Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς δώδεκα προφήτας

Κύριλλος Ἀλεξανδρείας

Υπόμνημα στον προφήτη Αμώς

Ιστορικό πλαίσιο, έλεγχος των ανομημάτων του Ισραήλ και των γειτονικών εθνών, προαναγγελία της θείας κρίσης και της τελικής αποκατάστασης διά του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 12

ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ΑΜΩΣ γέγονεν αἰπόλος ἀνὴρ, καὶ ποιμενικοῖς ἔθεσί τε καὶ νόμοις ἐντεθραμμένος· ἐποιεῖτο δὲ τὰς διατριβὰς ἐν ἐρήμῳ τῇ πρὸς νότον τῆς Ἰουδαίων χώρας, ἣ μέχρις ὅρων διήκει θαλάσσης τῆς Ἰνδικῆς, καὶ εἰς τὴν Περσῶν ἐκτείνεται γῆν, μυρία δὲ ὅσα βαρβάρων αὐτὴν καταβόσκεται γένη, ἔχει δὲ λίαν ἐπιτηδείως καὶ εἰς τὸ φέρβειν δύνασθαι τὰς οἰῶν ἀγέλας· εὔβοτος γὰρ καὶ πλατεῖα καὶ πολυειδεῖ τῇ πόᾳ κατεστεμμένη. ἦν δὲ ὁ Ἀμὼς ἐκ Θεκουὲ κώμης, πρὸς αὐτοῖς κειμένης τοῖς τῆς ἐρήμου ποσίν. ἐπειδὴ δὲ ἦν ἀνὴρ ἀγαθὸς, καὶ πάσης ἐπιεικείας ἐργάτης, τὸ τῆς προφητείας εὐθὺς κατεπλούτει πνεῦμα, καὶ προεφήτευεν οὐκ ἐν τοῖς Ἱεροσολύμοις, ἀλλ᾽ ἐν αὐτοῖς μὲν ἔτι τοῖς ποιμνίοις, ἐν ἀρχαῖς τῶν ἐξ ἔθους τε αὐτῷ καὶ μελέτης ἐχόμενος φροντισμάτων, εἶτα καὶ εἰς αὐτὴν ἀφικόμενος τὴν Βαιθήλ. καὶ γὰρ ἦν ἡ Θεκουὲ οὐχ ὑπὸ τὴν Ἰούδα μᾶλλον, ἀλλ᾽ ὑπὸ τὴν Ἐφραῒμ βασιλείαν. ὅτι δὲ ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, καταθρήσεις ἀκονιτὶ, καὶ διὰ τῶν αὐτοῦ πληροφορηθήσῃ λόγων· προεφήτευε μὲν γὰρ ἐν Βαιθὴλ, ὡς ἔφην, ἀφανισθήσεσθαι λέγων τοὺς βωμοὺς τοῦ γέλωτος, ἐρημωθήσεσθαι δὲ καὶ τὰς τελετὰς τοῦ Ἰσραήλ· καὶ δὴ τούτοις προστιθείς “Καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ.”

ὁ δέ γε τῆς Βαιθὴλ ἱερεύς· Ἀμεσίας οὗτος ἦν· ἐπέτριζε τῷ Προφήτῃ τοὺς ὀδόντας. εἶτα πέμπει πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων “Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ”ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν “ἅπαντας τοὺς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν ”ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος “ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. καὶ εἶπεν Ἀμεσίας πρὸς ”Ἀμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ “καταβίου, καὶ ἐκεῖ προφητεύσεις. εἰς δὲ Βαιθὴλ οὐκέτι ”μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, “καὶ οἶκος βασιλέως ἐστί· καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε ”πρὸς Ἀμεσίαν Οὐκ ἤμην προφήτης ἐγὼ, οὐδὲ υἱὸς προ- “φήτου, ἀλλ᾽ ἢ αἰπόλος ἤμην, κνίζων συκάμινα, καὶ ἀν- ”έλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρὸς “μέ Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ.” εἴληπτο δὴ οὖν ἐκ ποιμνίων, καὶ προεφήτευεν ἐν Βαιθὴλ, ἐν ᾗ καὶ δάμαλιν ἀπέθετο χρυσῆν ὁ πρῶτος Ἱεροβοὰμ ὁ Ναβὰτ υἱός. ἐπισημήνασθαι δὲ κἀκεῖνο οἰμαί που χρήσιμον, ὡς ἕτερος ἦν Ἀμὼς ὁ τοῦ Ἡσαΐου πατήρ. τίνες γεμὴν καὶ ἐπὶ τίσιν ὅλως οἱ παρ᾽ αὐτοῦ γεγόνασι λόγοι, τῶν προκειμένων ἁψάμενοι σαφηνιοῦμεν ὡς ἔνι. <Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὓς εἶδεν ὑπὲρ Ἱερουσαλήμ.> Οὗτοί φησιν Ἀμὼς τοῦ ἐκ Θεκουὲ τῆς προφητείας οἱ λόγοι οἳ γεγόνασιν ἐν Ἀκκαρείμ.

ἰστέον δὲ, ὅτι τὴν τοιάνδε λέξιν, ἤτοι τὸ ἐν Ἀκκαρεὶμ, οὐκ οἶδεν ὅλως τῶν Ἑβραίων ἡ ἔκδοσις· μόνον γὰρ εἰρήκασι τὸ Λόγοι Ἀμὼς ἐκ Θεκουέ. οἵ γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ἐν Ἀκκαρεὶμ τεθείκασιν, ἐν τοῖς κτηνοτρόφοις. οὗτοι τοίνυν φησὶν οἱ λόγοι Ἀμὼς τοῦ ἐκ Θεκουὲ, οἵτινες γεγόνασιν ἐν καιρῷ τοῦ ποιμαίνειν ἔτι, καὶ ἐν αὐταῖς ταῖς τῶν προβάτων αὐλαῖς. ὑπὲρ αὐτῆς δὲ τῆς Ἱερουσαλὴμ οὐκ ἀκοῦσαι μᾶλλον, ἀλλ᾽ ἑωρακέναι φησὶ τοὺς λόγους. ἐμφανῆ γὰρ τοῖς ἁγίοις προφήταις κατέστησεν ὁ Θεὸς ὁμοῦ ταῖς ἀποκαλύψεσι μονονουχὶ καὶ αὐτὰ παρόντα τὰ πράγματα, ὥστε δοκεῖν καὶ ὁρατοὺς ἤδη πως γενέσθαι τοὺς λόγους, συνθεούσης τάχα που τῆς τῶν ἐκβησομένων θέας, οἷς ἂν λέγῃ Θεός. πλὴν ἐκεῖνο ζητήσεως ἄξιον, πῶς γὰρ ἄν τις οἰηθείη γενέσθαι τοὺς λόγους ὑπέρ γε τῆς Ἱερουσαλὴμ μόνον, καίτοι διὰ τῆς τοῦ αὐτοῦ προφήτου φωνῆς καταιτιᾶται Θεὸς τόν τε Ἰούδαν καὶ τὸν Ἰσραήλ; ἔφη γὰρ πάλιν “Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ”ἀσεβείαις υἱῶν Ἰούδα, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀπο- “στραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν ”νόμον Κυριοῦ, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλά- “ξαντο. καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίη- ”σαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· “καὶ ἀποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια ”Ἱερουσαλήμ.”

εἶτα τούτοις ἐφεξῆς “Τάδε λέγει Κύριος ”Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ, καὶ ἐπὶ ταῖς τέσ- “σαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν.” προσεπενεγκὼν δὲ τῆς ἁμαρτίας τοὺς τρόπους, ἐπηπείλησε τὰ δεινὰ, καὶ ὡς πλείστην ὅσην κατ᾽ ἀμφοῖν ὁ λόγος αὐτῷ τὴν ἐπίπληξιν ἔχει. πῶς οὖν ὑπὲρ τῆς Ἱερουσαλὴμ γεγενῆσθαι λοιπὸν νοοῖντ᾽ ἂν οἱ λόγοι, καίτοι Θεοῦ λέγοντος “Ἐξαποστελῶ ”πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ.” τίς οὖν ἔσται τῆς ἀπολογίας ὁ τρόπος, φέρε, διασκεψώμεθα. φαμὲν οὖν ὅτι ἔθος τοῖς ἁγίοις προφήταις, ποτὲ μὲν διεσταλμένως τὰς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδαν τε καὶ Βενιαμὶν Ἰσραὴλ ἀποκαλεῖν, ποτὲ δὲ δὴ αὖ τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς ἑτέρας Ἰσραὴλ ὀνομάζειν, ἤγουν Ἐφραῒμ, ἀδιαφοροῦσι δὲ πλειστάκις. καὶ ἐπείπερ εἰσὶν οἱ πάντες ἐξ αἵματος Ἰσραήλ, οὕτω καὶ ὀνομάζουσι τὰς δυοκαίδεκα φυλάς. εἰ δὲ δὴ βούλοιντο καὶ ἅπασαν ἡμῖν κατασημῆναι τυχὸν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκέτι διεσταλμένως τῷ τῆς Ἱερουσαλὴμ ὀνόματι κεχρημένους εὑρήσομεν.

Γεγόνασι δὴ οὖν τῆς τοῦ Ἀμὼς προφητείας οἱ λόγοι ὑπὲρ πάσης τῆς Ἰουδαίων πληθύος, τῆς τε ἐν τοῖς Ἱεροσολύμοις καὶ τῆς ἐν Σαμαρείᾳ· πῶς δ᾽ ἂν εἶεν ὑπὲρ αὐτῶν, εἰπεῖν ἀναγκαῖον. ἔστι τοίνυν διττὸς ἡμῖν τῆς ἀπολογίας ὁ τρόπος. πρῶτον μὲν γὰρ εἰσκεκόμικε τὸν τῶν ὅλων Θεὸν τὰς τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἁμαρτίας ἀφηγούμενον· εἶτα τὰ ἐσόμενα κατ᾽ αὐτῶν προαπηγγελκότα, προσετίθει δὲ τούτοις τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ ὅτι κατὰ καιροὺς πλείστη τις γενήσεται αὐτῶν φειδὼ καὶ ἀνακαινισμὸς εἰς τὸ ἀπ᾽ ἀρχῆς. ἔφη γὰρ πάλιν αὐτὸς ὁ Ἀμὼς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει ”Κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι “τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν ”τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν.” προκαταμηνύει δὲ ἀναγκαίως καὶ τὴν ἐσομένην λύτρωσιν διὰ Χριστοῦ, καὶ ὅτι μεταχωρήσουσι πρὸς ἀνακαινισμὸν, καὶ ἐν εὐπαθείᾳ ἔσονται κατοικτείροντος Θεοῦ. ἔφη δὲ οὕτω πάλιν “Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν ”πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ “τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐ- ”τὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος.” οὐκοῦν ὑπὲρ τῆς Ἱερουσαλὴμ οἱ λόγοι. καὶ καθ᾽ ἕτερον δὲ τρόπον ὑπὲρ αὐτῆς γενέσθαι νοοῖντ᾽ ἂν εἰκότως.

Συρία τε γὰρ καὶ οἱ Δαμασκοῦ βασιλεῖς, καὶ τῶν ὁμόρων ἐθνῶν οὐκ ὀλίγα τὴν τῶν Ἰουδαίων χώραν διελυμήναντο, ἄλλοτε ἄλλοι κατεξανιστάμενοί τε καὶ καταδῃοῦντες αὐτὴν, ἄγοντές τε καὶ φέροντες, καὶ τὰ ἐξ ἀκράτου δρῶντες ὀργῆς, ὡς εἰς ἐσχάτην αὐτοὺς καθικέσθαι ταλαιπωρίαν. τούτοις δὴ οὖν ἅπασι τοῖς πεπορθηκόσιν αὐτὴν εἰσκεκόμικεν ὁ Προφήτης ἀπειλοῦντα τὸν Θεὸν τὴν ἐρήμωσιν, καὶ δίκην ἔφη εἰσπραχθήσεσθαι τῶν ἀνοσίων ἐγχειρημάτων αὐτούς. οὐκοῦν ὑπὲρ τῆς Ἱερουσαλὴμ, ἤγουν ὑπὲρ πάσης τῆς Ἰουδαίων συναγωγῆς οἱ τοῦ Ἀμὼς γεγόνασι λόγοι. εἰσόμεθα δὲ τοῦτο σαφῶς τοὺς τῆς προφητείας βασανίζοντες χρόνους· κεῖται γὰρ ἐφεξῆς· <Ἐν ἡμέραις Ὀζίου τοῦ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.> Ἀλλ᾽ οἶμαί τις ἐρεῖ Καὶ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις, τὸ χρῆναι περιεργάζεσθαι, καὶ σφόδρα λεπτῶς, τῆς βασιλείας τοὺς χρόνους τῶν ἀρτίως ὠνομασμένων, Ὀζίου τε φημὶ καὶ μέντοι καὶ Ἱεροβοάμ; καὶ πρός γε δὴ τοῦτό φαμεν, ὅτι τὸ χρῆμά ἐστιν ἀναγκαῖον, ὅλην ὥσπερ ὠδῖνον ἐφ᾽ ἑαυτῷ τῆς προφητείας οἱονεὶ τὴν περίστασιν.

Συρίᾳ τε γὰρ καὶ Δαμασκῷ καὶ τοῖς προσοικοῦσι τὴν Ἰουδαίαν βαρβάροις ὄλεθρον ἀπειλεῖ καὶ ἐπαναστάσεις καὶ ἐμπρησμοὺς, καὶ τῶν θείων χρησμῳδημάτων ἐντεῦθεν αὐτῷ γέγονεν ἡ ἀρχή. δεῖ δὴ οὖν ἄρα τὰς αἰτίας ἀναμαθεῖν τοῦ προστεθεῖσθαι τῆς βασιλείας τοὺς χρόνους, τίνα τε καὶ ὅσα τὰ ἑκατέρῳ κατωρθωμένα, διεβίω τε ὅπως, καὶ τί τὸ ἐν ἀμφοῖν ἀξιάκουστον. ἐκκεκλικότες δὴ οὖν εἰς ἀπόστασιν ὅ τε Ἰσραὴλ καὶ Ἰούδας κατὰ πολλοὺς ἐπαιδεύοντο τρόπους. ὅτε μὲν γὰρ οἱ Δαμασκοῦ καὶ Σύρων ἡγούμενοι κατέτρεχον καὶ ἐπολιόρκουν, τὰς παρ᾽ αὐτοῖς τε κατεληΐζοντο χώρας· ὅτε δὲ αὖ Μωαβῖται καὶ Ἰδουμαῖοι, Γεργέσηνοί τε καὶ Ἐλαμῖται, Ἀζώτιοί τε καὶ οἱ τῆς Ἀκκαρὼν οἰκήτορες κατῃκίζοντο τὴν Σαμάρειαν, καὶ μέντοι καὶ τὴν Ἰούδα βασιλείαν, ἀχαλίνοις ὁρμαῖς καὶ ἀπλήστῳ γνώμῃ χρώμενοι, καὶ εἰς ἐσχάτας ὀργὰς ἀποταυρούμενοι· καὶ γοῦν κατὰ διαφόρους τρόπους τοῦτο δεδρακότας εὑρήσομεν· οἷον βασιλεύοντος Ἀχαὰβ τῆς Σαμαρείας καὶ ἐπὶ τὸν Ἰσραήλ. γέγραπται δὲ οὕτως ἐν τῇ τρίτῃ τῶν βασιλειῶν “Καὶ συνήθροισεν υἱὸς Ἄδερ ”πᾶσαν τὴν δύναμιν αὐτοῦ, καὶ ἀνέβη καὶ περιεκάθισεν εἰς “Σαμάρειαν, καὶ τριακονταδύο βασιλεῖς μετ᾽ αὐτοῦ καὶ ”πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν “ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾽ αὐτήν.”

ἄθρει δὴ οὖν ὅτι συνασπιστὰς ἐποιεῖτο κατὰ τοῦ Ἰσραὴλ ὁ Δαμασκοῦ βασιλεὺς, τουτέστιν ὁ Ἄδερ, ἑτέρους τριακονταδύο τῶν προσοίκων ἐθνῶν ἡγουμένους, πεπολέμηκέ τε οὕτω τὴν γῆν. ἀλλὰ καὶ ἐν χρόνοις Ἰωὰς βασιλέως Ἰούδα πεπολέμηκε τὴν Ἱερουσαλὴμ Ἀζαὴλ ὁ Σύρος. γέγραπται δὲ πάλιν ἐν τῇ τετάρτῃ τῶν βασιλείων “Τότε ἀνέβη Ἀζαὴλ ”βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατ- “ελάβετο αὐτήν. καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐ- ”τοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ. καὶ ἔλαβεν Ἰωὰς βασι- “λεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ ”Ἰωρὰμ καὶ Ὁχοζίας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς “Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρε- ”θὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασίλεως “καὶ ἀπέστειλε τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ ”Ἱερουσαλήμ.” ἔδρων μὲν γὰρ τὰ τοιάδε κατὰ θεῖαν ὀργὴν, προσκεκρουκότος τοῦ Ἰσραὴλ, διά τοι τὸ ἀπονεῦσαι λίαν καὶ ἀνεπτοῆσθαι δεινῶς εἰς τὰς τῶν εἰδώλων λατρείας. πλὴν νικῶντες οἱ ἀλλόφυλοι τῇ τοῦ Θεοῦ δόξῃ διελυμαίνοντο. ᾤοντο γὰρ κατὰ σφᾶς οἱ δείλαιοι, τὴν ἐπαμύνουσαν αὐτοῖς ἀτονῆσαι χεῖρα, καὶ τῆς τοῦ Θεοῦ δόξης κατανεανιεύεσθαι τεθαρσήκασι. καὶ γοῦν ἠσθενηκότες οἱ Σύροι, βραχὺ πολιορκοῦντος Σαμάρειαν τοῦ Ἄδερ, πρόφασιν ἐποιοῦντο τῆς κακανδρίας οὐκ ἀληθῆ λέγοντες “Θεὸς ὀρέων Θεὸς ”Ἰσραὴλ καὶ οὐχὶ Θεὸς κοιλάδων.”

ᾤοντο γὰρ ὅτι νενικήκασιν οἱ ἐξ Ἰσραὴλ, ἐν μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ. ἡττήμεθα δὴ οὖν φασὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως αὐτῶν, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ· Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ φύσει Θεὸν ἀθυροστομία δεινή. οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων, καὶ σφόδρα εἰκότως, ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ νικῶντες, ὡς ἔφην, τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια, καὶ ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. προϊόντος δὲ τοῦ καιροῦ μετὰ τὴν τοῦ Ἀχαὰβ βασιλείαν, καὶ ἑτέρων τινῶν διὰ μέσου καὶ καθεξῆς, ἀναδείκνυται βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ Ἱεροβοὰμ ἕτερος παρὰ τὸν πρῶτον, ὃς ἦν τοῦ Ναβὰτ, πλὴν ὁμώνυμος ἐκείνῳ καὶ ὁμογνώμων καὶ δυσσεβής.

Ἀλλ᾽ ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας ἠλέει λοιπὸν ὁ φιλοικτίρμων Θεὸς ἀφορήτῳ ταλαιπωρίᾳ κατηχθισμένον τὸν Ἰσραὴλ, ἠλευθέρου τε τῶν πόνων διὰ χειρὸς Ἱεροβοὰμ καίτοι πονηροῦ καὶ ἀποστάτου λίαν ὑπάρχοντος. κατηνδρίσατο γὰρ οὕτω τῶν ἀλλοφύλων, ὡς καὶ πόλεις παρ᾽ ἐκείνων ἀπεσπασμένας ἐν καιροῖς βασιλέων τῶν παρῳχηκότων ἀνακομίσασθαι πάλιν, καὶ τοῖς ἰδίοις ὑποθεῖναι σκήπτροις, πλεῖστά τε ὅσα τοὺς πάλαι νικῶντας ἐργάσασθαι κακά. γέγραπται γὰρ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμασίου υἱοῦ ”Ἰωὰς βασιλέως Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς “ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος· καὶ ”ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ “πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν ”Ἰσραήλ. αὐτὸς γὰρ αὖ κατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ “εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, κατὰ τὸ ”ῥῆμα Κυρίου τοῦ Θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου “αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφητοῦ τοῦ ἐκ Γεὲθ ἀγχο- ”φέρ. ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν “σφόδρα, καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους ”καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. “καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ ”ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς “Ἱεροβοὰμ υἱοῦ Ἰωάς.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ ”καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα “ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν ”Αἰμὰθ τῷ Ἰούδα ἐν Ἰσραὴλ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα “ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;” ἰδοὺ δὴ σαφῶς κατατεθλίφθαι φησὶ τοὺς ἐξ Ἰσραὴλ, οὐκ ὄντος τοῦ σώζοντος, ὡς ὀλιγοστοὺς εἶναι καὶ διεσπασμένους· σεσῶσθαι γεμὴν ἐκ χειρὸς Ἱεροβοάμ. τὸ δὲ ἐκ χειρὸς τέθεικεν, ἀντὶ τοῦ διὰ χειρός. οὐ γὰρ ἦν αὐτὸς ὁ συντρίβων τὸν Ἰσραὴλ, μαχόμενος δὲ μᾶλλον καὶ προασπίζων αὐτοῦ· ἐπέστρεψε δὲ τὴν Δαμασκὸν, καὶ ἀπέσπασε τὸ ὅριον Ἰσραὴλ καὶ δυναστείας εἴργασται πολλάς. βασιλεύοντος δὲ τοῦ Ἱεροβοὰμ χρίεται Ἀζαρίας, ὁ καὶ Ὀζίας, βασιλεὺς ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις. ὃς οὐδὲν ἧττον ἦν ἐν τοῖς ἔθνεσι φορτικώτατος, καὶ νεανικῶς ἐγκείμενος τοῖς πεπορθηκόσι τὴν Ἰουδαίαν. γέγονε μὲν γὰρ εὐσεβὴς καὶ φιλόθεος ἀνήρ. ἐπεὶ δὲ κεκράτηκε τῶν ἐχθρῶν Θεοῦ τὸ νικᾶν ἐπιτρέποντος, νενόσηκε τὴν ὑπεροψίαν, καὶ αὐτοκελεύστοις ᾔει βουλαῖς ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ ἱερατεύειν Θεῷ, καὶ δὴ καὶ τετόλμηκεν ἐπ᾽ αὐτὸ τὸ θεῖον ἀναβῆναι θυσιαστήριον, καὶ προσάγειν τὸ θυμίαμα. ἀλλ᾽ εὐθὺς αὐτὸν ἤλεγξε Θεός.

λέπρᾳ γὰρ κατεστίζετο, δεινῷ τε καὶ ἀνιάτῳ πάθει, ἵνα καὶ ὡς ἀκάθαρτος κατὰ νόμον ἐκπέμπηται τῆς Ἱερουσαλὴμ, ἀποπαύσαιτό τε λοιπὸν καὶ ἱερατεύειν Θεῷ, καὶ τῆς παρανόμως ἐπιτετηδευμένης ἱερουργίας αὐτῷ, καὶ τοῦ τὸν θεῖον καταμιαίνειν ναόν. ἔφη δὲ οὕτω περὶ αὐτοῦ τὸ γράμμα τὸ ἱερὸν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἱεροβοὰμ ”βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσίου “βασιλέως Ἰούδα. υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασι- ”λεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν “Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἐξ Ἱερου- ”σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ “πάντα ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. πλὴν τῶν ”ὑψηλῶν οὐκ ἐξῆρεν, ὅτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν “τοῖς ὑψηλοῖς. καὶ ἥψατο Κύριος τοῦ βασιλέως, καὶ ἦν ”λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ.” καὶ ταυτὶ μὲν ἐν ταῖς βασιλείαις, ἐν δὲ τῇ δευτέρᾳ τῶν παραλειπομένων ἰσχνοτέρα κεῖται περὶ τούτων ἀφήγησις. ἔχει δὲ οὕτως “Καὶ ”ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν Ὀζίαν, καὶ αὐτὸς δέκα “καὶ ἓξ ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ ”Ἀμεσίου. αὐτὸς ᾠκοδόμησε τὴν Ἐλὰθ, αὐτὸς ἐπέστρεψεν “αὐτὴν τῷ Ἰούδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ ”τῶν πατέρων αὐτοῦ.

υἱὸς δέκα καὶ ἓξ ἐτῶν ἐβασίλευσεν “Ὀζίας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερου- ”σαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἱερου- “σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ”ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. καὶ ἦν ἐκζητῶν “τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ”ἐν φόβῳ Κυρίου, ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν “Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος. καὶ ἐξῆλθε καὶ ”ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασε τὰ “τείχη Γὲθ καὶ τὰ τείχη Ἰαμνίας καὶ τὰ τείχη Ἀζώτου, ”καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις “κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ ”τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας, καὶ ἐπὶ “τοὺς Μιναίους. καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, ”καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσ- “χυσεν ἕως ἄνω.” εἶτά φησιν ἐφεξῆς περὶ αὐτοῦ “Καὶ ”ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν “Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. ”καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ᾽ αὐ- “τοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί. καὶ ἔστη- ”σαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπον αὐτῷ Οὐ σοὶ Ὀζία “θυμιάσαι τῷ Κυρίῳ ἀλλ᾽ ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν ”τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος “ὅτι ἀπέστης ἀπὸ Κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς ”δόξαν παρὰ Κυρίου Θεοῦ.

καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν “τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· ”ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα “ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν ”οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. “καὶ ἐπέστρεψεν ἐπ᾽ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, ”καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν “αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ”ἤλεγξεν αὐτὸν Κύριος.” Περὶ μὲν οὖν τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν ἀπόχρη ταυτί· ὅτι δὲ γέγονεν ἀνὴρ δυνατὸς, καὶ ταῖς τῶν ἀλλοφύλων ἐπεστράτευσε χώραις, καὶ τοσοῦτος γέγονεν εἰς ἀλκὴν, ὡς καὶ ἀναδείμασθαι πόλεις παρ᾽ αὐτοῖς, καὶ δασμολογίας ἐπιθεῖναι, καὶ σκήπτροις ἰδίοις ὑπενεγκεῖν, καίτοι μεγάλα φυσῶντάς ποτε, δεδίδαχεν ἀρκούντως τὸ γράμμα τὸ ἱερόν. οὐκοῦν, ἐπειδήπερ ὁ προφητικὸς ἡμῖν λόγος εἰσκεκόμικεν ἐν ἀρχαῖς τὴν ἐσομένην κατὰ τῶν ἀλλοφύλων ἐρήμωσιν, ἀναγκαία γέγονεν ἡ μνήμη τῆς βασιλείας Ὀζίου τε καὶ Ἱεροβοὰμ, νενίκηνται γὰρ δι᾽ αὐτῶν ὡς γοῦν προλαβόντες εἰρήκαμεν. οἴδαμεν οὖν ὅτι καὶ διὰ χειρὸς Ἀσσυρίων ἐμπέπρησται Δαμασκὸς, δεδῄωνται δὲ οὐδὲν ἧττον καὶ τὰ τῶν ἀλλοφύλων γένη. ἐπειδὴ δὲ τούτων ἐστὶν ἐκεῖνα μεταγενέστερα, προσάψομεν ἀναγκαίως τῷ τε Ἱεροβοὰμ καὶ τοῖς Ὀζίου καιροῖς τὰ τοῖς ἀλλοφύλοις συμβεβηκότα, καὶ αὐτοῖς δὲ οὐδὲν ἧττον τοῖς τῶν Ἀσσυρίων καθηγηταῖς.

ἐπειδὴ δὲ προστέθεικεν ὁ Προφήτης Πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, μνήμην ἀναγκαίως καὶ τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν πεποιήμεθα. ἐπειδὴ γὰρ ἱερατεῦσαι τετόλμηκε παρανόμως, λελέπρωται μὲν ἐλέγχοντος Θεοῦ, κατεδονήθη δὲ σεισμῷ τὰ Ἱεροσόλυμα καὶ διὰ τοῦδε σαφῶς τοῖς τὸ τηνικάδε Θεοῦ τὴν ἰδίαν ὀργὴν ὑπεμφαίνοντος. <Καὶ εἶπε Κύριος ἐκ Σιὼν ἐφθέγξατο, καὶ ἐξ Ἱερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου.> Ὅλος ἡμῖν ἐν τούτοις ὁ τῆς προφητείας διαφαίνεται σκοπὸς, καὶ τοῦ παντὸς χρησμῳδήματος ὅρος ὥσπερ τις καὶ προαφήγησις ἀσαφείᾳ πολλῇ κατεσκιασμένη, νοοῖτ᾽ ἂν εἰκότως ἡ τοῦ προκειμένου δύναμις. πεποίηται μὲν γὰρ ὡς ἐξ ὁμοιότητός τε καὶ μεταφορᾶς ὁ λόγος, καὶ ὡς ἐκ τοῦ πεφυκότος συμβαίνειν ταῖς εὐπρέμνοις τῶν ὀρῶν κορυφαῖς, ἢ καὶ τοῖς ἐψιλωμένοις τῶν πεδίων ἔσθ᾽ ὅτε. ὄρη μὲν γὰρ καίτοι δρυμοῖς κομῶντα καὶ ξύλοις, πεδιὰς δὲ αὖ πολλῇ καὶ ἀμφιλαφεῖ τῇ πόᾳ κατεστεμμένη, καταφθείροντός τινος ἢ λοιμοῦ τυχὸν, ἤγουν ἑτέρου του τῶν ἐξ ἀέρος ἀῤῥωστημάτων, ἀδοκήτως αὐαίνεται. διαπίπτει δὲ οὕτω καὶ τὰ ἀνθρώπινα, καὶ κατασκήπτουσιν ἔσθ᾽ ὅτε πόλεων καὶ χωρῶν πικραὶ καὶ δύσοιστοι συμφοραὶ, διολλύουσαι καὶ καταφθείρουσαι μικρόν τε καὶ μέγαν.

τίνος γὰρ ἂν φείσαιτο πολεμίων ξίφος, ἢ, φέρε εἰπεῖν, λοιμὸς, ἄρδην ἀποκείρων καὶ τὸν ἐν πλούτῳ καὶ δόξαις καὶ δυναστείαις διαφανῆ, καὶ τὸν ἄσημόν τε καὶ κατεῤῥιμμένον; γέγονε τοίνυν τῷ Προφήτῃ νυνὶ πρέπων ὅτι μάλιστα τοῖς αὐτῷ κατειθισμένοις ὁ λόγος. ἦν γὰρ, ὡς ἔφην, αἰπόλος, καὶ πεποίηται τὴν παρατροπὴν ὡς ἐκ τοῦ καταφθείρεσθαι πολλάκις τὰς τῶν θρεμμάτων νομάς.

