Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς δώδεκα προφήτας

Κύριλλος Ἀλεξανδρείας

Υπόμνημα στον προφήτη Μαλαχία

Έλεγχος των ιερέων και του λαού για την παραμέληση της λατρείας, προαναγγελία της έλευσης του Προδρόμου και του Χριστού ως Ήλιου της δικαιοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 12 από 12

ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΑΛΑΧΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ΚΑΙ περὶ τῆς τοῦ Μαλαχίου προφητείας ὀλίγα προειπεῖν ἀναγκαῖον, διὰ τὸ τῶν ἐντευξομένων εὐμαθὲς, καὶ ὅπως ἂν εἰδεῖεν ἕκαστα τῶν παρ᾽ αὐτῷ κειμένων.

Πεπερασμένων τοιγαροῦν τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίζετο μὲν ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ὁ Ἰσραὴλ, καὶ εἰς τὴν ἁγίαν αὖθις ἀφίκετο πόλιν, τὸν τῆς δουλείας ζυγὸν ἀποφορτισάμενος· καὶ δὴ καὶ ὁ θεῖος ἐγήγερτο ναὸς, ἐφεστηκότων τοῖς ἔργοις Ζοροβάβελ τε τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. προεφήτευον δὲ κατ᾽ ἐκεῖνο τοῦ καιροῦ τοῖς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένοις Ἀγγαῖός τε καὶ Ζαχαρίας, Ἕσδρα τε καὶ Νεεμίου συνόντων αὐτοῖς τῶν ἱερουργῶν. σύγχρονος δὲ τοῖς μνημονευθεῖσιν ἁγίοις προφήταις, ἢ ὀλίγῳ καὶ βραχὺ μετ᾽ ἐκείνους καὶ ὁ θεσπέσιος γέγονε Μαλαχίας, ὃς δὴ καλεῖται καὶ Ἄγγελος, διερμηνεύεται γὰρ ὧδε Μαλαχίας.

Οὐ παραδεκτέον δὲ τούς τινων περὶ αὐτοῦ λόγους, οἳ μάτην ἐῤῥαψῳδήκασιν, ἄγγελον μὲν τὴν φύσιν οἰόμενοί τε καὶ λέγοντες, σεσωματῶσθαι γεμὴν κατὰ Θεοῦ βούλησιν καὶ ἐν προφήτου τάξει γενέσθαι τοῖς ἐξ Ἰσραήλ. εἴρηται γὰρ ἄγγελος, ὡς ἔφην, μάλιστα μὲν καὶ τοῦ ὀνόματος ταύτην ἔχοντος ἐφ᾽ ἑαυτῷ τὴν ἑρμηνείαν· εἶτα ὅτι τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους ἀπαγγέλλων τοῖς ἐξ Ἰσραὴλ καλοῖτ᾽ ἂν οὐκ ἀπιθάνως καὶ ἄγγελος. καὶ γοῦν αὐτὸς ὁ Προφήτης Μαλαχίας ἐν τοῖς ἐφεξῆς περὶ παντὸς ἱερέως φησίν “Ὅτι ”χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν “ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ”ἐστι.” περὶ δέ γε τοῦ Ἐμμανουὴλ ὁ προφήτης Ἡσαΐας “Καὶ θελήσουσι, φησὶν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παι- ”δίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα “αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” ὁρᾷς ὅτι τὸ ἀπαγγέλλειν ἑτέροις τὴν τῆς ἀνωτάτω φύσεως βούλησιν ὀνομάζεσθαι καὶ ἀγγέλους παρεσκεύασέ τινας, καίτοι κατὰ φύσιν οὐκ ὄντας ἀγγέλους; ἄνθρωποι μὲν γὰρ οἱ τὸν θεῖον ἡμῖν διερμηνεύοντες νόμον, τουτέστιν οἱ ἱερεῖς· Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός.

Ἄνθρωπος δὴ οὖν καθ᾽ ἡμᾶς ὁ Προφήτης Μαλαχίας· σύμπας δὲ ὥσπερ αὐτῷ τῆς προφητείας ὁ σκοπὸς εἰς δύο ταῦτα συντείνεται. ἐγηγερμένου γὰρ τοῦ θείου ναοῦ, καιροῦ καλοῦντος εἰς ἱερουργίαν τοὺς προεστηκότας λαῶν, ἤτοι τοὺς ἐξ αἵματος τοῦ Λευὶ, ἐφιέντος δὲ ὥσπερ καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ πληροῦν, εἰ βούλοιντο, τὰς κατὰ νόμον εὐχὰς, ἐκέχρηντο μὲν ταῖς διὰ Μωυσέως ἐντολαῖς, οὐ μὴν ἀμωμήτως καὶ ἐπιεικῶς. προσεκόμιζον μὲν γὰρ εἰς θυσίαν οἱ λαοὶ τὰ συνήθη, πλὴν οὐ σφόδρα πεφροντισμένως, ὀκνηρῶς δὲ μᾶλλον καὶ κατημελημένως. τὰ γὰρ αἰσχίονα τῶν ἐν ποιμνίοις, ἄῤῥωστά τε καὶ ἀδόκιμα προσῆγον τῷ θυσιαστηρίῳ. προσεδέχοντο δὲ οἱ ἱερεῖς, μηκέτι μωμοσκοποῦντες κατὰ τὸν νόμον, μὴ χωλὸν ἢ ὠτότμητον ἢ κολοβόῤῥινον ἢ κολοβόκερκον ἢ ψωραγριῶν ἢ λειχῆνας ἔχον ἢ μονόρχες εἴη τὸ προσαχθέν. ἀπόβλητα γὰρ ὁ νόμος ἐποίει ταυτί· ὕβρις δὲ ἦν τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. κατημέλουν δὲ καὶ ἑτέρως οἱ ἱερεῖς καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, οὐχὶ τὰ ἐκ νόμων ὀρθῶς εἰσηγούμενοι, καὶ παιδαγωγοῦντες ἀστείως εἰς τὸ τῷ Θεῷ δοκοῦν, ἀλλ᾽ εἰς ἐκτόπους ἐξιτηλίας ἀπονεύειν ἐῶντες, καὶ τῆς εὐθείας ἔξω φέρεσθαι τρίβου. καὶ εἷς μὲν οὗτος τῆς ἐπιπλήξεως τρόπος· ἕτερος δὲ πρὸς τούτῳ τοῖς ἐξ Ἰσραὴλ, ἐπ᾽ αἰτίαις τοιαύταις.

οἱ μὲν γὰρ ἐῤῥῶσθαι φράσαντες ταῖς εἰς γυναῖκας φιλοστοργίαις, εἶτα βιβλίον ἀποστασίου ῥιπτοῦντες αὐταῖς, καὶ ἐπ᾽ οὐδενὶ τῶν ἀτόπων ἔσθ᾽ ὅτε κατεγνωσμέναις, συνεπλέκοντο μὲν ἑτέραις, ᾤοντο δὲ, ὅτι κατ᾽ οὐδένα τρόπον λυποῦσι Θεὸν, κἂν εἰ ἕλοιντο τοῦτο δρᾶν. ἕτεροι δὲ αὖ ταῖς τῶν ἀλλοφύλων ἐπεμαίνοντο θυγατράσι, καίτοι διακεκραγότος τοῦ νόμου σαφῶς “Τὴν θυγατέρα σου οὐ δώσεις τῷ ”υἱῷ αὐτοῦ καὶ τὴν θυγάτερα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· “ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾽ ἐμοῦ, καὶ πορευθεὶς λα- ”τρεύσει θεοῖς ἑτέροις.” γέγονε δὲ μακρὸς περὶ τούτου λόγος καὶ ἐν τοῖς τοῦ Ἕσδρα βιβλίοις. ὅθεν τινὲς αὐτὸν ὑπολαμβάνουσιν εἶναι τὸν Μαλαχίαν. ἔχει δὲ οὐχ οὕτως τὸ ἀληθές. καὶ τὰ μὲν τῆς ἐπιπλήξεως ἐν τούτοις· ἐν δέ γε τῷ τέλει τῆς προφητείας τὸν περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναδείξεως ποιεῖται λόγον, ἅτε δὴ μελλούσης τὸ τηνικάδε καθαρᾶς τε καὶ ἀναιμάκτου θυσίας προσκομίζεσθαι τῷ Θεῷ, καταλήγειν δὲ τὰ πάντων ἐγκλήματα, τῆς τε ἁμαρτίας ἀνῃρημένης, καὶ εἰς καινότητα ζωῆς ἀναμορφουμένων τῶν ἐπὶ τῆς γῆς· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, τῶν ἀρχαίων παρῳχηκότων, κατὰ τὸ γεγραμμένον. <Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ.> Λῆμμά φησι τοῦ λόγου τῆς παρὰ Θεοῦ προφητείας οἱονεὶ τὴν λῆψιν.

ἐδέχοντο γὰρ οἱ μακάριοι προφῆται διὰ τοῦ Ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, τάς τε συμβουλὰς καὶ μὴν καὶ τὰς ἐπιπλήξεις ἐποιοῦντο πρός τινας, οὐκ ἐξ ἰδίας αὐτοὶ καρδίας, οὓς ἂν ἕλοιντο τυχὸν ἀνασπῶντες λόγους, ἢ ψευδοεποῦντες κατά τινας, διερμηνεύοντες δὲ τὰ παρὰ Θεοῦ, καὶ τοὺς ἄνωθεν τοῖς ἄλλοις καθαρῶς τε καὶ ἀμωμήτως διαπορθμεύοντες λόγους. οὐκοῦν τῆς προφητείας τὴν λῆψιν γενέσθαι φησὶ παρὰ Κυρίου. ὑπεμφαίνει δὲ διὰ τούτων, ὡς οὔτε προαγόρευσιν ἔχει τινὰ τῆς προφητείας ὁ λόγος μοχθηροῦ τε καὶ ἀνιαροῦ πράγματος ὡς συμβησομένου τοῖς ἐξ Ἰσραὴλ, οὔτε μὴν ἐπαίνους ὡς βεβιωκότων ὀρθῶς· ἐπίπληξιν δὲ μᾶλλον ἐπί τε ἱερέας καὶ λαούς. τὸ δέ ἐν χειρὶ ἀγγέλου αὐτοῦ τοιῶσδε νοήσεις· διαχειρίζοντος γὰρ ὥσπερ, ἤγουν ἐκπράττοντος, τὴν τῆς προφητείας διακονίαν τοῦ ἐπίκλην ἀγγέλου, τὸ λῆμμα γέγονεν ἐπὶ τὸν Ἰσραήλ. εἴρηται δὲ ἄγγελος ὁ Μαλαχίας δι᾽ αἰτίας ἃς ἤδη προεῖπον. <Θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν. ἠγάπησα ὑμᾶς, λέγει Κύριος.> Οὐ πάρεργον ποιεῖσθαι προστάττει τῶν ῥηθησομένων τὴν ἀκοὴν, ἐσπουδασμένως δὲ μᾶλλον καὶ ἐν πλείστῃ προσοχῇ καὶ κατανοήσει. διακεῖσθαι γὰρ ὧδε προσήκει τοὺς θείων μέλλοντας ἀκροᾶσθαι λόγων, ὧν ἔσται πλείστη τε ὅση καὶ μάλα ἀμφιλαφὴς ἡ ὄνησις, ὅταν εἰς αὐτὸν εἰσχέωνται τὸν νοῦν.

ψάλλει γάρ που καὶ ὁ θεσπέσιος Δαυείδ “Ἐν ”τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω “σοι.” ἔστι γάρ ἐστιν ἀκούοντά τινα μηδὲ ἀκοῦσαι δοκεῖν, εἰ μὴ ἅπτοιντο μὲν διανοίας οἱ λόγοι, ἀποπτάντες δὲ ὥσπερ τῆς τοῦ λέγοντος γλώττης, εἶτα μόνῃ προσαράξαντες τῇ τοῦ σώματος ἀκοῇ, εἰκαίοις ἐν ἴσῳ καταλογισθεῖεν κρυπτοῖς. τοιοῦτοί τινες ἦσαν οἱ περὶ ὧν ἔφη τις τῶν ἁγίων προφητῶν “Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ ”βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι.” παρεγγυᾷ τοιγαροῦν ἀναγκαίως ὁ Προφήτης λέγων Θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν, τουτέστιν, εἰς νοῦν ἔσω καὶ καρδίαν τοὺς θείους ἐναποτιθέμενοι λόγους, καὶ τῶν ἄνωθεν χρησμῳδημάτων συνέντες τὴν δύναμιν, συναινέσατε πάντως, ὡς ἠγάπησα μὲν ὑμᾶς λέγει Κύριος, ἠξίωσα δὲ ἁπάσης ἡμερότητος καὶ φειδοῦς καὶ τῆς τοῖς ἀγαπωμένοις πρεπούσης φιλοτιμίας. τοῦτο δὲ αὖ κατονειδίζοντος μὲν εὖ μάλα, ὡς πονηρὰ ἀντὶ ἀγαθῶν ἀπέδοσαν αὐτῷ, καίτοι δέον, ὡς ἀγάπης ἠξιωμένους, ἀντευφραίνειν ταῖς ἐπιεικείαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἁνδανόντων αὐτῷ σπουδαῖς τε καὶ προθυμίαις.

εἰ γάρ ἐστι τῶν ἀτόπων, τὸ μὴ βούλεσθαι τοῖς καθ᾽ ἡμᾶς ἀποδιδόναι τὰς ἀμοιβὰς, τίς ἂν γένοιτο λόγος ἐπὶ Θεοῦ τοῦ πάντα ἡμῖν πλουσίως διανέμοντος τὰ πρὸς εὐθυμίαν, εἰ μὴ βούλοιτό τις αὐτῷ τῶν δεδωρημένων ἀντεκτίνειν τὰς ἀμοιβάς· εἰ καὶ ὅτι μάλιστα πρέποι ἂν ἐκεῖνο λέγειν τοῖς γε ἀληθῶς ἀρτίφροσι “Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ”ἀνταπέδωκεν ἡμῖν; <Καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακὼβ, λέγει Κύριος, καὶ ἠγάπησα τὸν Ἰακὼβ, τὸν δὲ Ἡσαῦ ἐμίσησα, καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου;> Πλήττονται μὲν Ἰουδαῖοι κατὰ καιροὺς τοῖς ἐκ θείας ὀργῆς συμβαίνουσι, πολυτρόπως δεδυσσεβηκότες. ἀπῴχοντο γὰρ εἰς αἰχμαλωσίαν, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, οἴκων τε ἠρημωμένων, καὶ ὁμοῦ τῷ θείῳ ναῷ κατεμπρησθέντων τῶν Ἱεροσολύμων. πρόφασις δὲ τοῦ τὰ τοιάδε παθεῖν αὐτοὺς, τὸ ἀποφοιτᾶν ἑλέσθαι καὶ γνησιότητος τῆς πρὸς Θεὸν, καὶ ὀλίγου παντελῶς ἀξιῶσαι λόγου τὴν εἰς τὸν νόμον αἰδῶ. ἐπειδὴ τοίνυν ἀγαπῆσαι λέγοντος αὐτοὺς τοῦ Θεοῦ, καὶ σφόδρα γε, ἦν εἰκὸς τῶν ἐκ τῆς αἰχμαλωσίας διαμεμνῆσθαι κακῶν, φάναι τε οὕτω τυχὸν τό Ἐν τίνι ἠγάπησας ἡμᾶς;

οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς παριππεύει μὲν τὰ διὰ μέσου συμβεβηκότα, καὶ τὴν ἐπ᾽ αὐτοῖς παρατρέχει διήγησιν, ἀνακομίζει γεμὴν τὴν τῆς ἀγάπης ἀπόδειξιν ἐπὶ τὴν τοῦ γένους ἀρχὴν, φημὶ δὴ τὸν Ἰακὼβ, ὃν ἀγαπῆσαι μὲν ἰσχυρίζεται, κατεστυγημένον δὲ πεποιῆσθαι τὸν Ἡσαῦ, καίτοι τοῖς τῆς φύσεως νόμοις εἰς ἀδελφότητα τῷ τετιμημένῳ συνδούμενον. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ”ἢ φαῦλον,” ἀπόλεκτον ἐποιεῖτο τὸν Ἰακὼβ, ἐξ οὗ τὸ τῶν Ἰουδαίων ἀνεφύη γένος, ἐκβέβληκε δὲ τὸν Ἡσαῦ. καὶ οὐ δήπου φαμὲν κατὰ πρόσκλισιν· οὐ γὰρ ἄδικος ὁ Θεὸς, οὔτε μὴν ἄνισον ἢ ἑτεραχθὲς τὸ ἐφ᾽ ἑκάστῳ τῶν ἐπὶ τῆς γῆς διεξάγει κρῖμα· προεγνωκὼς δὲ ὡς Θεὸς τὰ παρ᾽ ἀμφοῖν ἐσόμενα καὶ τὸν ἑκάστου τρόπον, ἀγάπης ἠξίου τὸν ἀμείνω τε καὶ ἱερώτερον. καθάπερ ἀμέλει καὶ τὸν μακάριον Ἱερεμίαν πρὶν ἐν κοιλίᾳ διαπλάσαι φησὶν ἐγνωκέναι, ἁγιάσαι τε πρὶν ἐξελθεῖν ἐκ μήτρας. ᾔδει γὰρ ᾔδει προφήτην ἐσόμενον καὶ ἐπιτηδείως ἔχοντα πρὸς ἀποστολὴν τὴν ἐπιοῦσαν τὸ δεῖν τῶν ἐσομένων ποιεῖσθαι τὴν προαγόρευσιν. οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς ἐν πίστει δεδικαιωμένους ἡγιάσθαι φησὶν ὁ θεσπέσιος Παῦλος “Οὓς γὰρ προέγνω καὶ προώρισεν ”ὁ Θεὸς καὶ Πατὴρ, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ “αὐτοῦ,” τούτους καλέσαι τε καὶ ἁγιάσαι λέγεται.

οὐκοῦν κατὰ πρόγνωσιν ἠξίωτο μὲν ἀγάπης ὁ Ἰακὼβ, μεμίσηται δὲ δικαίως ὁ Ἡσαῦ.

Ὦ τοίνυν, φησὶν, Ἰσραὴλ, ἠγάπησα μὲν ὑμᾶς. ψευδομυθήσαιμι γὰρ ἂν οὐδαμῶς, εἰ τοῦτο λέγοιμι πρὸς ὑμᾶς, εἴσεσθε δὲ μᾶλλον ὡς ἔστιν ὀρθός τε καὶ ἀληθὴς ὁ λόγος, εἰς τὴν τοῦ γένους ἀρχὴν ἀναφέροντες τῆς ἀγάπης τὸν τρόπον. ἄμφω μὲν γὰρ ἤστην ἐξ Ἰσαὰκ, ἀλλ᾽ ἦν ἀγαθὸς τοὺς τρόπους, καὶ φιλόθεος Ἰακὼβ, ὁ γεμὴν ἕτερος σκληρὸς καὶ δυσάντητος καὶ ἕτοιμος εἰς βεβήλωσιν. ταύτῃτοι προσνένευκα τῷ Ἰακὼβ, καὶ τὸν μὲν ἐκνεμηθέντα τῷ Ἡσαῦ κατηφάνισα κλῆρον, ἔδωκά τε αὐτὸν εἰς ἐρήμωσιν. συγκεκρότηκα δὲ τῇ παρ᾽ ἐμαυτοῦ φειδοῖ τὸν τοῦ Ἰακὼβ, τουτέστιν ὑμᾶς, ἤτοι τὴν χώραν, ἢν κατῳκήκατε. ἰστέον δὲ ὅτι διερμηνεύεται μὲν Ἡσαῦ Δρῦς· σκληρὸς δὲ καὶ ἀκαμπὴς, καὶ τοῖς ἐκ δρυὸς ξύλοις ὀλίγα παραχωρῶν ὁ Ἡσαῦ, ἀπεμπολήσας δὲ καὶ τὰ πρωτοτόκια βρώσεως ἕνεκα μιᾶς, ὠνόμασται δὴ καὶ Ἐδὼμ, ὅ ἐστι γήϊνος. ταύτῃτοι καὶ Ἰδουμαίαν κεκλῆσθαί φησι τὸ γράμμα τὸ ἱερὸν, τῶν ἐξ Ἡσαῦ γεγονότων τὴν χώραν, ἢν ἐχειρώσαντο κατὰ καιροὺς Ἰουδαῖοι, ἄβατόν τε καὶ ἀοίκητον ἀπέφηναν παντελῶς. καὶ τί ἂν βούλοιτο δηλοῦν τοῖς ἐξ Ἰσραὴλ τῆς προφητείας ὁ νοῦς; ἐκεῖνο οἶμαί που. τὸν μὲν γὰρ Ἰακὼβ ἀγαπῆσαί φησι, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ὅτι γέγονεν ἀνὴρ “ἄπλαστος, ”οἰκῶν οἰκίαν·” μεμισηκέναι δὲ τὸν Ἡσαῦ, γέγονε γὰρ γήϊνός τε καὶ “βέβηλος” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν.

ἦν οὖν ἀναγκαῖον εἰδέναι τοὺς Ἰουδαίους, ὡς οὐκ ἂν συνέβη παθεῖν αὐτοὺς τὴν ἐρήμωσιν καὶ τὴν ἐκ τῆς ἐνεγκούσης εἰς ἀλλοφύλους ἀποδρομὴν, εἰ μεμίμηντο τὸν Ἰακώβ. ἐπειδὴ δὲ ζηλωταὶ καὶ ὁμότροποι γεγόνασι τοῦ Ἡσαῦ, καὶ τῆς ἐκείνου σκαιότητος ἰόντες κατ᾽ ἴχνος κατεφωρῶντο, λοιπὸν δέδονται τοῖς ἐχθροῖς.

Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν τοῖς εἰρημένοις ἐφαρμόσαι τὴν θεωρίαν, διανοείσθω σαφῶς, ὡς ὁ μὲν Ἰακὼβ διερμηνεύεται Πτερνιστής· τύπος δ᾽ ἂν εἴη παντὸς τοῦ πτερνίζοντος ἁμαρτίαν. Ἡσαῦ δὲ, ὡς ἔφην, Δρῦς καὶ μέντοι Γήϊνος ὁ Ἐδώμ· τύπος δ᾽ ἂν εἴη καὶ οὗτος παντὸς τοῦ μόνα φρονοῦντος τὰ ἐπὶ τῆς γῆς. ἀγαπᾷ τοίνυν ὁ Θεὸς τὸν πτερνιστὴν Ἰακὼβ, μεμίσηκε δὲ τὸν Ἡσαῦ τὸν ἀκαμπῆ καὶ σκληρὸν, ἤτοι τὸν Ἐδὼμ, τουτέστι τὸν τοῖς γηΐνοις προσνενευκότα, καὶ τῶν πνευματικῶν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα φληνάφως ἀνθῃρημένον. τῶν οὕτω ζῆν εἰωθότων ἀφανιεῖ τὸν κλῆρον ὁ φιλάρετος ἡμῶν Θεός. οὐ γάρ τοι βέβαια τὰ ἐπὶ τῆς γῆς, οὔτε μὴν ἀκλόνητον ἔχει τὴν στάσιν. ὅτι δὲ πεσεῖται πάντως, ὡς ἐν τύπῳ σαφηνιεῖ τῶν Ἰδουμαίων ὁ κλῆρος εἰσάπαν ἠρημωμένος. ἀλλ᾽ ὅ γε Θεῷ προσκείμενος, ἀσφαλῆ καὶ ἐρηρεισμένην ἕξει τὴν ἐλπίδα, καὶ τῷ τῶν ἀγαθῶν δοτῆρι Θεῷ προσφωνήσει λέγων “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.” <Διότι ἐὰν εἴπῃ Ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἠρημωμένας αὐτῆς· τάδε λέγει Κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσι, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς ἐφ᾽ ὅν παρατέτακται Κύριος ἕως αἰῶνος.> Δυσχερὴς μὲν λίαν ἡ τῆς λέξεως συνθήκη, πλὴν οὐκ ἄποπτος τῶν προκειμένων ὁ νοῦς.

δέδωκα μὲν γὰρ ἐγὼ, φησὶ, τὴν Ἡσαῦ κληρονομίαν εἰς ἀφανισμὸν καὶ εἰς ἐρήμωσιν, ὑμῶν τῶν ἐξ Ἰακὼβ ἐκπεπορθηκότων. ἐρεῖ δὲ ἴσως ὁ Ἰδουμαῖος Εἰ καὶ κατέστραπται παντελῶς καὶ εἰς λῆξιν ἥκει κακῶν ἣν κατῳκήκαμεν χώραν, ἀλλ᾽ οὖν ἐπιστρέψαντες ἐγεροῦμεν μὲν τὰς ἠρημωμένας πόλεις τε καὶ κώμας, κατοικήσομεν δὲ αὐτὰς οἱ διασεσωσμένοι. τί οὖν πρὸς ταῦτά φησι; Τάδε λέγει Κύριος Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω. κεκλήσεται δὲ πάντως ἡ Ἰδουμαία Ὅρια ἀνομίας· ὡς διὰ πλείστην ὅσην ἁμαρτίαν κατεστραμμένη· καὶ λαὸς ἐφ᾽ ὃν παρατέτακται Κύριος ἕως αἰῶνος.

Ὁ μὲν οὖν τοῦ γράμματος νοῦς οὐχ ἕτερος οἶμαί τις παρὰ τοῦτόν ἐστι. προσθείην δ᾽ ἂν, ὅτι τῶν τὸ σαρκικὸν καὶ γήϊνον ἐχόντων φρόνημα· γήϊνος γὰρ, ὡς ἔφην, ὁ Ἰδουμαῖος διερμηνεύεται· πάντη τε καὶ πάντως ὁ κλῆρος πεσεῖται, Θεοῦ καταστρέφοντος· οὐ γὰρ ἔχει τὸ βέβαιον τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, οὔτε μὴν διηνεκῆ τὴν μέθεξιν. παριππεύει γὰρ τοὺς ἔχοντας πρόσκαιρος ἐπιθυμία, καὶ ἐν ἴσῳ σκιᾷ μετατάττεται, ἢ θανάτῳ σβεσθέντος τινὸς, ἤγουν ἀδοκήτου συμφορᾶς ἐπενηνεγμένης. ἀλλ᾽ εἰ καί τις ἕλοιτο τῶν νοητῶν Ἰδουμαίων τὸν ἑαυτοῦ κλῆρον οἰκοδομεῖν, ἢ πλοῦτον συλλέγων τὸν ἐξ ἀδικίας, ἢ τοῖς διακένοις δοξαρίοις ἐντρυφῶν, καὶ δυναστείαις ταῖς κατὰ τὸν βίον ἐναβρύνεσθαι θέλων, αὐτὸν εὑρήσει τὸν τῶν ὅλων Θεὸν μονονουχὶ καὶ ἀνθεστηκότα καὶ μαχόμενον. ὡς γὰρ ὁ θεσπέσιος γέγραφε μαθητής “Εἴ τις θέλει εἶναι φίλος τοῦ ”κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.” οὐ πεπαύσεται γὰρ, ὡς ἔφην, τοῖς τὰ γήϊνα φρονεῖν ᾑρημένοις ἐναντιούμενος, ἀλλ᾽ οὐδὲ τῆς πρὸς αὐτοὺς καταλήξει μάχης.

