Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς δώδεκα προφήτας
Υπόμνημα στον προφήτη Αββακούμ
Διαμαρτυρία του προφήτη Αββακούμ για την αδικία, προαναγγελία της βαβυλωνιακής επιδρομής και σωτηριολογική ερμηνεία της προσευχής του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπόμνημα στον προφήτη Αββακούμ
Διαμαρτυρία του προφήτη Αββακούμ για την αδικία, προαναγγελία της βαβυλωνιακής επιδρομής και σωτηριολογική ερμηνεία της προσευχής του.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΒΑΚΟΥΜ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ΔΙΕΣΚΕΥΑΣΤΑΙ μὲν ἡμῖν εὖ μάλα σοφῶς καὶ εὐτέχνως καὶ τῆς προκειμένης προφητείας ὁ τρόπος, ἔμπλεω γεμὴν αὐτὸν οἰκονομίας ἁγιοπρεποῦς εὑρήσομεν· πρέπει γὰρ αὐτοῖς τοῖς ἁγίοις ἐπιφωνεῖν τε καὶ λέγειν “Οὐχ ὑμεῖς ἐστε ”οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν “ἐν ὑμῖν.” δεῖ δὲ δὴ τοῖς ἐθέλουσι νοεῖν ἀγχινοίας οὐ μικρᾶς· ἐπεί τοι τῆς προφητείας τὸν σκοπὸν διττὴν ἐν ἑαυτῷ τὴν θεωρίαν ὠδίνοντα κατίδοι τις ἂν, πνευματικήν τε ἅμα καὶ ἱστορικήν· προαφηγήσομαι δὲ χρησίμως, καὶ ὡς ἐν βραχεῖ συνενεγκὼν, τῆς προφητείας τὰ μέρη, καὶ ἐφ᾽ ὅτῳ γέγονεν ἐρῶ. ἴοι γὰρ ἂν οὕτω τοῖς ἐντευξομένοις δι᾽ εὐμαρείας ὁ νοῦς, καὶ οὐδὲν εὑρήσει τὸ ἄναντες. ἀσχάλλοντος τοίνυν τοῦ Ἰσραὴλ οὐ μετρίως ἐπὶ τοῖς διὰ τῶν προφητῶν προαπηγγελμένοις· ᾖδον γὰρ ᾖδον, ὡς ἔσται κατὰ καιροὺς αἰχμάλωτος, πεσεῖται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, καὶ ὑπὸ ζυγὰ κείσεται τῆς ἀσυνήθους δουλείας· πειρᾶται δὴ διδάσκειν ὁ μακάριος οὗτος Ἀμβακοὺμ, ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ κατὰ καιροὺς αὐτοῖς τὰ τοιάδε συμβήσεται, καὶ ἐπ᾽ αἰτίαις εὐλόγοις.
ἐκτετιμηκότες γὰρ αὐτοὶ τὴν ἔξω νόμου καὶ ἐκτοπωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν κατεψευσμένων ἀπονενευκότες, οὐ διαλελοίπασιν ἐφ᾽ ἑαυτοῖς παραθήγοντες τὸν ἀκήρατον νοῦν, μέχρις ἂν αὐτοῖς εἰς τοῦτο λοιπὸν ἀθλιότητος κατέβη τὰ πράγματα. καὶ τοῦτο καθίστησιν ἐναργὲς, τῶν ἀνοσίως βιοῦν ᾑρημένων ποιούμενος τὴν κατάῤῥησιν, καὶ τῆς ὅλης προφητείας προεισβολὴν ὥσπερ τινὰ καὶ ὑπόθεσιν τὸ χρῆμα τιθεὶς, εἶτα Θεὸν εἰσκεκομικὼς ἀπειλοῦντα τοῖς καταφρονηταῖς τῶν Βαβυλωνίων τὴν ἔφοδον. ἐπειδὴ δὲ ἐχρῆν αὐτὸν οὐχὶ μόνων τῶν σκυθρωπῶν καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων προαγορευτὴν ἀναφαίνεσθαι, καὶ εἰς μέσον ἥκειν, καὶ τὰ πάντων αἴσχιστα τῶν κακῶν ὡς ἔσται κατὰ καιροὺς αὐτοῖς προαναφωνεῖν, ἀλλά τι καὶ τῶν τελούντων εἰς ἄκεσιν προαφηγεῖσθαι χρησίμως, καὶ τὰ δι᾽ ὧν εἰκὸς ἦν ἀναπνεύσειν τοὺς πεπονθότας προαναφθέγγεσθαι· κατακέκραγε καὶ αὐτῆς τῆς τῶν Βαβυλωνίων ὠμότητος, καὶ καταφρονητὰς ὀνομάζει τοὺς καὶ αὐτὸν τὸν θεῖον κατεμπρήσαντας ναὸν, καὶ τὴν ἁγίαν δὲ πόλιν πεπορθηκότας, καὶ σκευῶν τῶν ἱερῶν ἀφειδήσαντας. “Εἰς ”τί γὰρ, φησὶν, ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιω- “πήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;” εἶτα προστέθεικε καὶ μάλα σαφῶς καὶ αὐτῆς τῆς Βαβυλῶνος τὴν ἅλωσιν, καὶ τῶν πεπονθότων τὴν ἀσυνήθη δουλείαν τὴν διὰ Κύρου κατὰ καιροὺς ἐκλύτρωσιν.
ἀπὸ δέ γε τῆς μερικῆς λυτρώσεως μέτεισιν ὁ λόγος εὐφυῶς ἐπὶ τὴν καθόλου καὶ γενικωτάτην, τουτέστι, τὴν διὰ Χριστοῦ γεγενημένην ἅπασι τοῖς διὰ πίστεως ἐκλελυτρωμένοις, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀποτιθεμένοις, καὶ πικρὸν καὶ ἀνήμερον ἀποφυγοῦσι δεσπότην, τὸν σατανᾶν. ἔχεις ἐν τούτοις τῆς ὅλης ἡμῖν προφητείας ὡς ἐν βραχέσι συνειλεγμένον τὸν σκοπόν· ἐροῦμεν δὲ, ἀνὰ μέρος ἕκαστα διαλαμβάνοντες ὡς ἔνι. <Τὸ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης.> Λῆμμά φησιν ἐν τούτοις τὴν τῆς ὁράσεως, ἤτοι τῆς προγνώσεως λῆψιν, ἣν ἄν τις ἕλοι, διδόντος Θεοῦ· αὐτὸς γὰρ ὁράσεις κατὰ τὸ γεγραμμένον ἐπλήθυνε, καὶ αὐτὸς λελάληκε πρὸς προφήτας, προαναφαίνων αὐτοῖς διὰ τοῦ Ἁγίου Πνεύματος τὰ ἐσόμενα, καὶ ὡς ἤδη παρόντα μονονουχὶ καὶ ἐν ὄψει τιθείς. ὅτι δὲ οὐ τὰ ἀπὸ τῆς σφῶν καρδίας λαλεῖν ἐγνώκασι, διαπορθμεύουσι δὲ μᾶλλον εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ λόγους, προαναπείθει σαφῶς, Προφήτην ἑαυτὸν ὀνομάσας καὶ τῆς εἰς τοῦτο χάριτος ἀποφαίνων ἔμπλεω. <Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις;> Σκήπτεται μὲν ὁ Προφήτης τὸ τοῦ πλεονεκτουμένου πρόσωπον, καὶ ὑπομένοντος δύσοιστον τὴν ἐκ τῶν ἀδικεῖν εἰωθότων ὕβριν τε καὶ παροινίαν· εὐτέχνως δὲ λίαν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὴν ἐπέκεινα λόγου φιλανθρωπίαν. ἀποφαίνει μὲν γὰρ ἀνεξικακοῦντα λίαν, καίτοι μισεῖν εἰωθότα τοὺς πονηρούς.
ὅτι δὲ οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπάγει τὰς δίκας, δέδειχεν ἐναργῶς, εἰς τοῦτο σιωπῆς καὶ μακροθυμίας ἀφικέσθαι λέγων, ὡς δεῖσθαι λοιπὸν καὶ καταβοῆς, ὡς φορητὴν μὲν οὐκέτι ποιουμένων τινῶν τὴν καθ᾽ ἑτέρων πλεονεξίαν, ἀχάλινον δὲ ὥσπερ ἐπαφιέντων τοῖς ἀσθενεστέροις τὴν ὕβριν. δι᾽ ὧν γὰρ καταβοᾷ ἀνεξικακοῦντος Θεοῦ, διὰ τούτων αὐτῶν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὸ πέρα μέτρου φιλάνθρωπον. μέχρι γὰρ τίνος φησί Κύριε κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; καίτοι πλείστας τε ὅσας καὶ πικρὰς τοῖς ἐθέλουσι παρανομεῖν ἀπειλῶν τὰς δίκας. <Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν;> Τῶν ἁγίων τὸ μισοπόνηρον κἀντεῦθεν ἂν μάθοις· ἰδίους γὰρ τοὺς ἑτέρων ὀνομάζουσι πόνους. ταύτῃτοι καὶ ὁ σοφώτατός φησι Παῦλος “Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς ”σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;” προστέταχε δὲ καὶ ἡμῖν αὐτοῖς “κλαίειν μετὰ κλαιόντων,” τὸ συμπαθὲς καὶ φιλάλληλον ἁγιοπρεπὲς ὅτι μάλιστα δεικνύς· Θεὸν δέ φησιν αὐτῷ δεῖξαι κόπους τε καὶ πόνους· δῆλον δὲ ὅτι τῶν παρανομουμένων· ἀσέβειαν δὲ τῶν ἀδικεῖν εἰωθότων, οὐχ ὡς αὐτὸν αὐτῷ κατεσκευακότα τὸ παθεῖν, ἀλλ᾽ ὡς τοῖς δεδρακόσι μακροθυμήσαντα καὶ ἐν μακροῖς οὕτω χρόνοις, ἤγουν ὡς ἀπαλλάξαι μὲν τοῦ βίου δυνάμενον, ἵνα μὴ γένηται τῶν οὕτως ἐκτοπωτάτων καὶ θεατής.
ἔθος δὲ τοῖς ἁγίοις ἐν ταῖς οὕτω πικραῖς ὀλιγοψυχίαις τὸ ἀναλῦσαι ζητεῖν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς “Καὶ νῦν Κύριε λάβε, φησὶ, ”τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ “ζῆν·” γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος ὅτι “Κρεῖττον ”τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.” πόνων γὰρ ἀπόθεσις τοῖς ἁγίως ἐθέλουσι ζῆν, τὸ ἀπαλλάττεσθαι λοιπὸν τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, καὶ οἷον δεινῆς ἀνεῖσθαι τῆς ἐνθάδε φροντίδος. <Ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.> Ὅτι μηδὲν ἴδιον αὐτῷ τὸ μικροψυχεῖν ἀναπεῖθον, ἀλύει δὲ μᾶλλον ὡς ἁγιός τε καὶ φιλοδίκαιος τῆς θείας ἐντολῆς ἀλογοῦντας βλέπων, οὐχὶ τοὺς τυχόντας ἁπλῶς, ἀλλὰ τοὺς ταῖς ἀνωτάταις τιμαῖς ἐκλελαμπρυσμένους, καὶ λαῶν προεστηκότας, καὶ εἰς τὸ τῶν δικαζόντων ἀξίωμα τεταγμένους δείκνυσιν ἐναργῶς, τὰς εἰς ὀρθότητα ψήφους παραλελύσθαι λέγων, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Οὐ λήψῃ ”πρόσωπον ἐν κρίσει ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.”
μέγα δὴ οὖν τὸ κρίνειν ἐστὶ, καὶ τῆς θείας ὑπεροχῆς τε καὶ δόξης μιμητὴς ἂν γένοιτο σοφὸς ὁ ἀδέκαστος δικαστὴς, καὶ τὴν ψῆφον τοῦ δικαίου παρευθύνειν οὐκ ἀνεχόμενος· ὑβριστὴς δὲ λίαν, καὶ κατ᾽ αὐτῶν ἔρχεται τῶν θείων ἀξιωμάτων ὁ δωροδόκος, ἅτε δὴ τὸ κάλλος τῆς ἀληθείας παρασημαίνων, καὶ διαστρέφειν μὲν τὰ ὀρθὰ μεμελετηκὼς, λέγων δὲ “τὸ πονηρὸν ”καλὸν καὶ τὸ καλὸν πονηρὸν, καὶ τὸ μὲν σκότος εἰς φῶς, “τὸ δὲ φῶς εἰς σκότος” ἀνοσίως καταλογιζόμενος. ἀποφαίνει δὴ οὖν ὁ Προφήτης, ὡς ἐν μιᾷ δὴ ταύτῃ τῇ παναρίστῃ καὶ λίαν εὐκλεεστάτῃ ἐντολῇ ὅλον πεπατημένον τὸν νόμον εὐθύς. ὁ γάρ τοι περὶ τὸ κράτιστον τοῦ πρέποντος διημαρτηκὼς, πῶς ἂν γένοιτο περὶ τὸ μεῖζον ἀσφαλής; ἑαυτὸν δὲ τῆς πλεονεξίας ὁ Προφήτης εἰσκεκόμικε μάρτυρά τε καὶ θεατήν. ἐπειδὴ δὲ τὸ κρίνειν φησὶν ὀρθῶς παρεώραται, ταύτῃτοι καὶ ὁ νόμος ἀσθενεῖ, καὶ ἡ τῶν κριμάτων ὀρθότης οὐ διεξάγεται κατὰ τό σοι δοκοῦν τῷ Δεσπότῃ, καταδυναστεύει δὲ καὶ ὁ ἀσεβὴς τὸν δίκαιον. ἔγκλημα δὲ τοῦτο τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ διὰ φωνῆς ἑτέρων προφητῶν ἐπενήνεγκται παρὰ Θεοῦ.
ἔφη γὰρ ὅτι “Οἱ ἡγούμενοι αὐτῆς ”μετὰ δώρων ἔκρινον·” καὶ πρὸς αὐτὴν δὲ πάλιν διὰ φωνῆς Ἡσαΐου “Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου ”μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, “κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπό- ”δομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ- “έχοντες.” ἔοικε δὲ καὶ νῦν ὁ Προφήτης Ἀμβακοὺμ ἐκεῖνο βούλεσθαι πληροῦν, τὸ ἐν βιβλίῳ παροιμιῶν “Ἃ εἶδον οἱ ”ὀφθαλμοί σου, λέγε·” προσαποδείκνυσι δὲ λοιπὸν ὅτι καὶ εὐλογωτάτην τῆς ἐνούσης Θεῷ γαληνότητος ἐποιήσατο τὴν καταβοὴν, ἀνεξικακοῦντος μὲν οὕτως ὡς ἂν αὐτῷ πρέποι· Θεὸς γάρ ἐστιν ἀγαθός· πλὴν ὅσον ἧκεν εἰς νοῦν τὸν ἀνθρώπινον καὶ πέρα μέτρου παντὸς ποιουμένου τὸ ἀνεξίκακον.
Ἐκβέβηκε δὲ καὶ ἐπὶ Χριστῷ τὸ κρῖμα διεστραμμένον, καὶ διεσκέδασται ὁ νόμος. ὃν γὰρ ἦν ἄμεινον καταγεραίρειν ὡς Θεὸν, καὶ διὰ τοῦτο θαυματουργὸν, συκοφαντοῦντες οὐ διαλελοίπασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις πάντα σείοντες κάλων, οὐδὲν τῶν ἀτόπων ἐστὶν, ὃ μὴ κατειπεῖν αὐτοῦ τετολμήκασιν· ὥς ποτε μὲν ἐν Βεελζεβοὺλ αὐτὸν ἐκβάλλειν οἴεσθαι τὰ δαιμόνια, ποτὲ δὲ καὶ φιλοπότην καλεῖν καὶ δαιμονῶντα. εἶτα δέον Σωτῆρά τε καὶ Λυτρωτὴν τῶν ὅλων αὐτὸν ὀνομάζειν, ἀπεκτόνασιν ἀνοσίως, διάστροφον τὴν ψῆφον ἐπ᾽ αὐτῷ ἐξενεγκόντες οἱ δείλαιοι, καίτοι τοῦ νόμου διηγορευκότος σαφῶς “Ἀθῷον ”καὶ δίκαιον οὐκ ἀποκτενεῖς.” ἐπῃτιᾶτο δὲ καὶ ἑτέρως αὐτοὺς ὁ Χριστὸς, ὡς ὀρθὰ καὶ δίκαια φρονεῖν οὐκ ἀνεχομένους, ἀλλὰ σιωπῶντας μὲν, καὶ τὸν τῆς διανοίας ὀφθαλμὸν οἱονεὶ καταμύοντας ἐφ᾽ οἷς ἂν λέγοι Μωυσῆς, καίτοι τὸν ἐπὶ σαββάτῳ παραλύων νόμον· ἐπιθρώσκοντας δὲ, καὶ μάλα πικρῶς, ἐφ᾽ οἷς ἂν αὐτὸς ἐργάσαιτο τῶν θεοπρεπῶν ἐν σαββάτῳ· ἔφη γὰρ οὕτως “Ἓν ἔργον ἐποίησα, καὶ πάντες ”θαυμάζετε. διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περι- “τομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ᾽ ὅτι ἐκ τῶν ”πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ “περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ”ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ἄνθρωπον ὅλον ὑγιῆ “ἐποίησα ἐν σαββάτῳ;
μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν ”δικαίαν κρίσιν κρίνετε.” <Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.> Κατακεκραγότος τοῦ Προφήτου τῆς τῶν παρανόμων πλεονεξίας, καὶ τῆς ἐπ᾽ αὐτοῖς ἀνεξικακίας μονονουχὶ καταιτιωμένου τὴν μέλλησιν· μισοπόνηρον γάρ τι χρῆμα ψυχὴ δικαία καὶ φιλάρετος· τοῖς καταφρονεῖν εἰωθόσιν ὁ τῶν ὅλων Θεὸς ἐπιφθέγγεται λοιπὸν ἰδεῖν τε καὶ ἐπιβλέψαι καὶ θαύματος ἀξιοῦν τὰ ὅσαπερ ἂν θαυμάζεσθαι πρέποι. ταῦτα δὲ ἦν τὰ οἱονεί πως ἐπηρτημένα, καὶ ὅσον οὐδέπω μέλλοντα συμβήσεσθαι, καὶ ἀπευκτὴν ἔχοντα τὴν προσβολὴν καὶ κατεστυγημένην τὴν ἔφοδον, ἃ δὴ καὶ προαναθρεῖν αὐτοῖς χρησίμως προστέταχεν, οὐκ ἀνικάνως ἔχοντα πρός γε τὸ ἀφανίσαι δύνασθαι τοὺς ἐφ᾽ οὓς ἂν ἰόντα φαίνοιτο· θαυμαστὰ δὲ ὅτι καὶ ἀδόκητα, καὶ παρ᾽ ἐλπίδα καὶ δύσοιστα καὶ δι᾽ ὑπερβολὴν δεινότητος καταπλήττειν οἷά τε, τάχα δέ που καὶ ἀπιστούμενα. φιλεῖ γάρ πως ἀεὶ τὰ ἐν πολλῷ μεγέθει τῶν κακῶν ἐγγὺς εἶναι λίαν τοῦ καὶ ἀπιστεῖσθαι δεῖν, εἰ δὴ μάλιστα τοῖς οὐδαμόθεν παθεῖν ἠλπικόσιν ὁρῷτο συμβαίνοντα.
τίς γὰρ ἂν ᾠήθη πώποτε τὸν ἠγαπημένον Ἰσραὴλ, τὸν πρωτότοκον ἐν τέκνοις, δι᾽ ὃν ἀπόλωλεν Αἴγυπτος, ἔθνη τε μυρία πεπτώκασι, Χαναναίων καὶ Ἀμοῤῥαίων, Εὐαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, καθικέσθαι πρὸς τοῦτο ταλαιπωρίας, ὡς ἅπασαν μὲν αὐτοῖς ἐξαναστῆναι τὴν χώραν, ἀκλεᾶ δὲ αὐτοὺς καὶ δύσοιστον ἀνατλῆναι δουλείαν, ἐπ᾽ ἀλλοδαπῆς ἀλητεύοντας μετὰ τὰς ἐκ τοῦ πολέμου προσβολὰς, αἷς οὐκ ἀπόχρη πᾶς λόγος, εἰ δὴ βούλοιτό τις ἕκαστα διατρανοῦν; ἐμπρησμοί τε γὰρ γεγόνασι καὶ ἀνδροκτασίαι, καὶ γυναικῶν ἕλξεις, καὶ νηπίων εἰς γῆν προσρήγματα, καὶ ᾗ φησὶν ὁ προφήτης Ἱερεμίας “Χεῖρες γυ- ”ναικῶν οἰκτιρμόνων ἕψησαν τὰ παιδία ἑαυτῶν.” πεπόρθηνται δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ τῶν εἰς λῆξιν κακῶν ἡκόντων τοῖς ἑλοῦσιν ἀνεπιτήδευτον ἦν οὐδέν. ἄπιστα δὴ οὖν καὶ οἷον ἀπίθανα πρὸς ἐξήγησιν δι᾽ ὑπερβολὴν ὠμότητος τῆς τῶν δεδρακότων. ταύτῃτοί φησιν ἐν ταῖς ἡμέραις αὐτῶν ἔργον ἐργάσασθαι ὃ οὐ μὴ πιστεύσωσιν, εἰ δή τις αὐτοῖς ἐκδιηγεῖται τυχόν.
εἰπὼν δὲ τὸ ἐν ταῖς ἡμέραις ὑμῶν, ἐφῆκε νοεῖν, ὡς οὐ μακρὸς μεταξὺ διϊππεύσει χρόνος· ἀλλ᾽ οἷον ἀγχίθυρος καὶ εὐθὺς καὶ γείτων ὁ πόλεμος, καὶ οὐκ εἰς μακρὰν ἡ δίκη. <Διότι ἰδοὺ ἐγὼ ἐξεγερῶ τοὺς Χαλδαίους τοὺς μαχητὰς τὸ ἔθνος τὸ ταχινὸν καὶ τὸ πικρὸν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.> Τί τὸ ἀπιστούμενον, εἰ δὴ λαλοῖτο διήγημα, δέδειχεν εὐθύς. ἠπείλησε γὰρ ἐπαφήσειν αὐτοῖς τοὺς Βαβυλωνίους, τὸ μάχιμόν τε καὶ ἀγριώτατον γένος, καὶ τοῖς τῶν θηρίων ἀνημέροις κατ᾽ οὐδένα τρόπον εἰς ὠμότητα παραχωροῦν, καὶ ἐπ᾽ ἀκράτοις ἀεὶ μανίαις κατεγνωσμένον· ταχινὸν δὲ ὠνόμασεν, ἱππόται γὰρ ὡς ἐπίπαν· πικρὸν δὲ ὅτι δριμὺ καὶ παγχάλεπον καὶ οὐκ ἀπάνουργον εἰς τὰ τακτικὰ, στρατηγεῖν δὲ ἄριστα μεμελετηκός. ῥώμη δὲ φρονήσει συνθέουσα πρὸς τὰς τοῦ πολέμου χρείας, ῥᾷστα ἂν οἶμαί που κατορθώσειε τὸ τοῖς πολεμοῦσι δοκοῦν, καὶ περιέσται ῥᾳδίως τῶν ἀντανίστασθαι προτεθυμημένων. ἐπειδὴ δὲ ἐν ἔθει ἦν τοῖς Βαβυλωνίοις οὔτε οἴκοι μένειν ἀεὶ, οὔτε μήν σφισιν αὐτοῖς ἐπαμύνοντας τῶν ἐπιόντων αὐτοῖς ἀνακόπτειν ἐφόδους, κατευρύνεσθαι δὲ ὥσπερ τῆς γῆς ἁπάσης, καὶ καταδῃοῦν τὰς ἑτέρων, καὶ κλῆρον ἀεὶ ποιεῖσθαι φιλεῖν τὰ κατ᾽ οὐδένα τρόπον αὐτοῖς ἁρμόττοντα, φησὶν ἀναγκαίως τὸ ἔθνος τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.
φιλεῖ γὰρ, ὡς ἔφην, ταῖς τῶν ἄλλων χώραις ἐπιμαίνεσθαι, ἀεί τε τὴν ἑαυτοῦ κατευρύνειν ἀρχήν.
Πεπόνθασι δέ τι τοιοῦτον κυριοκτονήσαντες οἱ Ἰουδαῖοι· καίτοι γὰρ ἐξὸν νέμεσθαι τὴν ἑαυτῶν ἀνειμένως, καταθλίβοντος οὐδενὸς, δέδονται τοῖς κεκρατηκόσι, καὶ ὑπὸ δασμοὺς καὶ τέλη γεγόνασι, καὶ ὑπὸ σκῆπτρα τέθεινται τῶν ἀεὶ κατευρυνομένων καὶ νενικηκότων ἅπασαν τὴν ὑπ᾽ οὐρανόν. ἀποσειόμενοι γὰρ αὐτοὶ τὸ ὑπὸ Χριστῷ βασιλεύεσθαι, διαῤῥήδην ἔφασαν “Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.” Ἰστέον δὲ ὅτι καὶ ἀνθρώπου ψυχὴ παρ᾽ οὐδὲν τοὺς θείους εἰ ποιοῖτο νόμους, ὑπὸ τυράννοις πικροῖς ἔσται, τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ δουλεύσει δυνάμεσι πονηραῖς, ἀεὶ διψώσαις κληρονομεῖν τὰ οὐκ αὐτῶν σκηνώματα· Θεοῦ γὰρ ὁ ἄνθρωπος· κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ταῖς τῶν ὁσίων ψυχαῖς ἐναυλίζεται. <Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.> Μέτεισιν ὁ λόγος ἐπὶ τὸν τοῦ ἔθνους ἡγούμενον, τουτέστιν, ἐπὶ τὸν τῶν Βαβυλωνίων τύραννον, τάχα που Ναβουχοδονόσορ, ὃς εἷλε τὴν Ἰουδαίαν, καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν κατεμπρήσας, αἰχμάλωτον ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ τὸν Ἰούδαν. αὐτὸν δὴ οὖν ἄρα φοβερὸν μὲν εἶναί φησι δι᾽ ὠμότητα καὶ τὸ ἀκρατὲς εἰς ὀργὰς καὶ τὸ ἀτίθασον εἰς φρένα καὶ τὸ ἀπηχὲς εἰς δίκας, ἐπιφανῆ δὲ δὴ πάλιν, ὡς φιλότιμον καὶ φιλόκομπον καὶ δόξης ἄπληστον ἐραστήν· ἀλαζόνες γὰρ ἀεί τε καὶ φιλοδοξότατοι λίαν οἱ τῆς Βαβυλῶνος βεβασιλευκότες.
ἐπειδὴ δὲ τῆς εἰς πᾶν ὁτιοῦν βουλῆς, ναὶ μὴν καὶ ἐγχειρημάτων ἦρχον αὐτοὶ, τὸ δοκοῦν εὖ ἔχειν ἁπλῶς τοῖς ὑπὸ χεῖρα ἀποπεραίνεσθαι δεῖν προστάττοντες, διὰ τοῦτό φησιν Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται· τουτέστιν, αὐτοκελεύστοις ὁρμαῖς ἴεται πρὸς τὸ κινοῦν, καὶ ἐκ πολλῆς ἄγαν ὀφρύος οὐκ ἂν τῆς ἑτέρων γνώμης ἀνάσχοιτο, κἂν εἰ μή τι τῶν ἐνδεχομένων γενέσθαι προστάξειεν. ὑπέροπτα γὰρ τὰ Περσῶν βουλεύματα. ἐπειδὴ δὲ ἔθος ἦν πάλιν αὐτοῖς προκαταμαντεύεσθαι τὰς μάχας, καὶ μάγῳ τέχνῃ προαναμανθάνειν πειρᾶσθαι τὸ ὅποι ποτ᾽ ἂν ἐκτελευτήσῃ τὸ ἐν χερσὶν, ἔφη πάλιν, ὅτι τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. λῆμμα δὲ ὀνομάζει τὸ μάντευμα. οὐ γὰρ ἐξ ἑτέρων, φησὶν, ἐθνῶν ἢ χωρῶν μεταπέμψεται τοὺς εἰδότας τὴν μαντικήν· ἔχει δὲ μᾶλλον συμβιοτεύοντας, ψευδομένους μὲν ἀεὶ καὶ τῶν ἀληθῶν εἰδότας οὐδὲν, πλὴν ἀεί πως κατερεθίζοντας καὶ ὅτι νικήσει προαναφωνεῖν εἰωθότας. ἐσεμνύνετο δὲ καὶ λίαν ἐπὶ τούτῳ ἡ Βαβυλωνίων ἀρχή. καὶ γοῦν ὁ Βαλὰκ ὁ Μωαβιτῶν βασιλεὺς, ὅτε τοὺς ἐξ Ἰσραὴλ καταρᾶσθαι ἐβουλεύετο, καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἐζήτει, ἐκ τῆς Μεσοποταμίας μετάπεμπτον ἐποιεῖτο τὸν Βαλαάμ. ᾤετο γὰρ ὅτι δεινοί τε καὶ ἀκριβεῖς τῶν Βαβυλωνίων οἱ μάγοι, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν ἀλκιμώτατοι διά γε τῆς μάγου τέχνης.
Ἐκδεξόμεθα δὲ καὶ ἑτέρως, εἰ δοκεῖ, τοῦ προκειμένου τὴν θεωρίαν. ὁρισάμενος γὰρ τὸν τῶν Βαβυλωνίων τύραννον, εἰρηκώς τε ὅτι φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐπήνεγκεν εὐθύς Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. καὶ δή τι τοιοῦτον ἔξεσται νοεῖν. ἐβουλεύσατο μὲν γὰρ ὁ τῶν ὅλων δεσπότης Θεὸς, αἰσχρῶς τε καὶ φαύλως βιοῦν ᾑρημένον κολάσαι τὸν Ἰσραήλ. τοῦτο δὴ οὖν τὸ ἐπ᾽ αὐτῷ κρῖμα παρ᾽ αὐτοῦ γενήσεται, φησὶ, τοῦ Βαβυλωνίου. ὅμοιον ὡς εἰ λέγοι Σκεῦος ὀργῆς ἔσται τῆς ἐμῆς, καὶ δι᾽ αὐτοῦ σε τιμωρήσομαι, καὶ τὸ λῆμμα δὲ τὸ ἐπὶ σοὶ, τουτέστιν ἣν ἂν ἀναλάβοιμι σκέψιν καὶ βούλησιν, ἐξ αὐτοῦ πάλιν ἐξελεύσεται, τουτέστι πραχθήσεται· πρὸς πέρας γὰρ οἴσει τὰ ἐξ ἐμῆς βουλῆς καὶ σκέψεως. <Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.> Καταπλήττει πάλιν αὐτοὺς ταῖς τῶν δειμάτων ὑπερβολαῖς, καὶ ὅτι δεινή τε καὶ ἄθραυστος ἡ τῶν πολεμίων πληθὺς, πειρᾶται διδάσκειν· συνελαύνει δὲ πρὸς μετάγνωσιν καὶ εἰς τὸ χρῆναι μαθεῖν, ἅπερ ἦν ἄμεινον ὁρᾶσθαι κατωρθωκότας.
