Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς δώδεκα προφήτας
Υπόμνημα στον προφήτη Ναούμ
Προφητεία περί της παντοδυναμίας του Θεού, της πτώσης της Νινευή και της καθαίρεσης των νοητών εχθρών μέσω της θείας δίκης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπόμνημα στον προφήτη Ναούμ
Προφητεία περί της παντοδυναμίας του Θεού, της πτώσης της Νινευή και της καθαίρεσης των νοητών εχθρών μέσω της θείας δίκης.
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΝΑΟΥΜ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ἝΚΑΣΤΟΣ τῶν ἁγίων προφητῶν ἐπί τινι χρησίμῳ καὶ ἀναγκαίῳ παρελαμβάνετο πράγματι κατὰ καιροὺς τοῖς θείοις ὑπηρετήσων νεύμασι, καὶ τὰς ἄνωθεν εἰς ἀνθρώπους διαπορθμεύσων φωνάς. καὶ οἱ μὲν ἐκδεδιττόμενοι πλημμελοῦντα τὸν Ἰσραὴλ, τὰς ἐσομένας αὐτοῖς προαπήγγελλον συμφορὰς, καὶ εἰ μὴ δρᾶν ἕλοιντο τὰ θυμήρη Θεῷ, δεινοῖς καὶ ἀφύκτοις περιπεσεῖσθαι κακοῖς ἠπείλουν ἀναφανδόν· οἱ δὲ καὶ αὐτὰ τὰ συμβεβηκότα παραφέροντες εἰς μέσον, καὶ τοῖς πεπονθόσιν ἐπιστυγνάζοντες, ἀνέπειθον εὐφυῶς διαβιῶναι ἐθέλειν ἐπεικέστερον, οὕτω τε λοιπὸν ἐκκρούεσθαι τὴν ὀργήν· οἱ δὲ πεπονθότα τὸν Ἰσραὴλ εἰς ἐλπίδα βόσκουσιν ἀγαθὴν, καὶ διακεῖσθαι παρεσκεύαζον, ὅτι πεπραχότες ἀθλίως ἐπί γε ταῖς σφῶν ἁμαρτίαις, εὐημερήσουσι πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ᾽ ἀρχῆς, ἐλέῳ τε καὶ χάριτι καὶ δυνάμει Θεοῦ τοῦ τὰ πάντα εὐκόλως πρὸς ὅπερ ἂν βούλοιτο μεταπλάττοντος. τοιοῦτόν τινα καὶ νῦν τῆς προκειμένης ἡμῖν πραγματείας εὑρήσομεν τὸν σκοπόν.
Ἐπειδὴ γὰρ ἥλω τῶν Ἰουδαίων ἡ χώρα, καὶ εἰς τὴν Περσῶν τε καὶ Μήδων ἐξεκομίσθησαν δορίληπτοι γεγονότες οἱ ταῖς ἐκτόποις ἀποστασίαις καταλυπήσαντες τὸν ἀεὶ προεστηκότα καὶ ὑπεραθλοῦντα Θεὸν καὶ ἀμείνους ἀποφαίνοντα τῶν ἀνθεστηκότων αὐτοὺς, οἱ μὲν ἤδη τοῦτο πεπονθότες, τοῖς τῆς αἰχμαλωσίας ἐνισχημένοι κακοῖς καὶ δύσοιστον ἔχοντες ἀθλιότητα διετέλουν· οἱ δὲ δὴ μόλις ἰσχύσαντες ἔξω βρόχων γενέσθαι, καὶ τὴν τῶν Βαβυλωνίων διαφυγεῖν ἀγριότητα, ἐν ἀκαταλήκτοις ἦσαν δείμασι καὶ ἐν ὑποψίᾳ πολλῇ, μὴ ἄρα πως καὶ αὐτοὶ τοῖς ἴσοις κακοῖς ἢ τοῖς ἔτι χείροσι περιπέσωσιν, ἐπιμηνίσαντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος Θεοῦ, ἀνέντος τε οὔπω τὴν ἀγανάκτησιν· εἰς τοῦτο δὲ ἤδη δειμάτων ᾔεσαν, ὡς ἐν ταῖς τῶν ὁμόρων ἐθνῶν κατασκίδνασθαι χώραις, μονονουχί τε θητεύειν ἑτέροις, καὶ τούτοις ἀλλογενέσι καὶ εἰδωλολάτραις. οὐκ ἀζήμιον δὲ ἦν τὸ χρῆμα αὐτοῖς· ἐμάνθανον γὰρ τοῖς ἐκείνων ἔθεσι διαζῆν, καὶ παρ᾽ οἷς ἂν εὑρεθεῖεν ἕκαστοι, τὸ αὐτῶν ποιεῖσθαι σέβας ἐν τάξει Θεοῦ. διὰ τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐμπεπρησμένων τῶν Ἱεροσολύμων κατὰ καιροὺς διὰ χειρὸς τοῦ Ναβουχοδονόσορ, τοῖς διασεσωσμένοις ἐπέταττε μὴ καταβαίνειν εἰς Αἴγυπτον, ἱζήσαντας δὲ μᾶλλον οἴκοι τῆς πατρῴας ἔχεσθαι λατρείας, ἐπικουροῦντος αὐτοῦ.
ἵνα τοίνυν τὴν τοῦ ἐπανήξειν κατὰ καιροὺς ἔχοντες ἐλπίδα, μὴ λίαν ἄθυμοι διατελοῖεν οἱ ἐξ Ἰσραὴλ, παραιτοῖντο δὲ μᾶλλον τὴν ἀπόγνωσιν οἱ γεγονότες αἰχμάλωτοι, καὶ ἀεὶ συντείνοιντο πρὸς εὐχὰς, ἕλοιντό τε προσκυνεῖν τῷ καὶ ἀπαλλάττειν ἰσχύοντι καὶ λυτρῶσαι δυναμένῳ· οἱ δέ γε τὴν Ἰουδαίαν οἰκοῦντες μὴ ἔτι ταῖς τῶν ἐθνῶν ἐπιμίσγοιντο χώραις· δέχεται τὴν ὅρασιν ὁ Προφήτης παρὰ Θεοῦ κατὰ τῆς Νινευΐ· πόλις δὲ αὕτη τῶν Ἀσσυρίων ἡ προὔχουσα· καὶ ὅτι πεσεῖται προαπαγγέλλει, συγκαταδῃωθείσης αὐτῇ καὶ ἁπάσης τῆς χώρας, ὃ δὴ καὶ τετέλεσται Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ Πέρσας τε καὶ Μήδους καὶ Ἐλαμίτας καὶ ἕτερά τινα τούτοις συγκαθοπλίσαντος ἔθνη κατὰ τῆς Νινευΐ. εἷλε γὰρ αὐτὴν κατὰ κράτος, καὶ τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, οἴκαδέ τε ἰέναι προστέταχεν ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς. οὗτος μὲν οὖν ἡμῖν ὁ σκοπὸς τῆς προκειμένης πραγματείας· τὰ δὲ ἐφεξῆς, ὡς ἔνι, καὶ ἀνὰ μέρος προσθήσομεν. <Λῆμμα Νινευῒ, βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου.> Ὁρίζεται πρῶτον τῆς προφητείας τὸν σκοπὸν, καὶ ἐφ᾽ ὅ τι τε καὶ ὅποι βλέπει χρησίμως διατρανοῖ· εἶτα τίς ὁ λέγων καὶ πόθεν, καθίστησιν ἐναργές. τὸ μὲν γὰρ λῆμμά φησιν, τουτέστιν, ἡ ληφθεῖσά τε καὶ προκειμένη καὶ ἐν χερσὶν προφητεία νοοῖτ᾽ ἂν οὐκ ἐφ᾽ ἑτέροις τισὶ μᾶλλον, ἢ κατὰ τῆς Νινευῒ, ἤγουν τὸ τῆς προφητείας λῆμμα νοείσθω Νινευΐ.
ἐπιγράφεται δὲ τὸ βιβλίον Ὅρασις Ναοὺμ τοῦ ἀπὸ τῆς Ἐλκεσαί. κώμη δὲ αὕτη πάντως που τῆς Ἰουδαίων χώρας. ἐκληψόμεθα γὰρ οὐχ ὡς ἐκ πατρὸς, ἀλλ᾽ ὡς ἐκ τόπου μᾶλλον τὸ Ἐλκεσαίου. καὶ τοῦτό φαμεν ἐξ ἀναγνωσμάτων ἔχοντες τὴν παράδοσιν. <Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῳῶν οὐκ ἀθῳώσει.> Βαθὺς ὁ λόγος, καὶ οὐχ ἕτοιμος ἑλεῖν, πλὴν ὅτι μόνοις τοῖς ἐθέλουσι περιαθρεῖν εὖ μάλα τὰ ἐν αὐτῷ. καὶ εἰ μὲν νοοῖτο γεγονὼς ὡς πρός γε τοὺς Ἰουδαίους, ἐπιπλήξει μετρίᾳ κεκερασμένην ἐπιεικῶς εὑρήσομεν τὴν παράκλησιν. εἰ δὲ δή τις οἴοιτο κατὰ τῆς Νινευῒ γενέσθαι καὶ λέγεσθαι, πρὸς ἕτερόν τι τετράψεται τῶν θεωρημάτων ὁ νοῦς, καὶ τοῖς πεπονθόσι τὴν δῄωσιν τοῦ καὶ αὖθις ἀνασφῆλαι δίδωσί τε καὶ ἐμπεδοῖ τὰς ἐλπίδας. τῆς οὖν ἐπ᾽ ἀμφοῖν ἐννοίας τὸν σκοπὸν ὡς ἔνι ἐμφανῆ καταστήσομεν.
ἀπολακτίσαντες γὰρ Ἰουδαῖοι τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας τὸ γνήσιον δι᾽ οὐδενὸς παντελῶς ποιούμενοι λόγου, κατέθορον εἰς πολυθεΐαν καὶ ἀλλόκοτον πλάνησιν καὶ τὴν ἔξω νόμου ζωὴν, ἀνεδείμαντό τε βωμοὺς, ἔστησαν τεμένη τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, τελετὰς καὶ θυσίας προσῆγον, τῇ Ἀστάρτῃ, τῷ Χαμῶς, τῷ Βεελφεγὼρ, ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ τὸ ἔτι τούτων ἀλογώτερον, αὐταῖς ἀνέθεσαν ᾠδὰς τὰς χαριστηρίους. ἔφασκον γὰρ ἐξ ἀποπληξίας οἱ δείλαιοι “Οὗτοι ”οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰ- “γύπτου.” ἀλλὰ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασι διαλελήθασι σφᾶς αὐτοὺς καταθήγοντες ἐφ᾽ ἑαυτοῖς τὸν πάλαι προεστηκότα καὶ ἀνασώζοντα Θεὸν, ᾧ γεγόνασιν ἐχθροὶ, καὶ ἐν τῇ τῶν πολεμίων τέθεινται μοίρᾳ, τοῖς μὴ κατὰ φύσιν θεοῖς προσνέμοντες ἑαυτοὺς, καίτοι πάλαι Μωυσέως βοῶντος περὶ Θεοῦ, ὡς εἴη τε καὶ ζηλωτὴς, καὶ ὡς πῦρ ἀναλίσκον, καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο καταλυπεῖν ᾑρημένων. προανεφώνει γὰρ ὅτι “Αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ Θεῷ, παρώρ- ”γισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐ- “τοὺς ἐπ᾽ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.” προσκεκρουκότες δὴ οὖν πολυτρόπως, εἰκότως καὶ διολώλασι. τοῦτο καὶ νῦν ὁ Προφήτης φησὶ, μονονουχὶ καὶ ἀσχάλλοντας ἐπὶ τοῖς συμβεβηκόσι τοὺς δήμους τῶν Ἰουδαίων, ἐλέγχων τε ὁμοῦ καὶ παραμυθούμενος.
ναὶ γὰρ, φησὶ, καταλγύνεσθε πεπονθότες ἀδοκήτως τὴν ἐρήμωσιν, οἴκων τε καὶ χώρας καὶ πόλεων ἐκσεσοβημένοι, καίτοι νικῶντες ἀεὶ τοὺς ἀνθεστηκότας· πεπτώκατε δὲ καὶ ὑπὸ πόδας ἐχθρῶν. εἶτα πῶς οὐκ ἔδει πρὸ πείρας ἐννοεῖν, ὅτι Θεὸς ζηλωτής ἐστι, καὶ ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων τοὺς ἐχθροὺς αὐτοῦ; εἰ δὲ δὴ καὶ ἡμεῖς ἐξῃρήμεθά φησι, καὶ γεγόναμεν ἐκ μέσου, καὶ ὑπὸ χεῖρα δυσμενῶν, ἀλλ᾽ ἔστημεν εἰς ἐχθροὺς, πεπολεμήκαμεν ἀνοσίως τῷ πάντα ἰσχύοντι, καὶ πρὸς πᾶν ὁτιοῦν ᾠχόμεθα τῶν ἀπᾳδόντων αὐτῷ.
Ἀλλ᾽ ἐρεῖς, ὅτι μακρόθυμος ὁ Δεσπότης. ναὶ, σύμφημι καὶ αὐτὸς, καὶ γάρ ἐστι κατὰ φύσιν τοιοῦτος. πλὴν ἀθῳῶν οὐκ ἀθῳώσει, τουτέστιν, οὐκ ἀπαλλάξει παντελῶς αἰτιαμάτων καὶ δίκης τοὺς προσκεκρουκότας αὐτῷ, καὶ τοῦτο ἀκαταλήκτως καὶ πέρα δὴ μέτρου. ἀναβάλλεται μὲν γὰρ τὴν ὀργὴν ἐξ ἡμερότητος τῆς ἐμφύτου, καὶ ἀνέχεται πλημμελούντων τινῶν ἔσθ᾽ ὅτε, περιμένων τὴν μετάγνωσιν· μέλλοντας δὲ καὶ ἀναδυομένους μακρὰ, κολάζει λοιπὸν καὶ ὑπάγει ποιναῖς ὡς κατεσκληκότας. ὧδε μὲν οὖν ἕξει τε ὁ λόγος ἡμῖν καὶ νοοῖτο γεγονὼς, εἰ βλέποι πρὸς Ἰουδαίους· εἰ δὲ δὴ φέροιτο κατὰ τῆς Νινευῒ, νοήσομεν ἑτεροίως.
Εἷλον μὲν γὰρ Ἀσσύριοι τὴν τῶν Ἰουδαίων χώραν, κατανεύοντος Θεοῦ τὸ νικᾶν αὐτοῖς, διάτοι τὸ πλείστοις ὅσοις ἐνέχεσθαι πλημμελήμασι τοὺς ἐξ Ἰσραήλ. οἱ δὲ ἦσαν ἀνήμεροί τε καὶ ἀλαζόνες καὶ ἄγροικον ἔχοντες παντελῶς τὴν φρένα, κατέληγον δὲ οὐδαμῶς καὶ αὐτὴν τὴν τοῦ Θεοῦ δόξαν μονονουχὶ καταπαίοντες σκληραῖς τε καὶ ἐπαράτοις φωναῖς. ᾤοντο γὰρ ὅτι νενικήκασι καὶ οὐχ ἑκόντος αὐτοῦ, καὶ ὁμοῦ τοῖς Ἰουδαίοις τὴν ἐπαμύνουσαν αὐτοῖς πεπλεονεκτήκασι χεῖρα. καὶ γοῦν ὁ Ῥαψάκης παλιμφήμοις ἐχρῆτο φωναῖς, τοῖς ἐν τῷ τείχει τῶν Ἱεροσολύμων ἐκεῖνα λέγων, ἃ μόναις ἂν πρέποι ταῖς τῶν οὐκ εἰδότων τὸν φύσει καὶ ἀληθῶς Θεὸν ἀνοσίαις ἀθυροστομίαις. ἀλλ᾽ ἐκτέτικεν εὐθὺς τῆς ἀλαζονείας τὰς δίκας. πλὴν ᾑρηκότες τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις οἱ ἀμφὶ τὸν Σαλμανασὰρ, καὶ ἑτέρας δὲ ταύταις προσκατεμπρήσαντες, κατηλαζονεύοντο τῶν ἑαλωκότων, καὶ τῆς θείας δόξης κατεθρασύνοντο. παραμυθεῖται δὴ οὖν ὁ Προφήτης ἀλύοντας τοὺς δήμους τῶν Ἰουδαίων οὐ μετρίως, καὶ ὅτι πάντη τε καὶ πάντως τοῖς αὐτοὺς πεπολεμηκόσιν ἐπαρτήσει τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διδάσκει λέγων Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν τοὺς ὑπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ.
Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. περιέσται γάρ πως, φησὶν, ἄμαχον ἔχων τὴν δύναμιν, καὶ κατακρατήσει τῶν λελυπηκότων. εἰ γὰρ καὶ μακρόθυμός ἐστι, καὶ ὁρᾶται τέως ὡς ἀνεξικακῶν, ἀλλ᾽ εἰς τέλος οὐκ ἀθῳώσει· ζηλωτὴς γάρ ἐστι. εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ὅλων Θεὸν ἐφ᾽ οἷς πεπόνθασιν οἱ ἐξ Ἰσραὴλ διὰ τῆς τῶν Βαβυλωνίων ὠμότητος οὐ μετρίως κεκινημένον. ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Βαβυλωνίων πληθὺν ἢ πόλιν “Ἐγὼ δέδωκα αὐτοὺς ”εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.” καὶ μὴν καὶ διὰ φωνῆς Ζαχαρίου πάλιν οὕτως φησίν “Ἐζήλωκα ”τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν “μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ”ἀνθ᾽ ὧν ἐγὼ μὲν ὀργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο “εἰς κακά.” Τὸ δέ γε Θεὸς ζηλωτὴς καὶ τὰ ἐφεξῆς, ἁρμόσειεν ἂν εἰκότως καὶ τοῖς οὐκ ἐθέλουσι τὴν ἐπιεικῆ καὶ φιλόθεον ἰέναι τρίβον, ἀπονενευκόσι δὲ μᾶλλον ἐπὶ τὸ βιοῦν ἑλέσθαι σαρκικῶς. ὅτι γὰρ ἐκδικήσει, κολάσεσιν ὑποφέρων καὶ ποιναῖς ὑποτιθεὶς τὸν ἐξήνιόν τε καὶ ἀλιτήριον, πῶς ἔστιν ἀμφιβαλεῖν, εἴπερ ἀληθές ἐστιν ὅτι “Τοὺς πάντας ἡμᾶς δεῖ φανερω- ”θῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται “ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν ”εἴτε φαῦλον.”
Οὐδὲν δὲ ἧττον ὁ λόγος πρέποι ἂν εἰκότως καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, τοῖς γραμματεῦσι λέγω καὶ Φαρισαίοις, οἳ τὴν εἰς Χριστὸν παρωθούμενοι, πίστιν, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους διολλύντες ἡλίσκοντο. πεφρονήκασι γὰρ ἐχθρὰ, καὶ πεπολεμήκασι τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς, ἔλαβόν τε τὴν κλεῖδα τῆς γνώσεως, καθά φησιν αὐτὸς, καὶ οὔτε εἰσῆλθον αὐτοὶ, οὔτε μὴν ἑτέρους συγκεχωρήκασιν εἰσελθεῖν. οὐκοῦν εἰ καί ἐστι μακρόθυμος, ἀλλ᾽ οὖν ἀθῳῶν οὐκ ἀθῳώσει τοὺς τῇ ἀληθεῖ πίστει πεπολεμηκότας. <Κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ.> Μέλλων ὁ Προφήτης τῆς Νινευῒ τὴν ἅλωσιν εἰς παράκλησιν τῶν πεπονθότων προαναφωνεῖν, καὶ ὅτι κατασεισθήσεται παρὰ Θεοῦ καταδηλοῦν τοῖς ἠδικημένοις, προαφηγῆται χρησίμως τὸ τῆς θείας φύσεως παναλκὲς, καὶ ὅτι πᾶν ὁτιοῦν κατορθοῦν ἑλομένῃ τὸ ἀντιστατοῦν οὐδὲν, πάντα δὲ μᾶλλον ἕψεται ῥᾳδίως, καὶ ἰσχύσει τὸ αὐτῇ δοκοῦν, κἂν εἴτι τῶν ἐπιγείων πραγμάτων ἡμῖν τε καὶ τοῖς καθ᾽ ἡμᾶς δυσκατόρθωτον εἶναι δοκῇ. ᾤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι δυσαλωτάτους ἔσεσθαι τοὺς Βαβυλωνίους, καὶ ἄμαχον οὕτως χεῖρα λαχεῖν, ὡς μηδ᾽ ἂν εἰ βούλοιτο Θεὸς, ἀτονῆσαι πρὸς ἐχθρούς. ἐκάλει γὰρ οἶμαι δυσθυμίας εἰς τοῦτο αὐτοὺς τὰ κατὰ πάσης αὐτῶν τῆς χώρας ὠμῶς τε καὶ ἀνημέρως παρ᾽ ἐκείνων τετολμημένα.