Τίς οὖν ὁ τῶν εἰρημένων ἀληθέστερος νοῦς; ἐφθέγξατό φησιν ἐκ Σιὼν ὁ Κύριος, ὡς ἐξ ἰδίου τόπου, καὶ ἐξ Ἱερουσαλὴμ, ὡς ἐκ νεμηθείσης αὐτῷ· ἔστι μὲν γὰρ οὐκ ἐν τόπῳ τὸ ἀσώματον. ἐπειδὴ δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ναὸς, ἐδόκει πως ἴδιος ὑπάρχειν ὁ χῶρος αὐτοῦ, κατά γε τὴν τῶν ἀρχαιοτέρων ὑπόληψιν μικρὰ φρονούντων ἔτι περὶ Θεοῦ. ἀντὶ δὲ τοῦ ἐφθέγξατο, τέθεικε τῶν Ἑβραίων ἡ ἔκδοσις Ὠρύσατο, ἤτοι ἐβρυχήσατο, τὸν τῶν λεόντων νόμον. οὗ δὴ γεγονότος, ἐπένθησάν φησιν αἱ νομαὶ τῶν ποιμνίων· νομὰς δὲ ποιμνίων τὰ τῶν ἀλλοφύλων ἔθνη φησὶ, καθάπερ τισὶ ποιμέσι τοῖς ἑαυτῶν κρατοῦσιν ὑπεστρωμένα, οἳ πρὸς πᾶν ὁτιοῦν τῶν κατὰ γνώμην αὐτοῖς ἄγουσί τε καὶ φέρουσι τοὺς ὑπὸ χεῖρα λαούς. ἐπένθησαν τοίνυν, τουτέστιν ἐν κατηφείαις καὶ ἐν παντὶ γεγόνασι κακῷ· γίνεται γὰρ πένθος ἐπὶ νεκροῖς. αἴτιον δὲ τῆς συμφορᾶς αὐτοῖς τὸ καταβρυχήσασθαι τὸν Θεὸν, καὶ οἷον ἀπειλῆσαι τὸν ὄλεθρον. “Λέων γάρ φησιν ”ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται;” πλὴν οὐ μόνον ἐπένθησαν αἱ νομαὶ τῶν ποιμνίων, ἐξηράνθη δὲ πρὸς τούτῳ καὶ ἡ κορυφὴ τοῦ Καρμήλου· Καρμήλου δὲ κορυφὴν τὰ Ἱεροσόλυμά φησι. Κάρμηλος μὲν γὰρ ὄρος ἐστὶν ἐν τῇ τῶν Ἰουδαίων κείμενον χώρᾳ, ἐν ᾧ καὶ κατῴκηκεν ὁ Θεσβίτης Ἡλίας. κατασημαίνεται δὲ πολλάκις ἡ πᾶσα τῶν Ἰουδαίων γῆ διὰ τῆς τοῦ Καρμήλου προσηγορίας.

ὁποῖόν ἐστι τὸ διὰ φωνῆς ἑτέρου προφήτου πρὸς τοὺς υἱοὺς Ἰσραὴλ εἰρημένον παρὰ Θεοῦ “Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ”τὰ ἀγαθὰ αὐτοῦ καὶ τοὺς καρποὺς αὐτοῦ, καὶ εἰσήλθετε “καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε ”εἰς βδέλυγμα.” ἐπειδὴ τοίνυν ἡ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Ἰουδαίαν ἐπισημοτέρα καὶ διαφανὴς ὠνόμαστο τὰ Ἱεροσόλυμα, κορυφὴν αὐτὰ τοῦ Καρμήλου φησὶν, ὡς ἐπηρμένην ἐν δόξῃ, ὡς προὔχουσαν ἐν ὑπεροχῇ, ὡς περίοπτον παρὰ τὰς ἄλλας, διάτοι τὸν θεῖον ἔχειν ναὸν, καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας. ἔθος δὲ τοῖς ἁγίοις προφήταις κατακρύπτειν οἰκονομικῶς ταῖς ἀσαφείαις τοὺς λόγους, διὰ τὸ ἀχάλινον εἰς ὁρμὰς τῶν ἀκροωμένων. οὐ γὰρ ἂν ἠνέσχοντο λαλούντων ἀναφανδὸν πολὺ λίαν ἀνεπτοημένοι πρὸς θράσος, καὶ τοῖς ἁγίοις προφήταις ἐπιτιμῶντες καὶ λέγοντες “Ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ”ἡμῖν ἑτέραν πλάνησιν.” <Καὶ εἶπε “Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ᾽ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ· καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαὴλ, καὶ καταφάγεται θεμέλια υἱοῦ Ἄδερ.

καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ, καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὢν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαῤῥὰν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.> Ὁ θεσπέσιος Μωυσῆς ὡς ἀγαθόν τε καὶ ἀνεξίκακον καταθαυμάζει Θεὸν, καὶ μάλα εἰκότως. ἐπειδὴ γὰρ μεμοσχοποίηκε μὲν κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἔφη τε φληνάφως ”Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς “Αἰγύπτου,” προσκέκρουκε μὲν ἀναγκαίως· ἐπειδὴ δὲ ὀλοθρεύσειν αὐτοὺς εἰσάπαξ ἠπείλει Θεὸς, εἶτα προσέπιπτέ τε καὶ ἐλιπάρει Μωυσῆς καὶ δὴ καὶ ἀνεῖναι αὐτοῖς ἡμαρτηκόσιν τὴν δίκην ἀνέπειθε τὸν Δημιουργὸν, χαριστηρίους ᾠδὰς ἀνετίθει λέγων “Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, ”μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην “διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ”ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων “ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ ”τρίτην καὶ τετάρτην γενεάν.” τοῦτο νενοήκασιν οὐκ ὀρθῶς τῶν Ἰουδαίων οἱ δῆμοι. ᾤοντο γὰρ εἶναι τὸν Θεὸν σκληρὸν οὕτω καὶ ἀτεράμονα καὶ μακρὸν εἰς ὀργὰς, ὡς τέκνοις τέκνων ἐπιφέρειν τὰ τῶν πατέρων ἐγκλήματα.

καὶ γοῦν αὐτὸ δὴ τουτὶ διαγελῶντες ἔφασκον “Οἱ πατέρες ἔφαγον ὄμφακα, “καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν.„ ταύτῃτοι Θεὸς τῷ προφήτῃ φησὶν Ἰεζεκιήλ “Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ ”παραβολὴ αὕτη ἐν τῷ Ἰσραὴλ λέγοντες Οἱ πατέρες ἔφα- “γον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν; ζῶ ”ἐγὼ, λέγει Κύριος, ὅτι οὐ μὴ γένηται ἔτι ἡ παραβολὴ “αὕτη λεγομένη ἐν τῷ Ἰσραήλ. ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί ”εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτω καὶ τοῦ υἱοῦ, “ἐμαί εἰσι. ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. ὁ δὲ ”υἱὸς οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ “ὁ πατὴρ οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ υἱοῦ αὐτοῦ.” πῶς γὰρ ἔτι μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς ὁ τῶν ὅλων Δεσπότης, εἰ μὴ ἀνίησιν ἁμαρτίας, καὶ καθαρίζει τὸν ἔνοχον, παρατείνει δὲ μᾶλλον τὴν ἀγανάκτησιν ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; τίς οὖν ὁ λόγος; ἔστι μὲν, ὡς ἔφην, ἀνεξίκακός τε καὶ ἀσυγκρίτως ἀγαθὸς, καὶ οὐκ εὐθὺς τοῖς ἡμαρτηκόσιν ἐπάγει τὴν κόλασιν. ὑπερτίθεται δὲ, καὶ εἰς δευτέραν γενεὰν, ἵνα τάχα τις μεταξὺ παρεισβάλλουσα μετάγνωσις ἀνακόψειε τὴν ὀργήν.

ἀλλ᾽ εἰ μὴ τοῦτο γένηται τυχὸν, οἱ δὲ ἐκ τοῦ πρώτου τρίτοι τε καὶ τέταρτοι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι χείροσιν ἐναλοῖεν κακοῖς, καὶ προγονικῆς δυσσεβείας εὑρίσκοιντο μιμηταὶ, τότε δὴ τότε λοιπὸν ἐπάγει τὰς δίκας, ἀποχρῶσαν τῷ γένει τὴν ἐπὶ τοῖς ἤδη παρῳχηκόσιν ἀνεξικακίαν ἐπιδιδούς· τοῦτό ἐστι τὸ ἐπιφέρειν ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.

Ἆρ᾽ οὖν φησὶ, μακροθυμήσας τῇ Δαμασκῷ πλειστάκις, οὐκ ἀγανακτήσαιμι λοιπὸν, καὶ σφόδρα εἰκότως, ἐπὶ τρισὶ καὶ τέσσαρσιν ἁμαρτίαις; τί γὰρ δεδράκασι; πολλὰ μὲν καὶ ἕτερα. πλὴν τῆς ἄγαν ὠμότητος ἀποτιοῦσι δίκας· ἀποστραφήσομαι γὰρ αὐτοὺς, ἀνθ᾽ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ. ἔστι μὲν οὖν ἡ Γαλαὰδ πολίχνη τῆς Ἰουδαίας, ἐν μεθορίῳ τῆς Παλαιστινῶν κειμένη. ταύτην οἱ Σύροι προκατελάβοντο, καὶ πανωλεθρίᾳ διέφθειραν, πρίοσι τέμνοντες σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας, καὶ ὁμοῦ νηπίοις ὠμὰ γυναικῶν ἐκτήκοντες ἔμβρυα. πρίονας δὲ σιδηροῦς τοὺς τῶν ἁμαξῶν ὀνομάζει τροχοὺς, οἷς καταλεπτύνειν ἔθος τὴν ἅλω τοῖς Σύροις. καὶ γοῦν καὶ διὰ φωνῆς Ἡσαΐου φησί που Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγήν “Ἰδοὺ ἐποίησά ”σε ὡς τροχοὺς ἁμάξης, ἀλοῶντας, καινοὺς, πριστηροει- “δεῖς.” ὅμοιον οὖν ὡς εἰ λέγοι τυχὸν πρὸς τὴν Δαμασκόν Καθοριῶ σου τὴν δίκην, ἀνθ᾽ ὧν κατηλόησας καὶ συνέτριψας τοὺς ἐν Γαλαὰδ, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν ἔτι κατὰ γαστρὸς, οἷς ὁ παρὰ πάντων ἔλεος ἀκολουθεῖ καὶ ὀφείλεται.

Ὅτι δὲ ὠμῶς καὶ ἀγρίως τοῖς ἐξ Ἰσραὴλ κατεχρήσαντο τῶν ἐκ Δαμασκοῦ τινὲς, ἀναμάθοις ἂν ἀκονιτὶ τοῖς Ἐλισσαιὲ τοῦ προφήτου λόγοις προσεσχηκώς. ἀφίκετο μὲν γὰρ εἰς τὴν Δαμασκόν. ἐπειδὴ δὲ συνήντησε τῷ Ἀζαὴλ, ἀῤῥωστοῦντος ἔτι τοῦ Ἄδερ “Ἔκλαυσέ φησιν ὁ ἄνθρωπος τοῦ ”Θεοῦ, καὶ εἶπεν Ἀζαήλ Τί ὅτι ὁ κύριός μου κλαίει; καὶ “εἶπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ”ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκ- “τοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν ”ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῤῥήξεις.” ἐπειδὴ δὲ ταῦτα δέδρακε κατὰ τῆς Γαλαὰδ ἡ Δαμασκὸς, μᾶλλον δὲ καὶ κατὰ πάσης τῆς Ἰουδαίων χώρας, καταφλέξειν ἀπειλεῖ τὸν οἶκον Ἀζαὴλ καὶ Ἄδερ, καὶ συντρίψειν μοχλοὺς Δαμασκοῦ. πέπρακται δὲ ταῦτα διὰ μὲν Ὀζίου καὶ Ἱεροβοὰμ ἀνὰ μέρος καὶ κατὰ καιρούς· εἷλον γὰρ καὶ αὐτοὶ τὴν Συρίαν καὶ νενικήκασι κατὰ κράτος· χρόνου δὲ προϊόντος, καὶ παρὰ τοῦ βασιλέως Ἀσσυρίων. εἶτά φησι καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου ὤν. ὢν οἱ προφῆται τὴν Βαιθὴλ ὀνομάζουσιν, ἐν ᾗ τὴν δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ ἐπάρατος Ἱεροβοάμ. ἀλλ᾽ ὡς ἐξ ἐκείνου λοιπὸν πᾶσαν χώραν εἰδωλολατροῦσαν, οὕτω καλεῖν ἔθος ἦν αὐτοῖς.

τοὺς κατοικοῦντας τοίνυν ἐν γῇ καὶ πεδίῳ ὢν, ἤτοι τῶν ματαίων, ὅ ἐστιν εἰδώλων· οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· καταφθερῶ καὶ ἐξολοθρεύσω φησὶ, κατακόψω δὲ οὐδὲν ἧττον καὶ φυλὴν ἐξ ἀνδρῶν Χαῤῥὰν, ἥ ἐστι πολίχνη που πάντως προσοικοῦσα τῇ Δαμασκῷ, μαχιμωτάτους ἔχουσα τοὺς οἰκήτορας. αἰχμαλωτευθήσεσθαι δέ φησι καὶ τὸν ἐπίκλητον τῆς Συρίας λαόν. ἐπίκλητον λέγων, ἢ τὸν σφόδρα διαβόητον, ἢ τὸν μισθοφόρον καὶ συνειλεγμένον αὐτοῖς πρὸς ἐπικουρίαν· κατεμισθοῦντο γὰρ, ὡς ἔφην, τοὺς τῶν ἀλλοφύλων ὁμόρους, τῆς Ἰουδαίων καταστρατευόμενοι χώρας· ἤγουν ἐπίκλητον τὸν ἔξωθεν κεκλημένον καὶ μέτοικον. ἰστέον γὰρ ὅτι τῶν Ἑβραίων ἡ ἔκδοσις, ἀντὶ τοῦ λαὸς Συρίας, Κυρήνης φησίν· ἄποικοι γὰρ Κυρηναίων οἱ Σύροι. μεμνήμεθα δὲ ὅτι καθὰ γέγραπται πάλιν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν, ἐβασίλευε μὲν ὁ Ἄχαζ τῶν Ἱεροσολύμων, Φακεὲ δὲ καὶ Ῥαασσὼν οἱ Συρίας τε καὶ Δαμασκοῦ βασιλεῖς, κατὰ τῶν Ἱεροσολυμῶν ᾔεσαν, καταδῃοῦντες τὰς ὑπ᾽ αὐτὴν τοῦ Ἰούδα πόλεις.

ἐπειδὴ δὲ ἦν ἐν δείμασιν οὐ φορητοῖς ὁ Ἄχαζ, βασιλεύων ἐπὶ τὸν Ἰούδαν, κατεμισθοῦτο χρήμασι πρὸς ἐπικουρίαν Θεγλαφαλασὰρ τὸν Ἀσσύριον “Καὶ ἤκουσέν φησιν αὐτοῦ ὁ βασι- ”λεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δα- “μασκὸν καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ ”τὸν Ῥαασσὼν ἐθανάτωσε.” <Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλομῶν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν· καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς· καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ Ἀσκαλῶνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπ᾽ Ἀκκαρὼν, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος.> Ἀναγκαῖον ἡγοῦμαι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν, ὡς οὔτε τῶν Ἑβραίων ἡ ἔκδοσις, οὔτε μὴν ἡ τῶν ἑτέρων μέμνηται τοῦ Σαλομῶν, ἀλλ᾽ εἰρήκασιν Ἑβραῖοι μὲν Ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν, οἱ δὲ λοιποὶ προσέθεσαν ἀντὶ τοῦ Σαλομῶν, ἀπηρτισμένην ἤτοι τελείαν. ἑψόμεθα δὲ ἀναγκαίως ἡμεῖς καὶ τῇ τῶν ἑβδομήκοντα γραφῇ. ἐγκαλεῖται δὴ οὖν ἡ Γάζα· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἢ νῦν ἐστι Παλαιστίνη· ὡς αἰχμαλωσίαν αἰχμαλωτεύσασα τοῦ Σαλομῶν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν.