ὅτι τοίνυν κουφότατοι μὲν εἰς δρόμους οἱ Βαβυλώνιοι, πάντολμοι δὲ καὶ θρασεῖς, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, καὶ τῶν ἁλίσκεσθαι δυναμένων οἱονεὶ καθιπτάμενοι, παρεγγυᾷ πάλιν, παρδάλεσι μὲν παρεικάζων τοὺς ἵππους· πηδητικὴ δὲ λίαν ἡ πάρδαλις, καὶ πολὺ δὴ λίαν εὐπετὴς εἰς τὸ καταθρώσκειν δύνασθαι τῶν διωκομένων· λύκοις γεμὴν τοῖς ἐξ Ἀραβίας αὐτοὺς, οὓς δή φασι μάλιστα τῶν ἄλλων ἀγριωτέρους, καὶ ὀξεῖ δρόμῳ διάττειν τὴν καθ᾽ ὧν ἂν ἕλοιντο ποιουμένους ὁρμήν· καὶ οὐχὶ μόνοις τοῖς λύκοις φησὶ προσεοικέναι, ἀλλὰ γὰρ καὶ ἀετοῖς τοῖς νεκροῖς τῶν σωμάτων καταθέουσιν ἀμελλητὶ καὶ καθιπταμένοις, ὡς ἔφην.
Εὐάλωτος δὲ καὶ ὁ τῶν Ἰουδαίων γέγονε νοῦς καὶ οἷον ἱππόκροτος ἤγουν εὐκατάτροχος ἡ καρδία, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, καὶ αὐτοῖς δὲ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν Ῥωμαίων προσβολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι “Καὶ ἐγὼ ἔσομαι ”αὐτοῖς, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν “ἔσομαι ἐν μέσῳ αὐτῆς.” εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῇ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλεια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ “δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ”ἡμᾶς,” κατὰ τὸ γεγραμμένον. <Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας.> Τοῦτο δὴ τῶν προηγγελμένων πέρας καὶ κορωνὶς τῶν κακῶν. ἥξουσι γάρ φησιν οἱ Χαλδαῖοι, ἔσονται δὲ καὶ τοιοίδε, καὶ τόδε τι δράσουσι, προσθήσουσι δὲ κἀκεῖνο, καὶ τὸ συναγόμενον ἐκ τούτων, τὸ ἄρδην τε καὶ πανοικὶ καὶ αὐταῖς ὁμοῦ πόλεσί τε καὶ κώμαις ἀπολέσθαι τοὺς ἠσεβηκότας, κατ᾽ οὐδένα τρόπον Θεοῦ κατοικτείροντος, ἀνέντος δὲ ὥσπερ εἰς ἐρήμωσιν τοὺς τοῖς αὐτοῦ νεύμασιν ἀνοσίως ἀνθεστηκότας, καὶ οἷον προσώποις ὑπαντιάζοντας, καὶ ἀναφανδὸν ἀντανισταμένους καὶ ἀντεξάγοντας ἐναργῶς οἷς ἂν βούλοιτο Θεὸς τὸ ἴδιον θέλημα.
Συντετέλεσται δὲ ὥσπερ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, Χριστῷ φρονοῦσα τὰ ἐναντία, καὶ μαχόμενος δόγμασι δεσποτικοῖς καὶ αὐτὸ δὴ τοῦτο ἀκρύπτως καὶ ἀναιδῶς αὐτῷ πρόσωπον ἀνατείνουσα, καὶ τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν κακῶν ἐκτοπώτατα δρῶσά τε καὶ λέγουσα, καὶ μὴν καὶ αὐτῷ προσηλοῦσα τῷ ξύλῳ, καὶ συκοφαντοῦσα τὴν ἀνάστασιν.
οὐ γὰρ μόνον ἀπεκτόνασι τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, ἀλλὰ γὰρ καὶ τοῖς Πιλάτου στρατιώταις χρήματα δεδώκασιν, ἐγηγερμένου Χριστοῦ, ἵνα δὴ λέγοιεν, ὡς ἀνεβίω μὲν οὐδαμῶς, κεκλόφασι δὲ μᾶλλον αὐτὸν λαθόντες οἱ μαθηταί. <Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν· καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.> Τῶν ἁγίων προφητῶν ἄνω τε καὶ κάτω τοῖς Ἰουδαίων δήμοις τὰ κατ᾽ αὐτῶν ἐσόμενα προαπηγγελκότων, μονονουχὶ δὲ καὶ κατεπᾳδόντων αὐτοῖς τὰ τοιάδε τῶν κακῶν, εἰς τοῦτο κατώλισθον ἀμαθίας αὐτοὶ καὶ ἀνοσίων σκεμμάτων, ὡς ἀνακαίεσθαι μὲν εἰς θράσος καὶ ὀργὴν, ὀφρὺν ἐπαίροντας ὑψηλὴν, καί ποτε μὲν οἴεσθαι μάλα ῥᾳδίως τῇ σφῶν αὐτῶν πληθύϊ περιγενήσεσθαι τῶν ἐχθρῶν· ποτὲ δὲ αὖ καὶ τὰς κύκλῳ βασιλείας συλλέγοντας εἰς ἐπικουρίαν, τάχα που καὶ ἀμαχεὶ παραχωρήσειν αὐτοῖς τοῦ νικᾶν τοὺς ἐπιόντας τεθαρσήκεσαν· καταῤῥᾳθυμήσαντες δὲ τῶν πατρῴων ἐθῶν, οὐκέτι μὲν τὴν παρὰ Θεοῦ καὶ ἄνωθεν ἐζήτουν ἐπικουρίαν, ἐρανιζόμενοι δὲ, ὡς ἔφην, τὰς τῶν ὁμόρων ἐθνῶν, καί ποτε μὲν τὰς Αἰγυπτίων, ποτὲ δὲ τὰς Σύρων, ναὶ μὴν τὰς Τυρίων ὡς ἐπ᾽ ἀκλονήτοις εὐημερίαις ἐρείσαντες τὴν ἐλπίδα, ἁβροὶ καὶ εὔθυμοι διετέλουν.
ὅτι τοίνυν εἰκαιοτάτη μὲν λίαν ἡ τοιάδε σκέψις αὐτοῖς, βαδιεῖται δὲ οὐχ οὕτω τῶν πραγμάτων αὐτοῖς ἡ ἔκβασις, ἐξηγεῖται πάλιν. ἀφικόμενος γὰρ, φησὶν, ὁ Βαβυλώνιος, κἂν ταῖς ψάμμοις ἰσάριθμον τὸ ἐξ Ἰσραὴλ γένος εὕροι, ἀλλ᾽ οὖν οἴκαδε πάλιν ἐπανακομισθήσεται, δορικτήτους ἔχων τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, κἂν εἰ μυρίους τε ὅσους καὶ ἀλκιμωτάτους ἔχοιεν τοὺς ἐπαμύνοντας, ἀλλ᾽ οὖν καὶ τούτων περιέσται ῥᾳδίως. ἐντρυφήσει δὲ καὶ βασιλεῦσι καὶ τύραννοι παίγνια αὐτοῦ. δεδεμένον γὰρ ἀπῴκισεν εἰς Βαβυλῶνα τὸν Ἰεχονίαν, καὶ ἑτέρους δὲ τῶν τοπαρχῶν οὐκ ὀλίγους, οἳ καὶ εἰς γέλωτα τέθειντο τοῖς ἑλοῦσιν αὐτούς. κατευμεγεθήσει δὲ οὕτω τῶν πόλεων, καὶ τῶν ἄγαν εὐτειχεστάτων, ὡς ἐν ἀθύρματος τάξει τὴν ἅλωσιν ἑκάστης λελογίσθαι παρ᾽ αὐτῷ. ποιήσεται δὲ καὶ χωμάτων ἐγέρσεις. εἷλε δὲ οὕτω Τύρον, καίτοι πολὺ τῆς ἠπείρου πρὸς θάλασσαν νήσου δίκην ἐκτεταμένην.
Εἷλε δὲ καὶ ὁ σατανᾶς τὸν Ἰσραὴλ αἰχμάλωτον ἀπειθήσαντα τῷ Χριστῷ, καὶ τρυφὴ γεγόνασιν αὐτῷ πάντες οἱ ἡγούμενοι, καὶ τῇ τῆς ἱερωσύνης ἐπαυχοῦντες δόξῃ, οὓς καὶ τυράννους εἰπεῖν οὐκ ἀκαλλὲς οἶμαί που, διάτοι τὸ προεστάναι λαῶν, καὶ ἐν πολλῇ κεῖσθαι δόξῃ καὶ δυναστείᾳ τῇ κατ᾽ αὐτῶν. ἀλλ᾽ οὐκ ἂν ἐγένοντο παίγνια δυστροπίας διαβολικῆς, εἰ ταῖς τοῦ Σωτῆρος ἐντολαῖς ἠκολούθουν, καὶ τὴν πίστιν τετηρήκασι, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. ἦ γὰρ ἂν ἔφη καὶ αὐτοῖς ὁ τῶν ὅλων Σωτὴρ ὁ πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρόν “Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ ”σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. <Τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται.> Ὅτι μὴ εἰς ἅπαν ἀπολεῖται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, μήτε μὴν εἰς αἰῶνα περιοφθήσεται, ἀλλ᾽ ἔσται τις αὐτοῖς καιρὸς εὐημερίας, καὶ λύσις τῆς ἀνηκέστου συμφορᾶς οἴκαδέ τε ἀνακεκομισμένοις, καὶ τοῦ τῆς δουλείας ἀποῤῥαγέντος ζυγοῦ, δίδωσι νοεῖν, ὡς ἐν πνεύματος μεταβολῇ, τουτέστιν ἐν μετασκέψει τε καὶ ἑτεροβουλίᾳ γενήσεσθαι λέγων τὸν τῶν ὅλων Δεσπότην.
καὶ οὔτι πού φαμεν ὅτι τῆς ἤδη γεγενημένης ἐπ᾽ αὐτοῖς καταψηφιεῖται βουλῆς, ὡς οὐκ ἂν ἐχούσης ἐφ᾽ ἑαυτῇ τὸ εὖ γεγενῆσθαι τότε, ἐκεῖνο δὲ μᾶλλον, ὅτι τὴν ἀποχρῶσαν δίκην αἰτήσας, καὶ ἀναλόγως τοῖς πταίσμασι τὴν κόλασιν ἐπενεγκὼν, μεταχωρήσει πρὸς ἔλεον, καὶ διελεύσεται τὴν ὀργὴν, ἔσται δὲ καὶ ἵλεως τοῖς πεπονηκόσι. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ ἐξιλάσεται. <Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. οὐχὶ σὺ ἀπ᾽ ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν.> Ἐπαγγειλαμένου Θεοῦ τὸ κατοικτειρήσειν αὐτοὺς, καὶ τῶν σκυθρωπῶν τὴν ἐπί γε τὰ ἀμείνω μετάστασιν προαπηγγελκότος, ἐκ περιχαρείας ὁ Προφήτης μονονουχὶ καὶ ἀνασκιρτᾷ λέγων, ὡς οὐκ ἂν ἑτέρῳ τῳ πρέποι τὸ ἀνακομίσαι τὸν Ἰσραὴλ, καὶ ἀπαλλάξαι δεσμῶν καὶ δουλείας, καὶ κατελεῆσαι συντετριμμένον, πλὴν ὅτι μόνῳ Θεῷ, τῷ πάντα εὐκόλως ἰσχύοντι κατορθοῦν, καὶ καταλεαίνοντι μὲν τὸ τραχὺ, καταστορνῦντι δὲ ὥσπερ τὸ ὑψοῦ τε καὶ ἄναντες, ᾧπερ ἂν λέγοιτο παρὰ παντὸς ἁγίου “Πάντα δύνασαι, καὶ οὐδέν σοι ἀδυνα- ”τεῖ.” εἶτά φησιν ὁ Προφήτης Οὐχὶ σὺ ἀπ᾽ ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν. εἰ γὰρ καὶ ἠπάτηται, φησὶν, ὁ Ἰσραὴλ, καὶ πρὸς πλάνησιν παρεκομίσθη καὶ ψευδολατρείας ἀλλοκότους, ἀλλ᾽ ἦσθα σὺ πάλιν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ πάλαι πταίοντας κατοικτείρων ὡς ἅγιος, καὶ ἀνωλέθρους διατηρῶν, καὶ οὐκ ἐφιεὶς εἰσάπαν ἀπολέσθαι τὸν Ἰσραήλ.
οὐκοῦν οὐ μακρὰν ἐλπίδος, ὅτι καὶ σωθήσεται καὶ τὰ σκυθρωπὰ παραδραμεῖται, κατοικτείροντός γε σου, καὶ τὰ πέρα λόγου κατανύοντος. ἔχαιρον δὲ καὶ οἱ ἅγιοι, τὴν ἐν ἐσχάτοις καιροῖς τοῦ Ἰσραὴλ σωτηρίαν ἀναμανθάνοντες, προσῆγον δὲ καὶ λιτὰς, καὶ φωνὰς ἀνῆπτον χαριστηρίους καὶ ᾠδάς. καὶ γοῦν ὁ μακάριος Δαυεὶδ τὴν ἐπ᾽ αὐτοῖς ἐσομένην ἡμερότητα προεγνωκὼς διὰ τοῦ Πνεύματος, καὶ μονονουχὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνιεμένους ὁρῶν, ψάλλει καί φησιν “Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρε- ”ψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῷ “λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.” <Κύριε, εἰς κρῖμα τέταχας αὐτὸν, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. καθαρὸς ὁ ὄφθαλμός σου τοῦ μὴ ὁρᾶν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ.> Ἔστι μὲν ὁ λόγος τῷ Προφήτῃ πάλιν· περὶ ὅτου δὲ ἄρα φησὶν ὡς εἴη τεταγμένος εἰς κρῖμα παρὰ Θεοῦ πολὺ λίαν ἀσυμφανές ἐστι. φέρε δὴ οὖν ἀναγκαίως πολυπραγμονοῦντες τὸν νοῦν τῶν εἰρημένων, ἐκεῖνα διασκεπτώμεθα. εἰ γὰρ λέγοιτο μὲν περὶ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ὡς εἰς κρῖμα τέτακται παρὰ Θεοῦ, φαμὲν ὅτι τέτακται πληρώσων τὸ κατά γε τῶν ἐξ Ἰσραὴλ ἐκβεβηκὸς ἄνωθεν κρῖμα, τουτέστι τὴν πόρθησιν, τὴν αἰχμαλωσίαν, τὸν τῶν πόλεων ἐμπρησμὸν, καὶ ἁπαξαπλῶς, τῆς Ἰουδαίας τὴν δῄωσιν.
εἰ δὲ τοῦτο μὲν οὐχὶ, περιτρέψομεν δὲ τὴν δύναμιν τοῦ νοήματος εἰς τὸ τοῦ Ἰσραὴλ πρόσωπον, πάλιν ἐκεῖνό φαμεν, ὅτι καὶ αὐτὸς τέτακται εἰς κρῖμα παρὰ Θεοῦ· τὸ δὲ εἰς κρῖμά φαμεν, ὅτι εἰς κατάκριμα. καὶ γοῦν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἔφη που περὶ τῶν Ἰουδαίων “Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον ”τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ “βλέποντες τυφλοὶ γένωνται·” τὸ δὲ εἰς κρῖμά φησιν, εἰς κατάκριμα. κατακέκριται τοίνυν ὁ Ἰσραὴλ ὡς ἠδικηκὼς, ὡς καταῤῥᾳθυμήσας τῶν νόμων, ὡς λελυπηκὼς οὐ μετρίως τὸν τῶν ὅλων Δεσπότην. ἐμὲ δὲ, φησὶ, τουτέστι τὸν Προφήτην, ἔπλασεν, ἤγουν ἐποίησέ τε καὶ παρεσκεύασεν εἰς τὸ δεῖν ἐλέγξαι τὴν παιδείαν, ἣν ὡρίσατο κατ᾽ αὐτοῦ· ὡς γὰρ παιδεία καὶ μάστιξ τῷ Ἰσραὴλ ἐπενήνεκται ὁ πόλεμος, καὶ τρόπος ἦν τιμωρίας τὸ συμβεβηκὸς, οὐ Βαβυλωνίων ἁπλῶς ἐγχείρημα. εἰ δὲ δή τις ἔροιτο καὶ λέγοι, φησὶν, Ἀνθ᾽ ὅτου δὴ κολαστὴς τέθειται ὁ Βαβυλώνιος, ἤγουν εἰς κατάκριμα καὶ εἰς τὸ παθεῖν ὁ Ἰσραὴλ, ἐκεῖνο λέγων ἀντακούσεται Ὡς ἔστιν ὁ τοῦ Δεσπότου καθαρὸς ὀφθαλμὸς, καὶ οὐκ ἂν ἀνάσχοιτό ποτε πονηρῶν τε καὶ ἀνοσίων πραγμάτων γίνεσθαι θεατὴς, οὐδ᾽ ἂν ἐπιβλέψειεν ἐπὶ πόνους τοὺς ἐξ ἀδικιῶν καὶ πλεονεξίας τοῖς ἀσθενεστέροις συμβαίνοντας. ἀποφέρει γὰρ ἀεὶ τῶν τὰ τοιάδε δρᾶν εἰωθότων τὸν ὀφθαλμόν.
οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως τὰ δεινὰ συμβήσεται, καὶ ἐν τοῖς ἐσχάτοις ἔσται κακοῖς ὁ πεπονθὼς τὴν ἀποστροφήν. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ μὴ ἐκ- ”κλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.” ἕψεται γὰρ πάντως ταῖς θείαις ἀποστροφαῖς τὰ ἐξ ὀργῆς συμβαίνοντα. <Εἰς τὶ ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον;> Προαπαγγείλας ὅτι καθαρός ἐστιν ὁ τῆς θεότητος ὀφθαλμὸς, καὶ οὐκ ἂν ἐπίδοι ποτὲ τοὺς τῶν πονηρῶν ἐργάτας, οὐδ᾽ ἂν εὐμενῶς ἐπιβλέψειέ τισιν ᾑρημένοις πλεονεκτεῖν, καὶ ὀδύνας πλέκουσι τοῖς ἀσθενεστέροις, εἰς ἐννοίας ὁ Προφήτης εὐθὺς τοιαυτασί πως ἁρπάζεται. μυρία μὲν γὰρ ὅσα δεινὰ καὶ παγχάλεπα τοὺς τῶν Ἰουδαίων δήμους εἴργασται κακὰ τῶν Βαβυλωνίων ἡ ὠμοτάτη πληθὺς, οἳ καὶ τῆς ἑαυτῶν ἀγριότητος τὴν ὑπερβολὴν εἰς τοῦτο δεινότητος μέτρον παρεκόμισαν, ὡς μηδὲ αὐτῶν ἀποσχέσθαι τῶν θείων χώρων, προσεμπρῆσαι δὲ τοῖς Ἱεροσολύμοις καὶ τὸν διαβόητον νεὼν, καὶ ὁμοῦ τοῖς ἀγελαίοις τοὺς τῶν θείων θυσιαστηρίων ἱερουργοὺς ἁρπάσαι καὶ βεβηλῶσαι τὰ ἅγια, κατὰ τὸ γεγραμμένον.
ἐπειδὴ δὲ οἴκοι γεγόνασιν, εὔθυμοί τε διετέλουν, καὶ πλοῦτον τὸν ἐξ ἁρπαγῆς ἔχοντες, οὐ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων αἰτούμενοι δίκας, οὐ δεδιότες ἐχθροὺς, οὐ πολέμου πτοίας· κατεξανιστάμενοι δὲ μᾶλλον ἁπάντων αὐτοὶ, καὶ ὧν ἂν ἕλοιντο κατακρατοῦντες εὐκόλως, καὶ εὐημεροῦντες ἄγαν, καὶ ταῖς τῶν ἀπολωλότων ἐναβρυνόμενοι συμφοραῖς, καὶ ἐν αὐχημάτων ποιούμενοι τάξει τὸ εἰς ὀργὰς ἀκρατὲς, τὸ εἰς πλεονεξίας ἀχάλινον, τὴν κατὰ πάντων ὑπεροχήν.
Κατατέθηπε δὴ οὖν ὁ Προφήτης, κατευρυνομένους αὐτοὺς ὁρῶν ἐν εὐπαθείαις, καὶ θείων ἤδη κριμάτων ἅπτεται, καὶ τὰ πᾶσιν ἀζήτητα, καὶ ἀνέπαφα νῷ παντὶ, πολυπραγμονεῖν ἐπιχειρεῖ καὶ ἀναμανθάνειν εὔχεται, τίς λοιπὸν ἂν εἴη ὁ λόγος τῆς οὕτω μακρᾶς ἀνεξικακίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, ὡς καὶ τοῖς οὕτω καταφρονεῖν εἰωθόσι καὶ ἀνοσίως ζῇν ᾑρημένοις πρᾶον ἔσθ᾽ ὅτε καὶ ἥμερον τὸν ὀφθαλμὸν ἐνιέναι, καὶ παρασιωπᾶν καὶ ἀνέχεσθαι κατεδηδοκότος ἀνδρὸς ἀσεβοῦς μονονουχὶ τὸν ἐπιεικῆ καὶ δίκαιον. ἀπὸ δὴ τούτου φησὶν, ὅτι μὴ κατὰ πόδας εὐθὺς τοῖς πλημμελοῦσι τὸ κολάζεσθαι δεῖν ἀκολουθεῖ, κεχωρήκασι δὲ μᾶλλον εἰς ἀνάβλησιν οἱ θυμοὶ, ταύτῃτοι κατώλισθον οἱ ἐπὶ τῆς γῆς εἰς τὸ βουλεύεσθαι λοιπὸν, καὶ δὴ καὶ ἐπιχειρεῖν κατὰ τὸν ἴσον ἰχθύσι τρόπον καὶ τοὺς ἀσθενεστέρους κατανέμεσθαι, καὶ οἷον ἀλλήλους καταῤῥοφᾶν ἀθύρῳ τε καὶ ἀπλήστῳ στόματι· σκληρὰν δὲ οὕτω καὶ ἄμικτον καὶ τραχεῖαν ζωὴν ἐπιτηδεύειν, ὡς ἑρπετῶν τῶν ἐν ὄρεσι καὶ χειαῖς ὀλίγα διενεγκεῖν, ἃ διὰ πολλὴν ἀγριότητα καὶ ὑπερβολὴν πικρίας ἀτίθασά τε ἐστὶ καὶ τὰς τῶν ἑτέρων ζῴων οὐκ ἀπομιμεῖται φύσεις, ἃ καὶ ἀγεληδὸν ἔσθ᾽ ὅτε καὶ ὑφ᾽ ἑνὶ τῷ προὔχοντι καὶ τῆς ἀγέλης προβεβλημένῳ ποιεῖται τὰς νομὰς, ὁρᾶται δὲ ὥσπερ καὶ στρατηγούμενα.
ἄμικτοι δὲ καὶ οἱ Βαβυλώνιοι, καὶ τοῖς ἄλλοις ἀπρόσιτοι, πικροί τε καὶ ἰοβόλοι καὶ ὀλέθρου μεστοὶ καὶ χανδὸν καταπίνοντες τοὺς ἀσθενεστέρους.
Οὐκ ἀπίθανον δὲ τὴν φωνὴν τοῦ Προφήτου κατά τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν γενέσθαι δοκεῖν. καταφρονηταὶ γὰρ ὄντως ἐκεῖνοι, τὸν μὲν θεῖον φόβον ὁλοτρόπως ἀποσειόμενοι, φαυλότητος δὲ ἁπάσης καὶ μέντοι καὶ σκαιότητος εἰς ἅπαν ἥκοντες μέτρον, καίτοι πολὺ λίαν ἀνεξικακοῦντος Θεοῦ. ἐπειδὴ δὲ ἅπαξ γεγόναμεν ὑπ᾽ ἐκείνοις, ἀλλήλους οἱ δείλαιοι κατεδηδόκαμεν. οὐ γὰρ ἦν τῆς εἰρήνης ὁ βραβευτὴς, ἡγούμενος ἐφ᾽ ἡμᾶς, τουτέστι Χριστὸς, ὁ γῆς τε καὶ οὐρανοῦ καὶ πάντων δεσπότης· ταύτῃτοι γεγόναμεν ὡς ἰχθύες, ἀλογώτατοι μὲν καὶ ἄφωνοι παντελῶς.
οὐ γὰρ ἦν ἐν ἡμῖν εὐσεβείας λόγος, οὐ φωνὴ δοξολογίας τῆς εἰς Θεὸν, ἀλληλοκτονοῦντες δὲ μᾶλλον καὶ ζωὴν ἔχοντες τὴν ἀλογωτάτην, ἰχθύσιν ἐν ἴσῳ διετελοῦμεν ἐν κόσμῳ, πικρός τε ἦν οὕτως ἐν ἑκάστῳ νοῦς, ὡς ἤδη δοκεῖν ἐκτεθηριῶσθαι παντελῶς, καὶ τοῖς ἰοβόλοις ὅσον ἧκεν εἰς θυμοὺς καὶ πικρίας ἢ λοιπὸν παρισῶσθαι, ἢ καὶ ἔτι τὰ ἐκείνων ἐπείγεσθαι νικᾶν. <Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε, καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ· ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά· διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ, καὶ διὰ παντὸς ἀποκτένειν ἔθνη οὐ φείσεται.> Ἰχθῦς ὀνομάσας ἐμφιλοχωρεῖ ἔτι τῇ τροπῇ, καὶ ὡς περί τινος τῶν θαλασσουργῶν, ἤγουν τῶν ἁλιέων ποιεῖται τοὺς λόγους. ἰχθυοθῆραι μὲν γὰρ τῶν ἰδίων ἐπιτηδευμάτων κατὰ πολλοὺς ἅπτονται τρόπους. ἢ γὰρ ἀγκίστροις ἁρπάζουσι τοὺς ἰχθῦς, καὶ σκαίροντας ἐκ κυμάτων ἀνιμῶνται ταῖς ὁρμιαῖς, ἢ σαγήναις περιφράττοντες ἕλκουσι κατὰ πληθὺν, ἤγουν ἑτέροις τισὶ καταπυκάζουσι λίνοις. ἐπὰν δὲ δὴ πράττωσι δεξιῶς, πολλῶν συναγηγερμένων, χαίρουσι τῇ τέχνῃ, καὶ τοῖς λίνοις μονονουχὶ καταθύουσιν, ὡς λιπαρωτάτην αὐτοῖς μερίδα προεξενηκόσι.
τοιοῦτόν τι πεπράχθαι φησιν ὁ Προφήτης παρὰ τοῦ Ναβουχοδονόσορ, ὃς οἷον ἀγκίστρῳ τε καὶ σαγήναις καὶ μέντοι καὶ ἀμφιβλήστρῳ αὐτοῦ τόν τε Ἰσραὴλ αὐτὸν, καὶ ἕτερα δὲ σὺν αὐτῷ περιβαλὼν ἔθνη συνεκόμισεν εἰς τὴν ἑαυτοῦ, καὶ ὡσπερεὶ θοίνην τοῖς ἰδίοις ὑπασπισταῖς παραθεὶς, ἐντρυφᾶν ἐκέλευσε, καὶ τῶν ἅπαξ ᾑρηκότων τοὺς ἁλόντας γενέσθαι κλῆρον καὶ μερίδα λιπαρωτάτην. ταύτῃτοί φησι τάχα που καὶ θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, τουτέστι ταῖς ἰδίαις δυνάμεσι, δι᾽ ὧν τὰ ἔθνη ἐσαγήνευσε, καὶ προσέτι τὸν Ἰσραὴλ, ἀνάψει τὰ χαριστήρια. ἐπειδὴ δὲ λίαν αὐτῷ τὸ χρῆμα ἐκβέβηκεν ἐπιτευκτικῶς, οὐκ ἂν ἀπόσχοιτό φησιν ἀποκτένων ἔθνη, καὶ φυλὰς ἁρπάζων, καὶ χώρας ὑφ᾽ ἑαυτῷ ποιούμενος, καὶ φειδοῦς οὐδένα παντελῶς ἀξιῶν;
Πέπραχε δὲ τοῦτο καὶ κατὰ παντὸς μὲν ἀνθρώπων γένους ὁ σατανᾶς, ἰδικῶς δὲ κατὰ τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ ὥσπερ λίνῳ καὶ σαγήνῃ μιᾷ, τῇ τῆς ἁμαρτίας φημὶ, περιβέβληκεν ἅπαντας· τῆς γεμὴν εἰς Χριστὸν ἕνεκα δυσσεβείας, καὶ ἰδικῶς τὸν Ἰσραήλ. τὰ γὰρ βρώματα αὐτοῦ φησὶν ἐκλεκτά. ἀπόλεκτοι δὲ καὶ κατὰ τὸν βίον παρὰ τοὺς ἄλλους ἅπαντας Ἰουδαῖοι. “Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς ”διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν “ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ ”Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.” ἐξειλεγμένος οὖν ἄρα παρὰ τοὺς ἄλλους ὁ Ἰσραὴλ, ὡς καὶ ἐν τέκνοις πρωτότοκος, ὡς ἐκ ῥίζης ἁγίας, τῆς τῶν πατέρων φημὶ, καὶ ὡς νόμον ἔχων τὸν παιδαγωγὸν, καὶ κεκλημένος εἰς ἐπίγνωσιν τοῦ φύσει καὶ ἑνὸς καὶ ἀληθῶς ὄντος Θεοῦ· ἀλλὰ καὶ οὕτως ἔχων εὐκλείας ὁμοῦ καὶ χάριτος, ἥλω καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ.
καὶ οἱ μὲν ὅτι πεπλάνηνται, μερὶς γεγόνασι διαβολική· οἱ δὲ ὅτι τὸν φύσει Θεὸν ἐγνωκότες, τὸν ἐξ αὐτοῦ γεννηθέντα κατὰ φύσιν Υἱὸν, καὶ ἐν ἀνθρωπείᾳ γεγονότα μορφῇ καὶ ἐν σχήματι τῷ καθ᾽ ἡμᾶς ἀπεκτόνασιν ἀνοσίως, ἐνδέδενται ταῖς σαγήναις αὐτοῦ· καὶ σκοπὸς ἐκείνῳ πάντας ἄρδην ἀπολέσαι τοὺς ἐπὶ τῆς γῆς καὶ φείσασθαι μηδενός. <Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.> Προφητικὸν μὲν ἡμῖν ἐν τούτοις ἐξηγεῖται μυστήριον· ἔθος γὰρ τοῖς ἁγίοις, εἰ ἀναμανθάνειν βούλοιντο τὰ παρὰ Θεοῦ, καὶ τὰς τῶν ἐσομένων εἰσδέχεσθαι γνώσεις, εἰς νοῦν καὶ καρδίαν ἐνηχοῦντος αὐτοῦ, περισπασμῶν καὶ φροντίδων καὶ μερίμνης ἁπάσης βιωτικῆς ἀπωτάτω ποιεῖσθαι τὸν νοῦν, σχολαῖον δὲ οὕτω καὶ ἠρεμαῖον ἔχοντας καὶ τετηρηκότας, καθάπερ εἴς τινα κολωνὸν καὶ περιωπὴν καὶ πέτραν ἀναθρώσκειν τότε πρὸς θεωρίαν ὧν ἂν ἕλοιτο διατρανοῦν αὐτοῖς ὁ τῶν γνώσεων Κύριος. τὸ γάρτοι τῆς διανοίας χθαμαλόν τε καὶ καταβεβλημένον ἀπηχθημένον αὐτῷ, ζητεῖ δὲ καρδίας ὑψοῦ πέτασθαι δυναμένας, καὶ τῶν ἐπιγείων πραγμάτων καὶ προσκαίρων ἐπιθυμιῶν ἠρμένας. γέγραπται γάρ “Ὅτι τοῦ Θεοῦ ”οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.” καὶ πάλιν “Νεοττοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτανται.”
