερκειμένη τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἀπαράδεκτα μὲν ὥσπερ ποιεῖται τὰ κατὰ τὸν νόμον, ἔφη δὲ ὅτι θελητὸν τῷ Θεῷ, τὸ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετ᾽ αὐτοῦ. ταῦτα δέ ἐστι τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα. <Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ.> Καὶ δι᾽ ἑτέρου τρόπου καθίστησιν ἐναργὲς, ὅτι τῆς δι᾽ αἱμάτων προσαγωγῆς οὐδεὶς ὁ καρπὸς, ὀνήσειε δ᾽ ἂν οὐ μετρίως τινὰ τῆς πνευματικῆς λατρείας ἡ δύναμις. τέθεικε δὲ τὴν φωνὴν ἐν τούτοις ἀντὶ τοῦ ὀνόματος, ἤτοι τῆς ἐπικλήσεως. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Εἰ ἐπιφημίζοιτο τῇ πόλει τὸ ὄνομα τοῦ Θεοῦ, πάντη τε καὶ πάντως σωθήσεται.

μὴ γὰρ οἰηθῇς ἄνθρωπε, φησὶ, ταῖς δι᾽ αἱμάτων ἐφήδεσθαί με θυσίαις, μηδὲ ἀσεβῆ καὶ ἄνομον ἡγεῖσθαι πόλιν εἰ μὴ προσάγοι μόσχους εἰς ὁλοκαύτωσιν· ἀλλ᾽ οὐδ᾽ ἂν ὅλως σώσαιμι κινδυνεύουσαν, βουθυτεῖν ᾑρημένην, κἂν μηλοσφαγίαις μὲν καθαιμάττοι τὸ θυσιαστήριον, ἕλοιτο δὲ καὶ κριῶν προσάγειν ἀγέλας, ἀρκέσει δὲ μᾶλλον εἰς σωτηρίαν αὐτῇ τὸ ἐπικληθῆναι τὸ ὄνομα τοῦ Θεοῦ. ἐμὴ γὰρ πάντως ἡ τὰ ἐμὰ τιμῶσα κράτη, καὶ τὰ ἐμοὶ θυμήρη δρῶσά τε ἀμελλητὶ καὶ φρονεῖν ἑλομένη. τότε σώσω τοὺς φοβουμένους ἐμέ. οὐκοῦν ὅτε καὶ Θεοῦ λεγόμεθα, τότε καὶ δεδίαμεν αὐτὸν, καὶ παρ᾽ αὐτοῦ σωζόμεθα, καὶ τῆς πνευματικῆς λατρείας ἡ δύναμις τοιάδε νοοῖτ᾽ ἂν εἰκότως. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ διὰ φωνῆς τοῦ Δαυείδ “Ἄκουσον λαός μου, ”καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς “ὁ Θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω ”σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παν- “τός.” εἶτα τούτοις ἐπενεγκὼν, ὡς οὐ φάγεται κρέα ταύρων, ἀλλ᾽ οὐδ᾽ ἂν ἐκπίοι τὸ τράγων αἷμα, πάλιν φησί “Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ ”τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, “καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.” <Ἄκουε φυλὴ, καὶ τί κοσμήσει πόλιν;

μὴ πῦρ καὶ οἶκος ἀνόμων θησαυρίζων θησαυροὺς ἀνομίας καὶ μετὰ ὕβρεως ἀδικίας;> Κατὰ φυλὰς γὰρ καὶ γένος κατῳκήκασι τὴν Ἰουδαίων, καὶ μέντοι καὶ τὴν Σαμάρειαν, οἱ ἐξ αἵματος Ἰσραὴλ, κατακληροδοτοῦντος αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ ἐπίκλην Ναυῆ. διαλέγεται τοίνυν ὁ Θεὸς οὐ πρὸς μίαν φυλὴν, ἀλλ᾽ οἷον πρὸς πάσας, ἤτοι πρὸς ἑκάστην, πρέποντος τοῦ λόγου καὶ ἰδικῶς ἑκάστῃ, καὶ πάσαις. ἄκουε δὴ οὖν, ὦ πᾶσα φυλὴ, σώζεται μὲν πόλις ᾗπερ ἂν ἐπιφημίζοιτο τὸ ὄνομα τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς φοβουμένους αὐτὸν, ἀλλ᾽ ἔσται τεῖχος ἀπόρθητον, κόσμημά τε καὶ δόξα τοῖς ἐθέλουσι κατορθοῦν τὸ θεοφιλές. εἰ δὲ δὴ βούλεσθε, φησὶ, καὶ τὸ ἐναντίον ἰδεῖν, τί κοσμήσει πόλιν; οἶκος ἀνόμων, ἢ μετὰ ὕβρεως ἀδικία; ἆρα, φησὶ, διὰ πολλὴν ἁμαρτίαν εἰ δαπανῷτο πόλις ὑπὸ πυρὸς ταῖς τῶν πολεμίων ἁλοῦσα χερσὶν, εὐσχήμων ἔσται καὶ καλὴ, λαμπρὰν δὲ αὐτὴν καὶ εὐκλεεστάτην ἀποφήνειεν ἂν οἶκος ἀνόμων, ὁ θησαυρίζων θησαυροὺς ἀδικίας, ὠφελήσει δὲ αὐτὴν μετὰ ὕβρεως ἀδικία; ἀλλ᾽ ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὅτι δυσκλεᾶ καθίστησι τὰ τοιάδε. οὐ γὰρ ἂν ἥλω πόλις, καὶ δεδαπάνητο πυρὶ μὴ οὐχὶ πάντως προσκρούσασα διὰ πολλὴν ἁμαρτίαν.

τί τοίνυν μεθέντες, φησὶ, τὰ δι᾽ ὧν ἂν σώζοιτό τε καὶ κατακαλλύνοιτο πόλις, ζηλωτὰ πεποίησθε μᾶλλον τὰ κατασίνεσθαι πεφυκότα, τετιμήκατε δὲ τὰ δι᾽ ὧν ἂν ὁρῷτο αἰσχρά τε καὶ ἀκαλλὴς, πονηροὺς ἔχουσα τοὺς οἰκήτορας, ἐρασιχρημάτους καὶ ἀδίκους καὶ θησαυρίζοντας ἀνομίαν; <Καὶ εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου, ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν;> Ἆρα γὰρ οἴεσθε, φησὶν, ἐν ζυγῷ δικαιωθήσεσθαι τὸν ἄνομον; τουτέστιν, εἰ δοκιμάζοιμί τε καὶ οἱονεὶ ταλαντεύοιμι τὸν ἑκάστου βίον, δικαιοσύνης τοῖς ἀδίκοις ψῆφον ἐπενεγκεῖν ἀνέχεσθαί ποτε τὸν φιλάρετον ἐμὲ πεπιστεύκατε; τοὺς δὲ ἐν μαρσίππῳ στάθμια δόλου, τουτέστι, τοὺς ἐκ πλεονεξίας καὶ ἀνισότητος καὶ φιλοκερδείας ἐκτόπου καταπλουτεῖν ἐθέλοντας διαφυγεῖν δύνασθαι νενομίκατε τὴν ὀργήν; ἀπὸ γὰρ τοιούτων λημμάτων τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν. γεγόνασι δὲ καὶ ψεῦσται καὶ ἀλαζόνες. παρέπεται γὰρ ἀεὶ τὸ μὲν ψεύδεσθαι φιλεῖν τοῖς τῆς ἀνισότητος ἐρασταῖς, καὶ λημμάτων αἰσχρῶν ἡττωμένοις καὶ φιλοκερδείας· μεγαληγορία δὲ καὶ ὑπεροψία τοῖς ἤδη πεπλουτηκόσιν.

Ἔχουσιν ἐν μαρσίπποις στάθμια δόλου καὶ οἱ τῶν ἀνοσίων δὲ δογμάτων εὑρεταὶ, οἱ “πάντα τὰ ὀρθὰ διαστρέφοντες,” καὶ τὸν τῶν ἁπλουστέρων ὑποτρέχοντες νοῦν ἀπάταις καὶ δόλοις, καὶ πλουτοῦντες μὲν διὰ τοῦ θηρᾶσθαι πολλούς· πλὴν ἀσεβείας ἐπίμεστον τὸν τοιοῦτον ἑαυτοῖς συναγείροντες πλοῦτον, λαλοῦσιν ὁμολογουμένως ἀτρεκὲς μὲν οὐδὲν, παράσημα δὲ καὶ ψευδῆ, καὶ ταῖς ἐξ ἀπάτης κομψείαις οἱονεὶ κατακεχρωσμένα. ὑψοῦσι δὲ καὶ τὴν ἑαυτῶν γλῶτταν οἱ τοιοίδε πάλιν, “ἀδικίαν λαλοῦντες κατὰ Θεοῦ,” κατὰ τὸ γεγραμμένον, καὶ “Ἀποφθεγγόμενοι τὰ τῆς ματαιότητος ὑπέρ- ”ογκα ῥήματα,” οἷς ἀκόλουθον εἰπεῖν “Ἄκουε φυλὴ, καὶ ”τί κοσμήσει πόλιν; μὴ πῦρ ἢ οἶκος ἀνόμων θησαυρίζων “θησαυροὺς ἀνομίας, καὶ μεθ᾽ ὕβρεως ἀδικία;” οὐ γὰρ εἰς κόσμον αὐτοῖς, ἀλλ᾽ εἰς δίκην ἔσται τὸ τῆς κολάσεως πῦρ. ἐπειδὴ δὲ οἶκοι γεγόνασι θησαυρίζοντες ἀνομίαν, εἰς ἀρὰν ἔσονται καὶ δίκην καὶ ἐν παντὶ πεσοῦνται κακῷ. <Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται· σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου.

καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε.> Ἐπειδὴ γὰρ οἶκοι γεγόνασιν ἀσεβῶν θησαυρίζοντες ἀνομίαν, καὶ συναγείροντες πλοῦτον ἐξ ἀδικιῶν, λοιπὸν ἀπειλεῖ τὴν δίκην, καὶ τῶν ἔσεσθαι προσδοκωμένων τὴν ἔφοδον ἐν ἀρχαῖς ἤδη πως τεθεῖσθαί φησιν, ὡς ἀναλόγως τοῖς πταίσμασι κατ᾽ αὐτῶν ἔσεσθαι τὸν ἀφανισμόν. καταπτοεῖ δὲ χρησίμως, καὶ τοῖς τῶν ἐσομένων δείμασι καθαπερεί τινι μονονουχὶ χαλινῷ περιτρέπει πρὸς τὸ δρᾶν ἑλέσθαι τὰ βελτίω, καὶ τοῖς δευτέροις ἐκμειλίσσεσθαι Θεόν. ἀπαριθμεῖται δὲ ὥσπερ, καὶ ἐν ὄψει τίθεται τὰς πληγάς. λιμῷ τε γὰρ αὐτοὺς κολασθήσεσθαί φησι, καὶ ταῖς τῶν ἐπιτηδείων ἐνδείαις, καὶ αὐτοὺς ἐν ἑαυτοῖς ἐξολοθρευθήσεσθαι, καὶ καταληφθήσεσθαι μὲν, οὐ μὴν ἔτι καὶ διαδράναι παντελῶς. ἀλλ᾽ εἰ καί τινες ὅλως τὰ παραυτίκα βλάβη φυγεῖν ἰσχύσειαν, τούτους ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, ἔργον τε γενήσεσθαι τῆς ἑτέρων ῥομφαίας. ἐκεῖνο δὲ ἔοικεν ἡμῖν διὰ τούτου δηλοῦν.

πλεῖστοι μὲν γὰρ ὅσοι κεκίνηνται πόλεμοι κατὰ τῶν ἐξ Ἰσραὴλ, ἤγουν κατὰ παντὸς τοῦ Ἰούδα, πλὴν οὐκ ἀεὶ παρ᾽ ἐχθρῶν· ὡπλίζοντο δὲ καὶ αὐτοὶ κατὰ σφῶν αὐτῶν, ὡς ποτὲ μὲν τὸν Ἐφραῒμ ἤτοι τὰς δέκα φυλὰς, κατεξανίστασθαι τοῦ Ἰούδα, ποτὲ δὲ καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις αὐτοῖς καταστρατεύεσθαι τοῦ Ἐφραΐμ· οὐκ εὐαρίθμητοι δὲ διολώλασι πόλεις, ὡς αὐτοὺς ἐν ἑαυτοῖς ἐξωσθῆναι πολλάκις· καὶ κατὰ τοῦτον τὸν τρόπον διωκομένους ἐκ πόλεων, καταλαβεῖν μὲν ἑτέρας, πλὴν ἁλῶναι καὶ κατὰ καιροὺς, ἢ Σύρων ἐμβεβληκότων καὶ τῶν τῆς Δαμασκοῦ βασιλέων, ἢ καὶ αὐτῶν που τάχα Περσῶν τε καὶ Μήδων. τοῦτο οἶμαί ἐστι τό Ἐξώσω σε ἐν σοὶ καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται.