ἵνα τοίνυν εἰδεῖεν, ὡς κείσονται μὲν ἀκονιτὶ κατεξανιστάντος αὐτοῖς τὴν ὀργὴν τοῦ Θεοῦ, ἁλώσονται δὲ, καὶ μάλα ῥᾳδίως, ἀναγκαίως φησί Κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. εἰ γὰρ δὴ, φησὶ, βουλεύσαιο κατά τινων· τοῦτο γὰρ ἡ ὁδός· καταδραμεῖται πάντως ὡς ἐν συσσεισμῷ. ἄμαχον δὲ χρῆμα καὶ δυσδιάφυκτον κομιδῇ συσσεισμὸς καὶ συντέλεια, καὶ νεφέλαι πρὸς τούτοις κονιορτοῦ δίκην ἱπτάμεναι καὶ τὸν οὐρανὸν καταπυκάζουσαι. ἔοικε δὲ ὁ Προφήτης εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρειν τοῦ κατὰ παντὸς ἀνθρώπων γένους ἐπὶ Νῶε γεγονότος κατακλυσμοῦ, ἐν συντελείᾳ γὰρ τότε καὶ ἐν συσσεισμῷ τῷ κατὰ πάντων οἱονεὶ πεπόρευται Θεὸς, νεφέλας ἐξανιστὰς, καὶ, καθὰ φησὶ τὸ γράμμα τὸ ἱερὸν, ἀνοίγων τοὺς καταῤῥάκτους τοῦ οὐρανοῦ, καὶ ὑετοῖς ἀσχέτοις ἐπικλύζων τὴν ὑπ᾽ οὐρανόν. ὁ τοίνυν, φησὶ, πρὸς ὅλην εὐκόλως ἰσχύσας τὴν γῆν, καὶ ψήφῳ μιᾷ τοὺς ἐν αὐτῇ πάντας ἀνελὼν, πῶς ἂν ἀτονήσειε πρὸς ἔθνος ἓν τὸ Βαβυλώνιον; θεοπρεπῶς δὲ σφόδρα φησὶ τό Νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. ὡς γὰρ εὔκολον ἀνθρώπῳ χοῦν τε καὶ κόνιν ἀνακινῆσαι ποδὶ, τὸν αὐτὸν οἶμαι τρόπον εὐχερὲς καὶ τῷ πάντων κατεξουσιάζοντι Θεῷ, χειμῶνί τε καὶ νεφέλαις καταπυκάσαι τὸν οὐρανόν.
Εἰ δὲ δὴ προσήκοι καὶ τὸν ἀπόῤῥητον νοῦν τῶν προκειμένων ἐκβασανίσαι, ἐκεῖνο εἰπεῖν οἰήσομαι δεῖν, ὅτι τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν ὅδον, ἤγουν τὴν ἐκπλήρωσιν ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ πεποιῆσθαί φαμεν τὸν Μονογενῆ Λόγον τοῦ Θεοῦ. ἐπειδὴ γὰρ γέγονε καθ᾽ ἡμᾶς, συντετέλεκε καὶ συνέσεισεν “ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμο- ”κράτορας τοῦ αἰῶνος τούτου,” τῆς καθ᾽ ἡμῶν ἐξελάσας πλεονεξίας, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποσοβήσας ἰσχύος, καθελὼν δὲ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος καὶ πρός γε τούτῳ τὴν ἁμαρτίαν. γεγόνασι δὲ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. ὥσπερ γὰρ τοῦ βαδίζοντος προανίπταται κόνις, οὕτω τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς προεβάδιζον αἱ νοηταὶ νεφέλαι, τουτέστιν οἱ μακάριοι προφῆται, σκοτεινοτέρῳ μὲν καὶ οὐ λίαν ἐμφανεστέρῳ χρώμενοι λόγῳ, πλὴν ζωοποιοῖς κηρύγμασι τὸν τῶν συνιέναι δυναμένων κατάρδοντες νοῦν. <Ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν.> Ἐξ ὧν ᾔδεσάν τε καὶ πεπείραντο τὸν τῆς διηγήσεως λόγον διατεκταίνει, ἀποστήσας αὐτὸν τῶν ἄγαν ἀρχαιοτέρων. ὅτε γὰρ τῆς Αἰγυπτίων ἀνοσιότητος καὶ τῆς ἀφορήτου πλεονεξίας τὸν Ἰσραὴλ ἐξεκόμιζεν ὁ προασπίζων Θεὸς, διεβίβασε μὲν διὰ μέσης θαλάσσης αὐτοὺς, ἐκέλευε δὲ βαδίζειν ὡς ἐπὶ ξηρᾶς· “ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα,” κατὰ τὸ γεγραμμένον.
οὐκοῦν ἠπείλησε μὲν τῇ θαλάσσῃ, καὶ βάσιμος ἦν οἷά τις ξηρά. εἰ δὲ δή τις βούλοιτο ταῖς περὶ τούτων ἐννοίαις τὰ πρῶτα συνείρειν, φημὶ δὴ τό “Κύριος ἐν συντελείᾳ καὶ ἐν ”συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ,” τὰ εἰκότα καὶ οὕτω φρονήσει. μονονουχὶ γὰρ συντελέσας τε καὶ συσσείσας τὴν Αἰγυπτίων, ὁ τῶν ὅλων Κύριος διὰ τῶν ἐν αὐτῇ γεγονότων σημείων καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· διολώλασι γὰρ ἐν μιᾷ νυκτὶ, θρήνου τε καὶ οἰμωγῆς, ὡς ἔφησε, τὰ πάντα πεπλήρωτο· διὰ μέσης θαλάσσης διεβίβασε τὸν Ἰσραὴλ, κατηρτημένης αὐτῶν τῆς ἐξ οὐρανοῦ νεφέλης.
Ἔφη τι τοιοῦτον καὶ ὁ μακάριος Δαυείδ. ψάλλει γὰρ ὧδε “Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ ”σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ “γὰρ οἱ οὐρανοὶ ἔσταξαν.” γῆν δὲ σεσεισμένην, καθάπερ ἐγῷμαι, τὴν Αἰγυπτίων φησίν. ὅτι δὲ καὶ νεφέλη κατεκρέματο, προβαδίζουσα τῶν υἱῶν Ἰσραὴλ, ἀσυμφανὲς μὲν οὐδενί, πιστώσεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς τοῦ Ἰσραὴλ πατέρας βεβαπτίσθαι λέγων ἅπαντας “ἐν τῇ νεφέλῃ ”καὶ ἐν τῇ θαλάσσῃ.” Προσεπήγαγε δὲ ὁ Προφήτης τῷ ξηραίνεσθαι τὴν θάλασσαν, καὶ τὸ ἐρημοῦσθαι τοὺς ποταμοὺς, εἰς ἀνάμνησιν ἀναφέρων ἑτέρου θαύματος. ὅτε γὰρ εἰς τὴν τῆς ἐπαγγελίας εἰσεκομίζοντο γῆν, Ἰησοῦ μετὰ Μωυσέα προεστηκότος, τότε κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνης, τὴν τῶν ναμάτων καταφορὰν ἀῤῥήτοις νεύμασι καὶ δεσμοῖς ἀνακόπτοντος τοῦ πάντα ἰσχύοντος Θεοῦ. ἀξιοῖ δὲ ταῦτα τοῦ μεγίστου θαύματος καὶ ὁ μακάριος Δαυεὶδ, οὕτως λέγων “Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ ”Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· “ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διε- ”λεύσονται ποδί.” ποδὶ γὰρ πάλιν τὸν Ἰορδάνην διέβησαν. εἰ δὲ δὴ καὶ πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς, τὸ ἐφ᾽ ἑνὶ γεγονὸς ὅτι καὶ πᾶσι συμβήσεται Θεοῦ κατανεύοντος, διακεῖσθαι κελεύει.
Δοκεῖ δέ τισι καὶ καθ᾽ ἕτερόν τινα τρόπον τῷ τῶν προκειμένων προσφέρεσθαι νῷ. εἰ γὰρ ἕλοιτο, φησὶν, ὁ τῶν ὅλων Δεσπότης τὴν κατὰ τῆς Νινευῒ ποιεῖσθαι καταδρομὴν, ποιήσεται δὴ πάντως ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ· συντελέσει γὰρ αὐτὴν καὶ καταδονήσει ῥᾳδίως· πλατεῖαν δὲ οὖσαν, καὶ οἷον θαλάσσης δίκην τοῖς ἄλλοις ἔθνεσι τοὺς πολέμους ἐπικυμαίνουσαν, ἀμελλητὶ καταξηρανεῖ. κἂν εἰ ἀνέρχοιντο, φησὶν, ὡς χείμαῤῥοι τὰ παρ᾽ αὐτῆς ἔθνη, πάντη τε καὶ πάντως ἐρημωθήσονται. θάλασσαν δὲ καὶ ποταμοὺς ἐπικλύζοντάς τε καὶ καταπνίγοντας, οὐδὲν ἧττον εἶναί φαμεν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, καὶ πρό γε τῶν ἄλλων τὸν σατανᾶν. ἀλλ᾽ ὅλην αὐτῶν τὴν δύναμιν κατεξήρανεν ὁ Χριστὸς, καὶ ἄμαχον οὖσαν πάλαι, τοῖς τῶν σεβομένων αὐτὸν ὑπέστρωσε ποσίν. <Ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. τὰ ὄρη ἐσείσθησαν ἀπ᾽ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν, καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.> Καὶ δι᾽ ἑτέρων εὐθὺς ἀποδείξεων ὁ λόγος ἔρχεται, τῇ θείᾳ φύσει τὸ παναλκές τε καὶ ἄμαχον εἰς ἐξουσίαν ἐπιμαρτυρῶν. χώρα μὲν γὰρ ἡ Βασανῖτις ἐστιν εὐθαλής τε καὶ πίειρα· Κάρμηλος δὲ καὶ Λίβανος, τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰουδαίας ὄρος, εὐδενδρότατα δὲ ἄμφω, καὶ ἀμφιλαφέσι κομῶντα δρυμοῖς.
ἀλλὰ ταυτὶ δὴ πάντα, τήν τε Βασανῖτίν φημι, καὶ αὐτὴν δὲ τὴν τοῖς ὄρεσι παρακειμένην χώραν, δεινά τε καὶ μαχιμώτατα κατενέμοντο γένη καὶ υἱοὶ γιγάντων, κατὰ τὸ γεγραμμένον. πλὴν ἐξῄρηνται καὶ νενίκηνται παρὰ τῶν υἱῶν Ἰσραὴλ, Θεοῦ προασπίζοντος, καὶ κεκληρονομήκασι τὴν γῆν αὐτῶν. ὅμοιον οὖν ὡς εἰ λέγοι πάλιν Αἱ πάλαι δεινοῖς καὶ ἀλκιμωτάτοις ἀνδράσι βρύουσαι χῶραι, καὶ οἷον δρυμοῖς τῶν ἐν αὐταῖς μαχίμων κομῶσαι πολλοῖς, ᾤχοντο καὶ πεπόρθηνται τῶν ἐνοικούντων παθοῦσαι τὴν ἐρημίαν. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ὠλιγῶσθαι λέγειν αὐτάς.
Εἶτα, πῶς οὐκ ἂν ἁλοίη Θεοῦ κατανεύοντος ἡ διαβόητος Νινευΐ; πρὸς δὲ δὴ τῇ Βασανίτιδι καὶ τῷ Καρμήλῳ, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. Λίβανος μὲν οὖν, ὡς ἔφην, ὄρος τῆς Φοινικῆς ἐστιν, ἀπ᾽ αὐτοῦ δὲ σημαίνει τὴν ὑπ᾽ αὐτῷ τε κειμένην καὶ περὶ αὐτὸ σύμπασαν χώραν. ἐξανθοῦντας δὴ οὖν τοῦ Λιβάνου τοὺς Δαμασκοῦ καὶ Φοινίκης βεβασιλευκότας φησὶ κατὰ καιροὺς, οἳ καὶ ὑπὸ χεῖρας δέδονται τῶν υἱῶν Ἰσραήλ· νενίκηνται γὰρ καὶ αὐτοὶ κατὰ καιροὺς, καίτοι πλείστην ὅσην ἔχοντες χεῖρα, δειναῖς τε καὶ δυσαντήτοις ἐπικουρίαις ἀναφυσώμενοι. εὑρήσομεν δὲ τὰ τῶν βασιλειῶν ἐπερχόμενοι βιβλία πεπορθημένην κατὰ καιροὺς τὴν Δαμασκηνῶν βασιλείαν, διὰ τῶν ἐκ φυλῆς Ἰούδα βεβασιλευκότων. ἐξέλιπον δὴ οὖν τὰ ἐξανθοῦντα τοῦ Λιβάνου, τουτέστιν, ἐξῄρηνται καὶ ἀπολώλασι πλειστάκις καὶ αὐτὰ τῆς Φοινίκης ἤγουν τοῦ Λιβάνου τὰ ἐξαίρετα, τουτέστιν, οἱ τῶν ἐκεῖσε κρατοῦντες πραγμάτων.
Καὶ τί ταῦτα λέγω, φησὶν, ὅτε καὶ μάλα ῥᾳδίως, Θεοῦ γε θέλοντος, κατασεισθεῖεν ἂν καὶ αὐτὰ τὰ ὄρη καὶ οἱ βουνοὶ μεταστήσονται καὶ σύμπασα δὲ ἡ γῆ μετὰ τῶν ἐνοικούντων αὐτὴν ἀνασταλήσεται, τουτέστι, χωρήσει πρὸς τὸ μὴ ὂν, καὶ ἔσται πάλιν ὡς οὐχ ὑπάρχουσα; ὁ γὰρ ποιήσας ἐν ἀρχῇ, καὶ ἀφανιεῖ που πάντως εὐκόλως, καὶ οὐδὲν αὐτῷ τὰ μεγάλα παντελῶς. ἔοικε δὲ καὶ ὁ μακάριος Δαυεὶδ συνῳδὰ τοῖς προκειμένοις ἐννενοηκέναι τε καὶ λέγειν “Τί γάρ ἐστι σοὶ, ”θάλασσα, ὅτι ἔφυγες; καί σοι, Ἰορδάνη, ὅτι ἐστράφης εἰς “τὰ ὀπίσω; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ ”βουνοὶ ὡς ἀρνία προβάτων; ἀπὸ προσώπου Κυρίου ἐσα- “λεύθη ἡ γῆ.” Ὡς γὰρ ἤδη προεῖπεν “Ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ.” ὅτι δὲ οὐδὲν ἡ σύμπασα γῆ, καὶ ὀλίγου παντελῶς ἀξιωθεῖεν ἂν λόγου τὰ ἐν αὐτῇ, τὴν θείαν τε καὶ ἀπόῤῥητον εἴ τις ἕλοιτο δόξαν ἀναμετρεῖν, ἐπιμαρτυρήσει λέγων ὁ προφήτης Ἡσαΐας “Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ ”ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· “ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετρά- ”ποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς “οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν· τίνι ὡμοιώσατε ”Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν;” Δοκεῖ δὲ πάλιν ἑτέροις εὖ ἔχειν, εἰ καὶ ἐπ᾽ αὐτῆς ἐλογίσθη τῆς Νινευῒ τὰ τοιάδε πλαγίως.
βούλονται γὰρ αὐτὴν παρεικάζεσθαι τῇ τε Βασανίτιδι ὡς ἀρίστῃ τε καὶ διαβοήτῳ χώρᾳ, καὶ Καρμήλῳ τε καὶ λιβάνῳ πάλιν, ὡς ἐπισήμοις τε καὶ διαφανεστάτοις ὄρεσι· θαυμαστὴ δὲ καὶ ἐπίσημος ἡ Νινευῒ ἦν. καὶ ὠλιγῶσθαί φησιν, ὡς ὅσον οὐδέπω δῃωθησομένης ὁμοῦ τοῖς ἐξανθοῦσιν ἐν αὐτῇ, τουτέστιν, ἡγουμένοις τε καὶ στρατηγοῖς καὶ τοῖς τῶν ἄλλων λαῶν ἐπιφανεστέροις. ἐπειδὴ γὰρ ὀρῶν ἐποιήσατο μνήμην καὶ χώρας εὐδενδροτάτης, φημὶ δὴ τῆς Βασανίτιδος, τετήρηκε τῷ λόγῳ μέχρι παντὸς τὴν τροπήν· τὴν πιοτάτην καὶ ἐξανθοῦσαν ἔφη τοὺς ἢ πλούτῳ τυχὸν διαφανεστέρους, ἢ ταῖς τῶν σωμάτων ἀλκαῖς ἐμπρέποντας, ἢ καὶ καθ᾽ ἕτερόν τινα τρόπον ὑπεροχῆς τῶν ἄλλων ἠρμένους.
Ἀνασκοπούμενος δέ τις τὰ παρὰ τῶν Ἰουδαίων εἰς Χριστὸν τολμήματα, καὶ τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐρήμωσιν καὶ τὴν ὁλοτελῆ συντριβὴν καὶ ἀπώλειαν, μετά γε τὸ ἀναβιῶναι καὶ ἀνελθεῖν εἰς τὸν οὐρανὸν, ἐφαρμόσαι ἂν εἰκότως αὐτοῖς καὶ τάδε. Βασανῖτις μὲν γὰρ καὶ Κάρμηλος καὶ μέντοι καὶ Λίβανος νοοῖτο ἂν εἰκότως ἡ Ἰουδαία· καὶ Βασανῖτις μὲν, ἐπείτοι καὶ ὠνόμασται γῆ ῥέουσα μέλι καὶ γάλα, γῆ σίτου καὶ ἐλαίου καὶ ἀμπελώνων· Κάρμηλος δὲ καὶ Λίβανος διάτοι τὸ ὑψοῦ τε ἦρθαι κατὰ τὴν δόξαν, γενέσθαι τε διαφανῆ καὶ περίοπτον, καὶ οἷον ἀκαταλήκτοις δρυμοῖς τοῖς κατοικοῦσιν αὐτὴν ἐπιγάνυσθαι. ἀλλ᾽ ὠλιγῶσθαί φησιν αὐτήν· δεδαπάνηνται γὰρ τῇ Ῥωμαίων χειρὶ, μονονουχὶ δὲ καὶ δεινοῖς καὶ ἀλκιμωτάτοις περιπεσόντες δρυτόμοις, φυτοῖς ἐν ἴσῳ πεπτώκασι. καί τι τοιοῦτον ὁ μακάριος προφήτης Ἡσαίας ὑπαινίττεται, λέγων ὡς πρός γε τὴν Ἱερουσαλήμ “Διάνοιξον ”ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς “κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ”ὅτι μεγάλως μεγιστάνες ἐταλαιπώρησαν.
ὀλολύξατε δρύες “τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος·” σαφέστερον δὲ καὶ ἑτέρωθί που φησί “Καὶ ἔσται ὁ κοπετὸς ”τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτο- “μένου·” ἐπειδὴ γὰρ πάλιν Λιβάνῳ τὴν Ἱερουσαλὴμ παρεικάζει, κέδρους καταπιπτούσας καὶ πίτυς ἔφη τοὺς ἐν αὐτῇ ὑψηλοὺς, καὶ δρῦς δὲ ἀποκαλεῖ τῆς Βασανίτιδος· μεταφορικὸν δὲ, ὡς ἔφην, τοῦ λόγου τὸ σχῆμα. <Ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπ᾽ αὐτοῦ.> Κατασφραγίζει τοὺς λόγους εἰς ἀλήθειαν τοῖς ἐν πείρᾳ γεγονόσι τῆς θείας ὀργῆς, ὅτι πικρά τις ἐστὶ καὶ δυσάντητος λέγων. δίκην γὰρ οἶμαι πυρὸς ἐμπίπτουσα, κατατήξειεν ἂν εὐκόλως ἀρχάς τε καὶ ἐξουσίας, ἐπιγείους τε καὶ νοητὰς, συνθραύσειε δ᾽ ἂν ἀμογητὶ καὶ πέτρας, ἤγουν τοὺς πέτραις ἐν ἴσω κατεσκληκότας, καὶ ἀμείλικτον ἔχοντας νοῦν. εὑρήσομεν δὲ τοιούτους γεγονότας τοὺς τῶν Ἀσσυρίων βεβασιλευκότας, καὶ μὴν καὶ αὐτὸν τὸν τῶν ἀκαθάρτων πνευμάτων ἡγούμενον τὸν σατανᾶν, περὶ οὗ φησι τὸ γράμμα τὸ ἱερόν “Ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ ”ἄκμων ἀνήλατος.”
ὅτι δὲ σκληροὶ καὶ ἀτεράμονες καὶ πλείστην ὅσην ἀναισθησίαν ἠῤῥωστηκότες ἁλοῖεν ἂν καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ καὶ οἱ τεταγμένοι παρ᾽ αὐτοῖς εἰς ἀρχὰς, ἱερέας δὴ λέγω καὶ τῶν ἀνοσίων γραμματέων καὶ Φαρισαίων τὰ βέβηλα στίφη, πῶς οὐχ ἅπασιν ἐναργές; οἳ καὶ τῷ πολέμῳ δεδαπάνηνται τῷ παρὰ Ῥωμαίων, καθάπερ τις κηρὸς ταῖς ἀνηκέστοις ἐκτηκόμενοι συμφοραῖς, σκληροὶ δὲ ὄντες ἄγαν, συνεθραύοντο τοῖς κακοῖς, καὶ τῆς εἰς Χριστὸν παροινίας δίκας ἐξῄτηνται.
Συνέτριψε δὲ δι᾽ ἡμᾶς καὶ ἑτέρως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς “Ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκρά- ”τορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, τά τε πνευματικὰ “τῆς πονηρίας,” ἵνα ἡμᾶς ἐξέληται καὶ διασώσῃ. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ψάλλει Δαυείδ “Σὺ φοβερὸς εἶ, καὶ τίς ”ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου; ἐκ τοῦ οὐρανοῦ “ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀνα- ”στῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς “τῆς γῆς.” δέδωκε δὲ ἡμῖν “πατεῖν ἐπάνω ὄφεων καὶ σκορ- ”πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.” κατέτηξε γὰρ ἀρχὰς, συνέθραυσεν ὡς πέτρας τὰς τῶν ἀνοσίων πνευμάτων ἀλαζονείας. ὀργιζομένῳ δὲ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῖς ἠδικηκόσι, παραχωρεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκοῦσιν αὐτοῖς. <Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβομένους αὐτόν.
καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος.> Νουθετεῖ χρησίμως καὶ λίαν εὐτέχνως, οὔτε τῆς εὐημερίας ἀποκείρων τὴν ἐλπίδα, δι᾽ ὧν ἔφη χρηστὸν ἔσεσθαι τοῖς ὑπομένουσι τὸν Κύριον, οὔτε μὴν ἀνιεὶς εἰς ἄφετόν τινα καὶ ἐξίτηλον ζωήν· μετατιθεὶς δὲ μᾶλλον εἰς εὐκοσμίαν καὶ εἰς τὸ βιοῦν ἑλέσθαι ἐννόμως, διά τοι τοῦ φάναι πάλιν, ὅτι τὴν ὡς ἐν κατακλυσμῷ νοουμένην ὁδὸν εἰ δὴ ποιοῖτο κατά τινων, καθάπερ τινὰ σεισμὸν ποιήσεται, καὶ ὥσπερ ὑδάτων πολλῶν τε καὶ ἀφορήτων ὁρμὴ κατὰ πρανοῦς ἰοῦσα χωρίου χρῆμά τι δεινὸν καὶ δυσδιάφυκτον παντελῶς, οὕτως εἰ διάττοι κατά τινων τὰ ἐκ θείας ὀργῆς, ἄρδην ἅπαντας ἀπολέσει τοὺς καθ᾽ ὧν ἂν ἴοι καὶ φέροιτο.
Σκότῳ γεμὴν τοὺς ἐχθροὺς αὐτοῦ καταδιωχθήσεσθαι καὶ καταληφθήσεσθαι λέγει. καὶ οὐχὶ δή που πάντως τῷ τῆς νυκτὸς, ἀλλ᾽ ἑτέρας οἶμαι τῆς νοητῆς καὶ ὡς ἐν τρόπῳ τοῦ παθεῖν νοουμένης. κατασκοτάζειν γὰρ οἶδε τὸν ἀνθρώπινον νοῦν, καὶ ἀμείλικτος συμφορὰ καὶ πικρὸν καὶ ἀδόκητον πάθος, ὃ δὴ τοῖς ἀρχαιοτέροις συμβέβηκεν, ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν, καὶ ἁλούσης αὐτοῖς τῆς χώρας. τοιγάρτοι Θεὸς οἴνῳ καὶ μεθύσματι τὰ τοιάδε τῶν κακῶν παρεικάζων, εὖ μάλα πρὸς τὸν μακάριον ἔφασκεν Ἱερεμίαν “Λάβε τὸ ποτήριον ”τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς “πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτοὺς, ”καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ μανήσονται ἀπὸ προσώπου “τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν·” καὶ μὴν καὶ διὰ φωνῆς Ἡσαΐου πρὸς αὐτήν “Τὸ ποτήριον γὰρ ”τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας.” μέθῃ δὴ οὖν καὶ σκότῳ καταληφθήσεσθαί φησι τοὺς ἐχθρὰ φρονοῦντας Θεῷ, μετασοβῶν εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν ἅπερ ἦν ἄμεινον εἰδέναι τε καὶ δρᾶν αὐτούς.
Κεχώρηκε δὲ καὶ κατὰ τῶν Ἰουδαίων ἐν κατακλυσμῷ πορείας ὁ τῶν ὅλων Θεὸς, καὶ συντετέλεκεν αὐτοὺς τὰς ἐπὶ Χριστῷ εἰσπραττόμενος δίκας. γεγόνασι δὲ καὶ ἐν σκότῳ, καὶ τοῦ θείου φωτὸς ὁλοτρόπως ἠμοιρηκότες, μωροὶ καὶ τυφλοὶ διατελοῦσιν οἱ τάλανες. οὐ γὰρ ἤθελον ἀκολουθεῖν ἐπιφωνοῦντι Χριστῷ “Ἕως τὸ φῶς ἔχετε, περι- ”πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.” ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς καὶ ἐξήνιοι, ταύτῃτοι λοιπὸν, καθά φησιν ὁ προφήτης “Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐ- ”τοῖς σκότος, μείναντες δὲ αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν.” γεγόνασι γὰρ ἐχθροὶ τοῦ θείου φωτὸς, καὶ κατεξανέστησαν ἀνοσίως τῆς δόξης Χριστοῦ. <Τί λογίζεσθε ἐπὶ τὸν Κύριον;
συντέλειαν αὐτὸς ποιήσεται, καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει.> Ἔφην ἤδη καὶ ἐν ἀρχαῖς, ὅτι τοῦ Σαλμανασὰρ βασιλέως Ἀσσυρίων τὴν Σαμαρείαν πεπορθηκότος, συγκαταδῃώσαντος δὲ αὐτῇ καὶ ἑτέρας πόλεις τε καὶ κώμας τοῖς Ἰούδα σκήπτροις ὑποκειμένας, εἶτα τῶν ἐκ τοῦ πολέμου περιλελειμμένων ἐν ἀφορήτοις ὄντων δείμασι καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν ἀναφευγόντων χώρας· ᾤοντο γὰρ κατὰ τὸ εἰκὸς, τοῖς ἴσοις κακοῖς περιπεσεῖσθαι καὶ δεύτερον ἐπ᾽ αὐτοὺς τῶν Βαβυλωνίων ὑπονοστούντων· ἀναγκαίαν ἐποιεῖτο Θεὸς τὴν παράκλησιν διὰ τῆς τοῦ Προφήτου φωνῆς, δύο ταῦτα καθυπισχνούμενος, ὅτι καὶ τοὺς ἤδη κατειλημμένους τῷ πολέμῳ καὶ ἐν ἀφορήτοις ὄντας συμφοραῖς ἐλεήσει κατὰ καιροὺς, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλλάξει δεσμῶν, καὶ ὅτι παραδώσει τὴν Νινευῒ πρὸς ἐρήμωσιν καὶ ἀπώλειαν.
Ἵνα τοίνυν μὴ καὶ αὖθις τοῖς ἴσοις περιπεσεῖσθαι κακοῖς προσδοκήσαντες εὐάφορμον ἤδη ποιοῖντο τὴν ἀποδρομὴν, τὴν ἐκ τῆς Ἰουδαίας εἰς ἀλλοφύλους, μονονουχὶ καὶ ἀναπυνθάνεται λέγων τί ἄρα λογίζονται καὶ φρονεῖν ἐγνώκασι περὶ τοῦ Κυρίου· σκληρὸν ἆρα, φησὶ, καὶ βαρύμηνιν ὑπάρχειν οἴεσθε τὸν τῶν ὅλων Δεσπότην, ὡς διττὰς ἐπὶ τοῖς αὐτοῖς πλημμελήμασι τὰς δίκας αἰτεῖν; ἀλλὰ πολὺ τοῦ πρέποντος ἀποσφάλλεσθε. προστεθεικότων γὰρ ὑμῶν οὐδὲν τῶν ὅσα ἐστὶν ἔξω νόμου καὶ κατερεθίζει πρὸς ὀργὰς τοῦ νόμου τὸν ὁριστὴν, οὐδ᾽ ἂν αὐτὸς ἔτι δευτέραν ἐποίσῃ πληγήν. ἔθλιψεν ἀρκούντως ἐφ᾽ οἷς ἤδη δυσσεβοῦντες ἡλίσκεσθε. στήσατε τὴν ἁμαρτίαν, καὶ τὴν ὀργὴν ἀνακόψει. πεπαίδευκεν ἀποχρώντως, κατελεήσει λοιπὸν σωφρονεῖν ᾑρημένους. μέμικται τοίνυν ὁ λόγος, καὶ συγκεκραμένην ἔχει τὴν παραίνεσιν. ἐν ταυτῷ γὰρ ἀναπείθει καὶ τὰ ἁνδάνοντα τῷ Θεῷ κατορθοῦν ἑλέσθαι γνησίως, καὶ τοῦτο δρᾶν ἑλομένοις δίδωσι θαῤῥεῖν, ὅτι χρηστὸς ἔσται περὶ αὐτοὺς, οὐκ ἀχάλινον αὐτοῖς ἐφιεὶς τὴν ὀργὴν, καθάπερ ᾤοντο κατὰ σφᾶς. ἄθρει δὲ ὅπως τετήρηκε πάλιν ὁ λόγος τῷ Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐ συντελέσει ὁ Θεὸς αὐτοὺς, προαναπεφώνηκεν ἐναργῶς, ὡς ἐν ἐρωτήσει λέγων Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειν αὐτὸς ποιήσεται; οὐ γὰρ ποιήσεταί φησι τὴν συντέλειαν οὐδ᾽ ἂν ἐκ βάθρων αὐτῶν κατασείσας τὸν Ἰσραὴλ, εἰς ὄλεθρον παραδώσει παντελῆ.
φείσεται δὲ διὰ τοὺς πατέρας, καὶ σωθήσονται κατὰ καιροὺς, κατόπιν ἐθνῶν εἰσβαίνοντας διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς ἁγιασμὸν καὶ οἰκειότητα τὴν ὡς πρὸς Θεὸν δι᾽ Υἱοῦ ἐν Πνεύματι. <Ὅτι ἕως θεμελίων αὐτῶν χερσωθήσονται, καὶ ὡς σμίλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου πονηρὰ βουλευόμενος ἐναντία.> Ἀποφήνας διὰ πολλῶν, ὅτι καὶ τὸ πάντα δύνασθαι κατορθοῦν εὐκόλως τῷ τῶν ὅλων ἐνυπάρχει Θεῷ, ἀνήνυτον δὲ αὐτῷ παντελῶς οὐδὲν, μετακομίζει τὸν λόγον ἐπ᾽ αὐτὴν ἤδη τὴν Νινευῒ, καί φησιν, ὅτι κἂν εἰς τοῦτο προήκοι λαμπρότητος, ὡς ἐν ἴσῳ φαίνεσθαι τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν, Λιβάνῳ τέ φημι καὶ Καρμήλῳ, πολλοῖς καὶ ἀναριθμήτοις κομῶσα λαοῖς· κἂν εἰ μηδὲν ἀποδέοι τῆς Βασανίτιδος, ἀλλ᾽ ἥξει καιρὸς, ὅτε καὶ εἰς ἅπαν ἐρημωθήσεται. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ἕως θεμελίου χερσωθήσεσθαι, τετηρηκότος τοῦ λόγου τὴν τροπὴν ὡς ἐπ᾽ ὁρῶν τε καὶ γῆς, ξύλων τε καὶ ὕλης. βρωθήσεσθαι δέ φησιν αὐτὴν κατανεμηθέντων τρόπον τινὰ Περσῶν τε καὶ Μήδων. εἷλον γὰρ οὗτοι τὴν Νινευῒ, πολεμαρχοῦντος τοῦ Κύρου. σμίλακι δὲ παρεικάζει τὴν τῶν Ἀσσυρίων πληθὺν, κατῴκουν γὰρ οὗτοι τὴν Νινευΐ. καὶ τίς ἂν γένοιτο λόγος τοῦ τοιοῦδε πάλιν;
ἔστι μὲν γὰρ ἡ σμίλαξ κιττοειδές τι φυτὸν, ἕρπει δὲ ἀεὶ πρὸς τὸ ὑψοῦ καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράττεται φυτῶν, ὡς καταπνίγεσθαι πολλάκις ὑπ᾽ αὐτῆς καὶ τὰ εὐμηκέστατα τῶν ξύλων. ἔδρων δὲ τοῦτο καὶ Ἀσσύριοι, καταθρώσκοντες ἀεὶ χωρῶν καὶ πόλεων, καὶ οἷον συμπνίγοντές τε καὶ καταβρίθοντες ταῖς τῶν πολέμων συμπλοκαῖς καὶ ταῖς ἀφορήτοις καταδυναστείαις. ἔφη δὲ αὐτὴν καταπρησθήσεσθαι, καὶ ὡς καλάμην ξηρασίας μεστήν. ἑτοιμότατον δὲ τῆς καλάμης τὸ χρῆμα πρὸς τὸ δαπανᾶσθαι πυρί. κατεμπιπραμένῃ δὲ ὥσπερ τῇ Νινευῒ καὶ πασχούσῃ τὰ ἐξ ὀργῆς καταδῃουμένῃ τε λοιπὸν ὁ Προφήτης ἐπιφθέγγεται καὶ τοῦ τὰ τοιάδε παθεῖν τὴν πρόφασιν καταλευκαίνει λέγων Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου πονηρὰ βουλευόμενος ἐναντία. προκείσῃ φησὶν εἰς ἐρήμωσιν, ἔσῃ δὲ καὶ ὡς χέρσος, καὶ μὴν καὶ καταφλεχθήσῃ πυρὶ, λογιῇ γὰρ κατὰ τοῦ Θεοῦ δεινὰ καὶ ὑπέροπτα καὶ τὰ ἐναντία. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς πλημμελοῦντα τὸν Ἰσραὴλ κολάζων, εὐάλωτον ἀπετέλει καὶ τοῖς σοῖς αὐτὸν ὑπεκόμιζε ποσί. διακείσῃ γεμὴν οὐχ οὕτως αὐτὴ, νομιεῖς δὲ μᾶλλον ᾑρηκέναι τὴν Ἰουδαίαν καὶ οὐχ ἑκόντος αὐτοῦ.
ἔχουσαν γὰρ οὕτως εὑρήσομεν τὴν Ῥαψάκου περιττοέπειαν, ὅτε τὴν τοῦ Θεοῦ κατεκερτόμει δόξαν, λέγων τοῖς καθημένοις ἐν τῷ τείχει “Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνή- ”σονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι “ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.” πρὸς δὴ τὴν οὕτως ἀβουλοτάτην καὶ ἀνόσιον ἀληθῶς ἀθυροστομίαν ἀπελογεῖτο ὁ Θεὸς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων “Μὴ ”δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ, ἢ ὑψω- “θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;” ὥσπερ γὰρ ἡ ἀξίνη, κἂν τομωτάτη τις εἴη καὶ εὔχαλκος, οὐκ ἂν ἐνεργήσῃ περὶ τὰς τῶν δένδρων ἀποτομὰς, εἰ μή τις αὐτὴν ἰδίαις δυνάμεσι κατά τινος ἐπιφέροι, ὡσαύτως δὲ καὶ ὁ πρίων ἀπρακτήσει πάντως περὶ τὰ οἰκεῖα, καθέλκοντος αὐτὸν ἢ ἀνέλκοντος οὐδενός· οὕτω καὶ ἡ τῆς τῶν Νινευιτῶν βασιλείας ἤγουν στρατιᾶς ἰσχὺς οὐκ ἂν ἐκράτησε τῆς Σαμαρείας, μὴ οὐχὶ θείας ὀργῆς πόλεσί τε αὐτὴν ἐπιφερούσης καὶ κώμαις, καὶ οἷον ἐργαλείῳ χρωμένης, ὃ κινεῖται μὲν παρ᾽ ἑτέρου, καί ἐστι χρήσιμον εἰς ὑπουργίαν παραληφθὲν, ἐνεργήσειε δ᾽ ἂν οὐδὲν αὐτὸ καθ᾽ ἑαυτό. κολάζεται τοίνυν ἡ Νινευῒ διάτοι τὸ πονηρὰ κατὰ Θεοῦ λογίζεσθαι καὶ τὰ ἐναντία μᾶλλον, ἢ ὡς ἂν ἔχοι κατὰ τὸ ἀληθὲς ἡ φύσις τοῦ πράγματος.
παραδέδωκε γὰρ ὁ τῶν ὅλων Θεὸς ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ οὐκ αὐτὴ μᾶλλον εἷλεν ἐπαμύνοντος Θεοῦ καὶ σώζειν αὐτοὺς θέλοντος ἔτι. <Τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν Καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι.> Ἔστι μὲν οὖν ὁ λόγος πρὸς τὴν Νινευῒ τὴν ἀλαζόνα καὶ θεομάχον. ὕδατα δὲ εἶναί φησιν ἐν τούτοις τὰς ἀμετρήτους κατά τε χώρας καὶ πόλεις καὶ ἔθνη πληθῦς, ποταμῶν ἢ θαλάσσης δίκην καταχεομένας εὐκόλως, ὧν ἂν ἕλοιτο Θεός. αὐτὸς γάρ ἐστιν αὐτῶν ὁ κατάρχων, ὡς Δημιουργὸς, ὡς τῶν ὅλων Κύριος καὶ Θεὸς, ὡς ἰδίοις νεύμασι τὰ ὑπ᾽ αὐτοῦ γεγονότα πηδαλιουχῶν, καὶ τῆς ἁπάντων καρδίας τὸ νεῦμα μετατιθεὶς πρὸς τὸ αὐτῷ δοκοῦν, οὕτω τε διαστέλλων καὶ διατυπῶν καθ᾽ ὃν ἂν βούλοιτο τρόπον αὐτός. ταύτῃτοί φησιν Ὦ Νινευῒ, λοιπὸν πεπαύσῃ τοῦ εἶναι δεινὴ, παναλκής τε καὶ διαβόητος. ἡ γὰρ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι, τουτέστιν οὐκ ἔσται λοιπὸν πολὺς περὶ σοῦ παρὰ πᾶσι λόγος. πάλαι μὲν γὰρ ἦσθα λαμπρὰ, καὶ ἐν γλώσσαις ἦν τῶν ἁπάντων μεγάλα περὶ σοῦ διηγήματα· νυνὶ δὲ οὐκ ἔτι, ἀλλὰ στυγνὸν ἐπὶ σοὶ κατηχήσουσι μέλος. ἔσται δὲ οὐδὲν ἔτι παρὰ σοὶ τὸ μέγα καὶ ἀξιάκουστον. <Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμούς σου διαῤῥήξω, καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος.> Πάλιν ὁ λόγος τῷ Προφήτῃ μετακεχώρηκεν ἐπὶ τὸν Ἰσραήλ.
ὅμοιον δὲ ὡς εἰ λέγοι Τῶν ἀρχαιοτέρων ἐκείνων πλημμελημάτων τὴν μνήμην ἀποπεμψάμενος κατελεήσω λοιπὸν, ὡς δίκας ἐκτετικότα· ὡς ἀποχρώντως κεκολασμένον ἀπαλλάξω τῆς ἐκείνων πλεονεξίας, ὑποκείσῃ δὲ οὐδαμῶς τῇ ῥάβδῳ τῶν Ἀσσυρίων, τουτέστι τῷ σκήπτρῳ ἤτοι τῇ βασιλείᾳ· σύμβολον γὰρ βασιλείας τὸ σκῆπτρον· ἀνήσω δὲ καὶ δειμάτων καὶ δουλείας δεσμῶν, ἀνακομιῶ δὲ αὖθις εἰς ἐλευθερίας εὐήμερον. τὸ γεμήν Ἐντελεῖται περὶ σοῦ Κύριος, τοιῶσδε νοήσεις. ἐντελεῖται γὰρ τίσιν; ἢ πνεύμασιν ἀγαθοῖς καὶ ἀγγέλων στρατιαῖς, αἳ τετάχαται παρὰ Θεοῦ πρὸς τὸ προεστάναι τοῦ Ἰσραήλ· ἤγουν ἐντελεῖται καὶ αὐτῷ που τάχα τῷ τῆς αἰχμαλωσίας ἀνέντι κατὰ καιρούς· Κύρος δὲ ἦν ὁ Καμβύσου· ἐντέλλεται δὲ οὐχὶ πάντως ὡς ἁγίῳ καὶ προφήτῃ προσλαλῶν, ἀλλ᾽ εἰς νοῦν ἐνιεὶς τὸ ἴδιον θέλημα, καὶ ὑπουργὸν ἀποφήνας τῶν δοκούντων αὐτῷ, καίτοι βέβηλον ὄντα καὶ εἰδωλολάτρην. ὥσπερ γὰρ ἐνετείλατο τῷ κήτει καταπιεῖν τὸν Ἰωνᾶν, καὶ τῇ κολοκύντῃ πάλιν, ἀναφῦναί τε ὑπὲρ κεφαλῆς αὐτοῦ καὶ ἐπισκιάζειν αὐτὸν, καὶ μὴν καὶ τῇ σκώληκι τῇ ἑωθινῇ πατάξαι τὴν κολόκυνταν· οὕτω φαμὲν ἐντετάλθαι καὶ Κύρῳ.