ἐθῶν γὰρ τῶν ἐπιγείων καὶ πραγμάτων τῶν γεωδεστέρων ἀπῴκισται πολὺ τῶν ἁγίων ὁ νοῦς. στήσομαι δὴ οὖν ἐπὶ τῆς φυλακῆς μου, φησὶν, τουτέστι τὴν ἐντριβῆ καὶ συνήθη νῆψιν ἐμαυτῷ ποιήσομαι πάλιν, καθαριῶ τὸν νοῦν, ἀπαλλάξω φροντίδος κοσμικῆς, ἀναπτήσομαι δὲ ὥσπερ εἰς πέτραν, τουτέστιν εἰς ἑδραιοτάτην τινὰ καὶ οἷον ὑψοῦ κειμένην ἐννοιῶν ἀσφάλειαν· ἐκεῖ γεγονὼς, καθάπερ ἐξ ἀκρωρείας κατασκέψομαι νοητῶς, οἵπερ ἂν πρὸς μὲ γένοιντο λόγοι παρὰ Θεοῦ, καὶ τί ἂν μέλλοιμι λέγειν αὐτὸς, εἰ ἐλέγχειν βούλοιτο Θεὸς, ὡς οὐκ ἀσφαλῶς εἰρηκότα τό “Εἰς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦν- ”τας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; <Καὶ ἀπεκρίθη Κύριος πρὸς μὲ καὶ εἶπε Γράψον ὅρασιν σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν.> Γραφῇ κελεύει παραδοῦναι τὴν ὅρασιν, ἤτοι τῶν ἐσομένων τὴν ἀποκάλυψιν· ἀξιάκουστον γὰρ τὸ χρῆμά ἐστι, καὶ τῶν ὅτι μάλιστα τεθαυμασμένων· φιλεῖ δέ πως ἀεὶ τῶν γραμμάτων ἠρμένων πρὸς τὸ ἐξαίρετον μακραῖς καὶ ἀτελευτήτοις μνήμαις τιμᾶσθαι. γράφε δὴ οὖν, ὦ Προφῆτα, φησὶ, τὴν ὅρασιν, ὡς ἂν οἱ κατὰ καιροὺς εἰδεῖεν τὰ προηγγελμένα, καὶ τοῖς σοῖς περιτυγχάνοντες λόγοις διώκωσιν αὐτὰ, τουτέστιν ἐπιθυμῶσι νοεῖν τῶν ἐν αὐτοῖς τὴν δύναμιν, οὕτω τε πιστεύσειαν, ὅτι καὶ ἔσται που πάντως ἀληθὴς ἡ προάγγελσις.
ἡ μὲν γὰρ ὅρασις εἰς καιροὺς, τουτέστιν εἰς ἀνάβλησιν καὶ ἀνοκωχὴν, καὶ βραχὺς μεταξὺ διϊππεύσει χρόνος. ἐκτελευτήσει γεμὴν εἰς ἀλήθειαν καὶ οὐκ εἰς μακρὰν, καὶ οὐκ εἰς κενόν· ψευδοεπήσει γὰρ οὐδαμῶς ἡ ἀλήθεια· κενὸν δὲ καὶ μάταιον οὐκ ἂν γένοιτό τι τῶν παρ᾽ αὐτῆς λελαλημένων. <Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.> Οὐδένα σαφῶς ὀνομάσας, ὑπόμεινόν φησιν αὐτὸν, τουτέστι προσδόκα καὶ μέλλοντα, καὶ μὴ σκάζουσαν ἐπ᾽ αὐτῷ δέχου τὴν ἐλπίδα, βεβαίαν δὲ μᾶλλον καὶ ἐρηρεισμένην, κἂν εἰ γένοιτό τις μεταξὺ χρόνου παράτασις. ἔοικε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἐνηχῆσαι μὲν τῷ Προφήτῃ κατὰ τὸν νοῦν καὶ ἀποκαλύψαι μυστικῶς, ὡς ἥξει δὴ πάντως ὁ προηγγελμένος· προστάξαι γεμὴν ὑπομένειν αὐτὸν, διά τοι τὸν μεταξὺ τῆς μελλήσεως χρόνον, καθάπερ ἔφην ἀρτίως. εἰ γὰρ δὴ γένοιτό τις ὑποστολή τε καὶ ὄκνος τοῦ πεπιστευκότος, οὐκ ἂν εὐδοκήσαιμι, φησὶν, ἐν αὐτῷ, τοῖς τῆς ψυχῆς ἐγκλήμασιν ἐνισχημένον ὁρῶν, οὐδ᾽ ἂν γενοίμην τῷ τοιῷδε συγγνώμων· καταλογιοῦμαι δὲ μᾶλλον ἄπιστον καὶ ἀπηχθημένον. ἕψεται δὲ πάντως τῷ τὴν ἀλήθειαν τοῖς ἐμοῖς ἐπιμαρτυροῦντι λόγοις, τὸ καὶ ἐν μεθέξει ζωῆς γενέσθαι, καὶ τοῦτο γέρας τοῖς τιμῶσι Θεὸν, καὶ καλὸν εὐνοίας ὀψώνιον.
ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, Κύρος ἦν ὁ Καμβύσου, περὶ οὗ φησὶν ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν. εἷλε γὰρ εἷλε τὴν Βαβυλῶνα, συγκαταδῃώσας αὐτῇ καὶ τὰς ἑτέρας πόλεις.
Ὅσον δὲ αὖ πρὸς λόγους τοὺς μυστικοὺς καὶ εἰς ἀφήγησιν τὴν πνευματικὴν, φαίην ἂν ὅτι περὶ τοῦ πάντων Σωτῆρος Χριστοῦ νοοῖτ᾽ ἂν εἰκότως τῶν προκειμένων ἡ δύναμις. αὐτὸς γάρ ἐστιν “ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος,” καὶ ὅτι μὲν παρέσται κατὰ καιροὺς ὁ τῶν ἁγίων προφητῶν προαναπεφώνηκε λόγος. ὅτι δὲ ἀφιγμένος ἀνατρέψειν ἔμελλε τοῦ διαβόλου τὸ κράτος, καὶ τὴν ἀνοσίαν καὶ βέβηλον τῶν δαιμονίων πληθὺν τῆς καθ᾽ ἡμῶν ἐξελάσαι πλεονεξίας, προκεχρησμῴδηκε μὲν ἐναργῶς τὸ γράμμα τὸ ἱερὸν, αὐτὴ δὲ λοιπὸν τῶν πεπραγμένων ἡ ἔκβασις αὐτόμαρτυς εἰσβήσεται, πλὴν “εἰς καιρὸν” ἡ προάγγελσις. ἐν γὰρ ἡμέραις ἐσχάταις τοῦ παρόντος αἰῶνος ἐπέλαμψεν ὁ Μονογενὴς, καὶ ὁ μὲν ὑποστειλάμενος, καὶ τὴν εἰς αὐτὸν πίστιν ἀβουλότατα παρωσάμενος, προσκέκρουκε τῷ Θεῷ καὶ τῶν οὐρανίων ἄγευστος ἀπέμεινεν ἀγαθῶν, ἔξω τε τῆς ἱερᾶς τῶν ἁγίων πληθύος ἀπεληλαμένος γέγονε, κατὰ τὸν τοῦ προφήτου λόγον “ὡς ἡ ἀγρία μυρίκη ἡ ἐν τῇ ἐρήμῳ, ἣ οὐκ ὄψεται ”ὅταν ἔλθῃ τὰ ἀγαθά.” ὁ δὲ κρείττων ὄκνου καὶ ὑποστολῆς, καὶ τὴν εἰς αὐτὸν ἀγάπην καὶ πίστιν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενος, ἀντέκτισιν ἔχει τῆς τοιᾶσδε γνώμης, καὶ γέρας ἐξαίρετον τὴν ἀμήρυτον ζωὴν, καὶ τὴν τῶν πλημμελημάτων ἀπόθεσιν, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. δεδικαιώμεθα γὰρ “οὐκ ἐξ ἔργων νόμου,” κατὰ τὸ γεγραμμένον, διὰ πίστεως δὲ μᾶλλον τῆς εἰς Χριστόν.
καὶ “Ὁ μὲν νόμος ”ὀργὴν κατεργάζεται,” καλεῖ γὰρ εἰς δίκας τοὺς παραβαίνοντας, ἐξίστησι δὲ τὴν ὀργὴν ἡ χάρις, λύουσα τὰ ἐγκλήματα. <Ὁ δὲ κατοιόμενος καὶ καταφρονητὴς, ἀνὴρ ἀλαζὼν οὐθὲν οὐ μὴ περάνῃ.> Προκαταμηνύσας ὅτι παρέσται κατὰ καιροὺς ὁ προκατηγγελμένος, καταλύσων τὰ σκυθρωπὰ καὶ ταλαιπωρίας ἁπάσης ἀπαλλάσσων τοὺς συντετριμμένους, διαμέμνηται λοιπὸν τοῦ πεπορθηκότος, καὶ πᾶν εἶδος ἀπανθρωπίας καὶ ὠμότητος θηριοπρεποῦς εἰς αὐτοὺς ἅπαντας ἐκπεπληρωκότος. σημαίνεται δὲ διὰ τούτων ἱστορικῶς μὲν ὁ βέβηλος καὶ θεομάχος Ναβουχοδονόσορ, νοητῶς δὲ πάλιν ὁ σατανᾶς. κατοιόμενον δὲ καὶ καταφρονητὴν καὶ ἀλαζόνα καλεῖ, καὶ σφόδρα εἰκότως. ἔχει γὰρ ὧδε τῇ φύσει, κἂν εἰ ἐπ᾽ αὐτοῦ νοοῖτο τοῦ σατανᾶ τῶν λόγων ἡ δύναμις, κἂν εἴτε τις λέγοι τὸν ἄνδρα τὸν Βαβυλώνιον. κατοιόμενον δέ φησι τὸν περὶ αὐτὸν ἢ ληματίαν ἢ βλάκα, καταφρονητὴν δὲ πάλιν καὶ ἀλαζόνα ὡς ἐκ πολλῆς ἄγαν ὀφρύος καὶ διακένου φυσήματος οὐδ᾽ ὅσον εἰπεῖν εἰς νοῦν ἔχειν ἐθέλοντα τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ. ὁ δὲ τοιοῦτος οὐδὲν οὐ μὴ περάνῃ φησίν· οὐ γὰρ πάντως αὐτῷ κατὰ νοῦν ἐκβήσεται τῶν πραγμάτων τὸ πέρας, οὐ μέχρι παντὸς ἐντρυφήσει καὶ κατευρυνθήσεται καὶ ἐν εὐκλείαις ἔσται λαμπραῖς.
καὶ ἔστιν ἀληθὲς, ὅπερ ἔφη ψάλλων καὶ ὁ μακάριος Δαυείδ “Εἶδον τὸν ἀσεβῆ ὑπερ- ”υψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, “καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ ”οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.” ἕρπει γὰρ πάντως πρὸς ταπείνωσιν ἡ ὑπεροψία· φρόνημα δὲ τὸ μεμετρημένον ταῖς ἀνωτάτω στεφανοῦται τιμαῖς. πιστοῦται δὲ πρὸς τοῦτο ἡμᾶς τοῦ Σωτῆρος ὁ μαθητὴς, γεγραφώς τε καὶ λέγων “Καυχάσθω ”δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος “ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύ- ”σεται.” <Ὃς ἐπλάτυνε καθὼς ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ αὐτὸς ὡς θάνατος οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει πρὸς αὐτὸν πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς.> Συνᾴδει τῷ Προφήτῃ Θεὸς, καὶ δέδειχεν ἀληθεύοντα, τοῖς παρ᾽ ἑαυτοῦ λόγοις ἐπισφραγίζων εἰς ἀλήθειαν τά τε τοῦ διαβόλου καὶ τὰ τοῦ Ναβουχοδονόσορ ἐγκλήματα. ὁ μὲν γὰρ Προφήτης ἔφασκε “Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε, ”καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν “ἐν ταῖς σαγήναις αὐτοῦ·” ὁ δέ γε τῶν ὅλων Θεὸς ἐπὶ τὸ ἔτι μεῖζον καὶ ἀληθέστερον ἀναφέρων τὰς αἰτίας, ᾅδῃ παρεικάζει καὶ θανάτῳ λοιπόν. χρῆμα γὰρ ἀκόρεστον θανατός τε καὶ ᾅδης. ἀληθὲς δὲ ὅτι κατά γε τὸ τῷ Βαβυλωνίῳ δοκοῦν, πάντα ἂν ἐπ᾽ αὐτῷ συνήχθη τὰ ἔθνη. καὶ νοοῖτ᾽ ἂν εἰκότως Περσικῆς φιλοτιμίας ἐγκλήματα τὰ τοιάδε τῶν κακῶν.
μικρὰ γὰρ αὐτοῖς ἡ ὑπ᾽ οὐρανὸν, καὶ οὐκ ἂν ἀρκέσειαν εἰς τὸ δουλεύειν αὐτοῖς πάντα τὰ τῶν ἀνθρώπων γένη.
Ἁλοίη δ᾽ ἂν καὶ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ σατανᾶς, πᾶσαν, ὡς ἔπος εἰπεῖν, ὑφ᾽ ἑαυτῷ τὴν γῆν ποιεῖσθαι σπουδάζων, καὶ οἷον ᾅδης καταῤῥοφῶν τοὺς ταῖς παρ᾽ αὐτοῦ δυστροπίαις ἀπολλυμένους. ἔφη δέ που καὶ αὐτὸς, ὅτι “Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς ”νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς “διαφεύξεταί με ἢ ἀντείπῃ μοι.” ἄπληστον γὰρ καὶ ἀτίθασον τὸ θηρίον καὶ ἀλαζονείας μεστὸν, μιαρὸν ἀληθῶς καὶ μισάνθρωπον. <Οὐχὶ ταῦτα πάντα παραβολὴν κατ᾽ αὐτοῦ λήψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.> Ὅτι μήτε ἀκράδαντον αὐτῷ τὸ κρατεῖν, μήτε μὴν τὸ δεῖν ἐντρυφᾶν ἐπὶ πληθύϊ τῶν συναγηγερμένων, ἀπολισθήσει δὲ πάντως ἀρχῆς τε καὶ δόξης, καὶ ᾠδὴ δὲ πολλοῖς ἔσται πεσὼν δὴ, καταμεμήνυκεν ἐναργῶς. λήψεσθαι γὰρ ἔφη παραβολὴν ἐν αὐτῷ οἷον πρόβλημα καὶ δημώδη λόγον καὶ ἐν γλώτταις πολλῶν. καὶ τίς δὴ οὗτός ἐστιν; Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, τουτέστι φορτικωτέραν ἀεὶ καθιστὰς ἐφ᾽ ἑαυτῷ τὴν ἐφ᾽ οἷς ἠσέβησε δίκην, ἀπολέσας ἔθνη καὶ χώρας ὅλας συνενεγκὼν, καὶ τοῖς κατ᾽ οὐδὲν αὐτῷ προσήκουσιν ἐπιθρώσκων ἀεὶ, καὶ τοῖς ἰδίοις σκήπτροις ὡς ἐξ ἀνάγκης ὑποτιθεὶς, καὶ ἀναριθμήτους ἔχων τοὺς ὑπὸ χεῖρα λαούς.
ἐπιπεφώνηκε δὲ διὰ μέσου τό ἕως τίνος; ἀκόρεστον ὄντα δεικνὺς εἰς πλεονεξίαν, ἀχάλινον εἰς ὠμότητα, καὶ τὸ τῆς ἀδικίας μὴ μισοῦντα πέρας. ἄπληστοι μὲν οὖν οἱ Βαβυλωνίων τύραννοι καὶ δεινοὶ πρὸς ὠμότητα καὶ τὰ πάντων αἴσχιστα τολμᾶν εἰωθότες.
Τοιοῦτος δὲ καὶ ὁ σατανᾶς, συλλέγων ἀεὶ τὰ μὴ ἑαυτοῦ, καὶ δυσαχθεστέραν ἑαυτῷ τὴν κόλασιν ἐπιτιθείς. εἴρηται δέ που καὶ πρὸς αὐτόν “Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρ- ”μένον οὐκ ἔσται καθαρόν· οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, “διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας· ”οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.” ποίους γὰρ οὐκ ἀπολώλεκε λαούς; ἢ τίνων ἐθνῶν ἐφείσατο; τί δὲ τῶν ἄγαν ἀπηχεστάτων οὐκ ἂν ἁλοίη τετολμηκώς; ἕψεται δὴ οὖν αὐτῷ δικαίως τὸ οὐαὶ, καὶ γενήσεται παραβολὴ, τῆς ἀρχῆς αὐτοῦ καθῃρημένης, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐξῳκισμένης. καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμῖν Ἱερεμίας ὑπαινίττεται λέγων περὶ αὐτοῦ “Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ ”οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει “ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτὸν, καὶ ἐπ᾽ ἐσχάτων ”αὐτοῦ ἔσται ἄφρων.” πέπρακται δὲ τοῦτο ἱστορικῶς. εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ Βαβυλώνιος, καὶ μέντοι καὶ τὴν Σαμάρειαν, καὶ ἑτέρας δὲ σὺν αὐταῖς χώρας ἐξαναστήσας, ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ· Κύρου δὲ τῆς Βαβυλωνίων κατεστρατοπεδευκότος Πέρσας τε καὶ Μήδους, ἀπῴχοντο πάλιν οἱ συναγηγερμένοι, μονονουχὶ δὲ καὶ ἀποπτάντες οἴκαδε πάλιν ᾔεσαν οἱ τοῖς τῆς αἰχμαλωσίας ἐνειλημμένοι δεσμοῖς.
ἀποπεφοιτήκασι δὲ καὶ τῆς ὑπὸ τῷ διαβόλῳ λατρείας οἱ ἐξ ἐθνῶν, καὶ τὸν πάλαι φωνήσαντα καὶ πρὸς ἑαυτὸν κεκληκότα ἀφέντες ἔρημον προσδεδραμήκασι τῷ Χριστῷ. συνήγαγε γὰρ ἐκεῖνος τὰ οὐκ ὄντα αὐτοῦ, προσεδέξατο δὲ Χριστὸς τὰ ὄντα αὐτοῦ. Κύριος γάρ ἐστι τῶν ὅλων ὡς Θεός. <Ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.> Ἀδοκήτως αὐτοῦ λέγει κατεξαναστήσεσθαι τοὺς οἷον δάκνοντάς τε καὶ κατεσθίοντας, καὶ ταῖς τοῦ πολέμου προσβολαῖς δαπανῶντας τὴν ὑπ᾽ αὐτῷ ἰσχύν· ἦσαν δὲ οὗτοι Κῦρός που πάντως, καὶ οἱ ἀμφ᾽ αὐτὸν Πέρσαι τε καὶ Μῆδοι καὶ Ἐλαμῖται, οἳ μονονουχὶ καὶ ὕπνον ὀμμάτων ἀποτιναξάμενοι, καὶ καθάπερ ἐκ μέθης ἀνανήφοντες, μόλις τῶν ἀρχαίων ἔσονται κρείττους δειμάτων καὶ τὴν πρὸς αὐτὸν ἀράμενοι μάχην, καταδραμοῦνται γενικῶς. εἶτα πολυτρόπως ἐπιβουλεύοντες καταθλήσουσιν εὐκόλως, ἄγοντές τε καὶ φέροντες τὰ Χαλδαίων πράγματα καὶ διαρπάζοντες τὴν Βαβυλωνίων.
Τοῦτο δὲ πεπονθότα καὶ αὐτὸν εὑρήσομεν τὸν ἀλιτήριον σατανᾶν. συνεκόμισε μὲν γὰρ εἰς ἑαυτὸν πάντα τὰ ἔθνη, τὸ τῆς πολυθέου πλάνης ἁπλώσας λίνον, καὶ τοῖς βρόχοις τῆς ἁμαρτίας καταπυκάζων. πλὴν ἐξανέστησαν οἱ δάκνοντες αὐτὸν, τουτέστι, τῶν εὐαγγελικῶν θεσπισμάτων οἱ κήρυκες, οἷον ὀδοῦσι σπαράσσοντες τὸ σῶμα αὐτοῦ, τοὺς τὰ αὐτοῦ δηλονότι φρονεῖν ᾑρημένους. ὥσπερ γάρ “Ὁ κολλώμενος ”τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν,” οὕτως ὁ τῷ διαβόλῳ κολλώμενος, ἓν πρὸς αὐτόν ἐστι σῶμα. ἐκνήψουσι δὴ οὖν βουλεύοντες αὐτῷ. συνέντες γὰρ ὅτι τέθειται λοιπὸν ὑπὸ πόδας ἁγίων, Χριστοῦ λέγοντος ἐναργῶς “Ἰδοὺ δέδωκα ”ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν “τὴν δύναμιν τοῦ ἐχθροῦ,” τοὺς τὰ αὐτοῦ φρονοῦντας ἁρπάσουσι, καὶ εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομιοῦσιν εὐκόλως, τίς ὁ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ἐκδιδάσκοντες, καὶ τὸ τοῦ Χριστοῦ μυστήριον ἐξηγούμενοι, ὃς δὴ καὶ πρῶτος ὁρᾶται διηρπακὼς αὐτόν. ἔστιν οὖν ἀκοῦσαι λέγοντος “Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ”ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον “δήσῃ τὸν ἰσχυρόν; καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ.” εὐθὺς δὲ τεχθεὶς ἐκ τῆς ἁγίας παρθένου, διαρπάζειν ἤρξατο τὰ σκεύη αὐτοῦ. ἀφίκοντο γὰρ ἐξ ἀνατολῶν οἱ Μάγοι, “λέγοντες Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; ”
εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν “προσκυνῆσαι αὐτῷ.” καὶ δὴ καὶ προσκεκυνήκασι, καὶ δώροις τετιμήκασι, καὶ ἀπαρχὴ γεγόνασι τῆς τῶν ἐθνῶν ἐκκλησίας· σκεύη δὲ ὄντες διαβολικὰ, καὶ τῶν ἐκείνου μελῶν τὰ τῶν ἄλλων ἁπάντων ὅτι μάλιστα τιμιώτατα, προσδεδραμήκασι τῷ Χριστῷ. ὅτι δὲ διαρπάζειν ἔμελλε τὰ σκεύη τοῦ ἰσχυροῦ, προαναπεφώνηκεν αἰνιγματωδῶς καὶ ὁ προφήτης Ἡσαΐας· ἔφη γὰρ ὧδε πάλιν περὶ αὐτοῦ “Διότι ”πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται “δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἀπέναντι τοῦ ”βασιλέως Ἀσσυρίων.” δοκεῖ μὲν οὖν ἡ τοῦ λόγου δύναμις ὑπαινίττεσθαί τι τῶν ἱστορικῶς πεπραγμένων· πεπόρθητο γὰρ ἡ Σαμάρεια παρά τε τοῦ βασιλέως Δαμασκοῦ, καὶ τοῦ τῶν Ἀσσυρίων ἐξάρχοντος. πλὴν νοητὸν ὑπεμφαίνει μυστήριον. ὅτι γὰρ τοῦ Σωτῆρος ἡ δύναμις τοὺς τὸν αὐτοῦ λαὸν πεπορθηκότας σκυλεύσει ῥᾳδίως, ὁ προφητικὸς ἡμῖν ὑπέφηνε λόγος. <Διότι σὺ ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ, δι᾽ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.> Ἀτρεκὴς ὁ λόγος, κἂν εἰ ἐπ᾽ ἀμφοῖν νοοῖτο πάλιν. ἐπόρθησε μὲν γὰρ ὁ Βαβυλώνιος ἔθνη πολλά· πέπραχε δὲ τοῦτο καὶ ὁ σατανᾶς. τοιγάρτοι πεπόνθασι τὸ ἐναλῶναι τοῖς ἴσοις. καὶ πεπόρθηται μὲν ὑπὸ Κύρου τὰ Χαλδαίων πράγματα· ὑπὸ δὲ τῶν ἁγίων ὁ σατανᾶς.
ἴσα δὲ ἀμφοῖν τὰ ἐγκλήματα, καὶ ἀδελφὰ τὰ πλημμελήματα, συγγενὴς δὲ ὥσπερ ἡ ἀγριότης καὶ ἡ κατὰ πάντων ὠμότης. ἀπεκτόνασι γὰρ χώρας τε καὶ πόλεις, ὁ μὲν σαρκικῶς, ὁ δὲ νοητῶς, ὀξείᾳ βολίδι τῇ ἁμαρτίᾳ χρώμενος. εὖ δὲ δὴ σφόδρα φησὶ σκυλεύσειν αὐτὸν πάντας τοὺς ὑπολελειμμένους λαούς. ὡς γὰρ ἅπαντας ἀνῃρηκότος τοῦ Βαβυλωνίου, τοὺς διαφυγεῖν ἰσχύσαντας πολεμιωτάτους αὐτῷ γενέσθαι λέγει, καὶ ὀλίγους ὄντας κατακρατήσειν εὐκόλως, Θεοῦ τὸ νικᾶν ἀπονέμοντος καὶ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτοῖς κατανεύοντος. ἀληθὲς δ᾽ ἂν νοοῖτο τὸ χρῆμα, κἂν εἰ ἐπ᾽ αὐτοῦ φέροιτο τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ. πάντας μὲν γὰρ τοὺς ἐπὶ τῆς γῆς εἷλέ τε καὶ πεπόρθηκε, καὶ τοῖς τῆς ἁμαρτίας ἐγκατέδησε ζυγοῖς. διηρπάσθη δὲ καὶ αὐτὸς ὑπὸ τῶν καταλελειμμένων λαῶν, τουτέστιν, ὑπὸ τῶν ἐν πίστει δεδικαιωμένων διὰ Χριστοῦ καὶ ἡγιασμένων ἐν Πνεύματι. σέσωσται μὲν γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. ἐξ αὐτῶν δὲ ὄντες οἱ θεσπέσιοι μαθηταὶ, γεγόνασιν ἀπαρχὴ τῶν διηρπακότων τὸν ἀλιτήριον. εἶτα μετ᾽ ἐκείνους εἰσέτι νῦν διαρπάζουσιν οἱ λαῶν ἡγούμενοι, καὶ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ εἰς τὴν τῆς εὐσεβείας ἀποκομίζοντες τρίβον τοὺς ὑπεζευγμένους. <Ὢ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν.
ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας λαοὺς πολλοὺς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου.> Ἐπιπλήττει ὁ λόγος τῷ Βαβυλωνίῳ πάλιν, ἐθέλοντι συγκροτεῖν τὴν ἰδίαν ἀρχὴν ἐκ τῆς κατὰ πάντων πλεονεξίας, αἴροντί τε ὑψοῦ τὸν ἴδιον οἶκον, καὶ μὴν καὶ ὑπεροχαῖς ταῖς ἐπέκεινα μέτρου καταχρυσοῦν εἰωθότι καὶ ὀχυροῦν λίαν, ὥστε καὶ ἑτοίμως δύνασθαι τυχὸν ἐκ χειρὸς ἐκσπᾶσθαι κακῶν, τουτέστι, διεκνεύειν ἀεὶ τὰ συμβαίνοντα κακά. σκοπὸς γὰρ ἀεὶ τοῖς Βαβυλωνίοις, πολλοῖς τῶν ἐπαμυνόντων πλήθεσι περιφράττεσθαι, καὶ ἀναριθμήτους ἔχειν τοὺς εἰδότας τὰ τακτικὰ, καὶ τὸν πολέμου νόμον ἐξηρτυμένους, ὡς ἀμογητὶ δύνασθαι τὰ ἐκ τῶν ἐπιόντων αὐτοῖς ἀποκρούεσθαι βλάβη. ἀλλ᾽ ὅτι πρὸς αἰσχύνης ἔσται καὶ ἐντροπῆς τὸ χρῆμα αὐτῷ, διαπιπτούσης αὐτῷ τῆς ἐλπίδος εἰς τὸ ἐναντίον, ἐδίδαξεν εἰπών Ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου. συνεπέρανας γὰρ, ἤτοι συντετέλεκας, λαοὺς πολλοὺς, πανωλεθρίᾳ διεφθαρκώς. ἐπειδὴ δὲ ἐξήμαρτεν ἡ ψυχή σου, πικρὰς ἀποτιεῖς δίκας, ὁ πάλαι λαμπρὸς καὶ τάττων εἰς ὕψος νοσσιὰν αὐτοῦ, οἰκτρὸς καὶ κατεῤῥιμμένος καὶ ὑπὸ πόδας ἐχθρῶν ἀδοκήτως εὑρεθείς.
Πρέποι δ᾽ ἂν ὁ λόγος ὅτι μαλιστά γε καὶ αὐτῷ τε τῷ σατανᾷ καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ φιλαρχίας ἡττώμενοι, καὶ τοῦ δοκεῖν ἡγεῖσθαι πολλῶν, συνεπέραναν λαοὺς πολλοὺς, καὶ κακὴν ὄντως πλεονεξίαν τοῖς ἰδίοις προεξένησαν οἴκοις, ὑψοῦ τε τετάχασι τὰς ἑαυτῶν νοσσιὰς, “ὑπέρ- ”ογκα ματαιότητος λαλοῦντες ῥήματα,” καὶ κατὰ τῆς θείας ἐρευγόμενοι δόξης, ἃ μόναις ἂν πρέποι ταῖς αὐτῶν γλώσσαις τε καὶ διανοίαις. ἐξήμαρτον δὴ οὖν αἱ ψυχαὶ αὐτῶν· πεπαρῳνήκασι γὰρ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, “Ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν ”τὴν συνείδησιν ἀσθενοῦσαν,” κατὰ τὸ γεγραμμένον. <Διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.> Ἀπονέμει πολλάκις ἡ θεία γραφὴ καὶ τοῖς ἀψύχοις τε καὶ ἀναισθήτοις φωνὰς, οὐχ ὡς φάναι τι τυχὸν δυναμένοις, ἀλλ᾽ οἷον αὐτοῖς πράγμασι μονονουχὶ διακεκραγόσι. καὶ γοῦν ὁ μακάριος Ἡσαΐας “Αἰσχύνθητι Σιδὼν, εἶπεν ἡ θά- ”λασσα” φησί· καὶ μέντοι Δαυείδ “Οἱ οὐρανοὶ διηγοῦν- ”ται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ “στερέωμα.” αὐτὴ γὰρ ἡ κτίσις, δι᾽ ὧν εὖ πεποιημένη θαυμάζεται, διὰ τούτων αὐτῶν τοῦ πεποιηκότος ἀνακηρύττει τὴν δόξαν. οὐκοῦν ἐν πράγμασιν αἱ φωναὶ, κἂν εἰ μὴ γίνοιντο λόγοι. τοιοῦτόν τι κἀνθάδε συνήσεις πάλιν.