Ὅτι δὲ καὶ τῆς ἐξ ἀγρῶν εὐκαρπίας ἐστερημένοι, καὶ ταῖς τῶν ἀναγκαίων ἐνδείαις ἐκτετηγμένοι διαβιώσονται μὲν ἀθλίως, ἀποτίσουσι δὲ δίκας τῶν ἀνοσίως αὐτοῖς εἰργασμένων, καθίστησιν ἐναργὲς, διά γε τῶν ἐφεξῆς. σπερεῖς γάρ φησι καὶ οὐκ ἀμήσεις, καταφθείροντος οἶμαι Θεοῦ τοὺς καρποὺς, καὶ πιέσεις μὲν ἐλαίαν αὐτός· ἐλαιοφόρος γὰρ ἡ Σαμαρειτῶν χώρα· ἔσῃ δὲ οὕτως ἐλαίου, φησὶν, ἐνδεὴς, ὡς μηδ᾽ ἂν εἰ ἕλοιο, πρὸς ἀλοιφὴν εὑρεῖν εὐπορῆσαί που τάχα. πολυαμπέλου δὲ λίαν οὔσης ὑμῖν τῆς χώρας καὶ εὐοινούσης ἄγαν, ὡς καὶ πόλεσιν αὐτὸν διανέμειν ἑτέραις, οὐκ ἂν εὕροις πιεῖν αὐτός. ἀργήσει δὲ καὶ τὰ νόμιμά φησιν, ἂ σὺ τέθεικας τοῖς εἰδώλοις προσκομίζων αὐτοῖς τῆς εὐκαρπίας τὰς ἀφορμάς. ποῖος γὰρ ἔτι λοιπὸν ἀπαρχῆς ἀνάθεσις, εἰ ἅπας ὑμῖν διόλωλεν ὁ καρπὸς καὶ κατεφθάρη τὰ ἐν ἀγροῖς; ἢ ποῖα προσοίσεις χαριστήρια, καὶ ἐπὶ τίσιν εἰκότως, ὁ πίπτων ἀθλίως καὶ δαπανώμενος;

Εἶτα διδάσκων ὅτι οὐχ ἕτερος αὐτῷ παραίτιος ἂν νοοῖτο τῆς συμφορᾶς γεγονὼς, ἀλλ᾽ αὐτὸς ἑαυτὸν ἀδικήσας ἁλώσεται τῶν ὅτι μάλιστα δεδυσσεβηκότων ζηλώσας τοὺς τρόπους, ἐπιφέρει καί φησι Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμόν.

Ζαμβρὴ γέγονε βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ, αὐτὸς δέ ἐστιν ὁ Ἀχαὰβ πατὴρ, ἀλλ᾽ ὡς τὸ γράμμα φησὶ τὸ ἱερὸν, πεπόρευται μὲν “ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ,” ὃς ἐξήμαρτε τὸν Ἰσραήλ· “ἐπονηρεύσατο δὲ ὑπὲρ πάντας τοὺς πρὸ ”αὐτοῦ γεγονότας.” τοιγάρτοι καὶ δεδαπάνηται πυρὶ, κατεμπρήσας αὐτὸς ἐφ᾽ ἑαυτῷ τὸν ἴδιον οἶκον· γέγραπται γὰρ ὡδί. οἶκον δὲ, ὡς ἔοικεν, Ἀχαὰβ τὴν Ἰεζάβελ ἀποκαλεῖ· φόνοι δὲ ἦσαν ἐν ἐκείνῃ καὶ ἁρπαγαὶ καὶ διώξεις ἁγίων τὰ ἐπιτηδεύματα. ταῦτα δὴ οὖν τετήρηκάς φησιν, ἵνα σε καὶ ἀφανίσω δικαίως, καὶ γέλωτα ποιήσωμαι καὶ ὄνειδος τῶν ἄλλων.

Ἁρμόσομεν δὲ τὸν τοιόνδε λόγον καὶ τοῖς τῆς ἀληθείας ἐχθροῖς, οἳ ταῖς ἑαυτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ ἀθλίων νοημάτων συναγείροντες συρφετοὺς, πλουτοῦσιν ὥσπερ ἐξ ἀδικίας, συλλέγοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν, καὶ τὰς τῶν ἁπλουστέρων ἀγέλας πολεμίων δίκην καταδῃοῦν εἰωθότες, καὶ εἰς ἔκτοπον αὐτὰς ἀποφέροντες πλάνησιν. ἀκουέτωσαν τοίνυν Θεοῦ λέγοντος Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς. περιτυγχάνοντες γὰρ ταῖς θείαις γραφαῖς, εἶτα τῶν τῆς ἀληθείας δογμάτων οὐκ ἐμφορούμενοι, καίτοι δοκοῦντες ἐσθίειν, φθείρονται λιμῷ, οἰόμενοι δὲ καὶ καταλαμβάνειν τὴν τῆς σωτηρίας, οὐκ ἂν εὕροιεν, ὁδὸν, σπείροντες δὲ, ὥς γε νομίζουσιν, οὐδένα τῶν πόνων εὑρήσουσι τὸν μισθὸν, καὶ τὴν νοητὴν ἐλαίαν ἐκθλίβοντες, τουτέστι, τὸ γράμμα τὸ ἱερὸν, τῇ τοῦ Πνεύματος χάριτι κατ᾽ οὐδένα τρόπον καταπιαίνονται, οἶνον δὲ τρυγᾶν οἰόμενοι, μακρὰν εὐφροσύνης ἔσονται τῆς πνευματικῆς· τετηρήκασι γὰρ τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, τουτέστιν, ἐπονηρεύσαντο, πεπλεονεκτήκασι, καὶ διωγμοὺς εἰργάσαντο κατὰ τῶν ἁγίων.

ἔσονται δὴ οὖν εἰς ἀφανισμὸν, καὶ εἰς ἐπονείδιστόν τε καὶ ἐπάρατον ἀληθῶς καταστρέψουσι τέλος. <Οἴμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.> Ἐξ ἀγάπης ὁ Προφήτης κατοιμώζει τοῦ Ἰσραὴλ, ὡς ὅσον οὐδέπω κατοιχησομένου εἰς ὄλεθρον, καὶ εἰς τοῦτο λοιπὸν ἥξοντος ἀριθμοῦ, ὡς ὀλίγους κομιδῇ καὶ μόλις περιλιμπάνεσθαι, ἐοικέναι δὲ τοῖς ἀποπίπτουσι τῶν σταχύων, οὓς αἱ τῶν ἀμώντων παρατρέχουσι χεῖρες, ὀλίγοι δὲ οὗτοι καὶ τοῖς τὴν καλάμην συλλέγουσι σπανιάκις ἁλώσιμοι. ἐοικέναι δὲ οὐδὲν ἧττον καὶ ταῖς καλουμέναις ἐπιφυλλίσιν, ἃς αἱ τῶν τρυγώντων παρῆλθον δρεπάναι. οἶμαι δὲ ὅτι καὶ τὸ τῶν ἁγίων δυσεύρετον διὰ τούτων ὑποδηλοῖ, ὡς ἐν ὀλίγοις ὄντων λειψάνοις κατ᾽ ἐκεῖνο καιροῦ, εὑρισκομένων δὲ οὕτως, ὡς ἂν εἰ καὶ ἄσταχυς εἷς ἐν ληΐοις τεθερισμένοις, ἢ καὶ ἐν τοῖς πρωτογόνοις τῶν βοτρύων αἱ τῶν δευτέρων ἐπεκβολαί. ἀέρος μὲν γὰρ καταθάλποντος, ἐκβράττεται τῶν κλημάτων ὁ βότρυς ὁ ἐν ἀρχαῖς τε καὶ πρῶτος. προϊόντος γεμὴν τοῦ καιροῦ, νόθη τις ἔσθ᾽ ὅτε καὶ δευτέρα μετ᾽ ἐκείνους ἀκολουθεῖ βοτρύων διεκβολή. ταῦτα δή ἐστι τοῖς τρυγῶσι δυσεύρετα, διάτοι τὸ ὡς ἐν πολλῇ τῇ φυλλάδι διαλανθάνειν εὐκόλως, καὶ ἐν ὀλίγαις εἶναι ῥαξί.

ταῦτα συλλέγουσιν οὐκ ἀνιδρωτὶ, περιεργότερον ταῖς ἀμπέλοις ἐνιέντες τὸν ὀφθαλμὸν οἱ τοῖς τρυγῶσιν ἑπόμενοι. ἔοικε δὴ οὖν τῶν ἐπιεικῶν τὴν σπάνιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατολοφύρεσθαι λόγος. ὅτι δὲ πρὸς ζημίας γέγονε τοῖς ἐξ Ἰσραὴλ τὸ χρῆμα, τὸ ἐν ἐνδείᾳ γενέσθαι, φημὶ, τῶν ἁγίων, πῶς ἐστιν ἀμφιβαλεῖν; κήδεται γὰρ ἔσθ᾽ ὅτε καὶ χωρῶν καὶ πόλεων, καὶ πολλὰ λίαν ἀφίησιν ἐγκλήματα, φιλάνθρωπος ὢν ὁ Δεσπότης, πέντε που μόλις ἁγίων ἐν αὐτοῖς ηὑρημένων, κἂν ἐσώθησαν αἱ Σοδομιτῶν ποτὲ πόλεις, κατοικτείροντος Θεοῦ αἰδοῖ τῇ πρὸς τοὺς ἁγίους, καὶ ὀλίγους κομιδῇ, καὶ τὴν ὀργὴν ἀνακόπτοντος. <Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει, πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ, ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ.> Ἀτρεκὴς, ὡς ἔοικεν ἡμῖν, ὁ λόγος. ὀδύρεται γὰρ ὁ Προφήτης ὡς οὐκ ὄντος εὐλαβοῦς ἐν ὅλῃ τῇ γῇ, δῆλον δὲ ὅτι τῇ τῶν Ἰουδαίων, καίτοι κομώσῃ πάλαι πλείσταις τε ὅσαις ἁγίων κεφαλαῖς, καὶ διαφανῆ τὴν δόξαν ἐχούσαις. ταύτῃτοί φησι καὶ διὰ φωνῆς Ἡσαΐου Θεός “Πῶς ἐγένετο πόρνη ”πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοι- “μήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.”

τὸ γὰρ δὴ μάλιστα φορτικώτατον καὶ εἰς ἄκρον αὐτοὺς φαυλότητος διελάσαι παρασκευάσαν, τὸ ἐφ᾽ αἵμασιν αὐτοὺς δικάζεσθαι, καὶ φονᾶν ἀγρίως, ἀποῤῥίπτεσθαι δὲ καὶ ὡς ἕωλον κομιδῇ τὸ ἀγαθουργεῖν, ὥστε καὶ ἀναγκαῖον ποιεῖσθαι σπούδασμα, τὸ ἐπὶ μόνῳ τῷ κακοῦν ἑτέρους τὰς χεῖρας ἔχειν εὐπρεπεῖς. οὐδὲν γάρ ἐστιν τοῖς ὧδε ζῆν εἰωθόσιν ἀνεπιτήδευτον, κἂν εἰ νόμῳ κολάζοιτο, κἂν εἰ τοῖς τῆς ἐλευθερίας διαβέβληται τρόποις. ἆρ᾽ οὖν κατηῤῥώστησε μὲν τὸ ἐν τούτοις εἶναι τὸ ὑπήκοον, ἔῤῥωται δὲ τὸ ἡγούμενον, καὶ ὑγιαίνει τὸ κρίνον; οὐδαμῶς, φησίν· ὁ γὰρ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε. πολλοὶ πολλάκις τῶν εἰς ἀρχὴν τεταγμένων, γεγόνασι μὲν ἀνόσιοι καὶ φιλοκερδέστατοι, καὶ καταπωλοῦντες εὐκόλως τὰς ἑαυτῶν γνώμας τοῖς παραφθείρειν ἐθέλουσιν. ἀλλ᾽ εἰ καὶ νενεύκασιν ἤδη εἰς τὸ οὕτω γοῦν ἡττῆσθαι δοκεῖν λημμάτων καὶ δωροδοκίας, ἀποτρέπονταί πως καὶ δόξῃ χρηστῇ κατακαλλύνειν ἐπείγονται τοὺς ἑαυτῶν τρόπους· τὸ δὲ δὴ προήκειν εἰς τοῦτο λοιπὸν ἀθλιότητος νοῦ καὶ τρόπων αἰσχρῶν, ὡς μονονουχὶ καὶ χεῖρα προτείνειν, κἂν εἰ μὴ λάβοι, δικάζων τὸν τοῦ δικαίου καταφθείρειν λόγον, καὶ ἀναισχύντως ἀπειλεῖν, πῶς οὐκ ἂν εἴη λοιπὸν ἁπάσης ἐπέκεινα βδελυρίας; μετ᾽ ἐμφάσεως δὴ οὖν ὁ λόγος, καὶ οἱονεὶ κατακεκραγότος τῆς πλεονεξίας Ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν.