κἂν μὲν οὕτω νοῶμεν, ὡς γοῦν οἱ ἕτεροι ἐκδεδώκασιν ἑρμηνευταὶ, οὐ τὴν τυχοῦσαν πεποίηνται κατὰ τῆς Ἰουδαίας τὴν πόρθησιν, ἀλλ᾽ αἰχμαλωσίαν ἑλόντες ἱκανὴν, ὑπὸ χεῖρα δεδώκασι τῶν Ἰδουμαίων αὐτήν. Ἰδουμαῖοι δὲ γεγόνασι μὲν ἐξ αἵματος Ἡσαῦ, ἐχθρὰ γεμὴν πεφρονήκασιν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, οἷς συνεργασάμενοι καὶ σύνοπλοι γενόμενοι Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ Ἀσκαλωνίται, καὶ οἱ τῆς λεγομένης Ἀκκαρὼν καὶ ἕτεροι δὲ τῶν ἀλλοφύλων τινὲς, κατὰ κράτος ἑλεῖν τῆς Ἰουδαίας τὰς πόλεις παρεσκεύασαν. εἰ δὲ δὴ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα γραφὴν αἰχμαλωτεῦσαι λέγοιμεν αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλομῶν, ἐκεῖνό που πάντως ἐννοεῖν ἀναγκαῖον. γέγονε μὲν γὰρ εὐσθενέστατος καὶ παναλκὴς βασιλεὺς ὁ Σαλομῶν, κατεκράτησε δὲ οὕτω τῶν περιοίκων ἐθνῶν, ὡς καὶ πολλὰς παρ᾽ αὐτοῖς ἀναδείμασθαι πόλεις, καὶ ἐν αὐταῖς ἱδρύσαι τὸν Ἰσραὴλ, δόντος αὐτῷ τοῦ Χειράμ. γέγραπται δὲ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων “Καὶ ἐγένετο μετὰ εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε ”Σαλομῶν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὰς “πόλεις ἃς ἔδωκε Χειρὰμ τῷ Σαλομῶν, ᾠκοδόμησεν αὐτὰς ”Σαλομῶν καὶ κατῴκισεν ἐκεὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἦλθε “Σαλομῶν εἰς Ἐμὰθ Σοβᾶ, καὶ κατίσχυσεν αὐτὴν, καὶ ”ᾠκοδόμησε τὴν Θεδμὸρ ἐν τῇ ἐρήμῳ, καὶ πάσας τὰς “πόλεις τὰς ὀχυρὰς ᾠκοδόμησεν ἐν Ἡμάθ.”

καὶ μεθ᾽ ἕτερα πάλιν “Καὶ ὅσα ἐπεθύμησε Σαλομῶν κατὰ τὴν ἐπιθυμίαν ”τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ, καὶ ἐν “πάσῃ τῇ βασιλείᾳ αὐτοῦ. πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ ”τοῦ Χετταίου καὶ τοῦ Ἀμοῤῥαίου καὶ τοῦ Φερεζαίου καὶ “τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσ- ”ραὴλ, ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν καταλειφθέντες μετ᾽ “αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ, ”καὶ ἀνήγαγεν αὐτοὺς Σαλομῶν εἰς φόρον ἕως τῆς ἡμέρας “ταύτης.” συμφραξάμενοι τοίνυν τοῖς ἐκ τῆς Ἰδουμαίας Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ οἱ λοιποὶ ταύτας που τὰς πόλεις ἀνῃρήκασι, τὰς ὠνομασμένας τοῦ Σαλομῶν, ὡς μηκέτι μὲν αὐτὰς ὑπὸ τὴν Ἰούδα κεῖσθαι βασιλείαν, ἀπονεμεῖσθαι δὲ ὥσπερ τοῖς Μωαβιτῶν ἀνοσίοις καθηγηταῖς. ταύτῃτοι πυρὶ δαπανηθήσεσθαι ταῖς ἄλλαις ὁμοῦ τὴν Γάζαν φησὶν, ἐξολοθρευθήσεσθαι δὲ καὶ Ἀζωτίους καὶ φυλὴν Ἀσκάλωνος, καὶ ὑπὸ χεῖρα γενέσθαι τοῦ πλήττοντος τὴν Ἀκκαρών· συνδιολεῖσθαι δὲ πάντως αὐταῖς καὶ τοὺς καταλοίπους τῶν ἀλλοφύλων. μεμισθοφορήκασι γὰρ κατὰ τὸ εἰκὸς, καὶ κέκληνται πρὸς ἐπικουρίαν τῶν περιοίκων βαρβάρων τινές.

Χαλεπὸν οὖν ἄρα καὶ κινδύνου παντὸς ἀνάμεστον ὁρᾶται λοιπὸν, τὸ συμφράττεσθαι πονηροῖς καὶ καθοπλίζεσθαι φιλεῖν τῶν ἠγαπημένων παρὰ Θεοῦ, καὶ διώκειν ἁγίους. εἰ γὰρ καὶ πάσχοιεν ἔσθ᾽ ὅτε πταισμάτων ἕνεκα, παιδευόμενοι παρὰ Θεοῦ, ἀλλ᾽ οὐκ ἀλογήσει παντελῶς τῶν οἰκειωθέντων αὐτῷ· καὶ παιδεύσας χρησίμως, ὀλέθρῳ περιβαλεῖ τὰ τῆς ὀργῆς σκεύη, τουτέστι, τοὺς ἀχαλίνῳ θυμῷ κατ᾽ αὐτῶν ὁρμήσαντας, κατ᾽ ἐκεῖνό που πάντως τὸ πρὸς Βαβυλῶνα καλῶς εἰρημένον περὶ τῶν υἱῶν Ἰσραήλ “Ἐγὼ ἔδωκα αὐ- ”τοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.” ἀπᾴδει γὰρ λίαν καὶ ἀγανακτοῦντι τῷ Θεῷ τὸ φορτικὸν εἰς αἰκίας τῶν τοῦτο δρᾶν ἐπιτεταγμένων. <Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου, καὶ ἐπὶ ταῖς τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτὴν, ἀνθ᾽ ὧν συνέκλεισαν τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν εἰς τὴν Ἰδουμαίαν, καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν. καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται θεμέλια αὐτῆς.> Τύριοι δὲ πάλιν πρὸς τοῖς ἀπὸ τῆς Δαμασκοῦ, καὶ μέν τοι καὶ Ἀζωτίοις, Γαζαίοις τε καὶ Ἀσκαλωνίταις, καὶ τοῖς ἐξ Ἀκκαρὼν τὴν Θεῷ πρέπουσαν ἀνεξικακίαν ὑπερβαλόμενοι, καὶ τρόπον τινὰ νενικηκότες ταῖς τῶν ἀσεβημάτων ὑπερβολαῖς, ὑπενεχθήσονται ταῖς ὀργαῖς, κατά γε τὸν τοῦ χρησμῳδήματος νοῦν, καὶ ποινὴν ὑπομενοῦσι τὴν ἁπασῶν ἐσχάτην.

ἐπίκλημα δὲ αὐτοῖς, ὅτι τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν συνέκλεισαν εἰς τὴν Ἰδουμαίαν, καὶ αὐτῆς ἀμνημονήσαντες τῆς τῶν ἀδελφῶν διαθήκης. τίς μὲν οὖν ἡ αἰχμαλωσία τοῦ Σαλομῶν, ἀποχρώντως ἡμῖν διέδειξεν ὁ λόγος· συνεκλείσθη δὲ ὅπως εἰς τὴν Ἰδουμαίαν καὶ πρός γε Τυρίων, εἰπεῖν ἀναγκαῖον. ἐξανδραποδισάμενοι γὰρ οὐκ εὐαρίθμητον πληθὺν τῶν ἐξ Ἰούδα καὶ Ἰσραὴλ, καταπεπράκασιν Ἰδουμαίοις. οἱ δὲ τοὺς ἐξ αἵματος ἀδελφοὺς καὶ ἄνωθεν ἐλευθέρους ἐν δορικτήτων μοίρᾳ πεποιημένοι, καὶ πικρῷ δουλείας κατέθλιβον ζυγῷ, καὶ τοῖς Ἑλλήνων νόμοις κατεβιάζοντο ζῆν, μονονουχὶ κατακερτομοῦντες οἱ δείλαιοι τὴν τοῦ Θεοῦ δόξαν, ὡς μήτε τὴν ἐκ πατέρων αὐτοῖς ἐλευθερίαν τηρήσαντος, μήτε μὴν ἰσχύσαντος παρασχεῖν τὸ ἐν καλῷ κεῖσθαι τῆς εὐημερίας. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησὶ, τοὺς συγκλείσαντας εἰς τὴν Ἰδουμαίαν τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν, οὐ μετρίως καταιτιώμενος. “Καὶ ”τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία “ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ ”μνησικακεῖτε ὑμεῖς ἐπ᾽ ἐμοί;

ὀξέως καὶ ταχέως ἀνταπο- “δώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς τὰς κεφαλὰς ὑμῶν, ἀνθ᾽ ”ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ “ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ”ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπ- “έδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ ”τῶν ὁρίων αὐτῶν.” ὅριον δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ, σωματικὸν μὲν ἡ Ἰουδαία, ψυχικὸν δὲ ὁ νόμος, ὧν ἔξω γεγόνασι τοῖς τῶν Ἑλλήνων υἱοῖς ἐκτόπως καταπωλούμενοι. δεδράκασι δὲ τοῦτο Τύριοι τοῖς ἄλλοις ὁμοῦ καὶ αὐτῆς ἀμνημονήσαντες τῆς τῶν ἀδελφῶν διαθήκης.

Νοοῖτο δ᾽ ἂν πρὸς ἡμῶν καὶ τοῦτο τριχῇ. τίνες γὰρ οἱ ἀδελφοὶ, τίς δὲ καὶ ἡ διαθήκη, φέρε λέγωμεν, ἐκ τῶν ἱερῶν γραμμάτων εἰς ἐννοίας τὰς ἐπὶ τούτῳ χειραγωγούμενοι. Χειρὰμ ὁ Τυρίων κατὰ καιροὺς βεβασιλευκὼς, τῶν ὅτι μάλιστα φιλαιτάτων ἦν τῷ θεσπεσίῳ Δαυείδ· εἶτα μετ᾽ ἐκεῖνον τῷ Σαλομῶν γέγονεν ἀγαπητὸς, ὡς καὶ συνθήκας ὁμοψυχίας ποιήσασθαι πρὸς αὐτὸν, συμπράξαι τε πρὸς ἅπαντα αὐτῷ, καὶ φροντίδα τὴν δέουσαν συνεισενεγκεῖν τὸν θεῖον ἀποτελοῦντι ναόν. καὶ πλεῖστα μὲν ὅσα προσκεκόμικε δῶρα, κεκέρδακε δὲ καὶ αὐτὸς τὰ ἔτι μείζω καὶ πλουσιώτερα. ἢ τοίνυν ἐκεῖνό φησιν, ὅτι Τύριοι πεπολεμήκασι τὸν Ἰσραὴλ, ἀμνημονήσαντες διαθήκης τῶν ἐξ ἀγαπήσεως ἀδελφῶν, καὶ εἰς τοῦτο λοιπὸν διαθέσεως καὶ φιλοστοργίας συνενηνεγμένων, ὡς δοκεῖν εἶναι καὶ ὁμαίμονας· ἤγουν ὅτι γεγονότες ἐξ Ἡσαῦ Ἰδουμαῖοι, ἀδελφοὶ μὲν ἦσαν τοῖς ἐξ Ἰσραὴλ, πεπολεμήκασι δὲ, τῆς τῶν ἀδελφῶν διαθήκης ἠφειδηκότες. πεφρόνηκε μὲν γὰρ ἐχθρὰ καὶ τὰ πολεμίων ὁ Ἡσαῦ κατὰ τοῦ Ἰακὼβ, τῶν πρωτοτοκίων ἕνεκα λελυπημένος ἐν ἀρχαῖς· ἀλλ᾽ ἐκ τῆς Λάβαν ἑστίας ἀπαίροντι κατὰ καιροὺς, καὶ οἴκοι πάλιν ὑπονοστῆσαι ἐθέλοντι γυναιξί τε ὁμοῦ καὶ τέκνοις, συνήντησεν ὡς ἀδελφός. κατησπάσαντο γὰρ ἀλλήλους καὶ περιέφυσαν, καὶ τὰ φίλοις πρέποντα λελαλήκασι, καὶ τὴν ἀρχαίαν πατοῦντες διαφορὰν, ὁμονοίας καὶ εἰρήνης πεποίηνται διαθήκας.

ἀλλ᾽ ἐκεῖνοι μὲν ἐν τούτοις. Τύριοι δὲ τῆς τῶν ἀδελφῶν διαθήκης ἀμνημονήσαντες, τὰ γένη συνέβαλλον, καὶ δούλους ἔχειν ἀνέπειθον τοὺς ἐξ αἵματός τε καὶ ἀδελφοὺς, ταῖς παρὰ σφῶν συμπνοίαις πολὺ λίαν εὐσθενεστέρους τῶν κεκρατηκότων ἀποφήναντες Ἰδουμαίους. εἰ δὲ δή τις καὶ ἐπ᾽ αὐτῶν τοῦτο λέγοι τῶν Μωαβιτῶν, οἳ ἐξ αἵματος ἦσαν τοῦ Λὼτ, ὅτι λελυπήκασι Τύριοι διαθήκην ἀδελφῶν, δῆλον δὲ ὅτι τὴν ἐξ Ἁβραὰμ πρὸς τὸν Λώτ. ἐπειδὴ γὰρ οἱ ἀμφοῖν ἐμαχέσαντο ποιμένες, “Εἶπέ φησιν Ἁβρὰμ τῷ Λώτ ”Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν “ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἄν- ”θρωποι ἀδελφοὶ ἡμεῖς ἐσμέν.” ἐμπρησθήσεσθαι δὴ οὖν ταύτῃτοι δικαίως φησὶν αὐτὴν, καὶ ἐξ αὐτῶν κατασεισθήσεσθαι βάθρων. τὸ γάρ “Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ” χρήσιμον πανταχῆ. <Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ διώξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτῶν.> Μέτεισιν ὁ λόγος ἐπ᾽ αὐτὸν ἤδη τὸν Ἰδουμαῖον, δῆλον δὲ ὅτι τοὺς ἐξ Ἡσαῦ, ὑπενεχθήσεσθαι δὲ καὶ αὐτοὺς τοῖς ἐξ ὀργῆς συμβαίνουσιν εὖ μάλα φησί.

πεπολεμήκασι γὰρ ἀδελφὸν ὄντα τὸν Ἰσραὴλ, καὶ τοῖς ἐγγὺς καὶ ἐξ αἵματος τὸ θρασὺ καὶ ἀνήμερον οὐ κατέδεισαν ἐπανατεῖναι ξίφος, οὐ νόμου φύσεως πεφροντικότες, οὐ πεφρονηκότες τι τῶν ἀνθρωπίνων, ἀλλὰ τοὺς ἔξω καὶ πολεμιωτάτους ταῖς εἰς ἀδελφοὺς δυσμενείαις νικᾶν εἰθισμένοι, καὶ πεφρονηκότες που τάχα καὶ ἐπὶ τούτῳ μέγα. οὐκοῦν ἀκουόντων καὶ πρὸς ἡμῶν “Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός;” καὶ περὶ αὐτῶν ἂν λέγοιτο, καὶ μάλα εἰκότως “Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ ”αὐτῶν.” ἃ γὰρ ἦν ἄμεινον ὡς ἀποτάτω ποιεῖσθαι φιλεῖν, ταυτὶ δὴ παγκάκῳ τιμῶντες ψήφῳ, πάλιν ἀκούσονται “Οὐαὶ ”οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ “τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ λέγοντες ”τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.” <Καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς.> Ἀπαριθμεῖται χρησίμως τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, καὶ ἐπ᾽ αὐτὸν ἄνεισι τὸν Ἡσαῦ, δυσγενεῖς ὄντας καὶ ἐξ ἀνοσίου φύντας πατρὸς ἀποφαίνων, ἵν᾽ ἐκεῖνό που τάχα νοῶμεν τὸ διὰ φωνῆς Ἡσαΐου πλαγίως ὑποδηλούμενον “Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων.”