Καὶ ταυτὶ μὲν ἱστορικῶς· ἐπιφωνήσειε δ᾽ ἂν ὁ Θεὸς καὶ Πατὴρ κυριοκτόνῳ γεγενημένῃ τῇ Ἱερουσαλὴμ, ἤτοι τῇ τῶν Ἰουδαίων χώρᾳ “Ὅτι ἕως θεμελίων αὐτῶν χερσωθήσεται, ”καὶ ὡς σμίλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς κα- “λάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς ”κατὰ τοῦ Κυρίου πονηρὰ βουλευόμενος ἐναντία.” καταπέπρησται γὰρ καὶ κεχέρσωται, καὶ ὡς καλάμη ξηρὰ δεδαπάνηται. τετολμήκασι γὰρ λογίσασθαι πονηρὰ κατὰ τοῦ Κυρίου, καὶ μὴν καὶ ἀθύρῳ γλώττῃ χρήσασθαι· ποτὲ μὲν γὰρ Σαμαρείτην καὶ κάτοινον καὶ ἐκ πορνείας γεγεννημένον ὠνόμαζον· ποτὲ δὲ καὶ ἔφασκον ὅτι “πλανᾷ τὸν ὄχλον,” καίτοι ταύτης ἕνεκα τῆς αἰτίας ἀπεσταλμένου παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα τοῦ πλανᾶσθαι τὸ πλανώμενον ἀπαλλάξῃ καὶ προσκομίσῃ Θεῷ τὸ ἀποσκιρτῆσαν αὐτοῦ, καὶ προσάγῃ διὰ τῆς πίστεως τὸ πολυτρόπως ὠλισθηκὸς εἰς ἀπόστασιν, καὶ καταφωτίσῃ μὲν τὸ ἐν σκότει, καταδήσῃ δὲ τὸ συντετριμμένον. ἐπειδὴ δὲ οὐκ εἰσάπαν ὠλόθρευσε τὸν Ἰσραὴλ, τετήρηται δὲ, ὡς ἔφην ἤδη πλειστάκις, αὐτῷ τὸ κατάλειμμα· πεπιστεύκασι γὰρ καὶ ἐξ Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ τοῖς ἔθνεσιν ἀναμὶξ δοξολογοῦσι Χριστόν· ἀκουέτωσαν μὲν οἱ ἐκ τῆς κατὰ σάρκα περιτομῆς ὅτι Συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος. ποίαν δὲ ἄρα φησὶ τὴν ῥάβδον, ἢ τίνας ὅλως δεσμοὺς, πῶς οὐκ ἀναγκαῖον εἰπεῖν;
ὑπέκειντο μὲν γὰρ οἷά τινι σκήπτρῳ, κατηχθισμένοι τῇ τῶν γραμματέων τε καὶ Φαρισαίων ἀπονοίᾳ τε καὶ ἀγριότητι, καὶ μονονουχὶ δεσμοῖς συνεχόμενοι τοῖς ἐκείνων ἐντάλμασιν, οὐ παρεδέχοντο τὴν πίστιν. ἀλλ᾽ ἐξῄρηται μὲν ἡ ῥάβδος, τουτέστιν ἡ ἀρχὴ, διεῤῥάγη δὲ τὰ δεσμὰ, καὶ λοιπὸν ἐλευθέρῳ φρονήματι προσδεδραμήκασι τῷ Χριστῷ, μονονουχὶ προτροπάδην ἐπιφωνοῦντες ἀλλήλοις, κἀκεῖνο λέγοντες τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας “Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐ- ”τῶν, καὶ ἀποῤῥίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν.” Ἀκουέτωσαν δὲ πρὸς ἐκείνοις οὐδὲν ἧττον οἱ ἐξ ἐθνῶν Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος. πάλαι μὲν γὰρ τοῖς τοῦ διαβόλου σκήπτροις ὑπεζευγμένοι, καὶ τοῖς τῶν κοσμικῶν ἡδονῶν κατεσφιγμένοι δεσμοῖς προσεκύνουν “τῇ ”κτίσει παρὰ τὸν κτίσαντα·” Θεὸν οὐκ ᾔδεσαν τὸν φύσει καὶ ἀληθῶς, καὶ κτηνῶν ἀλόγων ὀλίγα διενεγκόντες ταῖς ἡδοναῖς ἐδούλευον τῆς σαρκὸς, οἰκτρόν τε καὶ ἀλογώτατον διέζων βίον. ἀλλ᾽ ἠλευθέρωνται καὶ αὐτοὶ, Χριστοῦ τὴν ἀρχαίαν ἐκείνην ῥάβδον συντρίψαντος καὶ διαῤῥηγνύντος τὰ δεσμὰ, καὶ ἁμαρτίας ἐξέλκοντος, καὶ μετατιθέντος ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ, καὶ δικαιοῦντος τῇ πίστει, καὶ ἐντελλομένου λοιπὸν ὑπὲρ αὐτῶν, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀγγέλοις.
γέγραπται γὰρ ὅτι “Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ”ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.” ἐντελεῖται γὰρ τοῖς ἁγίοις ἀγγέλοις διαφυλάσσειν ἡμᾶς ἐν πάσαις ταῖς ὁδοῖς καὶ λαμβάνειν ἐπὶ χειρῶν, μήποτε προσκόψωμεν πρὸς λίθον τὸν πόδα. καὶ ἀτρεκὲς ὅτι “Παρεμβαλεῖ ἄγγελος ”Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ- “τούς.” <Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι.> Ὅμοιον ὡς εἰ λέγοι πάλιν Οὐκ ἔσῃ διεσπαρμένος εἰς πάντα τὰ ἔθνη, ἢ δορίληπτος καὶ ἀλήτης καὶ τῆς ἐνεγκούσης ὡς ἀπωτάτω καὶ παγχάλεπον ὑπομένων θητείαν ἐν πόλεσι δυσμενῶν οἰκτρῶς τε καὶ ἐλεεινῶς καὶ ἀθλίως κατεσκεδασμένος. σημειωτέον δὲ, ὅτι πρὸ τῆς ἐν Βαβυλῶνι δευτέρας αἰχμαλωσίας ἦν ὁ Προφήτης Ναοὺμ, καὶ μετὰ ταύτας τοῦ Προφήτου τὰς φωνὰς ἥλω καὶ πεπόρευται πρὸς αἰχμαλωσίαν ὁ Ἰούδας, καὶ δεδούλευκεν Ἀσσυρίοις.
Ἐζεκίου μὲν γὰρ τοῦ Ἱερουσαλὴμ βασιλεύοντος, κατεστράτευσε τῆς Σαμαρείας ὁ Σεναχηρεὶμ, καὶ τὰς ἐν αὐτῇ πόλεις καταδῃώσας, προσεμπρήσας δὲ καὶ ἑτέρας, ἀπέστειλεν ἐκ Λαχὶς τὸν Ῥαψάκην, ὃς καὶ ἄγροικον ἠφίει κατὰ Θεοῦ τὴν γλῶτταν, εἶτα πεπτώκασιν ἀγγέλου χειρὶ τῆς τῶν Ἀσσυρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες· μετὰ δέ γε τὴν Ἐζεκίου βασιλείαν χρόνου μεταξὺ διαγεγονότος οὐ μικροῦ, Σεδεκίου βεβασιλευκότος, ὃς ἦν υἱὸς Ἰωσίου, πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ, προκαταδῃώσας ὅλην τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ, εἶτα κατὰ κράτος ἑλὼν τὴν ἁγίαν πόλιν, κατεμπρήσας δὲ καὶ τὸν διαβόητον ἐκεῖνον ναὸν, ἀπῴκισε τὸν Ἰούδαν καὶ προστέθεικε τοῖς ἐκ Σαμαρείας διὰ τοῦ Σεναχηρεὶμ ἀπενηνεγμένοις. ἆρ᾽ οὖν διαψεύδεται τὴν ὑπόσχεσιν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ Προφήτου λέγων πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι; εἶτα πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ καὶ εἰς λῆξιν ἂν ἴοι τοῦ παντὸς ἤδη κακοῦ, τὸ ψευδοεπεῖν οἴεσθαι τὸν Θεόν; ἁμαρτοεπὲς γὰρ οὔτι που τὸ θεῖον, πολλοῦ γε καὶ δεῖ· ἀληθεύσει δὲ οὕτως. μνημονεύσας γὰρ πρότερον τῆς ἀφέσεως τῆς γεγενημένης κατὰ καιροὺς, Κύρου τοῦ τῶν Περσῶν ἀνῃρηκότος τὸ κράτος, τότε φησιν, ὡς οὐκ ἂν ἀλήτης γένοιτο μετὰ τοῦτο ἔτι καὶ ἔξοικος ὁ Ἰσραήλ. ἀνακεκλημένοι γὰρ εἰς τὰ ἑαυτῶν καὶ ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, κατῳκήκασιν ἀσφαλῶς.
καὶ κεκίνηνται μὲν πόλεμοι κατ᾽ αὐτῶν ὑπό τε Ἀντιόχου τὸ ἐπίκλην Ἐπιφανοῦς, καὶ ἑτέρων δὲ μετ᾽ ἐκεῖνόν τινων· πλὴν οὐκ ἀπῴχοντο πρὸς αἰχμαλωσίαν· ἀλλ᾽, ὡς ἔφην, κατῳκήκασι τὴν ἐνεγκοῦσαν ἀσφαλῶς.
Οὕτω μὲν οὖν ἐπὶ τοῦ κατὰ σάρκα Ἰσραὴλ νοηθείη ἂν τό Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἀκούσεται δὲ, καὶ μάλα εἰκότως, ὁ νοητὸς Ἰσραὴλ, τουτέστιν, οἱ τοῖς τῆς διανοίας ὄμμασιν ὁρῶντες Θεὸν καὶ τὴν δόξαν τοῦ Μονογενοῦς κατατεθηπότες Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι. γεγόνασι μὲν γὰρ πρὸ τῆς πίστεως ὑπὸ χεῖρας ἐχθρῶν, ὑποζεύξαντες τὸν τῆς διανοίας αὐχένα τῷ σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς, καὶ τοῖς κακοῖς τῆς φιλοσαρκίας ἐνδεδεμένοι. ἀλλ᾽ ἐξῄρηται λοιπὸν ἡ πλεονεξία τῶν πάλαι κεκρατηκότων, κατεσείσθη καὶ πέπτωκε σὺν ἐκείνοις ἡ ἁμαρτία, ἐξῄρηται τῶν παθῶν ἡ δύναμις. ἀνῆκε γὰρ ἡμᾶς ὁ Χριστὸς, συνεκόμισε διὰ τῆς πίστεως εἰς ἁγιασμὸν, καίτοι πολυτρόπως κατεσπαρμένους εἰς πολυειδῆ καὶ ἐξίτηλα πάθη, καὶ εἰς ἀμέτρητον πολυθεΐαν. ἀλλ᾽ οὐκ ἔτι διασπαρησόμεθα, μενοῦμεν δὲ πάντως ἐν Χριστῷ, μίαν ἔχοντες πίστιν, ἓν βάπτισμα, καὶ ἕνα Κύριον Σωτῆρά τε καὶ Λυτρωτὴν, καὶ δι᾽ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ πρὸς ἑνότητα τὴν πνευματικὴν συνδούμενοι. <Ἐξ οἴκου Θεοῦ σου ἐξολοθρεύσω τὰ γλυπτὰ, καὶ χωνευτὰ θήσομαι ταφήν σου.> Προσκέκρουκε μὲν οὐ μετρίως ὁ Ἰσραὴλ, ἀπονενευκὼς εἰς ἀπόστασιν, καὶ ἀποφοιτήσας μὲν ἀνοσίως τοῦ σεσωκότος Θεοῦ, προσκείμενος δὲ ταῖς τῶν εἰδώλων λατρείαις, ταύτῃτοι καὶ γεγονὼς αἰχμάλωτος πεπόρευται πρὸς ἐχθροὺς, ἀπεκομίσθη τε οὕτως εἰς τὴν Νινευΐ.
οἱ δὲ δὴ περιλειφθέντες ἐν τοῖς Ἱεροσολύμοις, οὐδὲν ἧττον ἦσαν ῥᾴθυμοι πρὸς φιλοθεΐαν, καὶ ἀνασφαλεῖς εἰς εὐλάβειαν, καὶ ἀποσπουδάζοντες μὲν τὸ ἁνδάνον Θεῷ, καὶ τῆς ὑπ᾽ αὐτῷ δουλείας ἀποσειόμενοι τὸν ζυγόν· θύοντες δὲ τῇ Βάαλ ἔτι καὶ τῇ Ἀστάρτῃ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. ἐπειδὴ δὲ διὰ προφητῶν ἁγίων γεγόνασιν ἀπειλαὶ, Θεοῦ λέγοντος ἐναργῶς ὡς διολεῖται μὲν Ἱερουσαλὴμ, βαδιοῦνται δὲ τοῖς ἄλλοις ὁμοῦ πάντη τε καὶ πάντως αἰχμάλωτοι καὶ οἱ κατοικοῦντες αὐτὴν εἰς χείρας ἀλλοτρίων, ἐξένηψαν κατὰ καιροὺς τῶν ἐν αὐτῇ βεβασιλευκότων τινὲς, καὶ καθεῖλον τεμένη, βωμοὺς ἀνέτρεψαν, καὶ πυρὶ δεδαπανήκασι τὰ γλυπτά. μάλιστα δὲ τῶν ἄλλων διέπρεψεν ἐν τούτοις Ἰωσίας, περὶ οὗ λελάληκε καὶ ὁ ἄνθρωπος τοῦ Θεοῦ θύοντί ποτε τῷ Ἱεροβοὰμ τῷ τοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. ὁ μὲν γὰρ εἱστήκει ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἀνοίσων θυσίας· ὁ δὲ πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου φησί “Θυσιαστήριον θυσιαστή- ”ριον τάδε λέγει Κύριος Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ “Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς ”τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων “καύσει ἐπὶ σέ.” ὅτι δὲ εἰς πέρας ἐκβέβηκε τὸ προεπηγγελμένον, μεμαρτύρηκεν ἐναργῶς τὸ γράμμα τὸ ἱερόν.
γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν περὶ Ἰωσίου “Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ ”καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσι τὸν “σταθμὸν, τοῦ ἐξαγαγεῖν ἐκ τοῦ οἴκου Κυρίου πάντα τὰ ”σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ “τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἱερου- ”σαλὴμ ἐν Σαδημὼθ κέδρων, καὶ ἔλαβε τὸν χοῦν αὐτῶν “εἰς Βαιθὴλ, καὶ κατέκαυσε τοὺς χωμαρεὶμ οὓς ἔδωκαν ”βασιλεῖς Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς “πόλεσιν Ἰούδα καὶ ἐν τοῖς περικύκλῳ Ἱερουσαλὴμ, καὶ ”τοὺς θυμιῶντας τῇ Βάαλ καὶ τῷ ἄλσει καὶ τῷ ἡλίῳ καὶ “τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάσῃ τῇ δυνάμει τοῦ ”οὐρανοῦ. καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν “Ἱερουσαλὴμ εἰς τὸν χειμάῤῥουν τῶν κέδρων, καὶ κατέκαυ- ”σεν αὐτοὺς ἐν τῷ χειμάῤῥῳ τῶν κέδρων, καὶ ἐλέπτυνεν εἰς “χοῦν, καὶ ἔῤῥιψε τὸν χοῦν αὐτῶν εἰς τὸν τάφον τῶν υἱῶν ”τοῦ λαοῦ.” συνίης οὖν, ὅπως τισὶ τέθεινται ταφή τις ὥσπερ τὰ χωνευτὰ, καὶ ἐξωλοθρεύθησαν ἐξ οἴκου Κυρίου τὰ γλυπτά;
Πιστώσεται δὲ τὸν ἐπὶ τῷδε λόγον καὶ ἑτέρα γραφή. ἔφη γὰρ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων “Ἐν ”τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ·” δῆλον δὲ ὅτι τῆς Ἰωσίου· “καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι ”Κύριον τὸν Θεὸν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ “δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι ”τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ “τῶν ἀλσέων καὶ ἀπὸ τῶν χωνευτῶν, καὶ κατέσκαψαν κατὰ ”πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βάαλ, καὶ τὰ “ὑψηλὰ τὰ ἐπ᾽ αὐτῶν, καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, ”καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἔῤῥιψεν ἐπὶ “πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς· καὶ ”ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθά- “ρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ.” οὐκοῦν διολώλασιν ἐπ᾽ αὐτοῖς τεμένεσιν, ὡς ἔφην, καὶ βωμοῖς, καὶ τοῖς χωνευτοῖς μονονουχὶ συνεθάπτοντο, κατὰ τὸν τοῦ Προφήτου λόγον. ἰστέον δὲ, ὅτι κατά γε τοὺς χρόνους Ἐζεκίου προεφήτευσεν ὁ Ναούμ.
εἶτα γέγονεν ἐκ μὲν Ἐζεκίου Μανασσῆς, ὃς βεβασίλευκεν ἔτη πέντε καὶ πεντήκοντα· Μανασσῆ δὲ υἱὸς Ἀμὼς, ὃς ἔτη μόλις διεβίω δύο, καὶ μετ᾽ ἐκεῖνον ὁ Ἰωσίας, ἐφ᾽ οὗ τὰ τῆς προφητείας πεπλήρωται, καθὰ δέδειχεν ἡμῖν ἀρτίως ὁ λόγος. <Ὅτι ταχεῖς ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην.> Διέτριβον μὲν ἐν Βαβυλῶνι γεγονότες αἰχμάλωτοι οἱ υἱοὶ Ἰσραὴλ, ἦσαν γεμὴν ἐν ἐλπίσι τοῦ καὶ αὖθις ἀνακομισθήσεσθαι κατὰ καιροὺς, καὶ εἰς τὴν ἄνωθεν αὐτοῖς καὶ ἐκ πατέρων εὐγένειαν ἀναφοιτήσειν οὐκ εἰς μακρὰν, τοῦτο προφητῶν ἁγίων ὡς Θεοῦ λαλοῦντος ἐπηγγελμένων. ἦν δὲ αὐτοῖς ὁ τῆς ἐλπίδος καιρὸς, τῆς Κύρου βασιλείας μέλλοντος αἱρήσειν κατὰ κράτος τὴν Νινευῒ, καὶ τοῦτο πάλιν αὐτοῖς Ἡσαΐου προαπηγγελκότος. ἔφη γάρ “Οὕτω λέγει Κύριος ”ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς “ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων ”διαῤῥήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ “συγκλεισθήσονται Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ”ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς “συνθλάσω.” καὶ μεθ᾽ ἕτερα πάλιν “Οὗτος οἰκοδομήσει ”τὴν πόλιν Ἱερουσαλὴμ, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ “μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε ”Κύριος σαβαώθ.”
ἥξει τοίνυν, φησὶν, ἄγγελος τοῖς ἐξ Ἰσραὴλ εἰρήνης, τὴν Κύρου σημαίνων ἐκστρατείαν, ὅτε καὶ τὸν τῆς αἰχμαλωσίας ἀπεσείοντο ζυγὸν, καὶ τὴν τῶν κρατούντων ῥάβδον συνέτριψαν, καὶ τῆς ἀσυνήθους δουλείας ἀποῤῥήξαντες τὰ δεσμὰ, οἴκαδε πάλιν γεγονότες, ἐσώζοντο.
Εἰ δὲ δή τις ἕλοιτο τὴν δύναμιν τῶν προκειμένων τοῖς τοῦ ἁγίου Βαπτιστοῦ κηρύγμασιν ἐφαρμόσαι, παλινδρομήσειεν ἂν καὶ οὗτος ὀρθῶς. ἐποιεῖτο γὰρ ἐν ἐρήμῳ τὰς διατριβὰς, καὶ οἷον ἐν ὄρεσι διακεκραγὼς εὐηγγελίζετο τὴν εἰρήνην, τουτέστι Χριστόν. ὡραῖοι δὴ οὖν οἱ πόδες καὶ ταχεῖς τοῦ λέγοντος “Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς ”τρίβους τοῦ Θεοῦ ἡμῶν.” <Ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, δίοτι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν.> Προστεταχότος τοῦ νόμου, μὴ δεῖν ἔξω θύειν τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, ἀλλ᾽ “εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται ”Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ,” ἐν ἀλλοδαπῇ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ τὴν Περσῶν τε καὶ Μήδων χώραν οἰκοῦντες, ἄπρακτοί που πάντως περὶ τά σφισι νενομισμένα καὶ ἀνενέργητοι διετέλουν, οὐ τὰς ἐξ ἔθους πληροῦντες ἑορτὰς, οὐ θυσίας προσάγοντες, οὐκ ἀπαρχὰς, οὐ χαριστήρια κατὰ τὸν νόμον, οὐ τὸν ἀμνὸν σφάζοντες ἐν μηνὶ τῷ νέῳ· τάχα που καὶ πρὸς μόνας ὀκνοῦντες δοξολογίας. καὶ τοῦτό φαμεν τοῦ θεσπεσίου Δαυεὶδ ὡς ἐκ προσώπου λέγοντος τοῦ ἐν Βαβυλῶνι λαοῦ “Ἐπὶ τὸν ποταμὸν ”Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνη- “σθῆναι ἡμᾶς τῆς Σιών. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ”ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.” καὶ πρὸς τούτοις ἔτι “Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;”
ἔξω γὰρ, ὡς ἔφην, τῆς ἁγίας γῆς γεγονόσιν αὐτοῖς, ἔξω ναοῦ καὶ σκηνῆς, καὶ τὸν ἱερὸν οὐκ ἔχουσι χῶρον, ἀπρακτεῖν ἦν ἀνάγκη περὶ τὰ ἐκ νόμου. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν ὁ τοῦ ἀνεῖσθαι καιρὸς, ἐπιφθέγγεταί τις εἰκότως αὐτοῖς ἢ ὁ τῆς εἰρήνης ἄγγελος, οὗ καὶ ταχεῖς οἱ πόδες, ἤγουν αὐτὸς ὁ Προφήτης, ὅτι μετέστιν αὐτοῖς πληροῦν ἑορτὰς, ἀνάπτειν χαριστηρίους ᾠδὰς, καὶ ἀποπεραίνειν εὖ μάλα τὰ ἐν εὐχαῖς ἤγουν ὑποσχέσεσι. προσεπαγγέλλεται δὲ καὶ τὴν ὅσον οὐδέπω τῶν ἐχθρῶν ἐσομένην ἀπώλειαν. οὐ γὰρ μὴ προσθῶσί φησι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν οὐκ εἰς μακροὺς ἔτι χρόνους μενοῦσι, οὔτε μὴν παλαιουμένην ἤγουν ἀτελεύτητον ἕξουσι τὴν εὐημερίαν. πεπαύσεται γὰρ καὶ καταλήξει συστελλομένη.