μισεῖ γὰρ ἀεὶ τὸν ἀλιτήριον, καὶ ἀπόπεμπτον ποιεῖται τὸν φιλαμαρτήμονα. <Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε Ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ἰσραήλ.> Ὅταν, φησὶ, τὴν τῶν πραγμάτων καταθρήσατε φύσιν, μονονουχὶ δὲ καὶ ἀναμύοντι νῷ κατίδητε σαφῶς ἅπερ ἔφην ἀρτίως, τότε δὴ πάντως ἐρεῖτε συγκαταβαίνοντες, ὅτι δεδόξασται καὶ ἐμεγαλύνθη Κύριος ἐν τοῖς ὁρίοις τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ ἐξ Ἰακὼβ γεγονότες, τουτέστιν Ἰουδαῖοι, προσκεκρουκότες, ὡς ἔφην, διὰ πλείστην ἀσέβειαν, ἔξοικοί τε γεγόνασιν καὶ αἰχμάλωτοι καὶ ἁλώσιμοι τοῖς ἐχθροῖς. ἐπειδὴ δὲ πεπραχότας ἀθλίως καὶ ἀποχρώντως κεκολασμένους κατηλέησεν ὁ Θεὸς, ἀνεκομίσθησαν εἰς τὸ ἀπ᾽ ἀρχῆς, ἀνενεγκόντων αὐτοῖς ἐπὶ τὸ ἄμεινον τῶν πραγμάτων. καὶ γέγονε μὲν ἐν εὐπαθείᾳ ἡ χώρα, κατῳκήκασι δὲ τὰς πόλεις, ἀνεδείμαντο τὸν ναὸν, ἀνετείχισαν τὴν Ἱερουσαλὴμ, καὶ γεγόνασι πάλιν ἐν τοῖς παρ᾽ ἐλπίδα καὶ κατ᾽ εὐχήν· ἡ δέ γε τῶν Ἰδουμαίων ἠρήμωται χώρα, καὶ μεμένηκεν ἐν κακοῖς, οὐκ ἀνασφήλασα πρὸς τὸ ἄμεινον. οὐκοῦν δεδόξασται Θεὸς ἐν τοῖς ὁρίοις Ἰσραήλ.

Ἰστέον δὲ, ὅτι καὶ κατὰ τὸν ἐσώτατον νοῦν, κἂν εἰ ἐν προσκρούσει γένοιντό τινες τῶν εἰδότων Θεὸν, κἂν εἰ παιδεύοιντο δι᾽ ἁμαρτίας, ἀλλ᾽ οὖν οὐκ εἰσάπαν αὐτοὺς ἀπολέσθαι συμβαίνει. κατοικτείρει δὲ Θεὸς παιδεύσας ἀρκούντως, καὶ ἀνακομίζει πάλιν πρὸς εὐθυμίαν. τοῖς δέ γε τὸ γήϊνον ἀγαπῶσι φρόνημα, καὶ εἰς μόνα βλέπουσι τὰ σαρκὸς, μάχεται διηνεκῶς καὶ τῆς ἐπ᾽ αὐτοῖς ὀργῆς παρατενεῖ τοὺς χρόνους· “Κληθήσεται γὰρ αὐτοῖς, φησὶν, ὅρια ἀνόμων καὶ ”λαὸς ἐφ᾽ ὃν παρατέτακται Κύριος ἕως τοῦ αἰῶνος.” <Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. καὶ εἰ πατὴρ ἐγώ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φοβούμενός με; λέγει Κύριος Παντοκράτωρ.> Ἔξω τοῦ καθήκοντος ἰόντας λόγου, καὶ ὧν ἥκιστα ἐχρῆν ἀφειδεῖν ᾑρημένους, ἀποφαίνει πανταχῆ. τοῖς μὲν γὰρ ἐπιεικέσι τῶν υἱῶν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ μεταποιεῖσθαι σφόδρα τῆς τοῦ φύσαντος δόξης, ἵνα καὶ εὐκλεεστάτου πατρὸς ὀνομάζηται τέκνον. εἰ δὲ δή τις εἴη καὶ οἰκέτης γνήσιος, περιφανῆ που πάντως καὶ διαβόητον τὸν οἰκεῖον εὔξεται γενέσθαι δεσπότην, οὐκ ἄσημον εἶναι καὶ πεπατημένον. μεθέξει γὰρ οὕτω καὶ αὐτὸς τῆς ἔν γε τούτοις εὐημερίας, καύχημά τε τὸ χρῆμα ποιήσεται, καὶ θυμηδίας τῆς ἀνωτάτω λογιεῖται πρόφασιν.

ὑμεῖς δὲ, φησὶν, ὡς πατέρα δοξάζειν ὀφείλοντες, δεδιέναι δὲ καὶ ὡς δεσπότην, κατ᾽ ἄμφω τοῦ πρέποντος οὐ μετρίως διημαρτηκότες ἁλώσεσθε, μήτε ὡς πατρὶ τὴν δόξαν, μήτε μὴν ὡς δεσπότῃ τὸν φόβον ἀνάπτοντες. ποῦ γὰρ ἡ δόξα μου; ποῦ δὲ ὁ φόβος, εἰ μηδὲν τῶν εἰς δόξαν ὁρώντων τὴν ἐμὴν ἀνέχεσθε δρᾶν, μήτε μὴν τὸ κολάζεσθαι δεδιότες, τοῖς δεσποτικοῖς εἴκετε νόμοις; ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου “Ἄκουε ”οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν Υἱοὺς “ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.” Χρὴ τοίνυν ἡμᾶς τὰ εἰς δόξαν Θεοῦ ζητεῖν, καὶ μὴν καὶ ἐπείγεσθαι κατορθοῦν, τὸ γεγραμμένον εἰδότας “Ζῶ ”ἐγὼ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ “ὁ ἐξουθενῶν με ἐξουδενωθήσεται.” δοξασθήσεται δὲ πρὸς ἡμῶν ὡς πατὴρ ὁ τῶν ὅλων Θεὸς, οὐχὶ τὸ αὐτοῖς ἡμῖν ἡδύ τε καὶ φίλον ἀποπεραίνειν ἐσπουδακότων· ἀνατεθεικότων δὲ μᾶλλον αὐτῷ τὸν νοῦν καὶ τοῖς αὐτοῦ νεύμασιν ἑπομένων πανταχοῦ. φοβηθησόμεθα δὲ καὶ ὡς Κύριον, τὴν εἰς φαυλότητα ῥοπὴν ἀνακόπτοντες αἰδοῖ τοῦ προσκρούειν αὐτῷ, καὶ τὸν ἐπὶ τοῦ θείου βήματος εὐνοοῦντες ἔλεγχον. “Τοὺς γὰρ ”πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος “τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, ”πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.” <Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου, καὶ εἴπατε Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου;

προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστι, καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.> Ἐπαιτιᾶται σφόδρα τῶν Ἰουδαίων τὸ ῥᾴθυμον, οἷς καὶ ὁ νόμος ἐπιφωνεῖ τό “Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ.” ἕψεται γὰρ ὡς ἐπίπαν ταῖς τῶν ἡγουμένων ἐπιεικείαις ἡ ὑπὸ χεῖρα πληθὺς, ἀδικεῖται δὲ οὐ μετρίως, ὅταν ἴδῃ κατημεληκότας τῆς πρὸς Θεὸν αἰδοῦς. συγκαθίσταται γὰρ εὐθὺς καὶ συναῤῥωστεῖ τὸ ῥᾴθυμον εἰς εὐλάβειαν καὶ τῇ τῶν καθηγητῶν ὑπτιώσει συμπλάττεται. ὅτι δέ ἐστιν ἀληθὴς ὁ λόγος, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεός “Ὅτι οἱ ”ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, “διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν.” οὐκοῦν ὡς ἐπίπαν οἱ τῶν θείων μυστηρίων ἱερουργοὶ πρόφασις εὑρίσκονται τοῖς ἄλλοις εὐδοκίμου μὲν ζωῆς, εἴπερ ἕλοιντο διαβιοῦν ὀρθῶς, καὶ καθ᾽ ὃν προσήκει τρόπον Θεῷ τὸ σέβας ἀνάπτειν· αἰσχρῶν δὲ καὶ βδελυρῶν ἐπιτηδευμάτων, εἰ πρό γε τῶν ἄλλων οὗτοι τὰ τοιάδε τῶν κακῶν εὑρίσκοιντο κατηῤῥωστηκότες. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τελοῦσι διδασκαλίας ἐπεφώνει σοφῶς, ὅτι προσῆκεν αὐτοὺς τύπους γενέσθαι τοῖς ποιμνίοις. ὑμεῖς ἐστε τοίνυν, φησὶν, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, οἱ φαυλιζοντες τὸ ὄνομά μου.

κἂν εἰ βούλεσθε μαθεῖν τοῦ φαυλισμοῦ τὸν τρόπον, ἀκούσεσθε διακεκραγότος Ἐν τῷ προσφέρειν ὑμᾶς εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. εἰ δὲ δὴ λέγοιτε καὶ πρὸς τοῦτο πάλιν Τίνα δὴ τρόπον ἠλισγήσαμεν αὐτούς; ἐρῶ πρὸς ὑμᾶς Ὡς οἴεσθε μὲν ἴσως, μᾶλλον δὲ καὶ αὐτοῖς βοᾶτε πράγμασιν, ὅτι Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.

Ἐπειδὴ δὲ ἕκαστα τῶν εἰρημένων ἀναμηρύσασθαι χρὴ καὶ διερμηνεῦσαι σαφῶς, φέρε λέγωμεν, τί ποτε ἄρα βούλεται δηλοῦν ὁ ἄρτος ὁ ἠλισγημένος. ἠλισγημένον μὲν οὖν τὸν μεμολυσμένον καὶ ἀκάθαρτον ὀνομάζει. εἰδέναι δὲ ἀναγκαῖον, ὅτι κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν ἐπὶ ταῖς τελουμέναις θυσίαις καὶ ἄρτοι προσεκομίζοντο· πλὴν ἄζυμοί τε καὶ καθαροί· μόνην δὲ τὴν τῆς αἰνέσεως θυσίαν ἐπ᾽ ἄρτοις ζυμίταις τελεῖσθαι προστέταχε. καὶ τίς ὁ περὶ τούτων μυστικὸς ἂν γένοιτο λόγος, ἀποχρώντως ἐν ἑτέροις εἰρήκαμεν· ἀφηγήσομαι δὲ καὶ νῦν ἐν ἐπιδρομῇ, ὡς ἂν μὴ δοκοίην ὀκνηρὸς εἶναί τις ἔν γε τοῖς οὕτω λυσιτελεστάτοις. οὐκοῦν ὁ μὲν ἄζυμος ἄρτος σημεῖον ἂν γένοιτο ζωῆς τῆς ἀζύμου καὶ καθαρᾶς. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις ἐπιστέλλει λέγων “Ὥστε ἑορτάζωμεν ”μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, “ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.” καὶ πάλιν “Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, ”καθὼς καί ἐστε ἄζυμοι.” παρεγγυᾷ δὲ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις οὕτω λέγων “Προσέχετε ἀπὸ τῆς ζύμης τῶν ”Φαρισαίων καὶ Σαδδουκαίων.” οὐκοῦν καθαρᾶς καὶ ἡγιασμένης καὶ ἀζύμου ζωῆς σημεῖον ὁ ἄρτος. προσεκόμιζον τοίνυν ἀνθ᾽ ἑαυτῶν ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς οἱ προσάγοντες ἄρτους τε ἀζύμους καὶ λαμβάνοντες καὶ ἄζυμα κατὰ τὸν νόμον.

Ἐπειδὴ δὲ καὶ τοὺς ἔτι κατηχουμένους, καὶ οὔπω τὴν ἁμαρτίαν ἐκνενιμμένους διὰ τοῦ ἁγίου βαπτίσματος οὐκ ἐκπέμπομεν τῶν ἐκκλησιῶν δοξολογοῦντες Θεὸν, ποιούμεθα δὲ μᾶλλον κοινωνοὺς, τὴν τῆς αἰνέσεως πληροῦντες θυσίαν, ταύτῃτοί φησι καὶ ὁ νόμος “ἐπ᾽ ἄρτοις ζυμίταις” χρῆναι δρᾶν αὐτοὺς, ἄρτον ζυμίτην λέγων αἰνιγματωδῶς τὸν οὔπω κεκαθαρμένον, ὡς ἔφην, διὰ τοῦ ἁγίου βαπτίσματος, ἔχοντα δὲ ὥσπερ τινὰ ζύμην ἐν ἑαυτῷ τὰ τῆς ἀρχαίας φαυλότητος λείψανα.

Ὑμεῖς οὖν φησιν οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου διὰ τὸ προσφέρειν εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. χρὴ τοιγαροῦν φροντίδα ποιεῖσθαι πολλὴν τοὺς τὴν θείαν ἔχοντας ἱερωσύνην, μὴ ἄρα τι δρῷτο τοιοῦτον ἐν ἐκκλησίαις· εἰδέναι τε, ὅτι ἡ μὲν ἀκριβὴς ἐπιτήρησις εὐφρανεῖ Θεὸν, καταλυπήσει δὲ λίαν τὸ ῥᾳθυμεῖν ἑλέσθαι καὶ ἀμελεῖν τῶν οὕτω σεπτῶν· ὅτι γὰρ οὐκ ἀζήμιον τοῖς ὑπτιουμένοις τὸ πρᾶγμα, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ἀκουόντων ἐκείνων Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου; φαύλισμα γὰρ ὥσπερ εἰς Θεὸν τῶν ἱερέων τὸ ῥᾴθυμον, καὶ εἰς τὴν αὐτῷ πρέπουσάν τε καὶ ὀφειλομένην δόξαν ἀναφέρεται τὸ πλημμέλημα. <Διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήψεται πρόσωπόν σου, λέγει Κύριος Παντοκράτωρ.> Μωμοσκοπεῖν τοῦ νόμου τὰ ἱερεῖα προστάττοντος, καὶ ἀπόβλητον μὲν ποιεῖσθαι τὰ ἔμπηρα, καθιεροῦν δὲ τὰ ἄμωμα, προσεκόμιζον τῷ θυσιαστηρίῳ κατ᾽ ἐκεῖνο τοῦ καιροῦ χύδην καὶ ἀδιακρίτως, καὶ τῆς μὲν προσηκούσης τῷ Θεῷ δόξης ὀλίγος ἦν παντελῶς ὁ λόγος· φροντὶς δὲ λίαν ἐσπουδασμένη, τὸ πλεῖστά τε ὅσα συναγείρειν θύματα, καὶ κρεῶν ἀφθονίαν οἴκοι τε ἔχειν καὶ ἐν αὐτῇ που τάχα τῇ ἁγίᾳ σκηνῇ. ἆρ᾽ οὖν, ὦ τοῦ νόμου φύλακες, εἰ προσάγει τις τυφλὸν εἰς θυσίαν, οὐ κακὸν τὸ θῦμα;

εἰ δὲ δὴ καὶ χωλὸν ἢ ἄῤῥωστον, τὸν τῆς ἐμπηρίας διαφεύξεται μῶμον; οὐ γὰρ δὴ καὶ τὰ τοιάδε λογιεῖσθε κακὰ καὶ πρὸς θυσίαν οὐκ ἐπιτήδεια; ἀλλ᾽ εἴπερ οἴεσθε κατὰ σφᾶς οὐχ ὧδε ἔχειν, ἀποφερέτω τις αὐτὰ ξένιον καὶ ἐν δώρου τάξει τῶν καθηγητῶν ἑνί. ἀλλ᾽ οὐκ ἂν προσδέξαιτο φησὶν, οὐδ᾽ ἂν τὸ τοῦ προσκομίζοντος πρόσωπον αἰδεσθεὶς, οἰστὸν τὸ χρῆμα ποιήσαιτο, χαλεπανεῖ δὲ λίαν ὡς ὑβρισμένος.

Ἔστι τοίνυν τῶν ἄγαν ἐκτοπωτάτων, Θεῷ προσφέρειν ἀποτολμᾶν, ἃ μηδ᾽ ἂν εἷς τῶν καθ᾽ ὑμᾶς ἕλοιτο λαβεῖν· πολὺ δὲ τοῦτο παρ᾽ ἡμῖν τὸ πλημμέλημα. εἰ γάρ τι μέλλοιμεν προσκομίζειν Θεῷ, ὧν ἂν ἔχοιμεν τὰ αἰσχίω καὶ δεύτερα ζητοῦμεν οἱ τάλανες, οὐκ ἐννοοῦντες, ὅτι τὴν Καῒν θυσίαν οὐκ ἐποιεῖτο δεκτὴν, ὅτι προσεκόμιζε μὲν ὀρθῶς, διεῖλε δὲ οὐκ ὀρθῶς, ἑαυτῷ μὲν τὰ πρῶτα καὶ ἐξαίρετα τετηρηκὼς, τιμᾶν δὲ νομίσας τοῖς δευτέροις Θεόν. ἀλλ᾽ οὐ προσέσχεν αὐτοῦ ταῖς θυσίαις ὁ τῶν ὅλων Θεός. οὐ γὰρ λογιεῖται τιμὴν τῶν προσφερόντων τὸ ῥᾴθυμον.

Ἀπαράδεκτα γεμὴν ὁ νόμος εἰς θυσίαν ἐποιεῖτο τὰ τυφλὰ τῶν θρεμμάτων, καὶ μὴν τὰ χωλά τε καὶ ἄῤῥωστα, τοῦ μὲν τυφλοῦ σημαίνοντος αἰνιγματωδῶς τοὺς τὸν θεῖον οὐκ ἔχοντας ὀφθαλμὸν ἐν καρδίᾳ· τοῦ δὲ χωλοῦ τοὺς οὐκ εἰδότας ὀρθοποδεῖν ἐν ἀγαθοεργίαις· τοῦ γεμὴν ἀῤῥώστου τοὺς μὴ λίαν εὐσθενῶς, ἐκλύτως δὲ ὥσπερ καὶ κατημελημένως τὴν ὑπὸ Θεοῦ πληροῦντας δουλείαν. ἔφη δέ που καὶ διὰ φωνῆς προφήτου “Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς.” χρὴ τοιγαροῦν ἡμᾶς πεφωτισμένον μὲν ἔχειν τὸν νοῦν, ὀρθοποδοῦντα δὲ καὶ ἰσχύοντα. τότε γὰρ ἐσόμεθα δεκτοὶ τῷ Κυρίῳ καὶ ἱεροὶ παρὰ τῷ φιλανθρώπῳ Θεῷ. <Καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν λέγει Κύριος Παντοκράτωρ, καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα· εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν, λέγει Κύριος Παντοκράτωρ.> Καλεῖ πρὸς μετάγνωσιν τοὺς ἠσεβηκότας, καὶ τὴν ἐπὶ τοῖς πεπαρῳνημένοις ὀργὴν προαποσείσασθαι δεῖν εὖ μάλα φησὶ ταῖς εἰς τὰ ἀμείνω μεταβολαῖς. καὶ γάρ ἐστιν ἀγαθὸς καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους, καὶ ἰώμενος τὸ συντετριμμένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον.

λέγων δὲ τό Ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ἡμῶν, ὑπεμφήνειεν ἂν, καὶ μάλα εἰκότως, ὡς ἀποστρέφεται Θεὸς τοὺς προσκρούειν αὐτῷ μὴ παραιτουμένους, καὶ ὅτι τῶν μὴ ζητούντων τὴν δόξαν αὐτοῦ τοὺς ἰδίους ὥσπερ ὀφθαλμοὺς ἀποφέρει, μήτε φειδοῦς, ἢ ἀγάπης, μήτε μὴν ἐποπτείας ἀξιῶν. “Ὀφθαλμοὶ ”γὰρ Κυρίου ἐπὶ δικαίους,” κατὰ τὸ γεγραμμένον. ἔφη δὲ καὶ πρός τινας τῶν ἀλιτηρίων διὰ φωνῆς Ἡσαΐου “Ὅταν ”τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς “μου ἀφ᾽ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσα- ”κούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.” Χρὴ τοιγαροῦν ἐξιλάσκεσθαι τοὺς ἡμαρτηκότας, εἰ δή πως ἄρα μεταστρέψειαν ἐφ᾽ ἑαυτοῖς τὸ πρόσωπον τοῦ Θεοῦ, καὶ τὰ ἐκ τῆς ἀποστροφῆς ἐσόμενα διακρούσαιντο βλάβη. καθορίζει γὰρ τῶν ἱερουργῶν τὸ πλημμέλημα, καὶ ἀναιρεῖ τὴν ἄρνησιν. οὐ γὰρ ἂν ψευδοεπήσῃ λέγων Ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα. μονονουχὶ γάρ φησιν Οὐχ ἑτέρων ἡμαρτηκότων ὑμεῖς σεσιγήκατε, ἀλλ᾽ οἷον αὐτόχειρες ὑμεῖς αὐτοὶ καὶ αἴτιοι γεγόνατε τῶν εἰς ἐμὲ δεδυσσεβημένων, καὶ τῆς ὑμῶν ῥᾳθυμίας εἶεν ἂν τὰ ἐγκλήματα μεσολαβοῦντος οὐδενός. πλὴν εἰ καί τινες ἐκδεδίασι τυχὸν τὸ ποιεῖσθαι πρὸς ὑμᾶς τοὺς περὶ τούτων ἐλέγχους, ἀλλ᾽ οὖν οὐκ ἔσομαι καὶ αὐτὸς ἐγὼ καθὰ καὶ εἷς ἐξ ὑμῶν, οὐδ᾽ ἂν λάβοιμι πρόσωπον τῶν ἠσεβηκότων.

ὅμοιον τούτῳ καὶ τὸ διὰ φωνῆς τοῦ Δαυείδ “Ὑπελαβες ”ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος. ἐλέγξω σε, καὶ παραστήσω “κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.” οὐ γὰρ οἶδε πρόσωπον ὁ Κριτής· ἀλλ᾽ ἔστιν εὐθὴς καὶ ἀδέκαστος ὡς Θεός. <Διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν.> Εὐαφόρμως σφόδρα τῆς ἐν Χριστῷ πολιτείας ὡς ἐν προαγορεύσει τέως προαναφαίνει τὸ κάλλος· ὡς γὰρ τῆς ἐν νόμῳ σκιᾶς ὅσον οὐδέπω πεπαυσομένης καὶ τῆς ἀρχαίας ἐκείνης ἱερωσύνης, μελλόντων τε ἀναδείκνυσθαι κατὰ καιροὺς τῶν τῆς ἀληθείας ἱερουργῶν, οἳ καὶ τῆς ἐν πνεύματι λατρείας ἔσονται λειτουργοὶ, ζητήσουσί τε καὶ μάλα γοργῶς τὴν τοῦ Θεοῦ δόξαν, συγκλεισθήσεσθαι τὰς θύρας φησὶν ἐπ᾽ αὐτοὺς, ἢ εὐωδίας οὐκ ἐσομένης τοῖς κατὰ νόμον ἱερατεύουσιν· “Ἐὰν ”γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶν, τίς ἀνοίξει;” ἤγουν, τῆς ἀληθεστέρας ἀναδειχθείσης σκηνῆς, τουτέστι τῆς Ἐκκλησίας, οὐκ εἰσελάσουσιν ἐν αὐτῇ τινες τὴν κατὰ νόμον ἱερωσύνην τηροῦντες ἔτι, ἐκκλειόμενοι δὲ ὥσπερ διὰ τῆς ἀπιστίας, ἔξω τε μενοῦσι καὶ τῶν ἁγίων οὐχ ἅψονται. ὅτι γὰρ ἐκπεπτώκασι τῆς ἱερουργίας, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος διὰ φωνῆς Ὡσηέ “Διότι ἡμέρας πολλὰς καθί- ”σονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, “οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, ”οὔτε δήλων.”

οὐκοῦν τῆς ἐν νόμῳ λατρείας τὴν οἱονεὶ κατάλειψιν, καὶ τῆς κατ᾽ αὐτὸν ἱερωσύνης τὸν συγκλεισμὸν, κατασημήνειεν ἂν, ὥς γε μοι δοκεῖ, τὸ δεῖν ἐπ᾽ αὐτοῖς συγκλεισθήσεσθαι τὰς θύρας εἰπεῖν, οὐ προσιεμένης ὥσπερ αὐτοὺς τῆς Ἐκκλησίας· οὐ γὰρ τοῦ μηλοσφαγεῖν ἔτι καιρὸς, ἀλλ᾽ ἤδη ταῖς ἀναιμάκτοις τιμᾶται θυσίαις ὁ τῶν ὅλων Θεός.

Ἐπειδὴ δὲ προσεπάγει τούτοις τό Οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεὰν, ἐν ἤθει φαμὲν γεγενῆσθαι τὸν λόγον. βούλεται γὰρ ἤδη δηλοῦν, ὅτι κέκληνται πρὸς ἱερουργίαν, καὶ εἰς τὸ πῦρ ἐνιέναι τῷ θυσιαστηρίῳ, οὐχ ἵνα τὴν τοῦ κεκληκότος αὐτοὺς παραλύσωσι δόξαν, ἀλλ᾽ ἵνα τιμῷεν τοῖς καθήκουσι τρόποις, καὶ τὰ τῆς ἱερωσύνης ἔχοιεν γέρα. οἱ δὲ δὴ τῶν οὕτω σεπτῶν οὐ πεφροντικότες σπουδασμάτων, μήτε μὴν αἰδοῖ τῆς ἱερουργίας προσκρούειν Θεῷ παραιτούμενοι, δικαίως ἂν ἤδη κολάζοιντο. ἔγκλημα γὰρ οὐ μικρὸν εἴη ἂν, καὶ μάλα εἰκότως, τὸ ποιεῖσθαι παρ᾽ οὐδὲν τῶν παρὰ Θεοῦ δεδωρημένων τὴν μέθεξιν, ἀποσείεσθαί τε καὶ λίαν ἀβούλως τὰς παρὰ Θεοῦ τιμάς. καὶ γοῦν ὠνόμασται γήϊνός τε καὶ βέβηλος ὁ Ἡσαῦ, ὅτι “βρώσεως μιᾶς προὔδωκε τὰ πρωτο- ”τόκια αὐτοῦ.” οὐκοῦν ὅταν λέγῃ Οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεὰν, βούλεται δηλοῦν, ὡς οὐκ ἀγέραστον μὲν ἡ ἱερωσύνη· πλὴν οὐδὲ ἔξω δίκης, εἰ μὴ προσφέροιτό τις αὐτῇ, καθ᾽ ὃν ἂν προσήκοι τρόπον τε καὶ λόγον.

Ἰστέον δὲ ὅτι ἡ τῶν Ἑβραίων ἔκδοσις ἑτέραν ἔχει τὴν τῶν νοημάτων ἀπόδοσιν, καὶ αὐτὴν δὲ τὴν τῆς λέξεως συνθήκην. ἔφη γάρ Ὅτι ὑμεῖς τε οἱ Λευῖται, καὶ μὴν καὶ οἱ ἱερεῖς, οἵ τε τὴν ἐσχάτην ἐν τῷ ναῷ τάξιν ἔχοντες, καὶ τεταγμένοι πρὸς ὑμῶν εἰς τὸ κλείειν τὰς θύρας, οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεὰν, τουτέστιν, οὐκ ἀμισθὶ ποιεῖσθε τὴν δουλείαν, ἤγουν τὴν ἱερωσύνην, προσαγόντων ὑμῖν τῶν λαῶν δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια.