ἀφηγεῖται δὴ οὖν ὅτι καὶ ὁ προπάτωρ αὐτοῖς γεγονὼς Ἡσαῦ τοῖς ἐκ μήτρας καὶ γενέσεως ἀγαθοῖς προσγεγονόσιν αὐτῷ μονονουχὶ καὶ διελυμήνατο, καὶ κατέῤῥιψεν εἰς γῆν τὸ ἐκ τῶν πρωτοτοκίων ἀξίωμα, μικροῦ παντελῶς ἀξιῶσας τὸ χρῆμα λόγου τροφῆς ἕνεκα σωματικῆς· ἕψημα γὰρ ἐζήτει φακοῦ, καὶ λαβὼν ἐδίδου τὸ τῆς φύσεως δῶρον. “Ἕνεκα τούτου ”φησὶν ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ·” ὅ ἐστι γήϊνος, ὅθεν οἶμαι καὶ Ἰδουμαῖοι κέκληνται λοιπὸν οἱ ἐξ αὐτοῦ γεγονότες. οὐκοῦν τὸ ἐκ τόκου καὶ μήτρας ἀξίωμα κατελυμήνατό φησιν εἰς γῆν, ἀντὶ τοῦ γηΐνου πράγματος ἠλλάξατο.

Ἐνσχεθεῖεν δ᾽ ἂν τοῖς ἴσοις ἐγκλήμασιν οἱ τῶν σαρκικῶν τὴν ἀπόλαυσιν προτάττοντες τῶν πνευματικῶν, καὶ ἀνθαιρούμενοι τῶν αἰωνίων τὰ πρόσκαιρα, καὶ τῶν μὴ σαλευομένων τὰ σαλευόμενα, καὶ καταφρονοῦντες μὲν δόξης τῆς παρὰ Θεῷ, ἀβουλότατα δὲ προτετιμηκότες τὰ ἐν ἀνθρώποις λαμπρὰ, ἃ καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνει τοὺς ἔχοντας. χρησίμως δὲ λίαν καὶ ὁ θεσπέσιος Παῦλος βοᾷ “Μή τις ”πόρνος, φησὶν, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως “μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.” <Καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ.> Ἑτέρου πάλιν διαμέμνηται πράγματος, διαβάλλειν οἵου τε τὸν Ἰδουμαῖον, ὡς ἀεὶ γεγονότα σκαιόν τε καὶ πονηρὸν, καὶ τοῖς ἐξ αἵματος ὅτι μάλιστα δυσμενῆ καὶ πολεμιώτατον.

γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς “Καὶ ἀπέστειλε Μωυσῆς ”ἀγγέλους ἐκ Κάδης πρὸς τὸν βασιλέα Ἐδὼμ λέγων Τάδε “λέγει ὁ ἀδελφός σου Ἰσραήλ Σὺ ἐπίστασαι πάντα τὸν ”μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες “ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας ”πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέ- “ρας ἡμῶν καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε ”Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξή- “γαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει ”ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς “σου· οὐ διελευσόμεθα δι᾽ ἀγρῶν οὐδὲ δι᾽ ἀμπελώνων, ”οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευ- “σόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν ”παρέλθωμεν τὰ ὅριά σου· καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ Οὐ “διελεύσῃ δι᾽ ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς ”συνάντησίν σου. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ “Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου ”πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω σοι τιμὴν, ἀλλὰ “τὸ πρᾶγμα οὐδέν ἐστι· παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ ”δὲ εἶπεν Οὐ διελεύσῃ δι᾽ ἐμοῦ· καὶ ἐξῆλθεν Ἐδὼμ εἰς “συνάντησιν αὐτῶν ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ. καὶ ”οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ “τῶν ὁρίων αὐτοῦ, καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ᾽ αὐτοῦ.”

ἄθρει δὴ πάλιν ἐν τούτοις, ὡς δεινὰ καὶ πέρα λόγου παντὸς τὰ τῆς ἀφιλοστοργίας ἐγκλήματα. ὁ μὲν γὰρ Ἰσραὴλ οὐκ ἀνάργυρον ὕδωρ ἐζήτει τὸν Ἐδὼμ, ὁ δὲ ἦν ἐν ὅπλοις, καὶ παρετάττετο, καὶ μόνης παρόδου διεφθονηκὼς, καὶ εἰς τοῦτο σκαιότητος διελάσας ἠλέγχετο, ὡς εἰ μὴ ἐκκέκλικεν ὁ Ἰσραὴλ, οὐδ᾽ ἂν αὐτῶν αἱμάτων ἐφείσατο. ἥρπασε τοίνυν εἰς μαρτύριον φρίκην αὐτοῦ. οἱ μὲν γὰρ παρῃτοῦντο καὶ ὑπεστέλλοντο, τὸ πολεμεῖν δεδιότες, ἵνα μὴ τῆς εἰς ἀδελφοὺς δοκοῖεν ἀλογεῖν ἀγάπης· ὁ δὲ τὴν ὑποστολὴν, ἤτοι τὴν εἰς τοῦτο δειλίαν, ἣν καὶ τῷ τῆς φρίκης ὀνόματι καταδηλοῖ, πρόφασιν ἐποιεῖτο σκληρᾶς ὥσπερ διαμαρτυρίας αὐτοῖς. ἠπείλησε γὰρ ἐναργῶς, ὡς εἰ μὴ βούλοιτο τῶν αὐτῷ προσηκόντων ὁρίων ἀποφοιτᾶν, ἐξελεύσεται κατ᾽ αὐτοῦ καὶ πολεμήσει λοιπόν. οὐκοῦν ἀφιλάλληλος ὁ Ἐδὼμ, καὶ τοῖς τῆς μισαδελφίας ἐγκλήμασιν οὐ μετρίως ἔνοχος· ταύτῃτοι δικαίως καὶ Θεῷ κατεστυγημένος· “Ὁ γὰρ Θεὸς ἀγάπη ἐστὶ,” κατὰ τὴν Ἰωάννου φωνὴν, “καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ ”μένει.” οὐκοῦν ὁ ἀγάπης δίχα διαζῆν ᾑρημένος, οὐκ ἐν τῷ Θεῷ· πόθεν; ἀλλ᾽ ἔξω κείσεται μᾶλλον τῆς πρὸς Θεὸν οἰκειότητος. <Καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος· καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμὰν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς.> Τρίτον δὴ τοῦτο τῶν ἐξ Ἡσαῦ πλημμέλημα.

τὸ γὰρ ὅρμημα αὐτοῦ, τὸ πρὸς ἔχθραν δηλονότι καὶ ἀνοσιότητα χαλεπὸν, ἐφύλαξεν εἰς νῖκος, τουτέστιν εἰς ἐκνίκησιν, καὶ μέχρι παντός. κατέληξε γὰρ οὐδαμῶς τῶν ἀνοσίων ἐγχειρημάτων, καίτοι, καθάπερ ἤδη προεῖπον, ἀποφοιτήσαντος τοῦ Ἡσαῦ τῆς ἀρχαίας ἐκείνης ἀνοσιότητος, καὶ φονῶντος μὲν οὐκ ἔτι κατὰ τοῦ Ἰακὼβ, μετατιθεμένου δὲ μᾶλλον εἰς ἡμερότητα καὶ φιλαλληλίαν. ἐπιστρέφοντα γὰρ ἐκ τῆς Λάβαν ἑστίας, κατησπάζετο μὲν μετὰ κλαυθμοῦ· φιλεῖ δέ πως ἀεὶ καὶ ἐπὶ ταῖς ἄγαν εὐθυμίαις ἐκχεῖσθαι τὸ δάκρυον· σκληροὶ δὲ λίαν οἱ ἐξ αὐτοῦ, τῇ τῶν τρόπων σκαιότητι καὶ αὐτὴν ὑπερβαλλόμενοι τὴν τοῦ προγόνου φαυλότητα. ἀλλ᾽ ἔστιν ἀληθὲς, ὅτι πάντη τε καὶ πάντως “Ὁδοὶ μνησικάκων εἰς θάνατον.” ταύτῃτοι καί φησιν ἐξαποστελῶ πῦρ εἰς Θαιμάν· μητρόπολις δὲ τῆς Ἰδουμαίας αὕτη· καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς· ἐμπέπρησται γὰρ πολεμίων κεκρατηκότων, καὶ ὁμοῦ ταῖς ἄλλαις διόλωλεν ἡ Θαιμάν.

Ἐκτελευτήσει δὴ οὖν εἰς πῦρ τε καὶ φλόγας τὸ μισεῖν ἀδελφοὺς, καὶ κατεξανίστασθαι τῶν ἐξ αἵματος, ἢ καὶ τῶν ἐξ οἰκειότητος τῆς πνευματικῆς συνειλεγμένων εἰς ἕνωσιν καὶ ὁμοψυχίαν· ἀπήλλακται δὲ τῶν τοιούτων κακῶν τὰ τῆς ἀγάπης αὐχήματα. <Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἀνθ᾽ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτῶν. καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ῥαββὰ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς, καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῶν ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος.> Καταγράφεται καὶ Ἀμμανιτῶν ἡ Δαμασκηνῶν ἀγριότης. ἀπεκτόνασι γὰρ καὶ αὐτοὶ τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, οὐχ ἑτέροις τισὶν ἐπαμύνοντες, οὔτε μὴν ὀθνείοις δανείζοντες τὰς ὀργὰς, ἀλλ᾽ ὑπέρ γε σφῶν αὐτῶν, ἵν᾽ εὐρυτέραν ἔχοιεν τὴν ἀρχὴν, καὶ μέχρι πολλοῦ διήκοντας τῆς βασιλείας τοὺς ὅρους, καταδῃωθείσης ἁπάσης τῆς Ἰουδαίων γῆς, καὶ ἀνατετραμμένων εἰσάπαν τῶν ἐξ Ἰσραὴλ, ὡς πεπονθότος Θεοῦ τὸ ἄναλκι, καὶ ἠσθενηκότος ἀληθῶς τοῦ διασώζειν ἐπηγγελμένου, καὶ τοῖς πολεμεῖν ἐθέλουσιν ἀνάλωτον ἀποφαίνοντος.

ἑλόντες δὴ οὖν καὶ οὗτοι τὰς πόλεις, καταμειδιᾶν ἀπετόλμων τοῦ προασπίζοντος Θεοῦ, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια καὶ ᾠδὰς ἐπινικίους. ταύτῃτοί φησιν ἐμπρησθήσεσθαι τὴν Ῥαββά· μητρόπολις δὲ καὶ αὕτη τῆς τῶν Ἀμμανιτῶν ἐστι χώρας· ἀπολέσθαι δὲ αὐτὴν μετὰ κραυγῆς φησὶ, τουτέστι, καταλαλαζόντων αὐτῆς τὸν τοῦ πολέμου νόμον τῶν Βαβυλωνίων. ᾑρήκασι γὰρ αὐτὴν πανστρατιᾷ, καταθέοντος τῆς Ἀμμανιτῶν τοῦ Ναβουχοδονόσορ. βαδιοῦνται δὲ καὶ αἰχμάλωτοι, φησὶν, ὁμοῦ τοῖς κρατοῦσιν οἱ ὑπὸ χεῖρα, καὶ τοῖς ἰδίοις θεοῖς οἱ ἱερᾶσθαι λαχόντες, οὐδὲν παρ᾽ ἐκείνων ἔχοντες εἰς ἐπικουρίαν. τί γὰρ ἂν καὶ δράσειεν, ἢ πῶς ἂν ὀνήσαι τινὰς ἄγαλμα κωφόν;

Ἐοίκασι δὲ καὶ οἱ τῶν αἱρέσεων παρεστηκότες τοῖς ἀνατέμνουσι τὰς ἐχούσας ἐν γαστρὶ, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν. ἵνα γὰρ φαίνωνται πολλῶν ἡγούμενοι, καταβιάζονται ψυχὰς ἀθλίας, καὶ ταῖς ἐκ λόγων ἀπάταις ὠμὴν ὥσπερ τινὰ καὶ ἀτελεσφόρητον αὐτοὺς τὴν πίστιν ἀπαμβλίσκειν παρασκευάζουσι, λαλοῦντες αὐτοῖς τὰ διεστραμμένα, ἐρευγόμενοί τε τὰ “ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος ”Κυρίου.” λέγει γὰρ οὐδεὶς ὅτι “Κύριος Ἰησοῦς, εἰ μὴ ”ἐν Πνεύματι Ἀγίῳ, ἀλλ᾽ οὐδὲ ἀνάθεμα Ἰησοῦς” εἰ μὴ ἐν Βεελζεβούλ. <Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ᾽ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν. καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωὰβ, καὶ καταφάγεται θεμέλια τῶν πόλεων αὐτῶν, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ, μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος. καὶ ἐξολοθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας τοὺς ἄρχοντας αὐτῆς ἀποκτενῶ μετ᾽ αὐτῆς, λέγει Κύριος.> Μωαβῖται πάλιν δεδυσσεβήκασιν οὐ μετρίως, ὡς ἐπέκεινα λοιπὸν καὶ αὐτοὺς ἐλάσαι τῆς ἐνούσης ἡμερότητός τε καὶ ἀνεξικακίας τῷ τῶν ὅλων Θεῷ. ἐπίκλημα δὲ αὐτοῖς ἡ εἰς νεκρὸν ἁμαρτία· τὸ ἐμπρῆσαί φημι τὰ ὀστᾶ τοῦ βασιλέως τῆς Ἰδουμαίας· ἐμπρῆσαι δὲ οὕτως, ὡς κατισχνῶσαι λοιπὸν εἰς χοῦν καὶ κονίαν. τί τοίνυν τὸ ἔγκλημα; μῖσος καὶ ἀπανθρωπία καὶ ἀχάλινος ἀγριότης κατὰ τῶν ἐξ Ἰσραήλ.

ἐμπεπρῆσθαι γὰρ οὐχ ἑτέρου του χάριν τὰ τοῦ μνημονευθέντος βασιλέως ὀστᾶ φαίη τις ἂν, ἢ ὅτι μόνων ἕνεκα τῶν ἐξ Ἰσραήλ. σαφῆ δὲ οὖσαν τὴν ἱστορίαν διὰ βραχέων ἀφηγήσομαι.