Ἀκουέτω δὲ πρεπωδέστερον καὶ ὁ νοητὸς Ἰούδας τῶν τοιῶνδε φωνῶν. “Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, ”οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ᾽ ὁ ἐν τῷ “κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ ”γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ “Θεοῦ.” ἑορτάσει μὲν οὖν ὁ τοιόσδε λαμπρῶς, ἐρηρεισμένην ἔχων τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ἡγιασμένος τῷ Πνεύματι, καὶ τῇ τῆς υἱοθεσίας διαπρέπων χάριτι. προσοίσει δὲ τῷ Θεῷ θυσίας πνευματικὰς, ἑαυτὸν ἀνατιθεὶς εἰς ὀσμὴν εὐωδίας, καὶ πᾶν εἶδος συνεπιτηδεύων ἀρετῆς, σωφροσύνην, ἐγκράτειαν, ἀνδρείαν, ὑπομονὴν, ἀγάπην, ἐλπίδα, φιλοπτωχείαν, χρηστότητα, μακροθυμίαν· “Τοιαύταις γὰρ ”θυσίαις εὐαρεστεῖται Θεός.” ἴστω γεμὴν ὁ νοητὸς Ἰούδας περὶ παντὸς ἐχθροῦ καὶ τῶν πάλαι κεκρατηκότων, ὅτι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν ἐκ μέσου γενήσονται πεμπόμενοι δηλονότι πρὸς κόλασιν.
ὃ δὴ καὶ πεπλήρωκεν ὁ Χριστὸς, ἐπιτάσσων τοῖς ἀκαθάρτοις πνεύμασιν εἰς τὴν ἄβυσσον ἀπελθεῖν, καὶ δοὺς τοῖς αὐτὸν ἀγαπῶσι τῶν ἐχθρῶν κατεξανίστασθαι, καὶ κατὰ παθῶν ἀνδρίζεσθαι καὶ ἁμαρτίας καταθλεῖν καὶ “πατεῖν ἐπάνω ”ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ἐχθροῦ.” <Συντετέλεσται, ἐξῇρται· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος ἐκ θλίψεως.> Ὡς ἀραρότως ἤδη, καὶ πάντη τε καὶ πάντως συμβησομένου τοῦ δεῖν ἀπολέσθαι τὴν Νινευῒ, συντετελέσθαι φησὶν αὐτὴν, τὸ οἷον ἐλθεῖν εἰς συντέλειαν διὰ τούτου δηλῶν. καὶ μὴν καὶ ἐξῇρθαι, τουτέστιν ἐκκεκόφθαι τε εἰσάπαν καὶ ἀνῃρῆσθαι παντελῶς. εὖ δὲ δὴ σφόδρα καὶ τὸ ἀνέβη φησὶν ἐπὶ Κύρου, μετ᾽ ἐμφάσεως οἶμαί που τοιοῦτόν τι σημαίνων, ὁποῖον ἔφη περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἱερεμίας, τὰ κατὰ καιροὺς ἐσόμενα τῇ Νινευῒ προαναφωνῶν “Ἀνέβη λέων ἐκ ”τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῇρε, καὶ ἐξῆλθεν “ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν, ”καὶ αἱ πόλεις σου ἐρημωθήσονται, παρὰ τὸ μὴ κατοικεῖσθαι “αὐτάς.” θηρὸς γὰρ ἀγρίου δίκην ἐπιθρώσκων τῇ Νινευῒ, τοὺς ἐν αὐτῇ κατεδήδοκεν.
ἀλλ᾽ ἐκείνοις μὲν ὡς πολέμιος δεινός τε καὶ ἀτεράμων ἦν, καὶ ἄθραυστος εἰς ὀργὰς γέγονε, τοῖς δὲ ἐξ Ἰσραὴλ ἐμφυσῶν εἰς πρόσωπον καὶ ἐξαιρούμενος ἐκ θλίψεως, τουτέστιν ἀπαλλάττων αὐτοὺς τῆς ἀσυνήθους δουλείας, δεσμῶν ἀνιεὶς, αἰχμαλώτους ὄντας ἀνακτώμενος, διὰ τοῦ πέμψαι μὲν οἴκαδε, προστάξαι δὲ καὶ τὸν θεῖον αὐτοῖς ἀναδείμασθαι ναόν.
Τὸ δὲ ἐμφυσῶν εἰς πρόσωπον, ὡς ἐκ παραδόσεώς τε καὶ συνηθείας φησὶν Ἰουδαϊκῆς. εὑρήσομεν δὲ καὶ τῶν τοιούτων τὴν μνήμην ἔσθ᾽ ὅτε κειμένην παρὰ ταῖς θεοπνεύστοις γραφαῖς, ὁποῖόν ἐστι τὸ δεῖν οἴεσθαι τοὺς Ἰουδαίους ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις περιῤῥηγνύναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καιάφας Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος τοῦ Χριστοῦ περιέῤῥηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων Ἐδυσφήμησε. δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. γεγόνασι μὲν γὰρ ἐν Λυκαονίᾳ. ἐπειδὴ δέ τινα τῶν ἠῤῥωστηκότων τοῦ πάθους ἀπήλλατον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοσημίας οἱ θεωροί. ἔφασκον γὰρ ὅτι “Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον πρὸς ἡμᾶς· ἐκά- ”λουν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, “ὅτι αὐτὸς ἦν, φησὶν, ὁ ἡγούμενος τοῦ λόγου.” ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέῤῥηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσιν Ἰουδαϊκαῖς καὶ ἀγράφοις ἔθεσιν ἀκολουθοῦντες ἔτι. διαβέβληται δὲ τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου, καὶ ἀνόνητον παντελῶς. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς πλαττομένους τὰ τοιάδε καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν “Ἐπιστρέψατε πρὸς μὲ ἐξ ὅλης ”καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, “καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ”ὑμῶν.”
ὥσπερ οὖν ἔθος ἦν περιῤῥηγνύναι τισὶ τὴν ἐσθῆτα, δεδυσφημηκότος τινὸς, οὕτω καὶ τὸ ἐμφυσᾶν εἰς πρόσωπον τῶν ἠῤῥωστηκότων καθ᾽ ὁντιναοῦν τρόπον. ἔδρων δὲ τοῦτο μάλιστα, καὶ ἄγαν ἐκτόπως, οἱ ἀφορκίζειν εἰωθότες καὶ περιέργοις ἐπῳδαῖς, πνευμάτων τε καὶ ἀλγημάτων τοὺς κάμνοντας ἀπαλλάττειν προσποιούμενοι. δέχεται τοίνυν ἐκ τῆς παρ᾽ αὐτοῖς συνηθείας τὸ παράδειγμα, καί φησιν Ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου· Κῦρος δὲ δηλονότι· καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. τοῦτο γὰρ δύνασθαι κατορθοῦν, ὡς ἔφην, προσεποιοῦντό τινες, ἐμφυσῶντες ἑτέροις.
Σοφὸν δὲ καὶ ἀληθὲς εἰπεῖν, ὅτι καὶ τὸ τοῦ διαβόλου καὶ τὸ τῆς καθ᾽ ἡμῶν τυραννούσης ἁμαρτίας συνέσταλται κράτος, καὶ ἥλω μὲν ὥσπερ ὁ θάνατος, ἐξῇρται δὲ καὶ εἰς ἅπαν ἡ φθορά. ἀναβέβηκε γὰρ ἐξ ᾅδου καὶ ἀνεβίω Χριστὸς, ὁ ἐμφυσῶν εἰς πρόσωπον τῶν ἁγίων ἀποστόλων καὶ λέγων “Λάβετε Πνεῦμα Ἅγιον.” ἀπηλλάγμεθα γὰρ οὕτω παντὸς κακοῦ, καὶ μέτοχοι γεγονότες τοῦ Ἁγίου Πνεύματος, εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἀναστοιχειούμεθα κάλλος, καὶ εἰς εἰκόνα τὴν πρώτην νοητῶς μεταχαραττόμεθα. μορφοῦται γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. <Σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύι σου σφόδρα, διότι ἀπέστρεψε Κύριος τὴν ὕβριν Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ.> Ὡς αὐτίκα δὴ μάλα βαδιουμένοις εἰς τὴν Ἰουδαίαν, οἴκαδέ τε ἰέναι μέλλουσιν, ἀναγκαίως ἐπιφωνεῖ τὸ χρῆναι λοιπὸν καὶ τὴν ὁδὸν κατασκέπτεσθαι καὶ κρατεῖν ὀσφύος, τουτέστιν ἑτοίμως τε καὶ ἐπιτηδείως ἔχειν πρὸς τοὺς τῆς ὁδοιπορίας πόνους, καὶ παντὸς ὄκνου κατανδρίζεσθαι, καὶ μακρῶν διαστημάτων ἀμείνους ὁρᾶσθαι φιλεῖν, προθυμίαις ἀμάχοις εἰς τοῦτο χρωμένους. ἑτοιμότητος δὲ σημεῖον, τὸ οἷον εὐπρεπῆ καὶ διεζωσμένην ἔχειν τὴν ὀσφύν. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν “Ἔστωσαν ὑμῶν αἱ ὀσφύες ”περιεζωσμέναι” φησίν.
ὁδοιπορικὸν γὰρ τὸ σχῆμα, καὶ ὅτι μάλιστα πρεπωδέστατον τοῖς τὸ θεῖον κηρύττουσιν εὐαγγέλιον, καὶ ἑτοιμοτάτους ἔχουσιν εἰς τοῦτο τοὺς πόδας. κράτησον δὴ οὖν ὀσφύος φησὶν, ἀντὶ τῶν παρεσκευασμένος ἔσο καὶ οἷον εὐτρεπὴς εἰς ἀποδρομήν. ἀπέστρεψε γὰρ Κύριος τὴν ὕβριν φησὶ τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. ἐπιτήρει πάλιν ἐν τούτοις ἀναγκαίως εἰσκεκομισμένην τὴν διαστολήν.
Ἰακὼβ μὲν γάρ φησι τοὺς ἐν τῇ Σαμαρείᾳ κατῳκηκότας, τουτέστι τὰς δέκα φυλὰς, ὧν βεβασιλεύκασιν οἱ ἐκ φυλῆς Ἐφραῒμ καὶ Μανασσῆ, οἳ γεγόνασιν ἐξ Ἰωσὴφ, ὃς ἦν ἐξ Ἰακώβ· Ἰσραὴλ δὲ ὀνομάζει τοὺς ἐν Ἱεροσολύμοις Ἰούδαν τέ φημι καὶ Βενιαμίν. ἐπειδὴ δὲ τοῦ Σεναχηρεὶμ τὴν Σαμάρειαν πεπορθηκότος, οὐχ ἥλω τὰ Ἱεροσόλυμα, Θεοῦ τὸ τηνικάδε προασπίζοντος καὶ δαπανῶντος ἀγγέλου χειρὶ τὸν Ἀσσύριον· ἀνῆκε δὲ Κῦρος οὐχὶ μόνους τοὺς ἐκ τῆς Σαμαρείας αἰχμαλώτους, ἀπενηνεγμένους εἰς τὴν Νινευῒ, ἀλλὰ γὰρ καὶ τοὺς ἐκ τῶν Ἱεροσολύμων, ἑλόντος τοῦ Ναβουχουδονόσορ τὴν χώραν· ἀναγκαίως φησὶν ὁ Προφήτης ὅτι ἀπέστρεψε Κύριος τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. καὶ ὕβριν μέν φησι τὴν δουλείαν ἤτοι τὴν θητείαν. ὅτι δὲ ἅπαντας ἀνήσει Θεὸς, οὐ προασπίζων μὲν τινῶν, ἐναφιεὶς δὲ τοῖς πόνοις ἑτέρους ἐντρύχεσθαι, διδάσκει λέγων οὕτως Ἀπέστρεψε τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ἀποστρέφεται καὶ ἡ τοῦ Ἰσραήλ. σύμπαντες γὰρ, ὡς ἔφημεν, ἀνέδραμον εἰς τὴν Ἰουδαίαν, τὰ ἐκ τῆς αἰχμαλωσίας διακρουσάμενοι βλάβη.
Χρῆναι δέ φημι ἔγωγε, καὶ μάλα εἰκότως, καὶ τοὺς ἐν Χριστῷ λελυτρωμένους ζῆν μὲν ἐθέλειν οὐκ ἀπερισκέπτως ἔτι· περιαθρεῖν δὲ μᾶλλον τῆς ἀρεσκούσης τῷ Θεῷ πολιτείας τὴν ὁδὸν καὶ τρίβον ἰέναι τὴν ἀγαθὴν καὶ κρατεῖν ὀσφύος, τουτέστιν ἀμείνους ὁρᾶσθαι γαστρὸς καὶ φιληδονίας, “καὶ τῆς ”σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν εἰς ἐπιθυμίας,” κατανεανιεύεσθαι δὲ καὶ παθῶν καὶ ὄκνου παντός· ἥξουσι γὰρ οὕτως εἰς τὴν ἁγίαν πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐκεῖ τε προσκομιοῦσι Θεῷ πνευματικὰς θυσίας, καὶ τῆς ἀρχαίας δουλείας τὸν ζυγὸν ἀποσεισάμενοι, τὸν εὐκλεᾶ καὶ ἐλεύθερον καὶ φαυλότητος ἁπάσης ἀπηλλαγμένον διαβιώσονται βίον. <Διότι ἐκτινάσσοντες ἐξετινάξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν. διέφθειραν ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί. αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.> Ἐνηχοῦντος μὲν τοῖς ἁγίοις προφήταις τὰ κατὰ καιροὺς ἐσόμενα τοῦ πάντα εἰδότος Θεοῦ, προαπήγγελλον ἀναγκαίως κατὰ τὸ αὐτῷ δοκοῦν. ἐγίνοντο δὲ πλειστάκις καὶ ἐν αὐταῖς ταῖς τῶν πραγμάτων ὁράσεσι.
τοιγάρτοι καταπεπλήγασι καὶ μονονουχὶ πληρούμενα βλέποντες, τοὺς περὶ αὐτῶν ἐποιοῦντο λόγους· ὁποῖόν τι καὶ νῦν ὁ Προφήτης δοκεῖ πεπονθέναι ἐπί τε τοῖς οἰκοῦσι τὴν Νινευῒ, καὶ τοῖς Κύρῳ συνησπικόσιν, ὅτι καὶ ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν. πεποίηται δὲ ὁ λόγος ὡς ἀπό γε τοῦ συμβαίνειν ταῖς ἀμπέλοις εἰωθότος. ἐκτινάσσεται γὰρ ὁ βότρυς καὶ τὰς ῥάγας ἀποπτύει, ἢ ῥαγδαιοτάτου προσβάλλοντος πνεύματος, ἢ καύσωνος καταφλέγοντος, ἢ καὶ ἑτέρας ἡστινοσοῦν συμβαινούσης βλάβης, ὡς καὶ αὐτὸ τοῖς καρποῖς τὸ κλῆμα συναναφαίνεσθαι καὶ αὐτῆς τῆς ἄνθης ἀπογυμνούμενον. οὕτω δὴ οὖν ἀπετίναξαν αὐτοὺς ὡς ἀμπέλους. διέφθαρται δὲ καὶ τὰ ὅπλα αὐτῶν, τουτέστιν ἡ δυναστεία· ὅπλα γὰρ ἔσθ᾽ ὅτε σημαίνει τὴν δυναστείαν.
δεινοὺς δὲ ὄντας ἱππέας, καὶ τὰς ἐφ᾽ ἁρμάτων εἰδότας μάχας ἐν ἀφορήτοις ἄγαν φησὶ γενέσθαι δείμασιν, ὡς τραπέσθαι μὲν εἰς φυγὴν, συμπλέκεσθαι δὲ ἀλλήλοις, καὶ συνθραύεσθαι προσρηγνυμένους, οἴεσθαι δὲ οὕτως καταθεᾶν αὐτὸν τὰς τῶν πολεμίων φάλαγγας, ὡς οὐδὲν λαμπάσι παραχωρεῖν, ἢ καὶ ἀστραπαῖς ἐν ἴσῳ καταφλέγειν αὐτοὺς ὀξεῖ καὶ ἀσχέτῳ διαττούσας δρόμῳ. <Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν.> Καταβρίθοντος τοῦ πολέμου καὶ αὐτοὺς τοῖς ἄλλοις ὁμοῦ τοὺς δυνατωτάτους, εἰς νοῦν δέξονται, φησὶν, ἃ δεδράκασιν ἑλόντες τὴν Ἰουδαίαν, ἤγουν ὧν ἐκτόπως εἰρήκασι, παλιμφήμους ἱέντες φωνὰς, καὶ οἷον τὴν τοῦ Θεοῦ δόξαν ταῖς παρὰ σφῶν ἀθυροστομίαις κατασφενδονῶντες οἱ δείλαιοι. εἶτα τούτων ἐνηνεγμένοι πρὸς ἀνάμνησιν, εἴσονται λοιπὸν, ὅτι Θεὸν ἔχουσι δυσμενῆ καὶ τοῖς τῶν πολεμούντων αὐτοὺς ὑποστρωννύντα ποσὶ, καίτοι πάλαι δεινοὺς ὄντας ἄγαν, καὶ κομιδῇ δυσάντητον τὴν καθ᾽ ὧν ἂν ἴοιεν προσβολὴν ποιεῖσθαι μεμελετηκότας. εἰ δὲ δὴ καὶ τράποιντο πρὸς φυγὴν, δυσεξίτητον εὑρόντες τὸ χρῆμα, καὶ ἀσθενήσαντες ἐν ταῖς πορείαις αὐτῶν μετοιχήσονται πρὸς βουλὰς ἑτέρας. ἐπιμελήσονται γὰρ τειχῶν, καὶ τὰς ἐπ᾽ αὐτῶν ποιήσονται φυλακάς.
δείκνυσι δὲ διὰ τούτων ἠπορηκότας πανταχῆ, καὶ ὅ τι δράσαι προσήκοι μηδὲ εἰδότας ὅλως, ἀπό γε τοι τοῦ κατεσκοτίσθαι τὸν νοῦν, μονονουχὶ δὲ καὶ οἴνῳ μεμεθυσμένους ταῖς ἀκράτοις συμφοραῖς, τὴν τῆς σωτηρίας ἀπότευξιν ὀλοφύρεσθαι καὶ διαῤῥίπτεσθαι πανταχῆ, μεθισταμένους εὐκόλως, ἐκ τούτων μὲν εἰς ἐκεῖνα, ἐξ ἐκείνων δὲ πρὸς ἕτερα, καὶ τὸν ἐφ᾽ ἅπασι τούτοις ἀνόνητον πόνον ἔχοντας. εἰ δὲ δὴ καὶ λέγοι ὅτι Καὶ φεύξονται ἡμέρας, ἐκεῖνο οἶμαί που δηλοῖ. δεινοὶ γὰρ ὄντες, ὡς ἔφην, δυσκαταγώνιστοί τε καὶ τραχεῖς, κατοιχήσονται λοιπὸν εἰς τοῦτο δειλίας ὡς ἀναφανδὸν ἑλέσθαι φυγεῖν, καὶ ἀκρύπτως ἤδη τοῦτο δρᾶν, καίτοι πάλαι παραιτουμένους καὶ μόναις ταῖς εἰς τοῦτο κατηγορεῖσθαι ψιλαῖς ὑποψίαις.
Ἥττηνται δὲ καὶ αἱ πονηραὶ δυνάμεις ὑπὸ τῆς μεγαλειότητος τοῦ Χριστοῦ, καὶ ἀντιπράττειν οὐκ ἔχουσαι τοῖς θείοις αὐτοῦ νεύμασι, τοῖς ὑπὲρ ἡμῶν δηλονότι, κατεκλῶντό τε τοῖς δείμασι καὶ πεφεύγασιν ἀληθῶς ὑπ᾽ οὐδεμιᾶς ἀσφαλείας ἔτι σωζόμεναι. Θεοῦ γὰρ τὰς δίκας ἐπάγοντος, τίς ἂν διαφύγοι; ἢ τίς τοὺς προσκεκρουκότας ἐξονήσῃ τρόπος; <Πύλαι τῶν πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσεν, καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὐτὴ ἀνέβαινε, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν.> Οἱ μὲν οὖν μεγιστᾶνες, φησὶν, ἄπορον εὑρόντες τὴν φυγὴν, ἐπὶ τὰ τείχη σπεύσουσι, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν. ἔσται δὲ ἀνόνητος ἡ σκέψις αὐτοῖς, ἀνοιγνύντος Θεοῦ τοῖς δι᾽ ἐναντίας τὰς τῶν πόλεων πύλας, καὶ τὰ βασίλεια παραδιδόντος, τουτέστι τοὺς τῶν βασιλέων οἴκους, ἐκκαλύπτοντός τε τὰ ἐν αὐτοῖς κεκρυμμένα, καὶ προτιθέντος αὐτοῖς τὴν ὑπόστασιν εἰς διαρπαγήν. ὑπόστασιν δὲ τὸν πλοῦτον ἀποκαλεῖ τὸν ἐκ διαρπαγῆς δηλονότι καὶ πλεονεξίας τῆς καθ᾽ ἑτέρων συνειλεγμένον. εἶτα πάλιν ὡς ἐν θεωρίᾳ γεγονὼς τοῦ συμβησομένου, ἑλκομένους ἤδη πρὸς αἰχμαλωσίαν ὁρᾶ, τήν τε βασιλεύουσαν πόλιν, φημὶ δὴ τὴν Νινευῒ, καὶ τὰς ὑπ᾽ αὐτῇ καὶ περὶ αὐτὴν, ἃς καὶ δούλας ὀνομάζει, διάτοι τὸ ὑπεζεῦχθαι καὶ ὑποκεῖσθαι τάχα που καὶ ὑπηρετεῖν αὐτῇ.