Ἆρ᾽ οὖν αἰτιάσαιτό τις τὸν εἰς εἰρήνην συλλέγοντα τοὺς μεμερισμένους εἰς διαφοράν; εἶτα πῶς ἂν ἀληθὲς εἴη, ὅτι “Μακάριοι οἱ εἰρηνοποιοὶ,” καὶ ποῖος αὐτῶν ὁ μισθός; ἀλλὰ σώζεται μὲν τοῖς τῆς εἰρήνης βραβευταῖς τὰ ἐντεῦθεν αὐχήματα. πλὴν ὁ κρίνων ὀρθῶς, τὸ τῷ θείῳ δοκοῦν διερμηνεύει νόμῳ, καὶ τοὺς μὲν ἀδικοῦντας ἐλέγξει, συναγορεύσει δὲ πάντως τοῖς ἠδικημένοις. ὅταν δὲ τοῖς ἀδικοῦσι λέγωμεν λόγους εἰρηνικοὺς, οὐκ ἐλέγχοντες αὐτοὺς ὡς ἡμαρτηκότας, τότε δὴ τότε παραλύσομεν ἐναργῶς τὸ τῷ Νομοθέτῃ δοκοῦν. ἔφη γὰρ ὅτι “Στόμα ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ”ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.” παρέπεται δέ πως ἀεὶ τοῖς δωροδοκεῖν εἰωθόσι τὸ μήτε δύνασθαι κρίνειν ὀρθῶς, μήτε μὴν ἐκ παῤῥησίας ἐλέγχειν τοὺς ἡμαρτηκότας, συμβουλεύειν δὲ μᾶλλον τὰ πρὸς εἰρήνην, κἂν εἰ πλείστην ὅσην ἐπιφέρωσί τισι τὴν πλεονεξίαν. καὶ τῆς νόσου τὴν αἰτίαν σαφῆ καθιστὰς ὁ Προφήτης, φησί Καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· ἀρέσκει γὰρ ἴσως αὐτῷ, φησὶ, καὶ τὸ ἐκτόπως γεγενημένον. εἶτα πῶς ἐπιτιμήσει τοῖς ἠδικηκόσιν; ὃ γὰρ ἐπαινέσας ἔχει, πῶς ἂν ἔτι καταμωμήσαιτο; χρῆμα δὴ οὖν ἀνόσιόν τε καὶ ἐπιζήμιον ἀληθῶς ἡ πλεονεξία καὶ τὸ καταθλίβειν ἑτέρους.

Ἐπάρατον δὲ πρὸς τούτῳ καὶ τὸ αἰσχρῶν ἡττῆσθαι λημμάτων, ἥκειν δὲ εἰς τοῦτο δυσβουλίας, ὡς ἀλογῆσαι λοιπὸν καὶ τῶν εἰς ὀρθότητα τρόπων, καὶ τὸ κρίνειν ἀδεκάστως, μηδὲ ποιεῖσθαι περὶ πολλοῦ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς ἀδικεῖν εἰωθόσι, καὶ μερίζεσθαι πρὸς αὐτοὺς τὴν ἀσέβειαν, ἀλλοτρίαις τε οὕτω κοινωνεῖν ἁμαρτίαις. ὑποκείσεται δὲ ὅτι πάντη τε καὶ πάντως ὀργαῖς τε καὶ δίκαις ὁ τοῖς ὧδε δεινοῖς πλημμελήμασιν ἑαυτὸν ἐνιεὶς, πῶς ἂν ἐνδοιάσειέ τις, εἴπερ ἕλοιτο φρονεῖν ὀρθῶς; <Καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σῆς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς.> Διττὸν ἐπηπείλησεν αὐτοῖς ἐπάγειν τῆς δίκης τὸν τρόπον. ἔφη γὰρ ὅτι “Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, καὶ ἀφανιῶ ”σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμ- “πλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ ”διασωθῇς.” προσεπετίθει δὲ, ὅτι καὶ “Σὺ σπερεῖς καὶ οὐ ”μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ “οἶνον καὶ οὐ μὴ πίητε.” ὅτι τοίνυν οἰχήσεται μὲν αὐτοῖς τῆς ἐξ ἀγρῶν εὐκαρπίας τὸ ἀμφιλαφὲς, ἐλλείψει δὲ καὶ τὰ ζωαρκῆ, καὶ τῇ τῶν χρειωδεστάτων ἐνδεία καταπιεσθήσονται, διδάσκει λέγων, ὡς ἐν εἴδει μὲν σητὸς δαπανήσειν πάντα αὐτῶν τὰ ἀγαθὰ, τουτέστι, τὰ οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν, καὶ τὸ τῆς εὐημερίας διακεκτῆσθαι πλάτος.

ὅτι δὲ ἔμελλον παταχθήσεσθαί τε καὶ ἀφανισθήσεσθαι, ἐξωσθῆναί τε, ὥσπερ καὶ ἔν σφισιν αὐτοῖς, τουτέστιν, ἀλλήλοις συνδιολεῖσθαι, καὶ ὑπό γε σφῶν αὐτῶν οἴκων τε καὶ πόλεων ἐλεεινῶς ἐκπέμπεσθαι, διατρανοῖ λέγων Καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς· ἐξελοῦμαι γάρ φησι τὰ ἀγαθὰ αὐτῶν. καὶ οὐχὶ δὴ μόνον ὡς σῆς ἐκτρώγων, ἀλλὰ καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς. καὶ δυσέφικτον μὲν κομιδῇ τὸ ῥησίδιον, οἶμαι δὲ ἔγωγε μὴ ἂν ἑτέρως αὐτὸ νοηθῆναι δύνασθαι πρὸς ἡμῶν, εἰ μὴ γένοιτο σαφὴς ἡ τῶν εἰς τοῦτο βλεπουσῶν ἱστοριῶν προαφήγησις, ὃ δὴ καὶ ποιεῖν πειράσομαι.

Γαβὰ τοίνυν κώμη τις ἐστὶν, ἤγουν πολίχνη κατὰ τὴν Ἰουδαίαν, ἐπὶ γηλόφου κειμένη, ἐκνεμηθεῖσα δὲ καὶ εἰς κλῆρον τοῖς ἐκ φυλῆς Βενιαμὶν, ὠνόμασται δὲ τοῦτο καὶ βουνὸς καὶ σκοπιά. μεμνήμεθα δὲ ὅτι Λευίτης ἀνὴρ, ὡς ἐν τῇ βίβλῳ γέγραπται τῶν κριτῶν, ὑβρισθείσης αὐτῷ τῆς παλλακίδος ὑπὸ τῶν ἐκ φυλῆς Βενιαμὶν ἐν αὐτῇ τῇ γῇ Γαβαὰ, κατατεμὼν τὸ λείψανον εἰς δυοκαίδεκα μέρη, ἁπάσαις ἔπεμψε ταῖς φυλαῖς, τῶν ἐκ φυλῆς Βενιαμὶν τὸ πλημμέλημα καταφανὲς ἅπασι καθιστάς. εἶτα συμβέβηκεν ἐντεῦθεν κατεξαναστῆναι μὲν πολέμου νόμῳ τῶν ἐκ φυλῆς Βενιαμὶν τὰς ἑτέρας φυλὰς, πληθὺν δὲ πεσεῖν οὐκ εὐαρίθμητον, ἐν ἀρχῇ μὲν νενικηκότων τῶν ἐκ φυλῆς Βενιαμὶν, ὕστερον δὲ τῶν ἑτέρων φυλῶν κατεφθαρκυιῶν αὐτοὺς εἰσάπαν. μέμνηται τῆς ἱστορίας καὶ ὁ προφήτης Ὠσηέ. φησὶ γὰρ, ὅτι “Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν, ἐφθάρησαν ”κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ.” ἐπειδὴ γὰρ, φησὶν, εἰδωλολατρείαν καὶ ψευδομαντείαν· ταυτὶ γὰρ ἡμῖν ἐν τούτοις ἡ μανία δηλοῖ· κατέπηξαν ἐν οἴκῳ Κυρίου, ταύτῃτοι καὶ κατεφθάρησαν ὡς ἐν ταῖς ἡμέραις τοῦ βουνοῦ, τουτέστι, τῆς Γαβαά. ὅτι δὲ ὁ βουνὸς ἤτοι Γαβαὰ καλεῖται καὶ σκοπιὰ. μαθήσῃ σαφῶς ἐκ τῶν γεγραμμένων ἐν τῇ τρίτῃ τῶν βασιλειῶν. Ἀσὰ μὲν γὰρ βεβασίλευκε τῆς Ἱερουσαλὴμ, Βαασὰ δὲ τῆς Σαμαρείας καθ᾽ ἕνα καιρόν.

ἐπειδὴ δὲ κατεμερίζοντο πρὸς διχόνοιαν, καὶ ἀλλήλοις ἐπιμηνίσαντες τὸν τοῦ πολέμου νόμον ὡπλίζοντο, “Ἀνέβη, φησὶ, ”Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν “Ῥαμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον ”τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.” καταθέοντος δὲ τὴν Σαμαρειτῶν τοῦ Ἄδερ, ὁ μὲν Βαασὰ τῆς Ῥαμὰ ἀπεσκευάζετο, τοῖς πολεμίοις ἀντανιστάμενος. ἐκδεδράμηκε δὲ τῶν Ἱεροσολύμων ὁ Ἀσὰ, εἶτα γεγονὼς ἐν Ῥαμά “Παρήγγειλε, φησὶ, ”παντὶ Ἰούδα εἰς Ἐνακεὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς “Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησε Βαασὰ, καὶ ”ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βε- “νιαμὶν καὶ τὴν σκοπιάν.” ἐκαλεῖτο δὴ οὖν ἡ Γαβαὰ βοῦνός τε καὶ σκοπιά· διερμηνεύεται γὰρ οὕτως ἡ Γαβαὰ, διὰ τὸ ἦρθαί τε ὑψοῦ, καὶ ἐν γηλόφῳ κεῖσθαι καὶ σκοπιᾷ. “Ἄρξομαι δὴ οὖν τοῦ πατάξαι σε, καὶ ἀφανιῶ σε ἐπὶ ”ταῖς ἁμαρτίαις σοῦ,” καὶ οὐ καθ᾽ ἕτερον τρόπον, ἢ κατ᾽ ἐκεῖνον αὐτὸν τὸν ἐν ἡμέρᾳ σκοπιᾶς. βαδιοῦμαι γὰρ ὥσπερ ἐπὶ κανόνος, οὐκ ἐκκλινῶ δὲ εἰς δεξιὸν οὔτε μὴν εἰς εὐώνυμον, τῆς κατὰ σοῦ δίκης τὴν ὁδὸν ἐρχόμενος.

Ἔοικε δὲ πάλιν τοιοῦτόν τι ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνειν λόγος. προφητεύει μὲν γὰρ ὁ Μιχαίας ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου. ἀλλ᾽ ὁ μὲν Ἰωάθαμ ἀνὴρ γέγονεν εὐσεβὴς, ὁ δὲ δὴ Ἄχαζ βδελυρὸς καὶ ἀπηχθημένος καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων εἰς δυσσέβειαν. οὗ καὶ βασιλεύοντος Φακεὲ ὁ τοῦ Ῥομελίου, βασιλεύων δὲ τὸ τηνικάδε τῆς Σαμαρείας, πεπολέμηκε τὸν Ἰούδαν, σύνοπλον ἔχων τὸν Ῥαασσὼν τὸν τῆς Δαμασκοῦ βασιλέα, πλείστους τε ὅσους ἀπέκτεινεν ἐν ἡμέρᾳ μιᾷ. γέγραπται γὰρ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ τοῦ Ἄχαζ “Καὶ παρέ- ”δωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως “Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐ- ”τῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς Δαμασκὸν, καὶ “εἰς τὰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ ”ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην, καὶ ἀπέκτεινε Φακεὲ “ὁ τοῦ Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδα, ἐν ἡμέρᾳ ”μιᾷ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ “αὐτοὺς καταλιπεῖν Κύριον τὸν Θεὸν αὐτῶν.” Ἰστέον οὖν, ὅτι Θεῷ προσκρούοντες ἐν ἐνδείᾳ μὲν εὐθὺς ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ λιμὸς ἡμᾶς κατατήξει δεινὸς τῶν θείων καὶ πνευματικῶν ἀγαθῶν, ἀλλήλους δὲ ὥσπερ δάκνοντες δαπανήσομεν.