λίθον γὰρ ἐκ τοίχου φησὶ, καὶ κάνθαρον ἐκ ξύλου καταφθέγξασθαι τοῦ Βαβυλωνίου· τίνα δὲ τρόπον, ἐροῦμεν· ταῖς τῆς Ἰουδαίας πόλεσιν, ἢ καὶ ταῖς ἑτέραις εἰσβαλὼν ὁ Βαβυλώνιος, πάσας κατενέπρησε τὰς ἐν αὐταῖς οἰκίας. εἶτα συμβέβηκεν ἀναγκαίως καὶ λίθους συνθραύεσθαι καὶ κατασείεσθαι τοίχους, συνεκπίπτειν δὲ αὐτοῖς καὶ ξύλα, καὶ ὀροφὰς ἐκ τῆς ἄγαν παλαιότητος, κανθάρους μικροὺς, ἤτοι σῆτας ἔχουσας. ταύτῃτοί φησι καταβοήσειν αὐτοῦ τῆς ὠμότητος τὰ κατεστραμμένα· ταῦτα δὲ, ὡς ἔφην, ἦν λίθοι τε διεῤῥιμμένοι, καὶ ἐν μέσῳ πλατειῶν κείμενοι, καὶ ξύλα πάντως ἡμίφλεκτα, καὶ ἀπό γε τοῦ σεσῆφθαι λοιπὸν μαρτυροῦντα ταῖς πόλεσι τὸ ἀρχαῖον. ἔγκλημα δὴ οὖν τῷ Βαβυλωνίῳ τὰς παλαιὰς οὕτω καὶ ἀρχαιοτάτας κατεμπρῆσαι πόλεις, καθελεῖν δὲ καὶ οἴκους, ἀνῃρημένων δηλονότι τῶν ἐν αὐτοῖς.
Ἰστέον δὲ, ὅτι ἀντὶ τοῦ, κάνθαρος εἰπεῖν, ἕτεροι τῶν ἑρμηνευτῶν ἐκδεδώκασιν Ἔνδεσμος ξύλου. ὅθεν ἐστὶν ἐννοεῖν, ὅτι τάχα που τὰς τῶν οἰκιῶν μίτρας καὶ τὴν ἐν αὐταῖς ἀναπλοκὴν τῶν ξύλων ἤτοι σύνδεσμον κανθάρους ὠνόμαζον κατ᾽ ἐκεῖνο καιροῦ, διὰ τὸ οἷον πολλοῖς ἀντέχειν ποσὶ τὴν ἐπικειμένην αὐτοῖς ὀροφήν. <Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασι, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις. οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος· καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρὶ, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν.> Ταλανίζει τὸν Βαβυλώνιον πάλιν, ὡς ὑψοῦ μὲν τὴν ἰδίαν αἴροντα δόξαν, καὶ τῆς ἀρχῆς τὸ περιφανὲς, οὐκ ἐξ ὧν ἔδει μᾶλλον, ἀλλ᾽ ἀφ᾽ ὧν ἥκιστα ἐχρῆν, ποιεῖσθαι σπουδάζοντα. οὐ γὰρ ὅτι πολλοὺς ὠλόθρευσε λαοὺς, διαβόητον εἶναι ἐχρῆν, ἑτέρῳ δὲ μᾶλλον κατασεμνύνεσθαι κόσμῳ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασιν ὁρᾶσθαι λελαμπρυσμένον. ἀλλ᾽ ὡς ἀχρεῖον τοῦτο μεθεὶς, ᾠκοδόμησεν αὐτὴν ἐν αἵμασι καὶ ἀδικίαις. ὅτι γὰρ ὠμοτάτη γέγονεν ἡ Χαλδαίων ἀρχὴ, καὶ ἁπάσαις ἁπλῶς πόλεσί τε καὶ χώραις ἐπιθρώσκουσα θηριοπρεπῶς, τὰ πέρα λόγου παντὸς εἴργασται κακὰ, πᾶσιν ἂν γένοιτο καταφανὲς τοῖς τὴν θείαν ἀνεγνωκόσι γραφήν. ἀλλ᾽ οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος. οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὰ τοιάδε τῶν κακῶν ἄνωθεν γεγενῆσθαι λέγειν· ἀλλ᾽ οὐδ᾽ ἂν νοοῖτο θεόσδοτον, τὸ ἔν γε δὴ τούτοις κατασεμνύνεσθαι δεῖν.
ἔσται δὴ οὖν οὐκ ἐρηρεισμένα, μᾶλλον δὲ οὐκ ἔξω δίκης. ἃ γὰρ οὐκ οἶδεν ἐπαινεῖν ὁ θεῖός τε καὶ ἀκήρατος νοῦς, κολάζει πάντως, ὡς οὐκ ἔχοντα τὸ εἰκός. πῶς γὰρ οὐκ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, τὸ ἐκλεῖψαι μὲν λαοὺς ἱκανοὺς ἐν πυρὶ, ἔθνη δὲ ὀλιγοψυχῆσαι πολλὰ, τουτέστι, τὸ λαμπρὰς μὲν κατεμπρησθῆναι πόλεις ὁμοῦ τοῖς οἰκοῦσιν αὐτὰς, ἔθνη δὲ ὅλα καὶ φυλὰς ἀπειπεῖν ἐν κακοῖς;
Τοῦτο δ᾽ ἄν τις εἰκότως καὶ αὐτοῖς ἐπιφωνήσειε τοῖς Ἰουδαίων καθηγηταῖς, οἳ πάντας μὲν ἀπεκτόνασι τοὺς ἁγίους προφήτας· ᾤοντο γεμὴν οὐ μετρίως ὀνήσειν τὴν Ἱερουσαλὴμ, καὶ οἰκοδομεῖν αὐτὴν ἐν αἵμασι καὶ τῇ κατὰ πάντων πλεονεξίᾳ· οὓς μὲν γὰρ ὕβρισαν, οὓς δὲ ἀπέκτειναν, οὓς δὲ ἐλίθασαν, καὶ τελευταῖον τοῖς ἄλλοις προσέθεσαν τὸν Υἱὸν, καὶ πρόφασις αὐτοῖς τῆς ἀπονοίας ὁ νόμος ἦν. ὑπεπλάττοντο γὰρ τὸ ἐπαλγύνεσθαι δοκεῖν ἀθετουμένῃ παρὰ Χριστοῦ τῇ διὰ Μωυσέως ἐντολῇ. ἀλλ᾽ ὅτι θεοστυγὴς ὁ ζῆλος αὐτοῖς, καὶ “οὐ κατ᾽ ἐπίγνωσιν,” ὡς γοῦν ὁ θεσπέσιος γράφει Παῦλος, ἀποφήνειεν ἂν εὐκόλως ὁ Προφήτης λέγων Οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος. τοιγάρτοι καὶ ἐκλελοίπασιν ἐν πυρὶ καὶ ὠλιγοψύχησαν, δαπανῶντος αὐτοὺς τοῦ πολέμου καὶ κατατήκοντος τοῦ λιμοῦ. συμβέβηκε γὰρ τὰ τοιάδε τοῖς Ἰουδαίων δήμοις πεπαρῳνηκόσιν εἰς τὸν Υἱὸν, καὶ ἀπεκτονόσιν, ὡς ἔφην, πρὸ αὐτοῦ τοὺς προφήτας. <Ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.> Ἀδιαφορεῖ πολλάκις περὶ τοὺς χρόνους ἡ θεία γραφὴ, καὶ τὰ ἐσόμενα τίθησιν, ὡς ἤδη πεπερασμένα. τοῦτο δὴ οὖν κἀνθάδε γεγονὸς εὑρήσομεν. δέον γὰρ εἰπεῖν τὸ ἐμπλησθήσεται, τὸ ἐνεπλήσθη φησίν.
ὅταν τοίνυν, ἐπιῤῥιφείσης τῇ Βαβυλῶνι τῆς θείας ὀργῆς, τὰ ἐν αὐτῇ πάντα γένηται διά τε Κύρου καὶ τῶν σὺν αὐτῷ, καὶ ἡ πάλαι δεινὴ καὶ ἄθραυστος, καὶ δυσάντητον τοῖς ἄλλοις ἀεὶ κατεξανιστᾶσα τὴν ἑαυτῆς ὠμότητα φαίνηται λοιπὸν οἰκτρά τε καὶ ἄναλκις, καὶ ὁλοτρόπως ἠρημωμένη καὶ ὑπὸ πόδας ἐχθρῶν, τότε δὴ τότε πᾶσα λοιπὸν ἡ ὑπ᾽ οὐρανὸν τὴν θείαν συνήσει δόξαν ὅση τέ ἐστι καὶ ἡλίκη, κατεμπλησθήσεται δὲ τῆς εἰς τοῦτο γνώσεως. ἐκράτει μὲν γὰρ ἡ Χαλδαίων ἀρχὴ, καὶ ἦν οὕτω περίοπτος, δεινή τε καὶ ἄμαχος, ἀνεξικακοῦντος Θεοῦ καὶ δόντος αὐτῇ τὸ καὶ αὐτῆς κρατῆσαι τῆς Ἰουδαίας, μυρίας τε ὅσας ἐξαναστῆσαι πόλεις. ἐπειδὴ δὲ τοῖς αὐτῇ πρέπουσι κακοῖς περιβαλεῖν ἐσκέψατο, κατεσείσθη καὶ πέπτωκε καὶ δέδοται πρὸς ἐρήμωσιν. τοιοῦτόν τι φησὶ καὶ ὁ προφήτης Ἱερεμίας περὶ αὐτῆς “Πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφύρα πάσης τῆς ”γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν; “ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν καὶ οὐ γνώσῃ· ”εὑρέθης καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. ἤνοιξε “Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ”ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων, “ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς.”
Ἰστέον δὲ, ὅτι μετὰ τὴν τῶν Ἱεροσολύμων πόρθησιν, μεταπεφοίτηκε μὲν ἐπὶ τὰ ἔθνη Χριστὸς, ἔγνω δὲ πᾶσα λοιπὸν ἡ ὑπ᾽ οὐρανὸν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς δόξαν, τουτέστιν, αὐτὸν ὡσανεὶ χειμάῤῥου τὴν γῆν ἐπικλύζοντος. ποταμοῦ γὰρ δίκην ἐξένευσεν ἐπ᾽ αὐτοὺς ὁ Χριστὸς, ὁ καὶ πάλαι λέγων διὰ προφήτου φωνῆς “Ἰδοὺ ἐγὼ ἐκκλίνω ”ἐπ᾽ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπι- “κλύζων δόξαν ἐθνῶν.” μεμοσχοποιηκότος γάρ ποτε κατὰ τὴν ἔρημον τοῦ Ἰσραὴλ, καὶ προσκεκρουκότος ταύτῃτοι Θεῷ, τὴν τοῦ Σωτῆρος ἀνάδειξιν καὶ τῆς δι᾽ αὐτοῦ χάριτος τὸ ἀμφιλαφὲς κατεπηγγέλετο λέγων “Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν ”τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν “γῆν.” μεστὰ γὰρ τὰ πάντα Χριστοῦ, ὅς ἐστι δόξα τοῦ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν “Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς ”γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω.” <Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν, καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν· πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε.> Ἐπιφθέγγεται πάλιν τό Ὢ τοῖς τοῦ Ναβουχοδονόσορ ἀνοσί[οι]ς τολμήμασι, προφωνῶν ἃ πείσεται, καὶ ὅτι πικρᾶς ὀδύνης ἔμπλεως ἡ πληγὴ, διὰ τούτου σημαίνων. ἔοικε δὲ θολερὰν ὀνομάζειν ἀνατροπὴν τὴν ἄκρατον λύπην ἤγουν αἰκίαν, ἣν καὶ μονονουχὶ ποτίζων τοὺς ἁλισκομένους ὁρᾶσθαι παρεσκεύαζε διενεγκόντας ὀλίγα τῶν ἐν οἴνῳ καὶ μέθαις. καὶ τί τὸ ἐντεῦθεν;
καθάπερ τι σπήλαιον ἀνοιγνὺς, τὸν ἑκάστου νοῦν καὶ τοῖς ἄλλοις ἅπασι καθίστη διαφανῆ. πικρὰς γὰρ, ὡς ἔφην, ἐπάγων αἰκίας τοῖς τῶν εἰλημμένων περιφανεστέροις, ἢ τάχα που καὶ βασιλεῦσιν αὐτοῖς, ὀλοφύρεσθαι παρεσκεύαζε, καὶ τὴν κεκρυμμένην ἔσθ᾽ ὅτε μικροψυχίαν ἤγουν δειλίαν ὡς ἐξ ἀφορήτου λοιπὸν ἀνάγκης ἀπογυμνοῦν. ὁ δὲ ἦν οὕτω δεινός τε καὶ ἀτεράμων ὡς, ἐπαλγύνεσθαι δέον καὶ κατοικτείρειν αὐτοὺς, ἐντρυφᾶν ἐποιμώζουσιν, αὔχημά τε τοῦτο τῆς ἰδίας ποιεῖσθαι ἀρχῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ ποτίζειν τὸν πλησίον ἀνατροπὴν θολερὰν, ὅπως ἂν ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν, τουτέστι, τὰ κεκρυμμένα καὶ λεληθότως ἐνόντα τισίν. ἐπειδὴ τοίνυν ἀκράτοις ἐχρῆτο θυμοῖς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης, μικροὺς καὶ μεγάλους, καὶ λαμπροὺς καὶ ἀσήμους ταῖς ἀνηκέστοις περιβέβληκε συμφοραῖς, ταύτῃτοί φησιν ὁ τῶν ὅλων Δεσπότης Πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε, τουτέστιν, ἦσθα μὲν γὰρ διαβόητός τε καὶ εὐκλεὴς καὶ περίοπτος τοῖς ἁπανταχῆ καὶ ἐξ ὠμότητος γνωριμώτατος· ἀλλ᾽ ἔσῃ λοιπὸν ἠτιμωμένος, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ τὴν ἰσόῤῥοπον ἀνατλήσῃ δίκην.
Πρέποι δ᾽ ἂν τοῦτο καὶ ἐπ᾽ αὐτῶν, εἴπερ ἕλοιτό τις, τῶν ἀνοσίων Φαρισαίων ἀληθὲς εἶναι λέγειν. πεποτίκασι γὰρ τὸν πλησίον ἀνατροπὴν θολεράν· ταύτην δὲ εἶναί φαμεν τὴν αὐτῶν διδασκαλίαν, τὰ τῶν ἀνθρώπων ἐντάλματα, καὶ πρός γε δὴ τούτοις τὴν κατὰ Χριστοῦ μανίαν, καὶ τὰ τῆς ἀθυροστομίας ἐγκλήματα. ὁ μὲν γὰρ ἐκάλει πρὸς ζωὴν, οἱ δὲ εἰς τοῦτο κατώλισθον ἀπονοίας, ὥστε καὶ φάναι τοῖς ἀκροωμένοις “Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;” ἔδρων δὲ τοῦτο, ἵνα τὸν τῆς σωτηρίας ἀποσειόμενοι λόγον, τὸν καταλαμπρύνοντα νοῦν, εἰς τὰ αὐτῶν ἐπιβλέπωσι σπήλαια, τουτέστιν, εἰς τὰ σκοτεινὰ καὶ ἀφεγγῆ καὶ τεθνηκότα διδάγματα. τοιγάρτοι πεπώκασι πλησμονὴν ἀτιμίας, καίτοι πάλαι λαμπροί τε ὄντες καὶ δόξης εἴσω βεβηκότες οὐ μικρᾶς. καθηγοῦντο γὰρ ποιμνίων, ἦσαν δὲ καὶ ἱερεῖς καὶ κριταί.
Ἁρμόσαι δ᾽ ἂν ὁ τοιόσδε λόγος καὶ τοῖς τῶν ἀνοσίων δογμάτων εὑρεταῖς, οἳ ποτίζουσι κατὰ τὸ ἀληθὲς τὸν πλησίον ἀνατροπὴν θολερὰν, τὸν τῆς ἀπάτης ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς ἐπιχέοντες, ἵνα δὴ καὶ ἐπιβλέπωσιν ἐπὶ τὰ σπήλαια αὐτῶν. σκοτεινὸς γὰρ ὁ ἐκείνων νοῦς, ἀπάτης ἔμπλεως, ἀχλύος διαβολικῆς ἐπίμεστος ἀληθῶς, καὶ σπηλαίων, οἶμαι, διενεγκὼν οὐδὲν, ἃ νεκρῶν ἐστι σωμάτων ἔμπλεω καὶ δυσωδίας ἁπάσης καὶ ἀκαθαρσίας.
Χρῆναι δὲ οἶμαι πρὸς διασάφησιν τῶν προειρημένων ἀκριβεστέραν κἀκεῖνο εἰπεῖν. Ἑβραῖοί φασιν· ὡς ἐκ παραδόσεως δὲ πάλιν ὁ λόγος· ὅτι πορθήσας τήν τε Ἰουδαίαν καὶ ἁπάσας δὲ τὰς ἄλλας χώρας ὁ Ναβουχοδονόσορ, καὶ ἀποκομίσας εἰς τὴν ἑαυτοῦ τοὺς τῶν ἐθνῶν ἡγουμένους, ἐποιεῖτο πότους κατὰ καιρούς. εἶτα τοὺς ἁλόντας εἰσφέρων, καὶ περιέργοις πόμασι καταμεθύσκων αὐτοὺς ὀρχεῖσθαι παρεσκεύαζε· κατασειομένοις δὲ καὶ διαπίπτουσι καὶ ἀπογυμνουμένοις ἔσθ᾽ ὅτε καὶ τὰ κεκρυμμένα τοῦ σώματος μέρη δεικνύουσιν, ἐπιμειδιῶν τρυφὴν ἐποιεῖτο τὸ χρῆμα καὶ πρόφασιν εὐθυμίας. ταῦτά φασιν ὠνομάσθαι εὐφυῶς σπήλαια· ἔχει δέ πως καὶ τὸ εἰκὸς ὁ λόγος. ἐκδεδώκασι γὰρ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τῶν σπηλαίων, τὴν γύμνωσιν, ἵν᾽ ᾖ τοιοῦτον τὸ λεγόμενον Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὴν γύμνωσιν αὐτῶν. <Καὶ σὺ καρδία σαλεύθητι καὶ σείσθητι· ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου.
διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε, δι᾽ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν.> Ἔνεστί πως ἀεὶ καὶ προσπεφυκὸς ὁρᾶται δεινῶς ταῖς τῶν ἀλαζόνων ψυχαῖς καὶ τὸ πλείστην ὅσην εἰς νοῦν ἔχειν ἀναισθησίαν, καὶ μέντοι καὶ πρὸς τῷδε τὸ οἴεσθαι κατὰ σφᾶς ἀκράδαντον ἕξειν τῆς εὐημερίας τὴν μέθεξιν, ἀποσείονται δὲ ὥσπερ, καὶ σφόδρα γενικῶς, τὸ προσδοκᾶν ὅλως ἔσεσθαί ποτε τὴν ἐπὶ τὰ χείρω τῶν πραγμάτων μεταδρομήν. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὡς ἐκ προσώπου λεγόμενον τῶν ἐν εὐπαθείαις ὄντων καὶ τρυφαῖς “Ἐγὼ δὲ εἶπα ἐν τῇ ”εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.” ἠῤῥωστηκότι δὴ οὖν ἐκ πολλῆς ἄγαν ὑπεροψίας τῷ Βαβυλωνίῳ τὸ ἀνάλγητον, μονονουχὶ καὶ ἐπιπλήττει λοιπὸν ὡς ἀτέγκτῳ, λέγων Καὶ σὺ καρδία σείσθητι, τουτέστι, μὴ ἐν ἀκλονήτοις εὐημερίαις ἐρηρεῖσθαι νομίσῃς, εἰσδέχου λοιπὸν τὰς [περὶ] τῶν λυπούντων ἐννοίας, ἐν αἰσθήσει τῶν συμβησομένων γενοῦ, καὶ παραχώρει τῇ πείρᾳ, καίτοι πρὸ[ς] αὐτῆς οὐδ᾽ ὅσον εἰπεῖν κἂν γοῦν ἐν ψιλαῖς ἐπινοίαις ἀξιώσας ἑλεῖν, ὅτι γενήσῃ ποτὲ καὶ αὐτὸς ἐν σκυθρωποῖς, καὶ τοῖς ἀνιᾶν οὐ μετρίως πεφυκόσιν ἡ σὴ περιπεσεῖται καρδία. τί δὴ οὖν ἄρα τὸ σαλεῦον αὐτὴν καὶ καταδονοῦν εἰς λύπας; Ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου.
ὥσπερ γὰρ αὐτὸς ἐπότιζες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, τὸν αὐτὸν τρόπον τὰ ἐκ τῆς θείας ὀργῆς ἐπενεχθησόμενα πεπ[τ]ωκὼς, βδελυρὸς ἔσῃ παρὰ πᾶσιν ἠτιμωμένος, οἰκτρός τε καὶ ἀπεῤῥιμμένος, καὶ τῆς ἀρχαίας ἐκείνης εὐκλείας ὁλοτρόπως ἡττώμενος. δεξιᾶς δὲ Κυρίου τὸ ποτήριον εἶναι λέγων ὁ μακάριος Προφήτης, οἷον ἀναπείθει φρονεῖν, ὡς οὐκ ἂν ἐνδέχοιτο μὴ πιεῖν, αὐτὸ Θεοῦ προσκομίζοντος. ἔδει γὰρ πάντως ἀνατλῆναι τὰ ἐξ ὀργῆς· “Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ”ἀνοίξει;” κατὰ τὸ γεγραμμένον, καὶ ᾗ φησὶν ὁ προφήτης “Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” ἀνθ᾽ ὅτου δὴ οὖν τὰ τοιάδε συμβήσεται, διατρανοῖ λέγων Ὅτι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε καὶ ταλαιπωρία θηρίων πτοήσει σε. καὶ Λίβανος μὲν ὄρος τῆς Φοινίκης ἐστὶ, τῶν ὅτι μάλιστα διαφανεστάτων, εὔξυλόν τε καὶ εὐῶδες ὡς λιβανοφόρον. παρεικάζει δὲ αὐτῷ τὴν Ἱερουσαλὴμ ἔσθ᾽ ὅτε τὸ γράμμα τὸ ἱερὸν, διά τοι τὸ πολλαῖς ἁγίαις ἐπισεμνύνεσθαι κεφαλαῖς, ὑψοῦ τε ἠρμέναις καὶ φρονούσαις τὰ ἐν οὐρανοῖς, καὶ τῷ τῆς εὐσεβείας κάλλει περιβυθισμέναις. τούτων διαμέμνηται καὶ ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς Θεόν “Αἱ κέδροι τοῦ ”Λιβάνου ἃς ἐφύτευσας, ἐκεῖ στρουθία ἐννοσσεύσουσι.”
κέδρου γὰρ δίκην τῶν ἁγίων ἕκαστος, καθάπερ ἔφην ἀρτίως, αἴρεται ὑψοῦ, τῷ μὴ φρονεῖν ἀνέχεσθαι τὰ κατεῤῥιμμένα, τουτέστι τὰ ἐπὶ γῆς, καὶ οἷον σκέπη γίνεται τοῖς ἑτέροις, στρουθίων δίκην δεχόμενος τοὺς ὑπ᾽ αὐτῷ μαθητεύεσθαι βουλομένους. οὐκοῦν ἐπειδήπερ ἐκπεπόρθηκε μὲν ὁ Χαλδαῖος τὴν Ἱερουσαλὴμ, ἠσέβησε δὲ καὶ προσκέκρουκε τῷ Θεῷ, προσεμπρήσας τῇ πόλει τὸν θεῖον ναὸν, ἥλω δὲ καὶ αὐτὰ περιυβρίσας τὰ ἅγια, ταύτῃτοί φησι καλύψειν αὐτὸν τὴν ἀσέβειαν τοῦ Λιβάνου τὴν κατ᾽ ἐκείνου γεγενημένην.
Λίβανον δὲ, ὡς ἔφην, ἢ τὴν Ἰουδαίαν, ἤγουν τὰ Ἱεροσόλυμα καλεῖ· οἰηθείη δ᾽ ἄν τις καὶ αὐτὸν ἴσως τὸν νεὼν πολὺ τὸ εὐῶδες ἔχοντα, καὶ ταῖς τῶν ἱερέων καθάπερ τισὶ κέδροις κομῶντα κεφαλαῖς. τίνα δὲ τρόπον αὐτὸν ἡ κατὰ τοῦ Λιβάνου γεγενημένη καλύψειν ἔμελλεν ἀσέβεια, παρέδειξε προστιθείς Ὅτι ταλαιπωρία θηρίων πτοήσει σε. ἔοικε δὲ πάλιν θῆρας ἀποκαλεῖν τοὺς Κύρῳ συνωπλισμένους Πέρσας τε καὶ Μήδους, ὡς πολὺ τὸ ἀτίθασον ἔχοντας, καὶ εἰς ὠμότητα τεθηγμένους. ὅτι δὲ κολάζει Θεὸς οὐ μάτην, ἀλλ᾽ οἷς ἄν τις δράσειε τὰς ἰσοῤῥόπους ἐπάγει ποινὰς, ἐδίδαξεν ἐπειπών Δι᾽ αἵματα ἀνθρώπων καὶ ἀσεβείας τῆς πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.
Ἀκούσεται δὲ καὶ τῶν Φαρισαίων ἕκαστος, οἳ καὶ τῆς κατὰ Χριστοῦ μανίας γεγόνασιν εὑρεταὶ καὶ συνθέται Καὶ σὺ καρδία σαλεύθητι καὶ σείσθητι. ἐκύκλωσε γὰρ ἐπ᾽ αὐτοὺς ποτήριον δεξιᾶς Κυρίου, συνήχθη δὲ καὶ ἀτιμία ἐπὶ τὴν δόξαν αὐτῶν. ἐκπεπώκασι δὲ ὡς ὀλέθρου ποτήριον τὴν ἐπισυμβᾶσαν αὐτοῖς ὀργὴν, ἄτιμοί τε γεγόνασι καὶ ἁπάσης εὐκλείας ὡς ἀπωτάτω. ἠσέβησαν γὰρ καὶ οὗτοι κατὰ τοῦ Λιβάνου.
Λίβανον δὲ νοήσεις τὴν Ἐκκλησίαν, τὴν ἀληθῶς εὐώδη, τὸ ὄρος τὸ διαφανὲς, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον. ἐδίωξαν δὲ τὴν Ἐκκλησίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. τοιγάρτοι καὶ κατεπτόηνται καθάπερ ὑπὸ θηρίων τῶν πεπορθηκότων αὐτοὺς, καὶ πολλοῖς αἵμασι γεγονότες ἔνοχοι τοῖς τῶν ἁγίων προφητῶν, προσέθηκαν τούτοις καὶ τὰ τῶν πεπιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὧν ἀπαρχὴ γέγονεν ὁ μακάριος Στέφανος, τῶν ἁγίων μαρτύρων πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ δεδειγμένος. <Τί ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασεν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά.> Ἡ μὲν οὖν θέσις τοῦ ῥητοῦ κατὰ τοῦτόν ἐστι τὸν τρόπον. τί γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν ὅτι ἔγλυψαν αὐτό; τί δὲ ὠφελεῖ ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ ὅτι πέποιθεν ἐπ᾽ αὐτῷ; τίς δὲ δὴ πάλιν ὁ τοῦ Προφήτου σκοπὸς, ἐροῦμεν ὡς ἔνι.
Κύρου καὶ Μήδων κατὰ τῆς τῶν Βαβυλωνίων ἐμβεβληκότων, καὶ τοῦ πολέμου λοιπὸν περιηγγελμένου, τὰ αὐτοῖς συνήθη δρῶντες οἱ μάγοι τοὺς ψευδωνύμους ἐκάλουν θεοὺς εἰς ἐπικουρίαν κινδυνευούσῃ τῇ πόλει, θυσίας τε καὶ σπονδὰς τοῖς ἀναισθήτοις προσῆγον, ὅλην ἐπ᾽ αὐτοῖς τοῦ σώζεσθαι τὴν ἐλπίδα θέμενοι. ἀλλ᾽ ἦν ὕθλος καὶ φενακισμὸς ἐκεῖνα, ἀπάτη τε καὶ κενοβουλία, καὶ ἕτερον οὐδέν· ἥλω γὰρ καὶ πεπόρθηται, καὶ τοῦτο παθεῖν οὐκ οἰηθεῖσά ποτε. διαγελᾷ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τῶν πεπλημμελημένων τὴν σκέψιν, καὶ τὴν ἐπὶ τοῖς ἀψύχοις ἐλπίδα. τί γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν, ἕτερον οὐδὲν ὑπάρχον ἢ φαντασία ψευδὴς οὐδὲν ἔχουσα τὸ ἀληθές; θεία γὰρ ὅλως δύναμις πῶς ἂν ἢ πόθεν εἶναι πιστεύοιτο τοῖς ἐξ ἀνθρωπίνων χειρῶν πεπλαστουργημένοις; εἰκαῖον οὖν ἄρα τὸ ἐπ᾽ αὐτοῖς πεποιθέναι, καὶ καταγέλαστον ἀληθῶς τὸ χρῆμά ἐστι παρά γε τοῖς ἐῤῥωμένον ἔχουσι νοῦν καὶ τὴν φρένα διεγηγερμένην. δοκεῖ δέ τις καὶ καθ᾽ ἕτερον τρόπον τὴν τῶν προκειμένων δύναμιν ἀναπτύξαι. ᾑρηκὼς γὰρ τὰς πόλεις ὁ Βαβυλώνιος, καὶ πάσας, ὡς ἔπος εἰπεῖν, ἀναστήσας τὰς χώρας, ἀπονένευκεν ἀσχέτως εἰς τὸ ὑψοῦ καὶ ἀχάλινον, ἐνόσει λοιπὸν τὴν ὑπεροψίαν, καὶ τὴν Θεοῦ δόξαν ὁ δείλαιος τῇ οἰκείᾳ περιθεὶς κεφαλῇ, γράφει μὲν εἰκόνα χρυσῆν, καθάπερ καὶ ὁ θεσπέσιος προφήτης γέγραφε Δανιήλ.
εἶτα προσκυνεῖν ἐκέλευεν αὐτῇ φυλάς τε καὶ γλώσσας, καὶ τοῖς τοῦτο δρᾶν οὐκ ἀνεχομένοις θάνατος ἦν ἡ δίκη. τί τοίνυν τὸ ἐντεῦθεν ὤφελος; εἰπέ φησιν. ὁ γὰρ οἰηθεὶς εἶναι καὶ θεὸς, εἰς λῆξιν ἤδη διελήλακε λοιπὸν τοῦ παντὸς κακοῦ, καὶ ταῖς ἐπέκεινα λόγου περιπέπτωκε συμφοραῖς. <Οὐαὶ ὁ λέγων τῷ ξύλῳ Ἔκνηψον ἐξεγέρθητι, καὶ τῷ λίθῳ Ὑψώθητι· καὶ αὐτό ἐστι φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ. ὁ δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.> Ἕπεται πάλιν, ὡς ἔφην ἀρτίως, τῶν προκειμένων ἡ δύναμις. ταλανίζει γὰρ εἰκότως τοὺς πεπλανημένους, οἳ τὸν ἕνα τε καὶ φύσει καὶ ἀληθῶς καταλελοιπότες Θεὸν, καὶ τῆς εἰς αὐτὸν εὐλαβείας παρεκθέοντες τὴν ὁδὸν, ἴενται πρὸς ἀπώλειαν, ξύλῳ μὲν ἐπιφωνοῦντες Ἔκνηψον, ἐγέρθητι, λίθῳ δὲ λέγοντες ἀβουλοτάτως Ὑψώθητι. ἔθος γὰρ τοῖς πεπλανημένοις, εἰ δήπου τις καταπτοήσειε φόβος, ἀνάπτειν βωμοὺς, ἀνοιγνύναι τεμένη, καὶ τοῖς ἀψύχοις εἰδώλοις ἐπιφωνεῖν Ἐλεήσατε, σώσατε, ὑψώθητι καὶ σὺ λίθε, προασπίζων ὡς θεὸς τῶν τὰ σὰ σεβόντων κράτη, καί σε προσκυνεῖν ᾑρημένων.