Ἀνθ᾽ ὅτου δὲ οὖν κατημέληται τὰ τοῦ Θεοῦ, καὶ οὐκ ἐν φροντίδι γέγονε τὸ προὐργιαίτατον,— <Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος Παντοκράτωρ.> Ἀποφάσκει λοιπὸν ἐναργῶς τῆς κατὰ νόμον θυσίας τὴν προσαγωγὴν, μονονουχὶ δὲ καὶ ἀποφοιτᾷ τῆς εἰς Ἰουδαίους ἀγάπης, καὶ ἀνεθέλητον ποιεῖται τὴν ἱερωσύνην καὶ ἀπαράδεκτον τὴν σκιὰν, βουθυσίας δὴ λέγω καὶ καπνοὺς, ὅτι μήτε ἐν ἀρχαῖς ὁ σκοπὸς ἦν οὗτος αὐτῷ. καὶ τοῦτο ἡμῖν ἐναργὲς καὶ δι᾽ ἑτέρων προφητῶν ἐποιεῖτο λέγων διὰ μὲν φωνῆς Ἡσαΐου “Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ ”στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, “οὐδ᾽ ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα ”ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθή- “σεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέ- ”λυγμά μοι ἐστί·” διὰ δέ γε τῆς Ἱερεμίου φωνῆς “Συνα- ”γάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν “καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ”ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ᾗ ἡμέρᾳ ἀνή- “γαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”

ὑποτύπωσις γὰρ ὥσπερ καὶ προαναφώνησις τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ λατρείας ὁ νόμος ἦν, καὶ “δικαιώματα σαρκὸς,” ὡς ὁ θεσπέσιος γράφει Παῦλος, “μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.” ὁ δέ γε τῆς ἐπανορθώσεως καιρὸς εἴη ἂν οὐχ ἕτερος οἶμαί τις παρὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίαν. ὅτι καὶ ἡ πρώτη μὲν διαθήκη διὰ τὸ τὸ ἄμεμπτον οὐκ ἔχειν, ἀφανισθῆναι λέγεται· ἐπαλαιώθη γὰρ· τῆς γεμὴν νέας καὶ δευτέρας ἐζητήθη τόπος, ἣ καὶ παντὸς ἐπέκεινα μώμου τε καὶ αἰτίας ἐστί. λελάληται γὰρ δι᾽ αὐτοῦ τοῦ Υἱοῦ, ὃς καὶ Μεγάλης βουλῆς ἄγγελος ὠνόμασται. τοιγάρτοι καὶ ἔφασκεν “Ἀπ᾽ ”ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ, αὐτός μοι “ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω.” Ἔφη τοίνυν ἐναργῶς τοῖς κατὰ τὸν νόμον ἱερατεύουσιν, ὡς ἀνεθέλητοί τε εἰσὶν αὐτῷ, μᾶλλον δὲ ὡς ἐν αὐτοῖς οὐκ ἔχει θέλημα ἐν σκίαις καὶ τύποις πληροῦσι τὰς θυσίας, καὶ ὡς οὐκ ἂν προσδέξαιτο τὰ παρ᾽ αὐτῶν ἱερουργούμενα.

προαγορεύει δὲ ὅτι καὶ μέγα καὶ ἐπιφανὲς ἔσται τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν, καὶ ἐν παντὶ τόπῳ τε καὶ ἔθνει θυσίαι καθαραὶ καὶ ἀναίμακτοι προσκομισθήσονται τῷ ὀνόματι αὐτοῦ, κατασμικρυνόντων αὐτὸν οὐκέτι τῶν ἱερουργῶν, οὔτε μὴν ῥᾳθύμως προσκομιζόντων αὐτῷ τὰς πνευματικὰς λατρείας· ἀλλ᾽ ἐν σπουδῇ καὶ ἐπιεικείᾳ καὶ ἁγιασμῷ τὰς τῶν νοητῶν θυμιαμάτων εὐωδίας ἀνακομίζειν ἐσπουδακότων, τουτέστι, πίστιν, ἐλπίδα, ἀγάπην, καὶ τὰ ἐξ ἔργων ἀγαθῶν αὐχήματα, προτεταγμένης δηλονότι τῆς Χριστοῦ θυσίας τῆς οὐρανίου καὶ ζωοποιοῦ, δι᾽ ἧς κατήργηται θάνατος, καὶ ἡ φθαρτὴ δὴ αὕτη καὶ ἀπὸ γῆς σὰρξ ἀμφιέννυται τὴν ἀφθαρσίαν. <Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἠλισγημένη ἐστὶ, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ.> Ὅτι καὶ ἀμείνους ἔσονται καὶ ἐπιεικέστεροι τῶν ἐξ Ἰσραὴλ οἱ ἐξ ἐθνῶν κεκλημένοι, καὶ διὰ τούτων ἡμῖν καθίστησιν ἐναργές. παρ᾽ ἐκείνοις μὲν γὰρ αἵ τε θυσίαι καθαραὶ, καὶ εὐῶδες τὸ θυμίαμα, καὶ μέγα τὸ ὄνομα ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· παρ᾽ ὑμῖν δὲ, φησὶν, οὐκ ἐν δόξῃ μεγάλῃ καὶ τῇ πρεπούσῃ Θεῷ τὸ θυσιαστήριον. βεβηλοῦτε γὰρ αὐτὸ, λέγοντες Τράπεζα Κυρίου ἠλισγημένη ἔστιν, ἐξουδενωμένα δὲ καὶ τὰ ἐπ᾽ αὐτῆς.

καὶ εἰκὸς μὲν μὴ τοιούτοις ῥήμασι κεχρῆσθαι τοὺς ἱερέας, αὐτοῖς γεμὴν πράγμασι τοῦτο βοᾶν, καθάπερ ἀμέλει καὶ “Ὁ ἄφρων φησὶν ”ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστι Θεός.” δι᾽ ὧν γὰρ ὁρᾶται καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ᾽ οὖν ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τό Οὐκ ἔστι Θεός. οἱ γὰρ οὕτω ζῆν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρᾶν ἀπεριμερίμνως, καὶ ἐκτόπως ἀνοσιουργεῖν, ἔργοις αὐτοῖς καὶ πράγμασιν ἀρνοῦνται Θεόν. κατὰ τοῦτον δὴ οὖν τὸν τρόπον, οἱ μὴ ἀποσώζειν ἐσπουδακότες τῷ ἁγίῳ θυσιαστηρίῳ τὸ ὅτι μέλιστα πρέπον τε αὐτῷ καὶ ὀφειλόμενον σέβας, δι᾽ αὐτῶν ὧν πράττουσι λέγουσι Τράπεζα Κυρίου ἠλισγημένη ἐστί.

Παραιτητέον δὴ οὖν τὸ ῥᾴθυμον ἐπὶ τούτοις· καὶ εἰ μή τις ἕλοιτο τοῦτο δρᾶν, ἀκούσεται πάντως Θεοῦ λέγοντος “Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ”ἐκ τῶν χειρῶν ὑμῶν.” πάνδεινον δὲ ὅτι τὸ προσκρούειν Θεῷ, πῶς ἂν ἐνδοιάσειέ τις, εἴπερ ἐστὶν ἐν καλῷ καὶ νοῦ καὶ φρενός; <Καὶ εἴπατε Ταῦτα ἐκ κακοπαθείας ἐστί. καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος Παντοκράτωρ. καὶ εἰσφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ προσεφέρετε αὐτὰ θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν, λέγει Κύριος Παντοκράτωρ.> Κατῃτιᾶτο λίαν τοὺς ἱερουργοὺς, ὡς ἥκιστα μὲν μωμοσκοπεῖν ἑλομένους τὰ προσαγόμενα τῶν θυμάτων, προσδεχομένους δὲ μᾶλλον ῥᾳθύμως τε καὶ ἀβασανίστως χωλὰ καὶ τυφλὰ καὶ ἄῤῥωστα, καίτοι τοῦ νόμου σαφῶς τὰ ἔμπηρα τῶν θυμάτων ἀπόβλητα δεῖν ποιεῖσθαι προστεταχότος. εἰ δὲ δήπου τις τῶν ἱερέων ἀπεσόβει, τοῦ νόμου ἀντεχόμενος, τὸν προσάγοντα εἰς θυσίαν τὸ ἀχρεῖον, ἐπέμενον οἱ προσάγοντες, ἄνω τε καὶ κάτω τὴν αἰχμαλωσίαν προτείνοντες, διϊσχυριζόμενοί τε, καὶ μάλα νεανικῶς, φαῦλα μὲν οὐκ εἶναι, κακοπαθῆσαι δὲ μᾶλλον κατὰ τὴν ὁδὸν, ὑπονοστούντων αὐτῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν. προσεκόμιζον δὲ τὰ ἁρπάγματα καὶ τὰ χωλεύοντα καὶ ἐνοχλούμενα.

θῆρες μὲν γὰρ ἐπιόντες ἔσθ᾽ ὅτε κατασίνονται ταῖς ἀγέλαις, κἂν εἴ τι τυχὸν ἁρπάσειαν, εἶτα δραμὼν ὁ ποιμὴν ἐκσπάσῃ τῶν ὀδόντων τὸ ἡρπασμένον· ἢ καταπτοήσας κυνῶν ὑλακαῖς, ἢ καλαύροπα βαλών· τοῦτο οἶμαι τὸ ἅρπαγμα. ταῦτα προσῆγον ὁμοῦ τοῖς τοὺς πόδας λελωβημένοις, καὶ οὐκ ἔτι συγκατανέμεσθαι τοῖς ἄλλοις δεδυνημένοις· προσῆγον δὲ καὶ τὰ ἐνοχλούμενα, τουτέστι τὰ θανατῶντα λοιπὸν, ὑβρίζοντες μᾶλλον ἢ τιμῶντες τὸν τῶν ὅλων Θεόν. ἀλλ᾽ ἐξεφύσησά φησιν αὐτὰ λέγει Κύριος Παντοκράτωρ. καὶ ἐπειδὴ θύειν ἀνοσίως ἐγνώκατε, οὐκ ἂν ὅλως, φησὶ, παραδεξαίμην τὰ ἐξ ὑμῶν, οὐδ᾽ ἂν λογισαίμην εἰς ὀσμὴν εὐωδίας τὰς οὕτως ἐκνόμους καὶ ἀκαθάρτους προσαγωγάς.

Χρὴ δὴ οὖν ἄρα θύειν ἡμᾶς καὶ μάλα ἐπιεικῶς καὶ ἐσπουδασμένως, καὶ προσκομίζειν μὲν Θεῷ ἁπλῶς, μὴ τὰ κατεῤῥιμμένα καὶ ἀτιμότατα, καὶ οὐδενὸς ἄξια λόγου, ἀλλὰ τὰ προὔχοντα καὶ ἐξαίρετα. εἰ δὲ δή τις ἑαυτὸν ἱερουργοίη Θεῷ· μεμνήμεθα γὰρ τοῦ μακαρίου Παύλου γεγραφότος ὡδί “Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, ”εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·” πολυπραγμονείτω τὰ καθ᾽ ἑαυτὸν, καὶ οἱονεί τις ἀκριβὴς μωμοσκόπος τῆς ἑαυτοῦ γενέσθω ψυχῆς. ὁράτω μὴ ἄρα πως ἐστι τυφλὸς, τουτέστι, τῆς ἀληθείας τὸ φῶς οὐκ ἔχων εἰς νοῦν· μὴ σκάζων τὸν πόδα τῷ μὴ ὀρθοποδεῖν δύνασθαι πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν· μὴ ἔχων ἁρπάγματά τε καὶ ἄῤῥωστα. χρὴ γὰρ ἡμᾶς μὴ ἀεὶ ὑπνοῦν, “ὅτι ὁ ἀντίδικος ”ἡμῶν διάβολος ὡς λέων περιέρχεται, ζητῶν τίνα καταπίῃ.” ὅταν τοίνυν ἄυπνοί τε καὶ ἐγρηγορότες εὑρισκώμεθα, παραθεῖ τὸ θηρίον. εἰ δὲ δὴ νυστάζοντας ἴδοι καὶ κατημεληκότας, ἅρπαγμα ποιεῖται, καὶ ἀῤῥώστους ἀποτελεῖ, τουτέστιν τεθνηκότας, καὶ ἀδρανῶς ἔχοντας κομιδῇ περὶ τὸ δύνασθαι κατορθοῦν ἀρετήν. ἔστω δὲ δὴ καὶ τοῦ διενοχλεῖσθαι μακρὰν, τουτέστι, μικροψυχίας ἀμείνων καὶ διαπρέπων ἐν ὑπομονῇ. ὥσπερ γὰρ ἀποφέρει πρὸς ζωὴν τῆς ὑπομονῆς ὁ τρόπος, οὕτω καὶ εἰς θάνατον μικροψυχία. νοῦ γὰρ ἀσθένειαν καὶ καρδίας πάρεσιν τὸ χρῆμά φαμεν.

τοιγάρτοι καὶ ὁ μακάριος προφήτης Ἡσαΐας τῶν τοιούτων ἡμᾶς ἀπαλλάττεσθαι παθῶν συμβουλεύει λέγων “Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα ”παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, “ἰσχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος ”μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας.” <Καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς, καὶ ὑπῆρχεν αὐτῷ ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ εὐχὴ αὐτοῦ ἐπ᾽ αὐτῷ, καὶ θύει διεφθαρμένα τῷ Κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσι.> Καθορίζει λοιπὸν τοῦ θύοντος ἀνοσίως τὴν ἀρὰν, καὶ μάλα εἰκότως. εἰ γὰρ δή τις εὔξαιτο, φησὶ, καὶ ἐν ποιμνίοις ἔχοι τοῖς ἑαυτοῦ τὸ ἄρσεν τε καὶ ἄμωμον, ἀνθ᾽ ὅτου μὴ τοῦτο προσκομίζει Θεῷ, συλλέγει δὲ μᾶλλον ἃ μηδενὸς ἄξια γένοιτ᾽ ἂν ὅλως· ὕβρις γὰρ τὸ χρῆμα καὶ ἕτερον οὐδέν. οὐ γὰρ δὴ κατά τινας τῶν σκότῳ προσκαθημένων καὶ πλάναις καὶ βεβήλοις εἰδωλολατρείας, λίθοις καὶ ξύλοις δεδουλεύκαμεν· τῷ Θεῷ δὲ μᾶλλον τῷ παντοκράτορι, καὶ τῷ τῶν ὅλων γενεσιουργῷ, ὃν τρέμουσι μὲν οὐρανοὶ, καταπέφρικε δὲ καὶ ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ. ἐπιμαρτυρεῖ δὲ πάλιν τοῖς ἐξ ἐθνῶν τὸ λίαν ἐπιεικὲς, ἐπιφανὲς εἶναι λέγων τὸ τῆς θεότητος ὄνομα παρ᾽ αὐτοῖς, σεπτόν τε καὶ ἀξιάγαστον· διακεισόμεθα γὰρ οὐχ ἑτέρως ἡμεῖς, ἢ κατὰ τοῦτον τὸν τρόπον.

Ἀπεδέχετο δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰδωλολάτρην ὄντα τὸν ἑκατόνταρχον, καὶ δὴ καὶ ἔφασκεν “Ἀμὴν λέγω ὑμῖν, παρ᾽ οὐδενὶ τοσαύτην πίστιν εὗρον ἐν ”τῷ Ἰσραήλ.” ἐπάρατος οὖν ὁ θύων Θεῷ τὸ κατεφθαρμένον, καίτοι ἐνὸν αὐτῷ τοῖς ἀμείνοσι τιμᾶν, εἴπερ ἐν ποιμνίοις ἔχει, καθάπερ ἔφην ἀρτίως, τὸ ἄμωμόν τε καὶ ἄρσεν. σημειωτέον δὲ, ὅτι τὸ ἄρσεν εἰς θυσίαν αἰτεῖ, καίτοι τοῦ νόμου προστεταχότος καταθύειν Θεῷ καὶ θήλεα. φαμὲν οὖν, ὅτι αἱ κατ᾽ εὐχὴν θυσίαι, τουτέστι τὰ ἑκούσια, τὸ ἄμωμόν τε καὶ ἄρσεν ἐδέχοντο θῦμα, καὶ ἦν ὁ τύπος εἰς τὸν προσάγοντα, μονονουχὶ παρεγγυῶντος τοῦ νόμου, ὅτι χρὴ τοὺς εἰς ὀσμὴν εὐωδίας ἀναβαίνειν ἐθέλοντας τῷ Θεῷ, ἀνδρείους τε εἶναι καὶ παθῶν ἀμείνους καὶ μώμου παντὸς ἀπωτάτω. αἱ δέ γε ὑπὲρ ἁμαρτιῶν προσαγόμεναι θυσίαι, τὸ θῆλυ πάντως ἐδέχοντο ἀπὸ τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν ἐρίφων. αἴνιγμα δὲ καὶ τοῦτο τῆς τῶν προσαγόντων ἀσθενείας ἦν. ἄναλκι γὰρ τὸ θῆλυ, καὶ τῶν ἀρσένων ὡς ἐν ἰσχύϊ δεύτερον. ἁμαρτία δὲ πᾶσα δρῷτο ἂν ἠσθενηκότος τοῦ νοῦ, καὶ οὔτι που μᾶλλον τὴν πνευματικὴν σώζοντος εὐρωστίαν. <Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, τοὺς ἱερεῖς.

ἐὰν μὴ εἰσακούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος Παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐφ᾽ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὰς καρδίας ὑμῶν.> Παρίησι φιλαγάθως τὰς ἐπὶ τοῖς ἤδη φθάσασιν αἰτίας, καὶ νέμει τὸν ἔλεον, εἰς ἀρχὰς ὥσπερ ἐπιεικείας ἀνατιθεὶς τοὺς ἡμαρτηκότας. τουτὶ γὰρ οἶμαι δηλοῦν λέγοντα χρηστῶς τό Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς τοὺς ἱερεῖς. ἀπειλεῖ δὲ λοιπὸν, ὡς εἰ μὴ ἕλοιντο ποιεῖν ἃ χρὴ ποιοῦντας ὁρᾶσθαι, καὶ εἰς νοῦν ἔσω τίθεσθαι καὶ καρδίαν τῶν θείων χρησμῳδημάτων τὴν αἴσθησιν, ἔσοιντό τε ἑαυτῶν ἀμείνους ἢ πάλαι, καὶ τὴν τοῦ Θεοῦ δόξαν ἐπιζητήσειαν, μὴ κατασμικρύνοντες ἔτι τὸ θυσιαστήριον, μήτε μὴν ἁπλῶς ἢ ἀβασανίστως τελοῦντες τὰ νενομισμένα, πάντη τε καὶ πάντως καταράτους ἀποφανεῖ καὶ ὑπὸ θείαν ὄντας ὀργήν. οἶμαι δὲ ἔγωγε δηλοῦν τό Ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ διασκεδάσω αὐτὴν, ἐκεῖνο τάχα που. Θεοῦ μὲν γὰρ κατανεύοντος τὴν εὐημερίαν τισὶν, εὐφορήσει τὰ ἐν ἀγροῖς, εὔκαρπά τε ἔσονται καὶ ἐν εὐθηνίᾳ, καὶ εἰς πληθὺν ἀμέτρητον ἐπιδώσει τὰ θρέμματα, καὶ φθορᾶς ἔσονται τῆς τῶν σωμάτων ἀμείνους αὐτοί.

ἀφιστάντος δὲ τὴν εὐλογίαν αὐτοῦ, πρὸς πᾶν τοὐναντίον μεταχωρήσει τὰ πράγματα, καὶ ἀπέσται μὲν πάντως τὸ εὐημερεῖν, κατακρατήσει δὲ μᾶλλον τὰ ἐφ᾽ οἷς εἰκότως ἂν καταλγύνοιτό τις.

Καὶ ταυτὶ μὲν ὁ λόγος ὡς ἐν αἰσθητοῖς τε φησὶ καὶ προσκαίροις πράγμασιν· εἰδέναι δὲ ἀναγκαῖον, ὡς εἰ μή τις ἕλοιτο τὰς θείας εἰς νοῦν ἔχειν ἐντολὰς, οἰχήσεται παντελῶς αὐτῷ πρὸς τὸ μηδὲν τὰ εἰς νοῦν ἀγαθὰ, ἕξει τε καρπὸν οὐδένα τῆς φιλοθέου ζωῆς· ἀλλ᾽ ἔσται μὲν εὐλογίας τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τητώμενος· παραπεσεῖται δὲ ταῖς ἀραῖς καὶ ταῖς ἐκ τούτου ποιναῖς. ζητητέον δὴ οὖν τὴν τοῦ Θεοῦ δόσιν· καὶ τίνα δὴ τρόπον τοῦτο κατορθώσομεν, αὐτὸς ἡμᾶς ὁ Σωτὴρ ἐδίδαξεν εἰπών “Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ”ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι “τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.” τότε καὶ πλήρη τὴν εὐλογίαν ἀποληψόμεθα καὶ ἀκράδαντον τὴν εὐθυμίαν, καὶ ταῖς πνευματικαῖς εὐκαρπίαις ἐντρυφήσομεν, ἔμπλεοί τε παντὸς ἀγαθοῦ γεγονότες, τὸν ἀληθῶς ἀξιοπρεπῆ καὶ ἀξιέπαινον διαζήσομεν βίον. <Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον, καὶ σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος Παντοκράτωρ.> Κέκρυπταί τι πάλιν ἐν τοῖς προκειμένοις, ὃ καὶ οἶμαι δεῖν τοῖς φιλακροάμοσι διατρανῶσαι σαφῶς· συνεῖεν γὰρ ἂν οὕτω εὖ μάλα τὸ δηλούμενον.

ὁ νόμος τοίνυν ὁ διὰ Μωυσέως ταῖς ἀνωτάτω τιμαῖς τὸν τῶν θείων θυσιαστηρίων παραστάτην καὶ ἱερουργὸν στεφανῶν, οἷον ἐν τάξει Θεοῦ τέθεικεν αὐτόν. ἔφη γὰρ ὅτι κάρπωμα Κυρίου ὁ κλῆρος αὐτοῦ. ἔφη δέ που καὶ ὁ θεσπέσιος Παῦλος “Βλέπετε τὸν ”Ἰσραὴλ κατὰ σάρκα. οὐχ οἱ ἐγγίζοντες τῷ θυσιαστηρίῳ, “κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;” ἔθος γὰρ ἦν ἀπὸ παντὸς θύματος ἀφιεροῦσθαι τῷ Θεῷ στηθύνιον καὶ βραχίονα, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ μέντοι τὸ ἔνυστρον, τουτέστι τὴν κοιλίαν, ὑπεμφαίνοντος αἰνιγματωδῶς τοῦ νομικοῦ γράμματος, ὅτι πάντα ἡμῶν τὰ ἐντόσθια τῶν ἀνατιθέντων ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, ἱερά τε εἶναι προσήκει καὶ ἡγιασμένα. προσκομίζονται γὰρ τὰ ἐντόσθια, τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας ἀπηλλαγμένα. βραχίων γεμὴν ἰσχύος ἂν νοοῖτο σημεῖον. χρῆναι δέ φημι πρὸς πᾶν ἔργον ἀγαθὸν ἰσχύοντας ἡμᾶς καὶ ἀνδριζομένους ἀναμελῳδεῖν ἐκεῖνο σοφῶς τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας “Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου ”τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.” Καὶ περὶ μὲν τῶν ἐντοσθίων καὶ τῶν τελουμένων θυσιῶν κατὰ τὸν νόμον ἰσχνὸς ἡμῖν ἄγαν ἐκπεποίηται λόγος ἐν ἑτέραις συγγραφαῖς· οὐκοῦν τὸ ταῦτα λέγειν ἀφέντες εἰς τὸ παρὸν, τῶν προκειμένων τὴν διασάφησιν, ὡς ἔνι, ποιεῖσθαι σπουδάσομεν.

προστεταχότος τοίνυν τοῦ νόμου μωμοσκοπεῖσθαι δεῖν τὰ ἱερεῖα, καὶ ἀβασάνιστον θῦμα μὴ προσκομίζεσθαι τῷ θυσιαστηρίῳ, καὶ τοῖς τεταγμένοις εἰς ἱερουργίαν τὰ ἐκ τῶν θυμάτων ἀφορίζεσθαι μέρη, κατημέλησαν μὲν τοῦ χρῆναι μωμοσκοπεῖν, τετηρήκασι δὲ τὴν ἐντολὴν τῶν καλουμένων ἀφαιρεμάτων, οὐ τὸ τῷ Θεῷ μᾶλλον ἡδὺ τῶν ἰδίων προτάττοντες θελημάτων, κρατύνοντές τε καὶ ἐμπεδοῦν σπουδάζοντες ὅπερ αὐτοὺς ὠφελεῖν ἐδόκει τὰ ἐκ τῶν θυσιῶν συναγείροντας κρέα. τοῦτο παράγει πρὸς ἔλεγχον, καί φησιν Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον· τὸ δὲ ἀφορίζω νῦν τέθεικεν ἀντὶ τοῦ Ἀφώρισά τε ἤδη καὶ εἰς δεῦρο βούλομαι τηρεῖσθαι τὸ ἔθος. προσέῤῥιψα δὲ ὥσπερ, ἤτοι προσρίπτω καὶ τὸ ἔνυστρον εἰς τὰ πρόσωπα ὑμῶν. ἐπειδὴ γὰρ αὐτοὶ ἀτιμάζουσι τὸ θυσιαστήριον, ταύτῃτοι Θεὸς τό Σκορπιῶ φησιν, οἷον ἀνθυβρίζων. “Ὁ γὰρ ἐξουθενῶν με, φησὶ, ἐξουδενωθήσεται·” λήψομαι δὴ οὖν ὑμᾶς εἰς τὸ αὐτὸ, τουτέστιν, ἐν αὐτῷ δὴ τούτῳ περιέσομαι καὶ ἀσεβοῦντας ἐλέγξω. ἀνθ᾽ ὅτου γὰρ δὴ τὸν μὲν ἐπὶ τοῖς ἀφαιρέμασι τοῖς ὑμῶν τετηρήκατε νόμον, καὶ τῆς δοθείσης ὑμῖν μερίδος κατ᾽ οὐδένα τρόπον ἀνέχεσθε καταῤῥᾳθυμεῖν, εἰκαῖον δὲ ὑμῖν εἶναι δοκεῖ τὸ χρῆναι μωμοσκοπεῖν, γνώσεσθε δὴ οὖν κεκλεισμένων ἐφ᾽ ὑμῖν τῶν θυρῶν, τουτέστιν, ἐκκλειόμενοί τε καὶ ἐκπεμπόμενοι τῆς ἱερουργίας.

ὅτι ἐγὼ δέδωκα τὴν ἐντολὴν ταύτην, ἤτοι τὴν διαθήκην, ἣν διεθέμην πρὸς τοὺς Λευίτας. τί οὖν τὸ ἐντεῦθεν; εἰδέναι προσήκει τοὺς τοῖς θείοις λειτουργοῦντας μυστηρίοις, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἐκπράττεσθαι χρὴ, καὶ τῶν δεσποτικῶν προσταγμάτων ῥιπτεῖσθαι κατόπιν πᾶν ὅπερ αὐτοὺς ὠφελεῖν ἑτέρως δοκεῖ. ἱεροὶ γὰρ οὕτως ἔσονται λειτουργοὶ, καὶ οὐχὶ τῶν προσκαίρων ἐρασταὶ καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι. <Ἡ διαθήκη μου ἦν μετ᾽ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης.> Ἀνακομίζει τὸν λόγον ἐπὶ τοὺς ἁγίους τε καὶ εὐδοκίμως ἱερατεύσαντας, καὶ ἀξιάγαστον ἀληθῶς ἀποφαίνει χρῆμα τὴν ἱερουργίαν, τό γε ἧκον εἰς νόμον, καὶ τὴν ἐκ τῶν θείων χρησμῳδημάτων ὄνησιν καὶ ἀσφάλειαν. ὡς γὰρ ὁ σοφώτατος γράφει Παῦλος “Ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία ”καὶ δικαία καὶ ἀγαθή.” ὅταν τοίνυν δοκεῖ περὶ τοῦ Λευὶ ποιεῖσθαι τὸν λόγον, ἀναθετέον εὖ μάλα τῶν νοημάτων τὴν δύναμιν, οὐχὶ δήπου πάντως ἐκείνῳ, ὃς ἀνέφυ μὲν ἐξ Ἰακὼβ, ἐναρίθμιος δὲ τοῖς δυοκαίδεκα γέγονεν υἱοῖς· οὐ γὰρ ἱεράτευσεν ὅλως· συνήσομεν δὲ τῆς ἱερωσύνης τὸ χρῆμα, καὶ αὐτὸ τοῦθ᾽ ὅπερ ἐστὶν ἱερουργία μονονουχὶ καὶ διαμορφούμενον ὡς ἐν προσώπῳ Λευί· ἦν τοίνυν, φησὶ, πρὸς αὐτὸν ἡ διαθήκη μου τῆς ζωῆς καὶ τῆς εἰρήνης.