οὐ γὰρ βραβεύει Χριστὸς τὴν ἰδίαν εἰρήνην τοῖς οὐκ ἀγαπῶσιν αὐτὸν, ὃ δὴ μάλιστα συμβαῖνον ὁρᾶται τοῖς τῆς ἀληθείας ἐχθροῖς, παρ᾽ οἷς οὐκ ἔστιν εὑρεῖν χάρισμα πνευματικὸν, ἀλληλοφαγίαν δὲ ὥσπερ καὶ διαμάχην, ἔριν καὶ φιλονεικίαν καὶ σχίσματα· καὶ περὶ αὐτῶν ἂν λέγοι Θεός “Ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ ”τούτου, καὶ ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται” καὶ ἰσχὺν καὶ ὁμοψυχίαν οὐκ ἐκείνοις· πόθεν; ἀλλὰ τοῖς τὰ αὐτοῦ σέβουσι διανέμοντος, καὶ οἷς ἂν εἰκότως τὸ τῆς εἰρήνης ἐνιζήσειεν ἀγαθὸν, τὴν τῆς ἀληθείας τιμῶσι δύναμιν, καὶ τὸ κατατέμνεσθαί ποι πρὸς ἐκτόπους εἰκαιοβουλίας οὐκ ἀνεχομένοις, καταθαυμάζειν δὲ μόνον τῆς ἀληθείας τὸ κάλλος ἐσπουδακόσιν. <Οὐαὶ οὐαὶ αἱ ἐκδικήσεις σου ἥκασιν, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.> Ἀκούεις ὅπως καὶ τὰς τῶν θρηνούντων ἀπομιμεῖται φωνὰς, οὐ προσδοκώντων ἔτι τὰς συμφορὰς, ἀλλ᾽ οἷον ἐν αὐταῖς ἤδη γεγενημένων, καὶ κλαιόντων γυναικοπρεπῶς; ἥκασι γὰρ αἱ ἐκδικήσεις σου φησὶ, τουτέστιν, ἐνέστηκεν ὁ τῆς δίκης καιρὸς, ἐν χερσὶν ὁ πόλεμος, ἐπὶ θύραις ὁ πόνος. ἐπιφέρων γὰρ ὅτι Νῦν ἔσονται κλαυθμοὶ αὐτῶν, δέδειχεν ἐναργῶς, ὅτι μὴ εἰς μακρὰς ὑπερθέσεις τὰ τῆς προφητείας ἔρχεται, κεῖται δὲ ὥσπερ ἐν ὀφθαλμοῖς. μετὰ γάρ τοι τὸν Ἰωάθαμ εὐθὺς γέγονεν ὁ Ἄχαζ πονηρὸς καὶ ἀποστάτης, καὶ τῶν ἰδίων τέκνων σφαγεὺς, ἃ τοῖς τῶν δαιμονίων ἀνετίθει βωμοῖς.

ἐπ᾽ αὐτοῦ πεπτώκασιν “ἐν ἡμέρᾳ μιᾷ ἑκατὸν εἴκοσι χιλιάδες” τῶν ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμίν. ἰστέον δὲ, ὅτι κατ᾽ ἐκεῖνο τοῦ καιροῦ καὶ αὐτὸς ἐκτέτικε δίκας ὁ Ἰσραήλ. Φακεὲ γὰρ βασιλεύοντος, ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων κατὰ τῆς Σαμαρείας, καὶ πλείστας μὲν ὅσας αὐτῆς ὠλόθρευσε πόλεις, εἷλε δὲ καὶ τὴν Δαμασκὸν, καὶ αὐτὸν ἀπέκτεινε τὸν Ῥαασσὼν, ὥστε καθ᾽ ἕνα καιρὸν συμβέβηκε δαπανηθῆναι μὲν τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ὑπὸ τῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν, αὐτοὺς δὲ τοὺς ἐν Σαμαρείᾳ παθεῖν ὃ δεδράκασιν ὑπὸ τοῦ Βαβυλωνίου. ὁρᾷς οὖν, ὅπως μονονουχὶ τὸν κανόνα τῆς ὀργῆς διατρέχων, τὸν ἐν καιρῷ τοῦ βουνοῦ ἤτοι τῆς σκοπιᾶς, τετιμώρηκε τοὺς ἡμαρτηκότας.

Ἀλλ᾽ ἐκεῖνα μὲν τοῖς ἀρχαίοις “συνέβη τυπικῶς, ἐγράφη ”δὲ εἰς νουθεσίαν ἡμῶν,” ἵνα τοῖς ἴσοις ἐναλῶναι πλημμελήμασι ἀεὶ διεκνεύοντες, διατελῶμεν ἐν εὐπαθείαις, εὐμενῆ καὶ φίλον καὶ προεστηκότα τὸν τῶν ὅλων ἔχοντες Θεόν. ἁρμόσειε δ᾽ ἂν καὶ μάλα εἰκότως τοῖς τὰ ὀρθὰ διαστρέφουσι, καὶ τὴν τῶν ἁπλουστέρων παραλύουσι πίστιν, καὶ ἡμᾶς αὐτοὺς ὡς εἰπεῖν Οὐαὶ οὐαὶ αἱ ἐκδικήσεις σου ἥκασι, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν. “Ἁμαρτάνοντες γὰρ εἰς τοὺς ἀδελ- ”φοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, “εἰς Χριστὸν ἁμαρτάνουσι.” καὶ ὅτι πάντη τε καὶ πάντως ἀπολογήσονται τῷ Κριτῇ, καὶ “τῆς ἑαυτῶν δυσσεβείας ”ἔδονται τοὺς καρποὺς,” πῶς ἔστιν ἀμφιβαλεῖν; “

Ἀνθ᾽ ”ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς “ἀσεβεῖς ὀλεῖ,” κατὰ τὸ γεγραμμένον. <Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ· διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.> Πλημμελοῦντες πολυτρόπως οἱ ἐξ Ἰσραὴλ, καὶ ἐπί γε σφίσιν αὐτοῖς καταθήγοντες εἰς ὀργὰς τὸν τῶν ὅλων Δεσπότην, εἶτα διὰ τῶν ἁγίων προαναμανθάνοντες προφητῶν, ὡς ἐν ἀφύκτοις ἔσονται κακοῖς, εἰ μὴ ταῖς ἐπιεικείαις ἐξημεροῦν ἕλοιντο τὸν Δεσπότην, δέον ἑλέσθαι φρονεῖν ὀρθῶς, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς τιθασεύειν λελυπημένον· τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι· πόθεν; δυσβουλίας δὲ μᾶλλον εἰς τοῦτο κατώλισθον, ὡς οἴεσθαί τε καὶ πιστεύειν, ὅτι περιέσονται μὲν τῆς θείας ὀργῆς, κατευμεγεθήσουσι δὲ, καὶ λίαν εὐκόλως, πολέμου παντὸς, εἰ τὰς τῶν ὁμόρων ἐθνῶν ἔχοιεν ἐπικουρίας, καὶ τὰς τῶν ἀρχόντων συμπνοίας καὶ ὑποσχέσεις. ὅτι δὲ ψυχροῖς καὶ εἰκαίοις ἐπιτεθαῤῥήκασι φενακισμοῖς, καὶ ἀνόνητον ἕξουσι παντελῶς τὴν ἐλπίδα, διδάσκειν αὐτοὺς ὁ Προφήτης πειρᾶται, λέγων Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· σφαλερὸν γὰρ τὸ χρῆμα καὶ ἀνόνητον παντελῶς.

ἐπειδὴ γὰρ ἧκεν ὁ Βαβυλώνιος καταδῃώσων τὴν Σαμάρειαν, τότε δὴ τότε τῶν ὁμόρων ἐθνῶν οἱ ἡγούμενοι, καίτοι πλείστην ὅσην αὐτοῖς ὑπισχνούμενοι τὴν ἐπικουρίαν, τοὺς ὑπέρ γε σφῶν αὐτῶν ἀγῶνας ἔχοντες οὐ μετρίως, ἀσπαστὸν ἡγοῦντο τὸ σώζεσθαι μόνον, τὸ δὲ δὴ χρῆναι καὶ ἑτέροις ἐπικουρεῖν, οὐδ᾽ ὅσον εἰς νοῦν ἐποιοῦντο τάχα. μὴ τοίνυν ἐν φίλοις καταπιστεύετε, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἴστε δὲ, φησὶν, ὅτι Θεοῦ καθ᾽ ὑμῶν κινοῦντος τὰ ἐξ ὀργῆς, οὐδὲ αὐτὸς ὑμῖν ὁ τῆς φύσεως νόμος καὶ τῆς ἐμφύτου φιλοστοργίας ἡ δύναμις τὴν εὔνοιαν χαριεῖται, κἂν γοῦν τῶν ἐξ αἵματος ἐγγύς τε καὶ οἰκείων κατὰ τὴν σάρκα, ἀλλ᾽ ἐχθροὺς ἀπομιμήσονται καὶ αὐτοί. καὶ γύναιον μὲν ἀνδρὸς ἀλογήσει τότε, υἱοὶ δὲ πατράσιν ἐπαναστήσονται, καὶ μὴν καὶ μητράσι θυγατέρες. αὐτὸς γὰρ, φησὶν, ὁ τῆς φιλοστοργίας τοὺς νόμους ἐγχαράττων τῇ φύσει, μεταπείσειεν ἂν εὐκόλως καὶ μεταβαλεῖ πρὸς τὸ ῥᾴθυμον.

Πλὴν ὅτι τῆς ἔν γε τούτοις ἡμῖν ῥᾳθυμίας ὁ τρόπος οὐχ εἷς ἂν νοοῖτο καὶ ὁ αὐτὸς, ἀλλὰ διττὸς καὶ διάφορος. οἱ μὲν γὰρ τοῖς τῆς φιλοστοργίας προσκρούουσι νόμοις, ἀνοσίως τοῖς γεγεννηκόσι ἐπιφυόμενοι, οἱ δὲ τοῦτο δρῶσι καὶ Θεὸν εὐφραίνοντες καὶ τὰς ἰδίας ψυχὰς ἀνασώζοντες. καὶ γοῦν ἔφασκεν ὁ Σωτήρ “Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ”ἐν τῇ γῇ; οὐχὶ, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. ἔσονται “γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ”ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί. διαμερισθήσονται πατὴρ ἐπὶ “υἱῷ καὶ υἱὸς ἐπὶ πατρὶ, μητὴρ ἐπὶ τὴν θυγατέρα καὶ θυ- ”γάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς “καὶ νύμφη ἐπὶ τὴν πενθεράν.” ψήφῳ δὴ οὖν ὀρθῇ στεφανώσομεν τὴν οὕτω λαμπρὰν ἀφιλοστοργίαν. προσοικειοῖ γὰρ τῷ Θεῷ, κἂν εἰ τῆς κατὰ σάρκα συγγενείας ἀποτέμοι τινὰς, ὥστε καὶ ἀναμελῳδεῖν εὖ μάλα τὸ διὰ φωνῆς τοῦ “Δαυείδ Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλειπόν ”με, ὁ δὲ Κύριος προσελάβετό με.” <Ἐγὼ δὲ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, εἰσακούσεταί μου ὁ Θεός μου.> Ἁρμόσειεν ἂν, καὶ μάλα εἰκότως, ταυτὶ μετανοούσῃ τε τῇ Σιὼν, καὶ τῶν τῆς αἰχμαλωσίας πόνων ὡς ἔσται κατὰ καιροὺς προαναθρούσῃ τὸ πέρας.

εἷλε μὲν γὰρ τὴν Βαβυλωνίων ὁ Κῦρος, ἀνῆκε δὲ μόλις ἐν λειψάνοις ὄντα τὸν Ἰσραὴλ, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, οἴκοι τε ἰέναι προστέταχε καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναδείμασθαι νεών. τότε γὰρ οἷά περ ἐκ σκότους καὶ δεσμῶν ἀῤῥήκτων διαδιδράσκοντες, ἐν φωτὶ γεγόνασι, Θεοῦ κατοικτείροντος, καὶ εἰς τὴν ἄνωθεν αὐτοῖς πρεπωδεστάτην ἐλευθερίαν ἀνενήχοντό πως, ἀνιέμενοί τε καὶ χαίροντες. ἐγὼ τοίνυν φησὶν ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὀψὲ μὲν λίαν καὶ μετὰ πεῖραν ὧν ἔδει παραιτεῖσθαι τὴν ἔφοδον. πλὴν εἰς Θεὸν ἕξειν τὴν ἐλπίδα φησὶν, ὑπομένειν τε τὴν παρ᾽ αὐτοῦ σωτηρίαν, διακεῖσθαί τε καὶ ἀραρότως, ὅτι φιλάνθρωπος ὢν, κατήκοος ἔσται τῶν ὀδυρμῶν αὐτῆς καὶ παραδέξεται τὰς λιτάς. σωτηρίας δὲ, οἶμαι, νοοῖτ᾽ ἂν ἀρχὴ τὸ ἀποστῆσαι μὲν τέως τὸν νοῦν τῆς ἀρχαίας ἀπάτης, ἀνθελέσθαι δὲ λοιπὸν τὸ φρονεῖν ὀρθῶς, καὶ τῆς σωτηρίας χορηγὸν αὐτὸν καὶ πρύτανιν οἴεσθαι ὑπάρχειν τὸν τῶν ὅλων Δεσπότην, καὶ μὴ τὸ οὕτως ἐξαίρετον ἀγαθὸν, ἢ ταῖς ἐξ ἀνθρώπων ἀπονέμειν ἐπικουρίαις, ἤγουν ἀνούστατά τε καὶ ἀμαθέστατα δῶρον ἔσεσθαι προσδοκᾶν τῆς ἀδρανεστάτης τῶν εἰδώλων πληθύος.