οὐαὶ δὴ οὖν τοῖς τοιούτοις εἰκότως, ὅτι τοῖς ἐκ χρυσίου καὶ ἀργυρίου πεποιημένοις, τοῖς οὐκ ἔχουσι πνεῦμα, προσκείμενοι τὰς τοιαύτας λέγουσι φωνὰς, ἃς ἦν δήπου Θεῷ λέγειν ἄμεινον τῷ κατοικοῦντι τὸν οὐρανὸν καὶ ναὸν ἴδιον ἔχοντι τὴν ἄνω πόλιν. ἅγιος γὰρ ἐν ἁγίοις κατοικεῖ, καὶ τοῖς σεβομένοις αὐτὸν ἐναυλίζεται.
Χρήσιμον οὖν τι καὶ ἀναγκαῖον ὁ Προφήτης ἡμῖν ἐπιφθέγγεται, τό Εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. προσκυνητέον γὰρ τοῖς γε ἀληθῶς ἀρτίφροσιν ἕνα τὸν φύσει καὶ ἀληθῶς Θεὸν καὶ αὐτῷ τὸ σέβας ἀνάψει πᾶς σοφὸς, αὐτῷ προσοίσει καὶ τὰς ἱκετείας, παρ᾽ αὐτοῦ ζητήσει τὸ σώζεσθαι, καὶ αὐτὸν ὁμολογήσει Δημιουργὸν, Δεσπότην τῶν ὅλων, Σωτῆρα καὶ Λυτρωτὴν, πανσθενῆ, πάναγνον, καὶ τὰς τῶν πραγμάτων μετασκευάζοντα φύσεις, ἐφ᾽ ὅπερ ἂν ἕλοιτο κατὰ καιροὺς καὶ ἰδίοις νεύμασι τόδε τὸ πᾶν διϊθύνοντα.
ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Προσευχὴ Ἀμβακοὺμ τοῦ Προφήτου μετ᾽ ὠδῆς. Διαπεράνας εὖ μάλα τὸν ἐπὶ τῇ Βαβυλῶνι λόγον, καὶ ὅτι πικρὰς ἀποτιοῦσι δίκας οἱ καταδῃώσαντες μὲν τὴν ἁγίαν πόλιν, ἀποκομίσαντες δὲ τὸν Ἰσραὴλ αἰχμάλωτον διαρκέστατα προαναπεφωνηκὼς, εὐαφόρμως ἔρχεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ὡς ἐκ λυτρώσεως τῆς γεγενημένης ἐφ᾽ ἑνὸς ἔθνους καὶ μερικῶς, παρακομίζει τὸν λόγον εἰς τὴν κατὰ πάντων καὶ γενικωτάτην, ὑφ᾽ ἧς σέσωσται μὲν τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, σέσωσται δὲ οὐδὲν ἧττον ἡ σύμπασα γῆ. Κῦρος μὲν γὰρ ὁ Καμβύσου τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, τὴν ἀλαζόνα καὶ θεομισῆ βασιλείαν καθελὼν, φημὶ δὲ δὴ τὴν Χαλδαίων. ἐξεικονισμὸς δὲ ἄρα καὶ ὑποτύπωσις τὸ δρώμενον ἦν τῶν διὰ Χριστοῦ κατωρθωμένων· ὃς πᾶσαν τὴν ἀνθρωπότητα δορίληπτον ὥσπερ εὑρὼν, καὶ ὑπὸ χεῖρα κάμνουσαν τὴν τυραννικήν· βεβασίλευκε γὰρ ὥσπερ ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ σατανᾶς· ἀπέφηνε μὲν ἐλευθέρους δεσμῶν τε καὶ πόνων, καὶ αὐτῆς δὲ τῆς ἐκτόπου δουλείας ἀνεὶς, ἀνεκόμισεν ὥσπερ εἰς τὴν ἁγίαν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. γεγόναμεν γὰρ, κατὰ τὸ γεγραμμένον, “συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ ”Θεοῦ” καὶ πατρίδα λοιπὸν ἐπεγραψάμεθα τὸν οὐρανόν.
κατατεθηπὼς δὴ οὖν ὁ Προφήτης τοῦ μυστηρίου τὴν δύναμιν, καὶ τὴν ἄφραστόν τε καὶ θεοπρεπῆ τῆς μετὰ σαρκὸς ἐπιδημίας τοῦ Μονογενοῦς οἰκονομίαν ὑπεραγάμενος, ποιεῖται τὴν προσευχὴν, ὡς ἐν ᾠδῆς τρόπῳ, κατ᾽ ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς τοῦ Δαυείδ “Ἡ γλῶσσά μου μελετήσει τὴν ”δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.” <Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.> Νοοῖτο δ᾽ ἂν ὁ λόγος καὶ πρὸς αὐτὸν, εἴπερ ἕλοιτό τις, γεγονὼς τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν, ὡς ἀποκαλύπτοντα τὸν Υἱὸν, ἀκοήν τε τὴν περὶ αὐτοῦ διατρανοῦντα διὰ τοῦ Πνεύματος· ἢ καὶ πρὸς αὐτὸν εἰκότως τὸν ἐνανθρωπήσαντα Λόγον. καὶ εἰ μέν τις λέγοι πρὸς τὸν Πατέρα γενέσθαι τυχὸν, τοιόνδε τι συνήσομεν Ὦ τῶν ὅλων Δέσποτα, φησὶ, τὴν δοθεῖσαν ἀποκάλυψιν, ἤγουν ἀκοὴν τὴν περὶ τοῦ σοῦ γεννήματος κατατέθηπά τοι· φρικτὰ γάρ ἐστι, καὶ πέρα λόγου τὰ διηγήματα, καὶ τῆς οἰκονομίας ὁ τρόπος παντὸς ἂν εἴη λοιπὸν ἐπέκεινα νοῦ· εἰ δὲ δὴ λεπτὸν ἐνιεὶς τῆς καρδίας τὸν ὀφθαλμὸν τὴν τῶν σῶν ἔργων καταθρήσαιμι δύναμιν, ἔκστασις ἔσται τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. βλέποντος δὲ τοῦ λόγου πρὸς τὸν Υἱὸν, οὐδὲν ἧττον προσβαλοῦμεν κατὰ τοιόνδε τινὰ τρόπον Ὦ Κύριε καὶ κατάρχων τῶν ὅλων, κἂν εἰ καὶ γένονας σὰρξ, τὴν περὶ σοῦ δεξάμενος ἀκοὴν, ἤγουν ἄκουσμά τε καὶ ἀποκάλυψιν, εἰς δέος ἐμπέπτωκα.
καταπέπληγμαι δὲ, καὶ σφόδρα εἰκότως, τὴν τοῦ πράγματος ὑπερβολήν. μανθάνω γὰρ, ὅτι ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν ὑπάρχων τῷ γεγεννηκότι, σαυτὸν μὲν καθήσεις εἰς ἑκούσιον κένωσιν, γενήσῃ δὲ καθ᾽ ἡμᾶς ἄνθρωπος ἐκ γυναικὸς, καὶ τὴν τῆς δουλείας ἀνατλήσῃ μορφὴν, καὶ Θεὸν μεθ᾽ ἡμῶν ἐπιγράψῃ τὸν σεαυτοῦ Πατέρα, ὑπήκοος δὲ γενήσῃ, καὶ “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.” εἰσακήκοα τοίνυν τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. εὐηγγελίσω γὰρ τυφλοῖς ἀνάβλεψιν, ἐκήρυξας αἰχμαλώτοις ἄφεσιν, ἰάσω τοὺς συντετριμμένους τὴν καρδίαν, ἐπέστρεψας τὸ πλανώμενον, κατέδησας τὸ συντετριμμένον, φῶς γέγονας τοῖς ἐν σκότει, θύρα καὶ ὁδὸς εἰς ζωὴν καὶ ἁγιασμὸν, γέγονας εἰρήνη, συνείρων διὰ τῆς πίστεως εἰς ἕνα λαὸν τούς τε ἐκ περιτομῆς, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, γέγονας “λίθος ἀκρογωνιαῖος, ἐκλεκτὸς, ἔντιμος·” κατεκτήσω τὴν οἰκουμένην τῷ Θεῷ καὶ Πατρὶ, ἠλευθέρωσας ἁμαρτιῶν τοὺς ἐξ ἀσθενείας ἑαλωκότας, ἐξείλου χειρὸς διαβολικῆς, τῇ τῆς υἱοθεσίας χάριτι κατελαμπρύνθη τὸ δοῦλον, οὐρανοῦ πολίτης ὁ ἐκ γῆς γέγονεν ἄνθρωπος· ἀξιάκουστον δὲ πρὸς τούτοις κἀκεῖνο, οἶμαί που· ὁ γὰρ πάντα ζωογονῶν, ὑπομεμένηκας μεθ᾽ ἡμῶν τὸν τῆς σαρκὸς θάνατον. πλὴν γέγονας “πρωτότοκος ἐκ νεκρῶν,” καὶ ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτόλειον ἀνθρωπότητος ἀνακομισθείσης εἰς ἀφθαρσίαν.
ἀνεβίως γὰρ ὡς Θεὸς, τὸ σκληρὸν καὶ δυσάντητον πατήσας θηρίον, τουτέστι τὸν θάνατον, παρέλυσας τῆς ἀρχαίας ἀρᾶς ἐκείνης τὴν δύναμιν. πέπαυται δὲ ἐν σοί τε καὶ διὰ σοῦ τό “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,” καθ᾽ ἡμῶν εἰρημένον. <Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.> Κατὰ διαφόρους τρόπους ἡρμήνευται τοῦτό τισι. καὶ ὁ μὲν ἔφη, δύο κεκλῆσθαι ζῷα τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, ὧν καὶ ἐν μέσῳ γινώσκεσθαι τὸν Θεὸν καὶ Πατέρα. ἀμαθὲς δὲ οἶμαι τὸ τῇδε νοεῖν, καὶ πολὺ τὸ εὔηθες ἔχον. τίς γὰρ ὁ φάναι τολμῶν, ὅτι ζῷόν ἐστιν ἡ ζωὴ, τουτέστιν, ὁ Υἱὸς ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον; ζωὴ γὰρ μᾶλλον τὸ ζωοποιοῦν, ζῷον δὲ δὴ τὸ τῆς παρ᾽ ἑτέρου μετέχον ζωῆς. ἄτοπον δὲ καὶ ἑτέρως μέσον ὥσπερ ἀμφοῖν νοεῖσθαι τὸν Πατέρα, ὅς γε καὶ πρῶτος ὀνομάζεται κατά γε τὴν σύνταξιν τῆς ὁμολογίας τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος. καὶ οὐ δήπου φαμὲν, ὡς προτεταγμένος κατὰ τὴν κλήσιν τοῦ τε Υἱοῦ καὶ τοῦ Πνεύματος, προὐφέστηκεν αὐτῶν· λῆρος γὰρ τοῦτο καὶ ψευδοέπεια· διακείμεθα δὲ μᾶλλον καὶ πεπιστεύκαμεν, ὅτι καὶ συναΐδιον ἔχει τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, καὶ ἦν, ὅ ἐστιν, οὐ δίχα τοῦ ἰδίου Πνεύματος, ἀλλ᾽ ἅμα τε Θεὸς νοεῖται ὁ Πατὴρ, καὶ συνεισβέβηκεν εὐθὺς ἡ ὕπαρξις τοῦ δι᾽ ὅν ἐστι Πατὴρ, καὶ αὐτὸ δὲ τὸ θεῖον αὐτοῦ καὶ ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ πηγή τις ὥσπερ ἐστὶ τοῦ ἰδίου γεννήματος, οἰκονομικῶς προωνόμασται.
ὅπως οὖν ἔσται μέσος Υἱοῦ καὶ Πνεύματος, ἐννοεῖν οὐκ ἔχω. ἀλλ᾽ ἐροῦσιν ἴσως, κατά γε τὸ εἰκὸς, ὡς ἐν τόπῳ χρῆναι νοεῖσθαι τὸ μέσον. ἀλλὰ καὶ τοῦτο ἄτοπον. οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, ὅτι μήτε ἐν ποσῷ, μήτε μὴν κατὰ σῶμά ἐστιν.
Ἕτεροι δὲ αὖ δύο ζῷα εἰρήκασι, τήν τε νέαν καὶ τὴν παλαιὰν διαθήκην, ὧν ἐν μέσῳ γινώσκεται ὁ Χριστός. ἐν δὲ τοῖς τοιούτοις θεωρήμασιν οἶμον ἴτω τις, ἣν ἂν βούλοιτο καθ᾽ ἑαυτόν· ἡμεῖς δὲ ἅπαξ τὸν λόγον εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον περιτρέποντες, νομικὴν ποιησόμεθα τὴν τῶν νοημάτων ἀφήγησιν. γέγονε τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἱλαστήριον διὰ τῆς πίστεως· ἐδόκει γὰρ ὧδε φρονεῖν τε καὶ λέγειν καὶ τῷ θεσπεσίῳ Παύλῳ· ἀπηλλάγμεθα γὰρ δι᾽ αὐτοῦ παντὸς αἰτιάματος, ἵλεώ τε καὶ εὐάντητον ἐσχήκαμεν τὸν Πατέρα. καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης “Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. ”καὶ ἐάν τις δὲ ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πα- “τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι ”περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, “ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.” ἐπειδὴ δὲ ἦσαν τύποι τῶν ἐσομένων κατὰ ἀλήθειαν τὰ πάλαι δι᾽ αἰνιγμάτων ἀνατυπούμενα, φέρε τι λέγωμεν τὸν ἐν τῇ ἁγίᾳ σκηνῇ γεγονότα παρὰ τοῦ Πατρὸς ἱλαστήριον δεικνύοντες τὸν Υἱόν.
προστέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς κιβωτὸν γενέσθαι καὶ λυχνίαν, καὶ μέντοι καὶ τράπεζαν ἐν τῇ ἁγίᾳ σκηνῇ· εἶτα πρὸς τούτοις ἱλαστήριον ἐκ χρυσοῦ καὶ πορφύρας καὶ βύσσου κεκλωσμένης καὶ κοκκίνου διανενησμένου, καὶ τοῦτο ἐπὶ τεσσάρων αἰρόμενον στύλων ἐπεκρέματο τῇ ἁγίᾳ κιβωτῷ· εἶτα δύο Χερουβὶμ εἰς δέξιόν τε καὶ εὐώνυμον ἐκ χρυσοῦ πεποιημένα περιειστήκει τὸ ἱλαστήριον, τὰ πρόσωπα πρὸς αὐτὸ συντείνοντα. αἴνιγμα δὲ ἦν τὸ χρῆμα πάλιν μυστηρίου τοῦ κατὰ Χριστόν. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καίτοι Θεὸς καὶ Κύριος τῶν ὅλων ὑπάρχων, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνὼς κατὰ φύσιν. ἀλλ᾽ εἰ καὶ γέγονε σὰρξ, καὶ τέθειται παρὰ τοῦ Πατρὸς ἱλαστήριον, οὐκ ἀποβέβληκεν ὅπερ ἦν, τουτέστι, τὸ εἶναι Θεός· ἀλλ᾽ ἔστι καὶ οὕτως ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ, καὶ πάλιν αὐτὸν περιεστᾶσιν αἱ ἄνω δυνάμεις, τὰς αὐταῖς συντεταγμένας ἀποπεραίνουσαι λειτουργίας. ταύτῃτοι τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστήριον, καὶ πρὸς αὐτὸ βλέπουσι διὰ παντός. ἔθος γὰρ ταῖς ἄνω δυνάμεσιν, ἁγίαις οὔσαις καὶ πανάγνοις, ἀεὶ κατασκέπτεσθαι τὰ Θεοῦ, καὶ εἰς αὐτὸν βλέπειν, καὶ εἰς τὰ αὐτῷ δοκοῦντα καὶ φίλα τετράφθαι διὰ παντός. γνωσθήσῃ δὴ οὖν, ὦ Δέσποτα, φησὶ, τίς ἔσῃ, καθ᾽ ἡμᾶς γεγονώς· ὅτι γὰρ ἱλαστήριον, ὡς ἐκ παραδείγματος τοῦ ἐν τῇ ἁγίᾳ σκηνῇ, γνωσθήσῃ σαφῶς.
ἕστηκας γὰρ ἐν μέσῳ δύο ζῴων, τουτέστι, τῶν Χερουβὶμ, καὶ ὄνομά σοι, τὸ ἱλαστήριον. καὶ ἀληθὴς ὁ λόγος· ὡς γὰρ αὐτός φησιν ὁ Χριστός “Οὐκ ἀπέστειλεν ὁ Πατὴρ ”τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον· ἀλλ᾽ ἵνα “σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.” <Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.> Προκεχρησμῴδηκε μὲν ὁ νόμος τὸ Χριστοῦ μυστήριον· καὶ μὴν καὶ ὁ τῶν ἁγίων προφητῶν προανεκεκράγει χορός· συμβάλλοντες δὲ χρησίμως τοῖς πάλαι περὶ αὐτοῦ γεγραμμένοις τὰ ἐν καιρῷ τῆς ἐπιδημίας συμβεβηκότα τε καὶ κατωρθωμένα, βεβαιοτέρους ἡμᾶς εἰς τὴν ἐπ᾽ αὐτῷ πίστιν προκαθιστᾶσιν οἱ μυσταγωγοὶ ποικίλως, καὶ αὐτοὺς δὲ πλειστάκις εὑρήσομεν τὸν οἰκεῖον ἐντεῦθεν ἐμπεδοῦντας νοῦν· ὁποῖον ἐστὶν ἐκεῖνο τὸ διὰ φωνῆς εὐαγγελιστῶν. ἐκβέβληκε μὲν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τοὺς βόας, καὶ τὰς τραπέζας ἀνέτρεψε τῶν κολλυβιστῶν, “Καὶ ποιήσας φραγέλλιον ”ἐκ σχοινίων πάντας ἐξέβαλε, λέγων Μὴ ποιεῖτε τὸν οἶκον “τοῦ Πατρός μου οἶκον ἐμπορίου·” καὶ τί τὸ ἐντεῦθεν; “Ἐμνήσθησαν, φησὶν, οἱ μαθηταὶ αὐτοῦ, ὅτι ἦν γεγραμ- ”μένον Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.”
οἰηθέντι δέ ποτε τῷ Ἰωσὴφ τὴν μνηστευθεῖσαν αὐτῷ διεφθάρθαι παρθένον, ἐθέλοντί τε λάθρα ἀπολῦσαι αὐτὴν, “Ὤφθη, φησὶν, ”ἄγγελος Κυρίου κατ᾽ ὄναρ λέγων Ἰωσὴφ υἱὸς Δαυεὶδ, μὴ “φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ”ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου. τέξεται δὲ “υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ ”σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ.” εἶτα λόγιον ἱερὸν παρεκόμιζε πρὸς πληροφορίαν· ἔφη γὰρ πάλιν ὡδί “Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ”τοῦ προφήτου λέγοντος Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει “καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ- ”μανουήλ.” εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Ἐμμανουὴλ ἐκ τῶν τοῖς προφήταις προεπηγγελμένων τὴν ἐφ᾽ ἑαυτῷ κρατύνοντα πίστιν, ἀξιοῦντά τε δι᾽ αὐτῶν ἤδη τῶν πραγμάτων ἐπιγινώσκεσθαι, καὶ τοῖς ἤδη προειρημένοις τὴν τῶν ἀποτελεσμάτων συμφέροντας ἔκβασιν, ἐνδοιάζειν οὐδαμῶς ὡς αὐτὸς εἴη λοιπὸν, ὁ διὰ νόμου καὶ προφητῶν προκεκηρυγμένος. ἧκον μὲν γὰρ πρὸς αὐτόν τινες τῶν Ἰωάννου μαθητῶν, φιλοπευστοῦντες καὶ λέγοντες “Ἰωάννης ὁ Βαπτιστὴς ἀπέστειλεν ”ἡμᾶς λέγων Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;”
ὁ δὲ, καίτοι λέγειν ἐξόν Ἐγὼ καὶ οὐχ ἕτερος, ἐπὶ τὴν ἀρχαίαν αὐτοὺς ἀναπείθει προάγγελσιν ἀναφοιτῆσαι λέγων “Πορευ- ”θέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ “ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ ”κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελί- “ζονται, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ”ἐμοί.” ἀτρεκὲς οὖν ὅτι, καθά φησιν ὁ Προφήτης, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, καὶ ὅτι κατὰ καιροὺς τοὺς πάλαι προωρισμένους ὡς ἐν θελήσει τε καὶ βουλῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνεδείχθη Χριστός. ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐπέφανεν ἡμῖν, ἐπεγνώσθη τε καὶ ὡμολόγηται, καθάπερ ἀμέλει καὶ πρό γε τῶν ἄλλων ὁ Ναθαναὴλ ἀνακεκράγει λέγων “Ῥαββὶ σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ”Ἰσραήλ.” ἐπεγνώσθη δὴ οὖν ἐν τῷ ἐγγίζειν τὰ ἔτη, τουτέστιν, ὡς ἐν τῷ καιρῷ τῆς μετὰ σαρκὸς οἰκονομίας. ἐπεγνώσθη τε παρά τε ἁγίων καὶ ἁπάσης ἤδη λοιπὸν τῆς ὑπ᾽ οὐρανόν. ἐγνώκαμεν γὰρ τὸν ἐν μέσῳ δύο ζῴων, ἱλαστήριον ὡς ἐν αἰνίγμασι νομικοῖς προανατυπούμενον, τουτέστι, Χριστόν. <Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.> Προσκέκρουκεν ἡ ἀνθρώπου φύσις τῷ Δημιουργῷ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὃς ὀλίγου παντελῶς ἠξίωσε λόγου τὴν δοθεῖσαν ἐντολήν.
τοιγάρτοι καὶ τεταράγμεθα καὶ διολώλαμεν, ἀρᾷ καὶ δίκῃ περιπεσόντες οἱ δείλαιοι, καὶ θανάτῳ κεκρατήμεθα παροργισθέντος Θεοῦ· ἤκουε γὰρ ὁ προπάτωρ Ἀδὰμ, ὡς ῥίζα τοῦ γένους “Γῆ εἶ, καὶ εἰς γῆν ”ἀπελεύσῃ.” πλὴν οὐ μέχρι παντὸς περιεῖδεν ἡμᾶς ὁ Δημιουργὸς, ἀλλὰ κατηλέησεν ὡς Θεός. εἰ γὰρ καὶ “Κατέπιεν ”ὁ θάνατος ἰσχύσας” κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀλλὰ “πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· ”τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς.” κατήργηται γὰρ ἐν Χριστῷ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης τῆς ἁμαρτίας, ἐφ᾽ ᾗ καὶ ὠνειδίσμεθα· “Κύριος γὰρ ἐμνήσθη ”ἡμῶν, καὶ ἠλέησεν ἡμᾶς,” καθὰ καὶ ὁ θεσπέσιος ἀναμέλπει Δαυείδ. ἀνεκόμισε γὰρ ἡμᾶς εἰς ἀφθαρσίαν καὶ ζωὴν, καίτοι τεταραγμένους, καθάπερ ἔφην ἀρτίως, ἀπόγε τῆς θείας ὀργῆς, ὡς καὶ ἐν ἐκλείψει γενέσθαι τοῦ Πνεύματος, τουτέστιν, ἐν ἀποθέσει τε καὶ ἀποβολῇ τῆς ψυχῆς· πράττεται γὰρ οὕτως ἐν ἡμῖν ὁ θάνατος. ὅτι δὲ καταδεδικάσμεθα μὲν τῷ θανάτῳ προσκεκρουκότες Θεῷ, σεσώσμεθα δὲ πάλιν ἠλεημένοι, πιστώσεται λέγων ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Δημιουργόν “Ἀποστρέψαντος δὲ σοῦ τὸ πρό- ”σωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψου- “σιν. ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ”ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.”
πεπονθότες μὲν γὰρ τὴν ἀποστροφὴν διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὑπεστρέψαμεν εἰς τὸν χοῦν ἐξ οὗπερ καὶ γεγόναμεν. ἐπειδὴ δὲ πάλιν ἐν Χριστῷ καὶ διὰ Χριστοῦ τὸ θεῖον πεπλουτήκαμεν Πνεῦμα, τῆς αὐτοῦ φύσεως γεγονότες μέτοχοι, κατὰ τὰς γραφὰς, ἀνεστοιχειώμεθα πρὸς τὸ ἐν ἀρχαῖς, καὶ κεκαινουργήμεθα καὶ σεσώσμεθα. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεῖος γέγραφε Παῦλος, ὅτι πάντα τὰ “ἐν Χριστῷ καινὴ κτίσις, ”καὶ τὰ ἀρχαῖα παρῆλθε, ἰδοὺ γέγονε τὰ πάντα καινά.” οὐκοῦν τεταράγμεθα μὲν ἐξ ἀρχῆς, τὰ ἐκ τῆς θείας ἀνατλάντες ὀργῆς. ἐπειδὴ δὲ ἐγγιζόντων τῶν ἐτῶν ἐπεγνώσθη Χριστὸς, ἀνεδείχθη δὲ κατὰ τοὺς πάλαι προωρισμένους καιροὺς, ἐμνήσθη λοιπὸν ἐλέους. δεδικαιώμεθα γὰρ οὐ “ἐξ ”ἔργων νόμου,” κατὰ τὰς γραφὰς, ἀλλ᾽ οὐδὲ “ἐξ ἔργων τῶν ”ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ “αὐτοῦ ἔλεος.” <Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέως.> Διττὴν ἔχει θεωρίαν τῶν προκειμένων ὁ νοῦς, καὶ δὴ ἐροῦμεν τὰ ἐπ᾽ αὐτοῖς ὡς ἔνι· ἑρμηνεύεται γὰρ Θαιμὰν ὁ νότος· ἔστι δὲ νοτιωτάτη λίαν ἡ ἔρημος Φαρὰν, οὗ καὶ ὁ Χωρὴβ ὄρος εἶναι λέγεται, ἔνθα παρέστησεν ὁ Μωυσῆς τῷ Θεῷ τοὺς ἐξ Ἰσραὴλ τῶν πρακτέων τοὺς ὁριστὰς ὁρίζοντι νόμους.
οὐκοῦν μίαν μὲν τοῖς προκειμένοις ἐφαρμόζοντες ἔννοιαν, ἐκεῖνό φαμεν· ἥξει φησὶν ὁ Θεὸς ἐκ Θαιμὰν, ἐξ ὄρους Φαρὰν ἤτοι Χωρὴβ, τουτέστιν, ὁ πάλαι κατὰ τὴν νοτιωτάτην ἔρημον ἐν τῷ ὄρει Χωρὴβ ὀφθεὶς τοῖς πατράσιν ἐν εἴδει πυρὸς, αὐτὸς ὁ πάλαι λαλήσας τὸν νόμον, ἥξει, καὶ μετὰ σαρκὸς ὀφθήσεται καθ᾽ ἡμᾶς, ἐν τάξει προφήτου καὶ μεσίτου· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωυσῆς, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ “Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ”ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς “τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ”ἐντείλωμαι αὐτῷ.” εἰ δὲ δὴ βούλοιτό τις τοῖς γεγραμμένοις προσβαλεῖν καὶ καθ᾽ ἕτερον τρόπον, ἔστι καὶ οὕτως.
Θαιμὰν, ὡς ἔφην, τὴν νοτιωτάτην ἔρημον ἀπεκάλουν. φασὶ τοιγαροῦν ἐν τοῖς ὅτι μάλιστα νοτιωτάτοις τῆς Ἰουδαίας μέρεσι κεῖσθαι τὴν Βηθλεὲμ, ἐν ᾗ ὁ Χριστὸς γεγέννηται· εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς προφήτου “Καὶ σὺ ”Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν “χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὃς ποι- ”μανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.” οὐκοῦν ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, τουτέστιν, ἐκ Βηθλεὲμ τῆς πρὸς νότον. ὁ γὰρ φύσει τε καὶ ἀληθῶς Θεὸς ὁ Μονογενὴς τοῦ Πατρὸς Λόγος καθ᾽ ἡμᾶς γεγονὼς, γεγέννηται διὰ γυναικὸς ἐν τῇ Βηθλεέμ. ἐπειδὴ δὲ ἔθος τῇ θείᾳ γραφῇ, τοῖς τῶν ὀρέων περιφανεστέροις ἔσθ᾽ ὅτε τὴν τῶν Ἰουδαίων παρεικάζειν Συναγωγὴν, διάτοι τὸ πλείστοις τε ὅσοις καὶ εὐκλεεστάτοις ἀνδράσιν ὁρᾶσθαι κατάκομον, ταύτῃτοι καὶ νῦν τῷ ὄρει Φαρὰν ἐξομοιοῖ, λέγων, ὡς ἐξ ὄρους ἥξει κατασκίου δασέος· κατάσκιον δὲ καὶ δασὺ τὸ ὄρος φησὶ διὰ τοὺς πατέρας ἐξ ὧν γενεαλογεῖται Χριστός. ἔστι γοῦν ἀκοῦσαι σαφῶς τοῦ μὲν μακαρίου Λουκᾶ τὸν τῆς γενεαλογίας ἐκλογισμὸν ἀναφέροντος ἐξ Ἰωσὴφ ἐπὶ τὸν Ἀδὰμ, Ματθαίου γεμὴν ἐκ Δαυείδ τε καὶ Ἁβραὰμ κατακομίζοντος πάλιν στοιχηδὸν, ὡς ἔφην, ἐπὶ τὸν Ἰωσήφ. ὄρος οὖν δασὺ καὶ κατάσκιον ἡ Συναγωγὴ, πολλοὺς ἐνεγκοῦσα κατὰ καιρὸν τοὺς ἐξ ὧν ἀνέφυ Χριστός. ὅτι γάρ ἐστιν ἐξ Ἰουδαίων, πῶς ἔστιν ἀμφιβάλλειν;
γεγέννηται γὰρ ἐξ αἵματος Ἁβραὰμ καὶ Δαυεὶδ, κατά γε τὴν σάρκα φημὶ, καὶ αὐτὸς δέ που φησὶ περὶ ἑαυτοῦ “Ὅτι ἡ σωτηρία ἐκ τῶν ”Ἰουδαίων ἐστίν.” <Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.> Γέγονε μὲν γὰρ ἱλαστήριον διὰ πίστεως τοῖς ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ὅτε πέφηνε καθ᾽ ἡμᾶς καὶ ἐν δούλου μορφῇ, τουτέστιν, ἄνθρωπος. ἔδοξε δέ πως ταύτης ἕνεκα τῆς αἰτίας καὶ αὐτῶν μειονεκτεῖσθαι τῶν ἁγίων ἀγγέλων, καὶ τῆς ἐκείνων εὐκλείας ἰέναι κατόπιν· ἀλλ᾽ ἦν ἀνωτάτω πάλιν ὡς Θεός. καὶ πιστώσεται λέγων ὁ σοφώτατος Παῦλος “Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττω- ”μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ “καὶ τιμῇ ἐστεφανωμένον.” ἐπειδὴ γὰρ γέγονεν “ὑπήκοος ”μέχρι θανάτου, θανάτου δὲ σταυροῦ” ταύτῃτοι· καθὰ γέγραφε πάλιν ὁ αὐτός· “ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ”ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ “ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων ”καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι “Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” ἀληθεύσει δὴ οὖν ὁ Προφήτης λέγων Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
οἱ μὲν γὰρ τὴν ἁγίαν οἰκοῦντες πόλιν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, “Πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελ- ”λόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν·” ὁ δὲ τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις· καὶ οὐδενὶ μὲν ἐκείνων εἴρηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός “Υἱός μου εἶ σὺ,” τὸν δὲ καὶ Υἱὸν ὁμολογεῖ καὶ ἀγαπητὸν ὀνομάζει, καὶ σύνεδρον ἔχει συνυμνούμενόν τε καὶ συμπροσκυνούμενον. ἔφη γὰρ πάλιν ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ “Ὅταν δὲ πάλιν ”εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ “προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.” οὐκοῦν κἂν εἰ γέγονεν ἱλαστήριον κατηγμένος εἰς ἀνθρωπότητα δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ ὑπὲρ πᾶσαν κτίσιν, ὁρατὴν δὴ λέγω καὶ ἀόρατον. καλύπτει γὰρ οὕτως οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔσται δὲ πλήρης καὶ ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ. τοῦτο καὶ αὐτὰ διακέκραγεν ἐναργῶς τὰ ἅγια Σεραφὶμ, τὸν θεῖον αὐτοῦ περιεστῶτα θρόνον, καὶ ταῖς εὐφημίαις ὡς Κύριον Σαβαὼθ καὶ τῶν ὅλων Θεὸν εὖ μάλα καταγεραίροντα· πλήρη γὰρ φάσκουσι τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ.
εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο λέγειν, ὅτι μεγάλη καὶ ὑπερτελὴς ἡ ἀρετὴ τοῦ Χριστοῦ, ὡς καὶ αὐτοὺς καλύψαι τοὺς οὐρανοὺς, εἰ ἐν μεγέθει νοοῖτο τῷ μετρητῷ, πιθανὸν εἰσδέξεται νοῦν· ἔφη γάρ που καὶ ὁ μακάριος Δαυείδ “Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ”ἀλήθειά σου ἕως τῶν νεφελῶν,” τὸ τῆς χρηστότητος ἐπηρμένον καὶ τῆς ἀληθείας τὴν ὑπεροχὴν ὡς ἐν ποσότητι τῇ κατὰ σῶμα καὶ κατὰ τόπους σημαίνων. <Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.> Ὅτι φωτιῶν ἀφίκηται τοὺς ἐν σκότει τὸ διὰ πίστεως ἱλαστήριον, τουτέστι, Χριστὸς, σαφὲς ἂν γένοιτο καὶ διὰ φωνῆς τῶν ἁγίων προφητῶν. ὁ μὲν γὰρ ἔφασκε “Χώρα ”Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παρα- “λίαν κατοικοῦντες Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθή- ”μενος ἐν σκότει, εἶδε φῶς μέγα·” ὁ δὲ “Φωτίζου, φωτίζου ”Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα Κυρίου ἐπὶ “σὲ ἀνατέταλκε,” μεμαρτύρηκε δὲ καὶ αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων “Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ ”Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιο- “σύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.” δικαιοσύνη γὰρ καὶ σωτήριον ὁ Χριστὸς, “ὃς ἐγενήθη ἡμῖν ”σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύ- “τρωσις,” κατὰ τὰς γραφάς.
οὐκοῦν οἷάπερ ἐν σκότει βαδίζουσι λαμπὰς ἡμῖν ἀνεδείχθη ὁ Χριστὸς, διὰ παιδεύσεως εὐαγγελικῆς τῆς ἀρχαίας ἐκείνης ἀπαλλάττων ἀχλύος, ἣν ταῖς ἡμετέραις διανοίαις ἐνιεὶς ὁ πάντων ἐχθρὸς, καταθρεῖν οὐκ ἠφίει τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, οὔτε μὴν τὴν τῆς εὐσεβείας καὶ ζωῆς κατασκέπτεσθαι τρίβον. τὸ τοίνυν φέγγος, ὅπερ ἡμῖν ἔδειξεν ὁ Χριστὸς, ὡς φῶς ἔσται, τουτέστιν, οὐκ ἀμυδρὸν οὐδὲ οἷον ἀσθενὲς, καθάπερ ἀμέλει τὸ διὰ Μωυσέως· ἐν αἰνίγμασι γὰρ καὶ σκιαῖς ὁ νόμος· ἀλλ᾽ ὡς φῶς καθαρὸν καὶ ἀμιγὲς ἀχλύος, καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδυόμενον, καὶ τὴν νοητὴν ἡμῖν ἐναστράπτον αὐγὴν, καὶ τὴν τῆς ἀκιβδήλου γνώσεως ἐνοικίζον ἀκτῖνα. <Κέρατα ἐν χερσὶν αὐτοῦ.> Τὸ κέρας ἀεὶ λαμβάνεται παρὰ ταῖς θεοπνεύστοις γραφαῖς ἢ εἰς βασιλείαν καὶ δύναμιν, ἤγουν εἰς ὑπεροψίαν. καὶ τοῦτο διδάσκει ὁ μακάριος Δαυεὶδ λέγων “Εἶπα τοῖς παρανομοῦσι ”Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μὴ ὑψοῦτε κέρας· “μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ ”τοῦ Θεοῦ ἀδικίαν.” “ὑπέρογκα γὰρ ματαιότητος ῥήματα ”φθεγγόμενοί” τινες, κατὰ τὸ γεγραμμένον, ἀδικίαν κατὰ τοῦ Θεοῦ λαλοῦσι, τῶν περὶ αὐτοῦ δογμάτων παρασημαίνοντες τὴν ὀρθότητα, ἢ καὶ καθ᾽ ἕτερον ὁντινοῦν περιυβρίζοντες τρόπον.
Δυνάμεως δὲ σημαντικὸν τὸ κέρας, ὅταν λέγηται περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναδείξαντος ἡμῖν τὸν Υἱόν· “ἤγειρε κέρας ”σωτηρίας ἡμῖν,” καὶ πάλιν “Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ”ἐν δόξῃ.” ἐν εὐκλείᾳ δὲ πάντα τὰ ἐν δυνάμει Χριστοῦ παραδόξως κατωρθωμένα. ἀφῖκται δὴ οὖν ὁ Μονογενὴς ἐν εἴδει μὲν τῷ καθ᾽ ἡμᾶς, καὶ ὅσον ἧκεν εἰς σάρκα καὶ ἀνθρωπότητα, τῆς ἐν ἡμῖν ἀσθενείας ὑπομένων τὴν δόκησιν· πλὴν ἐν χερσὶν ὡς Θεὸς ἔχων πάντα τὰ κέρατα, τουτέστι, πάσας τὰς βασιλείας, κατὰ πᾶσαν τὴν δύναμιν τῶν ἀντικειμένων ἐνεργειῶν. τὸ δὲ ἐν χερσὶν ὅταν λέγωμεν, τὸ ἐν ἐξουσίᾳ λέγομεν. καὶ γοῦν πρὸς Θεὸν δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς, “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.” ὅτι δὲ ὑπενήνεκται τῷ Χριστῷ πᾶσα δύναμις διαβολικὴ, καὶ τὰ καλούμενα κέρατα, τουτέστιν, αἱ κατὰ πόλεις τε καὶ χώρας τῶν ἀκαθάρτων πνευμάτων τυραννίδες· διεμερίσαντο γὰρ τὴν σύμπασαν γῆν· πῶς ἂν ἐνδοιάσειέ τις; τὰ μὲν γὰρ ἐπ᾽ ἐξουσίᾳ τῶν ἀνθρώπων ἐξήλαυνε, τὰ δὲ προσῄεσαν “καὶ παρεκάλουν ”αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.” γέγραπται γὰρ οὕτως παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς. ὅτι δὲ τῆς καθ᾽ ἡμῶν τυραννίδος καὶ αὐτὸν ἀπεσόβησε τὸν τῶν ἀκαθάρτων πνευμάτων ἐπιστάτην, τουτέστι τὸν σατανᾶν, ἀκονιτὶ καταθρήσομεν, αὐτοῦ λέγοντος τοῦ Χριστοῦ “Νῦν ”κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου “ἐκβληθήσεται ἔξω.
κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας ”ἑλκύσω πρὸς ἐμαυτόν.” οὐκοῦν κἂν εἰ γέγονεν ἄνθρωπος, ἀλλ᾽ οὖν ἐν χερσὶ, τουτέστιν ἐν ἐξουσίᾳ, τὰς τῶν ἀντικειμένων δυνάμεων ἔχει τυραννίδας ἤτοι βασιλείας ἤγουν καὶ δυνάμεις. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο νοεῖν ἀπεριεργότερον, ὡς ἐν χερσὶν ἔχει κέρατα Χριστὸς, τουτέστιν, ἄμαχόν τε καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, καὶ οὓς ἂν ἕλοιτο τῶν ἐχθρῶν κεραΐζουσαν εὐκόλως καὶ καταδῃοῦσαν εὐχερῶς, καὶ οἷον μόσχου δίκην ἀφορήτως ἐπιθρώσκουσαν, συνήσει πάλιν ὀρθῶς. <Καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.> Δύο ταῦτα κατορθώσων ἀφίκετο Χριστὸς, καθελεῖν μὲν τοὺς δι᾽ ἐναντίας, οἳ πᾶσαν ἐπλάνησαν τὴν ὑπ᾽ οὐρανόν· ἀπεκόμισαν γὰρ τοῦ κτίσαντος Θεοῦ, τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην κλέπτοντες δόξαν, καὶ ταῖς σφῶν αὐτῶν ἀνάπτοντες κεφαλαῖς· ἀνασώσειν δὲ τοὺς ἠπατημένους καὶ δυσδιάφυκτον ἀληθῶς ὑπομείναντας πλεονεξίαν. ἀλλ᾽ ὅτι μὲν τὰ ἐκείνων οἴχεται καὶ κατηφάνισται παντελῶς, ἐδίδαξεν εἰπών “Κέρατα ἐν χερσὶν αὐτοῦ,” τὰ καταστρέφοντα δηλονότι τὰ ἐκείνων κράτη, καὶ οἷον ἐκκεραΐζοντα τὴν ὑπεροψίαν. ὅτι δὲ ἔμελλεν ἀνασώζειν ἡμᾶς, προσαποδείκνυσι λέγων Ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
σεσώσμεθα γὰρ “οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν” αὐτοὶ, οὐκ ἐξ αὐχημάτων νομικῶν· τετελείωκε γὰρ ὁ νόμος οὐδένα· ἀλλ᾽ ἐξ ἡμερότητος τοῦ Θεοῦ καὶ Πατρὸς, κραταιὰν, τουτέστιν ἰσχυρὰν καὶ μεγάλην, θέντος τὴν ὑπὲρ ἡμῶν ἀγάπησιν τοῦ Υἱοῦ. “Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς καὶ Πατὴρ τὸν κόσμον, ”ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ “πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.” σεσώσμεθα δὴ οὖν ἐξ ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ τὸν ὑπὲρ ἡμῶν ἀνατλάντος θάνατον· εἰ καὶ ἀνεβίω πάλιν, καταργήσας μὲν τὸ τῆς φθορᾶς κράτος, ἀποστήσας δὲ ἡμῶν τὴν ἁμαρτίαν. τοιγάρτοι καὶ ἔφασκε “Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν ”αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.” κραταιὰ τοιγαροῦν ἀληθῶς ἡ ἀγάπησις τῆς ἰσχύος τοῦ Θεοῦ καὶ Πατρὸς, δι᾽ ἧς καὶ θανάτου καὶ ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξῃρήμεθα. <Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος.> Προβαδιεῖται, φησὶν, αὐτοῦ προάγγελσις καὶ προαναπτήσεται θρῦλος, καὶ πολὺς ἔσται λόγος περὶ αὐτοῦ. ἅμα τε γὰρ ἐκ τῆς ἁγίας παρθένου γεγέννηται Χριστὸς, καὶ ἧκον εὐθὺς ἐξ ἀνατολῶν οἱ Μάγοι, μονονουχὶ καταγγέλλοντος αὐτοῖς τὴν γέννησιν οἰκονομικῶς τοῦ παραδόξως ὀφθέντος κατὰ τὸν οὐρανὸν ἀστέρος.
ἐπειδὴ δὲ προβαίνοντος τοῦ καιροῦ καὶ σημείων ἤρξατο καὶ τῶν παραδόξων ἐργάτης εἶναι, τότε “ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ,” καθά φησιν ὁ εὐαγγελιστὴς, “εἰς ὅλην ”τὴν Συρίαν.” ἄλλως τε καὶ διαβόητος γέγονεν ἐν πάσῃ ἀληθῶς τῇ ὑπ᾽ οὐρανόν. τίς γὰρ ἠγνόηκε τὴν δόξαν Χριστοῦ; ποῖον ἔθνος, ἢ χώρα τῆς ἐνούσης αὐτῷ ἰσχύος μεμένηκεν ἀνήκοον ἢ ἀπείρατον; ὡς γὰρ αὐτὸς ἔφη πάλιν, κεκήρυκται τὸ εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, καὶ περιπεφοίτηκεν ἡλίου δίκην τὴν σύμπασαν γῆν ἡ τῶν παρ᾽ αὐτοῦ γεγονότων λαμπρότης. <Καὶ ἐξελεύσονται εἰς πεδία οἱ πόδες αὐτοῦ.> Ὅμοιον ὡς εἰ λέγοι πάλιν Οὐδὲν ἄναντες αὐτῷ καὶ ἀνήνυτον· βαδιεῖται δὲ ὥσπερ ἐφ᾽ ἑκάστῳ πράγματι διὰ ψιλῆς τε καὶ λείας ὁδοῦ. βάσιμα μὲν γὰρ καὶ εὐπόρευτα τῶν πεδίων τὰ ἐψιλωμένα· δυσχερῆ δὲ καὶ οὐχ ἱππήλατα τὰ εἰς γηλόφους ἀνεστηκότα. εὔκολα δὴ οὖν τὰ πάντα τῷ Χριστῷ καὶ ἣν ἂν βούλοιτο διάττειν ὁδὸν, τὴν ἐφ᾽ ἑκάστῳ φημὶ τῶν δρωμένων, αὕτη που πάντως ἐστὶ καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. τί γὰρ οὐκ ἂν κατορθώσειε, καὶ λίαν ἀμογητὶ, Θεὸς ὢν φύσει καὶ τῶν δυνάμεων Κύριος; οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν ἐν τοῖς πεδίοις ἰόντων τῆς ἐν πράγμασι θεωρίας ποιεῖται τὴν δήλωσιν.
εἰ δὲ δὴ βούλοιτό τις πεδία νοεῖν τοὺς ταπεινοὺς τὴν καρδίαν οἳ καὶ “γῆ θελητὴ” χρηματίζουσι καὶ “Θεοῦ γεώργιον,” ἅτε δὴ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ δεχόμενοι σπόρον, καὶ ποιοῦντες καρπὸν, οἱ μὲν ἑκατὸν, οἱ δὲ ἑξήκοντα, οἱ δὲ τριάκοντα, νοήσει πάλιν ὀρθῶς. ἔξεισι γὰρ ὥσπερ εἰς τὰ τοιαῦτα πεδία γεωργήσων ὁ Υἱὸς, κατ᾽ ἐκεῖνό που πάντως τὸ παρ᾽ αὐτοῦ λεγόμενον ὡς ἐν εἴδει παραβολῆς “Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν ”σπόρον αὐτοῦ.” ψάλλει δέ που καὶ ὁ Δαυείδ “Καὶ τὰ ”πεδία σου πλησθήσονται πιότητος·” προσετίθει δὲ ὅτι “Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.” ὅτι δὲ νοηταὶ πάλιν καὶ αἱ κοιλάδες ἐφῆκε νοεῖν προσεπενεγκὼν εὐθύς “Κεκρά- ”ξονται, καὶ γὰρ ὑμνήσουσιν.” οὐ γὰρ τῶν ἀναισθήτων κοιλάδων τὸ ὑμνεῖν ἐστιν, ἤτοι διακεκραγέναι, ἀλλὰ τῶν νοητῶν· τούτοις δ᾽ ἂν δρόσου δίκην ὁ θεῖός τε καὶ ἄνωθεν ἐνιζήσειε λόγος. <Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ.> Τὸ ἔστη πλειστάκις νοηθείη ἂν παρά γε τῇ θεοπνεύστῳ γραφῇ καὶ ὡς ἐπί τινος πράγματος εἰς πέρας ἐκβεβηκότος. οἷον ὡς εἴτις λέγοι τυχόν Ἔστη τόδε τὸ πρᾶγμα, ἤγουν ὁ τοῦδε λόγος, τουτέστιν, ὡρίσθη καὶ πέπρακται. οὕτω καὶ ἡ Σεπφώρα τὸ Μωυσέως τῇ ψήφῳ περιτεμοῦσα παιδίον, πρὸς τὸν ἄγγελον ἔφασκε τὸν ὀλοθρευτήν “Ἔστη τὸ αἷμα ”τῆς περιτομῆς τοῦ παιδίου μου.”
οὐ γὰρ ὅτι πέπαυται τοῦ αἵματος ἡ ῥύσις κατασημαίνειν ἤθελεν, ἀλλ᾽ ὅτι πέπρακται τῆς περιτομῆς τὸ χρῆμα, καὶ τετέλεσται τὸ ζητούμενον· δυσωπεῖ γὰρ θάνατον, ὁ τῇ νοητῇ φήφῳ περιτεμνόμενος· αὕτη δέ ἐστι τὸ πνεῦμα τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ Ἰησοῦς ὁ μετὰ Μωυσέα διαβιβάσας τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ μαχαίραις πετρίναις προστέταχε περιτέμνεσθαι, τῆς ἐν πνεύματι περιτομῆς ἀποπληρῶν τὸν τύπον. ὥσπερ γὰρ ὠνόμασται πέτρα ὁ Χριστὸς, οὕτω καὶ ψῆφος, ἤγουν μάχαιρα πετρίνη, τὸ Πνεῦμα αὐτοῦ. οὐκοῦν τὸ ἔστη κατασημαίνει πολλάκις καὶ πράγματος πλήρωσιν.
Ἔστη τοίνυν ὁ Χριστός· τουτέστιν, εἰς πέρας ἐκβέβηκε τὰ περὶ αὐτοῦ, καὶ ὤφθη τοῖς ἐπὶ τῆς γῆς· καὶ ἐσαλεύθη ἡ γῆ. γῆν δέ φησι τοὺς κατοικοῦντας τὴν γῆν, οἳ καὶ ἐσαλεύθησαν. καὶ τίνα δὴ τρόπον, φέρε λέγωμεν ὡς ἔνι. οἱ γὰρ πάλαι τὸν νοῦν οἷον ἀκράδαντον ἔχοντες εἰς τὸ θέλειν ἐργάζεσθαι τὰ πονηρὰ, οἱ ἑδραῖοι πρὸς ἀσεβείας, οἱ πεπηγότες εἰς φιλοσαρκίας, οἱ ἐρηρεισμένοι πρὸς πλάνησιν, σεσάλευνται καὶ κεκίνηνται, μετατεθειμένοι πρὸς θεογνωσίαν καὶ πρὸς ἔφεσιν ἀρετῆς. κεκίνηνται δὲ ὁμοίως καὶ τῆς κατὰ νόμον λατρείας οἱ ἐξ αἵματος Ἰσραὴλ, τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι· μετακεχωρήκασι γὰρ εἴς γε τὸ ἑλέσθαι βιοῦν εὐαγγελικῶς, καὶ τοῖς τοῦ Σωτῆρος πολιτεύεσθαι νόμοις. ὅτι δὲ τὸ σαλεύεσθαι τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάθεσιν ἔσθ᾽ ὅτε δηλοῖ, σαφὲς ἂν γένοιτο, τοῦ μακαρίου Δαυεὶδ ψάλλοντός τε καὶ λέγοντος “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.” οὐ γάρ που φαμὲν καταδονεῖσθαι τὴν γῆν· ταύτην δέ φημι τὴν ὑπὸ πόδας ἀνθρώπων καὶ αἰσθητήν· παρακαλεῖν αὐτόν· ἐζήτει δὲ μᾶλλον τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω γενέσθαι μετάστασιν.
Καὶ εἷς μὲν οὗτος τῶν προκειμένων ὁ νοῦς, εἰσδέξεται δέ τις καὶ ἕτερον ἐπ᾽ αὐτοῖς κατὰ τοιόνδε τινὰ τρόπον. Ἔστη φησὶ καὶ ἐσαλεύθη ἡ γῆ. δύο δὴ ταῦτα πέπονθεν ἡ γῆ, ἔστη τε γὰρ καὶ σεσάλευται. καὶ τίς ἂν εἴη πάλιν ὁ ἐπ᾽ ἀμφοῖν λόγος, διατρανοῦν ἀναγκαῖον. ἔστη τοίνυν· μεθύουσα γὰρ ὥσπερ καὶ κατασειομένη ῥᾳδίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ οἷον παντὶ πνεύματι περιφερομένη, βεβαίαν ἔχει λοιπὸν καὶ ἐρηρεισμένην τὴν στάσιν, ἐμπεδοῦντος αὐτὴν τοῦ Χριστοῦ, κατ᾽ ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς Ἡσαΐου πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν εἰρημένον “Στῆσον σεαυτὴν Σιών.” σεσάλευται δὲ πάλιν, καθάπερ ἤδη προεῖπον, τῆς ἀρχαίας ἀπάτης ἀποχωρήσασα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων τῷ Θεῷ τιμῶσα μετάθεσιν. παράδοξον οὖν ἀληθῶς, τὸ καθ᾽ ἕνα καιρὸν στῆναί τε καὶ σαλευθῆναι τὴν γῆν. Χριστὸς γάρ ἐστιν ὁ καὶ ἱδρυμένην αὐτὴν ἀποτελῶν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ μελετᾶν ἀναπείθων τὸν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω κλόνον. <Ἐπέβλεψε καὶ ἐτάκη ἔθνη· διεθρύβη τὰ ὄρη βίᾳ.> Τὸ ἐπιβλέψαι Θεὸν, δηλοῖ μὲν ἔσθ᾽ ὅτε τὴν ὡς ἐν πραότητι καὶ ἀγάπῃ κατάσκεψιν, ποτὲ δὲ τὴν ἐν θυμῷ τε καὶ ἀπειλῇ. “Καὶ γοῦν ἐπὶ τίνα, φησὶν, ἐπιβλέψω ἀλλ᾽ ”ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς “λόγους;”
ἐλιπάρει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ οὕτω λέγων “Ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με·” διὰ δέ γε φωνῆς Ἰεζεκιὴλ ἔφασκε περί τινος, ὅτι “Καὶ στηριῶ τὸ ”πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι “αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ ”μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.” τοῦτο δὲ ἦν ἀπειλοῦντος ὀργὴν καὶ ὄλεθρον καὶ τὴν τοῖς παροτρύνουσι πρέπουσαν δίκην. ἅμα τε τοίνυν ἐπέβλεψεν ὁ Χριστὸς, τουτέστιν, ἐν ὀργῇ τὸ ὄμμα τισὶν ἐπήνεγκε, καὶ παραχρῆμα κηροῦ δίκην ἐτάκησαν, καὶ οἷον πυρὸς καταφλέγοντος διεθρύβη τὰ ὄρη βίᾳ. ἔθνη δὲ καὶ ὄρη φησὶ τὰ ἀκάθαρτα πνεύματα, καὶ τοὺς ἐν αὐτοῖς ὑψηλούς τε καὶ ἐπηρμένους καὶ ὀρῶν δίκην τῶν ἄλλων ἀνεστηκότας· ἐν φαυλότητι δὲ πάντως ἡ ὑπεροχὴ, καὶ ἐν ὑπεροψίαις τὸ πλεονέκτημα. ἢ τάχα που καὶ κατ᾽ ἰσχὺν τὸ τῆς ἐνούσης αὐτοῖς ἀγριότητος μέτρον. ὑπέροπτα γὰρ τὰ δαιμόνια, καὶ γοῦν ἀντεξάγει Θεῷ, καὶ τὴν αὐτῷ πρέπουσαν δόξαν ἑαυτοῖς ἀνάπτειν ἐπείγονται. πλὴν διεθρύβησαν βίᾳ. συνθραύονται γὰρ ἐν δυνάμει Χριστοῦ, καὶ κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ ὑπὸ πόδας τέθεινται τῶν πεπιστευκότων.
ὄρος δέ που καὶ ἑτέρωθι κατωνόμασται πάλιν ὁ σατανᾶς, πρὸς ὃν ἔφη που ὁ Θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς ἐκ προσώπου τοῦ Ναβουχοδονόσορ “Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὸ ὄρος τὸ ”διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν.” <Ἐτάκησαν βουνοὶ αἰώνιοι.> Μνημονεύσας αἰνιγματωδῶς τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων, αἳ καὶ ἀντιπράττουσι τῇ δόξῃ τοῦ Χριστοῦ, καταστρέφουσαι πρὸς ἁμαρτίαν τοὺς ἐπὶ τῆς γῆς, εἰσκεκόμικεν ἀναγκαίως καὶ τῆς Ἰουδαίων Συναγωγῆς τοὺς προεστηκότας, οὓς καὶ βουνοὺς ὀνομάζει, διάτοι τὸ ἦρθαι δοκεῖν ὑψοῦ καὶ ὑπερκεῖσθαι τῶν ἄλλων, κατά γε τὴν τάξιν τῆς ἱερουργίας καὶ τὴν ἐντεῦθεν τιμήν. αἰωνίους δέ φησιν αὐτοὺς, διὰ τὸ τοῦ πράγματος διηνεκές· ἀκατάληκτος γὰρ ἡ τοῦ Θεοῦ λειτουργία· δοξάζεται γὰρ ἐν παντὶ καιρῷ τε καὶ χρόνῳ. εἰ γὰρ καὶ πέπαυται τυχὸν τῆς ὡς ἐν σκιαῖς καὶ τύποις λατρείας ἡ δύναμις, ἀλλ᾽ οὖν ἡ τοῦ πράγματος φύσις μετακεχώρηκεν ἐπὶ τὸ ἄμεινον. λειτουργοῦσι γὰρ οὐδὲν ἧττον Θεῷ τῶν ἁγίων ἐκκλησιῶν οἱ προεστηκότες, καὶ τὴν ἀναίμακτον αὐτῷ τελοῦσι θυσίαν. αἰώνιοι τοιγαροῦν οἱ βουνοὶ διὰ τὸ τῆς λειτουργίας διηνεκές τε καὶ ἀκατάληκτον. πλὴν τοῖς ὄρεσι τοῖς νοητοῖς ὁμοῦ συνεθραύσθησαν, καὶ τοῖς ἔθνεσι συνετήκοντο.
ἐπειδὴ γὰρ πεφρονήκασι τὰ τοῖς δαιμονίοις ἁνδάνοντα, καὶ τὸ τῷ διαβόλῳ δοκοῦν πεπληρώκασι, σταυρῷ παραδόντες τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ κατὰ πολλοὺς αὐτῷ τρόπους ἐμπαροινήσαντες, ταύτῃτοι δικαίως τὴν αὐτὴν ἐκείνοις ἀνατλάντες δίκην καθῄρηνται καὶ πεπτώκασι, καὶ ᾗ φησιν ὁ προφήτης “Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ”ὁ ἀναστήσων αὐτόν.” <Πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον.> Πορείας ἔσθ᾽ ὅτε καὶ ὁδοὺς καὶ τρίβους, τὰς θείας ἐντολὰς ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασιν, ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου “Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρί- ”βους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, “καὶ βαδίζετε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ”ὑμῶν·” καὶ μὴν καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυείδ “Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν ”μου.” ἐτάκησαν δὴ οὖν βουνοὶ, φησὶ, τουτέστιν, οἱ παρὰ τοῖς Ἰουδαίοις τὴν τοῦ καθηγεῖσθαι λαχόντες δόξαν, καὶ τὰ τῆς κατὰ νόμον ἱερουργίας ἀνημμένοι αὐχήματα. τὰς γάρ τοι πορείας, ἤτοι τὰς ἐντολὰς τοῦ Ἐμμανουήλ· δῆλον δὲ ὅτι τὰ εὐαγγελικὰ θεσπίσματα· καὶ τῶν ἀρχαίων χρησμῳδημάτων τὴν ἀσυγκρίτως ἀμείνω τε καὶ φανοτέραν παίδευσιν ἀντὶ κόπων εἶδον, τουτέστιν, ἡγήσαντο φορτικὴν καὶ ἱδρῶτος ἔμπλεω, καίτοι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ ”πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
ἄρατε τὸν ζυγόν “μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ”ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς “ὑμῶν. ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ”ἐλαφρόν ἐστι.” δύσοιστον δὲ καὶ ἑτέρως ἐποιοῦντό τινες τὰς πορείας αὐτοῦ, δι᾽ ὧν ἦν δύνασθαι διάττειν εὐκόλως εἰς ζωὴν αἰώνιον. ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς μυστικῆς εὐλογίας τὴν δύναμιν ἥτις ποτέ ἐστι διεσάφει λέγων “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα ”τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ “ἔχετε ζωὴν ἐν ἑαυτοῖς.” οἱ δὲ τῶν οὕτω σεπτῶν ἀκροώμενοι λόγων παραληροῦντες ἔφασκον “Σκληρός ἐστιν ὁ λόγος ”οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; πῶς δύναται ἡμῖν οὗτος “δοῦναι τὴν σάρκα φαγεῖν;” ἐπεμαρτύρατο δὲ λέγων ὁ Εὐαγγελιστὴς ὅτι “Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ”ἀπῆλθον. εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπά- “τουν.” ὅτε καὶ αὐτοῖς τοῖς μαθηταῖς προσετίθει Χριστὸς τὸ, εἴπερ ἕλοιντο καὶ αὐτοὶ ἀποφοιτᾶν αὐτοῦ λέγων “Μὴ καὶ ”ὑμεῖς θέλετε ὑπάγειν;” προσυπήντα γεμὴν ὁ θεσπέσιος Πέτρος διακεκραγώς “Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥή- ”ματα ζωῆς αἰωνίου ἔχεις.” οὐ γὰρ τεθέανται τὰς πορείας ἀντὶ κόπων αὐτοὶ, ἀλλ᾽ ἦν ἡδύς τε αὐτοῖς καὶ ἀξιάκουστος ἀληθῶς ὁ λόγος. αἰωνίους δὲ τὰς πορείας εἶναί φησιν.