λελάλητο μὲν γὰρ ὡς πρὸς Μωυσέα τὸν ἱερώτατον ὁ ἐν γράμμασι νόμος, διακονηθεὶς δι᾽ ἀγγέλων· τέθειται δὲ διὰ μεσίτου Μωυσέως τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἐπαγγελίαν ἔχων ζωῆς καὶ εἰρήνης τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς, καὶ κανόνα ποιεῖσθαι τῆς ἑαυτῶν ζωῆς τὸ τῷ νομοθέτῃ δοκοῦν.

Ἔοικε δέ τι καὶ τῶν ἀναγκαιοτέρων εἰς θεωρίαν ὁ λόγος ἡμῖν εἰς τὸ παρὸν ὑπαινίττεσθαι. δέδοται γὰρ ὁ νόμος τοῖς ἀρχαιοτέροις, ἤγουν τοῖς ἐξ αἵματος τοῦ Ἰσραὴλ, παιδαγωγίαν εἰσφέρων τὴν ἐπὶ Χριστῷ, καὶ εἰκόνα τινὰ καὶ ὑποτύπωσιν ἐμφανῆ τῶν ἀληθεστέρων· ἡ δὲ ἀλήθεια ὁ Χριστὸς, ὅς ἐστι ζωὴ καὶ εἰρήνη, καὶ αὐτὸν ἡμῖν αἱ διὰ Μωυσέως γράφουσι σκιαί. τοιγάρτοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν “Εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ ”γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.” αὐτὸν ἐδήλου σφαζόμενος ὁ ἀμνὸς ἐν μηνὶ τῷ πρώτῳ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ ἀνασώζειν ἐθέλων τῷ αἵματι τοὺς χρίειν ἐθέλοντας τὰς τῶν οἴκων φλιάς· αὐτὸν ἡ δάμαλις ἡ πυῤῥά τε καὶ ἄμωμος, ἧς ἡ σποδιὰ μεθ᾽ ὕδατος ἡγίαζε τοὺς κεκοινωμένους “πρὸς τὴν ”τῆς σαρκὸς καθαρότητα,” καθὰ γέγραπται· αὐτὸν ὁ ἄζυμος ἄρτος, αἱ τρυγόνες, οἱ νεοττοὶ τῶν περιστερῶν, καὶ ἁπαξαπλῶς ἔμπλεως ἦν ὁ νόμος τῆς ἐπὶ Χριστῷ θεωρίας. εἰκότως οὖν λέγεται Διαθήκη ζωῆς καὶ εἰρήνης. ζωοποιηθέντες γὰρ ἐν αὐτῷ, δι᾽ αὐτοῦ δὴ πάλιν τὴν προσαγωγὴν ἐσχήκαμεν τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα, εἰρηνεύομέν τε πρὸς αὐτὸν δι᾽ ὑπακοῆς καὶ πίστεως. <Καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν.> Ἀπαριθμεῖται χρησίμως τὰ λαμπρὰ τῆς ἱερωσύνης αὐχήματα, διὰ τῆς τοῦ νόμου μυσταγωγίας ἐξαιρόμενα.

ἐνετίθει γὰρ μάλιστα τοῖς ἱερουργοῖς τὸν τοῦ Θεοῦ φόβον, στέλλεσθαι μὲν ἀναπείθων ἀπὸ προσώπου ὀνόματος αὐτοῦ, τουτέστιν, ὑφορᾶσθαι καὶ ὑποστέλλεσθαι παρασκευάζων τὸ ὄνομα τὸ Δεσποτικὸν, αἰδῶ τε τὴν εἰς αὐτὸ ποιεῖσθαι δεῖν ἀναπείθων οὐ πάρεργον, ἀλλ᾽ ἐσπουδασμένην· οὗ τί ἂν γένοιτο τιμαλφέστερον; γέγραπται γὰρ, ὅτι “Ὁ φοβούμενος τὸν ”Κύριον, οὗτος ὑγιαίνει.” καὶ πάλιν “Φόβος Κυρίου δόξα ”καὶ καύχημα.” μεμαρτύρηκε τοίνυν τοῖς ὁσίως καὶ ἀληθῶς ἱερατευκόσι τὸ βεβηκὸς εἰς ἀσφάλειαν. οὐ γὰρ ἁπλῶς πεφοβῆσθαί φησιν αὐτοὺς, ἀλλ᾽ ἐν φόβῳ πεφοβῆσθαι, τουτέστιν ὡς ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ τὸν θεῖον εἰσδέξασθαι φόβον. αἱ γὰρ ἐπιτάσεις ἐν τούτοις, καὶ ὁ τῶν λέξεων ἀναδιπλασιασμὸς τὸ ἐρηρεισμένον εἰς ἀρετὴν τῶν ἐπαινουμένων τοῖς ἀκροωμένοις κατασημαίνουσιν. <Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ.> Ἐκέλευε γὰρ ὁ νόμος καὶ τοῦ ψεύδους ἀποφοιτᾶν, ὀρθά τε καὶ δίκαια λαλεῖν καὶ τὴν ἐφ᾽ ἑκάστῳ πράγματι κρίσιν ἀληθῆ τε καὶ ἀδιάστροφον ποιεῖσθαι φιλεῖν. ἔοικε δὲ πάλιν ἀλήθειαν ὀνομάζειν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὗ τὸν νόμον ἐν χείλεσι πεφορεκέναι φησὶ τοὺς βιοτεύοντας ἱεροπρεπῶς. εἰ γὰρ καὶ ἦν, ὡς ἔφην, ἐν σκιαῖς ὁ νόμος, ἀλλ᾽ ἦν ἐν αὐτῷ τῆς ἀληθείας ἡ μόρφωσις, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἡ ὡς ἐν γράμμασιν ὑποτύπωσις.

εὑρήσομεν γὰρ ἐν τοῖς τύποις τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. ὅτι δὲ Χριστοῦ νόμος ἦν καὶ ὁ πάλαι τοῖς ἀρχαίοις διὰ Μωυσέως κεχρησμῳδημένος, ἀναπείσει λέγων αὐτὸς ὁ Σωτήρ “Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς ”προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν “γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ”ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν “πάντα γένηται.” <Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ᾽ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας.> Τὸ εἰρηνεύειν πρὸς Θεὸν, τί ἂν ἕτερον νοοῖτο πρός τε ἡμῶν αὐτῶν καὶ ἑτέρων, οἵπερ ἂν εἶεν τῶν θείων λογίων ἐπιστήμονες, ἢ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾶν ἃ βούλεται, καὶ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, κατορθοῦν δὲ μᾶλλον ἐπείγεσθαι τὴν εὐκλεᾶ πολιτείαν καὶ ἀξιάγαστόν τε καὶ ἐννομωτάτην ζωήν; οὕτω καὶ ὁ θεῖος ἡμῖν προσπεφώνηκε Παῦλος “Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς ”Θεόν.” οὕτω μὲν γὰρ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην εἰδότες τιμῶμεν. ἀνάπτοντες δὲ τῇ κτίσει τὸ σέβας, καὶ κατακρατούσης τῶν ἡμετέρων ἐννοιῶν τῆς βεβήλου τε καὶ ῥυπαρᾶς ἁμαρτίας, ἀνθεστήκαμεν τῷ Δεσπότῃ, καὶ οἷον ἀντανιστάμεθα πρὸς μάχην αὐτῷ, σκληρὸν αἴροντες τὸν αὐχένα, καὶ τὸ ἀπειθὲς καὶ δυσήνιον μελετῶντες ἔτι. καὶ πιστώσεται λέγων τοῦ Σωτῆρος ὁ μαθητής “Οὐκ οἴδατε ὅτι ”ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν;

ὃς ἐὰν βου- “ληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθί- ”σταται.” ἐπιστρέψαντας δὲ πρὸς τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πίστεως, καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, τὸ μεσολαβοῦν οὐδὲν, οὐδ᾽ ἂν ἀπείρξειέ τις τῆς πρὸς αὐτὸν οἰκειότητος, κολλώμεθα δὲ ὥσπερ αὐτῷ διὰ πάσης ἐπιεικείας, βαδιούμεθά τε δι᾽ εὐθείας ὁδοῦ, καὶ τὴν καλὴν ἀληθῶς πορευσόμεθα τρίβον, ἀπευθύνοντες εἰς αὐτὴν ἑαυτούς τε καὶ ἑτέρους.

Πρέποι δ᾽ ἂν μάλιστα τὸ ἔν γε τούτοις εἶναι τοῖς ὁσίοις ἱερουργοῖς, περὶ ὧν ἂν λέγοιτο, τὸ μάλα εἰκότως Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ᾽ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. ἰχνηλατεῖ γάρ πως τὸ ὑπήκοον τὰς τῶν ἡγεμόνων ἐπιεικείας, καὶ οἵπερ ἂν ἔρχοιντο δι᾽ εὐθείας ὁδοῦ σώζουσι πολλοὺς, ἀναπείθουσί τε ῥᾳδίως τὴν ἀσελγῆ καὶ ἐπάρατον ἀφέντας ζωὴν καὶ τοὺς τῆς ἀδικίας τρόπους, ἀνθελέσθαι τε καὶ ἀγαπᾶν τὰ ἀμείνω καὶ ἀξιάγαστα, καὶ οἷς ἂν ἕποιτο τὸ ἐπαινεῖσθαι δεῖν παρά τε Θεῷ καὶ ἀνθρώποις. <Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου Παντοκράτορός ἐστι.> Τίνα δὴ τρόπον πολλοὺς μὲν ἀπέστρεψεν ἀπὸ ἀδικίας, πεπόρευται δὲ, κατευθύνων ἐν εἰρήνῃ μετὰ Θεοῦ, διατρανοῖ λέγων, ὡς πεφόρεκε μὲν ἐν χείλεσιν, ἤγουν ἐπὶ γλώττης, παντὸς τοῦ πρὸς ζωὴν ἀναγκαίου τὴν γνῶσιν, γέγονε δὲ “παιδευτὴς ἀφρόνων, διδάσκαλός τε νηπίων,” καὶ τοῖς ἐθέλουσιν ἀναμαθεῖν τὸ τῷ νόμῳ δοκοῦν ἀληθής τε καὶ ἀπλανέστατος ἐξηγητὴς, οὐχ ἑτέρωσέ ποι μετατρέπων τῶν θείων λογίων τὸν νοῦν, οὔτε μὴν διδάσκων “διδασκαλίας, ἐντάλ- ”ματα ἀνθρώπων·” ἀλλ᾽ οἷον ἄγγελος Θεοῦ διαλευκαίνων εὖ μάλα τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ἀμυδρῶς ἔσθ᾽ ὅτε χρησμῳδούμενον.

ἀπαγγέλλει γὰρ οὐ τὸ οἰκεῖον θέλημα, οὔτε μὴν τοὺς ἀπὸ γνώμης ἰδίας ἐρεύγεται λόγους· ὑπηρετεῖ δὲ μᾶλλον Δεσποτικοῖς θεσπίσμασι. φαίην δ᾽ ἂν, ὅτι καὶ ἀληθὲς ἐν τούτοις τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν “Θησαυρὸς ἐπι- ”θυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ “ἄνδρες καταπίονται αὐτόν.” πρὸς ἐπαίνου δ᾽ ἂν γένοιτο τοῖς ἀπαγγέλλουσί τι παρὰ Θεοῦ, τὸ μηδὲν οἷς ἀπαγγέλλουσι προστιθέναι πλέον, μήτε μὴν ὑφαίρεσίν τινα ποιεῖσθαι τολμᾶν. τοῦτό τοι μικροῦ παντελῶς ἀξιοῦντες λόγου, τὰ τῶν Φαρισαίων ἀνόσια στίφη λήρου εἰς τοῦτο κατώλισθον ἀμαθῶς, ὡς διδάσκειν μὲν “διδασκαλίας, ἐντάλματα ἀν- ”θρώπων,” διὰ δέ γε τὴν σφῶν παράδοσιν τὰς θείας ἀκυροῦν ἐντολάς. τοιαῦτα γὰρ γέγονεν αὐτοῖς παρὰ Χριστοῦ τὰ ἐγκλήματα. ἀσφαλὴς οὖν ὁ νόμος περὶ τῶν θείων λογίων· τὸ γὰρ ἐπ᾽ αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ᾽ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. φυλάξεται τοίνυν τῶν ἱερέων τὰ χείλη τὴν τοῦ νόμου γνῶσιν, καὶ αὐτὸν ἀπαγγελεῖ προστιθεὶς οὐδέν.

ταύτῃτοι καὶ ἄγγελος ὀνομάζεται Κυρίου παντοκράτορος, καίτοι τὴν φύσιν ἄνθρωπος ὢν, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἀπαγγέλλει σαφῶς, καὶ νόμον ἔχει τῆς γλώττης τὸ κίνημα. <Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ, καὶ διεφθείρατε τὴν διαθήκην τοῦ Λευὶ, λέγει Κύριος Παντοκράτωρ.> Ἀντιπαρεξάγει τρόπον τινὰ ταῖς τῶν εὐδοκίμων ἐπιεικείαις τὰ τῶν ῥᾳθύμων ἐγκλήματα, καὶ ταῖς τῶν ἀμεινόνων ἀντιπαραθέσεσιν ἐλέγχει τὸ φαῦλον. ὥσπερ γὰρ τὸ φῶς ἐν σκότει φαίνει, “τελεῖται δὲ καὶ ἐν ἀσθενείαις ἡ δύναμις·” οὕτω καὶ τῆς ἀρετῆς τὸ κάλλος ἐμφανεστέραν ἔχει τὴν ἔνδειαν, εἰ δὴ παρακέοιτό τις φαυλότης ἢ ἁμαρτία. οὐκοῦν διεβίωσάν τινες μὲν ἱεροπρεπῶς, ἐν εἰρήνῃ κατευθύνοντες ἑαυτούς τε καὶ ἑτέρους, καὶ ἦσαν μετὰ Θεοῦ, καὶ πολλοὺς ἐπέστρεψαν ἀπὸ ἀδικίας. πεφορέκασι γὰρ ἐν χείλεσι γνῶσιν, καὶ ἀκριβεῖς γεγόνασι τῶν θείων λόγων ἑρμηνευταί. οἱ δὲ δὴ μετ᾽ ἐκείνους, καὶ πρὸς οὓς ὁ λόγος, ἐκκεκλίκασιν ἐκ τῆς ὁδοῦ· παρώλισθον γὰρ τοῦ εἰκότος, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους οὐ μετρίως ἠδίκησαν· καὶ πολλοὺς ἠσθένησαν ἐν νόμῳ, τουτέστιν ἀσθενεῖς καὶ ἀδρανεστάτους ἀποτετελέκασι περί γε τὸ δεῖν ἑλέσθαι βιοῦν ἐννόμως.

εἰ γὰρ ἔξω τοῦ πρέποντος οἴχεται τὸ ἡγούμενον, πῶς ἦν μὴ οὐχὶ πάντη τε καὶ πάντως συναποφοιτῆσαι τὸ ὑπήκοον, καὶ τοῖς προὔχουσι συγκατολισθεῖν τὸ ἐν μοίρᾳ τῇ καταδεεστέρᾳ, καὶ ὡς ἐν συνέσει μειονεκτούμενον; ὥσπερ γὰρ ἔννομός τε καὶ ὅσιος ἱερεὺς μιμητὰς ἐργάσεται τῶν ἰδίων κατορθωμάτων τοὺς ὑπὸ χεῖρα λαούς· οὕτως καὶ τὸ ἐναντίον. εἰ γὰρ αὐτοὶ διεφθάρκασι τὴν διαθήκην τοῦ Λευὶ, πῶς ἦν εἰκὸς τοὺς παρ᾽ αὐτῶν μεμυσταγωγημένους σεπτὸν ἡγεῖσθαι τὸν νόμον; <Καὶ ἐγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ᾽ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλ᾽ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.> Ἐπὶ τὰς τῶν πατέρων ἄνεισιν ἁμαρτίας, ὑπομιμνήσκει δὲ καὶ αὐτοὺς τῶν ἀρχαίων αἰτιαμάτων. καὶ ἐπείπερ ἦσαν οὐκ ἀσφαλεῖς περὶ τὴν τοῦ νόμου τήρησιν, ταύτῃτοι δεδόσθαι φησὶν αὐτοὺς τοῖς ἀποκομίσασιν εἰς αἰχμαλωσίαν οἰκτροὺς καὶ κατεῤῥιμμένους καὶ φειδοῦς ἁπάσης ἐκπεπτωκότας· τί γὰρ τῶν ἀνιαρῶν οὐ συνέβη παθεῖν αὐτούς; ἢ ποίαις οἱ τάλανες οὐ κεκοινωνήκασι συμφοραῖς; ἀλλ᾽ εἰ βούλεσθε, φησὶν, ἀναμαθεῖν τὰς αἰτίας τῆς ἐφ᾽ ὑμῖν γεγενημένης ὀργῆς, ἀκούσεσθε λέγοντος Ἀνθ᾽ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλ᾽ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.

τοῦτο οἶμαί ἐστι τὸ διαφθεῖραι τὴν διαθήκην τοῦ Λευὶ, τὸ μὴ τηρεῖν ἑλέσθαι τῆς ἐν νόμῳ ζωῆς τὴν ὁδὸν, ἐκτοπωτάτας δὲ λίαν καὶ τὰς ἐφ᾽ ἑκάστῳ πράγματι ποιεῖσθαι κρίσεις, καίτοι Θεοῦ λέγοντος ἐναργῶς “Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν ”μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς.” δι᾽ ὧν δέ φησιν, ὡς ταύτης ἕνεκα τῆς αἰτίας δέδονται τοῖς ἐχθροῖς καὶ γεγόνασιν ἀπεῤῥιμμένοι, διὰ τούτων αὐτῶν εὐφυᾶ ποιεῖται τὴν ἀπειλὴν, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, οὐδ᾽ ἂν αὐτὸς ἀπόσχοιτο τοῦ κολάζειν αὐτοὺς, ἕψεται δὲ τοῖς ὑβρίζουσι τὸν νόμον ἡ τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσά τε καὶ ἁρμοδιωτάτη δίκη. <Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν; ἐγκατελείφθη Ἰούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ἰσραὴλ καὶ ἐν Ἱερουσαλήμ.> Ἀρχόμενοι τῆς εἰς τὸν Προφήτην συγγραφῆς, ἐλέγομεν, ὅτι μετὰ τὴν ἐκ Βαβυλῶνος καὶ ἐκ γῆς Ἀσσυρίων ἐπάνοδον, ὀλίγα τῆς νομικῆς φροντίσαντες ἐντολῆς οἱ ἐξ Ἰσραὴλ, ταῖς ἀλλογενέσιν συνεπλέκοντο γυναιξί.

καὶ δὴ καὶ πρὸς τοῦτο αὐτοῖς ἐξιτηλίας προέβη τὸ δρώμενον, ὡς καὶ αὐτοὺς τοῖς ἄλλοις συναποφέρεσθαι τοὺς ἱερατεύσαντας, καὶ τὰς μὲν ἤδη συνῳκισμένας, αἳ καὶ ἦσαν ἐξ αἵματος Ἰσραὴλ, ἀτιμοτάτας ἡγεῖσθαι, καὶ ἀποπέμπεσθαι τῶν ἑστιῶν, εἰσοικίζεσθαι δὲ μᾶλλον τὰς ἀλλογενεῖς, Ἀμμανίτιδάς τε καὶ Μωαβίτιδας καὶ Ἰδουμαίας. καὶ πολλή τις ἐντεῦθεν ἡ τοῦ Ἰσραὴλ βεβήλῶσις ἦν. οὐ γὰρ κατέληγον ἐκεῖναι τῶν πατρῴων ἐθῶν, ἀλλ᾽ ἐλάτρευον μὲν εἰδώλοις ἔτι, προσεκύνουν δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἦν πως ἀνάγκη τοὺς ταῖς οὕτω τὴν φρένα κατεφθαρμέναις παρανόμως συνῳκηκότας συγκαταμιαίνεσθαι καὶ προσκρούειν Θεῷ. πολὺς δὲ λίαν ἐπί γε τουτοισὶ γέγονε λόγος ἐν τοῖς τοῦ Ἕσδρα βιβλίοις. καταιτιᾶται τοίνυν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, ὡς γύναια μὲν ἀτιμάζοντας τὰ ἐξ αἵματος Ἰσραὴλ, ἤγουν τοῦ Ἰούδα, προσκειμένους δὲ ἀνοσίως ταῖς τῶν ἀλλοφύλων θυγατράσι, καίτοι τοῦ νόμου τὴν σύνοδον ἀποφάσκοντος. ἀλλ᾽ οἱ τῶν οὕτω σεπτῶν οὐκ οἶδ᾽ ὅπως ὀλιγωρήσαντες, ἢ ταῖς τῶν γυναίων ὥραις πρὸς ἀσελγεῖς ἡδονὰς συνηρπάζοντο, ἢ τάχα που ταῖς ἐκ τῶν ἀλλοφύλων φιλίαις ὑπερέχειν ἤθελον, ἵνα μὴ μάχοιντο πρὸς αὐτοὺς ὡς ἤδη γνωρίμους, καὶ τὴν ἐκ γάμων ἔχοντας ἀγχιστείαν. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ ταῖς ὀλιγοπιστίαις καθυβρίσαι Θεὸν, ὡς τῆς ἐκείνων χειρὸς ἐξελέσθαι μὴ δυνάμενον, ἤγουν ἀποφῆναι κρείττονας τῆς ἐξ ἀλλοφύλων πλεονεξίας.

ἐλύπει δὴ οὖν κατὰ πάντα τρόπον τὸ χρῆμα Θεόν.

Ταύτῃτοί φησι καὶ τῆς ἐμφύτου φιλοστοργίας ἀλογοῦντας βλέπων Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ; εἷς μὲν γὰρ ὁ πάντων ἐστὶ Δημιουργὸς, καὶ ἑνὸς οἱ πάντες Δεσπότου, βουλομένου συνδεῖσθαι τὸ ποιηθὲν εἰς ἕνωσιν καὶ ὁμοψυχίαν τοῖς τῆς ἀγάπης θεσμοῖς. εἰ μὲν γὰρ ἦσαν δύο θεοὶ καὶ κύριοι, ἢ καὶ πλείους ἔτι, τὸ ἀπεικὸς οὐδὲν ταῖς τῶν ποιησάντων γνώμαις συγκαταβιάζεσθαι τὰ ποιήματα, καὶ τὴν πρὸς ἄλληλα στάσιν εὐαρμόστως εἰσδέχεσθαι, κατά γε τὸ τοῖς κρατοῦσι δοκοῦν. ἐπειδὴ δὲ εἷς ἐστιν ὁ διὰ πάντων, καὶ ἐν πᾶσι, καὶ ἐπὶ πάντων Θεὸς, ποία τίς ἂν γένοιτο τῆς διχονοίας πρόφασις; καὶ ἐπειδὴ πρὸς τούτῳ καὶ εἷς ὁ πάντων τῶν Ἰουδαίων ἐστὶ κατὰ σάρκα πατὴρ, τουτέστιν ὁ θεσπέσιος Ἀβραὰμ, τί τὸ ἀναπεῖθον τὴν τῆς ἀφιλαλληλίας εἰσδέχεσθαι νόσον; ἢ πῶς οὐκ ἀκόλουθον τοῖς ἐξ αἵματος ἐγγὺς ὡς ἐν ὀφλήματος τάξει κατατίθεσθαι τὴν ἀγάπησιν; πῶς δὲ οὐ μανίας ἐγγὺς, τὸ ταῖς τῶν ἀλλοφύλων ἐπιμαίνεσθαι θυγατράσι, τὰς οἴκοι τε καὶ ἐκ γένους ἀτιμάζοντας, ἵνα βεβηλώσειαν τὴν διαθήκην τῶν πατέρων ὑμῶν· τετηρήκασι γὰρ ἐκεῖνοι τὰ τοῖς θείοις νόμοις διηγορευμένα περὶ γυναικῶν ὀθνείων.

ἤκουον γάρ “Τὴν θυγατέρα σου ”οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾽ ἐμοῦ, καὶ ”πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.” οἱ δὲ παρ᾽ οὐδὲν ποιησάμενοι τὸ χρησμῴδημα, πεπατήκασι τὸν νόμον, καὶ τό γε ἧκον εἰς αὐτοὺς, ἀδρανῆ καὶ βέβηλον ἀποτετελέκασι τὴν διαθήκην, λυποῦντες ταῖς παραβάσεσι τῶν νόμων τὸν ἄριστον. κατατεθηπὼς δὲ ὥσπερ τὸ δρώμενον, καὶ ἀδικωτάτῳ μίσει πλεονεκτούμενον βλέπων τὸ ἐξ αἵματος Ἰούδα τῶν γυναίων ἔθνος, ἐπάγει καί φησιν Ἐγκατελείφθη Ἰούδας, καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· ὦ, φησὶ, παραδόξου πράγματος· οὐκ Ἀσσυρίοις, οὐ Μήδοις, οὐ Πέρσαις, οὐκ Ἐλαμίταις, οὐ τοῖς ἐκ γειτόνων ἐχθροῖς, ἀλλ᾽ αὐτῷ τῷ Ἰσραὴλ καὶ τοῖς κατοικοῦσι τὴν Ἱερουσαλὴμ βδελυρός τε καὶ ἀπηχθημένος γέγονεν ὁ Ἰούδας, τουτέστι, τὸ ἐξ Ἰούδα γένος καὶ ἡ τῶν ἀγχιστέρων γυναικῶν ἀθλία πληθύς.

Ἰστέον δὲ, ὅτι Ἰσραὴλ μὲν ὀνομάζει τὰς δέκα φυλὰς, αἳ κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ πρὸς τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἃς καὶ πρῶτον ἀπῴκισεν ὁ Σαλμανασὰρ εἰς Ἀσσυρίους καὶ Μήδους· τοὺς δέ γε κατοικοῦντας τὴν Ἱερουσαλὴμ, ἐκείνους εἶναί φησιν, οὓς εἷλεν ὁ Ναβουχοδονόσορ κατὰ τὴν τελευταίαν αἰχμαλωσίαν, κατεμπρήσας τὰ Ἱεροσόλυμα καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν, οὓς καὶ ἀπεκόμισεν εἰς Βαβυλῶνα. αἰτιᾶται τοίνυν, μᾶλλον δὲ οὐ μετρίαν αὐτῶν ποιεῖται τὴν καταβοὴν, ὅτι δὴ μεθέντες τὰς ἐξ Ἰούδα γυναῖκας, εἰσεδέχοντο παρανόμως τὰς ἐκ τῶν ἀλλοφύλων, καίτοι, καθάπερ ἤδη προεῖπον, τῶν πατρῴων ἐθῶν ἀπρὶξ ἐχομένας, καὶ τοῖς τῆς εἰδωλολατρείας βορβόροις ἐγκαλινδουμένας ἔτι.