Πάλαι μὲν γὰρ κατέβαινον πρὸς Αἰγυπτίους, ἀπῴχοντό τε καὶ εἰς Ἀσσυρίους, τὰς παρ᾽ ἀμφοῖν συμπνοίας τε καὶ ἐπικουρίας οὐκ εὐαριθμήτων χρημάτων ὠνούμενοι. προσῄεσαν δὲ καὶ εἰδώλοις ἀψύχοις, πληροῦντες θυσίας, καὶ προσεπιτούτῳ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσάγοντες λιτάς. νυνὶ δέ φασιν ὡς ἐπιβλέψονται μὲν ἐπὶ τὸν Κύριον, ὑπομενοῦσι δὲ αὐτὸν, τουτέστιν, ἐκδέξονται τὴν παρ᾽ αὐτοῦ σωτηρίαν καὶ χάριν, καὶ μὴν ὅτι καὶ εἰσακουσθήσονται παρ᾽ αὐτοῦ, αὐτῷ δηλονότι καὶ οὐχ ἑτέροις ἔτι προσάγοντες τὰς ἱκετηρίας. τοῦτο δὲ ἦν ἀνανηφούσης, ὡς ἔφην, τῆς Σιὼν, καὶ ὁρώσης ἤδη πρὸς τὸ δέον μὲν ἀποσείεσθαι τὴν ἀρχαίαν ἐκείνην πλάνησιν, μεταβουλεύεσθαι δὲ τὰ ἀμείνω καὶ δρᾶν ἑλέσθαι τὰ χρήσιμα. <Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ μοι. ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρῖμά μου καὶ ἐξάξει με εἰς τὸ φῶς, καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.> Χαριέστατά μοι δοκεῖ διαπεπλάσθαι νυνὶ τῆς Σιὼν ὁ λόγος πρὸς τὴν ἀπηνῆ καὶ ὑβρίστριαν καὶ ἀλαζόνα πόλιν, δῆλον δὲ ὅτι τὴν Βαβυλωνίων, τὴν οἱονείπως ἐπιτωθάζουσαν ὡς πεπορθημένῃ τῇ Ἰουδαίων χώρᾳ. μὴ γὰρ ἐπαγάλλου, φησὶν, ὡς κειμένῃ.

νενίκηκας γὰρ, οὐκ αὐτὴ μᾶλλον ὑπερισχύσασα, καταβαλοῦσα δὲ ἀῤῥωστοῦσαν ἐμὲ τὸ προσκροῦσαι Θεῷ, καὶ διὰ τοῦτο κειμένην. ἀλλ᾽ ἥξει καιρὸς, ὅτε καὶ ἀναστήσομαι, κἂν εἰ γέγονα, φησὶν, ἐν σκότει “Τῷ ξύλῳ ”λέγουσα Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με” καὶ τὸν ἐπὶ ταῖς δαμάλεσιν ἀνιεῖσα λόγον· ἔφην γὰρ ἔφην ἐξ ἀποπληξίας “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν ”σε ἐκ γῆς Αἰγύπτου·” ἀλλ᾽ οὖν ἔσομαι καὶ εἰς φῶς, ἐπιγνώσομαι τὸν Δεσπότην, τὸν σώζοντα, τὸν ἐπίκουρον, τῆς εὐσθενείας τὸν χορηγόν· ἀνέξομαι δὲ τῶν συμβεβηκότων, καὶ ὑποστήσομαι τὰ δεινὰ, κατακεκράξομαι δὲ οὐδαμῶς ὡς ἀδικοῦντος Θεοῦ, διακείσομαι δὲ μᾶλλον, ὡς ὀρθὴν ἐπ᾽ ἐμοὶ τὴν ψῆφον ἐνέγκαντος, κἂν εἰ πέπομφεν εἰς αἰχμαλωσίαν. πεπλημμέληκα γὰρ, καὶ φέρω τὰ ἐξ ὀργῆς, ἕως ἂν δικαιώσῃ τὴν δίκην μου, τουτέστιν, ἕως ἂν τὴν ἰσοπαλῆ τοῖς πλημμελήμασιν ἐπιμετρήσας κόλασιν, κατοικτείρῃ λοιπὸν, καὶ τὴν πάλαι ἐσκοτισμένην τῇ τῆς πλάνης ἀχλύϊ ἀποφήνῃ λαμπρὰν, διά γε τοῦ γνῶναι τὸν ἀληθῆ καὶ φύσει Θεὸν οἱονεί πως ἐν φωτὶ καὶ αὐτὴν γενέσθαι παρασκευάσας· καταθαυμάζοιτό τε, φησὶν, εἰκότως, καταδεικνὺς ἐπ᾽ ἐμοὶ τῆς ἑαυτοῦ δικαιοσύνης τὸ εἰλικρινές. ὥσπερ γὰρ οὐκ ἔξω δίκης πλημμελοῦσαν ἐκόλαζεν, οὕτως ἐν ἴσῳ ποιήσεται λόγῳ, τὸ παθοῦσαν ἤδη καὶ μεταγινώσκουσαν, καὶ φροντίδος ἀξιοῦν καὶ κατοικτείρειν κειμένην.

Οὐκοῦν ἀγαθὸς ὁ τῶν πάντων Δεσπότης, καὶ τοῖς ἐπιστρέφουσιν εἰς αὐτὸν διανέμει μὲν ἀμελλητὶ τὸν ἔλεον, κατευφραίνει δὲ καὶ σφόδρα πλουσίως τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς, ἀνιεὶς ἀμνησικάκως τὰ πάλαι διεπταισμένα. <Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην, λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς· ἡμέρας ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.> Ἥλω μὲν ἥλω τῶν Ἰουδαίων ἡ χώρα, καὶ δορίληπτος εἰς Βαβυλῶνα καὶ Μήδους ἀπεκομίσθη κατὰ καιροὺς ὁ Ἰσραὴλ, οὐκ ἰδίαις δυνάμεσι κατευμεγεθοῦντος αὐτῶν τοῦ κεκρατηκότος, ἀποστρεφομένου δὲ μᾶλλον αὐτὸν ὡς ἡμαρτηκότα τοῦ διασώζοντος Θεοῦ, καὶ οἷον ὑπὸ χεῖρα φέροντος τῶν ἐχθρῶν, διὰ τὸ καὶ εἰδώλοις ἀψύχοις ἑλέσθαι προσκυνεῖν, ἀποσείεσθαι δὲ καὶ τὸν πάλαι διὰ Μωυσέως ὁρισθέντα νόμον, καὶ ἁπαξαπλῶς ἀπονεῦσαι πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, οὐδένα τε φαυλότητος τρόπον ἀνεπιτήδευτον ἐᾶν. εἶτα λαβόντες οἱ Βαβυλώνιοι, καὶ ταῖς ἑαυτῶν δυνάμεσιν ἀνάπτοντες τὸ νικᾶν, καὶ αὐτῆς τῆς θείας κατεσοβαρεύσαντο δόξης, ᾤοντό τε κρατήσειν τῆς Ἰουδαίας, κἂν εἰ ἕλοιτο σώζειν αὐτοὺς ὁ τῶν ὅλων Θεός· καὶ λαβόντες ὑπὸ χεῖρα τοὺς ἡμαρτηκότας, δεινοῖς τε καὶ ἀφορήτοις κατῃκίσαντο πόνοις, χαλεπὴν αὐτοῖς ἐπαρτήσαντες τὴν δουλείαν.

καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Ἀσσυρίων ἀνοσίαν πληθὺν, ἤγουν πρὸς τὴν Βαβυλῶνα “Ἰδοὺ ἐγὼ ”πρὸς σὲ τὴν ὑβρίστριαν” καὶ μέντοι καὶ περὶ αὐτῶν τῶν ἐξ Ἰσραήλ “Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χειράς σου, σὺ δὲ ”οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν “ζυγὸν σφόδρα, καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα.” οὐ γὰρ ἦν ἔλεος παρ᾽ ἐκείνοις, οὐ φειδὼ ἡλικίας, οὐ γήρως αἰδὼς, οὐ σπλάγχνα οἰκτιρμοῦ. δέδονται δὴ οὖν ταύτῃτοι δικαίως εἰς χεῖρας καὶ αὐτοὶ Περσῶν τε καὶ Μήδων, καταστρατηγοῦντος Κύρου, ὃς εἷλε τὴν Βαβυλῶνα. καὶ περὶ αὐτῶν που τάχα φησὶν ὁ προφήτης Ἱερεμίας “Ἐπιθήσον- ”ταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης “καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. ἤνοιξε Κύριος τὸν ”θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ.” σκεύη δέ φησι τῆς ὀργῆς τοὺς πεπορθηκότας αὐτήν. συμβέβηκε τοίνυν ληφθῆναι μὲν ὑπὸ Κύρου τὴν Βαβυλωνίων, ἀνεθῆναι δὲ τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. ταύτῃτοί φασιν οἱ λελυτρωμένοι, ὅτι ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην. ὅταν γὰρ ἴδῃ κείμενα μὲν εἰς γῆν τὰ ἴδια τέκνα οἰκτρῶς τε καὶ ἀδοκήτως ἀπολωλότα, τοὺς δὲ ὑπὸ χεῖρά ποτε χαίροντάς τε καὶ ἀνιεμένους, οἴκοι τε λοιπὸν ἀποτρέχοντας, πῶς οὐ πάντη τε καὶ πάντως περιβαλεῖται αἰσχύνην, καίτοι λέγουσά ποτε Ποῦ Κύριος ὁ Θεός σου;

ἐπόψομαι γὰρ αὐτὴν ὡς πηλὸν ἐν ὁδοῖς ὑπὸ πόδας ἐχθρῶν ἐῤῥιμμένην τε καὶ πεπατημένην. εἶτα πρὸς αὐτὴν ὁ λόγος τὴν Βαβυλῶνά φησιν Ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, ἀντὶ τοῦ Ὁ καιρὸς καθ᾽ ὃν ἂν γένοιο, φησὶν, ὑπὸ πόδας ἐχθρῶν, Κύρου δηλονότι συμπατοῦντός τε καὶ καταθλίβοντος ἐν ἴσω πηλοῖς τὴν ἀλαζόνα τε καὶ ὑβρίστριαν.

Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ χρῆναι νοεῖν τὰ τοιάδε πάλιν ἱστορικῶς, ἀποχρώντως ἡμῖν εὖ μάλα καὶ εὖ ἔχων ἐκπεποίηται λόγος. ἐφαρμόσειε δ᾽ ἂν οὐδὲν ἧττόν τις αὐτὰ καὶ τῇ νοητῇ Σιὼν, τουτέστι τῇ Ἐκκλησίᾳ κατευμεγεθούσῃ τῶν ἐχθρῶν καὶ πατούσῃ τοὺς διώκοντας καὶ τῶν πολεμεῖν εἰωθότων αὐτὴν κατακερτομούσῃ τὸ ἀδρανὲς, κἂν εἰ δοκεῖεν ἔσθ᾽ ὅτε περιγίνεσθαι καὶ κρατεῖν. πολλοὶ μὲν γὰρ λίαν οἱ καὶ ὀδόντας αὐτῇ δυσσεβῶς ἐπιτρίζοντες καὶ ὀργὰς ἐπιθήγοντες καὶ πᾶν εἶδος συνιστάντες ἐπιβουλῆς· τοῦτο μὲν Ἑλλήνων παῖδες τοῖς σφῶν αὐτῶν ἀσυνέτοις εὑρήμασιν οὐ μετρίως ἐπαγωνιζόμενοι, καὶ τῆς τῶν εἰδώλων ἀπάτης ὑπεραθλοῦντες γενικῶς· τοῦτο δὲ καὶ οἱ κατὰ τῶν ἁγίων μάλιστα φονῶντες αἱρετικοὶ, καὶ ἀπηνέστερόν που τάχα κατὰ τῶν ὀρθὰ φρονεῖν ᾑρημένων ἀγριαίνοντες, ἢ ἐκεῖνοι μᾶλλον οἱ καὶ τὴν πίστιν οὐ προσηκάμενοι. διαγυμνάζοντος γὰρ ἔσθ᾽ ὅτε τοὺς ἁγίους τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ πειρασμοῖς περιπίπτειν ἐῶντος, καὶ οἷάπερ ἐν πυρὶ δοκιμάζοντος τοὺς γνησίους προσκυνητὰς, ὀφρὺν οἱ δείλαιοι κατ᾽ αὐτῶν ἐπαίρουσι τὴν ἀγέρωχον, μονονουχὶ δὲ πονοῦντας ὁρῶντες, τό Ποῦ Κύριος ὁ Θεός σου, φληνάφως κατακεκράγασιν.