φθέγγεσθαι δέ φησιν αὐτὰς ὡς περιστερὰς ἐν καρδίαις αὐτῶν, τουτέστιν οὐκ ἀναφανδὸν ἀλλὰ λεληθότως. ἔθος μὲν γὰρ τῷ πτηνῷ βαρύ τι καὶ δυσαχθὲς ἐνολολύζειν τῇ καρδίᾳ. τοῖς γεμὴν πεσοῦσιν εἰς χεῖρας ἐχθρῶν, ἑλκομένοις τε λοιπὸν εἰς αἰχμαλωσίαν συμβαίνειν τι τοιοῦτον, τὸ ἀπεικὸς οὐδέν. κατοιμώζουσι γὰρ τὴν ἑαυτῶν συμφορὰν, μονονουχὶ καταπνίγοντες ἔν γε δή σφισιν αὐτοῖς τοὺς θρήνους, ἐπεὶ μὴ ἐλεύθερον ἐσθ᾽ ὅτε κἂν γοῦν αὐτὸ τὸ κλαίειν αὐτοῖς. <Καὶ Νινευῒ ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς.> Κολυμβήθρᾳ τὴν Νινευῒ παρεικάζει πεπληρωμένῃ τε καὶ ἐκχεομένῃ, διάτοι τὸ πλείστην ὅσην ἔχειν τὴν ἐνοικοῦσαν αὐτῇ πληθὺν, καὶ τῶν ἐπεισχεομένων ἐθνῶν εἰς ἐπικουρίαν τὰ ἀναρίθμητα γένη. κατατέθηπε δὲ ὥσπερ, ἤγουν ἄμεινον ὥσπερ ἐπιτωθάζει, τοῖς φεύγουσιν, ὅτι πλεῖστοί τε ὄντες καὶ ἀριθμοῦ κρείττονες κατῴχοντο πρὸς δειλίας, καίτοι πάλαι τῇ πολυάνδρῳ χειρὶ παντὸς πολέμου καταθαρσήσαντες, καὶ ὑψηλὴν ἐπαίροντες ἐπί γε σφίσιν αὐτοῖς τὴν ὀφρύν. ἀλλ᾽ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ δειλίαις αὐτῶν καταφορτίζων τὸν νοῦν καὶ κατακομίζων εἰς κακανδρίαν, καὶ παραλύων τὸ μάχιμον.
ἀληθὲς γὰρ ὅτι “Οὐ σώζεται βασιλεὺς διὰ πολ- ”λὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος “αὐτοῦ·” σώζει δὲ μᾶλλον οὓς ἂν ἕλοιτο καὶ λίαν εὐκόλως ὁ τῶν ὅλων Κύριος. εἶτα τί φησιν ὁ Προφήτης; διήρπαζον τὸ ἀργύριον καὶ διήρπαζον τὸ χρυσίον· ταῦτα δὲ ἦν ἡ ὑπόστασις· Καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῶν, ἔοικε δὲ καὶ λίθους ἐν τούτοις ὀνομάζειν τὰς Ἰνδικὰς, ἐφ᾽ αἷς δὴ μάλιστα βεβαρύνθαι φησὶν αὐτὴν, καίτοι καὶ ἐφ᾽ ἑτέροις σκεύεσιν ἀθύμως διακειμένην. Ἀσσυρίοις γὰρ ἔθος, ἤγουν Νινευίταις, πολλὴν καὶ ἐσπουδασμένην τῶν λίθων ποιεῖσθαι τὴν ἄθροισιν, καὶ κοσμεῖσθαι κορικῶς, ὡς καὶ ἐν αὐταῖς ἐπείγεσθαι ταῖς μάχαις τὴν τοῦ κόσμου λαμπρότητα καὶ περιηνθισμένους ὁρᾶσθαι. ἰσχνολογεῖ δὲ λίαν ὁ Προφήτης ἐν τούτοις οἰκονομικῶς, καί ποτε μὲν πίπτοντας, ποτὲ δὲ ἀλλήλοις συμπλεκομένους, καὶ ἀποροῦντας τὴν φυγὴν, καὶ ἀνονήτως ἔχοντας τὰς προφυλακὰς, ποτὲ δὲ καὶ πεπορθημένους τῷ λόγῳ ζωγραφεῖ, τὰς τῶν ὄντων ἐν αἰχμαλωσίαις περικόπτων λύπας, καὶ τῇ τῶν τοιῶνδε προαγορεύσει καταγοητεύων εὐφυῶς, καὶ ἡδίστοις αὐτοὺς διηγήμασιν ἀποφέρων εἰς εὐθυμίαν.
Διήρπασται δὲ καὶ ὁ σατανᾶς διὰ πρώτου μὲν τοῦ Σωτῆρος Χριστοῦ, εἶτα μετ᾽ αὐτὸν διὰ τῶν ἁγίων Ἀποστόλων, περὶ ὧν ἔφη που καὶ ὁ προφήτης Ἱερεμίας “Ὅτι ἐξαίφνης ”ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπί- “βουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.” εἰσκεκόμικε δὲ καὶ ὡς ἐν εἴδει παραβολῆς τὸ διήγημα Χριστὸς ἐν εὐαγγελικοῖς κηρύγμασιν, ἔφη γάρ “Ἢ πῶς δύναταί τις εἰσελθεῖν ”εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, “ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ ”σκεύη αὐτοῦ;” οἱ γὰρ προσκυνοῦντες τῷ σατανᾷ, τὰ ἀπόλεκτα σκεύη καὶ τίμια παρ᾽ αὐτῷ, προσδεδραμήκασι τῇ πίστει, μετατιθέντος αὐτοὺς πρὸς θεοσέβειαν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἀναπειθόντων δὲ καὶ αὐτῶν βαδίζειν εἰς τοῦτο τῶν ἁγίων Ἀποστόλων. <Ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφὺν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.> Πᾶν εἶδος συντριβῆς συντριβήσεσθαι λέγει. τὸ γὰρ ἐκτινάσσεσθαί τε καὶ ἀνατινάσσεσθαι καὶ μέντοι καὶ ἐκβράττεσθαι τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ τοῦτο; διαῤῥιπτεῖται γὰρ πανταχῆ τὸ τινασσόμενον καὶ ἀνατινασσόμενον.
ἕψεσθαι δὲ λέγει καὶ καρδίας θραυσμὸν, Θεοῦ δηλονότι συνθραύοντος εἰς δειλίας, καὶ ὑπόλυσιν γονάτων, τουτέστιν ἀσθένειαν καὶ σωμάτων πάρεσιν, καὶ ὠδῖνας ἐπὶ τούτοις, τὰς ἐξ ἀηδιῶν δηλονότι· πῶς γὰρ οὐκ ἔμελλον ἐν τοιούτοις ἔσεσθαι κακοῖς, οἱ πρὸς πᾶν ὁτιοῦν κατενηνεγμένοι τῶν καταλυπεῖν εἰωθότων Θεόν; γενήσεσθαι δὲ πρὸς τούτοις διϊσχυρίζεται Καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας. καταμελαίνεται γὰρ ἀείπως τῶν ἐν ἀθυμίαις τὰ πρόσωπα, καὶ τῶν ὀμμάτων τὸ φαιδρὸν παραιρεῖται δεινῶς τῶν δειμάτων ἡ ἔφοδος.
Συμβῆναι δὲ τὰ τοιάδε φαμὲν ἀληθεύοντες αὐτῷ τε τῷ καθ᾽ ἡμῶν τυραννήσαντι σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς. ἐπειδὴ γὰρ ἐξεπέμποντο τῆς ἀρχαίας ἐκείνης τιμῆς τε καὶ δόξης, πῶς ἦν εἰκὸς μὴ οὐχὶ πάντη τε καὶ πάντως τὰ τοιάδε παθεῖν αὐτούς; <Ποῦ ἔστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα ἐν τοῖς σκύμνοις; οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ· σκύμνος λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν; λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.> Κατοικητήριον μὲν ὀνομάζει λεόντων τὴν Νινευΐ. κατῳκήκασι γὰρ ἐν αὐτῇ, καὶ λαμπρὸν ἐποιοῦντο καὶ ἀξιάγαστον ἐνδιαίτημα καὶ βασίλειον ἀσφαλὲς, οἱ κατὰ καιροὺς αὐτῇ βεβασιλευκότες Φουλὰ καὶ Σαλμανασὰρ καὶ Σεναχηρεὶμ καὶ μέντοι καὶ Ναβουχοδονόσορ· πεπολεμήκασι γὰρ οὗτοι τὴν Ἰουδαίαν. τὸ δὲ Ποῦ ἔστιν οὐ διερωτῶντος οἶμαί που· δεῖν γὰρ οἶμαι παραιτεῖσθαι τὸ εὔηθες· ἐπιτωθάζοντος δὲ μᾶλλον, καὶ ὅτι διόλωλεν ὁλοτρόπως διὰ τούτου δεικνύοντος, ὡς μηδὲ ὅποι ποτὲ γέγονεν ὁρᾶσθαι λοιπόν. συντετέλεσται γὰρ καὶ ἐξῇρται, καθά φησιν αὐτός. ποῦ δὴ οὖν ἄρα φησὶ τὸ τῶν λεόντων κατοικητήριον, τουτέστιν ἡ Νινευΐ; ποῦ δὲ ἡ νομὴ τῶν σκύμνων;
καὶ σκύμνους μὲν ὥς γε οἶμαι, φησὶ τοὺς ὑπὸ τῷ μεγίστῳ βασιλεῖ πράττοντας καὶ κειμένους, καὶ τὸ τίμιον ἔχοντας παρ᾽ αὐτῷ ἐν δόξῃ, σατράπας δὴ λέγω καὶ στρατηγοὺς, νομὴν δὲ αὐτῶν ἀποκαλεῖ τοὺς ὑπὸ χεῖρα καὶ ὑπεζευγμένους καὶ δασμὸν εἰσφέροντας καὶ χρημάτων ἄθροισιν ποιουμένους· “Νομαὶ γὰρ πλουσίων πτωχοὶ,” κατὰ τὸ γεγραμμένον. ὡς ἐξῃρημένης δὴ οὖν εἰσάπαν τῆς Νινευῒ, καὶ ἁπάσης δὲ τῆς περιοίκου χώρας, ποῦ δὴ ἄρα φησὶ τὸ τῶν λεόντων κατάλυμα; ποῦ δὲ τῶν σκύμνων ἡ νομή; ὅτι δὲ ἀσφαλὲς οἱονεὶ γέγονέ πως ὁρμητήριον τῶν κατὰ καιροὺς βεβασιλευκότων ἡ Νινευῒ, δέδειχεν εἰπών Οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἦν ὁ ἐκφοβῶν. ἀπόρθητον γὰρ τῇ πόλει τὸ τεῖχος ταῖς ὑπὲρ λόγον μεγαλουργίαις εὖ μάλα πεποιημένον. ἐπειδὴ δὲ ἅπασαν καταδῃώσας τὴν Σαμάρειαν ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν δὲ τὴν Ἰουδαίαν, καὶ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἀπεκόμισε μὲν εἰς τὴν ἑαυτοῦ τοὺς ἐξ αἵματος Ἰσραὴλ, διατέθεικε δὲ οὕτως ἐπ᾽ ἐξουσίας τοὺς ἅπαξ ἐνειλημμένους, ὡς τοὺς μὲν ὑφ᾽ ἑαυτῷ ποιῆσαι καὶ δεδεμένους ἔχειν, τοὺς δὲ καὶ ἑτέροις χαρίζεσθαι καὶ καταπωλεῖν, καὶ πλήρη τὴν ἑαυτοῦ χώραν τε καὶ πόλιν τῶν δορικτήτων ἔχειν. ταύτῃτοί φησιν ὅτι Λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ καὶ ἔμπλησε θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.
πεποίηται δὲ πάλιν ὁ λόγος ὡς ἐκ τοῦ γίνεσθαι πεφυκότος. ἁρπάσαντες γὰρ οἱ θῆρες ἁπλῶς τὸ παρεμπίπτον, εἶτα τὸ ἀρκοῦν κατεδηδοκότες, τῷ λοιπῷ ἀποτρέφουσι τοὺς σκύμνους, τοὺς ἰδίους αὐτοῖς δανείζοντες πόνους.
Λέγοιντο δ᾽ ἂν τὰ τοιάδε πάλιν καὶ ἐπ᾽ αὐτοῦ τοῦ σατανᾶ, Χριστοῦ κατωλοθρευκότος αὐτόν τε καὶ τὰ αὐτοῦ, καὶ ἐξῃρηκότος αὐτοῦ τὴν θήραν ἐκ γῆς. συνέτριψε γὰρ τῶν λεόντων τὰς μύλας, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν “Τὴν μύλαν ”τῶν λεόντων συνέθλαψεν ὁ Κύριος.” <Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία, καὶ ἐξολοθρεύσω ἐκ γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ οὐκ ἔτι τὰ ἔργα σου.> Ἑαυτὸν ἀνθίστησι Θεὸς, καὶ αὐτουργὸς ἀνίσταται, περιτρέπων εἰς ἀπόγνωσιν τῆς σωτηρίας αὐτούς. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ὁ σώζων ἔτι; ἢ τίς ἀποστήσει καταδῃοῦν ἐθέλοντα τὸν τῶν δυνάμεων Κύριον; “Τὴν γὰρ ”χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” κατὰ τὸ γεγραμμένον. ἐκκαύσειν γεμὴν ἐν καπνῷ τὸ πλῆθος αὐτῆς φησὶν, ἵνα τι τοιοῦτον ἐννοῶμεν πάλιν. οἱ μελιττοκόμοι κατὰ καιροὺς, ὅτε τὰ κηρία τῶν σίμβλων ἐξορύττειν ἐθέλουσι, πῦρ ἐναύοντες καπνῷ τὰς μελίσσας διώκουσιν, ἵνα μὴ μάχοιντο καὶ κατατιτρώσκωσι τοῖς κέντροις αὐτοὺς ἀθρόαι περιπετόμεναι. συμβέβηκέ τι τοιοῦτον καὶ τοῖς ἐπικεκλημένοις εἰς ἐπικουρίαν κινδυνευούσῃ τῇ Νινευΐ. ἀπῴχοντο γὰρ καὶ ἀπέδρασαν οἷα καπνοῦ τοῦ πολέμου προσβάλλοντος καὶ καταπτοοῦντος εἰς κακανδρίαν, καὶ ἀφορήτοις αὐτοὺς ἐνιέντος δείμασι.
λέοντας γεμὴν ὀνομάζει τοὺς ἀλκιμωτάτους καὶ θρασεῖς, οἳ καὶ τάχα που τεθαρσήκασι τὴν ἀντίστασιν· πλὴν ἔργον γεγόνασι τῆς Κύρου ῥομφαίας. ἐπειδὴ δὴ ὁ λόγος ἡμῖν τὴν τῶν λεόντων εἰσκεκόμικε μνήμην, ἀναγκαίως καὶ τὴν αὐτῶν θήραν φησὶν ἐξολοθρευθήσεσθαι, ὡς μηδὲν ἔτι γενέσθαι τῶν παρ᾽ αὐτοῖς ἀξιάκουστον. ἔθος γὰρ ἦν ἐπιφύεσθαι μὲν αὐτοὺς πόλεσί τε καὶ χώραις, ἐπιθρώσκειν τε θηριοπρεπῶς, οἷς ἂν ἕλοιντο τυχὸν, μυρία τε ὅσα δρᾶν, ὡς τῶν πεπονθότων τὰς συμφορὰς ᾠδὴν καὶ θρῆνον πολλοῖς γενέσθαι. ἐξολοθρευθήσεσθαι δὴ οὖν φησιν αὐτῶν τὴν θήραν. πῶς γὰρ ἔμελλον ἢ τίνα λοιπὸν καταθηρεύσειν ἔτι, κατεπτοημένων μὲν τῶν ἀγελαίων καὶ πεφευγότων ὡς ἐκ καπνοῦ, πεπτωκότων δὲ τῶν μαχιμωτάτων, οἳ δίκην λεόντων τοῖς ἀνθεστηκόσιν ἐπεφύοντο;
Ἐπεγήγερται δὲ καὶ τοῖς κυριοκτονήσασιν Ἰουδαίοις ὁ τῶν ὅλων Θεὸς, ὡς εἰς πάντα μὲν ἄνεμον τὴν τῶν ἀγελαίων κατασκεδασθῆναι πληθὺν, θῆρας δὲ ὥσπερ ὠμοὺς συνδιολέσθαι τοῖς πολλοῖς τοὺς τῶν ἄλλων ἐπιφανεστέρους. οὐ φορητῶς γὰρ δεδυσσεβήκασιν εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. <Ὦ πόλις αἱμάτων, ὅλη ψευδὴς, πλήρης ἀδικίας.> Αἱμάτων αὐτὴν πόλιν ὠνόμασεν· ἑτοιμότατοι γὰρ εἰς φόνους καὶ φιλαίματοι λίαν οἱ τῆς Νινευῒ βεβασιλευκότες· φιλοπόλεμοι δὲ καὶ ἑτέρως οἱ ἐν αὐτῇ, καὶ ἀτιθάσους ἀεὶ καθ᾽ ὧν ἂν ἴοιεν τὰς ἐφόδους ποιεῖσθαι σπουδάζοντες. ψευδὴς δέ φησιν, ὅτι καὶ εἰδώλων μεστὴ, ἐφ᾽ ὧν μάλιστα τὸ ψεῦδος, οὐκ ἀναπόδεικτόν ἐστι. ψευδώνυμοι γὰρ, καὶ τὴν τῆς θεότητος δόξαν ὑποκλέπτοντες οἱ χειρόκμητοι θεοί “Ἀργύριον καὶ χρυσίον, κατὰ τὸ γεγραμμένον, ἔργα χειρῶν ”ἀνθρώπων.” γῆν δὲ αὐτὴν τῶν γλυπτῶν ἀπεκάλεσέ που καὶ ὁ σοφὸς Ἱερεμίας. ψευδὴς δ᾽ ἂν νοοῖτο καὶ καθ᾽ ἕτερον τρόπον, ὡς νοουμένου τοῦ ψεύδους εἰς πανουργίαν καὶ δόλους καὶ ἀπάτην τὴν θεομισῆ, δηλονότι συνθεούσης καὶ ἀδικίας. οὗ γὰρ ἀπάτη καὶ δόλος, ἐκεῖ που πάντως ἕψεται καὶ τὸ ἀδικεῖν.
Αἱμάτων δὲ πόλις, ψευδὴς καὶ ἀδικίας πλήρης καὶ ἡ κυριοκτόνος Ἱερουσαλήμ. διαμεμνήμεθα γὰρ εἰπόντος τοῦ Χριστοῦ “Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτένουσα τοὺς προφήτας, ”καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν.” ἔφη δέ που καὶ διὰ φωνῆς προφητῶν “Οὐαὶ αὐτοῖς ὅτι ἀπεπή- ”δησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· “ἐγὼ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ”ἐμοῦ ψευδῆ.” κατειρήκασι γὰρ τῆς δόξης Χριστοῦ, ποτὲ μὲν λέγοντες ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· ποτὲ δὲ κάτοινον ὀνομάζοντες, Σαμαρείτην τε πρὸς τούτῳ, καὶ τὰ πολὺ λίαν αἰσχίονα. ταῖς γὰρ ἐκείνων ἀθυροστομίαις πρέποι ἂν καὶ μόναις ἐκεῖνα ληρεῖν, ἃ καὶ φάναι τετολμήκασιν. <Οὐ ψηλαφηθήσεται θήρα. φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομφαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήθους τραυμάτων καὶ βαρείας πτώσεως καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.> Ἐκ τοῦ πεφυκότος γίνεσθαι, πεποίηται πάλιν ὁ λόγος. τοὺς γάρ τοι δασὺ κομῶντας τῶν θάμνων καταπυκάζοντες λίνοις οἱ ὀρνιθοθῆραι, καταδράττονται πολλάκις τῶν ὑπ᾽ αὐτοῖς κεκρυμμένων χερσὶν ἐπαφώμενοι. καὶ τέχνη τοῦτο αὐτοῖς.
οὐκ ἔτι δὴ οὖν ψηλαφηθήσεται θήρα αὐτοῖς φησὶ, τουτέστιν οὐκ ἂν ἔτι θηρεύσειαν καθὰ καὶ πάλαι τινὲς, ἤγουν τὰ ἑτέρων εἰς ἑαυτοὺς διαρπάζοντες, οὐδ᾽ ἂν γένοιντο πάγη καὶ βρόχος τοῖς ἀσθενεστέροις, φροντίδος αὐτοῖς ἑτέρας ἐπεισπεσούσης, καὶ τοῦ περὶ τῶν ἐσχάτων ἀγῶνος ἐπηρτημένου. ἔσται γὰρ ἐν αὐτῇ φωνὴ μαστίγων. καί μοι πάλιν ὁ Προφήτης δοκεῖ τὴν ἐκ τοῦ πολέμου τύρβην, οἷον ἐν ὄψει κειμένην, ἀφηγεῖσθαι σαφῶς. ὁρᾷ γὰρ ὥσπερ ἱπποκροτουμένην μὲν τὴν πόλιν, καὶ τοῖς τροχοῖς τῶν ἁρμάτων κατακτυπουμένην, καὶ παντευχίαις λαμπραῖς ἐναστράπτοντας τοὺς καταδῃοῦντας αὐτὴν, καὶ ἀριθμοῦ κρείττονας τοὺς διολωλότας, οἴκους τε τοὺς ἐν αὐτῇ κατασεσεισμένους· μέμνηται γὰρ καὶ βαρείας πτώσεως. κατατέθηπε δὲ, ὅτι πλείστη μὲν ὅση τῶν ἐν αὐτῇ συναγηγερμένων ἐθνῶν ἡ πληθὺς, πάντες δὲ ἄνανδροι καὶ τὸ ἄναλκι νοσοῦντες ἐκτόπως, καὶ πολὺ λίαν εὔκολοι πρὸς δειλίαν. καὶ τὴν αἰτίαν εὐθὺς ἀποδίδωσι, λέγων ὅτι ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.