Παραφυλακτέον δὲ καὶ ἡμῖν αὐτοῖς, τοῖς ἐν Χριστῷ δεδικαιωμένοις καὶ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν τοῦ Ἁγίου Πνεύματος λαχοῦσι μέθεξιν, τὸ ἐπιμίσγεσθαί τισιν, οἵπερ ἂν εἶεν διεστραμμένοι τὸν νοῦν, βέβηλοί τε τὰς φρένας, καὶ τὴν πίστιν ἔχοντες οὐκ ὀρθήν. ἀλλογενεῖς γὰρ οὗτοι καὶ βαρβαρόφωνοι καὶ “λαλοῦντες διεστραμμένα·” οἷς εἰ ἐπιμίσγεταί τις, πάντη τε καὶ πάντως καταμιανθήσεται. γέγραπται γὰρ “Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται.” ἐξὸν οὖν ἄρα καρποφορεῖν νοητῶς ἐν Ἐκκλησίᾳ Χριστοῦ, τίς ἂν γένοιτο λόγος τοῦ θέλειν ἑτέραις οἱονείπως συνάπτεσθαι, καὶ κοινωνεῖν βεβήλοις συναγωγαῖς, καὶ καταθήγειν ἐφ᾽ ἑαυτοῖς τὸν τῶν ὅλων Θεόν; <Διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους· ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ Κυρίῳ Παντοκράτορι.> Μεμισῆσθαί φησι τὸν Ἰούδαν, οὐ παρά του τῶν ἀλλογενῶν ἀλλὰ, παρ᾽ αὐτοῦ τοῦ Ἰούδα, βεβηλώσαντος τὸν νόμον, διά γε τοῦ προσκεκλίσθαι φιλεῖν γυναῖξιν ὀθνείαις, καὶ τὰ ἐκείνων ἑλέσθαι ζηλοῦν, ἀγαπῆσαί τε τὴν ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις.

ἀπεκομίζοντο γὰρ, ὡς ἔφην, πρὸς τοῦτό τινες ταῖς παρανόμως συνηρμοσμέναις ἑπόμενοι, καὶ τοῖς ἐκείνων θελήμασι πάντα σείοντες κάλων, καθάπερ ἀμέλει καὶ ἐν Σαττεὶν συνήπτοντο μὲν ταῖς Μαδιανιτῶν, ἤτοι Μωαβιτῶν γυναιξὶν οἱ ἐξ Αἰγύπτου λελυτρωμένοι. κατώλισθον δὲ κατὰ βραχὺ ληρίας εἰς τοῦτο καὶ ἀνοσίου φρενὸς, ὥστε καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. ταύτης ἕνεκα τῆς αἰτίας οἱ τάλανες διολώλασιν. ἐπαρᾶται δὴ οὖν ὁ τῶν ὅλων Θεὸς τὸν ποιοῦντα ταῦτα, καὶ τῶν οὕτως ἐκτόπων ἐπιτηδευμάτων ἀνόσιον ἐραστήν· καὶ εἴπερ τις εἴη τελῶν ἐν λαοῖς, ἕως ἂν ὀλοθρευθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, τουτέστιν, ἕως ἂν ὁλοτελῶς ἀπόλοιτο, καὶ τὴν τοῦ γεγενῆσθαι μνήμην ζημιούμενος· εἰ δὲ δή τις εἴη τῶν τεταγμένων εἰς ἱερουργίαν, ἕως ἂν ταπεινωθῇ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι, τουτέστιν, ἄχρις ἂν ἀπόλοιτο καὶ τῶν ἱερατικῶν ἐκπέμποιτο καταλόγων. συγκατώλισθον γὰρ τοῖς ἄλλοις, ὡς ἔφην, καὶ τῶν ἱερέων τινὲς εἰς τὰ τῶν λαῶν ἐγκλήματα, καὶ γυναίων ὀθνείων ἡττῶντο, τῶν θείων χρησμῶν εἰσάπαν ἠφειδηκότες.

Οὐκοῦν εἰ ἐπάρατος ὁ παροτρύνων Θεὸν, καὶ τοῖς παρ᾽ αὐτοῦ θεσπίσμασιν ἀντεξάγειν ἐπιχειρῶν τὰς ἐν κόσμῳ τρυφὰς, παραιτώμεθα τὴν ἀρὰν, καὶ λόγος μὲν ἐκείνων γινέσθω μηδεὶς, ἐπειγώμεθα δὲ μᾶλλον τοῖς εἰς εὐπείθειαν αὐχήμασι τὰς ἑαυτῶν καταφαιδρύνειν ψυχάς. ἀπρακτήσει γὰρ οὕτω τὰ ἐξ ἀρᾶς, καὶ τοῖς ἐξ ἰδίας ἡμερότητος ἀγαθοῖς ὁ τῶν ὅλων ἡμᾶς καταπιανεῖ Δεσπότης. <Καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν;> Πλεῖστοι μὲν ἦσαν κατὰ τὸν νόμον τῶν θυσιῶν οἱ τρόποι. αἱ μὲν γὰρ προσεκομίζοντο κατ᾽ εὐχὴν ἑκούσιον, οἱ δὲ ἦσαν χαριστήριοι, καὶ μὴν καὶ περὶ ἁμαρτίας. δεκαταὶ δὲ αὖ καὶ ἀπαρχαὶ, καὶ ὁ τοῦ διδράχμου δασμὸς, ὡς ἐκ νομικῶν ἐνταλμάτων τοῖς τῶν ἱερέων προσεφέροντο λόγοις. προσάγοντες τοίνυν εἰς θυσίαν τῷ Θεῷ τὰ ἑκούσια, παρεκόμιζον, ὡς ἔφην, τὰ χωλὰ καὶ τυφλὰ καὶ ἁρπάγματα τὰ ἐκ τῆς αἰχμαλωσίας, ἀειλογοῦντες κακὰ, ἄνω τε καὶ κάτω τὴν δῄωσιν ὀνομάζοντες, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐπενηνεγμένην πτωχείαν, καίτοι τοῦ πάντα ἰσχύοντος Θεοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ἀσυγκρίτῳ μὲν αὐτοὺς ἡμερότητι κατευφραίνοντος, ἀπονέμοντος δὲ πλουσίως τὰ, οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν.

προσεκόμιζον τοίνυν κατηφεῖς καὶ δεδακρυμένοι, μονονουχὶ τοῖς θύμασιν ἐποιμώζοντες λέγοντές τε τοῖς ἱερουργοῖς Ταῦτά ἐστιν ἐκ κόπων, τουτέστιν, οὐκ ἀμογητὶ προσπεπορισμένα, εὑρημένα δὲ μόλις ὡς ἐξ ἱδρῶτος καὶ πόνου. εἶτα, πῶς ἔτι φησὶν ἄξιον ἐπιβλέψαι με εἰς θυσίαν, ἢ πῶς ἂν ἔτι ποιήσαιμι παραδεκτὸν τὸ ἀπὸ γνώμης οὐκ ἀγαθῆς; θύειν γὰρ ἀκόλουθον ἱλαρῶς, ἑορτάζοντας καὶ εὐφραινομένους. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον τοῖς συναγείρουσι τὰς διακονίας “Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ”ὁ Θεός.” Οὐκοῦν εἰ θύοιμεν ἱλαρῶς, ἐποπτεύσει τε καὶ παραδέξεται καὶ ἐπαινέσει Θεὸς, παραδεξάμενος δὲ τιμήσει καὶ εὐλογήσει. εἶναι δέ φημι τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ καὶ ἑτέραν τοῖς προκειμένοις ἐφαρμόσαι διάνοιαν. ἐπάρατον μὲν γὰρ ἐποιεῖτο, καὶ μάλα δικαίως, ὁ τῶν ὅλων Θεὸς τὸν βεβηλοῦντα τῶν πατέρων τὴν διαθήκην, διὰ δέ γε τοῦ ὀθνείαις συνάπτεσθαι γυναιξὶν, ἐξωσθεισῶν τῶν ἐκ γένους καὶ ἐπ᾽ οὐδεμιᾷ πολλάκις αἰτίᾳ κατεγνωσμένων. ᾐτιᾶτο δὲ πρὸς τούτοις τῶν ἱερέων τινὰς, ὡς λαμβάνοντας πρόσωπα ἐν νόμῳ, καὶ δὴ καὶ ἔφασκεν “Ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποι- ”οῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, “καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι.”

εἶτα τούτοις προσέθηκεν εὐθύς Ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. τὸ δέ Ἐκαλύπτετε, νοητέον ἀντὶ τοῦ Πληροῦσθαι παρεσκευάζετε θρήνων καὶ οἰμωγῆς τὸ θεῖον θυσιαστήριον. γύναιά τε γὰρ τὰ παραλόγως ἐξωσμένα, καὶ οἱ κρίσιν ἄδικον τὴν παρ᾽ ὑμῶν τῶν ἱερέων ἐκτόπως ὑπομεμενηκότες περιΐστανται τὸ θυσιαστήριον, τοὺς τῆς ἀδικίας ἀνοιμώζοντες τρόπους καὶ ἐκ κόπων τῶν αὐτοῖς ἐπενηνεγμένων δακρυῤῥοοῦντες ἀσχέτως. εἶτα πῶς ἄξιον ἐπιβλέψαι φησὶν εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; ὥσπερ γάρ ἐστιν ἀληθὲς τὸ ἐν βίβλῳ τῶν παροιμιῶν γεγραμμένον “Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώ- ”ματος ἑταίρας·” οὕτως οὐκ ἂν λογισθείη καθαρός τε καὶ ἄμωμος ἱερεὺς, εἰ τοῖς θείοις θεσπίσμασιν ἐῤῥῶσθαι μονονουχὶ φράσας, καὶ τὸν πρέποντα τῆς ἱερουργίας πατήσας θεσμὸν, ὡς κατ᾽ οὐδένα τρόπον προσκεκρουκὼς προσάγοι τὸ θῦμα. φοβερὸν οὖν ἄρα τὸ ἀνίπτοις ὥσπερ χερσὶν ἱερουργεῖν τῷ Θεῷ. χρῆναι γὰρ ἔγωγέ φημι παντὶ σθένει κεκαθαρμένους κατά γε τὸ ἐφικτὸν τῆς οὕτω σεπτῆς ἅπτεσθαι λειτουργίας. ἔξω γὰρ ὁ τοιόσδε καὶ ἁπάσης αἰτίας καὶ τῶν ἐξ ὀργῆς εὑρίσκεται κινημάτων. <Καὶ εἴπατε Ἕνεκα τίνος; ὅτι Κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὕτη κοινωνός σου καὶ γυνὴ διαθήκης σου, καὶ οὐκ ἄλλως ἐποίησε, καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ.

καὶ εἴπατε Τί ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός;> Ἐπαιτιωμένου Θεοῦ τὰ τοιάδε συχνῶς, καὶ ἀναπείθοντος μὲν ἀγαπᾶν τὰς ἐκ γένους, ἀποφοιτᾶν δὲ τῶν ἀλλοτρίων, καὶ ἀπονοσφίζεσθαι γάμων οὓς καὶ αὐτὸς ὁ θεῖος ἀπεκήρυξε νόμος, ἀσυνετοῦντες ἔφασκον Τί ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός; εἴρηται, φησὶ, διὰ τῆς Μωυσέως ἐντολῆς “Οὐκ ἔσται ”ἄγονος οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσραήλ.” ἔφη δέ που καὶ πρὸς Ἁβραὰμ ὁ τῶν ὅλων Θεός “Πληθύνων πληθυνῶ ”τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.” οὐκοῦν ὁ θεῖος, φησὶ, σκοπὸς εἰς πληθὺν ὁρᾷ καὶ παιδογονίαν, ἵνα καὶ εἰς πέρας ἄγοιτο τὸ πρέπον αὐτῇ τῆς πρὸς Ἁβραὰμ παιδογονίας ἡ χάρις· ἀλλ᾽ εἴτ᾽ οὖν ἐξ ἀλλοτρίων, εἴτε ἐξ ὁμογενῶν τοῦτο πράττοιτο πρὸς ἡμῶν, ἀδιαφορεῖ τῷ Θεῷ, διεξάγεται γὰρ εἰς πέρας τὸ ἐπηγγελμένον. εἴπατε τοίνυν φησίν Ἕνεκεν τίνος ὁ Κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες; ἀλλ᾽ εἴπερ ἕλοισθε τοῦτο λέγειν τό Ἕνεκα τίνος διεμαρτύρατο καὶ προστέταχε μὴ δεῖν ἀποπέμπεσθαι τὴν συνῳκισμένην, ἐρῶ πρὸς τοῦτο κἀγώ Ἐννόησον ὅτι αὕτη κοινωνός σου καὶ γυνὴ διαθήκης σου, τουτέστιν, ὁμόσαρκός σοι καὶ κατὰ νόμον συνῳκισμένη καὶ οὐκ ἄλλως αὐτὴν δεδημιούργηκε Θεός.

ἔστι δὲ οἶμαι καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ μονονουχὶ Συγκέκραταί πως ὁ ἀνὴρ σαρκικῶς τε καὶ ψυχικῶς τῇ κατὰ νόμον συνηρμοσμένῃ· καὶ ὥσπερ ἓν γεγόνασι σῶμα, οὕτω τρόπον τινὰ καὶ μία ψυχὴ, συνδεούσης αὐτοὺς ἀγάπης καὶ νόμου θείου συλλέγοντος εἰς ὁμοψυχίαν. ὑπόλειμμα τοίνυν πνεύματος τοῦ ἀνδρὸς τὴν γυναῖκα καλεῖ, καὶ οἱονεὶ μέρος τῆς αὐτοῦ ψυχῆς, διά τε τὴν ἕνωσιν, τὴν ὡς ἔν γε φημὶ τῇ κατὰ τὴν ἀγάπην ὁμοψυχίᾳ. μὴ τοίνυν πέρα τοῦ πρέποντος ἰόντες λόγου καταιτιᾶσθε Θεὸν, ὡς τάχα που καὶ ἀδίκως ἐπιπλήττοντα τοῖς ἀποπέμπουσι τῆς ἑστίας γυναῖκα νεότητος καὶ διαθήκης καὶ πνεύματος κοινωνὸν καὶ ἑνωθεῖσαν σαρκικῶς. οἶμαι δὲ ἔγωγε τὸν σοφώτατον Παῦλον κεκινημένον ἐντεῦθεν ἐπιστεῖλαι τοῖς πεπιστευκόσιν εἰς Χριστόν “Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν.” ἔφη δέ που καὶ αὐτὸς ὁ Σωτήρ “Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα ”αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· “καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται.” ἐρομένοις δὲ τοῖς Σαδδουκαίοις καὶ φιλοζητηταῖς Ἀνθ᾽ ὅτου “Μωυσῆς ”ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου” καὶ ἀπαλλάττεσθαι γυναικός; ἔφη πάλιν “Ὅτι Μωυσῆς πρὸς τὴν σκληρο- ”καρδίαν ὑμῶν ἐνετείλατο· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· “ὁ γὰρ πλάσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

ὃ οὖν ”ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.” <Καὶ φυλάσσεσθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς· ἀλλ᾽ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει Κύριος Παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραὴλ, καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματα ὑμῶν, λέγει Κύριος· καὶ φυλάξεσθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε τὴν συνθήκην.> Τοῦ νόμου σαφῶς καὶ ἀναφανδὸν διαγορεύοντος, ἐξεῖναι τοῖς ἐθέλουσι προσρίπτειν ταῖς συνηρμοσμέναις βιβλίον ἀποστασίου, καὶ ἀνεγκλήτως ἀπαλλάττεσθαι τῆς συνῳκισμένης, ἐδόκει πως ἀντιφέρεσθαι τοῖς πάλαι τεθεσπισμένοις τὰ διὰ τῆς τοῦ Προφήτου φωνῆς, ἄγοντος ὑπὸ δίκην, καὶ παρανομίας ἔγκλημα καταγράφοντος τοῦ τολμῶντος ἐξάγειν καὶ ἀπονοσφίζεσθαι γυναικός. οἰκονομικώτατα τοίνυν διὰ τῶν προκειμένων οὔτε ἄπρακτον ἀποφαίνει τὴν ἀρχαίαν ἐντολὴν, οὔτε μὴν ἀνοσίων ἐγχειρημάτων αὐτὴν ποιεῖσθαι πρόφασιν ἐπιτρέπει τισίν. οὐ γὰρ ἐπειδήπερ ἐφῆκεν ὁ νόμος δίδοσθαι τὸ βιβλίον, διὰ τοῦτο καὶ ἀνεύθυνοι διδόντες ὑμεῖς, ἵνα ταῖς ἀλλοφύλοις προσκέοισθε γυναιξίν. ἀλλ᾽ εἰ καὶ ἔξεστιν ἀποστῆναι γυναίου, καὶ νομικαῖς τοῦτο πράττεσθαι ψήφοις, φυλάξασθε ἐν πνεύματι ὑμῶν τοῦ καταλεῖψαι γυναῖκα τὴν ἐκ νεότητος. τοῦτο γὰρ ἄμεινον, εἰ καὶ ἐφῆκεν ὁ νόμος τοῖς ἐθέλουσι τὴν ἀπόστασιν.

Ἐὰν δὲ μισήσας ἐξαποστείλῃς, λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τουτέστιν, εἰ πιθανὴν καὶ εὐάφορμον ποιούμενος τὴν ἀποπομπὴν τῷ βιβλίῳ προσγράψειας Ὅτι μεμίσηκά τε, καὶ ἀποστελῶ· εἶτα, καλύψειέ τις ἀσέβεια τὰ ἐνθυμήματά σου, τουτέστιν, εἰ περιγένοιτο τῶν σῶν ἐνθυμημάτων ἀσεβὴς καὶ βέβηλος ἡδονὴ, καὶ πρόφασις μὲν εἰκαία τὸ μισῆσαί ἐστιν, εὑρίσκῃ δὲ τῆς ἑτέρων ὥρας ἡττώμενος, καὶ γυναίοις ὀθνείοις προσκεῖσθαι θέλων, φύλαξαι, μὴ ἐγκαταλίπῃς, ἢ ἐπάρατος ἔσῃ πάντη τε καὶ πάντως· ἔφην γὰρ ὅτι “Ἐξολοθρεύσει Κύριος τὸν ”ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ “σκηνωμάτων Ἰακὼβ καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ ”Παντοκράτορι.” Καὶ ταυτὶ μὲν ὅσον εἰς ἐμφανῆ τε καὶ πρόχειρον λόγον· παραφυλακτέον δὲ καὶ τοῖς διὰ. πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, μὴ ἄρα πως ἀπενεχθεῖεν, ὡς πρὸς γυναῖκας ἀπηχθημένας Θεῷ καὶ ἀλλογενεῖς, εἰς τὰς βεβήλους αἱρέσεις. ἀπόχρη γὰρ αὐτοῖς εἰς καρποφορίαν πνευματικὴν τῶν τῆς Ἐκκλησίας διδασκάλων ἡ καθαρά τε καὶ ἄμωμος παιδαγωγία, μονονουχὶ δὲ καὶ τέκνων αὐτοὺς εὐγενῶν ἀποφαίνει πατέρας τίκτοντας νοητῶς ἐξ ἀγαθῆς καρδίας τὰ τῆς εἰς Θεὸν ἀγάπης αὐχήματα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. <Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν, καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;> Φθάσας ἔφην, ὡς οὐ καθ᾽ ἕνα τρόπον, κατὰ πολλοὺς δὲ μᾶλλον ὁ τῶν ὅλων Θεὸς ἐπὶ τοὺς ἐξ αἵματος τοῦ Λευὶ κατεπικραίνετο. καὶ ταῖς τῶν ἱερουργῶν ῥᾳθυμίαις ἐπισκήπτων ἔφασκε “Καὶ εἰσεφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ ”καὶ τὰ ἐνοχλούμενα,” προσεπῆγεν δὲ τούτοις “Καὶ ἐλαμ- ”βάνετε πρόσωπα ἐν νόμῳ.” τιμῶντες γὰρ οὐ κατὰ τὸ εἰκὸς, καὶ δι᾽ αἰδοῦς ἀκαίρου ποιούμενοι τῶν προσιόντων τινὰς, κατεδίκαζον οὐχ ὁσίως τοὺς ἀσθενεστέρους, καὶ πλεονεξίας ἐπῆγόν τισιν, οὐ τὰ δίκαια κρίνοντες, κατά γε τὸν νόμον, ἀλλ᾽ ἑτεραχθῆ καὶ ἄνισον τὴν ψῆφον ἐκφέροντες· ἢ τάχα που καὶ διαρπάζοντες τοὺς οὐδαμόθεν αὐτῇ προσήκοντας κλήρους· ἐφηδόμενοι δὲ καὶ δωροδοκίαις, καὶ ταῖς τῆς ἱερωσύνης τιμαῖς κατακεχρημένοι, καὶ τῶν ὑπὸ χεῖρα κατεπαιρόμενοι. ταύτην ἔχοντας τοῦ βίου τὴν ἀγωγὴν τὴν οὕτω δυσκλεᾶ καὶ ἐκνομωτάτην, καταθεώμενοί τινες τῶν τὰς ἀδικίας ὑπομεμενηκότων, μονονουχὶ καὶ τεθήπεσαν. οὐ γὰρ ἦν τις ἐπ᾽ αὐτοῖς ἐπίπληξις παρὰ Θεοῦ, καὶ τὰ ἐξ ὀργῆς ἔσθ᾽ ὅτε συμβαίνοντα τοῖς εἰωθόσι καταφρονεῖν· ἦσαν δὲ μᾶλλον ἐν εὐπαθείαις καὶ τρυφαῖς.

πρὸς δὴ τὰ τοιαῦτα δεδυσφορηκότες, καὶ τὴν ἀσύγκριτον ἡμερότητα τοῦ Θεοῦ τάχα που λοιπὸν εἰς νοῦν ἔχειν οὐκ ἀνεχόμενοι, μονονουχὶ καὶ κατακεκράγασιν ἐκ μικροψυχίας λέγοντες Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον αὐτοῦ καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, τουτέστι, τάχα που καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ ὁ τῶν πονηρῶν ἐργάτης· ἐφήδεται δὲ τοῖς οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένοις. εἰ γὰρ μὴ τοῦτο, φασὶν, ἀληθὲς, ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης; ἔδει γὰρ ἔδει τῆς δικαιοσύνης τὸν πρύτανιν μὴ τοσοῦτον ἀνεξικακῆσαι πλεονεκτοῦσιν ἱερουργοῖς, καὶ καταμιαίνουσι τὸ θυσιαστήριον, ἄδικά τε καὶ ἀνόσια καὶ τὰ ἔξω νόμου δρᾶν ὅτι μάλιστα διεσπουδακόσι. καὶ ταυτὶ μὲν εἶεν ἂν τῆς ἐπισυμβάσης αὐτοῖς μικροψυχίας ἐγκλήματα. ἰστέον δὲ ὅτι, κατά γε τὴν τῶν προκειμένων δύναμιν, παροτρύνουσι τὸν Θεὸν οἱ ταῖς οὕτως ἀπαιδεύτοις κεχρημένοι φωναῖς. μονονουχὶ γὰρ καὶ ἐπιτιμᾶν ἐγνώκασιν ἀνεξικακοῦντι Θεῷ, περιμένοντί τε, καὶ μάλα χρηστῶς, τῶν πεπλανημένων τὴν ἐπιστροφὴν καὶ τῶν εἰς ἁμαρτίαν ὠλισθηκότων τὴν εἰς τὰ ἀμείνω μεταστροφήν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ὀκνοῦσί τε καὶ ἀναδυομένοις ἔτι τὴν μετάγνωσιν ἐπετίμα λέγων “Ἢ τοῦ ”πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς “μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ ”Θεοῦ εἰς μετάνοιάν σε ἄγει;

κατὰ δὲ τὴν σκληρότητά “σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ”ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ “Θεοῦ.” οὐκοῦν προσκρούουσι μὲν πάντη τε καὶ πάντως οἱ ταῖς οὕτω ψυχραῖς ὀλιγοψυχίαις ἡττώμενοι καὶ ἀχάλινον ἐπὶ Θεῷ τὴν γλῶτταν ἀνέντες, ἔνοχοι δὲ πλημμελείας εἶεν ἂν οἱ τῆς ἀῤῥωστίας αὐτοῖς διδόντες τὰς ἀφορμάς.

Χρὴ οὖν ἄρα διαζῆν ἁγίως καὶ ὀρθοποδεῖν ἐν Ἐκκλησίᾳ τοὺς ἀπολέκτους ἱερουργοὺς, ἤτοι τοὺς κεκλημένους εἰς ἱερωσύνην. ἔσονται γὰρ οὕτως εἰς ὑποτύπωσιν εὐκοσμίας καὶ ἁπάσης ἀρετῆς τοῖς ὑπὸ χεῖρα λαοῖς, οἳ καὶ τὸν τῶν ὅλων καταγεραίρουσι Θεὸν, τῆς τῶν ἱερέων πολιτείας τὸ λαμπρὸν καὶ ἐξαίρετον καταθεώμενοι κάλλος. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς ὀρθῶς εἰρημένον “Λαμψάτω ”τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ “καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ”ἐν τοῖς οὐρανοῖς.” ὥσπερ γὰρ σκανδαλίζονται λαοὶ, ζῆν ἑλομένων ἐκτόπως τῶν ἱερουργῶν· οὕτω πλείστην τε ὅσην καὶ λίαν ἀμφιλαφῆ κερδανοῦσι τὴν ὄνησιν, εἰ δήπου θεάσαιντο πληροῦντας τὸ ἀγαθὸν, καὶ διαζῆν ᾑρημένους ὡς ἀρέσκει Θεῷ. <Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε.> Φασκόντων ἐκείνων Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης, εὐαφόρμως λίαν ἐπὶ τὸ Χριστοῦ μυστήριον ὁ τῆς προκειμένης ἡμῖν προφητείας μεταπεφοίτηκε λόγος.

γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ “δικαιοσύνη ”τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,” καὶ ῥύπου παντὸς ἀποκάθαρσις, καὶ ἁμαρτιῶν ἀπόθεσις, καὶ τῶν αἰσχιόνων ἀποβολὴ, καὶ ὁδὸς εἰς τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ θύρα τις ὥσπερ καὶ ἀπαγωγὴ πρὸς ζωὴν αἰώνιον, πᾶσά τε δι᾽ αὐτοῦ γέγονεν ἐπανόρθωσις, καὶ πλεονεξίας ἀνατροπὴ καὶ δικαιοσύνης εὕρεσις· καὶ τί γὰρ οὐχὶ τῶν τεθαυμασμένων δι᾽ αὐτοῦ πεπλουτήκαμεν; ἰδοὺ τοίνυν φησὶν ἀποστελῶ τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου. ἔοικε δὲ διὰ τούτων τῆς τοῦ ἁγίου Βαπτιστοῦ λειτουργίας ποιεῖσθαι προαναφώνησιν. ἔφη γάρ που καὶ αὐτὸς ὁ Χριστός “Οὗτός ”ἐστι περὶ οὗ γέγραπται Ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν “μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ”ἔμπροσθέν σου.” οὕτως ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐσήμηνε λέγων “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ”Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους “τοῦ Θεοῦ ἡμῶν.”