ἀλλ᾽ ἥ γε σοφή τε καὶ πάναγνος καὶ ἁγία παρθένος, ἡ σπίλον τε καὶ ῥυτίδα μὴ ἔχουσα, φήσειεν ἂν εἰκότως “Ἐγὼ δὲ ἐπὶ τὸν ”Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, “εἰσακούσεταί μου ὁ Θεός μου·” καταπατήσει δὲ ὅτι τοὺς ἀνθεστηκότας ὡς πηλὸν ὁδῶν, καὶ ὡς οὐκ ἂν ἐφησθεῖεν εἰσάπαν αὐτῇ, κἂν εἰ κατασείοιτό πως, οἱ πειράζειν εἰωθότες, πῶς ἔστιν ἀμφιβαλεῖν; “τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν,” καὶ ἔστιν αὐτῆς ἔρεισμα Χριστὸς, κρηπὶς ἀκράδαντος, καὶ διηνεκὴς ἀσφάλεια, Σωτήρ τε καὶ Λυτρωτής.

Φαίη δ᾽ ἂν οἶμαί που τό “Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ”ὅτι πέπτωκα,” καὶ ὅσα τούτοις συνήρμοσται, καὶ ἀνθρώπου ψυχὴ, πλημμελήσασα μὲν καὶ κατεγνωσμένη, μεταχωροῦσα δέ πως ἐπὶ τὸ χρῆναι μετανοεῖν καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἐκδεχομένη τὴν χάριν. ἐρεῖ γὰρ ὡς πρὸς ἐχθρὰν τὴν τυραννήσασαν ἁμαρτίαν Μὴ ἐπίχαιρέ μοι· πέπτωκα μὲν γὰρ ὁμολογουμένως, τὸ τῷ Θεῷ δοκοῦν παραλύσασα, καὶ τὸν ἐμαυτῆς καθεῖσα νοῦν εἰς φιληδονίας κοσμικάς. ἀλλ᾽ οὐ μακρὰν ἐλπίδος εἰμὶ ὅτι καὶ ἀναστήσομαι, κἂν εἰ γέγονά πως ἐν ἀχλύϊ καὶ σκότῳ· φῶς γὰρ καὶ αὐτὴ εὑρήσω Χριστὸν, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος εἰς νοῦν ἀνατείλας λελευκασμένην ἀποφανεῖ. “Ὀργὴν Κυρίου ὑποίσω, ὅτι καὶ ἥμαρτον ”αὐτῷ.” εἰ γὰρ καὶ γέγονα, φησὶν, ἐκ προσώπου βραχὺ, δέδομαι δὲ καὶ εἰς νοῦν ἀδόκιμον, ἀλλ᾽ οὖν ἔσομαι σοφὴ, καὶ παθοῦσα δικαίως τὴν ἀποβολὴν εἴσομαι τὸ κρῖμα, καὶ δὴ καὶ ὀρθῶς γενέσθαι φημί· κεκόλασμαι γὰρ οὐ μάτην. ἐπειδὴ δὲ τὴν πρεπωδεστάτην ἐκτέτικα δίκην, “ὄψομαι τὴν δικαιο- ”σύνην αὐτοῦ.” δικαιοσύνη δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς ἂν εἴη λοιπὸν, πλὴν ὅτι Χριστός; οὕτω γὰρ ἡμῖν αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ ἀποκαλεῖ λέγων “Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη ”μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.”

εἶτα τῆς ἐν Χριστῷ δικαιοσύνης τὴν χάριν καὶ τῆς ἁμαρτίας τὴν καταστροφὴν ἐννοήσασά που κατὰ τὸ εἰκὸς ἡ τοιάδε ψυχὴ, σοφῶς καὶ ἀγχίνως ἀνακεκράξεται Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς· ἡμέρα ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη. ἐπειδὴ γὰρ ἐπιδεδήμηκεν ὁ Χριστὸς, δικαιῶν τῇ πίστει τοὺς ἡμαρτηκότας, ἐμπέφρακται μὲν τῆς ἀνομίας τὸ στόμα, κατῃσχύνθη δὲ ὥσπερ καὶ ὁ ταύτης εὑρετής. καὶ ὁ μὲν ἀπελήλαται, καὶ τῆς καθ᾽ ἡμῶν ἀποπέπτωκεν ἀρχῆς, ἡ δὲ ὡς πηλὸς ἐν ὁδοῖς πεπάτηται λοιπὸν, τοῖς τῶν ἁγίων ποσὶν οἱονείπως ὑπενηνεγμένη. γέγονε δὲ αὐτῇ καὶ ἐξάλειψις ἡ ἡμέρα Χριστοῦ, καθ᾽ ἣν ἕκαστον τῶν προσιόντων αὐτῷ καθαρὸν ἀποφαίνει τῶν ἀρχαίων αἰτιαμάτων διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ κατασφραγίζει τῷ Πνεύματι πρὸς ἁγιασμὸν, καὶ ἐν τέκνοις καταγράφει Θεοῦ. <Καὶ ἀπώσεται νόμιμα ἡ ἡμέρα ἐκείνη· καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων, καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως ποταμοῦ, καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους.

καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων αὐτὴν, ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.> Διὰ μέσου τέθειται τὸ τῆς Σιὼν πρόσωπον, ἤτοι τῆς Ἱερουσαλὴμ τετραμμένης ἤδη πως πρὸς μετάγνωσιν, καὶ τὴν ἐλπίδα θεμένης ἐπὶ Θεῷ, διατεθειμένης τε ὅτι καὶ λυτρωθήσεται, καὶ πατουμένην ἐπόψεται τὴν Βαβυλωνίων, καίτοι λέγουσαν ἐξ ὑπεροψίας αὐτῇ “Ποῦ Κύριος ὁ Θεός σου;” τὴν δέ γε τῶν προκειμένων διάνοιαν ἐφαρμόσαι τις ἂν οὐχὶ τοῖς διὰ μέσου μᾶλλον, ἀλλὰ τοῖς ἀνόπιν βραχύ· ποῖα δὲ ἦν ἄρα ταυτὶ, δι᾽ ὀλίγων ὑπομνήσομεν. μὴ γὰρ δὴ χρῆναι πιστεύειν αὐτοὺς ἐν φίλοις, μήτε μὴν ἐλπίζειν ἐπὶ ἡγουμένοις προστέταχεν. ἐδήλου δὲ, ὅτι καὶ γύναιον μὲν ὀλιγωρήσει πρὸς ἄνδρα, καὶ πατρὸς ἀλογήσει τέκνον, καὶ τῆς εἰς μητέρας αἰδοῦς ἀφειδήσουσι θυγατέρες, καλούντων εἰς τοῦτο τῶν ἐκ τοῦ πολέμου δειμάτων. ἔνθα γὰρ ἂν ὁ τοῦ παθεῖν φόβος κατὰ πάντων ἐν ἴσῳ φαίνοιτο τρέχων, ἐκεῖ δή που πάντως ἑκάστῳ φροντὶς ἡ προυργιαιτέρα τῆς οἰκείας ἔσται ζωῆς, τῆς ἑτέρου πάντως κατημελημένης.

Κατ᾽ ἐκεῖνο δὴ οὖν φησὶ τοῦ καιροῦ, ἤγουν κατ᾽ ἐκείνην τὴν ἡμέραν, καθ᾽ ἣν ἂν ῥᾴθυμοι γένοιντο τῆς περὶ πατέρας φιλοστοργίας υἱοὶ, θυγατέρες δὲ αὖ τῆς περὶ μητέρας, ἀπωσθήσεται τὰ νόμιμα, τουτέστιν, ἀτονήσει λοιπὸν καὶ ὁ τοῦ πρέποντος λόγος· οὐ γὰρ ἐν σχολῇ μὲν αἰτιάσεται πατὴρ τὸν υἱὸν ὡς ἠμεληκότα καὶ φύσεως νόμων, οὔτε μὴν τοῖς ἐκ τοῦ καθήκοντος ἐπιτιμίοις ὑποθήσει θυγατέρα μητὴρ λελυπημένη, φροντίδος ἑτέρας ἐπηρτημένης, μᾶλλον δὲ ὀλέθρου καὶ τῶν εἰς ἄκρον κακῶν. οἰχήσονται γὰρ εἰς ἐρήμωσιν αἱ πόλεις, καὶ εἰς διαμερισμὸν καὶ καταστροφήν. οἱ μὲν γὰρ ἐκείνης, οἱ δὲ τῆς γείτονος, ἕτεροι δὲ τῆς ὁμόρου καταστρατεύσονται, καὶ ἁπάσης καταδραμοῦνται τῆς γῆς ἐξ ὄρους εἰς ὄρος, ἐξ ἠοῦς εἰς δύσιν, ὡς ἐκ βορέου πρὸς νότον, ὡς μέχρι τερμάτων ἅπασαν ἁπλῶς καταδῃοῦσθαι τὴν γῆν, ἀπὸ Τύρου ἕως ποταμοῦ καὶ ἐξ ὄρους εἰς ὄρος. εἰκὸς δὲ δὴ πάλιν νόμιμα λέγειν ἐν τούτοις τὰς ἐν ἔθει τεθειμένας τοῖς τῶν εἰδώλων τεμένεσιν ἑορτὰς, ἤγουν τὰς θυσίας. ἀνῃρημένων γὰρ αὐτοῖς τῶν πόλεων, οἴκων τε καὶ τῶν ἐν αὐτοῖς ἁπάντων διηρπασμένων, τίς ὁ πληρώσων ἔτι τὰ νενομισμένα, καὶ τοῖς τῶν εἰδώλων ἕδεσι καὶ ναοῖς προσκομιῶν τὸ σέβας;

Ἴοι δ᾽ ἂν ὁ λόγος, καὶ μάλα εἰκότως, καὶ ἐπ᾽ αὐτοὺς εἴπερ ἕλοιτό τις τοὺς ἑτερόφρονας καὶ δοκησισόφους καὶ τὰ ὀρθὰ τῆς Ἐκκλησίας δόγματα διαστρέφοντας. ἥλωσαν γὰρ ὡς πόλεις, καὶ εἰς διαμερισμὸν γεγόνασι τοῖς ἐχθροῖς· δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου· καὶ μερίδες γεγόνασιν ἀλωπέκων, κατὰ τὸ γεγραμμένον, μερισάμενοι τὴν ἀσέβειαν καὶ τοὺς τῆς βλασφημίας τρόπους καὶ τῆς ἀληθείας τὴν κατάῤῥησιν. συμβέβηκε δὲ ταυτὶ καὶ τοῖς Ἰουδαίων δήμοις, ὅτε τὸν Ἐμμανουὴλ ἀνοσίως περιυβρίσαντες, ἐκβεβλήκασι μὲν ἔξω τοῦ ἀμπελῶνος, κατὰ τὸ γεγραμμένον, σταυρῷ δὲ παρέδοσαν, καίτοι λέγοντες καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος. τοιγάρτοι πεπόρθηνται καὶ ἀκλεῶς διολώλασιν, οὐχ ἑτέρου του χάριν, ἢ ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν. δέον γὰρ ἄγασθαι τὸν Δημιουργὸν, τῆς εἰς τὸν κόσμον ἀγάπης, ὅτι “τὸν Υἱὸν αὐτοῦ ”τὸν Μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ “ἀπόληται ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον,” τοῦτο μὲν οὐκ ἔδρων· πόθεν; ἀναφυσώμενοι δὲ πρὸς ἀλαζονείας ἀπεκτόνασι τὸν Δεσπότην, ἀνταποδιδόντες αὐτῷ πονηρὰ ἀντὶ ἀγαθῶν, κατὰ τὸ γεγραμμένον, καὶ πᾶν εἶδος δυσσεβείας ἀνοσίως ἐπιτηδεύοντες.

ἀκουέτωσαν δὴ οὖν “Πορεύεσθε τῷ φωτὶ τοῦ ”πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε,” καὶ μὴν καὶ τό “Ἔδεσθε τοὺς καρποὺς τῶν ἰδίων ἐπιτηδευμάτων.” <Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας κατὰ μόνας δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου, νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος. καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά.> Ἐφήρμοσται πάλιν τοῖς διὰ μέσου κειμένοις ὁ λόγος, καὶ μετανεύει πρὸς τὸ χρηστὸν, τῇ τῶν ἐν Χριστῷ νοουμένων ἀγαθῶν ἐλπίδι προτρέπων ἐπὶ τὸ ἄμεινον καὶ μετατιθεὶς εὖ μάλα πρός γε τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. τεθορύβηκε μὲν γὰρ οὐ μετρίως τῇ προαγορεύσει τῶν σκυθρωπῶν τοὺς εὐκόλως ἰόντας ἐπὶ τὸ ῥᾳθυμεῖν, ἀνακτᾶται δὲ αὖ, τὸ κατευφραίνειν εἰδὸς εὖ μάλα παρεντιθεὶς, ὡς ἂν μὴ ἀπογινώσκοντες οἱ πρὸς οὓς ὁ τῆς νουθεσίας πεποίηται λόγος, φέροιντο κατὰ πετρῶν, ἀμεταστρεπτί τε καὶ ἀχαλίνως. γέγραπται γάρ “Ὅταν ἔλθῃ ”ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ.” εἰσκεκόμισται τοίνυν ἢ τὸ αὐτοῦ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, λέγον τῷ Υἱῷ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου, ἤγουν ἔτι πάλιν τὸ πρόσωπον ἡμῖν τὸ προφητικὸν αὐτῷ τρόπον τινὰ διακεκραγὸς τῷ Ἐμμανουὴλ, ὅτι χρὴ ποιμαίνειν αὐτὸν ἐν ῥάβδῳ τὸν ἴδιον λαὸν ἢ κλῆρον.