ἐπειδὴ γὰρ φαῦλοι γεγόνασι καὶ πονηροὶ τοὺς τρόπους, καὶ προσέτι καὶ εἰδωλολάτραι, καὶ εἰς πλάνησιν ἐκτόπως ἀπονενευκότες, ταύτῃτοι δικαίως ἀσθενεῖς ἔσονται καὶ περιδεεῖς, καὶ οὐδ᾽ ὅσον εἰπεῖν κἂν γοῦν ἐννοῆσαι μόνον ἀνασχόμενοι τὴν ἀντίστασιν. <Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὐτῆς.> Ὁ ἐπ᾽ αἰσχροῖς ἔπαινος ἐπίτασιν ἔχει τῶν ἐγκλημάτων, οἷον ὡς εἴ τις ἕλοιτο λέγειν περί του τῶν ὄντων, ὅτι κλέπτης τεχνίτης καὶ λῃστὴς ἀνδρεῖος καὶ γόης εὐφυής. οὐκοῦν κἂν εἰ λέγοιτο περὶ τῆς Νινευΐ Πόρνη καλὴ καὶ ἐπίχαρις, οὐ πρὸς ἐπαίνου μᾶλλον αὐτῇ τὸ χρῆμα ἔσται, πολλοῦ γε καὶ δεῖ, χαλεπωτέραν δὲ μᾶλλον τὴν κατάῤῥησιν ἀπεργάσεται. γύναια γὰρ τὰ ἑταιριζόμενα τότε δὴ μάλιστα δοκοῦσι πολὺ τὸ ἐπίχαρι μελετᾶν, ὅτε φαίνοιντό γε στωμύλα τε καὶ κομψοεπῆ. τοιαύτη καὶ ἡ Νινευῒ, τεχνῖτις εἰς κακουργίαν, καὶ οὐκ ἀνικάνως ἔχουσα πόλεις τε καὶ χώρας ἑλεῖν, καὶ ἀναπεῖσαι φρονεῖν τὰ αὐτῇ δοκοῦντα καὶ φίλα. ταῦτα δὲ ἦν γοητεῖαί τε καὶ ψευδομαντεῖαι καὶ βέβηλοι τελεταὶ καὶ τὰ εἰδώλων παίγνια. καθίκετο γὰρ εἰς τοῦτο ληρωδίας, ὡς ἐν εὐκλείας λόγῳ ποιεῖσθαι τὸ καὶ ἤδη δοκεῖν ἡγεῖσθαι φαρμάκων, αὔχημά τε ποιεῖσθαι τὰ οὕτως αἰσχρὰ καὶ τὴν ἐσχάτην λαχόντα καταβοήν.
ἔθος δὲ ἦν τῶν ἐν αὐτῇ τισιν ἔθνη τε καὶ χώρας καταπωλεῖν ἐν τοῖς φαρμάκοις αὐτῶν. πῶς δὲ ἢ τίνα τρόπον, ἐροῦμεν ὡς ἔνι. ἔθος ἦν Ἀσσυρίοις πολεμεῖν ἐθέλουσι καὶ ὅπλα κινοῦσι καθ᾽ ἑτέρων, ταῖς τῶν μάγων τέχναις προαναμανθάνειν ἐπείγεσθαι τὰ ἐσόμενα, οἳ καὶ τὰς ἐκ βασιλέως τιμὰς ὑποτρέχοντες, κατευμεγεθεῖν πολέμου παντὸς ἐκέλευον, καὶ τοῖς σφῶν ἐπιτηδεύμασι προαπονευροῦν ἐψεύδοντο τοὺς ἀνθεστηκότας. ὁποῖόν τι πράττειν ἤθελεν ὁ Βαλὰκ, ὁ Μωαβιτῶν βασιλεύς. κατεμισθοῦτο γὰρ τὸν ἀλιτήριον Βαλαὰμ καὶ δὴ καὶ εἰς ὄρος ἀνεκόμιζε “λέγων Δεῦρο κατάρασαί μοι τὸν Ἰσραήλ.” ᾤοντο γὰρ, ὅτι ταῖς τῶν μάγων ἀραῖς ἀκολουθήσει τὰ πράγματα. πορνείαν δὴ οὖν ἐν τούτοις τὴν γοητικήν τε καὶ μάγον ὀνομάζει τέχνην, δι᾽ ἧς κατεπώλουν ἔθνη καὶ φυλὰς οἱ ταῦτα σοφοὶ, ἀεὶ τὸ κρατήσειν ὑπισχνούμενοι τοῖς προσάγουσι μισθούς. <Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου· καὶ ἐπιῤῥίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα.> Ὅτι μὴ πρὸς ἄνθρωπον ὁ λόγος αὐτῇ μήτε μὴν ὁ πόλεμος, ἐπεμήνισε δὲ μᾶλλον ὁ τῶν δυνάμεων Κύριος, καὶ κατεξανίστησιν αὐτῆς Πέρσας τε καὶ Μήδους, κατασημαίνει πάλιν.
τῷ δὲ δὴ πάντων κατεξουσιάζοντι Θεῷ καὶ τῷ τῶν ὅλων ἔχοντι κράτος, τίς ὁ ἀντεξάγων, εἰ πολεμεῖν ἕλοιτό τισιν; εἶτά φησιν ὅτι καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου. γέγονε δὲ πάλιν ὁ λόγος ὡς ἐπὶ γυναικὸς ἑταιριζομένης, ἣ ὅσον μὲν ἧκεν εἰς πρόσωπον καὶ τὸν ἔξωθεν ὡραϊσμὸν, ἀξιέραστος εἶναι τοῖς ὁρῶσι δοκεῖ· εἰ δὲ δὴ πάθοι τὴν ἀπαμφίεσιν καὶ τοῦ κόσμου τὴν ἀπόθεσιν, γυμνῷ δὴ πάντως ἀσχημονήσει τῷ σώματι, τῶν μορίων τὸ ἀκαλλὲς ἀκρύπτως ἐκφαίνουσα. ἀποκαλύψω δὴ οὖν φησι τὰ ὀπίσω σου, τουτέστι, πᾶν ὅσον ἐστὶν ἄσχημον ἐν σοὶ, καὶ πρό γε τῶν ἄλλων παραδείξω σοι. τὸ γὰρ εἰς πρόσωπόν σου, τί ἕτερον ἡμῖν ἢ τουτὶ δὴ πάντως ὑπεμφήνειεν ἄν; ἀποκαλύψειν δὲ οὐδὲν ἧττον ἔθνεσί τε καὶ βασιλείαις τὴν ἀτιμίαν αὐτῆς διαῤῥήδην ἔφη. ἐδόκει μὲν γὰρ ὡραία τις εἶναι καὶ ἀξιέραστος ἡ Νινευῒ ταῖς τῶν μάγων τέχναις ὠφρυωμένη, καὶ τὴν κατὰ πάντων ἀρχὴν καὶ δυναστείαν ἁρπάζουσα, εὐσθενής τε ἄγαν καὶ ἀμαχεὶ παρὰ πάντων λαβοῦσα τὸ νικᾶν. ἐπειδὴ δὲ ἥλω καὶ πέπτωκεν, ἀσχήμων καὶ ἀτερπὴς παρά γε τοῖς αὐτὴν εἰδόσι κατεφαίνετο, οἳ καὶ βδελυρὰν ἡγοῦντο λοιπὸν, κατεγνωκότες που πάντως, ὡς μεγαλαυχήσασαν μὲν ἐπὶ μηδενὶ, ἐπιθαρσήσασαν δὲ μάτην ταῖς ἐκ μάγων ἐπικουρίαις, μᾶλλον δὲ φενακισμοῖς καὶ ἀπάταις.
διεβεβαιοῦτο δὲ ὅτι καὶ τεθήσεται εἰς παράδειγμα, ὡς ἐρούντων ἔσθ᾽ ὅτε τινῶν, εἰ δὴ διόλοιτο πόλις ἢ χώρα, πεπόρθηταί τε καὶ πέπτωκε, καθὰ καὶ ἡ ταλαίπωρος Νινευΐ.
Πεπολέμηκε δὲ, ὡς ἔφην, καὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ κατὰ καιροὺς ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς εἰς Χριστὸν ἀσεβείας ἐπράττετο δίκας, γυμνὴν καὶ ἀσχήμονα ἀναδεικνύων καὶ τῆς ἄνωθεν περιστολῆς ἀμοιροῦσαν παντελῶς. καὶ τοῦτο προανεφώνει διὰ φωνῆς Ὠσηὲ, λέγων “Διὰ τοῦτο ἐπιστρέψω ”καὶ κομιοῦμαι τὸν σῖτόν μου καθ᾽ ὥραν αὐτοῦ καὶ τὸν “οἶνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου ”καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν αἰσχύνην αὐτῆς· “καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐναντίον τῶν ”ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός “μου.” ἡ μὲν γὰρ ἐξ ἐθνῶν ἐκκλησία δοξολογήσει λέγουσα “Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ”ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης·” ἡ δὲ, ὡς ἔφην, γυμνὴ καὶ ἀσχήμων καὶ ἀκαλλὴς ὁρᾶται λοιπὸν καὶ τῶν θείων χαρισμάτων οὐκ ἔχουσα τὴν περιστολὴν, γέγονε δὲ καὶ εἰς παράδειγμα καὶ βδελυρωτάτη, καὶ πᾶν εἶδος νοσοῦσα κοσμικῆς ἀκαθαρσίας. <Καὶ ἔσται, πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ Δειλαία Νινευῒ, τίς στενάξει αὐτήν; πόθεν ζητήσω παράκλησιν αὐτῇ;> Εἴ τις, φησὶ, τῶν πάλαι προεγνωκότων τὰς σὰς δυναστείας πεσοῦσάν τε καὶ ἠρημωμένην καταθεάσαιτο, κατοιμώξει μέγα καὶ ἀποφοιτήσει γοργῶς, ἐκεῖνο λέγων Τίς στενάξει αὐτήν; ὡς γὰρ ὄντος οὐδενὸς, ἤγουν ὑπολελειμμένου, τοῦ κἂν οἵου τε ὄντος καταθρῆσαι μόνον, τὰ τοιάδε φησί.
σφόδρα δὲ σοφῶς προστέθεικε τούτῳ τό Πόθεν ζητήσω παράκλησιν αὐτῇ; καὶ ἔστι τῶν εἰρημένων τοιοῦτός τις ὁ νοῦς. πολέμου καὶ μάχης συγκροτουμένων κατὰ πόλεις τυχὸν ἢ χώρας, ἀδικεῖται μὲν ἔσθ᾽ ὅτε μέρος, σώζεται δέ τε καὶ τυχὸν τοὺς νενικηκότας διέδρα· καὶ τοῦτό ἐστι τοῖς ἐνοικοῦσι παράκλησις. ἢ γὰρ οὐκ ἐμπέπρησται πᾶσα, καὶ μεμένηκεν ἀπόρθητος μοῖρα, ἢ πεπτώκασι μέν τινες, σέσωσται δὲ πληθὺς ἑτέρα· ἐπὶ δέ γε τῆς Νινευῒ, πόθεν ἄν τις ἕλοιτο τὴν παράκλησιν; ἢ ποῖος αὐτὴν παραμυθήσεται τρόπος; πᾶσα γὰρ ἥλω καὶ πᾶσα πεπόρθηται καὶ διόλωλεν ἅπας ὁ ἐν αὐτῇ. τὸ δέ Τίς στενάξει αὐτήν;
καὶ ἑτέρως ἂν νοοῖτο πάλιν· ὅμοιον γὰρ εἰπεῖν Ἄρα τίς ἔσται τεχνίτης οὕτως εἰς θρήνους καὶ τὰς ἐπικηδείους ᾠδὰς, ὡς ἐπάξιόν τι τῶν συμβεβηκότων εἰπεῖν, καὶ τὸ ἀρκοῦν τοῖς πάθεσι καταστάξαι δάκρυον. <Ἑτοίμασαι μερίδα, ἅρμοσαι χόρδην, ἑτοίμασαι μερίδα Ἀμμὼν, ἡ κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς·” καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστι πέρας τῆς φυγῆς σου, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς· καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἀπ᾽ ἀρχῆς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.> Ἀσυμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς, νοηθείη δ᾽ ἂν οὐχ ἑτέρως, εἰ μή τις γένοιτο προαφήγησις τῆς ἐν αὐτοῖς ἱστορίας· ἔχει δὲ οὕτως. τραπομένου πρὸς ἀπόστασιν τοῦ Ἰσραὴλ, καὶ εἰδώλοις λελατρευκότος, καὶ διὰ μυρίων ὅσων ἀσεβημάτων ἐφ᾽ αὑτῷ καταθήγοντος τὸν τῶν ὅλων Θεὸν, ὡπλίζετο κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῶν Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ, θείας αὐτὸν εἰς τοῦτο διανιστάσης ὀργῆς.
εἶτα δέον τοὺς ἐξ Ἰσραὴλ καταλῆξαι τῆς ἐν χερσὶν ἀσεβείας, καὶ ἀποσχέσθαι μὲν τοῦ προσκυνεῖν ἐθέλειν θεοῖς ἑτέροις, ἀνατρέψαι δὲ βωμοὺς καὶ κατεμπρῆσαι τεμένη καὶ συντρίψαι μὲν τὰ χωνευτὰ, ταῖς δὲ εἰς μετάγνωσιν σπουδαῖς καὶ ἐπιεικείαις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἐπικουρίαν. τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ᾤοντο δὲ, ὅτι ταῖς ἐξ ἀνθρώπων συνδρομαῖς ἐπικουρούμενοι, καὶ ἀμείνους ἔσονται τῶν Βαβυλωνίων καὶ κατευμεγεθήσουσι τῶν ἐχθρῶν, κἂν εἰ μὴ σώζειν αὐτοὺς ἕλοιτο Θεός. τοιγάρτοι κατεμισθοῦντο πολλοὺς τῶν προσοίκων ἐθνῶν, ἐπρέσβευον δὲ καὶ πρὸς τοὺς Αἰγυπτίους, καὶ εἰς τὴν καλουμένην Ὢν, ἤτοι Ἀμμὼν, ἣ νῦν ἐστιν Ἀλεξάνδρεια. οἱ δὲ συνασπίζειν ἐπηγγέλλοντο, καὶ ἀποσοβεῖν εὐκόλως δύνασθαι τοὺς Βαβυλωνίους, καὶ γεγόνασιν ἀφορμὴ τοῖς ἐξ Ἰσραὴλ τοῦ νομίζειν, ὅτι κἂν εἰ μὴ σώζοι Θεὸς, αὐτοὶ πρὸς τοῦτο ἀρκέσουσι, δεηθέντες οὐδενός.
ἐπειδὴ δὲ τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλε, Θεοῦ προασπίζοντος καὶ ὑποστρωννύντος αὐτῷ τοὺς ἀνθεστηκότας, κεχώρηκε μετὰ τοῦτο καὶ κατὰ τῆς Αἰγυπτίων, θείας αὐτὸν πεμπούσης ὀργῆς, εἷλέ τε πᾶσαν, καὶ αὐτὴν δὲ τὴν Ὢν, ἤτοι τὴν Ἀμμών· ὠνόμαστο γὰρ οὕτω κατὰ καιροὺς, ὡς ἔφην, ἡ Ἀλεξάνδρεια· ἣ δὴ καὶ μάλιστα παρὰ τὰς ἄλλας τῆς Αἰγύπτου πόλεις λαμπρά τε ἦν ἄγαν, ἄσυλόν τε καὶ ἀσφαλὲς ὁρμητήριον, διάτοι τὸ ὕδασι πανταχῆ διεζῶσθαι, καὶ ἐκ μὲν μοίρας τῆς βορειοτέρας ἔχειν τὴν θάλασσαν, ἐκ δὲ τῆς εἰς νότον εὐρεῖάν τε καὶ μακρὰν καὶ οἷον ἑτέραν θάλασσαν, λίμνην δὴ λέγω τὴν Μαριώτιδα, πεπυργῶσθαι δὲ καὶ ἑτέροις ποταμοῖς καὶ τελμάτων περιβολαῖς. ἐπήμυνον δὲ αὐτῇ καὶ οἱ τῆς ὁμόρου Λιβύης οἰκήτορες, παρατεινούσης μέχρι τῆς Αἰθιόπων γῆς, τῆς πρὸς ἑσπέραν καὶ νότον· Γαράμαντες δὲ οὗτοι, κατόπιν τῆς Ἄφρων κείμενοι γῆς· συνωπλίζοντο δὲ καὶ τῶν εἰς ἠῶ καὶ νότον Αἰθιόπων τινὲς, οἳ Μερόην τε τὴν ἐσωτάτω πόλιν ποιοῦνται, καὶ ἀγρίαν καὶ μέλαιναν κατανέμονται γῆν.
Ἀλλ᾽ ὧδε μὲν ἡμῖν ὁ τῆς ἱστορίας ἐχέτω λόγος, ἴωμεν δὲ ἤδη πρὸς διασάφησιν τῆς ἐννοίας τῶν ἐγκειμένων. ἑτοίμασαί φησι μερίδα, ὅμοιον ὡσεὶ λέγοι Ὦ ἀθλία Νινευῒ, ἐπίλεξαι μερίδα σαυτῇ· ἐπειδὴ γὰρ μέγα πεφρόνηκας, οἴει τε ὅτι πάντη τε καὶ πάντως ἀπόρθητος ἔσῃ διά τοι τὸ τείχεσι περικεκλεῖσθαι μεγάλοις καὶ ἀναριθμήτους ἔχειν τοὺς συνασπίζειν ἐθέλοντας· κατὰ τίνα θέλεις εἶναι τῶν χωρῶν, αἳ πεπόρθηνται παρὰ σοῦ, καίτοι πλείστην ὅσην ἐπιτηδειότητα λαχοῦσαι, φησὶ, πρός γε τὸ δύνασθαι δυσαλώτως ἔχειν τε καὶ ἀλήπτως. ἅρμοσαι χορδὴν, τουτέστιν, ᾠδὴ καὶ μέλος καὶ αὐτὴ γενοῦ πόλεσί τε καὶ χώραις, παθοῦσα τοιαῦτα παρὰ Περσῶν καὶ Μήδων, ὁποῖα δέδρακας εἰς ἑτέρους αὐτή. ἑτοίμασαι μερίδα Ἀμμὼν, ἔστω σοί φησι μερὶς καὶ κλῆρος ἡ Ἀμμών· ἃ δέδρακας ἐπ᾽ ἐκείνῃ, τὰ αὐτὰ καὶ σὲ παθεῖν ἀναγκαῖον. καὶ τίς ἦν ἡ Ἀμμὼν, ἡ κατοικοῦσα ἐν ποταμοῖς; τουτέστιν, ἡ θαλάσσῃ καὶ ποταμοῖς εὖ μάλα τετειχισμένη, ἡ ταῖς Αἰγυπτίων ἐπικουρίαις καὶ τοῖς Αἰθιόπων τοξεύμασιν ἐπαυχήσασα, ἡ τὴν τῶν Λιβύων ἀλκιμωτάτην λαχοῦσα πληθύν. ἀλλὰ καὶ οὕτως ἔχουσα θέσεώς τε καὶ ῥώμης καὶ τῆς ἔξωθεν ἐπικουρίας, εἰς μετοικεσίαν πεπόρευται, γέγονε δὲ αἰχμάλωτος καὶ ἠδαφίσθη μὲν αὐτῆς τὰ νήπια, κληρωτοὶ δὲ γεγόνασιν οἱ διαφανεῖς, καὶ μερίδες τῶν νενικηκότων οἱ ἐνδοξότεροι, καὶ δέδενται χειροπέδαις.
ὥσπερ οὖν εἷλες τὴν Ἀμμὼν ἀπόρθητον οὖσαν, ὅσον εἰς ἐπικουρίαν καὶ θέσιν· Θεὸς γὰρ ἦν ὁ παραδιδούς· οὕτω καὶ αὐτὴ δοθήσῃ πάντως εἰς χεῖρας ἐχθρῶν, κἂν εἰ μεγάλην ἔχοις ἐπί τε πληθύϊ τῶν μαχίμων καὶ τείχεσι τὴν ὀφρύν. ἐγὼ γὰρ ἐπὶ σὲ, καὶ τὴν ἐμὴν οὐδεὶς ἀποστρέψει χεῖρα. <Καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ παρεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν.> Ὅνπερ γὰρ τρόπον, φησὶν, ἡ Ἀμμὼν τεταλαιπώρηκε τὰ ἐκ τῆς σῆς ἀγριότητος βέλη ὑπενεγκοῦσα, καὶ τὰς ἐκ τῆς ἐφόδου συμφορὰς, οὕτω καὶ αὐτὴ σκοτοδινιάσεις, καὶ οἷον ἐν μέθῃ γενήσῃ, στάσιν οὐκ ἔχουσα, τουτέστι, κατασειομένη τε καὶ πίπτουσα παρ᾽ ἐχθρῶν, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀπεστερημένη. οὓς γὰρ ἂν ἐπισκέπτοιτο Θεὸς, ἐλεεῖ δὴ πάντως καὶ ἐν τοῖς κατ᾽ εὐχὴν ἑστάναι ποιεῖ.