οὗ δὴ γεγονότος, φησὶ, καὶ προδεδραμηκότος βραχὺ τοῦ ἀγγέλλειν τὰ τοιάδε προστεταγμένου, Ἐξαίφνης ἥξει φησὶν εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· διϊσχυρίζεται δὲ καὶ ὁ μακάριος Ἰωάννης, λέγων τοῖς ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα “Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται ”δὲ ὀπίσω μου ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω “τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· ἐκεῖνος ὑμᾶς βαπτίσει ”ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.” συνίης οὖν, ὅπως κατόπιν εὐθὺς καὶ μονονουχὶ κατὰ πόδας τοῦ προαγγέλλοντος ἐβάδιζεν ὁ Χριστὸς, ἑαυτὸν ἐμφανῆ καθιστὰς τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ οἷον ἐξαίφνης καὶ ἀδοκήτως ἐπιφαινόμενος. ἄγγελον γεμὴν ὠνομᾶσθαί φαμεν τὸν θεσπέσιον Βαπτιστὴν, οὐ διά γε τὴν φύσιν· γεγέννητο γὰρ ἐκ γυναικὸς, καὶ ἦν ἄνθρωπος καθ᾽ ἡμᾶς· ἀλλ᾽ ὅτι τὴν τοῦ τὰ τοιάδε διακηρύττειν καὶ ἀπαγγέλλειν ἡμῖν ἐγκεχείρισται λειτουργίαν. οὐκοῦν ἀπὸ τοῦ πράγματος ἡ κλῆσις, καὶ οὐκ οὐσίας ἄγγελου ἔσται σημαντική.

Ἥξειν γεμὴν αὐτὸν εἰς τὸν ναὸν αὐτοῦ φησιν, ἢ ὅτι γέγονε σὰρξ ὁ Λόγος, καὶ κατῴκησε, καθάπερ ἐν ναῷ, τῷ ἐκ τῆς ἁγίας παρθένου πανάγνῳ σώματι· ἤγουν ἀνθρώπῳ τελείῳ, τῷ ἐκ ψυχῆς λέγω καὶ σώματος, ἀμέσως τε καὶ οἰκονομικῶς ἡνῶσθαι πεπιστευμένῳ. ἢ ναὸν ἁπλῶς ὀνομάζει τὴν οἷον ἱερὰν καὶ ἀνακειμένην αὐτῷ πόλιν, δῆλον δὲ ὅτι τὴν Ἱερουσαλήμ· ἤγουν ὡς ἐν τύπῳ τῷ πρὸς ἐκείνην τὴν Ἐκκλησίαν. ἐποιεῖτο δὲ τῆς ἑαυτοῦ παρουσίας τὴν ἀνάῤῥησιν πολυτρόπως τερατουργῶν, “κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ ”θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ,” καθὰ γέγραπται. ἥξει τοίνυν φησὶν ὁ Κύριος ὃν ὑμεῖς ζητεῖτε, λέγοντες ἐκ μικροψυχίας “Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιο- ”σύνης;” ἥξει δὲ διδάσκων τὰ ὑπὲρ νόμον καὶ τὰ ἐπέκεινα σκιᾶς καὶ τύπων. ἔσται γὰρ διαθήκης ἄγγελος τῆς πάλαι προηγγελμένης διὰ φωνῆς τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ που πρὸς τὸν ἱεροφάντην Μωυσέα “Προφήτην αὐτοῖς ἀνα- ”στήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς “λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ ”πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.” ὅτι δὲ καινῆς διαθήκης ἄγγελος ἦν ὁ Χριστὸς, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος Ἡσαΐας περὶ αὐτοῦ “Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμενην δόλῳ καὶ ”ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν εἰ “ἐγενήθησαν πυρίκαυστοι.

ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ”καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται “τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος,” δῆλον δὲ ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν “Ἀπ᾽ ”ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ, αὐτός μοι “ἐντολὴν ἔδωκε τί εἴπω, καὶ τί λαλήσω.” οὐ γὰρ ἦν ἀνθρώπινος τοῦ Σωτῆρος ὁ λόγος, ἀλλ᾽ ὡς ἐκ Θεοῦ καὶ Πατρὸς δι᾽ Υἱοῦ τοῦ κατὰ φύσιν γέγονε πρὸς ἡμᾶς· Λόγος γάρ ἐστι τοῦ γεγεννηκότος αὐτόν· καὶ πιστώσεται λέγων διὰ φωνῆς τοῦ Δαυείδ “Ἐξηρεύξατο ἡ καρδία μου λόγον ”ἀγαθόν.” <Ἰδοὺ ἔρχεται, λέγει Κύριος Παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;> Ὅμοιον τούτῳ καὶ μάλα προσεοικὸς τὸ διὰ φωνῆς Ἡσαΐου “Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, ”παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ “φοβεῖσθε· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα- ”χίων μετὰ κυρείας.” ὡς γὰρ αὐτὸν δὴ μάλα παρεσόμενον, μᾶλλον δὲ καὶ ἤδη παρόντα καταδεικνὺς, ἀποφαίνεται σαφῶς, ὅτι καὶ ὁ τῆς ἐπιδημίας αὐτοῦ τῆς ἐν τῷδε τῷ κόσμῳ καιρὸς, οὐκ εἰς ἀνάβλησιν ἔσται μακράν. ὅτι δὲ τῆς οἰκονομίας ἡ δύναμις οὐκ εὐκαταφρόνητος ἔσται τισὶν, οὐδ᾽ ἂν γένοιτο τοῖς ἀπειθοῦσιν οἰστὴ, διδάσκει λέγων Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;

καὶ εἴσοδον μὲν ὀνομάζει τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς εἰσβολὴν τοῦ Μονογενοῦς· ὀπτασίαν δὲ τὴν οἷον ἐμφάνειαν. ἄορατος γὰρ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, γέγονεν ἐμφανὴς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. προανακεκράγει δὲ τοῦτο σαφῶς καὶ ὁ μελῳδὸς ἐν πνεύματι λέγων “Ὁ Θεὸς ”ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.” “Γέγονε γὰρ σὰρξ ὁ Λόγος,” καθά φησιν ὁ θεσπέσιος Ἰωάννης, “καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” καὶ ἐν δούλου γέγονε μορφῇ. καὶ “τοῖς μὲν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ” φορτικὸς μὲν οὐδαμῶς· γέγονε δὲ μᾶλλον ἤπιός τε καὶ πρᾶος, καὶ ζωῆς τῆς εἰς αἰῶνα δοτήρ. ἔφη δέ που περὶ αὐτοῦ καὶ ὁ Θεὸς καὶ Πατήρ “Ἰδοὺ συνήσει ὁ παῖς μου ὁ ”ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, “οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντε- ”θλασμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει· “ἀλλ᾽ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.” πλὴν τοῖς ἀτιμάζουσι τὴν δι᾽ αὐτοῦ σωτηρίαν, καὶ τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένοις, συνέβη παθεῖν τὰ πάντων αἴσχιστα τῶν κακῶν· διολώλασι γὰρ οἱ τάλανες. τοιγάρτοι καὶ ἔφασκε ταῖς Ἰουδαίων ἀγέλαις “Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ ”πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀπο- “θανεῖσθε.” ἔφη δέ που καὶ ὁ Ἰωάννης “Ὁ πιστεύων εἰς ”αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι “μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.”

προσεφώνει δὲ καὶ ὁ βαπτιστὴς τοῖς ἐξ Ἰσραήλ “Ἤδη δὲ καὶ ἡ ”ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον “μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλ- ”λεται.” οὐκοῦν τοῖς μὲν ἀπειθοῦσιν ἀφόρητος καὶ οὐ λίαν οἰστὸς, τῆς τε εἰσόδου καὶ τῆς ὀπτασίας αὐτοῦ γέγονεν ὁ καιρός. ἠλέγχοντο γὰρ, ὡς αὐτοὶ τὰς σφῶν διολλύντες ψυχὰς, καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐντεθνηξόμενοι, διά τοι τὸ μὴ ἑλέσθαι φρονεῖν ὀρθῶς, προσήκασθαί τε εἰς νοῦν καὶ καρδίαν τὴν διὰ πίστεως κάθαρσιν. τίς τοίνυν φησὶν ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; τουτέστι, τίς δὴ ἄρα τοσοῦτον ἔσται δεινός τε καὶ ἀπηνὴς, ὡς ἐν καιρῷ καὶ ἡμέρᾳ τῆς εἰς τὸν κόσμον εἰσβολῆς αὐτοῦ· δῆλον δὲ ὅτι τῆς μετὰ σαρκὸς, δι᾽ ἧς ἂν γένοιτο καὶ ἁπτὸς, ἤγουν ὁρατὸς· ὑποστῆναί τε καὶ ἀθραύστως ἔχειν; κολασθήσεται γὰρ πάντη τε καὶ πάντως, καὶ πικρὰς τῆς ἀπονοίας ἀποτιεῖ δίκας. <Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον, καὶ καθαριεῖ τοὺς υἱοὺς Λευὶ καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον.> Πεποίηται μὲν ἐν τούτοις ὡς ἐξ ὁμοιότητος τῶν καθ᾽ ἡμᾶς πραγμάτων ὁ λόγος, ἀπόῤῥητον δὲ μυστηρίου δήλωσιν εἰσκομίσειεν ἂν τοῖς νουνεχεστέροις.

ἀργύρου μὲν γὰρ καὶ χρυσοῦ ποιοῦνται δοκιμασίαν οἱ ταῦτα σοφοὶ, πυρὶ κατατήκοντες πᾶν ὅσον ἐν αὐτοῖς ἐστι κίβδηλόν τε καὶ ἀκαλλέστατον. πῦρ δὲ τὸ θεῖον καὶ οὐρανόθεν, τουτέστιν ἡ διὰ τοῦ Ἁγίου Πνεύματος χάρις, καθ᾽ ἣν ἂν γένοιτο καὶ ζῶντας ἡμᾶς ἀποτελεῖσθαι τῷ πνεύματι, ὅταν εἰς νοῦν καθίκοιτο καὶ καρδίαν, ἐνιέντος Χριστοῦ, τότε δὴ τότε πάντα μὲν τὸν ἐξ ἁμαρτίας διασμήχει ῥύπον, καὶ τὸν ἐκ τῶν ἤδη προεπταισμένων δαπανᾷ μολυσμόν· κεκαθαρμένους τε οὕτω καὶ δοκιμωτάτους τοὺς ἔχοντας ἀποτελεῖ, καὶ μονονουχὶ μεταχαλκεύει νοητῶς πρὸς καινότητα ζωῆς, καὶ σκεύη λοιπὸν ἀποφαίνει λαμπρὰ καὶ ἡγιασμένα, καὶ εἰς τιμὴν κατεσκευασμένα, οἰκίᾳ τε τῇ μεγάλῃ χρήσιμα, τουτέστι τῇ Ἐκκλησίᾳ. τοῦτο δὴ τὸ θεῖόν τε καὶ νοητὸν κατεσήμανε πῦρ ὁ θεσπέσιος Ἰωάννης, λέγων “Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται δὲ ὀπίσω μου ”ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν “ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ”Ἁγίῳ καὶ πυρί.” μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος Χριστοῦ “Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ”ἀνήφθη;”

οὐκοῦν, ἐπείπερ οἱ ἐξ αἵματος Ἰσραὴλ τῆς τῶν Λευιτῶν ἀκαθαρσίας, εἴτουν ἀδικίας, οὐ μετρίαν ἐποιοῦντο τὴν καταβοὴν, μᾶλλον δὲ δι᾽ ἐκείνους παροτρύνοντες διετέλουν τὸν τῶν ὅλων Θεὸν, παλίμφημά τε λαλοῦντές τινα καὶ ἀποτολμῶντες λέγειν “Πᾶς ποιῶν πονηρὸν, καλὸν ”ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ “ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;” προαγορεύει χρησίμως, ὅτι κατὰ καιροὺς ἐπιλάμψει Χριστὸς, ὁ πᾶσαν ἡμῶν τὴν ἁμαρτίαν ἐκ μέσου τιθεὶς, καὶ πανάγνους ἀποτελῶν τοὺς ἰδίους ἱερουργοὺς, καὶ οἷον χρυσὸν ἢ ἄργυρον ἐν πυρὶ δοκιμάζων αὐτοὺς, ἤτοι δοκίμους ἀποτελῶν καὶ λελαμπρυσμένους.

Τοιοῦτοι γὰρ ὡς ἐπίπαν τῆς Ἐκκλησίας οἱ λειτουργοὶ, οἷς ἂν ἁρμόσειε, καὶ μάλα εἰκότως, ἐκεῖνο εἰπεῖν τὸ διὰ φωνῆς τοῦ Δαυείδ “Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ”ὡς πυροῦται τὸ ἀργύριον.” φόρημα μὲν γὰρ τοῖς ἐξ Ἀαρὼν ἡ κατὰ νόμον στολή· τοῖς γεμὴν ἀπολέκτοις ἐν Χριστῷ καὶ τεταγμένοις εἰς ἱερουργίαν ἄμφιον ἔσται λαμπρὸν, ἱεροπρεπές τε καὶ ἅγιον αὐτὸς ὁ Χριστός. τοιγάρτοι καὶ ἔφασκε διὰ τῆς τοῦ ψάλλοντος λύρας ὁ Θεὸς καὶ Πατὴρ περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας “Τοὺς ἱερεῖς αὐτῆς ”ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ- “λιάσονται.” σωτηρία γὰρ αὐτὸς ὁ Χριστὸς τῶν ἰδίων ἱερουργῶν ἄμφιον τὸ ἀξιάγαστον, μᾶλλον δὲ καὶ πάντων τῶν πεπιστευκότων “Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί- ”σθητε, Χριστὸν ἐνεδύσασθε.” <Καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίας ἐν δικαιοσύνῃ· καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλὴμ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν.> Ἀνακείσονταί φησι τῷ Θεῷ· τοῦτο γὰρ οἶμαί ἐστι τό Ἔσονται τῷ Κυρίῳ προσάγοντες. ἀνακεισόμεθα δὲ τῷ Θεῷ, ζῶντες μὲν ἑαυτοῖς οὐκέτι, προσκείμενοι δὲ ὁλοτρόπως τῇ εἰς αὐτὸν ἀγάπῃ, καὶ παντὶ δὴ σθένει κατορθοῦν ᾑρημένοι τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νεύμασιν.

ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ “Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες ”μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι “καὶ ἐγερθέντι.” καταγράφων δὲ ἡμῖν ὥσπερ τῆς ἑαυτοῦ πολιτείας τὸ κάλλος, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐμφανῆ καθιστὰς, ἔφη πάλιν “Χριστῷ συνεσταύ- ”ρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ “νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ”ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.” ἔσονται δὴ οὖν, φησὶ, προσάγοντες τῷ Κυρίῳ, τουτέστι, τοῖς αὐτοῦ θελήμασιν ἀνακείσονται μόνοις, οὐ “τὰ ἐπίγεια φρο- ”νοῦντες,” οὐ τοὺς ἐκ τῆς ἀδικίας ἀγαπῶντες μολυσμοὺς, οὐ πλεονεξίαν τὴν κατά τινων τιμᾶν ᾑρημένοι, προσάγοντες δὲ μᾶλλον θυσίας δικαιοσύνης. καί μοι δοκεῖ σοφῶς δὴ λίαν ὁ Παῦλος εἰπεῖν “Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ”ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.”

πρόσιμεν γὰρ οἱ ἐν Χριστῷ κεκλημένοι πρὸς ἱερουργίαν δι᾽ αἱμάτων μὲν οὐκέτι καὶ καπνῶν, οὔτε μὴν ἀμνοὺς ἢ ἐρίφους προσκομίζομεν τῷ Θεῷ, πληροῦμεν δὲ μᾶλλον ἐν ἐκκλησίαις τὴν ἐν Χριστῷ νοουμένην θυσίαν τὴν ἁγίαν καὶ πνευματικὴν, καὶ αὐτὸν προθέντες εἰς ἁγιασμὸν, καὶ μέντοι καὶ εἰς μετάληψιν τῆς εἰς αἰῶνα ζωῆς, καθάπερ ἐξαίρετόν τι θυμίαμα, τὰς ἐξ ἔργων ἀγαθῶν προσκομίζομεν εὐωδίας, καὶ θύοντες αὐτῷ τὴν δικαιοσύνην, ὅτι καὶ ἐσόμεθα δεκτοὶ τεθαρσήκαμεν. γέγραπται γὰρ ὅτι “Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων ”πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.” εὐαρεστεῖται γὰρ οὐχ ἑτέραις οἶμαι θυσίαις, πλὴν ὅτι τοιαύταις ὁ τῶν ὅλων Θεός.

Ἔφη τοίνυν περὶ τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἱερουργίαν, ὡς ἀμείνους ἔσονται τῶν πρώτων, οὐ μηλοσφαγοῦντες κατ᾽ ἐκείνους, οὔτε μὴν βεβηλοῦντες τὸ θυσιαστήριον διὰ τοῦ προσάγειν ἄρτους ἠλισγημένους· ἀλλ᾽ ὡς ἐν τάξει θυμιαμάτων προσκομίζοντες τῷ Θεῷ τὴν δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν νοητὴν εὐοσμίαν. εὐπαράδεκτον δὲ οὕτως ἐπιτελέσουσι τὴν λατρείαν, ὡς κατὰ μηδένα τρόπον ἀποδεῖν αὐτὴν τῶν πρεπουσῶν θυσιῶν ταῖς ἡμέραις τοῦ αἰῶνος, τουτέστι, τῇ ζωῇ τῶν ἐν οὐρανοῖς ἁγίων πνευμάτων, οἳ διηνεκεῖς καὶ μακρὰς τρίβουσι ἡμέρας, ἤτοι χρόνους· ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς ἔμπροσθεν, τουτέστι τῇ τῶν ἁγίων λατρείᾳ, οἳ κατὰ τοὺς χρόνους γεγόνασι τοὺς ἔμπροσθεν. γέγονε γὰρ ἐν ὑπακοῇ τοῖς ἀρχαιοτέροις ἡ εὐδοκίμησις· οὕτως Ἁβραὰμ προσεκόμισε τὸν υἱὸν τῷ Θεῷ, “καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος ”ἐκλήθη Θεοῦ.” οὕτω καὶ Νῶε “κατεσκεύασε τὴν κιβωτὸν ”εἰς σωτήριαν τοῦ οἴκου αὐτοῦ,” καθὰ γέγραπται. οὐκοῦν ἀρέσει φησὶν ἡ θυσία τοῦ Ἰούδα, τουτέστι, τοῦ λαοῦ τοῦ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν περιφέροντος, καὶ μέντοι τῆς Ἱερουσαλὴμ, τῆς νοητῆς δηλονότι, τουτέστι τῆς Ἐκκλησίας· καθὰ καὶ ἡ τῶν ἐχόντων τὰς ἡμέρας τοῦ αἰῶνος καὶ ἡ τῶν κατὰ τοὺς ἔμπροσθεν χρόνους γεγονότων ἁγίων, οἳ γεγόνασιν εὐάρεστοι δι᾽ ὑπακοῆς καὶ πίστεως.

ἀπαριθμεῖται δὲ καὶ τούτους ὁ θεσπέσιος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, πίστει λέγων δικαιοῦσθαι πολλούς. <Καὶ προσελεύσομαι πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος Παντοκράτωρ.> Κατὰ σκοπὸν τῶν πραγμάτων πρόεισι δὴ πάλιν κἀν τούτοις ἡμῖν ὁ λόγος. ἔφασκον μὲν γὰρ ἀμαθαίνοντες οἱ ἐξ Ἰσραήλ “Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον αὐτοῦ, ”καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς “δικαιοσύνης;” καὶ τίς ἡ πρόφασις τῆς οὕτω δεινῆς ἀθυροστομίας, εἴρηται μὲν ἤδη· πλὴν εἰρήσεται πάλιν. ἐπειδὴ γὰρ ἀφυλάκτως τινὲς τῶν ἱερουργῶν καὶ μέντοι τῶν ἄλλων οἳ διαφανέστεροί τε ἦσαν καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐμπρέποντες, ἐπὶ πάντα τρόπον σκαιότητος καὶ ἐγχειρημάτων ᾔεσαν, ἐφαίνετο δὲ καὶ πέρα μέτρου ἀνεξικακήσας Θεὸς αὐτοῖς· ἔστι γὰρ ἀγαθὸς, χρηστὸς, ἐπιεικὴς, καὶ φιλάνθρωπος· ταύτῃτοί τινες τοὺς ἐξ ἀκράτου μικροψυχίας ἠρεύγοντο λόγους.

ἀλλ᾽ ὅτι μὲν ἔσται κατὰ καιροὺς μεταφοίτησις εἰς τὸ ἄμεινον τῶν τεταγμένων εἰς ἱερουργίαν, μεταπλάττοντος αὐτοὺς εἰς καινότητα ζωῆς τοῦ Χριστοῦ, καὶ μετατιθέντος εἰς εὐκοσμίαν καὶ εἰς εὐκλεᾶ πολιτείαν καὶ ζωὴν, διαμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοὺς τῆς φαυλότητος ἐπιτηδευτὰς οὐκ ἂν ἀποδέξοιτο τότε, οὐδ᾽ ἂν ἀξιώσειεν ἐπαίνων τε καὶ λόγου· κρινεῖ δὲ μᾶλλον αὐτοὺς, καὶ τῶν ἐκτόπως βεβιωμένων ἐξαιτήσει δίκας, διατρανοῖ λέγων Καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, τουτέστιν ὡς κριτὴς προσενεχθήσομαι, καὶ ἔσομαι μάρτυς ταχὺς, αὐτόμολος δηλονότι καὶ ὑπ᾽ οὐδενὸς κεκλημένος. καταψηφιοῦμαι γὰρ τῶν πονηρῶν τὴν δίκην. καὶ τὸ μὲν ἐπ᾽ αὐτοὺς ἐξοίσω τὸ κρῖμα· οὐχ ἑτέρου τινὸς τὰ ἐν αὐτοῖς ἐκκαλύπτοντος, ἀλλ᾽ εἰδὼς ὡς Θεὸς τὰ ἀφανῆ τε καὶ κεκρυμμένα, καὶ διὰ τοῦ συνειδότος καταμαρτυρῶν ἑκάστου τῶν ἡμαρτηκότων. ἔφη δέ που καὶ ὁ θεσπέσιος Παῦλος, παραστήσεσθαι κατὰ καιροὺς τῷ Κριτῇ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, “μεταξὺ ἀλλήλων τῶν ”λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ “ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ ”εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.” Ἄθρει δὲ ὅπως τούς τε τὰ κρυπτὰ καὶ ἐμφανῆ πεπλημμεληκότας παρενεχθήσεσθαί φησιν εἰς κρίσιν.

πρώτας μὲν γὰρ ὀνομάζει φαρμακοὺς καὶ μοιχαλίδας, εἶτα τοὺς ὀμνύοντας ἐπὶ ψεύδει· κεκρυμμένα δὲ ταῦτα καὶ λεληθότως δρώμενα· τίς γὰρ ἂν ὅλως γοητεύσειεν ἐμφανῶς; ἢ πῶς ἂν ἕλοιτο μοιχαλὶς ὁρᾶσθαι πρός τινος; ἐν σπουδῇ δὲ οἶμαι τὸ λαθεῖν καὶ τοῖς ψευδορκεῖν ᾑρημένοις. ἀσυνετοῦντας δὲ τοὺς τοιούτους ἀπελέγξει λέγων ὁ μακάριος Δαυείδ “Σύνετε δὴ ἄφρονες ”ἐν τῷ λαῷ, καὶ μωροὶ πότε φρονήσατε; ὁ φυτεύσας τὸ “οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ ”κατανοεῖ;” ἄποπτον γὰρ τῷ Θεῷ παντελῶς οὐδέν· οἶδε δὲ μόνος τὰ κεκρυμμένα καὶ τὰ ἐμφανῆ τῶν κακῶν. ἀλλ᾽ ἐκεῖνα μὲν τὰ λεληθότως καὶ ὡς ἐν σκότει δρώμενα· προσεπάγει γεμὴν αὐτοῖς καὶ τὰ ἐμφανῆ, τὸ ἀποστερῆσαι μισθόν φημι μισθωτοῦ, πλεονεξίαν τε καὶ καταδυναστείαν, ἣν ἂν ποιοῖντό τινες κατὰ τῶν ἀσθενεστέρων, χηρῶν δὴ λέγω καὶ ὀρφανῶν. προστίθησι δὲ τούτοις καὶ τοὺς διαστρέφοντας τὰ ὀρθὰ τῶν κριμάτων καὶ τοὺς μὴ φοβουμένους αὐτόν. οὗτοι δ᾽ ἂν εἶεν καὶ οἱ καθ᾽ ἕτερόν τινα τρόπον παρά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους λυποῦντες τὸν Θεόν. ἔσομαι τοίνυν φησὶ κριτὴς καὶ μάρτυς ταχὺς καὶ αὐτόμολος ἐπὶ φαρμακοὺς καὶ μοιχαλίδας, καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτάς. εἰκὸς δὲ δὴ τὰ τοιάδε κατ᾽ ἐκεῖνο καιροῦ τολμᾶσθαι παρά τισι, καὶ ἐπ᾽ αὐτοῖς γίνεσθαι κατὰ Θεοῦ τὴν τῶν πολλῶν γλωσσαλγίαν.

Δεῖ δὴ οὖν ἄρα παντὶ σθένει παραιτεῖσθαι τὰ πονηρὰ, καὶ τοῖς ἀμείνοσιν ἐπιτρέχειν, καὶ ἀποπεραίνειν ἐπείγεσθαι τὰ δι᾽ ὧν ἂν γένοιτό τις ἐπαίνου παντὸς καὶ ἐπιεικείας ἔμπλεως. ἀμοιρήσει γὰρ οὕτω καὶ τῶν ἐκ θείας ὀργῆς ἐποισθησομένων τοῖς εἰωθόσι πλημμελεῖν, ἔσται δὲ εἴσω καὶ γερῶν καὶ δόξης, ὧν ἂν ἐπιδοίη Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. <Διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· καὶ ὑμεῖς υἱοὶ Ἰακὼβ οὐκ ἀπέχεσθε ἀπὸ τῶν ἁμαρτιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε.> Ἐξίστησι πάλιν αὐτοὺς ἀνοσίων ἐννοιῶν καὶ προσέτι ῥημάτων. τὸ γὰρ οἴεσθαί πως, ἢ μετατετράφθαι τὸν τῶν ὅλων Θεὸν ἀπό γε τοῦ θέλειν τὰ ἀγαθὰ πρὸς τὸ ἐναντίον, ἢ ἀγαπᾶν μὲν οὐκέτι τὴν δικαιοσύνην, ἀποδέχεσθαι δὲ τοὺς τῆς φαυλότητος ἐραστὰς, πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, καὶ τῆς ἀνωτάτω δυσσεβείας μεμεστωμένον; ὅταν τοίνυν ὑπὸ κρίσιν ἴδητε καλουμένους, φησὶ, τάς τε παρ᾽ ὑμῖν φαρμακοὺς, ἤγουν ἐπῳδούς· γύναια δὲ πάντως ψιθυρά τε καὶ βωμολόχα ταυτί· καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτὰς, τότε, φησὶν, ἐπιγνώσεσθε διὰ πραγμάτων αὐτῶν, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ πάλαι τε καὶ νῦν ἀγαθός τε ὁμοῦ καὶ φιλάρετος. οὐ γὰρ οἶδα τροπὴν ἢ ἀλλοίωσιν.

ἀλλ᾽ ἐγὼ μέν εἰμι διαπαντὸς καὶ ἀμεταστάτως τοῦθ᾽ ὅπερ εἰμί· ὑμεῖς δὲ, φησὶ, καίτοι γεγονότες ἐξ Ἰακὼβ, ἀνδρὸς φιλοθέου καὶ ἀγαθοῦ καὶ μεμισηκότος ἀεὶ τὸ ἐξήνιον, καὶ Θεῷ δουλεύοντος, οὐ τῶν ἐκείνου τρόπων γεγόνατε ζηλωταί· μεμίμησθε δὲ μᾶλλον τῶν καθ᾽ ὑμᾶς πατέρων τὸ ἀπειθὲς καὶ δυσάγωγον, οἳ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀπῴχοντο μὲν αἰχμάλωτοι, τὴν ἐνεγκοῦσαν ἀφέντες, δεδουλεύκασι δὲ τοῖς ᾑρηκόσιν ἐχθροῖς. ἐξεκλίνατε δὲ καὶ ὑμεῖς ἐκ τῶν ἐμῶν νομίμων καὶ οὐκ ἐφυλάξασθε. οὐκοῦν ὁ μὲν Θεὸς ἄτρεπτος ἀεὶ, καὶ οἱονεὶ πεπηγὼς εἰς τὸ ἀγαθὸν, καὶ ἀκράδαντος εἰς δικαιοσύνην· οἱ δὲ γεγόνασι μονονουχὶ τὸ ἄτρεπτον ἐν κακίᾳ τετηρηκότες, καὶ τῆς τῶν πατέρων ἀνοσιότητος ἄριστοι μιμηταί.