Ἐν τῇ τετάρτῃ γέγραπται τῶν βασιλειῶν “Καὶ ἐγένετο ”μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ “ἐν βασιλεῖ Ἰσραήλ. καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ ”ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραὴλ, “καὶ ἐπορεύθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα ”Ἰούδα λέγων Βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ “πορεύσῃ μετ᾽ ἐμοῦ ἐπὶ Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν ”Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός σου ὁ “λαός μου, ὡς οἱ ἵπποι σου οἱ ἵπποι μου. καὶ εἶπε Ποίᾳ ”ὁδῷ ἀναβῶ; καὶ εἶπεν Ὁδὸν ἔρημον Ἐδώμ. καὶ ἐπορεύθη “ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ ὁ βασιλεὺς ”Ἐδὼμ, καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν· καὶ οὐκ ἦν “ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν ”αὐτῶν.” ἄθρει δὴ οὖν ὅπως συνωπλίζετο τοῖς βασιλεῦσι καὶ ὁ βασιλεὺς Ἐδὼμ, τουτέστι τῆς Ἰδουμαίας· ἐπειδὴ δὲ ἦσαν ὑδάτων ἐν σπάνει, μετεπέμποντο τὸν μακάριον προφήτην Ἐλισσαῖον, καὶ παρεκάλουν δοθῆναι παρὰ Θεοῦ τὸ ζητούμενον. οὗ δὴ γεγονότος, ἥλωσαν Μωαβῖται· γέγραπται γὰρ μεθ᾽ ἕτερα πάλιν “Καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάτα- ”ξαν τὴν Μωὰβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν.

καὶ “εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωὰβ, καὶ ”τὰς πόλεις καθεῖλον, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν “ἀνὴρ τὸν λίθον αὐτοῦ καὶ ἐνέπλησαν αὐτὴν, καὶ πᾶσαν ”πηγὴν ὕδατος ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν “κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου ”καθῃρημένους.” ἐπιμηνιῶντες τοίνυν οἱ ἀπὸ Μωὰβ ὅτι νενικήκασι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, ἐπαμύνοντος αὐτοῖς καὶ συνεξάγοντος τοῦ βασιλέως Ἐδὼμ, ἐπειδὴ τεθνεῶτα λυπεῖν οὐκ εἶχον ἑτέρως, πεπλημμελήκασιν εἰς τὸ λείψανον, πυρὶ δαπανῶντες αὐτὸ, καὶ μηδὲ ὀστέων ἔτι φειδόμενοι, προστιθέντες δὲ ὥσπερ ὠλοθρευμένοις τοῖς ἐξ Ἰσραὴλ τὸν ἐπίκουρον αὐτοῖς γεγονότα κατὰ καιρούς. οὐκοῦν ἐμπρησθήσεσθαι τὰς πόλεις αὐτῶν, καὶ αὐτοὺς δέ φησιν ἀπολεῖσθαι ἐν ἀδυναμίᾳ, οὐ νόσῳ μαραινομένους, οὐδὲ ταῖς κοιναῖς ἀσθενείαις ἐντετηγμένους, ἀλλὰ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος, τουτέστιν, ὡς ἐν πολέμῳ καὶ μάχῃ· ἀπειλεῖ δὲ ὅτι καὶ κριταὶ καὶ ἄρχοντες καὶ πάντες αὐτῆς οἱ ἡγούμενοι συναπολοῦνται τοῖς ὑπεστρωμένοις.

αὐτοὶ γὰρ ἦρχον βουλῆς καὶ ἐγχειρημάτων, καὶ τῆς ὅλης δυσσεβείας πάντως που γεγόνασι τοῖς ἄλλοις εἰσηγηταί. <Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἰούδα καὶ ἐπὶ ταῖς τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ.> Προσεπενήνεκται τοῖς ἀνόμοις ἔθνεσι καὶ ὁ νόμῳ παιδαγωγούμενος, τουτέστιν ὁ Ἰούδας· ἀπροσωπόληπτος γὰρ ὁ Κριτής. ὅτι δὲ ἀεὶ πλημμελοῦντος ἠνέσχετο, καὶ διεκαρτέρησε μακρὰν, τὸ ἐπὶ τρίτῃ μόλις ἁμαρτίᾳ καὶ μὴν καὶ τετάρτῃ κεκινῆσθαι δηλοῖ. καίτοι ἐχρῆν δήπου, κατά γε τὸ εἰκὸς, τοῖς μὲν ἄλλοις ἔθνεσιν, ἅτε δὴ τὸν θεῖον οὐκ ἔχουσι νόμον, ἀμφιλαφεστέραν ἀπονέμειν τὴν ἡμερότητα, καὶ τὸ τῆς συγγνώμης ἐπιδαψιλεύεσθαι μῆκος, ἐξαιτεῖν δὲ τῆς ῥᾳθυμίας τὰς δίκας παραχρῆμα τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ ἐντεθραμμένον τοῖς θείοις ἐντάλμασι, καὶ τὴν τοῦ συμφέροντος οὐκ ἠγνοηκότα τρίβον, ἀλλ᾽ ἠνέσχετο καὶ τῶν εἰδότων τὸν νόμον, ὡς μὴ ἐγνωκότων.

ἐπειδὴ δὲ εἰς λῆξιν ἤδη φαυλότητος καὶ λογισμῶν σκαιότητος ἀπενηνεγμένους κατεθεάσατο λοιπὸν, τότε καὶ αὐτοῖς φησὶν τοῖς Ἱεροσολύμοις ἐπαφήσειν τὸ πῦρ, καὶ μέχρις αὐτῶν δαπανῆσαι βάθρων τὴν οὕτω λαμπράν τε καὶ περιώνυμον πόλιν. καὶ πλεῖστα μὲν ὅσα τῶν ἐξ Ἰσραὴλ τὰ ἐγκλήματα· μάλιστα δὲ πάντων ἐπαιτιᾶται Θεὸς τὸ ταῖς τῶν πατέρων ἀκολουθῆσαι πλάναις. οἱ μὲν γὰρ ἔτι ταῖς Αἰγυπτίων πλεονεξίαις ὑπεζευγμένοι, καὶ τοῖς ἐκείνων ἔθεσί τε καὶ νόμοις ἐντεθραμμένοι, μόσχῳ τὸ σέβας ἀνῆπτον· οἱ δὲ τὴν παμμόχθηρον ἐκείνην διαφυγόντες δουλείαν, καὶ τοῖς θείοις ἐντάλμασι πολυτρόπως παιδαγωγούμενοι πρὸς τὸ εἰδέναι σαφῶς τὸ τῷ Θεῷ δοκοῦν, ἀνόπιν ἰόντες ἡλίσκοντο, καὶ εἰς τὴν τῶν πατέρων κατασυρόμενοι πλάνησιν, καὶ τὸ μὴ ἐν ἴσοις ὁρᾶσθαι κακοῖς τάχα που καὶ δεδιότες ὡς ἀκαλλές. προσκεκυνήκασι γὰρ καὶ αὐτοὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. αἴτιον δὲ τῆς τοιαύτης αὐτοῖς γέγονε δυσσεβείας, τὸ ἀπώσασθαι τὸν νόμον Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ μὴ ἐθελῆσαι τηρεῖν.

Οὐκοῦν ἕως μέν ἐσμεν νομοφύλακες καὶ φιλόθεοι, καὶ τηρεῖν σπουδάζοντες τὰ προστεταγμένα, σοφοὶ καὶ ἀγχίνοι, καὶ ἁπάσης ἀρετῆς ἐπιστήμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων πεπλουτηκότες εὑρεθησόμεθα; νενευκότες δὲ πρὸς τὸ ῥᾴθυμον, καὶ τῶν θείων ἀλογήσαντες νόμων, περιενεχθησόμεθα λοιπὸν ἀνέμῳ παντὶ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης τητώμενοι. ἐσόμεθα δὲ καὶ “μερίδες ἀλωπέκων,” τῇδε κἀκεῖσε περιελκόντων ἡμᾶς τῶν ἀκαθάρτων πνευμάτων. ὀρθῶς οὖν ἄρα καὶ σοφῶς περὶ δικαίου παντὸς ὁ θεσπέσιος ψάλλει Δαυείδ “Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ ”οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.” <Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ᾽ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν ὑποδημάτων τῶν πατούντων ἐπὶ τὸν χοῦν τῆς γῆς.> Οὐκ ἀνεύθυνον ἐᾷ, μᾶλλον δὲ ὑποφέρει ταῖς δίκαις, τὸν Ἰσραὴλ, τουτέστι, τὰς ἐν τῇ Σαμαρείᾳ φυλάς. ὅτι δὲ καὶ αὐτοὶ πλημμελοῦντες ἀφυλάκτως, μονονουχὶ καὶ δεδαπανήκασι τὴν τοῖς ἀσθενοῦσιν ὀφειλομένην παρὰ Θεοῦ γαληνότητα, παραδείξειεν ἂν ἡ ἐπὶ τρισὶ καὶ τέτταρσιν ἁμαρτίαις ἀποστροφὴ, ἣν ἀνάγκη πεπονθότας ὑποφέρεσθαι τοῖς δεινοῖς, καὶ ἐν παντὶ γενέσθαι κακῷ.

τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ δεδιὼς τὸ χρῆμα, καὶ ὀλέθρου πρόξενον εἰδὼς, ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ”μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.” ἕπεται γὰρ πάντως, καὶ οἱονείπως συνομαρτεῖ ταῖς ἀποστροφαῖς ἡ ὀργή.

Τίνα δὲ δὴ τῶν ἐξ Ἰσραὴλ τὰ ἐγκλήματα, διαγορεύει σαφῶς. καταπεπράκασι γάρ φησιν ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, τουτέστιν, ὀρθὰ καὶ δίκαια λαλεῖν οὐκ ἠνέσχοντο, καὶ συμβαίνουσαν τῷ νόμῳ τὴν ἐφ᾽ ἑκάστῳ τῶν κρινομένων ποιεῖσθαι δίκην. ἀλλ᾽ εἰ συνέβη τυχὸν ἄνδρα δίκαιον, σώφρονα καὶ ἐπιεικῆ, μετριόφρονά τε καὶ ἀφιλόκομπον· νοηθείη γὰρ ἂν τοιόσδε δίκαιός τε ὁμοῦ καὶ πένης ἤτοι πτωχὸς τῷ πνεύματι· παρενεχθῆναι πρὸς κρίσιν ὑπό του τῶν δυνατωτέρων, οὗτος καταπέπραται τοῖς ἐχθροῖς, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος τό “Οὐ λήψῃ ”πρόσωπον ἐν κρίσει·” καὶ πάλιν “Ἀθῷον καὶ δίκαιον οὐκ ”ἀποκτενεῖς.” ὁ γάρ τοι τὸ κρίνειν πεπιστευμένος, καθιεῖταί που πάντως ἐν τάξει Θεοῦ, ᾧ δὴ τὸ κρίνειν καὶ μόνῳ οἰκεῖον. “Εἷς γάρ ἐστιν ὁ νομοθέτης καὶ κριτὴς,” κατὰ τὴν τοῦ ἁγίου φωνήν. οὐκοῦν ὁ τοῦ δικαίου παρασημαίνων τὸν λόγον καὶ εἰς πρόσωπον βλέπων, ὑβριεῖ που πάντως τὸ θεῖον ἀξίωμα, καὶ Θεῷ προσκρούει λέγοντι “Κρῖμα δίκαιον ”κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν “πλησίον αὐτοῦ.” αἰτιᾶται τοίνυν ὡς καταπωλοῦντας ἐχθροῖς τὸν δίκαιόν τε καὶ πένητα, καὶ τοῦτο δρᾶν εἰωθότας ὀλίγων ἕνεκα καὶ εὐτελεστάτων λημμάτων, ἃ καὶ μόλις τοῖς λαβοῦσιν ἀρκέσειεν ἂν πρὸς ὑποδημάτων κτῆσιν.

ἀλλ᾽ ἦν ἄμεινον παρὰ πολὺ τὴν ὀρθότητά τε καὶ τὸ Θεῷ δοκοῦν τιμᾶν ᾑρημένους ταῖς παρ᾽ αὐτοῦ μᾶλλον καταμεθύειν τιμαῖς, καὶ μέντοι καὶ πλοῦτον ἔχειν τὸν ἐξ ἀγαθῆς εὐφημίας. “Αἱρετὸν γὰρ, φησὶν, ὄνομα καλὸν ἢ πλοῦτος πολύς.” ἰστέον δὲ ὅτι καὶ διὰ φωνῆς Ἡσαΐου τοιοῦτόν τι φησὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι τὴν Ἱερουσαλήμ “Τὸ ”ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν “οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ”ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ “κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες·” διὰ δὲ φωνῆς Ἱερεμίου πάλιν “Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ”ἔκρινον.” ἐπάρατον οὖν πανταχῆ τὸ μὴ ὀρθήν τε καὶ ἀδιάβλητον ποιεῖσθαι τὴν κρίσιν, ἀλλ᾽ ἐπαχθῆ τρόπον τινὰ καὶ ἐπ᾽ ἀνισότητι διαβεβλημένην. <Καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν.> Καταδυναστείαν αὐτοῖς καὶ πλεονεξίαν ἐγκαλεῖ καὶ καταιτιᾶται σαφῶς, ὡς ἀνοσίους τε καὶ ἀφιλοικτίρμονας, καὶ οὓς ἦν ἄμεινον καὶ φροντίδος ἀξιοῦν καὶ τιμᾶν ἑλέσθαι, καὶ τοῖς ἐξ ἀγάπης ἐπικουρήμασιν ἀνακτᾶσθαι φιλεῖν, ἐκ τῶν ἐναντίων καὶ ἀδικεῖν εἰωθότας, ἀφορήτοις τε καὶ πικραῖς κατατήκοντας λύπαις, τοὺς τῇ πτωχείᾳ πεφορτισμένους. ἀλλ᾽ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς οἰκεῖον ἀναγράφει πρόσωπον τὰ εἰς αὐτοὺς πραττόμενα. φησὶ γάρ “Ἐφ᾽ ”ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.”

οὐκοῦν οὐ μετρίως Θεῷ προσκρούσομεν, πλεονεκτοῦντες τὸν ἀσθενῆ καὶ “Τύπτοντες μὲν πυγμαῖς ταπεινὸν,” καθὰ γέγραπται, καταπικραίνοντες δὲ ταῖς δυσθυμίαις τοὺς τῇ πτωχείᾳ κατηχθισμένους, καίτοι χεῖρα μᾶλλον ὀφείλοντες ὀρέγειν αὐτοῖς τὴν φιλάλληλον. “Πενία γὰρ, φησὶν, ἄνδρα ”ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι·” γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, ὅτι “Θρησκεία καθαρὰ καὶ ἀμί- ”αντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι “ὀρφανοὺς καὶ χήρας ἐν τῇ ταπεινώσει αὐτῶν, ἄσπιλον ”ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.” <Καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.> Τοῦτο νοήσεις διχῆ· ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι πεφρονήκασιν ὑπέρογκα, καὶ θεοστυγοῦς ἀλαζονείας εἰς τοῦτο ἥκασι μέτρον, ὡς παραιτεῖσθαι καὶ ἀδελφοὺς, εἰ μὴ πλούτῳ περιχέοιντο καὶ λαμπρὰς ἔχοιεν τὰς περιουσίας, μίσει δὲ ὥσπερ ἰέναι καὶ κατὰ ταὐτὸν τοῖς οὐκ ἄγαν ἐξησκηκόσι τὸ φιλοχρήματον πάθος, οἳ καί εἰσι ταπεινοὶ, τὸν εἰκαῖον τοῦ βίου διωθούμενοι σάλον· ἤγουν ὅτι καθηγηταὶ γεγονότες καὶ λαῶν ἡγούμενοι, παρευθύνουσι τὴν ὁδὸν τῶν ἀσθενεστέρων ἤτοι τῶν ταπεινῶν, δῆλον δὲ ὅτι τῶν οἴκοθεν μὲν οὐκ ἐχόντων τὴν τοῦ συμφέροντος εἴδησιν ἀκριβῆ, προσκειμένων δὲ μᾶλλον ταῖς τῶν παιδαγωγούντων φωναῖς. πλείστη δὲ ὅση πληθὺς ἡ τοιάδε.