λαὸς δὲ Χριστοῦ, καὶ μέντοι καὶ πρόβατα νομῆς αὐτοῦ νοηθεῖεν ἂν οἵ τε ἐκ περιτομῆς πιστεύσαντες, καὶ οἱ κεκλημένοι πρὸς ἁγιασμὸν ἐκ τῆς τῶν ἐθνῶν πληθύος. ἔκτισε γὰρ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκατήλλαξεν ἀμφοτέρους διὰ τοῦ σώματος αὐτοῦ πρὸς ἕνωσιν τὴν πνευματικήν. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός “Καὶ ἄλλα πρόβατα ἔχω·” τοὺς ἐκ περιτομῆς δηλονότι· “κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς ”ποιμήν.” Λαὸς οὖν ἄρα Χριστοῦ, φυλή τε καὶ πρόβατα καὶ κληρονομία οἱ “οὐκ ἐξ ἔργων νόμου,” δεδικαιωμένοι δὲ μᾶλλον διὰ τῆς πίστεως. οἱ μὲν γὰρ ὑπὸ κατάραν ἦσαν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· οἱ δὲ φαῖεν ἂν ἐφ᾽ ἑαυτοῖς ἀληθεύοντες “Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν ”οὐρανὸν καὶ τὴν γῆν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.”

καταποιμαίνει δὲ τοὺς ἰδίους ἐν ῥάβδῳ Χριστὸς, οὐκ ἐν σιδηρᾷ καταπλήττων, καὶ ὡς σκεῦος κεραμέως συντρίβων, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἀλλ᾽ ἐπιστρέφων ἐν ἠπιότητι, καὶ οἷα ποιμὴν ἀγαθὸς, μετρίοις ἀνακόπτων δείμασι τὰς ἐπὶ τὸ ῥᾴθυμον ὁρμὰς τῶν πεπιστευκότων· οὕτω γάρ που φησὶν ὁ τῶν ὅλων Δεσπότης, ὡς ἐν προσώπῳ Δαυεὶδ τὸν ἐφ᾽ Υἱῷ διαπλάττων λόγον “Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν ”νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ “δικαιώματά μου βεβηλώσουσι, καὶ τὰς ἐντολάς μου μὴ ”φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, “καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ ”διασκεδάσω ἀπ᾽ αὐτῶν.” οὐκοῦν συντρίβει μὲν, ὥσπερ ῥάβδῳ καταπαίων τῇ σιδηρᾷ, τὸν ἐξήνιον, ἀπειθῆ τε καὶ ἀλαζόνα, καὶ τὴν πίστιν οὐ προσιέμενον· παιδαγωγεῖ δὲ χρηστῶς τοὺς πεπιστευκότας, καὶ καταβόσκει μὲν ἐν κρίνοις, ἀποφέρει δὲ καὶ ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι, δῆλον δὲ ὅτι τῇ θεοπνεύστῳ γραφῇ, καθιστὰς ἐναργῆ διὰ τοῦ Πνεύματος τοῖς νουνεχεστέροις τὰ ἐν αὐτῇ κεκρυμμένα, ἵνα “πρὸς ἄνδρα τέλειον ἀναβαίνωσι, καὶ εἰς μέτρον ἡλικίας ”τοῦ πληρώματος τοῦ Χριστοῦ,” λιπαρὰν ἔχοντες καὶ εὐτροφουμένην τὴν φρένα, καὶ ταῖς νοηταῖς ἐνσπαταλῶσαν τρυφαῖς.

Κατασκηνοῦμεν δὲ κατὰ μόνας οἱ ἀπόλεκτοι καὶ ἐκκεκριμένοι, καὶ τῶν ἄλλων ἀποφοιτήσαντες, οἳ μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς καὶ τὴν τῶν προσκαίρων ἐκτετιμήκασι κτῆσιν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἐνδούμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων οὐ μετρίως ἀπονενεύκασιν. οὐκοῦν ἠρεμαῖον ἔχοντες τὸν νοῦν, καὶ τύρβης αὐτὸν τῆς εἰκαίας καὶ βδελυρᾶς ἀπαλλάττοντες, ἔξω που τεθείμεθα, σεπτήν τε καὶ ἀξιάγαστον διαζῶμεν ζωὴν, καὶ κατὰ μόνας ἐσμὲν, καθάπερ ἀμέλει καὶ ὁ προφήτης Ἱερεμίας. ἔφη γὰρ ὅτι “Κύριε ”παντοκράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, “ἀλλ᾽ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας ”ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” κατοικοῦμεν δὲ κατὰ μόνας οἷάπερ ἐν δρυμῷ καὶ ἐν ὄρει. καὶ δρυμὸν μὲν νοήσεις εὔξυλόν τε καὶ εὐανθῆ τὴν διφυᾶ παίδευσιν, ἠθικήν τε φημὶ καὶ δογματικὴν, ὄρος δὲ τὸ οἷον ὑψοῦ τε καὶ ἀνηγμένον. χθαμαλὸν γὰρ οὐδὲν τῶν παρ᾽ ἡμῖν φιλοσοφουμένων, καὶ σπουδῆς ἀξιουμένων ἐν Ἐκκλησίᾳ. ὅτι δὲ πίων τε καὶ εὔβοτος ἡ τοιάδε νομὴ, κατασημαίνει πάλιν ὡς ἐκ παχυτέρων παραδειγμάτων, νεμηθήσεσθαι λέγων τοὺς ὑπὸ Χριστῷ παιδαγωγουμένους τήν τε Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν· χωρία δὲ ταῦτα πλείστην ὅσην καὶ ἀμφιλαφῆ τοῖς θρέμμασιν ἀναβρύοντα νομὴν, καὶ ποικίλῃ πόᾳ πλουσίως κατεστεμμένα.

ἀπὸ δὴ τῶν σωματικῶν καὶ ὡς ἐν αἰσθήσει κειμένων ἀναθρώσκοντες σοφῶς ἐπὶ τὰ πνευματικὰ, καὶ τὴν ἔσω τε καὶ κεκρυμμένην θεωρίαν ἐννοῶμεν, ὅτι τοῖς τῆς θεοπνεύστου γραφῆς ἐντρυφῶν θεωρήμασιν ἐναβρύνεται μὲν τῶν ἁγίων ὁ νοῦς, πιμελῆς δὲ ὥσπερ τινὸς ἀναπίμπλαται, πρακτικῆς, ὡς ἔφην, καὶ θεωρητικῆς ἀρετῆς ἀφθόνως μεταλαχὼν, οὐκ εἰς χρόνον τινὰ βραχὺν καὶ συνεσταλμένον, ἀλλ᾽ ὡς ὁ Προφήτης φησὶ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, εἰς μακρὸν καὶ ἀπέραντον. τὰ μὲν γὰρ εὐφραίνοντα τὴν σάρκα σὺν αὐτῇ πίπτει καὶ μαραίνεται καὶ ἐν ἴσῳ σκιαῖς παριππεύοντα μετὰ βραχὺ συστέλλεται· τῶν δὲ ἄνωθεν καὶ πνευματικῶν ἀγαθῶν ἡ μέθεξις μακροῖς αἰῶσι συνεκτείνεται· ἀναπόβλητος γὰρ τῶν τοιούτων ἡ κτῆσις.

Ἔφη δὲ ὅτι ὄψεσθε θαυμαστὰ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐκ γῆς Αἰγύπτου. ὥσπερ γὰρ τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάττων τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, διαφόροις κολάσεσι κατῃκίζετο τοὺς ἐθέλοντας πλεονεκτεῖν, πηλῷ τε αὐτὸν καὶ πλινθείᾳ κατατρύχοντας, οὕτω δὲ καὶ ἡμᾶς τοὺς πεπιστευκότας τῆς τοῦ διαβόλου χειρὸς καὶ τῆς νοητῆς δουλείας ἔξω τιθεὶς ὁ Σωτὴρ, ἔδησε τὸν ἰσχυρὸν ὡς αὐτός φησι, καὶ ἐξέβαλεν ἔξω τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. καὶ ὥσπερ ὁ Φαραὼ κατεποντίσθη, καὶ ἀπόλωλεν ὁμοῦ τοῖς ἰδίοις ὑπασπισταῖς· οὕτω πάλιν ὁ σατανᾶς ὁμοῦ τοῖς ἀκαθάρτοις πνεύμασι μονονουχὶ γέγονεν ὑποβρύχιος, σειραῖς ζόφου τεταρταρωμένος. καὶ ὥσπερ ὁ Ἰσραὴλ εἰς Μωυσέα μὲν, πλὴν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ ἐβαπτίζοντο· οὕτω καὶ ἡμεῖς εἰς Χριστὸν βεβαπτίσμεθα. αὐτὸς γάρ ἐστιν ἡ νοητὴ νεφέλη, ἡ τὴν ὑφ᾽ ἥλιον καταρδεύουσα, καθάπερ τισὶν ὑετοῖς, τοῖς εὐαγγελικοῖς κηρύγμασι. καὶ ὥσπερ ἐκείνοις καθίει τὸ μάννα κατὰ τὴν ἔρημον, οὕτω καὶ ἡμῖν ἑαυτὸν δίδωσιν εἰς τροφὴν “ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν ”διδοὺς τῷ κόσμῳ.” καὶ εἰσεκομίζοντο μὲν εἰς γῆν ἐκεῖνοι τὴν αἰσθητήν· ἡμεῖς δὲ τὴν ἄνω κατακληρονομοῦμεν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν· καὶ ταύτην εἶναι τὴν γῆν φησὶν ὁ Σωτὴρ, ἣν καὶ τοῖς πραέσιν ἐπηγγείλατο.

οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν πάλαι γεγενημένων ἐπὶ τῷ Ἰσραὴλ μαθήσῃ σαφῶς τῶν διὰ Χριστοῦ κατωρθωμένων ἐν ἡμῖν τὴν δύναμιν.

Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις τὸ τελοῦν εἰς ὄνησιν πανταχόθεν ἡμᾶς ἐκπορίζειν ἀναγκαῖον, φέρε καὶ ἑτέραν ἰόντες ὁδὸν, ἀπὸ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἑλόντες λέγωμεν. Κάρμηλος μὲν γὰρ Περιτομῆς ἐπίγνωσις ἑρμηνεύεται, αἰσχύνη δὲ Βασανῖτις, Γαλααδῖτις γεμὴν Διαθήκης μετάθεσις. ἔχει δὲ λίαν ἔν γε δὴ τούτοις μάλιστα τὸ πιθανὸν ὁ λόγος. ἐσόμεθα τοίνυν, Χριστοῦ ποιμαίνοντος, ἐν ἐπιγνώσει περιτομῆς, δηλονότι τῆς ἐν Πνεύματι νοουμένης. περιτετμήμεθα γὰρ ἡμεῖς ἀχειροποιήτῳ περιτομῇ, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέρομεν Ἰουδαῖον, τοῦ κατὰ σάρκα Ἰσραὴλ τὴν αἰσθητὴν ἔχοντος μόνην καὶ τὴν ἐν γράμματι, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν καρδίᾳ διὰ τοῦ Πνεύματος. αὕτη γὰρ ἡ ἀληθὴς περιτομὴ, Θεῷ γνωρίμους ἀποτελοῦσα τοὺς δεχομένους αὐτήν. τοιγάρτοι καὶ ἔφασκε προφητικὸς ἡμῖν ὁ λόγος “Περιτμή- ”θητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, “ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ.” ἐν Καρμήλῳ δὴ οὖν ἐσόμεθα, διαποιμαίνοντος Χριστοῦ, τουτέστιν ἐν ἐπιγνώσει περιτομῆς, ἐσόμεθα δὲ οὐδὲν ἧττον καὶ ἐν Βασανίτιδι, τουτέστιν ἐν ἐντροπῇ καὶ αἰσχύνῃ, οὐκ ἐλεγχόμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ᾽ ὅτι πεπλημμελήκαμεν, ταύτῃτοι μεταγινώσκοντες, καὶ ἐν αἰσθήσει λοιπὸν τῶν ἐξ ἀγνοίας ἡμαρτημένων ἐρχόμενοι· σωτηρίας δὲ τὸ χρῆμα ὁδός.