Τοῦτό που καὶ ὁ Χριστὸς εὑρίσκεται λέγων. ταλανίζει μὲν γὰρ εἰκότως τὸ τῶν ἀπαιδεύτων γραμματέων καὶ Φαρισαίων ἐργαστήριον. ἔφη δὲ οὕτως “Οὐαὶ ὑμῖν γραμ- ”ματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς “τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν ”δικαίων, καὶ λέγετε Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων “ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν ”προφητῶν. ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν “φονευσάντων τοὺς προφήτας· καὶ ὑμεῖς πληρώσατε τὸ ”μέτρον τῶν πατέρων ὑμῶν.” οὐκοῦν ἀναγκαῖον ἡμᾶς, εἴπερ ἐσμὲν ἀληθῶς ἀρτίφρονες, καὶ ἐν νῷ τῷ καθεστηκότι, ζηλοῦν ὅτι μάλιστα τοὺς τῶν πατέρων δοκιμωτάτους, ἀποσείεσθαι δὲ τῶν μὴ ἀγαθῶν τὴν μίμησιν. ἢ εἰ μὴ τοῦτο δρᾶν ἕλοιτό τις, ἕποιτο γεμὴν ἁπλῶς καὶ ἀβασανίστως τοῖς ἐν χρόνῳ προειληφόσιν, ἔσται δὴ πάντως προσεοικὼς τοῖς Ἑλλήνων παισὶν, οὓς εἴπερ τις καταμωμήσαιτο ὅτι, μεθέντες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὸν φύσει Θεὸν καταλελοιπότες, προσκυνοῦσι λίθοις, τὴν τῶν ἰδίων πατέρων ἀειλογοῦσι συνήθειαν. <Ἐπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος Παντοκράτωρ. καὶ εἴπατε Ἐν τίνι ἐπιστρέψομεν; εἰ πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με. καὶ ἐρεῖτε Ἐν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ ἀπαρχαὶ μεθ᾽ ὑμῶν εἰσιν. καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε εἰς αὐτὰ, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε.

τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ.> Ἀποστήσας εὖ μάλα τῆς καθ᾽ ἑαυτοῦ γλωσσαλγίας, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἐκδυσωπήσας ὡς ἔνι, καλεῖ πρὸς μετάγνωσιν τοὺς ἡμαρτηκότας, τὴν συνήθη πάλιν αὐτοῖς ἡμερότητα χαριεῖσθαι λέγων, καὶ μάλα προθύμως. ὥσπερ γὰρ τοῖς ἐκτόπως ἐθέλουσι βιοῦν τὰς αὐτοῖς πρεπούσας ἐπιφέρει ποινάς· οὕτως ἀνόπιν ὥσπερ ἰοῦσι, καὶ μὴν καὶ παραιτουμένοις τὸ ἔτι πλημμελεῖν, ὡς ἀληθῶς ἐπιγάνυται, πανταχοῦ τὴν ἀπόγνωσιν ὡς ὀλέθρου πρόξενον ἀποκείρων. ὅθεν ἔστιν ἰδεῖν, ὡς δεινήν τινα τῷ βίῳ νόσον εἰσφέρουσι, οἱ τὴν τῆς μετανοίας κιβδηλεύοντες χάριν, καί σφισιν αὐτοῖς ἐπιφημίζοντες ἀμαθῶς τὸ τῆς καθαρότητος ὄνομα. καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν, ὅτι τὸ οἴεσθαί τε καὶ χρῆναι λέγειν εἶναι καθαροὺς ἀκαθαρσίας αὐτοῖς τῆς ἐσχάτης ἐπίκλημα φέρει; γέγραπται γὰρ ὅτι “Λέγε σὺ ”τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς·” ψάλλει δέ που καὶ ὁ θεῖος ἡμῖν Δαυείδ “Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, ”καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.” “Καθα- ”ρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,” κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τοῖς οὕτως ἠῤῥωστηκόσι τὸ ἄναλκι, τῶν ἐκ μετανοίας ἀγαθῶν καὶ τῆς ἄνωθεν ἡμερότητος διανιζούσης εὖ μάλα τὸν μεμολυσμένον, καὶ δικαιούσης τὸν ἀσεβῆ.

καλεῖ τοιγαροῦν εἰς μετάγνωσιν ἐξ ἡμερότητος τοὺς ἡμαρτηκότας.

Ἐρομένοις δὲ αὖ, καὶ ἀναμαθεῖν ἐθέλουσι τῆς πλημμελείας τὸν τρόπον, Εἰ πτερνιεῖ φησιν ἄνθρωπος Θεὸν, διότι ὑμεῖς πτερνίζετέ με; τὸ δὲ πτερνίζειν ἐστὶ τὸ συναρπάζειν, ἢ φενακίζειν, οἴεσθαί τε λαθεῖν ψευδομένους τυχὸν, ἢ καὶ δρῶντάς τινα τῶν ἐκτοπωτάτων. καὶ γοῦν ἐνεκότει μὲν ὁ Ἡσαῦ τῷ Ἰακὼβ, τοῦ δὲ φονᾶν τὴν πρόφασιν ἐξηγούμενος ἔφασκεν “Ἐπτέρνισε γάρ με τοῦτο ἤδη δεύτερον, τά τε πρωτοτόκιά ”μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου.” ἆρ᾽ οὖν περιέσται, φησὶν, ἄνθρωπος Θεοῦ, ἤγουν συναρπάσει τὸν πάντα εἰδότα; τί τοίνυν ὑμεῖς ἐμὲ πτερνίζετε;

Χρῆναι δὲ ὑπολαμβάνω πρὸς ἀκριβῆ διασάφησιν τῶν προκειμένων ἡμῖν ἐννοιῶν ὀλίγα ἄττα καὶ νῦν εἰπεῖν, ἃ καὶ ἐν τοῖς τοῦ Ἕσδρα γέγραπται βιβλίοις. ἐπειδὴ γὰρ ἐπανῆκον εἰς τὴν Ἰουδαίαν τὴν Βαβυλωνίων ἀφέντες γῆν οἱ ἐξ Ἰσραὴλ, κατῳκήκασι μὲν ἐν τοῖς Ἱεροσολύμοις· ἐγήγερτο δὲ καὶ ὁ θεῖος ναὸς, καὶ ἦν ἐν κόσμῳ λοιπὸν τὰ τῶν ἱερέων τάγματα, ᾠδοὶ καὶ ἱεροψάλται καὶ οἱ τοῖς πυλῶσιν ἐφεστηκότες. εἶτα τί τὸ μετὰ τοῦτο; ῥᾴθυμοι γεγόνασιν οἱ λελυτρωμένοι περί γε τὸ δεῖν τῶν θείων ἀντέχεσθαι θεσπισμάτων. οὐ γὰρ τετηρήκασι τὸν νόμον, λελόγιστο δὲ παρ᾽ οὐδὲν αὐτοῖς τῆς θείας ἐντολῆς ἡ παράβασις. καὶ παρεκόμιζον μὲν εἰς θυσίαν μόλις καὶ ὀκνηρῶς τὰ τυφλὰ καὶ ἁρπάγματα καὶ χωλὰ καὶ τὰ ἐνοχλούμενα. εἶτα κείραντες ἐν ἀγροῖς ἐν ὥρᾳ τὸν ἄσταχυν καὶ μὴν καὶ τὰ ἕτερα τῶν σπερμάτων, ἀποτρυγῶντες δὲ καὶ ἀμπέλους, καὶ τοὺς τῆς ἐλαίας καρποὺς ἐκθλίβοντες, οὐ δεκάτας προσῆγον, καὶ τὰς κατὰ νόμον ἀπαρχὰς, ἵν᾽ ἔχοντα τὴν αὐτάρκειαν τὰ τῶν ἱερέων τάγματα, προσιζήσειαν μὲν ἀπερισπάστως ταῖς εἰς Θεὸν λατρείαις, προσμείνωσι δὲ ταῖς ἐκ νόμου τεταγμέναις αὐτοῖς λειτουργίαις.

Οὐδενὸς τοιγαροῦν προσκεκομισμένου, διεσκεδάσθησαν μὲν οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ, ἔρημός τε οὕτως ἀπομεμένηκεν ὁ ναὸς, οὐ θυσίας τελουμένης, οὐχ ἑτέρου τινὸς δρωμένου τῶν εἰς δόξαν τελούντων Θεοῦ. διεφθείρετο δὴ οὖν ἅπαντα λοιπὸν τὰ ἐν ἀγροῖς, λιμῷ τε κατεπιέζοντο, καὶ δὴ καὶ εἰς τοῦτο κατώλισθον ἀνάγκης τε καὶ ἀπορίας, ὡς καὶ αὐτὰ βούλεσθαι τοῖς ἔχουσι τροφὰς ἀπεμπολῆσαι τὰ τέκνα, μέχρις ἂν Ἕσδρας εἰς αἴσθησιν κεκλημένος τῆς θείας ὀργῆς, ἐπέσκηψε περὶ τούτων τοῖς ἡγουμένοις τοῦ Ἰσραήλ· προσεκόμισάν τε οὕτω μόλις δεκάτας καὶ ἀπαρχὰς, καὶ λοιπὸν εἰσέδραμον οἱ ἱερουργοὶ, ἔστησάν τε τὰ συνήθη δρῶντες ἐν τῷ ναῷ. διὰ τί τοίνυν, φησὶν, ὑμεῖς ἐμὲ πτερνίζετε; τὸ ἔτος συνετελέσθη, συνήχθησαν οἱ καρποὶ, καὶ παρ᾽ ὑμῖν ἔτι τὰ ἐπιδέκατα καὶ αἱ κατὰ νόμους ἀπαρχαί.

Καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται φησὶν ἡ διαρπαγὴ αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι Συνεκομίσασθε μὲν ἐξ ἀγρῶν ἐν τοῖς οἴκοις τοὺς καρποὺς, τάχα δέ που καὶ οἴεσθε σώζεσθαί τε ὑμῖν αὐτοὺς καὶ εὖ κεῖσθαι λίαν, ἀλλ᾽ ἐν αὐταῖς ταῖς οἰκίαις ἀφανισθήσονται, καὶ οὐδὲν διαρπαγῆς διοίσει τὸ χρῆμα. καταπιεσθήσεσθε γὰρ λιμῷ, καίτοι συνενεγκόντες, φησὶν, ἐν ἱδρῶτι μόλις τὰ εὑρημένα.

Εἰσόμεθα δὴ οὖν κἀντεῦθεν ἡμεῖς, ὡς ἐν μεγάλαις αἰτίαις κείσεται, τὸ μὴ προσάγειν Θεῷ τὰ εὐχαριστήρια καὶ ὧν ἂν χαρίσαιτο τὴν ἀρκοῦσαν ἀπονέμειν χάριν εἰς δόξαν αὐτοῦ. ἀλλ᾽ εἰ μὲν τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως εὐλογήσει, καὶ ἀμφιλαφῶς χαριεῖται τὰ ἀγαθά· εἰ δὲ δὴ τὴν χεῖρα συστείλαντες, μόναις ταῖς ἑαυτῶν τρυφαῖς τὸ δοθὲν τηρήσομεν, οὔτ᾽ ἂν ἐπιδοίη προθύμως· σκορπιεῖ δὲ ὥσπερ καὶ αὐτὸ τὸ μόλις συνενεχθέν. εὐμεταδότους γὰρ εἶναι χρὴ καὶ κοινωνικοὺς καὶ προτιθέντας τοῖς ἄλλοις εἰς μέθεξιν τὰ παρὰ Θεοῦ δωρήματα. <Ἐπιστρέψατε δὴ ἐν τούτῳ, λέγει Κύριος Παντοκράτωρ· ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου, ἕως τοῦ ἱκανωθῆναι· καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν ἀγρῷ, λέγει Κύριος Παντοκράτωρ. καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος Παντοκράτωρ.> Πάλιν ἀνίησιν ἐγκλημάτων, καὶ ἀπαλλάττει μὲν ἁπάσης αὐτοὺς αἰτίας, ὑπισχνεῖται δὲ χρηστῶς καὶ ἀμνησικάκως χαριεῖσθαι τὰ κατ᾽ εὐχὴν, καὶ ταῖς ἐπέκεινα λόγου κατευφραίνειν φιλοτιμίαις. βούλεται δὲ διὰ πείρας αὐτῆς καὶ πραγμάτων ἀναμαθεῖν, ὡς ἔσται πάντως αὐτοῖς τὸ καρποφορεῖν ὀνησιφόρον.

καὶ εἰ τοῦτο δρᾶν ἕλοιντο, καταδώσειν ἐπαγγέλλεται καὶ τὴν τῶν ὑετῶν ἄφθονον χορηγίαν, ἀμφιλαφῆ δὲ νεῖμαι τὴν εὐλογίαν, ὡς ἔχειν αὐτοὺς τῶν ἐδωδίμων ἄφθονον τὴν αὐτάρκειαν, καὶ ἁπαξαπλῶς τῶν ἐκ γῆς ἀγαθῶν τὴν ἀποχρῶσαν μέθεξιν. διαστελῶ γάρ φησιν ὑμῖν εἰς βρῶσιν. τὸ δὲ διαστελῶ νοήσεις ἢ ἀφοριῶ, ἤγουν ὅτι τῶν ἐκ γῆς φυομένων ἕκαστον ἴδιον ἔχειν καιρὸν, καθ᾽ ὃν ἢ γίνεται τυχὸν ἢ πεπαίνεται. ὅτι δὲ βλάβης ἁπάσης ἀμείνων ἔσται τῆς γῆς ὁ καρπὸς, πολύβοτρυς δὲ καὶ εὐοινοτάτη λίαν ἡ ἐν ἀγροῖς ἄμπελος, ὑπισχνεῖται σαφῶς, ὧν εἰς πέρας ἐνηνεγμένων, μακαρίους τέ φησιν ἔσεσθαι λοιπὸν, καὶ οἷά τινα γῆν θελητὴν ὀνομάζεσθαι, τουτέστι, τὴν ἀξιέραστον διά τοι τὴν εὐκαρπίαν καὶ γονιμότητα.

Οὐκοῦν εἴτις ἔχοι σπλάγχνα οἰκτιρμοῦ, τοιούτῳ δὴ πάντως περιτεύξεται τῷ Θεῷ, καὶ ἀποσωρεύσει μὲν ἐν οὐρανοῖς, φάγεται δὲ τοὺς καρποὺς τῶν ἰδίων πόνων, κατὰ τὸ γεγραμμένον, καὶ οὐκ ἔσται κατ᾽ ἐκεῖνον τὸν ἀπηνῆ τε καὶ ἀνούστατον πλούσιον, οὗ τὴν χώραν εὐφορηκέναι φησὶν ὁ Σωτὴρ ἐν παραβολαῖς εὐαγγελικαῖς. ὁ μὲν γὰρ ἔφασκε “Τί ”ποιήσω; καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδο- “μήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ ”κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου.” σκεπτομένῳ δὲ τὰ τοιάδε καὶ ἀμαθαίνοντι ὁ Θεός “Ἄφρον, φησὶ, ”ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ “ἡτοίμασας, τίνι ἔσται;” οὐκοῦν, ὡς ἔφην, εὐλογίας ἔμπλεως ὁ κοινωνικός· ὁ τοιοῦτος ἕξει καὶ νοητοὺς ὑετοὺς κατάρδοντας τὴν καρδίαν, καὶ ἱκανῶς κατευφραίνοντας, καὶ τοὺς τῆς εὐσεβείας ἐκδώσει καρποὺς, ἄλλοτε ἄλλως, καὶ οἱονεί πως διεσταλμένους, τοῦτο μὲν ἀγάπῃ, τοῦτο δὲ χρηστότητι καὶ φιλαλληλίᾳ, ἀνδρείᾳ τε καὶ ὑπομονῇ διαπρέπων· ἔσται δὲ οἷά τις εὔκαρπος καὶ γονιμωτάτη γῆ, λαμπρός τε καὶ διαβόητος καὶ τρισμακάριος ἀληθῶς. “Αἱρετὸν γὰρ ”ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,” καθὰ γέγραπται. <Ἐβαρυνατε ἐπ᾽ ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε Ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ;

καὶ εἴπατε Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κύριου Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος καὶ εἰσήκουσεν.> Ὅτε τινὰς τῶν γνωρίμων ὠλισθηκότας εἰς ἁμαρτίαν ἐπανορθοῦν ἐθέλῃ Θεὸς, παρακομίζει μὲν εἰς μέσον τὰ διεπταισμένα, διελέγχει δὲ σαφῶς, καὶ οἷον πλήττει μομφαῖς, ἵνα τοῖς ἰδίοις ἐπερυθριῶντες πλημμελήμασιν ἕλοιντό γε μεταφοιτᾶν ἐπὶ τὰ ἀμείνω καὶ χρησιμώτερα, σωθεῖέν τε οὕτω, τὸν παρ᾽ αὐτοῦ ζητήσαντες ἔλεον. αἰτιᾶται τοίνυν καὶ ἐφ᾽ ἑτέρῳ τινὶ τοὺς ἐξ Ἰσραὴλ, καὶ κοινὴν ὥσπερ τινὰ καὶ τοῖς μετ᾽ αὐτοὺς ἐξυφαίνει τὴν ἐπίπληξιν, τὸ χρῆμα εἰδὼς ἐπωφελὲς ἅπασι καὶ σωτήριον. ὅσα γὰρ τοῖς πρὸ ἡμῶν συμβέβηκε τυπικῶς “Ταῦτα γέγραπται πρὸς νουθε- ”σίαν ἡμῶν,” καθά φησιν ὁ σοφώτατος Παῦλος. αἰτιᾶται τοίνυν ἀθυροστομοῦντας αὐτοὺς, καὶ παλιμφήμοις ῥήμασι καταλυπεῖν ᾑρημένους. ἐβαρύνατε γάρ φησιν ἐπ᾽ ἐμὲ τοὺς λόγους ὑμῶν. καὶ ποῖος ἦν ἄρα τῆς καταλαλιᾶς ὁ τρόπος; εἴπατέ φησι Μάταιος ὁ δουλεύων Θεῷ, καὶ ὅτι τὸ περιττὸν οὐδὲν ἐν τῷ βούλεσθαι τηρεῖν τὰ φυλάγματα αὐτοῦ, τουτέστι τὰ διὰ νόμου θεσπίσματα.

εἰκαῖόν ἐστι πρὸς τούτῳ, φατὲ, καὶ τὸ ἱκετεύειν αὐτὸν, τουτέστι τὰς ὑπὲρ ὧν ἂν ἕλοισθε προσάγειν λιτάς.

Καὶ ἀληθὴς μὲν πάντως ὁ τῶν ὅλων Θεὸς, εἰ ταυτί τε λέγοι καὶ καταιτιῷτο τοὺς ἐξ Ἰσραήλ. τίς δὲ δὴ τοῖς πεφλυαρηκόσιν ἡ τῆς ἁμαρτοεπείας πρόφασις, ἀναγκαῖον εἰπεῖν. μυρία μὲν γὰρ τὴν γῆν κατεβόσκετο γένη· ἀλλ᾽ ἐκ πάντων ἓν τὸ ἐξ Ἰσραὴλ ἐπελέξατο ὁ Θεὸς, ὠνόμασται δὲ μερὶς καὶ σχοίνισμα καὶ κλῆρος αὐτοῦ. οἰκειωσάμενος δὲ πεπαιδαγώγηκε νόμῳ, ὠφέλησε διὰ προφητῶν. καὶ τί πρὸς ταῦτα πέπραχεν ὁ ἀπόπληκτος Ἰσραήλ; προσκεκύνηκε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λελάτρευκεν εἰδώλοις, ἔφη τοῖς γλυπτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. ἀγανακτήσας εἰκότως ἐπὶ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασιν ὁ τῶν ὅλων Θεὸς, ἐπαίδευε πολυτρόπως, καλῶν εἰς μετάγνωσιν λιμοῖς, ἀνεμοφθορίαις, καρπῶν ἐνδείαις, ἀκρίδι καὶ βρούχῳ, ἰκτέρῳ καὶ κάμπαις. οὔπω γὰρ πλήττειν ἤθελε χειρὶ στερεᾷ, μονονουχὶ δὲ καὶ μετασοβεῖν τοῖς δείμασι καὶ συμμέτροις ἔτι κινήμασιν ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ὠφελοῦν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἀγαπῆσαι Θεόν. ἐπειδὴ δὲ οὐδεὶς ἦν αὐτοῖς οὐδὲ τοῦ συμμέτρου πλήττεσθαι λόγος, ἀπῴχοντο δὲ ἀχαλίνως εἰς πᾶν εἶδος ἀκαθαρσίας, ἔπεμψεν εἰς αἰχμαλωσίαν, καὶ ὑπὸ χεῖρα πεσεῖν παρεσκεύασε τὴν Βαβυλωνίων.

ἐπειδὴ δὲ κέκληνται πάλιν εἰς τὴν Ἰουδαίαν, Θεοῦ κατοικτείροντος, ἀνετείχισάν τε τὴν πόλιν, καὶ ἀνεδείμαντο τὸν νεὼν, πάλιν ἐτράποντο πρὸς τὸ ῥᾴθυμον, οὐ πληροῦντες τὰς εὐχὰς, οὐχ ἑπόμενοι τοῖς διὰ νόμου θεσπίσμασι, οὐ προσάγοντες δεκάτας ἢ ἀπαρχάς· ἀλλ᾽ ὀκνηροὶ καὶ μόλις ἐπὶ τὸ θύειν ἐρχόμενοι, καὶ κατασφάζοντες τὰ χωλὰ, τὰ τυφλὰ, καὶ τὰ ἐνοχλούμενα, καὶ ταῦτα δρῶντας ἐκτόπως, οὐδὲν ἧττον ἐπαίδευε Θεὸς λιμῷ τε καὶ ἀκαρπίᾳ. οἱ δὲ, καίτοι δέον, εἴπερ ἦσαν ἀγαθοὶ καὶ τῶν συμφερόντων ἐπιστήμονες, ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς θεραπεύειν λελυπημένον τὸν τῶν ὅλων Θεὸν, ἀσύνετον ἐποιοῦντο τὴν καταβοήν. ἐπειδὴ γὰρ ἑώρων τὰ περίοικα τῶν ἐθνῶν, καίτοι Θεὸν οὐκ εἰδότα, προσκυνοῦντα δὲ μᾶλλον τοῖς γλυπτοῖς, καὶ τὴν ἐσχάτην νοσοῦντα πλάνησιν, ἐν εὐπαθείᾳ ὄντα καὶ τρυφαῖς, ἔφασκον ἀσυνέτως Μάταιος ὁ δουλεύων Θεῷ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ προστάγματα αὐτοῦ; ἡμεῖς μὲν γὰρ, φησὶν, οἱ νομοφύλακες ἐν ἀφορίαις ἐσμὲν καὶ πληγαῖς, ᾠχόμεθα δὲ καὶ αἰχμάλωτοι, καίτοι προσπίπτοντες ἀεὶ καὶ ἱκέται γινόμενοι τῷ Κυρίῳ παντοκράτορι· οἱ δὲ τῶν τοιούτων δρῶντες οὐδὲν, οὐ πληγὴν ἔχουσιν, οὐ πόνον. οὐκοῦν μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν.

ἀντιπράττουσι γὰρ κατὰ ἀλήθειαν τῇ τοῦ Θεοῦ δόξῃ κατὰ πολλοὺς τρόπους οἱ πλανώμενοι, καὶ τοῖς χωνευταῖς προσάγοντες τὰς θυσίας καὶ “τῷ ξύλῳ λέγοντες Θεός μου ”εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με.” ταῦτά φησι κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον. δυσφημία δὲ πάλιν τὸ ἔγκλημα, καὶ τῶν ἐσχάτων ἀῤῥωστημάτων ἀπόδειξις ἐναργής. νοσούσης γὰρ διανοίας οἱ λόγοι, καὶ μεθύοντος νοῦ θεοστυγὲς ἀπόβρασμα τὸ φάναι τι κατὰ Θεοῦ. ὅτι δὲ τῶν τοιούτων ἐπακροᾶται λόγων οἷον οὐ παρέργως, ἀλλ᾽ ἐν σπουδῇ, πεπληροφόρηκεν εἰπών Καὶ προσέσχε Κύριος καὶ εἰσήκουσεν· “Ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, ”καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.” εἰ δὲ δή που τις γένοιτο κατὰ τῆς θείας αὐτοῦ δόξης λόγος, οὗτος ἔσται βαρὺς καὶ οἷον ἀφόρητος, καίτοι λίαν ἀνεξικακεῖν εἰωθότι· ταύτῃτοι καὶ ἔφασκεν Ἐβαρύνατε ἐπ᾽ ἐμὲ τοὺς λόγους ὑμῶν.

Δεῖ δὴ οὖν ἄρα, κἂν ὦμεν ἐν πόνοις, χρησίμως ἡμᾶς παιδεύοντος τοῦ Θεοῦ, μὴ λίαν ἀκηδιᾶν, μήτε μὴν οἴεσθαι τὸν οὕτω φιλάρετον ἀφειδῆσαι τῶν ἀγαθῶν· περιεργάζεσθαι δὲ μᾶλλον τὰ ἐφ᾽ οἷς προσκεκρούκαμεν, ἐκμειλίσσεσθαί τε οὕτω, καὶ τὸν ἔλεον αἰτεῖν. εἰ δὲ δὴ καί τινες τῶν φιλαμαρτημόνων ἐν εὐπαθείαις εἶεν κοσμικαῖς, τὴν τῶν προσκαίρων ἀπόλαυσιν ἔχοντες, ἀπονέμειν ἀκόλουθον ταῖς ἀποῤῥήτοις οἰκονομίαις τῆς ἐπ᾽ αὐτοῖς ἀνεξικακίας τοὺς λόγους. <Καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν Κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. καὶ ἔσονταί μοι, λέγει Κύριος Παντοκράτωρ, εἰς ἡμέραν ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετιεῖ ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τὸν εὖ δουλεύοντα αὐτῷ.> Κατακερτομούντων αὐτοῦ τῶν ἐξ Ἰσραὴλ, καὶ ἀνόσια πεφλυαρηκότων κατ᾽ αὐτοῦ, “προσέσχε μὲν καὶ εἰσήκουσεν.” εἶτα δέον τοῖς ἡμαρτηκόσι τὴν πρέπουσαν ἐπαρτῆσαι δίκην, καὶ τοὺς τῆς ἀθυροστομίας εἰσπράττεσθαι λόγους, παρίησι μὲν ὡς Θεὸς ἀμνησικάκως καὶ τοῦτο· ἐγγραφει δὲ βιβλίον μνημοσύνου τοῖς φοβουμένοις αὐτὸν, περὶ ὧν οἶμαί που καὶ αὐτὸς ἔφασκεν ὁ Δαυεὶδ πρὸς τὸν γράφοντα τὸ βιβλίον “Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.”