ζῶσι μὲν γὰρ ἀπεριεργότερον καὶ ἐν ἁπλότητί τινες, ἀπήρτηνται δὲ τῆς τῶν διδασκόντων φωνῆς ἤτοι παιδαγωγίας, καὶ ἥνπερ ἂν μάθοιεν εὖ ἔχειν ὁδὸν, ἀγαπῶσι λίαν. οὐκοῦν οἱ μὲν σοφοὶ καὶ θεοφιλεῖς τῶν καθηγεῖσθαι λαχόντων, τὴν ἐπ᾽ εὐθὺ δεικνύουσι τρίβον, δι᾽ ἧς μάλιστα διάττοντες τὴν ἁνδάνουσαν τῷ Θεῷ κατορθοῦσι ζωήν. οἱ δὲ δὴ μικρὰ τοῦ θείου πεφροντικότες νόμου, παρευθύνουσι τῶν ταπεινῶν τὴν ὁδὸν, ἔξω τοῦ εἰκότος καὶ τοῦ πρέποντος ἀληθῶς γενέσθαι παρασκευάζοντες· ὁποῖόν τι δέδρακεν Ἱεροβοὰμ, ἀναπεπεικὼς προσκυνεῖν ταῖς χειροκμήτοις δαμάλεσι· καὶ ἀποστήσας ὁδοῦ τῆς εἰς εὐθύ τε καὶ ἀγαθῆς, τοῦ προσκεῖσθαί φημι τῷ φύσει τε καὶ ἀληθῶς Θεῷ καὶ Δεσπότῃ.

Ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν οἱ λέγειν οὐ παραιτούμενοι τῷ νηπίῳ τὰς φρένας “Ἐλθὲ μεθ᾽ ἡμῶν, κοινώνησον ”αἵματος ἀδίκου.” ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν καὶ οἱ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παρατρέποντες ἐπί γε τό σφισι δοκοῦν, καὶ σκολιὰν καὶ διεστραμμένην ἰέναι τρίβον τὸν τῶν ἁπλουστέρων ἀναπείθοντες νοῦν· καὶ γάρ ἐστι παρ᾽ αὐτοῖς ὀρθὸν μὲν οὐδὲν, ἐκτετραμμένα δὲ μᾶλλον καὶ ἀκαλλῆ ῥημάτια, καὶ συνθῆκαι λόγων, ἀσεβείας τε ὁμοῦ καὶ ἀμαθίας ἔμπλεα. <Καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν.> Ἐπὶ θερμαῖς καὶ ἀνεπιπλήκτοις ἡδοναῖς καταιτιᾶται πάλιν, καὶ ἁπάσης εὐκοσμίας ἠφειδηκότας ἐφ᾽ ἑνὶ δὴ τούτῳ δέδειχε πλημμελήματι. ἦν μὲν γὰρ ἄμεινον τὸ κατανδρίζεσθαι παθῶν καὶ κατευμεγεθεῖν ἡδονῆς ἐκτόπου καὶ μυσαρᾶς καὶ ἀποκόπτειν ἐπιθυμίας, καὶ τοῖς τῆς σαρκὸς θελήμασιν ἐπιτιμᾶν ἐγνωκότας καὶ κατηρεμεῖν ἀναπείθοντας τὸν ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνοντα νόμον. ἀλλ᾽ ἦσαν ἐκεῖνοι τῆς οὕτω λαμπρᾶς κατόπιν ἀρετῆς, ἥττηντο δὲ τάχα που καὶ τῶν εἰς σάρκα παθῶν.

Εἶτα πῶς οὐ σοφὸν κἂν γοῦν ἐν αἰσχροῖς αἱρεῖσθαι τὸ ἄμεινον, ἐννοεῖν τε ὅτι τῶν ἄγαν ἐκτοπωτάτων, πατρὸς μὲν εὐναῖς ἐπιθρώσκειν υἱὸν, πατέρα δὲ αὐταῖς τοῦ υἱοῦ κοίταις ἀνοσίως ἐπιμαίνεσθαι φιλεῖν, καὶ πρᾶγμα δεινὸν ἑλέσθαι πληροῦν, ὃ καὶ δίχα νόμου τοῦ διὰ Μωυσέως ἡ φύσις οἶδεν αἰσχρὸν, καὶ τοῖς ἐξ ὀργῆς κινήμασι καταδικάζειν ἀξιοῖ; καὶ γοῦν ὁ Ῥουβεὶμ τὴν τοῦ πατρὸς ἀδικήσας εὐνὴν προσκέκρουκεν οὐ μετρίως· ἠγανάκτει δὲ σφόδρα καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ τοιῷδέ τινι πεπραγμένῳ παρά τισι· Κορίνθιοι δὲ οὗτοι· οἷς καὶ ἐπιστέλλει λέγων “Ὅλως ἀκούεται ἐν ὑμῖν ”πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, “ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.” ἀλλ᾽ οὐ μέχρι τούτων ἵστη τὴν ἀγανάκτησιν· παρεδίδου δὲ τὸν ἐργασάμενον “τῷ σατανᾶ, εἰς ὄλεθρον τῆς σαρκός.” βεβηλοῦσι δὴ οὖν τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν οἱ τοῖς τοιοῖσδε πταίσμασιν ἔνοχοι. καὶ οὔ τι που φαμὲν, ὅτι βεβήλωσιν καὶ ἀκαθαρσίαν τῇ θείᾳ προσέτριβον φύσει. πῶς γὰρ ἂν, ἢ πόθεν; δυσφημεῖσθαι δὲ μᾶλλον παρασκευάζουσι τὸν τῶν ὅλων Θεὸν, ὡς βελήλων ἄρχοντα λαῶν. καὶ γοῦν ἔφη που πρὸς Ἰουδαίους “Δι᾽ ὑμᾶς τὸ ὄνομά μου διὰ παντὸς βλασφημεῖται ”ἐν τοῖς ἔθνεσιν.”

ὥσπερ γὰρ ἁγιάζειν λέγονται τὸν Θεὸν οἱ ζῶντες ὀρθῶς, οὕτως ἂν νοοῖντο καὶ βεβηλοῦν οἱ τὴν ἀκάθαρτον καὶ ἀκλεᾶ ἐπιτηδεύοντες πολιτείαν. <Καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν.> Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐχ ἑτέρου του χάριν τοὺς θείους χρῆναι ναοὺς ἐπιτελεῖσθαι διδάσκων, ἢ ὥστε δοξολογεῖν ἐν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, καὶ τὴν αὐτῷ πρέπουσαν ποιεῖσθαι προσκύνησιν, ἐπετίμα ποτὲ τοῖς Ἰουδαίων ἐμπόροις· παρεκόμιζον γὰρ ἐν τῷ ἱερῷ πρόβατά τε καὶ βοῦς καὶ περιστεράς· καὶ δὴ καὶ “ποιήσας φραγέλλιον ”ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ λέγων Γέ- “γραπται Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται.” ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν ὡς “Ἐμνήσθησαν οἱ ”μαθηταὶ, ὅτι γεγραμμένον ἦν Ὁ ζῆλος τοῦ οἴκου σου κατα- “φάγεταί με.” ἐπέπληττε δέ τισι καὶ ὁ θεσπέσιος Παῦλος τοιάδε τινὰ τολμᾶν εἰωθόσι· γράφει γὰρ οὕτω “Μὴ γὰρ ”οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας “τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας.” ἀλυσιτελὲς δὴ οὖν ὁρᾶται πανταχῆ τὸ τοῖς θείοις οἴκοις κατακεχρῆσθαι τολμᾶν, ὡσανεὶ καὶ κοινοῖς καὶ τοῖς ἑκάστῳ προσήκουσιν ἰδικῶς. ποῦ γὰρ ἂν ἔτι τὸ Θεῷ προσῆκον τηροῖτο σέβας, εἰ σαρκὸς ἡδονὰς θεραπεύομεν ἐν ὀφθαλμοῖς αὐτοῦ;

καὶ ἐν οἷς ἔδει λαμπροὺς ὁρᾶσθαι διὰ σεμνότητος, ἐκεῖσε καταγελᾶσθαι κατολισθαίνοντας εἰς τὸ ἀκαλλὲς, καὶ δρᾶν ἐθέλοντας ἃ μὴ θέμις; ὃ δὴ ποιοῦντάς τινας οὐκ ἀμωμήτους ἐᾷ, καὶ σφόδρα εἰκότως. οὐ γὰρ ἀπήλλαττον, φησὶ, περιτανυσμάτων τὸ θυσιαστήριον, ἀλλ᾽ ὑπ᾽ αὐτῶν πεπτωκότες, καταμεθύειν κατετόλμων καὶ τὰ ἡδονῆς ἔργα πληροῦν, ἵνα καὶ ἀκούσειαν Θεοῦ λέγοντος ἐναργῶς “Καὶ ”ἐγὼ μάρτυς, λέγει Κύριος.” τίνος δ᾽ ἂν ἀπόσχοιτο τῶν ἀτόπων κάτοινος ἀνὴρ, καὶ τὰς φρένας παρενηνεγμένος καὶ πρὸς πᾶν ὁτιοῦν εὐκόλως τῶν κακῶν; ἐφορᾷ μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς καὶ “τὰ ἐν τῷ σκότει,” κατὰ τὸ γεγραμμένον, καὶ ἄποπτον αὐτῷ παντελῶς οὐδέν· δοκεῖ δέ πως τὰ ἐν ἐκκλησίαις μάλιστα, μονονουχὶ παρόντος τε καὶ θεωμένου, πράττεσθαι πρὸς ἡμῶν. καὶ εἴπερ ἐστὶ πάναισχρον ἀληθῶς, καὶ τὴν ἐσχάτην ἐκ νόμου κατάῤῥησιν ἔχον, τὸ μεθύειν ὅλως, πῶς οὐ παντὸς ἐπέκεινα λόγου τοῦ πρὸς φαυλότητα βλέποντος, τὸ καὶ ἐν αὐταῖς ἐκκλησίαις ὁρᾶσθαι τοιούτους; καὶ τὸ ἔτι φορτικώτερον, εἰ ἐξ ἀδίκων καὶ πονηρῶν λημμάτων τὰ εἰς τρυφὴν συλλέγοιτο; οἱ τοῦτο δρῶντες ἀκούσονται Θεοῦ λέγοντος ἐναργῶς “Μὴ σπήλαιον λῃστῶν ὁ οἶκός ”μου;” οὐκοῦν τὰ ἑτέρων ἐγκλήματα πρὸς ὠφελείας ἡμῖν ἔσονται πολλῆς, καὶ δι᾽ ὧν ἕτεροι προσκεκρούκασιν, ἀμείνους ἡμεῖς ἐσόμεθα, εἰ παραιτοίμεθα τὰ ἐκείνων.

ἀσφαλέστεροι γὰρ οἱ σώφρονες εἶεν ἂν εἰκότως, εἰ δὴ βούλοιντο διαζῆν ἐννόμως, εἰ μὴ ζηλοῦν ἕλοιντο πονηρούς.

Ἀλλ᾽ εἰ μὲν λέγοιτο πρὸς τὸν Ἰούδαν, ἤτοι τὰς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις Τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, ἔχοιεν ἂν ὀρθῶς τῆς πρὸς ἡμῶν ἀρτίως εἰρημένης θεωρίας ὁ λόγος. εἰ δὲ δὴ φέροιτο καὶ κατὰ τοῦ Ἰσραὴλ τὸ πλημμέλημα, φαίην ἂν, ὅτι οὐκ ἐν τῷ οἴκῳ αὐτοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, οὐδὲ ἐχόμενα τοῦ θυσιαστηρίου αἱ διὰ τῶν περιτανυσμάτων ἐπλέκοντο σκηναὶ, ἤγουν τὰ ἐκ μέθης ἐπράττετο, ἀλλ᾽ ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν, ἵνα λέγοι τὸν Βαὰλ, ἤγουν ἕτερόν τινα τῶν ἐξ ἐπινοίας ἀνθρωπίνης εἰς τύπον εἰδώλου πεποιημένων. πῶς οὖν ἔτι καταλογισθεῖεν ἂν εἰς ἔγκλημα τῷ Ἰσραὴλ, τὸ ἐν οἴκῳ τυχὸν εἰδώλων, καὶ παρ᾽ αὐτὸ τὸ βέβηλον θυσιαστήριον οἴνῳ τε μεθύειν καὶ ἐξυφαίνειν σκηνάς; ὅτι ταῦτα τετιμήκασι, καὶ μέθης ὥσπερ καὶ αἰσχρᾶς ἁπάσης ἡδονῆς ἐργαστήρια τῶν ἐν ὑπολήψει θεῶν ἐποιοῦντο τοὺς ναοὺς, καίτοι δέον ἐφιέσθαι μᾶλλον καθαρῶς καὶ πανάγνως λατρεύειν Θεῷ, καὶ εἰς οἶκον εἰσιέναι τὸν ἅγιον ἀληθῶς, καὶ σεπτὸν ἡγεῖσθαι τὸ θυσιαστήριον.

οἱ δὲ καὶ τὰ οὕτω σεπτά τε καὶ ἀξιάγαστα παρ᾽ οὐδὲν ἡγεῖσθαι σπουδάζοντες, τὰ πολὺ λίαν αἰσχίω τετιμηκότες, καὶ αὐτοῖς ἐμπαροινεῖν ἀπετόλμων τοῖς ἰδίοις θεοῖς, πανταχῆ τὸ θεῖον πατοῦντες ἀξίωμα, καὶ περιυβρίζοντες ἀδεῶς τὴν τῷ μόνῳ καὶ φύσει Θεῷ πρέπουσαν δόξαν, ὅτε καὶ τοῖς ψευδωνύμοις περιθέντες αὐτὴν, οὐδενὸς ἀξιοῦν ἠνέσχοντο λόγου. <Ἐγὼ δὲ ἐξῆρα τὸν Ἀμοῤῥαῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν, καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν.> Ὁρᾶς ὅπως ἀνοσίως περιυβρίζοντας καὶ καταφρονεῖν ἑλομένους ἀποφαίνει λοιπὸν, καὶ ὃν ἔδει μᾶλλον ταῖς χαριστηρίοις εὐφραίνειν ᾠδαῖς καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις, ἀνούστατά τε καὶ ἀβουλότατα λυπεῖν ᾑρημένους, διάτοι τὸ ἐκ πολλῆς ἄγαν σκαιότητος τρόπων, καὶ ὧν εὖ πεπόνθασιν, ἐλάσαι πρὸς λήθην; ἐγὼ μὲν γάρ φησιν ἐξῆρα τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν· τουτέστι, τὰ βάρβαρα καθεῖλον γένη, δι᾽ ἑνός που τάχα τοῦ Ἀμοῤῥαίου καταδηλούμενα, ὡς σκληροῦ τε καὶ ἁδροτέρου· ἐγὼ νικῆσαι παρεσκεύασα τὸν οὕτως ὑπερφυῆ καὶ ἄθραυστον, ὡς δοκεῖν ἤδη πως ἦρθαι μὲν κέδρου πρὸς ὕψος, δρυὸς δὲ τῆς ἄγαν εὐσθενοῦς ἀπομιμεῖσθαι τὴν δύναμιν. ἦν γὰρ οὐχ ἕτερος πλὴν ὅτι μόνος ἐγὼ, φησὶν, ὁ καταμαραίνων αὐτὸν, καὶ καταπλήττων εἰς ῥίζας, μόνον δὲ οὐχὶ καὶ ἀφαυαίνων αὐτοῦ τὸν καρπόν.