πεπαύσεται γὰρ οὐδαμῶς, παρατενεῖ δὲ μᾶλλον εἰς αἰῶνα τὸν ἐνεστηκότα, καὶ μέχρι παντὸς στήσεται τὸ εὐαγγελικόν τε καὶ σωτήριον κήρυγμα, καίτοι τῆς ἀρχαιοτέρας καὶ νομικῆς παλαιωθείσης ἐντολῆς, καὶ τὸ ἄμεμπτον οὐκ ἐχούσης, καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ διὰ τοῦτο τῆς δευτέρας εἰσκεκομισμένης, “ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίας” νενομοθετῆσθαι λέγεται. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἐν πνεύματι προανακέκραγε λέγων πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς ”τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.” οὐ μεμένηκε γὰρ, ὡς ἔφην, τὰ ἐν σκιαῖς, ἀλλὰ καὶ κατέληξαν μὲν οἱ τύποι, διαπέπηγε δὲ τὰ Χριστοῦ, καὶ μέχρι παντὸς τὸ ἀκράδαντον ἔχει. <Σκηνώματα Αἰθιόπων πτοηθήσονται, καὶ σκηναὶ γῆς Μαδιάμ.> Τὰ χρηστότερα τῶν διηγημάτων ἀεί πως ἔχει τὸ ἀξιάκουστον, καὶ ἀπροσκορῆ τὴν ἐπαγγελίαν, κἂν εἰ διὰ τῶν αὐτῶν τις ἴοι ῥημάτων. προαφηγησάμενος τοίνυν τῶν ἀντικειμένων δυνάμεων τὴν εἰς τὸ ἄναλκι φορὰν, καὶ παραδείξας αὐτὰς ὡς ἐν ὁμοιώματι τῶν ἐθνῶν τηκομένας, καὶ μὴν καὶ ὡς ὄρη συντριβομένας, παρεικάζει πάλιν αὐτὰς τοῖς ἀλλοφύλοις, οἳ τῆς Ἰουδαίων κατεστρατεύοντο γῆς. οὗτοι δὲ ἦσαν οἵ τε πρὸς ἠῶ καὶ νότον Αἰθίοπες τὴν Ἰνδικὴν προσοικοῦντες θάλασσαν, καὶ μέντοι καὶ Μαδιηναῖοι, καὶ αὐτοὶ τὴν ὅμορον οἰκοῦντες ἔρημον.
πτοηθήσονται τοίνυν, φησὶν, οἱ τῇ ἁγίᾳ μαχόμενοι πόλει, ἵνα νοῶμεν τὴν νοητὴν Σιὼν, ἥτις ἐστὶν Ἐκκλησία Χριστοῦ, ἣν οἰκοῦσιν οἱ ἅγιοι, καὶ τὸ ἀπόλεκτον γένος, ὡς ἐν τύπῳ πάλαι τῷ Ἰσραὴλ, καθὸ καὶ ἑρμηνεύεται Νοῦς ὁρῶν Θεὸν ὁ Ἰσραήλ. τεθαύμασται δὲ καὶ ὁ Ναθαναὴλ, ὡς “ἀληθῶς ὢν Ἰσραηλίτης, ἐν ᾧ δόλος ”οὐκ ἔστιν.” οὐκοῦν ὡς ἐν εἰκόνι καὶ τύποις τοῖς Αἰθίοψι καὶ Μαδιηναίοις, οἳ τὸ ἀπόλεκτον ἀεὶ κακοῦν ἤθελον γένος, τουτέστι τὸν Ἰσραὴλ, τὰ τῶν δαιμονίων συνήσομεν στίφη, τὰ τοῖς ἁγίοις ἀνθεστηκότα. φαίη δ᾽ ἄν τις καὶ ἑτέρως Αἰθίοπας ὀνομάζεσθαι τοὺς εἰδωλολάτρας, οἷς ὁ βίος ἐστὶ σαρκικὸς, γεώδης τε καὶ ἐν ἀκαθαρσίαις· Αἰθίοπες δὲ οἱ τοιοῦτοι· τὸ γάρ τοι θεῖον εἰς νοῦν οὐκ ἔχουσι φῶς, ἀλλ᾽ εἰσὶ μονονουχὶ μέλανες τὴν καρδίαν καὶ κατεσκοτισμένοι τὰς φρένας, οἷς καὶ ὁ δράκων εἰς κατάβρωσιν δεδόσθαι λέγεται. ψάλλει γάρ που καί φησιν ὁ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δρά- ”κοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.” ὥσπερ γὰρ ἡμεῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον πνευματικὴν καὶ ἁγίαν πεποιήμεθα τροφὴν, οὕτω καὶ οἱ φιλαμαρτήμονες καὶ τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες μονονουχὶ σιτοῦνται τὸν σατανᾶν, αὐτὸν ἔχοντες εἰς νοῦν, καὶ τὰ αὐτοῦ φρονοῦντες καὶ λέγοντες. Μαδιηναῖοι δὲ πάλιν εἶεν ἂν, ὡς ἔφην, οἱ τοῖς ἁγίοις δυσμενεῖς.
εἰ δὲ δή τις ἕλοιτο καὶ τὴν τοῦ ὀνόματος πολυπραγμονῆσαι δύναμιν, ἑρμηνεύεται Μαδιηναῖος κατακεκριμένος, ἤτοι καταδεδικασμένος· πρέποι δ᾽ ἂν ἡ τοιάδε κλῆσις αὐτῷ τε τῷ σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς “Οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα ”τετήρηται.” <Μὴ ἐν ποταμοῖς ὀργισθῆς, Κύριε; ἢ ἐν ποταμοῖς ὁ θυμός σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει Κύριος.> Σκοπὸς τῷ Προφήτῃ τῆς ἀρχαίας οἰκονομίας ἀμείνω τε καὶ φανοτέραν καὶ ἐπὶ μείζοσιν ἀσυγκρίτως γεγενημένην ἀγαθοῖς ἀποφῆναι τὴν δευτέραν. πάλαι μὲν γὰρ διὰ Μωυσέως σαρκικῆς δουλείας ἐξεκόμιζε τὸν Ἰσραὴλ, μεταστοιχειώσας μὲν εἰς αἷμα τοὺς τῶν Αἰγυπτίων ποταμοὺς, σημεῖά τε καὶ τέρατα πεποιηκώς· εἶτα διαστήσας τὴν θάλασσαν τὴν Ἐρυθρὰν, καὶ διαβιβάσας μὲν τοὺς λελυτρωμένους, ἐναποπνίξας γεμὴν τοῖς ὕδασι τοὺς τῶν Αἰγυπτίων μαχιμωτάτους.
ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ταῖς τοῦ διαβόλου πλεονεξίαις ὑπεζευγμένην ὅλην ἐξείλετο τὴν ὑπ᾽ οὐρανὸν, οὐ ποταμοὺς εἰς αἷμα μεταβαλὼν, οὐχ ὕδασι τὴν ἰδίαν ἐπιχέων ὀργὴν, οὐ θαλάσσης κύματα διελὼν, οὐκ ἀνθρώποις ὄλεθρον ἐπιφέρων· ἀποκτείνας δὲ μᾶλλον αὐτὸν τὸν μιαιφόνον δράκοντα, καὶ τὴν παρ᾽ αὐτοῦ τε καὶ δι᾽ αὐτὸν ηὑρημένην καθελὼν ἁμαρτίαν, καὶ τὸ δυσάντητον τοῦ θανάτου καταλύσας κράτος, καὶ καλέσας ἅπαντας εἰς θεογνωσίαν, διὰ τῶν ἁγίων Ἀποστόλων, οἳ πᾶσαν ἐκπεριθέοντες τὴν ὑπ᾽ οὐρανὸν, καὶ τὸ τοῦ Χριστοῦ περιφέροντες ὄνομα, καὶ μάλα δικαίως, κατεθαυμάζοντο. ὦ τοίνυν Δέσποτα, φησὶν, ἀξιάκουστα λίαν τὰ ὧν αὐτὸς γέγονας αὐτουργὸς, καὶ πολὺ τὸ ἄμεινον ἔχοντα τῶν διὰ Μωυσέως τὰ παρὰ σοῦ πάλιν κατωρθωμένα. οὐ γὰρ ποταμοῖς ἐποίσεις ὀργήν· οὐχ ὁρμήσεις κατὰ θαλάσσης· οὐκ ἐν ἐκείνοις· πόθεν; τῆς σῆς θεοπρεποῦς ἐξουσίας διαλάμψει τὸ θαῦμα· ἀλλ᾽ ἐπιβήσῃ μᾶλλον ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. τίνες δ᾽ ἂν εἶεν οἱ ἵπποι πάλιν;
οἱ μακάριοι μαθηταὶ Ἀπόστολοί τε καὶ Εὐαγγελισταὶ, οἱ τοῖς θείοις αὐτοῦ θελήμασιν ὁλοτρόπως ὑπεζευγμένοι, οἱ τρυφεροὶ καὶ εὐήνιοι καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως ἔχοντες τῶν δοκούντων αὐτῷ, οἱ Χριστὸν ἔποχόν τε καὶ ἡνίοχον ἔχοντες, ὧν εἷς ἐστὶ καὶ ὁ μακάριος Παῦλος, περὶ οὗ φησιν αὐτός “Ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ ”βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν.” ὀξεῖς δὲ δὴ λίαν οἱ ἵπποι, περινοστοῦντες ἅπασαν τὴν ὑπ᾽ οὐρανόν. οὕτω καὶ “Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον εἶναι λέγεται, χιλιά- ”δας ἔχον εὐθηνούντων.” πλεῖστοι γὰρ ὅσοι κατὰ καιροὺς, καὶ μετ᾽ ἐκείνους γεγόνασι λαῶν ἡγούμενοι καὶ τῆς διανοίας τὸν αὐχένα ταῖς τοῦ Σωτῆρος ὑπέχοντες ζεύγλαις, καὶ τοῖς ἁπανταχῆ τὴν δόξαν αὐτοῦ περιφέροντες, καὶ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ οἷον ἅπασαν ἱπποκροτοῦντες τὴν γῆν. σωτηρία δὲ τῶν ἵππων ἡ ἱππασία. ἔτρεχον γὰρ οὐ μάτην, ἀλλ᾽ ἵνα σώσειαν πόλεις, χώρας τε ὁμοῦ καὶ ἔθνη, καταστρέφοντος τοῦ Χριστοῦ τὰς τῶν δαιμόνων ἀρχὰς, οἳ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν γῆν διενείμαντο, τοῖς ἰδίοις θελήμασιν ὑποφέροντες τοὺς κατοικοῦντας αὐτήν. ἐπειδὴ δὲ ἔμελλον διαπίπτειν αἱ πάλαι τῶν δαιμόνων ἀρχαὶ, ταύτῃτοί φησιν εἰκότως Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα.
ὁρμήσει γὰρ, καθάπερ ἔφην ἀρτίως, οὐκ ἐν ποταμοῖς ἢ θαλάσσαις, ἀνατρέψει δὲ μᾶλλον τῶν δαιμονίων τὰ σκῆπτρα. <Ποταμῶν ῥαγήσεται γῆ, ὄψονταί σε καὶ ὠδινήσουσι λαοί· σκορπίζων ὕδατα πορείας αὐτοῦ.> Διαμέμνηται πάλιν τῶν τοῦ Σωτῆρος κατορθωμάτων, καὶ τοῖς ἄλλοις ἔθνεσι, καθ᾽ ὧν τὸ τόξον ἐντείνεται, ἤγουν ἐνταθήσεται, λέγει προστεθήσεσθαι καὶ τὴν τῶν ποταμῶν γῆν, τάχα που τὴν τῶν Βαβυλωνίων ὑποδηλῶν· ὑπ᾽ αὐτὴν γὰρ ἐτέλει τὸ τηνικάδε καὶ ἡ μέση τῶν ποταμῶν· ἵνα διὰ τούτου πάλιν ὡς ἐξ εἰκόνος ἐχθρῶν αἰσθητῶν, καὶ ἡ τῶν νοητῶν καὶ ἀοράτων πληθὺς σημαίνηται, πρὸς ἣν τοῖς ἁγίοις ἡ πάλη. κέκρυπται δέ πως ἀεὶ τῶν προφητῶν ὁ λόγος. οὐκοῦν ὡς ἐκ μέρους τῆς μέσης τῶν ποταμῶν, ἡ Βαβυλωνίων σημαίνεται γῆ, καὶ δι᾽ αὐτῆς αἰνιγματωδῶς ἡ τῶν δαιμονίων ἀγέλη.
Ἢ τάχα τι καὶ ἕτερον ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνει λόγος. ποταμῶν γὰρ ἔοικε γῆν ἀποκαλεῖν τὴν Ἰουδαίαν, διά τοι τὸ πλείστους ἐν αὐτῇ γενέσθαι προφήτας, ποταμῶν δίκην τὸ ἔθνος κατάρδοντας, καὶ οἷον θείοις νάμασιν ἐπικλύζοντας. περὶ ὧν οἶμαί που φησὶ καὶ ὁ μακάριος Δαυείδ “Ποταμοὶ ”κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό·” καὶ μὴν καὶ διὰ φωνῆς Ἡσαΐου Θεός· “Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες ”καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ “ποταμοὺς ἐν γῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, ”λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.” ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τάχα που χειμάῤῥους τρυφῆς ὠνόμασται, καὶ ἔστιν ἀληθῶς, καὶ μέντοι καὶ ποταμός· ἔφη γάρ που περὶ αὐτοῦ διὰ φωνῆς ἁγίων “Ἰδοὺ ”ἐγὼ ἐκκλίνω ἐπ᾽ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χει- “μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.” εἴρηται δὲ καὶ διὰ φωνῆς τοῦ Δαυείδ “Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι ”τὴν πόλιν τοῦ Θεοῦ.” Λυπεῖ δὲ οὐδὲν καθ᾽ ὁμοιότητα τὴν πρὸς αὐτὸν, καὶ αὐτοὺς τοὺς ἁγίους ὀνομάζεσθαι ποταμοὺς, ἅτε δὴ συμμόρφους γεγονότας αὐτῷ νοητῶς. ὥσπερ γάρ ἐστι τὸ φῶς μὲν αὐτὸς τὸ ἀληθινὸν, ἔφη δέ που τοῖς ἁγίοις ἀποστόλοις “Ὑμεῖς ”ἐστε τὸ φῶς τοῦ κόσμου·” οὕτω καὶ ποταμὸς ὑπάρχων αὐτὸς καὶ μέντοι καὶ ὕδωρ ζῶν, χαρίζεται τὸ τοῖς ἴσοις ἐπισεμνύνεσθαι καὶ τοῖς ἁγίοις.
ἡ τοίνυν γῆ τῶν νοητῶν ποταμῶν, τουτέστιν ἡ Ἰουδαία, πιεῖν οὐκ ἀνασχομένη τὸ ὕδωρ τὸ ζῶν, καὶ τὸν τῶν ἁγίων προφητῶν οὐκ εἰσδεξαμένη λόγον, οὔτε μὴν τὸν διὰ Μωυσέως· εἰ γὰρ ἐπίστευσαν Μωυσεῖ, ἐπίστευσαν ἂν τῷ Χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος γέγραφε· ῥαγήσεται, τουτέστι διψήσει. ῥήγνυται γὰρ ἡ διψῶσα γῆ.
Καταθαυμάζει δὴ οὖν ὁ Προφήτης, καὶ οἷον ἐν ἤθει φησίν Ἡ πάλαι πολλοὺς ἔχουσα ποταμοὺς, καὶ τῶν θείων ναμάτων δαψιλεστάτην τὴν χορηγίαν, διψὰς καὶ ἀνάρδευτος ἔσται γῆ. ἐπειδὴ δέ σε, φησὶν, ὦ Δέσποτα, τεθέανται νοητῶς ἐπιφανέντα λαοὶ, τουτέστιν, οἱ ἐξ ἐθνῶν συνέντες τὸ ἐπὶ σοὶ μυστήριον, ἔλαβον εὐθὺς ἐν ὠδῖσι τὸ ἀγαθὸν, ἔγκαρποί τε γεγόνασιν. ἁρμόσειε δ᾽ ἂν αὐτοῖς καὶ λέγειν “Διὰ τὸν ”φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν “καὶ ἐτέκομεν. πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς ”γῆς.” οἱ γὰρ Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγραψάμενοι τὸν Ἐμμανουὴλ, τὸν θεῖον ὠδίνουσι φόβον, καὶ πᾶν αὐτοῖς ἔσται κύημα νοῦ καρπὸς ἀρετῆς, καὶ εἰς πνεῦμα σωτηρίας ἐκτελευτήσει τὸ σπούδασμα· οὐκοῦν ὄψονταί σε καὶ ὠδινήσουσι λαοὶ τὸ σὸν ἐκπίνοντες νᾶμα, καὶ τοῖς εὐαγγελικοῖς νάμασιν ἐκμεμεθυσμένοι. προσῄεσαν γὰρ φιλοτίμως λέγοντι “Εἴ τις ”διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω,” ἦσθα γὰρ, φησὶν, οὕτω πλουσιόδωρός τε καὶ ἀγαθὸς, ὡς καὶ ἐν αὐταῖς ταῖς πορείαις σκορπίζειν ὕδατα, τουτέστι, τὸν ζωοποιὸν τῆς εὐαγγελικῆς παιδεύσεως λόγον. ὡς γάρ φησιν ὁ Ματθαῖος “Περιῆγεν ὁ Ἰησοῦς πάσας τὰς πόλεις καὶ τὰς κώμας, ”διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ “εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον ”καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.” τοῦτο οἶμαί ἐστι τό σκορπίζων ὕδατα πορείας αὐτοῦ.
ὅτι δὲ τῆς θεοπνεύστου διδασκαλίας ὁ λόγος ὕδωρ ὠνόμασται πανταχοῦ παρά γε τοῖς ἱεροῖς γράμμασι, πῶς ἔστιν ἀμφιβαλεῖν; <Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς.> Τοὺς ὠδινήσαντας λαοὺς καὶ ἐγκάρπους ἤδη γεγενημένους ἄβυσσον ἀποκαλεῖ, πολλοὺς καὶ ἀναριθμήτους ὄντας ἀποφαίνων· τοιαύτη γὰρ ἡ ἄβυσσος. ὀνόματι δὲ τῷ τοιῷδε καὶ ἡ τῶν ἁγίων ἀγγέλων κέκληται πληθὺς διὰ φωνῆς Ἰεζεκιήλ. καὶ γοῦν ἔφη που ὁ Θεὸς ὡς ἐκ προσώπου τοῦ ἄρχοντος Τύρου περὶ τοῦ σατανᾶ Ὅτε ἐξέπεμπον αὐτὸν εἰς τὸν ᾅδην, ἐθρήνησεν ἡ ἄβυσσος ἐπ᾽ αὐτῷ. κατενηνεγμένου γὰρ καὶ πεπτωκότος τοῦ πάντων ἐπέκεινα καὶ ἐν δόξῃ προὔχοντος, ὃς καὶ μετ᾽ αὐτῶν ἐτέθειτο τῶν Χερουβὶμ, κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φωνὴν, τὸ ἀπεικὸς οὐδὲν, σφόδρα λελυπῆσθαι τὴν νοητὴν ἄβυσσον, τουτέστι, τὰς τῶν ἄνω πνευμάτων ἀγέλας, μονονουχὶ δὲ καὶ ἐπιστυγνάσαι πεπονθότι καὶ τῷ τῶν ὅλων προσκεκρουκότι Θεῷ. οὐκοῦν ἡ ἄβυσσος, φησὶ, τουτέστιν ἡ ἀμέτρητός τε καὶ ἀκατάληπτος τῶν πεπιστευκότων πληθὺς, καὶ μέντοι καὶ τὸ ὕψος τῆς ἐν αὐτῇ φαντασίας, τουτέστι πάλιν πᾶν ὅσον ἐστὶν ἐν αὐτῇ λαμπρόν τε καὶ ἐπηρμένον, καὶ ταῖς ἐν τῷδε τῷ κόσμῳ φαντασίαις, ἤτοι δόξαις κεναῖς κατηγλαϊσμένον ἔδωκε φωνὴν αὐτῆς.
δοξολογεῖται γὰρ ὁ Χριστὸς παρὰ παντὸς ἀνθρώπων ἔθνους, καὶ τοῦτο δρῶντας προθύμως κατίδοι τις ἂν μικροὺς καὶ μεγάλους, λαμπροὺς καὶ ἀσήμους, καὶ τοὺς τῶν ἄλλων περιφανεστέρους, καὶ ὑπεροχὴν ἔχοντας ἢ τὴν ἐν δόξῃ τυχὸν, ἢ τὴν ἐν πλούτῳ καὶ λαμπρότητι τῇ κατὰ τὸν βίον· ἃ λίαν ὀρθῶς ὠνόμασε φαντασίας ἤγουν ὕψος φαντασίας. οὐδὲν γὰρ ἕτερον αὐτοῖς ἢ δόκησις, ὅτι “Πᾶσα σὰρξ χόρτος ”καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.” ὅτι δὲ ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, καὶ ταῖς εὐφημίαις καταγεραίρουσι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν μικροὶ καὶ μεγάλοι, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος Δαυείδ “Αἰνεῖτε τὸν Κύριον ”ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.” προσθεὶς δὲ δὴ τούτοις ὄρη καὶ βουνοὺς, ξύλα τε καρποφόρα καὶ πάσας κέδρους, θηρία τε καὶ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτὰ, προσεπάγει πάλιν “Ἄρχοντες καὶ πάντες κριταὶ γῆς, ”νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων αἰ- “νεσάτωσαν τὸ ὄνομα Κυρίου.” ἔφη δέ που καὶ ὁ μέγας ἡμῖν Ἡσαΐας περὶ αὐτοῦ “Βασιλεῖς ὄψονται αὐτὸν καὶ ”φοβηθήσονται· ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ.” Ἀποδίδωσι δὲ ὥσπερ τὴν αἰτίαν, τοῦ τὴν ἄβυσσον καὶ μέντοι καὶ τὸ ὕψος τῆς φαντασίας αὐτῆς δοῦναι τὴν φωνὴν, ἐπάγων εὐθύς Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς.
ὥσπερ δὲ τὴν ἄβυσσον νενοήκαμεν, οὐ κατά γε τὸν ἐν αἰσθήσει λόγον· παχὺς γὰρ λίαν· πνευματικῶς δὲ μᾶλλον καὶ νοητῶς, οὕτω καὶ νῦν οὐχὶ τοῖς στοιχείοις, ἡλίῳ τε φημὶ καὶ σελήνῃ, τὸν τῆς διανοίας ἐνήσομεν ὀφθαλμόν· ἀλλ᾽ ἐξ ὁμοιότητος τῆς ἀπ᾽ αὐτῶν ἐπὶ τὰ ἀμείνω διάττοντες, τὴν τῶν νοημάτων δύναμιν κατοψόμεθα. οὐκοῦν ἥλιον μὲν γοῦν φαμεν τὴν φωτοειδῆ τε καὶ ἔκλαμπρον τῶν εὐαγγελικῶν θεσπισμάτων μυσταγωγίαν, σελήνην δὲ αὖ τὸ μεῖόν τε καὶ ἀμυδρότερον τοῦ νόμου φῶς, φαίνοντος, ὡς ἐν νυκτὶ καὶ σκότει, τῷ πρὸ τῆς ἐπιδημίας καιρῷ. κέκληται γὰρ ἡμέρα καθ᾽ ἣν ἀνέλαμψεν ὁ Χριστὸς, ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ νοητὸς ἑωσφόρος, ἐν καρδίαις ἀνατέλλων τῶν πεπιστευκότων. καὶ γοῦν ὁ θεσπέσιος Δαυείδ “Αὕτη ἡ ἡμέρα, ”φησὶν, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασόμεθα καὶ εὐ- “φρανθῶμεν ἐν αὐτῇ.”
ὥσπερ δὲ χθαμαλὸς ὢν ἔτι, καὶ μόλις ἀνίσχων τῆς γῆς ὁ αἰσθητὸς ἥλιος, οὔπω μὲν εὐρὺ καὶ λαμπρὸν, συνεσταλμένον δὲ ὥσπερ ἐν ἑαυτῷ τὸ ἴδιον ἔχει φῶς, ἀναθρώσκων γεμὴν ὑψοῦ, φαιδροτάτην τοῖς ἁπανταχῆ τῆς ἀκτῖνος ποιεῖται τὴν ἐκβολήν· οὕτω καὶ ἡ διὰ Χριστοῦ παίδευσις, τουτέστιν ἡ εὐαγγελικὴ, συνεστέλλετο μὲν ἐν ἀρχαῖς, καὶ ἠγνοεῖτο πολλοῖς· ἡλίου δὲ δίκην μονονουχὶ καὶ ἀνίσχουσα, καὶ εἰς ὕψος ἰοῦσα κατὰ βραχὺ, καὶ τὴν τῆς θεογνωσίας αὐγὴν ἀφιεῖσα πανταχῆ καταπλήττει τὴν ἄβυσσον, τουτέστιν ἅπαν ἀνθρώπων γένος· τοιγάρτοι καὶ δέδωκε τὴν φωνήν. δοξολογεῖ γὰρ, ὡς ἔφην, καὶ Θεὸν ὀνομάζει, καὶ τῶν ὅλων Κύριον καὶ λυτρωτὴν ὁμολογεῖ τὸν Ἐμμανουήλ.
Ἐπήρθη οὖν ὁ ἥλιος, οὐδὲν δὲ ἧττον καὶ ἡ σελήνη, τουτέστιν ὁ νόμος, ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. κατόπιν μὲν γὰρ τῆς εὐαγγελικῆς παιδεύσεώς ἐστιν ἡ διὰ Μωυσέως, καὶ αὕτη τάξις αὐτῇ, ὅτι καὶ σκιὰ καὶ τύπος. ἐπειδὴ δὲ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστὸς, ἐξέλαμψε καὶ ὁ νόμος. τοῖς γὰρ πάλαι δι᾽ αὐτοῦ προαπηγγελμένοις τὰ ἐκβεβηκότα συμβάλλοντες, τεθαυμάκαμεν ἤδη καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς προανατυποῦντος ἡμῖν ἀστείως κατὰ πολλοὺς τρόπους τὸ Χριστοῦ μυστήριον. ἔστη δὴ οὖν εἰς φῶς. μακαρίζει δὲ καὶ αὐτὸς ὁ Χριστὸς τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικήν τε ἅμα παίδευσιν καὶ εὐαγγελικήν. ἔφη γὰρ οὕτω “Διὰ ”τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς,” τουτέστιν ὁ τὸν νόμον εἰδὼς, “μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ”ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ “θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά.” Παραδεξόμεθα δὲ καὶ ἕτερον ἐπὶ τῷδε νοῦν, οὐκ ἀπίθανον, ὥς γε μοι φαίνεται· βαίνοντα δὲ μᾶλλον τοῦ εἰκότος ἐγγύς. ἥλιον μὲν γὰρ εἶναί φαμεν, καὶ μάλα ὀρθῶς, τὸν Ἐμμανουήλ. ὠνόμασται γὰρ οὕτω, καὶ ἔστιν ἀληθῶς. σελήνην δὲ λέγεσθαι νομιστέον, ὡς ἐξ ὁμοιότητος τοῦ στοιχείου, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, φαίνουσαν τοῖς ἐν σκότει, καὶ ὡς ἐν νυκτὶ διαλάμπουσαν.
ὅτε τοίνυν ἐπήρθη ὁ ἥλιος κατὰ τὴν τοῦ Προφήτου φωνήν· ἀναβέβηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἐπὶ τὸν τίμιον σταυρόν· τότε καὶ ἀνέλαμψεν ἡ ἐξ ἐθνῶν ἐκκλησία καὶ ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς, τουτέστι, πλησιφαὴς οἷά τις σελήνη, καὶ τὴν τάξιν τοῦ ἰδίου σώζουσα κύκλου, φῶς γέγονε τοῖς ἐν σκότει, καθάπερ ἔφην ἀρτίως. ὅτι δὲ ὑψουμένου τε καὶ τὸν ὑπὲρ τῆς τῶν πάντων ζωῆς ἀνατλάντος σταυρὸν τοῦ Χριστοῦ, συνέστη λοιπὸν ἡ Ἐκκλησία, διδάξει πάλιν ὁ αὐτός “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ”ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος “μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.” καὶ πάλιν “Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυ- ”τόν.” οὐκοῦν τὸ ὑψοῦσθαι τὸν ἥλιον, σημαίνει που πάντως ἢ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤγουν τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν· ὑψοῦσθαι γὰρ δὴ καὶ ὧδέ φαμεν αὐτόν. <Βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου.> Βολίδας ἐνταῦθά φησι τὰς ἀνὰ πᾶσαν ἰούσας τὴν γῆν, καὶ ὡς ἀπὸ τόξου πεμπομένας, ἤγουν χειρὸς εὐσθενοῦς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, περὶ ὧν ἔφη που καὶ ὁ μακάριος Δαυείδ “Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, ”οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων.”
ἐξετινάχθη μὲν γὰρ καὶ ἐκβέβληται τὸ τῶν Ἰουδαίων ἔθνος, διάτοι τὸ ἐμπαροινῆσαι Χριστῷ καλοῦντι πρὸς ζωήν· οἱ γεμὴν ἐκείνων υἱοὶ καὶ ἐξ αἵματος ὄντες τοῦ Ἰσραὴλ, οἱ ἀπόλεκτοι μαθηταὶ βολίδες τε καὶ βέλη γεγόνασιν, οἷον ἐκ χειρὸς τρέχοντες τῆς ἀλκιμωτάτης, καὶ παντὸς εὐκόλως διϊκνούμεναι τοῦ πληττομένου πρὸς θάνατον. αἱ τοιαῦται βολίδες ἀποστέλλονται μὲν, ὡς ἀπὸ χειρὸς τοῦ Χριστοῦ, ἐμπήγνυνται δὲ τοῖς τοῦ διαβόλου σπλάγχνοις, καὶ ἀναιροῦσι τὸν δράκοντα. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ ἀναμελῳδεῖ που λέγων πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Τὰ βέλη σου ἠκονημένα, δυ- ”νατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν “τοῦ βασιλέως.” οὐκοῦν δαπανῶνται μὲν τοῖς τοιοῖσδε βέλεσι τὰ τῶν δαιμονίων στίφη, καὶ πρὸς ὀλέθρου γίνονται τοῖς ἐχθροῖς· τοῖς γεμὴν ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τετιμηκόσι διὰ τῆς πίστεως, ἑτέραν ἀποπληροῦσι χρείαν. τετρωμένους γὰρ ἀγάπης ἐργάζονται, κατά γε τὴν λέγουσαν νύμφην ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Ὅτι τετρωμένη ”ἀγάπης ἐγώ εἰμι.” Εὑρίσκονται δὲ καὶ ἑτέρως φέγγος ἀστραπῆς τῶν ὅπλων αὐτοῦ· ὅπλα δὲ αὐτοῦ νοηθεῖεν ἂν, οἷς καὶ ἡμᾶς αὐτοὺς ἐναρμόσασθαι δεῖν ὁ μακάριος Παῦλος ἐπιτάττει λέγων “Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.”
αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, τὸ ὑποδεδέσθαι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἡ μάχαιρα τοῦ Πνεύματος. οὐκοῦν ὅπλα μὲν τὰ τοιάδε Χριστοῦ, οὐκ αὐτὸν περιβάλλοντα, παρ᾽ αὐτοῦ δὲ μᾶλλον τοῖς ἀξίοις δωρούμενα. λαμπρὰ δὲ τὰ ὅπλα, καὶ οἷον ἀστραπῆς ἔμπλεα· φανοτάτη γὰρ ἡ ἀρετή· αἱ τοίνυν βολίδες εἰς φέγγος ἔσονται τῆς ἀστραπῆς τῶν ὅπλων σου. ὅτι γὰρ ἀπαστράπτει τὰ ὅπλα, φωτιοῦσιν αὐτοὶ διδάσκοντες τοὺς ἠγνοηκότας. παρὰ μὲν γὰρ τοῖς φιλαμαρτήμοσιν ἀκαλλὴς οἷά τις ἐστιν ἡ ἀρετὴ, καὶ οὔπω λαμπρά· παρὰ δέ γε τοῖς εἰδόσιν αὐτὴν, οὐδὲν ἀστραπῆς ἔλαττον, λαμπρὸν καὶ διαφανῆ, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον ἀποτελοῦσα τὸν ἄνθρωπον. πρῶτοι δὴ οὖν οἱ θεσπέσιοι μαθηταὶ τὴν τῶν σῶν ὅπλων ἔχοντες ἀστραπὴν, ἔσονται καὶ ἑτέροις εἰς φέγγος αὐτῆς.