ἀναισθησίας γὰρ τῆς ἐσχάτης ἀπόδειξις ἐναργὴς, τὸ οἷον σκληρᾷ τε καὶ ἀναισχύντῳ καρδίᾳ διαβιοῦν ἑλέσθαι τινὰς, καὶ ἥκιστα μὲν τοῖς ἰδίοις πταίσμασιν ἐπερυθριᾶν· κεῖσθαι δὲ τάχα που καὶ ἐν ἀγνοίᾳ τῶν ἡμαρτημένων. οὐκοῦν οἱ ἐν ἐπιγνώσει περιτομῆς τῆς νοητῆς τε καὶ θείας, ἐπερυθριάσουσι μὲν τοῖς ἰδίοις πταίσμασιν, ἐν αἰσθήσει δὲ τοῦ πεφυκότος ἀδικεῖν γενόμενοι, πάντως που μεταφοιτήσουσιν ἐπὶ τό σφισιν αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατον. ἔσονται δὲ οἱ τοιοῦτοι καὶ ἐν τῇ Γαλααδίτιδι, τουτέστιν, ἐν μεταστάσει νομοθεσίας ἤγουν διαθήκης. πολιτευσόμεθα γὰρ ὑπὸ Χριστῷ γεγονότες, νομικῶς μὲν οὐκέτι, ζήσομεν δὲ μᾶλλον εὐαγγελικῶς, καὶ τὴν ἐκ τοῦ γράμματος παχύτητα παρατρέχοντες, τὴν πνευματικὴν λατρείαν ἐπιτελέσομεν τῷ Θεῷ, καὶ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον μεθιστάμενοι, ἀλλαξόμεθα τῶν τύπων τὴν ἀλήθειαν. <Ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωφωθήσονται.

λείξουσι χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν.> Ἔθνη φησὶν ἐν τούτοις τὰς βδελυράς τε καὶ ἀκαθάρτους τῶν δαιμόνων ἀγέλας, αἳ πάντη τε καὶ πάντως ἐπὰν ἴδωσι τοὺς ἐν Χριστῷ καλουμένους εἰς δικαίωσιν, εἰς ἁγιασμὸν, εἰς ἀπολύτρωσιν, εἰς υἱοθεσίαν, εἰς ἀφθαρσίαν, εἰς δόξαν, εἰς ἀνειμένην τε καὶ ἐλευθέραν ζωὴν, τότε δὴ τότε καταισχυνθήσονται, τῆς κατ᾽ αὐτῶν δυναστείας ἐξωθούμενοι καὶ τὴν ἰδίαν ἰσχὺν διαπίπτουσάν τε καὶ ἀτονοῦσαν βλέποντες. δέδωκε γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς “πατεῖν ”ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ἐχθροῦ.” κείσονται δὴ οὖν ὑπὸ πόδας τῶν πεπιστευκότων οἱ πάλαι νενικηκότες, κατηῤῥωστηκότες τὸ ἄναλκι καὶ ἀπονευρούμενοι διὰ Χριστοῦ. καὶ τὰς μὲν χεῖρας ἐπιθήσουσι τῷ στόματι, καταγορεύειν οὐκέτι τῶν ἡμαρτηκότων συγχωρούμενοι· “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;” κατὰ τὸ γεγραμμένον. ἔφη δέ που καὶ ὁ μακάριος Δαυεὶδ ὅτι “Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.” σιωπήσουσι δὴ οὖν, καὶ οὐχ ἑκόντες, φησὶν, οἱ δεινοὶ πρὸς ἐγκλήματα, καὶ ὥσπερ ὑπὸ βροντῆς βεβλημένοι τοῦ ἐφ᾽ ἡμῖν δηλονότι θαύματος, ἀποκωφωθήσονται.

ἐξαίσιον γὰρ ἄκουσμα τὸ ἐφ᾽ ἡμῖν, μέγα τε ὥσπερ καὶ ὑπερφυὲς ἀληθῶς κατακτύπημα, εἴπερ ἐστὶν ἀληθές “Ὅτι ἔτι ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν ”Χριστὸς ὑπὲρ ἀσεβῶν ἀπέθανεν,” ἵν᾽ οἱ πάλαι δεινοῖς καὶ ἀφορήτοις ἐνισχημένοι πταίσμασι, νῦν ὦμεν ἡγιασμένοι, καὶ “Οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλ᾽” ἐλέῳ καὶ χάριτι, οἱ πάλαι λελυπημένοι καὶ ἁπάσης ἐλπίδος ὡς ἀπωτάτω, νῦν ἠγαπημένοι, λαμπροὶ καὶ ἀπόβλεπτοι, “κλη- ”ρονόμοι μὲν Θεοῦ, Χριστοῦ δὲ συγκληρονόμοι.” ἀποκωφωθήσονται δὴ οὖν φησὶ, μονονουχὶ καὶ ἐμβρόντητοι γεγονότες διάτοι τὴν ἐφ᾽ ἡμῖν γαληνότητα τοῦ Θεοῦ καὶ τῆς παραδόξου χρηστότητος τὴν ὑπερβολὴν, λείξουσι χοῦν σύροντες γῆν ὡς ὄφεις, τουτέστιν, οὐχ εὑρήσουσι τροφήν. ἔθος μὲν γὰρ τοῖς ὄφεσιν, εἰ ἐν ἐνδείᾳ γένοιντο τῶν ἐδωδίμων, ἔσθ᾽ ὅτε διαμάττειν τῇ γλώττῃ τὸν χοῦν, καὶ τροφὴν ἡγεῖσθαι τὸ παρατυχόν. ἔσεσθαι δέ φησιν καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐν ἴσαις ἐνδείαις. οἱ γὰρ δὴ πάλαι τρυφᾶν εἰωθότες καὶ ἄρδην ἅπαντας καταπίνοντες τοὺς ἐπὶ τῆς γῆς, οὐχ εὑρήσουσιν ἔτι τὸν τοῦτο παθεῖν ἀνεχόμενον, διὰ τὸ καὶ πάντας σεσῶσθαι παρὰ Χριστοῦ, ἥκειν τε λοιπὸν εὐσθενείας εἰς τοῦτο πνευματικῆς, ὡς τῶν ἀρχαίων ἐκείνων μὴ ἀνέχεσθαι δηγμάτων, ἐπιβαίνειν δὲ μᾶλλον ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, κατὰ τὸ γεγραμμένον.

οὐχὶ μόνον δὲ λείξουσι τὴν γῆν, ἀλλὰ γὰρ καὶ συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν, τουτέστι, συνεχόμενοί τε πρὸς ἀσθενείας καὶ λύπας, καὶ οἷον πολιορκούμενοι τῇ τοῦ καταθλίβοντος δυνάμει, φημὶ δὴ Χριστοῦ, οὐκ ἐν μετρίοις ἔσονται δείμασιν.

Εἰκὸς δὲ δή τι καὶ ἕτερον ἐν τούτοις ἡμῖν ὑποδηλοῦν τὸν συγκλεισμόν. γενόμενος γὰρ καθ᾽ ἡμᾶς ὁ Μονογενὴς μυρία μὲν ὅσα παραδόξως εἰργάζετο, πλείονα δὲ ἦν οἶμαί που τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. ἐπέταττε γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι καταβαίνειν εἰς ᾅδου, καὶ κατακλείεσθαι λοιπὸν εἰς τὴν ἄβυσσον, ἵνα τῶν πικροτέρων θηρίων ἀπαλλάττοι τὴν γῆν. εἰκόνα δὲ τοῦ πράγματος ἐν τοῖς ἀρχαιοτέροις τεθεάμεθα γράμμασιν· ἐπειδὴ γὰρ εἷλεν Ἰησοῦς ὁ τοῦ Ναυὴ τὰς τῶν ἐθνῶν χώρας, πέντε βασιλεῖς κατέκλεισεν ἐν σπηλαίῳ, ἐπεκύλισέ τε τῷ στόματι λίθον, τῆς τοῦ Σωτῆρος οἰκονομίας ἀνατυπῶν, ὡς ἔφην, ἐφ᾽ ἑαυτῷ τὴν δύναμιν. καὶ γοῦν οἱ δαίμονες “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς ”εἰς τὴν ἄβυσσον ἀπελθεῖν.” συγχυθήσεσθαι δὴ οὖν αὐτοὺς φησὶν ἐν συγκλεισμῷ αὐτῶν, οἷον κατακλειομένους εἰς ᾅδου λοιπὸν, καὶ σειραῖς ζόφου τεταρταρωμένους, ἵν᾽, ὡς ἔφην, τῶν πικρῶν τε καὶ ἀνημέρων θηρίων ἀπαλλάττῃ λοιπὸν τὸ γένος τὸ ἀνθρώπινον. <Ἐπὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν ἐκστήσονται, καὶ φοβηθήσονται ἀπὸ σοῦ. τίς Θεὸς ὥσπερ σύ; ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ, καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀποῤῥίψει εἰς τὰ βάθη τῆς θαλάσσης πᾶσας τὰς ἁμαρτίας ἡμῶν.

δώσει εἰς ἀλήθειαν τῷ Ἰακὼβ, ἔλεος τῷ Ἁβραὰμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.> Ἔκστασις γὰρ ἀληθῶς τὸ Χριστοῦ μυστήριον, καὶ παντὸς ἐπέκεινα λόγου τοῦ καταθαυμάζειν εἰδότος τῆς ἐφ᾽ ἡμῖν ἡμερότητος ἡ ὑπεροχή. καὶ γοῦν ὁ θεσπέσιος Ἀμβακοὺμ τὸν τῆς ἐνανθρωπήσεως τρόπον κατατεθηπὼς ἀνακεκράγει σαφῶς “Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, ”Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἐν ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, καὶ πλούσιος ὢν ὡς Θεὸς, ἐπτώχευσε δι᾽ ἡμᾶς, ἵν᾽ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· ἵνα σώσῃ τὸ ἀπολωλὸς, ῥώσῃ τὸ ἠσθενηκὸς, καταδήσῃ τὸ συντετριμμένον, ζωοποιήσῃ τὸ ἐφθαρμένον, καθαρίσῃ τὸ ῥυποῦν, ἀπαλλάξῃ δίκης τὸ καταδεδικασμένον, εὐλογημένον ἀποφήνῃ τὸ ἐπάρατον, τῇ τῆς υἱοθεσίας κατακαλλύνῃ τιμῇ τὸ δοῦλον τῇ φύσει. οὐκοῦν ἀκουέτω παρὰ πάντων Τίς Θεὸς ὥσπερ σύ; ἀγαθὸς δηλονότι καὶ ἀμνησίκακος, ἀνιεὶς ἐγκλήματα τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ· κατάλοιποι δὲ κληρονομίας αὐτοῦ νοηθεῖεν ἂν οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, τῆς ἑτέρας δηλονότι πληθύος ὠλοθρευμένης, ὅτι μὴ πεπιστεύκασιν. ἔφη δέ που Χριστός “Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ”οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται ὅτι μὴ πεπί- “στευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ Θεοῦ.”

ὑπερθρώσκει δὴ οὖν ἁμαρτίας καὶ παριππεύει τὰ ἐγκλήματα καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ. τὸ εἰς μαρτύριον ἀντὶ τοῦ εἰς τέλος, ἢ μέχρι παντός. ἐκβεβλήμεθα γὰρ ἐν Ἀδὰμ, ἀλλ᾽ εἰσεδέχθημεν ἐν Χριστῷ. καὶ κατηράσατο μὲν ἐν ἐκείνῳ, ηὐλόγησε δὲ πάλιν ἐν τούτῳ· “Ὥσπερ γὰρ, φησὶ, τῷ τοῦ ἑνὸς ”παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” οὕτω καὶ τῷ τοῦ ἑνὸς δικαιώματι οἱ πολλοὶ ζήσονται. κατέληξε δὴ οὖν τῆς ὀργῆς, ὅτι θελητὴς ἐλέους ἐστίν· ἐν καιρῷ δὲ τῆς ἁπάντων ἐπιστροφῆς, τουτέστι τῆς ἐνανθρωπήσεως, οἷά περ ἐν θαλάσσῃ βαπτιεῖ τὰς ἁπάντων ἁμαρτίας. ἐπειδὴ δὲ τοῖς ἁγίοις πατράσιν, Ἁβραάμ τε φημὶ καὶ Ἰακὼβ ἐπηγγείλατο πολυπλασιάσειν αὐτῶν τὸ σπέρμα καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, δώσει φησὶν αὐτοῖς τὰ ἐπηγγελμένα. κληθήσονται γὰρ πατέρες πολλῶν ἐθνῶν, οὐκ ἐν μόνοις δηλονότι τοῖς ἐξ αἵματος Ἰσραὴλ μετρουμένων τῶν τέκνων, ἀλλὰ καὶ τοῖς ἐξ ἐπαγγελίας. οὗτοι δέ εἰσιν οἱ ἐκ πίστεως τῆς καὶ καλουμένης ἀκροβυστίας, τοῖς ἐκ νόμου καὶ περιτομῆς εἰς ἑνότητα τὴν πνευματικὴν οἱονείπως ἀνακιρνάμενοι. γέγραπται γὰρ ὅτι “Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ ”τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.” ὅσοι γάρ εἰσιν “ἐκ πίστεως, εὐλογοῦνται σὺν τῷ πιστῷ Ἁβραάμ.”

καὶ ὁ τῆς εὐλογίας τρόπος νοοῖτ᾽ ἂν ἡ χάρις ἡ ἐν Χριστῷ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.