Μεμέθυσται δὲ ὥσπερ καὶ ἡ θεομάχος Ἱερουσαλὴμ, τὸ νήφειν οὐκ ἔχουσα, διάτοι τὸ θείῳ μὴ καταλάμπεσθαι φωτὶ, μήτε μὴν ἐπαΐειν ἐθέλειν λέγοντος τοῦ Χριστοῦ “Ἐγώ εἰμι ”τὸ φῶς τοῦ κόσμου.” καὶ πάλιν “Ἕως τὸ φῶς ἔχετε, ”περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.” μέθη δ᾽ ἂν νοοῖτο καὶ σκότος εἰς νοῦν καὶ νὺξ εἰς καρδίαν ἡ τοῦ συμφέροντος ἀγνωσία, καὶ τὸ μηδαμόθεν δύνασθαι κατιδεῖν τὴν τῆς σωτηρίας ὁδόν. ὅτι δὲ καὶ σεσάλευται, καὶ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα τὸ ἐρηρεισμένον οὐκ ἔχει, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; ἐκπέπτωκε γὰρ τῆς τῶν ὅλων κρηπῖδος, καὶ τὸν ἀῤῥαγῆ θεμέλιον οὐκ ἔχει, τουτέστι Χριστόν. παρεώραται δὲ καὶ τοῖς ἐχθροῖς δέδοται, ἢ Ῥωμαίοις τυχὸν, ἤγουν τοῖς εἰς πᾶν ὁτιοῦν κατακομιοῦσι τῶν παθῶν, φημὶ δὴ τοῖς ἀκαθάρτοις πνεύμασι.
Χριστὸς οὖν ἄρα, καὶ πίστις ἡ εἰς αὐτὸν, παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ, καὶ τῆς τῶν ἐχθρῶν δυστροπίας ἀποτελέσει κρείττονας, καὶ ἐν ὀφθαλμοῖς ἵστησι τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς ἀγαπῶντας αὐτόν. <Πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι. ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος.> Τὰ πέπειρα τῶν συκῶν ἀποπίπτει ῥᾳδίως, εἰ δὴ κραδαίνοιτο τὸ φυτὸν, μονονουχὶ δὲ καὶ πρὸς τὴν τοῦ κατασείοντος καταθρώσκει χεῖρα, καὶ τοῖς δεομένοις τοῦ φαγεῖν αὐτομάτως ἐπιφοιτᾷ. οὐκοῦν ἐπειδήπερ Κύρου προσβαλόντος καὶ πολιορκοῦντος ἤδη τὴν Νινευῒ, τοῖς τείχεσί τε αὐτῆς ἐφιστάντος τὰς ἑλεπόλεις ἤτοι τοὺς κρίους, τὰς ἐπάλξεις ἐτήρουν οἱ ἐπαμύνοντες· εἶτα τοξεύοντες οἱ μαχόμενοι, κατεκόμιζον εἰς γῆν εὐκόλως αὐτούς. δέχεται τὴν ὁμοίωσιν ἀπὸ τοῦ πεφυκότος γίνεσθαι περὶ τὰ πέπειρα τῶν συκῶν. ταύτῃτοί φησιν ὅτι πάντα τὰ ὀχυρώματά σου, τουτέστι τὰ τείχη, συκαὶ σκοποὺς ἔχουσαι, οἳ πρὸς τὴν τοῦ φαγεῖν ἐθέλοντος ἵενται χεῖρα, καὶ μάλα εὐκόλως, εἰ δή τις μόνον καταδονήσειε τὸ φυτόν.
Ἔσται δὲ οὕτω καὶ πᾶσα ψυχὴ, τῆς ἄνωθεν ἐπικουρίας ἐκπίπτουσα καὶ ἐστερημένη, εὐχερὴς καὶ εὐάλωτος καὶ οὐ σὺν ἱδρῶτι ληπτὴ τῷ κατεσθίοντι σατανᾷ. γέγραπται γὰρ ὅτι “Τὰ βρώματα αὐτοῦ ἐκλεκτά.” <Ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοὶ, τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου.> Ματαίαν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα. ᾤοντο μὲν γὰρ, ὡς οὐκ ἂν ἁλοῖέν ποτε, πληθὺν ἀμέτρητον τῶν αὐτοῖς συνασπιζόντων συναγηγερκότες, καὶ ἀῤῥήκτοις τείχεσι πεπυργωμένην οἰκοῦντες πόλιν. ἀλλ᾽ ὅτι καὶ ταῦτα παντελῶς ἀνόνητα αὐτοῖς προαναπεφώνηκεν ἐναργῶς, κακανδρίας εἰς τοῦτο κατοιχήσεσθαι λέγων τοὺς ἐπαμύνοντας, ὡς γυναίων ἀσθενῶν διενεγκεῖν οὐδέν· διανοιχθήσεσθαι δέ φησι καὶ τὰς πύλας, εἰσβιαζομένων δηλονότι τῶν ἐχθρῶν. ἀληθὲς γὰρ ὅτι “Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ ”φυλάσσων.” Χρὴ δὴ οὖν ἄρα τὴν ἄνωθεν ἀσφάλειαν ἔχειν, πεποιθέναι τε ἡμᾶς ἥκιστα μὲν ἐφ᾽ ἑαυτοῖς, ἐπὶ Θεῷ δὲ μᾶλλον τῷ σώζοντι, καὶ μὴ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις μεγαλαυχεῖν, μήτε μὴν οἴεσθαι διεκνεύειν δύνασθαι τὴν ὀργὴν, εἰ δὴ παροτρύνοιτο Θεός. ἀπαλλάξει γὰρ οὐδεὶς θορύβου καὶ κακῶν, τὸν ᾧπερ ἂν ἐπιμηνίσειεν ὁ τῶν ὅλων Κύριος. καὶ σοφὸς ἦν λίαν ὁ θεσπέσιος Δαυεὶδ ψάλλων τε καὶ λέγων “Οὐκ ”ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ὁ βραχίων μου οὐ σώσει με.” “
Ποιήσομαι γὰρ δύναμιν ἐν Θεῷ” κατά γε τὴν αὐτοῦ πάλιν φωνήν. <Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ.> Φασὶν ὅτι Κύρου τε καὶ τῶν σὺν αὐτῷ τὰς περιοίκους τῆς Νινευῒ καταδῃούντων χώρας, καὶ πάσας αὐτῶν προαποκειρόντων ἐπικουρίας, τὴν πόρθησιν ἤδη δεδιότες οἱ Νινευῖται λοιπὸν εἰς πολλὰς καὶ μακρὰς ἀνέτεμον τάφρους τὰ περὶ τὸ ἄστυ χωρία, καὶ δὴ καὶ δυσπόρευτα τοῖς ἐχθροῖς ἀπετέλουν, παροχετεύοντες ποταμοὺς, καὶ ὑδάτων ἐμπιπλῶντες, καὶ τελμάτων ἔμπλεω ποιοῦντες τὴν γῆν. ἀλλ᾽ ἦσαν καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀμείνους οἱ μαχόμενοι, μᾶλλον δὲ ἡ θέλησις τοῦ παραδιδόντος Θεοῦ. ὅτι τοίνυν οὐδὲν ἔσται καὶ τοῦτο αὐτοῖς τὸ σπούδασμα, δείκνυσι λέγων Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ. δοκεῖ δέ τισιν ὕδωρ ἐνθάδε νοεῖν τὸ ἐπισπώμενον, τὴν τῶν ἐπικεκλημένων ἐθνῶν εἰς ἐπικουρίαν ἄθροισιν ἢ πληθύν. βαδιεῖται γὰρ καὶ οὕτως ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ, ὕδατα γὰρ πολλαχῆ ἡ τῶν ἐθνῶν ὠνόμασται πληθύς. <Κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν καὶ συμπάτει ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον.> Οὐ προτρέποι δ᾽ ἂν τὰ τοιάδε Θεός· ἐπειδὴ δὲ πάντως τὰ ἐσόμενα προηπίστατο, διαγελᾶ τὴν σκέψιν, καὶ ὅτι, καθάπερ ἔφην ἀρτίως, μάταιον αὐτῶν ἔσται σπούδασμα πᾶν, δείκνυσι διὰ τούτων.
ἐπειδὴ γὰρ συμβέβηκεν ἢ ἐπάλξεων, ἤγουν ἑτέρας τινὸς ἐπιμελείας δεῖσθαι τὰ τείχη, πλίνθους εἰργάζοντο τὰς ἐκ πηλοῦ δηλονότι, πλὴν ὀχυρωτάτας· ὀπτωμένη γὰρ ἡ πλίνθος ἀναγκαιοτάτη πρὸς ἔργα, καὶ οὐκ ἂν ἔχοι τὸ εὐδιάθρυπτον. συμπάτει δὴ οὖν φησιν ἐν ἀχύροις, ἐργάζου καὶ πλίνθους. γενοῦ δὴ οὕτως ἰταμὸς καὶ ἀτεράμων εἰς μάχην, καθάπερ ἀμέλει καὶ ἡ πλίνθος αὐτή· ἔσῃ γὰρ καὶ οὕτως εὐάλωτος, καὶ ἄθραυστος μὲν οὐδαμῶς, εὔκολος δὲ λίαν τοῖς κατασείειν εἰδόσι, καὶ τῆς σῆς σκληρότητος ἀλκιμωτέραν ἔχουσι τὴν ὁρμήν. <Ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε ῥομφαία, καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος.> Τὸ ἐκεῖ νοήσεις ἀντὶ τοῦ τηνικάδε, κατὰ χρόνον γὰρ καὶ οὐ τοπικῶς τὴν λέξιν ἀποδεξόμεθα. εἰ γὰρ δὴ καὶ ταῦτα γένοιτό φησι, καὶ πλίνθους ἐργάσῃ, δαπανηθήσῃ καὶ οὕτως ὡς ἀπὸ πυρὸς, κατανεμηθήσεται δέ σε τε καὶ τὴν σὴν χώραν, καὶ ἐν ἀκρίδος τάξει ὁ πολέμιος. ἔσῃ δὲ καὶ ὄκνῳ πεπεδημένος καὶ βραδὺς εἰς φυγὴν ὡς βροῦχος βαρυνθείς. φασὶ γὰρ ὅτι πιπτούσης χαλάζης καὶ ὑετῶν καταῤῥηγνυμένων, ἀδρανὴς ὁ βροῦχος εἰς πτῆσιν, καταδεδευμένων αὐτῷ τῶν πτερῶν.
οὐκοῦν τὸ ἄπορον εἰς φυγὴν τῶν Νινευιτῶν ὑποσημαίνει πάλιν ἀπὸ τοῦ τοῖς βρούχοις συμβαίνοντος. <Ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε καὶ ἐξεπετάσθη· ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτος σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγου· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς.> Ἐμπορίας ἔοικεν ἐνθάδε δηλοῦν οὐχὶ τὰς διὰ χρημάτων, τὰς ἐπὶ λήμμασι καὶ πλεονασμοῖς, τὰς γεγενημένας δὲ μᾶλλον ἐπὶ τῇ τῶν ἐθνῶν ἀθροίσει καὶ συγκομιδῇ. κατεμισθοῦντο γὰρ, ὡς ἔφην, τὰ περίοικα τῶν ἐθνῶν, τοὺς τεθνηξομένους μονονουχὶ ἐμπορευόμενοι, καὶ συλλέγοντες εἰς μάχην τοὺς αὐτίκα δὴ μάλα ἀπολουμένους· ἦσαν δὲ οὗτοι πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες. τοιγάρτοι καὶ τῇ τῶν ἄστρων παρεικάζονται πληθύϊ. ἀλλ᾽ εἰ καὶ συνήχθησαν, φησὶ, καὶ συνδεδραμήκασι, καταπτοηθήσονται τῷ πολέμῳ, καὶ ἀποδραμοῦνται πάλιν ὡς βροῦχος καὶ ὡς ἀττέλαβος. εἶδος δὲ τοῦτο μικρᾶς ἀκρίδος, ἣ ἐπειδὰν ἐμπέσῃ φραγμοῖς ἢ ταῖς τῶν κήπων αἱμασιαῖς, πάγου μὲν ὄντος, ὡς ἔφην, καὶ ὑετοῦ κατασκήπτοντος, καταμέμυκέ τε καὶ ἠρεμεῖ, τῇ τῆς ὑγρότητος βίᾳ τὴν πτῆσιν παρῃρημένη· ἡλίου γεμὴν ἀνίσχοντος καὶ θερμὴν αὐταῖς ἐνιέντος ἀκτῖνα, ταχεῖαν ποιοῦνται τὴν ἀποφοίτησιν, καὶ ἀφίπτανται κατὰ τὸ εἰωθός. οὕτως, φησὶν, ἔσονται οἱ σύμμικτοί σου.
ἀποπτήσονται γὰρ καὶ οἴκαδε πάλιν ἀποδραμοῦνται, τὴν σὴν ἐλπίδα κενώσαντες. “Ἀγαθὸν οὖν ”ἄρα καὶ ἀτρεκὲς τὸ πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι “ἐπ᾽ ἄνθρωπον,” κατὰ τὴν τοῦ προφήτου φωνήν. <Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου· ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος.> Ταλανίζει τοὺς ὄχλους, ὡς κακανδρίας εἰς τοῦτο καὶ δειμάτων ὠλισθηκότας, ὡς καὶ πρὸς μόνην αὐτοὺς ἀτονῆσαι τοῦ πολέμου τὴν προσβολὴν, καὶ ἐπὶ τὰς τῶν ὀρῶν ἀναθρώσκειν κορυφὰς, καὶ οἷον προτείχισμα τοῦ κινδύνου ποιεῖσθαι τὰς δυσχωρίας. εἶτα τῆς ψοφοδεείας τὴν αἰτίαν ἀποδιδοὺς, εὐφυᾶ ποιεῖται διήγησιν τῶν καθηγεῖσθαι λαχόντων τὸν ὄλεθρον· ὡς ἐν ἤθει λέγων, ἀντὶ τοῦ πεπόρθηνται καὶ διολώλασιν, ἄποροί τε γεγόνασιν εἰς τὰς τέχνας τὰς στρατηγικὰς, τὸ ἐνύσταξαν τιθεὶς, καὶ ὅτι κατεκοιμίσθησαν οἱ ἐν δυνάμεσί τε καὶ ἐξουσίαις καὶ δημαγωγοὶ καὶ τὰς ἄνω καὶ διαφανεῖς λαχόντες τιμάς. πεπόνθασι δὲ τὸ νυστάζειν ὑπὸ βασιλέως Ἀσσυρίου, τουτέστι, τὸ γένος ἔχοντος ἐξ αὐτῶν. αὐθιγενὴς γὰρ ὁ Κῦρος, καὶ ἐξ αἵματος Περσικοῦ. σκήπτεται δὲ ὁ προφητικὸς ἡμῖν λόγος μονονουχὶ τὸ θρηνεῖν, ἤγουν καταμειδιᾶν τῶν εὐκόλων εἰς πτοίαν.
ἀπῇρε γάρ φησιν ὁ λαός σου ἐπὶ τὰ ὄρη καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος, τουτέστιν ὁ ἀνέχων εἰς εὐτολμίαν, ὁ περικόπτων τὰς τῶν φευγόντων δειλίας, καὶ ἀνασειράζειν δυνάμενος τὴν ἀδρανῆ καὶ ῥιψάσπιδα τῶν προδεδωκότων πληθύν. προαπολώλασι γὰρ οἱ τοῦτο δρᾶν εἰωθότες, καὶ τῆς ἐν πολέμοις εὐτεχνίας οἱ ἐπιστάται.
Νοηθείη δ᾽ ἂν, καὶ μάλα εἰκότως, καὶ περί γε τῆς Ἰουδαίων ἀγέλης, τό Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου. οὐαὶ γὰρ ὄντως τοῖς καὶ αὐτὸν τὸν τῶν ὅλων ἀπεκτονόσι Σωτῆρα καὶ Λυτρωτὴν, καὶ τοῖς τῶν ἁγίων αἵμασιν ἀνοσίως προστεθεικόσι καὶ αὐτὸ τὸ Δεσποτικόν. συμβέβηκε δὲ τοῦτο παθεῖν αὐτοὺς, διάτοι τὸ λίαν κατανυστάξαι πρὸς δυσβουλίαν τὸ ἡγούμενον καὶ τοὺς ἐν ποιμένων τάξει παρειλημμένους, γραμματέας δὴ λέγω καὶ Φαρισαίους καὶ τοὺς τοῖς τῆς ἱερουργίας κατεστεμμένους αὐχήμασιν, οὓς καὶ κατεκοίμισε νοητῶς ὁ Ἀσσύριος βασιλεὺς, τουτέστιν ὁ σατανᾶς. λαμβάνεται γὰρ εἰς τὸ ἐκείνου πολλάκις πρόσωπον ἡ τῶν Βαβυλωνίων ἀρχή. ὅτι δὲ καὶ ἐνύσταξαν οἱ ποιμένες καὶ οἱ δυναστεύοντες παρ᾽ αὐτοῖς, πῶς ἐστὶν ἀμφιβαλεῖν, ἄνω τε καὶ κάτω τῆς θεοπνεύστου γραφῆς ἀνατιθείσης αὐτοῖς τῶν λαῶν τὴν ἀπώλειαν; γέγραπται γάρ “Ὦ οἱ ποιμένες οἱ διασκορ- ”πίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.” καὶ πάλιν “Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστὶ Κύριος, καὶ οἱ ἀντεχό- ”μενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν “εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ·” Ἡσαΐας δὲ πάλιν φησί “Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν ”πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν “δὲ φονευταί.
τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί ”σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, “κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀντα- ”πόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσει χήρας οὐ “προσέχοντες.” <Οὐκ ἐστὶν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου.> Ὅταν τι συμβαίνῃ τῶν ἀπευκτῶν παθεῖν, εἰ μὲν ἴοι τοῦτο μεμετρημένως, καὶ οὐχὶ δὴ πάντως πέρα τοῦ καθήκοντος, ἐλπὶς ὕπεστιν ἀγαθὴ τοῖς τῷ παθεῖν ὑπενηνεγμένοις, ὅτι καὶ ἀνασφῆλαι δυνήσονται καθάπερ ἐξ ἀῤῥωστίας ἐπὶ τὸ δύνασθαι διαβιοῦν εὐσθενῶς καὶ ὅτι μετοιχήσονται πρὸς εὐημερίαν, ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων ἐπὶ τὸ ἄμεινον. ἐπειδὰν δὲ εἰς λῆξιν αὐτοῖς ἀθλιότητος προήκοι τὰ πράγματα, τότε δὴ πάντως δυσδιάφυκτος ἡ συμφορὰ, μᾶλλον δὲ καὶ παντελῶς ἀνεξίτητος. τοῦτο παθούσῃ τῇ Νινευῒ, φησὶν ὅτι καὶ συνετρίβη καὶ ἀπόλωλε, καὶ τῆς τοῦ δύνασθαι θεραπείας τυχεῖν συνανῃρημένης ἐλπίδος καὶ οἱονείπως ἀθλίως καταφλεγμαίνοντος τοῦ κακοῦ καὶ τὴν ἐσχάτην ἐφ᾽ ἑαυτῇ ζητοῦντος τομήν.
Ὅτι δὲ καὶ ἐν τούτοις γέγονεν ἡ κυριοκτόνος Ἱερουσαλὴμ, ἀτρεκὲς εἰπεῖν. πολλάκις μὲν γὰρ ἐπλήττετο, καταθεόντων αὐτῆς τῶν ἐχθρῶν, ἀλλ᾽ ἠκολούθουν αἱ θεραπεῖαι, κατοικτείροντος Θεοῦ καὶ οἷον καταμαλάσσοντος τὴν συμβᾶσαν αὐτοῖς πληγήν. ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς τὸν τῶν ὅλων Δεσπότην, συνετρίβη καὶ πέπτωκε καὶ οὐκ ἦν ἴασις, κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀμάλθακτος δὲ καὶ ἡ τῶν συμβεβηκότων αὐτοῖς ἀπομεμένηκε φλεγμονή. τοιγάρτοι καὶ ἔφασκον οἱ μακάριοι προφῆται, τῇ Βαβυλωνίων αὐτὴν παρεικάζοντες “Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ”ἰάθη· ἐγκαταλίπομεν ἕκαστος αὐτὴν, καὶ ἀπέλθομεν εἰς “τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, ”καὶ ἐξῇρεν ἕως τῶν ἄστρων.” εἰς οὐρανὸν δὲ τὸ κρῖμα καὶ ὑψοῦ τὸ πλημμέλημα. πεπαρῳνήκασι γὰρ, ὡς ἔφην, οὐκ εἰς ἕνα τῶν ἁγίων ἁπλῶς, ἀλλ᾽ εἰς τὸν τῶν ἁγίων Δεσπότην. <Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, χαρήσονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διὰ παντός;> Ψῆφος ὅτι δικαία γέγονε παρὰ Θεοῦ, τὴν Βαβυλωνίων ἀρχὴν καταστρέφουσα, καταμαρτυρήσει λαμπρῶς τὸ ἐπιστυγνάζειν αὐτῇ παντελῶς οὐδένα· κροτεῖν δὲ μᾶλλον, καὶ ἐπιγάνυσθαι καὶ καταμειδιᾶν κειμένης, διάτοι τὸ ἀφορήτους συμφορὰς ὑπενεγκεῖν καὶ πλεονεξίας, καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων εἰς πεῖραν ἐλθεῖν.
καὶ γὰρ ἦν ἅπασι φορτικὴ καὶ δύσοιστος, πέμπουσα καὶ τοῖς εἰς μακρὰν τῆς ἐνούσης αὐτῇ δυστροπίας τὴν αἴσθησιν.
Φαίην δ᾽ ἂν, ὅτι καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ σατανᾶς, ὁ τῆς ἑαυτοῦ δυστροπίας τε λίνον κατευρύνων πανταχῆ, καὶ σαγηνεύσας εἰς πλάνησιν τὴν ὑπ᾽ οὐρανὸν, καὶ τοῖς τῆς ἀπωλείας ἐγκαταδήσας βρόχοις, ἀκούσειεν ἂν εἰκότως, καθῃρημένος ὑπὸ Χριστοῦ, καὶ τῆς καθ᾽ ἡμῶν τυραννίδος ἀπεληλαμένος Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου χαρήσονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σὲ, διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διὰ παντός;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.