ὅνπερ γὰρ τρόπον οἱ τῆς ἰατρικῆς ἐμπειρίας ἐπιστήμονες, τοὺς ταῖς τῶν ὀμμάτων ἀῤῥωστίαις ἐμπεπτωκότας, καὶ τὸ τῆς ἡλιακῆς ἀκτῖνος φεύγοντας φῶς, ἀπαλλάττοντες τοῦ πάθους τῆς τοῦ φωτὸς προσβολῆς ἀνέχεσθαι λοιπὸν ἀναπείθουσι, καὶ φέγγος ὥσπερ τι γεγονότες αὐτοῖς ἁλοῖεν ἂν, καὶ μάλα εἰκότως· οὕτω καὶ οἱ θεσπέσιοι μαθηταὶ, θαυμάζοντές τε καὶ ἐπαινοῦντες τὰς ἀρετὰς, αἳ καὶ εἰς ὅπλα τετάχαται τοῦ Χριστοῦ, φέγγος ὥσπερ τι τῆς ἐνούσης αὐταῖς ἀστραπῆς, ἤγουν ἐκλάμψεως, τοῖς ἄλλοις εὑρίσκονται. <Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, καὶ ἐν θυμῷ κατάξεις ἔθνη.> Ὑπεσταλμένως ἡμῖν ὁ Προφήτης τῆς Ἰουδαίων χώρας τὴν δῄωσιν, καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἐθνῶν τὴν ἀπώλειαν, διὰ τούτων ὑποδηλοῖ. ἐπειδὴ γὰρ τὴν εἰς Χριστὸν πίστιν οὐ προσιέμενοι, κατεξανέστησάν τε αὐτοῦ, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ταύτῃτοι καὶ δέδονται πρὸς ἐρήμωσιν, καὶ τοῦτο αὐτοῖς προαναπεφώνηκεν Ἡσαΐας, λέγων “Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμ- ”βήσεται αὐτῷ.” <Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος.> Τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὅλην ὥσπερ ἡμῖν τὴν οἰκονομίαν ἐξηγεῖται πάλιν.
σέσωκε μὲν γὰρ τοὺς διὰ πίστεως δεδικαιωμένους, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισμένους, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς ἀναδεδειγμένους· συγκεχώρηκε δὲ ταῖς αὐτῶν ἁμαρτίαις ἐντήκεσθαι τοὺς ἀπειθεῖν ᾑρημένους, οἷς καὶ ἔφασκεν ἐναργῶς “Ἀμὴν ἀμὴν λέγω ”ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις “ὑμῶν ἀποθανεῖσθε.” ἐξῆλθες τοίνυν, φησὶν, οἱονεί τις βασιλεὺς ἐπὶ τὰ τῶν δυσμενῶν ἐρχόμενος στίφη, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένος. καὶ ὁ τῆς ἐξόδου σκοπὸς ἀνασῶσαι τοὺς χριστοὺς τοὺς σούς· δῆλον δὲ ὅτι τοὺς τῷ Ἁγίῳ κεχρισμένους Πνεύματι, περὶ ὧν καὶ πάλαι διὰ προφητῶν ἐνετείλατο λέγων “Μὴ ἅπτεσθε τῶν χριστῶν μου, ”καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·” τῶν γεμὴν ἀνόμων καταρτίσαι θάνατον, ὃν αὐτοὶ ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς ἁλοῖεν ἂν, τὴν δικαιοῦσαν πίστιν οὐ προσιέμενοι. τοιγάρτοι καὶ ἀῤῥήκτοις ἐνδέδενται δεσμοῖς, καὶ ταῖς τῶν ἰδίων πλημμελημάτων σειραῖς κατασφίγγονται· καὶ οὐ μερικῶς, ἀλλ᾽ οἷον δι᾽ ὅλου σώματος, καὶ μέχρι τραχήλου.
Εἰ δὲ δὴ λέγοιντο Χριστοῦ τὰ δεσμὰ, θορυβείσθω μηδείς. ἀεὶ γάρ πως τὰ κατὰ συγχώρησιν Θεοῦ συμβαίνοντά τισιν αὐτοῦ λέγονται· ὁποῖόν ἐστι τό “Οὐκ ἔστι κακία ἐν πόλει, ”ἣν Κύριος οὐκ ἐποίησεν.” οὐ γὰρ αὐτὸς ποιεῖ τὴν κακίαν, συμβῆναι δὲ μᾶλλον ταῖς τῶν πόλεων πλημμελούσαις ἐπιτρέπει πολλάκις. εἰ δὲ δὴ νοοῖντο τυχὸν τῶν ἐπαινουμένων, οἱ ἐνθάδε λεγόμενοι δεσμοὶ, πάλιν ἐκεῖνό φαμεν, ὅτι βέβληται μὲν εἰς κεφαλὰς ἀνόμων θάνατος, συντείνει δὲ ὥσπερ δεσμοῖς ἀγάπης ὁ τῶν ὅλων Θεὸς τοὺς προσιόντας αὐτῷ, καὶ τῇ πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι, κατ᾽ ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Καὶ ἐγὼ συνεπόδισα τὸν ”Ἐφραῒμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, ἐξέτεινα “αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου.” ὁ δέ γε δεσμὸς εἰς τραχήλους ἐνθάδε νοεῖται καὶ τὸ εὐήνιον τῶν ὑποτεθεικότων αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ τὸν χρηστὸν ἀληθῶς τοῦ Σωτῆρος ἡμῶν ὑποδεδυκότων ζυγόν. <Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ.> Τὸ τῆς ἐκστάσεως ὄνομα κατὰ διαφόρους νοεῖται τρόπους παρά γε τῇ θεοπνεύστῳ γραφῇ.
σημαίνει μὲν γὰρ ἔσθ᾽ ὅτε τὴν κατάπληξιν, ὡς ἂν εἰ λέγοιτο τυχὸν περὶ τῶν ἡμαρτημένων τοῖς ἐξ Ἰσραήλ “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ·” καὶ πάλιν “Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς·” ποτὲ δὲ δὴ αὖ τὴν ἀπὸ τοῦ γηΐνου φρονήματος εἰς θείαν τινὰ καὶ πνευματικὴν ἠθῶν τε καὶ βίου κατάστασιν μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισὶ, καί φησιν “Εἴτε ”γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν.” ὥσπερ δὲ τὴν ἀπό γε τῶν αἰσχιόνων ἐπὶ τὰ ἀμείνω μετάκλισιν ἔκστασιν εἶναί φαμεν Θεῷ φιλουμένην· οὕτω καὶ τὴν ἐκ τῶν χρησίμων ἐπὶ τὰ αἰσχίω μεταβολὴν ἔκστασιν εἶναι διισχυριζόμεθα φαύλην τε καὶ διαβεβλημένην.
Ἐν ἐκστάσει τοίνυν τῇ τοιᾷδε γενομένας τὰς τῶν δυναστῶν κεφαλὰς διέκοψάς φησι. δηλοῖ δὲ δὴ τὰς τῶν ἡγουμένων τοῦ Ἰσραὴλ, γραμματέων που πάντως καὶ Φαρισαίων, καὶ τῶν κατὰ νόμον ἱερουργῶν. ἐξέστησαν γὰρ ἀληθῶς καὶ ὀρθοῦ φρονήματος καὶ φρενὸς ἀγαθῆς καὶ τῆς εἰς Θεὸν ἀγάπης, οὐ προσηκάμενοι τὸν Υἱὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότες, καίπερ εἰδότες τε καὶ λέγοντες, ὅτι “οὗτός ἐστιν ὁ κληρονόμος.” τίς δὲ δὴ ἄρα τῆς διακοπῆς ὁ τρόπος νοοῖτ᾽ ἂν, εἰκότως σαφηνιεῖ λέγων ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν·” ἦν μὲν γὰρ καὶ “μερὶς” Θεοῦ, καὶ “σχοίνισμα κληρονομίας αὐτοῦ ”Ἰσραήλ.” ἐπειδὴ δὲ πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν Υἱὸν, ἀπόπεμπτος γέγονεν ὁ ἠγαπημένος, καὶ μεμέρισται, καὶ τῶν πεπιστευκότων ἀπώλισθε τῆς ἐλπίδος, ἀπόκληρος καὶ ἀπεῤῥιμμένος, καὶ ἐκ προσώπου τέθειται, καὶ ἐν μοίρᾳ δευτέρᾳ, καὶ κατόπιν ἐθνῶν, οἳ δὴ καὶ ἐφ᾽ ἑαυτοῖς ἐκεῖνό φασιν “Εὐ- ”λογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ “τὴν γῆν·” “Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.” διεκόπη τοίνυν ὁ Ἰσραὴλ, καὶ τῆς εὐλογίας ἐκπεπτωκὼς, μερὶς γέγονε Θεοῦ μὲν οὐκέτι, διαβολικὴ δὲ μᾶλλον καὶ ἀτιμοτάτη καὶ βέβηλος. εἶτα περὶ τῆς ἐκστάσεώς φησι ὅτι σεισθήσονται ἐν αὐτῇ, τουτέστι πεσοῦνται. τὸ γὰρ ἐν δονήσει καὶ κλόνῳ, τοῦ πίπτειν ἐγγύς.
ἐποιμώζει δὲ ὥσπερ αὐτοῖς πολυτρόπως διολωλόσι καὶ ὁ προφήτης λέγων “Οἶκος Ἰσραὴλ ἔπεσεν, ”οὐκ ἔστιν ὁ ἀναστήσων αὐτόν.” <Διανοίξουσι χαλινοὺς αὐτῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρα.> Πλείστη μὲν ὅση τῆς τε συνθήκης αὐτῆς καὶ τῆς λέξεως ἡ δυσχέρεια· πλὴν ἐροῦμεν ὡς ἔνι, διαστέλλοντες εὖ μάλα τῶν ἐννοιῶν τὴν δύναμιν. ἀφηγησάμενος τοίνυν τὴν κατάστασιν, ἐν ᾗ πάντως ἔδει τὰς τῶν δυναστῶν γενέσθαι κεφαλὰς, τουτέστι, τοὺς καθηγεῖσθαι λαχόντας τῆς τῶν Ἰουδαίων Συναγωγῆς, μέτεισιν εὐθὺς ἐπὶ τοὺς ἁγίους ἀποστόλους, οἳ πολὺ μὲν εἶχον ἐν ἀρχαῖς τῶν διωκόντων τὸ δέος. ἐμαστίζοντο γὰρ ἐν συνεδρίοις, καὶ παρηγγέλλοντο μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ· συνιόντες δὲ λεληθότως τὰς πρὸς Θεὸν ἱκετείας ἐποιοῦντο λέγοντες “Ἐπ᾽ ἀληθείας ”γὰρ συνήχθησαν ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά “σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος ”σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. καὶ τὰ νῦν, Κύριε, ἔπιδε “ἐπὶ τὰς ἀπειλὰς αὐτῶν·” δῆλον δὲ ὅτι τὰς τῶν Ἰουδαίων· “καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον ”σου.” οὐκοῦν οἱ μονονουχὶ καθαπερεὶ χαλινῷ τινι τῷ δέει κατεσφιγμένοι καὶ σιωπᾶν ἀναγκαζόμενοι, οἱ μαστιζόμενοι καὶ τεθλιμμένοι, λάθρα τε καὶ μόλις προσλαλοῦντές τισι, καὶ οἷον ἐσθίοντι πτωχῷ προσεοικότες, διανοίξουσι χαλινοὺς αὐτῶν.
ὅμοιον ὡς εἰ λέγοι, κατευρυνθήσονται πάντως εἰς τὴν αὐτοῖς ὅτι μάλιστα φιλαιτάτην τε καὶ πρέπουσαν παῤῥησίαν, φροντιοῦσι μὲν γὰρ οὐδαμῶς τῆς Ἰουδαίων Συναγωγῆς· διαπτύσαντες δὲ τὰς ἀπειλὰς, καὶ μονονουχὶ διαῤῥήξαντες τὸν ἐπιῤῥιφέντα αὐτοῖς χαλινὸν, οἷον ἵπποι τινὲς ἀγαυοὶ καὶ ἀγέρωχοι, καταχρεμετιοῦσι λοιπὸν, ἐπιπλήττοντος οὐδενὸς, καὶ τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ᾽ οὐρανόν. τοιοῦτόν τι φησὶ καὶ ὁ θεσπέσιος Ἡσαΐας τοῖς τὸ εὐαγγελικὸν ἱερουργοῦσι κήρυγμα “Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι ”ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου “ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· ”ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ “βραχίων αὐτοῦ μετὰ κυρείας.” οὐκοῦν οἱ πάλαι, φησὶν, ὄντες ὡς ἐσθίων πτωχὸς λάθρα, τουτέστιν, οἱ παῤῥησίαν οὐκ ἔχοντες, οἱ λεληθότως καὶ μόλις τῇ τῶν πιστευόντων τρεφόμενοι πίστει, πρὸς εὐθυμίαν διανοίξουσι χαλινοὺς αὐτῶν, κατὰ τὸν ἤδη προειρημένον τρόπον. ὅτι δὲ τροφή τις ὡσπερεὶ τῶν σωζομένων ἡ πίστις καὶ Θεῷ καὶ ἁγίοις, ἐμπεδοῖ λέγων αὐτὸς ὁ Χριστὸς περὶ τῆς τῶν Σαμαρειτῶν ἐπιστροφῆς “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.”
καὶ πάλιν “Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός ”με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.” <Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.> Τετήρηκε πάλιν ὁ λόγος τῆς τροπῆς τὸ σχῆμα. χαλινοὺς γὰρ ὀνομάσας, ἵππους ἀπεκάλεσε τοὺς ἁγίους Ἀποστόλους, οἷς καὶ αὐτὸς ἐποχεῖται Χριστὸς, ἐνιζήσας ὥσπερ εἰς νοῦν καὶ καρδίαν. ὅτι τοίνυν ἔμελλον παιδαγωγῆσαι πρὸς πίστιν οὐχ ὅτι μόνους τοὺς ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ αὐτὴν τὴν τῶν ἑτέρων ἐθνῶν πλείστην τε ὅσην καὶ ἀμέτρητον πληθὺν, πειρᾶται διδάσκειν. θαλάσσῃ μὲν γὰρ παρεικάζει τὸν κόσμον, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον “Αὕτη ἡ θάλασσα ἡ ”μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός·” ὕδασι δὲ πολλοῖς τὰς τῶν ἐθνῶν ἀγέλας, τὰς ἀνὰ πᾶσαν τὴν γῆν· ἵπποις γεμὴν, ὡς ἔφην, τοὺς ἁγίους Ἀποστόλους, οἳ πᾶσαν περινοστοῦντες τὴν ὑπ᾽ οὐρανὸν, μονονουχὶ ῥέγχοντας καὶ ἐνηρεμοῦντας τῇ πλάνῃ τοὺς εἰδωλολάτρας χρησίμως ἐτάραττον· τεθορυβήκασι γὰρ, καλοῦντες εἰς δέος ὡς εἰς κόλασιν βαδιουμένους, καὶ τὴν διὰ πυρὸς δίκην ὑποστησομένους, εἰ μὴ ἕλοιντο μετανοεῖν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἐπιγνῶναι Θεόν.
καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς Ἀθηναίοις προσλαλῶν, εἶτα τῶν ἄλλων ἁπάντων δεισιδαιμονεστέρους εἰπὼν, τεθορύβηκεν οὐ μετρίως, ἐκεῖνο προστιθείς “Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ ”νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετα- “νοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκου- ”μένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν “πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.” οὐκοῦν τὸ ταραττόμενον ὕδωρ, ἡ πληθύς ἐστιν ἡ κατὰ τὸν κόσμον· ὕδασι γὰρ ἔσθ᾽ ὅτε παρεικάζεται, καὶ μάλα εἰκότως· εἴπερ ἐστὶ θαλάσσῃ προσεοικὼς ὁ ἀνθρώπων βίος· ὅτι πολλὴ τῶν ἐν αὐτῷ πραγμάτων ἡ τύρβη, καὶ ἡ πρὸς τὸ ἄνω τε καὶ κάτω καὶ πρὸς πᾶν ὁτιοῦν ἀνάχυσίς τε καὶ κίνησις· πολὺ δὲ τὸ ὕδωρ τὸ ταραττόμενον, ὡς πρός γε τὸν Ἰσραήλ· οἱ μὲν γὰρ ἔθνος ἦσαν ἕν· τὰ δέ ἐστι παντὸς ἀριθμοῦ κρείττονα. <Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.> Ἔθος τοῖς ἁγίοις προφήταις τὴν εἰς καρδίαν καὶ νοῦν ἐπιτήρησιν, ἣν ἂν ποιοῖντο τυχὸν, προενηχοῦντος αὐτοῖς τοῦ ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, φυλακὴν ἀποκαλεῖν ἤγουν ἀκοήν.
τοιγάρτοι φησὶν ὁ αὐτὸς Ἀμβακούμ “Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ ”πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, “καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου·” ἕτερος δὲ αὖ “Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ”ἐξαπέστειλε,” καὶ μέντοι πρὸς τῷδε καὶ ὁ θεσπέσιος Δαυείδ “Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ ”Θεός.” τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ὑπεμφαίνει λέγων τό Ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ καρδία μου. τετήρηκα, φησὶ, τῶν εἰρημένων τὴν δύναμιν· εἶτα κατεπτόημαι δεινῶς ἀπὸ φωνῆς προσευχῆς χειλέων μου. ἐποιεῖτο μὲν γὰρ μετ᾽ ᾠδῆς τὴν πρὸς Θεὸν ἱκετείαν, καὶ μέλος ἦν αὐτῷ τῆς προφητείας ὁ τρόπος· ἀλλ᾽ ἦν ὁ σκοπὸς αὐτῷ καὶ ὁ νοῦς οὐκ εἰς τὴν εὔρυθμον ἀναφώνησιν, κατεπικραίνετο δὲ μᾶλλον εἰς λύπας, καὶ περιδεὴς ἦν ἄγαν, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἐξ Ἰσραὴλ διαρθροῦντος ἐν αὐτῷ τοῦ Πνεύματος. τὸ δὲ δὴ μάλιστα θορυβοῦν αὐτὸν καὶ ὀῤῥωδεῖν ἀναπεῖθον, κατά γε τὸ εἰκὸς, ἐκεῖνό που τάχα καὶ μόνον ἦν, μὴ ἄρα πως ἐναποληφθείη τοῖς κακοῖς, καὶ τὴν τοῦ λαοῦ συντριβὴν ἐπαθρήσειε, καὶ ἴδοι βαλλόμενον μὲν εἰς κεφαλὰς ἀνόμων θάνατον, διακοπτομένας δὲ αὐτὰς ἐν ἐκστάσει, καὶ σειομένας ἐν αὐτῇ, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν.
εἶτα μανθάνων ὡς ἔσται μὲν εἰς καιροὺς ἡ ὅρασις, εἰς ἀνάβλησιν δὲ μακρὰν τὰ προηγγελμένα, μονονουχὶ καὶ ἀνενεγκὼν ἐξ ἀκράτου λοιπὸν δυσθυμίας Ἀναπαυσομαί φησιν ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου. οὐ γὰρ ἐνσχεθήσομαι, φησὶ, τοῖς τοιοῖσδε κακοῖς, οὐδ᾽ ἂν εὑρεθείην ἐν τῷδε τῷ βίῳ, ἐνεστηκότος καιροῦ, καθ᾽ ὃν ἔσται πάντως τὰ τοιάδε τῶν κακῶν τοῖς ἐξ Ἰσραήλ. βαδιοῦμαι γὰρ ἐντεῦθεν, καὶ ἀνοιχήσομαι πρὸς λαὸν τὸν οὕτω πάροικον ἐν τῷδε τῷ βίῳ γεγενημένον, καθάπερ ἀμέλει καὶ αὐτὸς ἐγώ. πάροικοι γὰρ καὶ παρεπίδημοι πάντες οἱ ἅγιοι κατὰ τόνδε τὸν κόσμον. τοιγάρτοι φασίν “Οὐκ ἔχομεν ὧδε μένουσαν ”πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.” ψάλλει δέ που καὶ ὁ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Ἄνες μοι, ὅτι ”πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες “οἱ πατέρες μου.” ἀξιάγαστος τοιγαροῦν τῶν ἁγίων ὁ σκοπὸς, οὐδ᾽ ὅσον εἰπεῖν ἀνεχομένων ἰδεῖν τὰ ἐφ᾽ οἷς ἂν συμβαίνῃ παροτρύνεσθαι Θεόν· ἡδίονα δὲ καὶ αὐτοῦ τοῦ ζῆν ποιεῖσθαι μεμελετηκότων τὴν ἀπὸ τοῦ κόσμου τούτου μετάστασιν, εἰ μὴ σώζοιτο πρὸς ἡμῶν τὰ εἰς δόξαν Θεοῦ.
καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος, ὅτι τὸ ἀναλῦσαι κρεῖττον, καὶ αὐτῷ συνεῖναι Χριστῷ τοῖς εἰς τοῦτο ἥκουσι γνώμης, ὡς ἡγεῖσθαι παροικίαν τὴν ἐν σώματι ζωήν. <Διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις ἐξ ἰάσεως αὐτῶν.> Ὥσπερ τινὸς ἐρομένου καὶ ἀναμανθάνειν ἐθέλοντος, ἀνθ᾽ ὅτου ποιοῖτο περὶ πολλοῦ τὸ ἀποβιῶναι, μᾶλλον δὲ εἰς λαὸν ἀναβῆναι παροικίας αὐτοῦ, κατασκιάζει μὲν ἀσαφείᾳ πολλῇ τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὴν κατάργησιν, μονονουχὶ δὲ καὶ κατολοφύρεσθαι δοκεῖ τὴν συμβησομένην ἀκαρπίαν αὐτῇ. καὶ τρόποις ἡμῖν αὐτὴν κατασημαίνει πολλοῖς, ὡς συκῆν ἔσεσθαι λέγων, ἧς ἂν οὐδεὶς γένοιτο καρπός. οὕτω γὰρ αὐτὴν καὶ αὐτὸς ὠνόμασεν ὁ Σωτὴρ, ὡς ἐν παραδείγματος τρόπῳ λέγων “Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι ”αὐτοῦ.” ἣν καὶ ἄκαρπον οὖσαν, δεῖν ἔφη λοιπὸν ἀποτέμνεσθαι, ἵνα μὴ τὴν γῆν καταργῇ. ἐπάρατον δέ που καὶ τὴν πρὸ τῶν Ἱεροσολύμων ἐποιεῖτο συκῆν· οὐ γὰρ εὑρὼν ἐν αὐτῇ καρπόν “Μηκέτι, φησὶν, ἐκ σοῦ καρπὸς γένηται ”εἰς τὸν αἰῶνα.” Παρεικάζει δὲ αὐτὴν καὶ ἀμπέλῳ βοτρύων ἐρήμῳ. καὶ γάρ ἐστι πάλιν, καθά φησιν ὁ προφήτης Ἡσαΐας “Ὁ ”ἀμπελὼν Κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον, “ἠγαπημένον.”
ἀλλ᾽ “ἐχαράκωσε μὲν αὐτὸν, καὶ φραγμὸν ”περιέθηκε, καὶ ἀνεδείματο πυργίον ἐν αὐτῷ, καὶ ὤρυξε τὸ “προλήνιον, καὶ ἐπέμεινε τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε ”δὲ ἀκάνθας.” ταύτῃτοι δὴ ἐλυμήνατο μὲν αὐτὴν, καθά φησιν ὁ Δαυείδ “〈Ὗς〉 ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενε- ”μήσατο αὐτήν·” καθεῖλε δὲ “τὸν φραγμὸν αὐτῆς, καὶ τε- ”τρυγήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν.” Ἐψεύσατο δὲ καὶ τῆς ἐλαίας τὸ ἔργον, τουτέστι πάλιν τῆς Ἰουδαίων Συναγωγῆς. οὕτω γὰρ αὐτὴν κατασημαίνει λέγων καὶ ὁ προφήτης Ἱερεμίας “Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει ”ἐκάλεσε Κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· “ἀνήφθη πῦρ ἐπ᾽ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σὲ, ἠχρειώ- ”θησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ κατα- “φυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακά.” ἐπειδὴ δὲ, καθά φησιν ὁ Προφήτης, τὸ ἔργον αὐτῆς ἐψεύσατο· παιδαγωγούμενοι γὰρ εἰς Χριστὸν διὰ νόμου καὶ προφητῶν, οὐ προσήκαντο τὴν πίστιν· ταύτῃτοι καὶ ἐξεκόπη, καὶ πεπτώκασι μὲν οἱ κλάδοι αὐτῆς, ἐνεκεντρίσθησαν δὲ λοιπὸν οἱ ἐκ τῆς ἀγριελαίου, τουτέστιν, οἱ ἐξ ἐθνῶν, “καὶ κοινωνοὶ τῆς ῥίζης ”καὶ τῆς πιότητος τοῦ καλλιελαίου” γεγόνασιν.
Εἶτά φησιν ὅτι τὰ πεδία οὐ ποιήσει βρῶσιν. παρεικάζει πάλιν τὸν Ἰσραὴλ ληΐοις, οἶμαι, κατεφθαρμένοις, ἐξ ὧν οὐδ᾽ ἂν αὐτό που τὸ ἀποχρῶν εἰς βρῶσιν ἀθροίσειεν ὁ γηπόνος. ἀκαρπίας δὲ τοῦτο γένοιτ᾽ ἂν τῆς ἐσχάτης ἀπόδειξις ἐναργής.
Ὅτι δὲ ἔμελλον τὸν τῶν θείων μαθημάτων ἀνατλάντες λιμὸν ἐν τοῖς ἁπάντων ἐσχάτοις πεσεῖσθαι κακοῖς, διεσάφει, προστιθεὶς, ἐκλελοιπέναι μὲν ἀπὸ βρώσεως πρόβατα, τουτέστιν, ἀπὸ τοῦ βρῶσιν οὐκ ἔχειν· οὐχ ὑπάρχειν δὲ βοῦς ἐπὶ φάτνης. δι᾽ οὗ σημαίνεται τὸ εἰσάπαν ἐκλελοιπέναι τὸ παρ᾽ αὐτοῖς ἱερὸν καὶ ἀπόλεκτον γένος, τουτέστι, τοὺς ἀπὸ φυλῆς Λευὶ, οἳ βουσὶν ἐν ἴσῳ τὴν νοητὴν ἅλω καταλεπτύνοντες καὶ τῶν ἐκ τῆς ἀσαφείας περιβλημάτων τὸν διὰ τοῦ πανσόφου Μωυσέως ἀπογυμνοῦντες λόγον, οἷά· τινα σίτου κόκκον προὐτίθεσαν μὲν τοῖς ἄλλοις εἰς νόησιν καὶ οἷόν τινα βρῶσιν πνευματικήν. αὐτοὶ δὲ ἦσαν ἐν φάτναις καταβοσκόμενοι τὰς ἐκ τοῦ λαοῦ δωροφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. οὐκοῦν ἐκλελοίπασι μὲν ἀπὸ βρώσεως πρόβατα· βόες δὲ οὐκ ἦσαν ἐπὶ φάτνης ἔτι, τουτέστιν, οἱ καθηγηταὶ τῶν λαῶν καὶ διδάσκαλοι. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος τό “Οὐ φιμώσεις βοῦν ἀλοῶντα,” ταῖς τῶν διδασκάλων προσάπτει κεφαλαῖς, διερμηνεύων ἡμῖν σαφῶς τὰ ἐν νόμῳ. ἐκλελοιπέναι γεμὴν τὰς βοῦς ἐξ ἰάσεως αὐτῶν φησι. καὶ ἔστι μὲν ἀσαφὴς ὁ λόγος· δηλοῖ γεμὴν τόδε, καθάπερ ἐγῷμαι πάλιν. ἐπειδὴ γὰρ ἀπεσπούδαζον ἀμαθῶς τὸ ἰᾶσθαι παρὰ Χριστοῦ, καίτοι ῥωννύντος τὸν ἀσθενῆ καὶ δικαιοῦντος τὸν ἀσεβῆ, ταύτῃτοι καὶ ἐκλελοίπασι, τουτέστιν, εἰσάπαν ἠσθένησαν καὶ κεχωρήκασιν εἰς τὸ μηδέν.
δεινὸν οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἀκαρπίας ἔσται πρόξενον τῆς ἐσχάτης. ἀπορήσομεν δὲ καὶ τροφῆς τῆς πνευματικῆς, καὶ παντὸς ἐπέκεινα κακοῦ τοὐντεῦθεν ἐσόμεθα. <Ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.> Ἐνταῦθα λοιπὸν ἢ αὐτὸ τὸ τοῦ Προφήτου πρόσωπον εἰσεκόμισται σαφῶς, τὰ τοιάδε λέγον· ἤγουν τῶν ἐν πίστει δεδικαιωμένων φαίη τις ἂν εἶναι τοὺς λόγους, οἳ θυμηδίαν ποιοῦνται Χριστὸν, καὶ χαίρουσι μὲν ἐπ᾽ αὐτῷ, καὶ τῆς ἐνούσης αὐτοῖς εὐσθενείας χορηγὸν ἀναγράφουσιν, ἐν αὐτῷ τε τὰ πάντα δύνασθαί φασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος “Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με ”Χριστῷ.” ψάλλει δέ που καὶ ὁ μακάριος Δαυείδ “Ὅτι ”τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ·” προσδοκῶσι δὲ καὶ τὸ βεβηκὸς εἰς εὐσέβειαν παρ᾽ αὐτοῦ δὴ καὶ μόνου καταπλουτῆσαι καλῶς. τὸ γάρ Τάξει τοὺς πόδας μου εἰς συντέλειαν, δηλοῖ που πάντως ἕτερον ἡμῖν οὐδὲν ἢ τοῦτο. καὶ γοῦν Ἑβραίων ἡ ἔκδοσις ἀντὶ τῆς συντελείας τέθεικε τὴν Ἀσφάλειαν. οἱ δὲ ταττόμενοι πόδες εἰς ἀσφάλειαν, τί ἂν ἕτερον ἡμῖν ὑποφήνειαν, ἢ τὸ βεβηκὸς, ὡς ἔφην, εἰς εὐσέβειαν, καὶ τὸ ἀκράδαντον εἰς ἀρετὴν, καὶ τὸ εἰς πίστιν ἐρηρεισμένον καὶ ἀγάπην τὴν εἰς Χριστόν;
ὅτι δὲ οὐ χθαμαλὸς καὶ χαμαιριφὴς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων, ἀλλὰ παντὸς γηΐνου καὶ σαρκικοῦ πράγματος ὑψοῦ τέ ἐστι καὶ ἀνωκισμένος, ἀποφαίνει λέγων Ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με. ὑψηλὰ γὰρ ὄντως παρὰ Θεῷ τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα.
Ὅτι δὲ καὶ περιεσόμεθα τῶν ἀνθεστηκότων, καὶ ἀμείνους ἐσόμεθα τῶν ἐχθρῶν, δοξολογοῦντες αὐτὸν, ἀναπείσει λέγων Τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.