Εὑρήσομεν δὲ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῖς ἁγίοις λέγοντα μαθηταῖς “Μὴ χαίρετε ὅτι τὰ ”δαιμόνια ὑποτάσσεται ὑμῖν· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ “ὀνόματα ὑμῶν ἐγράφη ἐν τῷ οὐρανῷ.” ἐπαρᾶται δὲ καὶ σφόδρα εἰκότως ὁ θεσπέσιος Δαυεὶδ τοῖς Ἰουδαίων δήμοις ἀπεκτονόσι Χριστὸν οὕτω λέγων “Ἐξαλειφθήτωσαν ἐκ ”βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.” γράφεται τοίνυν τὸ τοῦ μνημοσύνου βιβλίον τοῖς φοβουμένοις Θεὸν, οὓς καὶ οἰκείους ἔσεσθαί φησιν ἑαυτῷ καὶ γνωριμωτάτους κατά γε τὸν τῆς περιποιήσεως καιρὸν, ὅτε καθιεῖται μὲν ὁ Χριστὸς ἐπὶ θρόνου δόξης αὐτοῦ, δορυφορούντων ἀγγέλων, “καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ”ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν Δεῦτε οἱ “εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι- ”μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.”

τότε γὰρ αὐτοὺς αἱρετιεῖ, τουτέστιν αἱρετοὺς ποιήσεται, παραχωρῶν οὐδὲν εἰς φιλοστοργίαν τοῖς καθ᾽ ἡμᾶς πατράσιν, οἳ τοῖς ἰδίοις ἐπιγάνυται τέκνοις, ὅταν εἶεν μάλιστα σοφὰ καὶ εὐήνια, καὶ διὰ πλείστης ὅσης αἰδοῦς ποιοῦνται τοὺς φύσαντας. <Καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀδίκου, καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος τῷ Θεῷ καὶ τοῦ μὴ δουλεύοντος.> Τότε δὴ τότε, φησὶ, τῆς οὕτω σαθρᾶς εἰκαιομυθίας ἀποπαυσάμενοι, καὶ τὴν ἀκρατῆ καὶ ἀπαίδευτον ἀνακόπτοντες γλῶσσαν, διαλοιδορήσεσθε μὲν οὐκ ἔτι τῷ φιλαρέτῳ Θεῷ, μονονουχὶ δὲ τὴν μέθην ἀποπεμψάμενοι, καὶ οἷον ἐπιστρέφοντες ἐκ πλάνης, εὖ μάλα καταθρήσετε τί τε καὶ ὅσον ἐστὶ τὸ μεταξὺ δικαίου τε καὶ ἀνόμου, τοῦ δουλεύοντος Θεῷ καὶ τοῦ μὴ δουλεύοντος.

οἱ μὲν γὰρ ἄνομοί τε καὶ ἐξήνιοι, καὶ τὸν τῆς ὑπ᾽ αὐτῷ δουλείας ἀποσειόμενοι ζυγὸν, οἰχήσονται πρὸς ἀπώλειαν καὶ εἰς ἀτελεύτητον κόλασιν· “Ἐκεῖ ἔσται ὁ ”κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,” καθὰ γέγραπται· οἱ δὲ ἀγαθοὶ καὶ φιλόθεοι, καὶ τῶν θείων νόμων ἐπιστήμονες, καὶ ἁπάσης ἀρετῆς ἐπιμεληταὶ, λαμπροὶ καὶ ἡγιασμένοι, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον, καὶ ἐν ταῖς ἄνω γεγονότες μοναῖς, συνδιαιτήσονται μὲν ἁγίοις ἀγγέλοις, κοινωνοὶ δὲ τῆς δόξης ἀποφανέντες Χριστοῦ, τοῖς εἰς μακραίωνα βίον ἐντρυφήσουσιν ἀγαθοῖς “Ἃ ὀφθαλμὸς οὐκ ”εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ἀνέβη,” κατὰ τὸ γεγραμμένον. πλὴν εὐημεροῦντας βλέποντες ἐν τῷδε τῷ βίῳ τοὺς τῆς φαυλότητος ἐραστὰς, γεγόνασι μὲν ἐν λογισμοῖς τῶν ἁγίων τινὲς, οὐκ ἠγνόησαν δὲ ὅτι τοῦ βίου τὸ πέρας ἕξουσιν εἰς ἀπώλειαν. καὶ γοῦν ὁ μακάριος Ἱερεμίας οὕτω πως φησί “Δίκαιος εἶ Κύριε, ὅτι ”ἀπολογήσομαι πρὸς σὲ, πλὴν κρίματα λαλήσω πρὸς σέ. “τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ”ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐῤῥιζώ- “θησαν· ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ ”τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν. “καὶ σὺ, Κύριε, γινώσκεις με, ἐδοκίμασας τὴν καρδίαν μου ”ἐναντίον σου.” εἶτα πάλιν φησίν “Ἅγνισον αὐτοὺς ἐν ”ἡμέρᾳ σφαγῆς αὐτῶν. ἕως πότε πενθήσει ἡ γῆ;”

ὁρᾷς ὅπως ἐμπέπτωκεν εἰς λογισμῶν δυσχέρειαν, οὐκ ἠγνόησε δὲ τῶν δυσσεβούντων τὸ πέρας. “Διότι πᾶσα σὰρξ χόρτος, καὶ ”πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου,” κατὰ τὸ γεγραμμένον. <Διότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὡς κλίβανος, καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα.> Ἐν πυρὶ γὰρ ἔσεσθαι τὴν τῆς κρίσεως ἡμέραν ἐννοεῖν ἀκόλουθον, “ἐν ᾗ οἱ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, ”στοιχεῖα δὲ καυσούμενα λυθήσονται, γῆ δὲ καὶ τὰ ἐν “αὐτῇ ἔργα κατακαήσεται πάντα. καινοὺς δὲ οὐρανοὺς καὶ ”καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν·” ἔφη γὰρ ὧδέ τις τῶν ἁγίων μαθητῶν. ἥξει τοίνυν φησὶν ὡς κλίβανος ἡ ἡμέρα Κυρίου, καὶ καταφλέξει μὲν ἅπαντας τοὺς ἀλλογενεῖς, προσθήσει δὲ τούτοις καὶ τοὺς ποιοῦντας τὰ ἄνομα· μία γὰρ ἔσται τις κατ᾽ ἀμφοῖν ἡ δίκη. ἄθρει δὲ ὅπως ἀστειότατα νυνὶ διαμέμνηται τῶν ἀλλογενῶν. ἐπειδὴ γὰρ αὐτοὺς ἐμακάριζον λέγοντες “Καὶ νῦν ἡμεῖς ”μακαρίζομεν ἀλλοτρίους, καὶ οἰκοδομοῦνται ποιοῦντες “ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν,” ταύτῃτοι καταφλεχθήσεσθαί φησιν αὐτοὺς, ὡς τῇ τοῦ Θεοῦ δόξῃ πεπολεμηκότας, καὶ προσκυνεῖν ἑλομένους τῇ κτίσει παρὰ τὸν κτίσαντα.

Λογιούμεθα δὲ καὶ ἑτέρως ἀλλογενεῖς ὀνομάζεσθαι τοὺς εἰδωλολάτρας καὶ τοὺς καθ᾽ ἕτερόν τινα τρόπον ἠλλοτριωμένους τοῦ ἱεροῦ τε καὶ ἀπολέκτου γένους, οἷόν τι φημὶ τοὺς αἱρετικοὺς, περὶ ὧν ἂν λέγοιτο, καὶ μάλα εἰκότως “Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ”ἐξ ἡμῶν, μεμενήκεσαν ἂν μεθ᾽ ἡμῶν.” οὗτοι τὴν θείαν εὐγένειαν ἀποβεβληκότες, ἀπονοσφιζόμενοί τε τοῦ ἱεροῦ καὶ ἀπολέκτου γένους τοῦ γεγονότος εἰς περιποίησιν· διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ· οἱ τοιοῦτοι γοῦν πυρὸς ἔσονται τοῦ παμφάγου τροφή. ἐν ἴσῃ δὲ μοίρᾳ κείσονται παρὰ Θεῷ καὶ οἱ ποιοῦντες ἄνομα, κἂν εἰ ἐγκρίνοιντο τυχὸν τοῖς πεπιστευκόσι καὶ ἐξειλεγμένοις, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδόσι Θεόν. οὐ γὰρ ἀπόχρη τοῦτο αὐτοῖς εἰς ἀπόνιψιν ἁμαρτίας, εἴπερ ἐστὶν ἀληθὲς, ὡς “πίστις χωρὶς ἔργων νεκρά ”ἐστι.” δικαιοῖ μὲν γὰρ ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ τῆς τῶν προεπταισμένων ἀπαλλάττει κηλῖδος. εἰ δὲ δή τις μετὰ τοῦτο ῥᾴθυμός τε καὶ ἀναπεπτωκὼς εὑρίσκοιτο, πρός τε τὰ σαρκὸς καὶ τὰ τοῦ κόσμου πάθη ἐπιῤῥεπὴς, νενέκρωκεν οἱονείπως ἐν ἑαυτῷ τὴν πίστιν, προστιθεὶς μὲν οὐδὲν τῶν ἐπαινουμένων, παλινδρομήσας δὲ μᾶλλον ἐπὶ τὴν ἀρχαίαν τοῦ βίου σκαιότητα.

περὶ τῶν τοιούτων φησὶ καὶ ὁ θεσπέσιος μαθητής “Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι ”τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω “ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· ”συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων “ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς ”κύλισμα βορβόρου.” οὐκοῦν ἐν ἴσῳ τοῖς ἀλλογενέσι καὶ οἱ ποιοῦντες ἄνομα, οἳ καὶ ἔσονται καλάμη, καταφλεχθήσονται δὲ οὕτως ὡσανεὶ κἀκείνη πυρὸς ἐπενηνεγμένου. συνάγεται γὰρ ὁ σῖτος εἰς ἀποθήκην, καθὰ καὶ ὁ Σωτήρ φησι περὶ τῶν ἁγίων θεριστῶν· τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέστῳ. καὶ οὐ μὴ ὑπολειφθῇ αὐτοῖς ῥιζα οὐδε κλῆμα, τουτέστιν, οὐδεμίαν ἕξουσιν ἐλπίδα τοῦ καὶ αὖθις ἀναφυῆναι πρὸς ζωὴν, ζωὴν δέ φημι τὴν ἀξιέραστόν τε καὶ ὡς ἐν δόξῃ τῇ παρὰ Θεῷ, τὴν ὡς ἐν ἁγιασμῷ καὶ μακαριότητι νοουμένην. ῥιζης μὲν γὰρ οὐκ εἰσάπαν ἐκκεκομμένης, οὔτε μὴν κλήματος οἷον ἐκ βάθους ἐξῃρημένου, σώζεταί τις ἐλπὶς τοῦ καὶ ἀναφύναι πάλιν· “Ἔστι γὰρ δένδρῳ ἐλπὶς,” κατὰ τὸ γεγραμμένον· “ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος ”δὲ αὐτῆς οὐ μὴ ἐκλίπῃ.” εἰ δὲ δὴ κάτωθεν καὶ ἐξ αὐτῆς, ὡς ἔφην, ἀναβοθρεύοιτο ῥίζης, καὶ ἀγρίαν τῶν φυμάτων ὑπομένοι τομὴν, συνδιολεῖται πάντως αὐτῷ ἐλπὶς ἅπασα τοῦ καὶ εἰσαῦθις ἀναφυῆναι δύνασθαι πρὸς ζωήν.

οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῆς τῶν φυτῶν ἐξῃρῆσθαί φησιν ἅπασαν τῶν φιλαμαρτημόνων ἐλπίδα. καὶ τοῦτο σαφῶς ὁ θεσπέσιος Ἡσαΐας ἐπαγγέλλεται λέγων “Ὁ σκώληξ αὐτῶν οὐ τελευ- ”τήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται “εἰς ὅρασιν πάσῃ σαρκί.” <Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ.> Ἐπέλαμψε μὲν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὀφθεὶς ἐν τῷδε τῷ κόσμῳ τὴν καθ᾽ ἡμᾶς ὁμοίωσιν ὑποδύς· “Γέγονε” γάρ φησι “σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν·” ἐν ἀχλύϊ δὲ ὄντας καὶ σκότῳ, καθάπερ τις ἥλιος, ταῖς οἰκείαις περιαστράπτει μαρμαρυγαῖς, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα λαμπρὰν ταῖς τῶν πιστευόντων καρδίαις ἐνιεὶς, καθαροὺς ἀπέφηνε καὶ σοφοὺς καὶ ἁπάσης ἀγαθουργίας ἐπιστήμονας. ἔδειξε δὲ ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα, διὰ τῆς ἀποῤῥήτου μυσταγωγίας εὐτεχνεστάτους ἀποφήνας καὶ σεσοφισμένους, ἔμπλεών τε τὸν νοῦν τῆς περὶ αὐτοῦ γνώσεως ἔχοντας.

πλὴν καὶ εἰς τοῦτο φαιδρότητος παρενηνεγμένοι πεπλουτισμένοι τε, καθά φησιν ὁ μακάριος Παῦλος, “ἐν ”παντὶ λόγῳ καὶ ἐν πάσῃ γνώσει καὶ ἐν πάσῃ σοφίᾳ,” “βλέπομεν ἄρτι ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, καὶ γινώ- ”σκομεν ἐκ μέρους.” ἥξει δὲ κατὰ καιροὺς τὸ τέλειον, καὶ ἐν πληρεστάτῃ λοιπὸν ἐσόμεθα γνώσει, Χριστοῦ πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπιλάμψαντος, καὶ καταργοῦντος μὲν τὴν ἐκ μέρους καὶ ἐν αἰνίγματι γνῶσιν, καταλάμποντος δὲ ὥσπερ τοῖς τελεωτάτοις, καὶ θείου τινὸς καὶ ἀποῤῥήτου φωτὸς ἀναπιμπλάντος τὸν νοῦν, καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χύσει καταφαιδρύνοντος. ἔφη μὲν γὰρ ὁ θεσπέσιος Παῦλος “Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γνώσεις παυ- ”θήσονται.” φαμὲν δὲ ὅτι οὐκ ἀπό γε τοῦ γινώσκειν ἐν μέρει ἐπὶ τὸ μηδόλως εἰδέναι τι βαδιούμεθα, πολλοῦ γε καὶ δεῖ. ἐπεὶ τίνα τρόπον ὁ τῆς μελλούσης ἐλπίδος καιρὸς οὐ πρὸς ζημίαν ἔσται ταῖς τῶν ἁγίων ψυχαῖς, εἰ χρὴ πάντως καὶ ὧν ἂν ἔχοιεν ἀπολισθεῖν, οὐ τὰ ἀμείνω κερδαίνοντας, οὐκ ἐπί τινα τῶν ὑπερκειμένων ἱέντας τὸν νοῦν· ἀπεμπολοῦντας δὲ μᾶλλον καὶ τὸ ἤδη πεπορισμένον οὐκ ἀταλαιπώρως ἔσθ᾽ ὅτε; καταργοῦνται δὲ προφητεῖαι, πεπαύσεται δὲ καὶ γνῶσις, ἐπεισκρινομένης δηλονότι ταῖς ἡμετέραις ψυχαῖς τῆς ἄγαν ὑπερκειμένης.

ὥσπερ γὰρ εἴ τις, ἑνὸς ἐν οἴκῳ φαίνοντος λύχνου καὶ μετρίαν ἐν τοῖς ὁρῶσιν αὐτὸν ἱέντος αὐγὴν, εἰσκομίσειε λαμπάδα, πᾶσά πως ἀνάγκη μονονουχὶ καὶ ἀπρακτεῖν τὸ ἐκείνου φῶς τῇ τοῦ μείζονος ἀμετρίᾳ παραχωροῦν· καὶ ὥσπερ ἡλίου τὴν ὑπ᾽ οὐρανὸν καταυγάζοντος, ἀδρανὴς ἤδη πως ἡ τῶν ἀστέρων ἀπολέλειπται λαμπρότης· οὕτω φαιδροτέρας ἐν ἡμῖν εἰσκεκομισμένης γνώσεως καταργηθήσεταί πως ἡ μείων. ἔφη δέ που καὶ ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις “Ταῦτα ἐν ”παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν “παροιμίαις λαλήσω ὑμῖν· ἀλλ᾽ ἐν παῤῥησίᾳ περὶ τοῦ ”Πατρὸς ἀπαγγελῶ ὑμῖν.” Οὐκοῦν τοῖς ἁγίοις, οἳ καὶ σφόδρα πεφόβηνται τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἁπάσης ἀρετῆς ἐπιμεληταὶ γεγόνασιν ἐν τῷδε τῷ κόσμῳ, Χριστὸς ἀναλάμψει, καθάπερ τις τῆς δικαιοσύνης ἥλιος τῆς τελειοτάτης γνώσεως τὰς αὐγὰς ἐνιεὶς, καὶ ἁπάσης αὐτοὺς ἀπαλλάττων ψυχικῆς ἀῤῥωστίας, καὶ θλίψεως τῆς ἀρχαίας ὡς ἀπωτάτω τιθείς. τοῦτο γάρ ἐστι τό Ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· οἷον ὡς ἐπ᾽ ἀετοῦ καὶ νεοττῶν εἰρημένον, κατ᾽ ἐκεῖνό που πάντως τὸ διὰ τοῦ πανσόφου Μωυσέως λελεγμένον περὶ Θεοῦ καὶ τῶν ἐξ Αἰγύπτου λελυτρωμένων “Ὡς ἀετὸς σκεπάσει νοσσιὰν αὐτοῦ, διεὶς τὰς πτέρυγας ”αὐτοῦ, ἐδέξατο αὐτούς.” ἔσται τοίνυν φησὶ καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.

ἐν μὲν γὰρ τῷ αἰῶνι τούτῳ δεινά πως ἐστὶν ἐν ἡμῖν τῆς σαρκὸς τὰ σκιρτήματα· καταθήγει γὰρ τὸν νοῦν εἰς ἐκτόπους ἡδονὰς, ἀγριαίνει δὲ ἐν τοῖς μέλεσιν ἡμῶν τῆς ἁμαρτίας ὁ νόμος, εἰ καὶ νικᾶται τυχὸν διὰ τῆς τῶν ἁγίων ἐπιεικείας, ἐπαμύνοντος τοῦ Χριστοῦ. καταμεθύει δέ πως ὁ νοῦς, καὶ καθ᾽ ἕτερον τρόπον πειραζόμενος ὑπὸ παθῶν· ἀλαζονεῖαί τε γὰρ ἐπισκήπτουσι, καὶ φιλοδοξίαι κοσμικαὶ καὶ ὀργαὶ καὶ φιλοκέρδειαι καὶ τὰ ἕτερα τῶν κακῶν. ἐπειδὴ δὲ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος διὰ Χριστοῦ πεπλουτήκαμεν, εἰθίσμεθα καὶ κατευμεγεθεῖν τῶν παθῶν, πλὴν ἱδρῶτος οὐ δίχα, κατὰ δέ γε τὸν αἰῶνα τὸν μέλλοντα πλήρη τῆς θεογνωσίας ἔχοντες τὴν αὐγὴν, καὶ τὴν τελειότητα τῆς δωρεᾶς τοῦ Ἁγίου Πνεύματος πλουτοῦντες, ἀποδυσάμενοί τε τὴν φθορὰν καὶ τὰ τῆς σαρκὸς πάθη, Θεῷ δουλεύσομεν ὁλοτρόπως, οὐ μεριζόμενοι πρὸς ἁμαρτίαν, οὔτε μὴν ὑπό του τῶν πάλαι παθῶν ἐνοχλούμενοι, ἀλλ᾽ ἐν ἴσῃ τάξει τοῖς ἁγίοις ἀγγέλοις τὸν καθαρὸν καὶ ἀπήμονα διαζῶντες βίον. γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι ἐπιλήσονται τὴν θλίψιν αὐτῶν, καὶ οὐκ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν· ἔσται δὲ, φησὶ, “καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, ”ὑπὲρ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφροσύνη καὶ “ἀγαλλίαμα καταλήψεται αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη ”καὶ στεναγμός.”

ταύτῃτοί φησιν ὁ Προφήτης, ἤτοι Θεὸς ὁ τούτων ἐργάτης καὶ δοτὴρ, ὅτι καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. ὥσπερ γὰρ τὰ μοσχάρια τὰ ὑπότιτθα δεσμῶν ἀνιέμενα κατασκαίρουσι τῶν ἀγρῶν, ἐν εὐανθεῖ τῇ πόᾳ ἀποπηδῶντά τε καὶ διαμυκώμενα· οὕτω κατὰ καιροὺς οἱ ἅγιοι μονονουχὶ δεσμῶν ἀνιεμένοι τῆς ἐν τῷδε τῷ βίῳ θλίψεως καὶ φροντίδος, ἱδρῶτός τε καὶ πόνων, εἰς τὴν τοῖς ὁσίοις πρέπουσαν εὐθυμίαν ἐκβήσονται, πατοῦντες ἀνόμους, οὐ μαχομένους ἔτι καὶ ἀνθεστηκότας, πεσόντας δὲ ἤδη καὶ νενικημένους, καὶ οἷον ὑπὸ πόδας κειμένους, τῷ καὶ ἀνῃρῆσθαι παντελῶς τὸν παρ᾽ αὐτῶν πόλεμον. “Οὐ γὰρ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν ”πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ,” κατὰ τὸ γεγραμμένον· “ἔσται δὲ μᾶλλον ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται.” ἀπόλεμος γὰρ καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένη κατ᾽ ἐκεῖνο μάλιστα τοῦ καιροῦ τῶν ἁγίων ἔσται ζωή. <Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὅς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην.> Ἀπόδειξις ἡμερότητος καὶ ἀνεξικακίας Θεοῦ, τὸ καὶ Ἡλίαν ἡμῖν τὸν Θεσβίτην προαναλάμψαι κατὰ καιροὺς, ὅτε παρέσται λοιπὸν ὁ Κριτὴς τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην προαγγέλλοντα.

καταβήσεται γὰρ κριτὴς ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δορυφορούντων ἀγγέλων, καὶ καθιεῖται μὲν “ἐπὶ θρόνου δόξης αὐτοῦ,” κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἀποδώσει δὲ πάντως ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. ἐπειδὴ δὲ ἐν πλείσταις ἐσμὲν ἁμαρτίαις, προβαδίζει χρησίμως ὁ θεσπέσιος προφήτης, εἰς ὁμοψυχίαν ἄγων τοὺς ἐπὶ τῆς γῆς, ἵνα δὴ σύμπαντες εἰς ἑνότητα τὴν διὰ πίστεως ἐνηνεγμένοι, καὶ τῶν εἰς φαυλότητα σπουδασμάτων ἀποπαυσάμενοι, πληροῦν ἕλοιντο τὸ ἀγαθὸν, οὕτω τε σωθεῖεν καταφοιτήσαντος τοῦ Κριτοῦ. φθάσας μὲν οὖν ὁ μακάριος Βαπτιστὴς Ἰωάννης προῆλθεν “ἐν πνεύματί τε καὶ δυνάμει ”Ἡλίου.” ἀλλ᾽ ὥσπερ αὐτὸς διεκήρυττε λέγων “Ἑτοι- ”μάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους “αὐτοῦ,” οὕτω καὶ ὁ θεσπέσιος Ἡλίας ἐγγὺς ὄντα διακηρύττει τότε, καὶ ὅσον οὐδέπω παρεσόμενον, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ νῦν μὲν ἴσως διχονοοῦσί τινες, καὶ μεμέρισται πατὴρ μὲν πρὸς υἱὸν, υἱὸς δὲ πρὸς πατέρα. ὁ μὲν γὰρ πεπίστευκεν εἰς Χριστὸν, ὁ δὲ τοῖς ἀπίστοις ἐστὶν ἐναρίθμιος, ἕτεροι δὲ διεστήκασι τῆς ἀλλήλων ἀγάπης, διεσχοινισμένοι πρὸς ἔχθραν καὶ ἀκαταλήκτους ὀργὰς, καὶ τὰς ἐφ᾽ ὁτῳοῦν τῶν ἐν κόσμῳ πραγμάτων φιλονεικίας.

ἀποκαταστήσει γεμὴν ὁ προφήτης, εἰς μίαν συνάγων πίστιν πάλαι διῃρημένους, καὶ ἀποκαθιστὰς ἄνθρωπον πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω φησὶ καὶ πατάξω τὴν γῆν ἄρδην, τουτέστιν ὁλοτρόπως καὶ παντελῶς. ὁρᾷς οὖν ἄρα τὴν ἡμερότητα τοῦ πάντων Δεσπότου. προαναπείθει τοὺς ἐπὶ τῆς γῆς, καὶ μονονουχὶ διαμαρτύρεται διὰ τῆς τοῦ Ἡλίου φωνῆς, ὅτι παρέσται κριτὴς, ἵνα ταῖς εἰς τὸ ἄμεινον μεταδρομαῖς τὸν οἰκεῖον ἐπανορθοῦντες βίον οἱ τὸ τηνικάδε ζῶντες ἐπὶ τῆς γῆς, μὴ πικρῷ περιτύχοιεν τῷ δικαστῇ, πέμποντι πρὸς φλόγα καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἀκούσειαν δὲ μᾶλλον “Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός ”μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν “ἀπὸ καταβολῆς κόσμου.” <Μνήσθητι τοῦ νόμου Μωυσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν Ἰσραὴλ προστάγματα καὶ δικαιώματα.> Ἀναπείθει πάλιν ἐννοεῖν τοὺς ἐντευξομένους τοῖς τοῦ Προφήτου λόγοις, ὅτι μὴ καινὸν ἢ ἀσύνηθες τὸ ἐπὶ Χριστῷ γέγονε κήρυγμα, μήτε μὴν φωναῖς μόναις ταῖς Μαλαχίου προαπηγγελμένον· ἀλλὰ γὰρ ἄνωθέν τε καὶ ἐξ ἀρχῆς, καὶ ἐκ πρώτων, ἵν᾽ οὕτως εἴπωμεν, χρόνων, καθ᾽ οὓς κέκληται πρὸς θεογνωσίαν ὁ Ἰσραὴλ, ὅτε τοὺς ἐν Χωρὴβ κεχρησμῴδηκε νόμους διὰ Μωυσέως Θεός.

καταβέβηκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐφαίνοντο δὲ καπνοὶ μὲν καὶ φλόγες ὑψοῦ τε διάττουσαι, καὶ πολὺ τοῖς θεωμένοις ἐμποιοῦσαι τὸ δεῖμα· σκότος δὲ ἦν, καὶ γνόφος, καὶ θύελλα, καὶ “φωνὴ τῆς σάλπιγγος ἤχει ”μέγα.” τότε δὴ τότε περίφοβοι γεγονότες οἱ υἱοὶ Ἰσραὴλ προσῄεσαν λέγοντες τῷ μεσίτῃ καὶ παιδαγωγῷ· Μωυσῆς οὗτος ἦν· “Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω ἡμῖν ὁ ”Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.” καὶ δὴ πρὸς ταῦτα Θεός “Ὀρθῶς, φησὶ, πάντα ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς ”ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω “τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς ”κατὰ πάντα ὅσα ἐντείλωμαι αὐτῷ.” ὁρᾷς ὅπως ἐκ μακρῶν τῶν ἄνωθεν χρόνων προανεφώνει Χριστὸν τὸ γράμμα τὸ ἱερόν; ἀλλὰ καὶ αὐτὰς εἰ δὴ βούλοιτό τις βασανίζειν τὰς τοῦ νόμου σκιὰς, Χριστὸν εὑρήσει γραφόμενον, καὶ τὸ ἐπ᾽ αὐτῷ μυστήριον. καὶ γοῦν ἔφασκεν Ἰουδαίοις “Εἰ ”ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ “ἐκεῖνος ἔγραψε.” πλήρωμα γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.