ἐπειδὴ γὰρ ὡς περὶ δένδρου λελάληκεν, ἐπιμένει πιθανῶς ὁ λόγος τῇ τροπῇ, καὶ εἰς ῥίζαν αὐτῷ τὸ βλάβος γενέσθαι φησὶν, ἠφανίσθαι δὲ οὕτω καὶ τὸν καρπόν. ἀποθάνοι γὰρ ἂν οὐχ ἑτέρως τὸ ἐν δρυμοῖς ξύλον, πλὴν ὅτι κατὰ τοῦτον τὸν τρόπον. ὅτι γὰρ δεδαπάνηνται, πολεμούντων αὐτοῖς τῶν ἐξ Ἰσραὴλ, Ἀμοῤῥαῖοί τε καὶ Εὐαῖοι, Γεργεσαῖοι καὶ Φερεζαῖοι καὶ Ἰεβουσαῖοι, συνασπίζοντος δῆλον δὲ ὅτι Θεοῦ, ἐνδοιάσειεν ἂν οὐδείς.

Πικρὸν οὖν ἄρα τὸ καταφρονῆσαι Χριστοῦ τοῦ δόντος ἡμῖν “Πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν ”δύναμιν τοῦ ἐχθροῦ,” τοῦ καταστρέφοντος τοὺς ἀνθεστηκότας, καὶ ὑποφέροντος τοὺς εὐσθενεστέρους· “Οὐ γάρ ἐστιν ”ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, “πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ”τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν “τοῖς ἐπουρανίοις.” καὶ τούτων ἁπάντων ἐν Χριστῷ κεκρατήκαμεν. καὶ εἰ μέλλομεν λυπεῖν, ἀποκλίνοντες εἰς τὸ ῥᾴθυμον, τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτὴν, ἀπορήσομεν, οἶδ᾽ ὅτι, καὶ λόγου καὶ ἀφορμῆς ἐξελέσθαι δυναμένης κολάσεως καὶ πυρός. <Καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμοῤῥαίων.> Ἑρμηνεύει σαφῶς ὅπερ ἔφη, καὶ ἀνόπιν ὥσπερ ὁ λόγος ἰὼν, τὰ ἀπ᾽ ἀρχῆς μέχρι τέλους ὡς ἐν βραχέσι καταδηλοῖ. δουλείας μὲν γὰρ ἐξεῖλον, φησὶ, καὶ τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἀπήλλαξα· ἔθρεψά τε κατὰ τὴν ἔρημον, καθιεὶς μὲν ἄνωθεν τὸ μάννα αὐτοῖς, πηγὰς δὲ ὑδάτων θεοπρεπῶς ἀνιεὶς, καὶ ἐξ ἀκροτόμου πέτρας ἀδοκήτων ναμάτων ἐκδρομὰς δωρούμενος. καὶ ἦν ὁ πόνος τῆς ὁδοιπορίας αὐτοῖς οὐκ ἐπὶ μικροῖς, ἀλλ᾽ ἵνα κληρονομήσειαν τῶν Ἀμοῤῥαίων τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην.

οἱ δὲ καὶ πρὸς τοῦτο σκαιότητος ὠλισθήκασιν, ὡς μηδὲ εἰδέναι τάχα που τὴν ἐμὴν περὶ αὐτοὺς ἀγάπησιν καὶ φιλανθρωπίαν.

Μεμνῆσθαι δὴ οὖν ἀναγκαῖον ἡμᾶς τοὺς ἐν Χριστῷ διὰ πίστεως, ὅτι καὶ δουλείας ἀπηλλάγμεθα, καὶ καθάπερ ἐξ Αἰγύπτου μετακεχωρήκαμεν εἰς τὴν ἔρημον, τουτέστιν εἰς πλατεῖαν καὶ καθαρωτάτην ἀληθῶς, καὶ ἀσυμμιγῆ τοῦ χείρονος πολιτείαν, φημὶ δὴ τὴν Εὐαγγελικήν· ἄρτον πεπλουτήκαμεν τὸν ἐξ οὐρανοῦ τὸν ζωὴν διδόντα τῷ κόσμῳ. νευρούμεθα γὰρ ἐν Χριστῷ, καὶ πηγὰς ἀκηράτων ὑδάτων ἐσχήκαμεν τῶν ἁγίων Ἀποστόλων τὰς συγγραφάς· οὕτω γὰρ αὐτὰς καὶ ὁ προφήτης Ἡσαΐας ὠνόμαζε λέγων “Καὶ ”ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτη- “ρίου.” σωτηρίου δὲ πηγαὶ τίνες ἂν εἶεν μᾶλλον ἢ ἐκεῖνοί που πάντως οἱ τὸν σωτήριον ἡμῖν καὶ ζωοποιὸν ἀνιέντες λόγον, καὶ τὸ Χριστοῦ μυστήριον εὐαγγελιζόμενοι, καὶ μυσταγωγοῦντες τὴν ὑπ᾽ οὐρανόν. <Καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν· μὴ οὐκ ἔστι ταῦτα, υἱοὶ Ἰσραήλ; λέγει Κύριος. καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ μὴ προφητεύσητε.> Μέγα πρὸς ὀνειδισμὸν καὶ κατάῤῥησιν τὴν ἐπὶ παντὶ κακῷ, τὸ οἱονείπως ἀχαριστεῖσθαι παρὰ Θεοῦ, τοῦ πάντα ἡμῖν διανέμοντος τά τε εἰς δόξαν καὶ τὰ ζωαρκῆ.

πολλῶν μὲν γὰρ ὄντων κατὰ τὴν οἰκουμένην ἐθνῶν, ἀπόλεκτον ἐποιεῖτο μόνον τὸν Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν εὐκλείας ἐκάλει καὶ ἀνεκόμιζε Θεὸς, ὡς καὶ τῷ τῆς προφητείας ἀξιώματι κατακαλλύνεσθαί τινας τοὺς τὸν εὐαγῆ τε καὶ ἐννομώτατον ἀγαπῶντας βίον, παραλαμβάνεσθαι δὲ καὶ εἰς ἁγιασμὸν τοὺς ἐν αὐτοῖς νεανίσκους, τουτέστι, τοὺς ἁδροτέρους τὸ φρόνημα, καὶ νοητὴν ἔχοντας εὐρωστίαν. ἡγιάζοντο γάρ τινες κατὰ νόμον, οἱ ἐπίκλην Ναζιραῖοι, τρέφοντες τρίχα κόμης αὐτῶν τῷ Κυρίῳ, οἶνον καὶ τὰ ἐξ αὐτοῦ, ὄξος δὴ λέγω καὶ σταφυλὴν καὶ σταφίδα καὶ γίγαρτον παραιτούμενοι, ἀποφοιτῶντες δὲ λίαν καὶ νεκρῶν σωμάτων. καὶ βαθὺς μὲν ὁ λόγος ὁ περὶ τούτων ἐστί. πλὴν ἐτίμα Θεὸς καὶ εἰς προφήτας, ὡς ἔφην, καὶ εἰς τὸ ἁγιάζεσθαι τυπικῶς ἀναφέρων τοὺς ἐξ αὐτῶν. οἱ δὲ καὶ τὴν οὕτω λαμπράν τε καὶ ἀξιόληπτον δόξαν ἐκτόπως ἀποσπουδάζοντες, ἐπότιζον οἶνον τοὺς ἡγιασμένους, τουτέστι τοὺς εὐχὴν ἔχοντας ἐφ᾽ ἑαυτοῖς ἁγιασμοῦ. ἀνέπειθον γὰρ καὶ αὐτοῦ τοῦ ἁγιάζεσθαι καταφρονεῖν, πάντως που λέγοντες, οὐδὲν εἶναι παντελῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀνόνητον ἀνθρώποις τὸ ἁγιάζεσθαι θέλειν, καὶ πληροῦν ἐπὶ τούτῳ τὰ νενομισμένα. εἰ γὰρ καὶ ἦν ἐν σκιαῖς ὁ νόμος, ἀλλ᾽ οὐκ ἐστέρητο παντελῶς τῶν τῆς ἀληθείας δογμάτων· ἐναστράπτει γὰρ τοῖς τύποις τῆς εὐσεβείας ἡ μόρφωσις.

τὸ δὲ καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις ἐπιτιμᾶν, ἀποσειομένων ἐστὶ παντελῶς τὸν τοῦ Θεοῦ λόγον, καὶ παιδεύεσθαι μὴ ἀνεχομένων, καὶ ἠγνοηκότων ὅτι τετίμηνται, εἴπερ ὄντες ἐξ αὐτῶν παρελήφθησαν εἰς κοινολογίαν τὴν ὡς πρὸς Θεόν. προσεπερωτᾷ δὲ διὰ μέσου καί φησι Μὴ οὐκ ἔστι ταῦτα υἱοὶ Ἰσραὴλ, λέγει Κύριος; ἆρα, φησὶ, καὶ τῶν οὕτως ἐναργῶν πραγμάτων καθοριεῖτε τὸ ψεῦδος; ἆρα μαρτύρων δεήσει Θεῷ πρὸς τὸ ἐλέγχειν ὑμᾶς, καὶ τὰ οὕτως ἐμφανῆ συκοφαντεῖν ᾑρημένους; χρὴ τοιγαροῦν ἁγιάζεσθαι, καὶ λογισμῷ πεπηγότι προσεδρεύειν Θεῷ τὰς τῶν πονηρῶν οὐ προσιεμένους γνώμας. “Φθείρουσι γὰρ ἤθη χρηστὰ ”ὁμιλίαι κακαὶ,” καὶ ἀποφέρουσιν ἁγιασμοῦ τε καὶ ἁπάσης ἐπιεικείας τῶν φιληδόνων οἱ λόγοι. οὐκοῦν προσκεισόμεθα μᾶλλον ἡμεῖς ταῖς τῶν θεηγόρων φωναῖς, οἷς καὶ αὐτὸς ὁ Σωτὴρ ἐπιμαρτυρεῖ, λέγων “Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ”ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.” <Διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης.> Ἁμάξαις τὰ ἐξ ἀγρῶν καὶ ὅσα πληροῖ τὴν ἅλω, μετακομίζειν ἔθος τοῖς ἀρχαιοτέροις, σώζεται δὲ καὶ εἰς δεῦρο τὸ χρῆμα παρά τε τοῖς τὴν ἑῴαν καὶ τὴν ἑσπέριον κατοικοῦσι γῆν. κυλίονται δὲ ὁμοῦ τοῖς ἄξοσιν οἱ τροχοὶ, βαρύ τι καὶ δυσηχὲς ἀποτριζόντων τῶν ξύλων, καὶ μονονουχὶ κατακεκραγότων τῶν ἐπικειμένων αὐτοῖς φορτίων.

ἔσομαι τοίνυν καὶ αὐτὸς ἐγὼ, φησὶν, ὁ πάντων Δεσπότης, ὡς τὸ κυλίον ὑπὸ τὴν ἅμαξαν, τουτέστιν ὁ ἄξων· αὐτὸς γὰρ, ὡς ἔφην, ἑαυτῷ συγκυλίει τοὺς τροχοὺς, ἐμπεπηγότας τε καὶ ἐνηρμοσμένους ἔχων. κατακεκράξομαι δὲ ὥσπερ τῶν ἠσεβηκότων, οὐκ ἔτι φέρειν δυνάμενος τῶν πλημμελημάτων τὸ δυσαχθές. “Ἀπεώσαντο γὰρ τὸν νόμον Κυρίου, τὰ δὲ προστάγματα ”αὐτοῦ οὐκ ἐφυλάξαντο, ἀλλ᾽ ἐπλάνησε μὲν αὐτοὺς τὰ “μάταια αὐτῶν, ἃ ἐποίησαν οἱ πατέρες αὐτῶν,” ἐπελάθοντο δέ μου τοῦ ἐξαγαγόντος ἐκ γῆς Αἰγύπτου, τοῦ ἐξάραντος τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν, τοῦ λαβόντος ἐκ τῶν υἱῶν αὐτῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων αὐτῶν εἰς ἁγιασμόν. ἀλλὰ τετίμηκα μὲν ἐγὼ, καθίκοντο δὲ δυσβουλίας εἰς τοῦτο αὐτοὶ, ὡς “Τὰ ἱμάτια αὐτῶν δεσμεύοντες ”σχοινίοις παραπετάσματα ποιεῖν ἐχόμενα τοῦ θυσιαστη- “ρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν πίνειν ἐν τῷ οἴκῳ τοῦ ”Θεοῦ αὐτῶν,” καὶ ποτίζειν μὲν “οἶνον τοὺς ἡγιασμένους, ”ἐντέλλεσθαι δὲ τοῖς προφήταις καὶ λέγειν Οὐ μὴ προ- “φητεύσητε.” ταῖς οὖν τοιαύταις ὑμῶν ἀσεβείαις μονονουχὶ καὶ πεφορτισμένος, ὡς ἄξων ὑπὸ τὴν ἅμαξαν, ἣ καλάμης ἐστὶ καὶ δραγμάτων ἔμπλεως, πλείστην ὅσην ποιήσομαι τὴν καταβοήν. καὶ τί τὸ ἐντεῦθεν ἐσόμενον βλάβος, ἢ ποῖα πάλιν αὐτοῖς συμβήσεται πάθη, διατρανοῖ μὲν εὐθὺς ἐν τοῖς ἐφεξῆς.

Πλὴν ἐκεῖνο εἰπεῖν ἀναγκαῖον, ὅτι πάνδεινον ἀληθῶς τὸ παροξύνειν Θεὸν, καὶ εἰς τοῦτο φαυλότητος κατολισθῆσαι λοιπὸν, ὡς ἀφόρητον αὐτῷ γενέσθαι τὴν παρ᾽ ἡμῶν ἁμαρτίαν, καίτοι χρηστῷ τε καὶ ἀγαθῷ καὶ ἡμερωτάτῳ λίαν ὑπάρχοντι κατὰ φύσιν. δεῖ δὴ οὖν ἄρα παραιτεῖσθαι μὲν ὅτι μάλιστα φιλεῖν τὸ προσκρούειν αὐτῷ· εἰ δὲ δή τι γένοιτο καὶ παθεῖν ἀνθρώπινον, μὴ ὁρᾶσθαι μελλητὰς εἰς μετάγνωσιν, μήτε μὴν εἰς αὔξην ἰέναι παραχωρεῖν τοῖς διεπταισμένοις, νήψει δὲ μᾶλλον ἁγιοπρεπεῖ χρωμένους ἀνασειράζειν αὐτὰ, καὶ μετακομίζειν ἐπείγεσθαι πρὸς τὸ ἄμεινον ἠῤῥωστηκότα τὸν νοῦν.

ἀνεξικακήσει γὰρ οὕτως Θεὸς, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἐπιδώσει τὸν ἔλεον. <Καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.> Οὐδὲν ἀνασώσει, φησὶν, ἐν ἡμέραις ὀργῆς τοὺς προσκεκρουκότας· οὐ ποδῶν ὀξύτης τὸν δρομικώτατον ἀπαλλάξει τῶν κακῶν· οὐ σώματος ῥώμη τὸν εὐσθενῆ· οὐκ ἐμπειρία πολεμικὴ τὸν εἰδότα τὰ τακτικὰ καὶ τὸ τοξεύειν ἄριστα μεμελετηκότα καὶ ἐπὶ τούτῳ τεθαυμασμένον· ἀνόνητος δὲ τοῖς χρωμένοις καὶ ἡ τῶν ἵππων ταχύτης, καὶ αὐτὸ δὴ πρὸς τούτῳ τὸ τὴν ἱππόκροτον εἰδέναι μάχην. ἀλλ᾽ ἕκαστος τούτων εὑρήσει φησὶ τὴν ἑαυτοῦ καρδίαν ἐν δυναστείαις, τουτέστι, καταδεδυναστευμένην τοῖς δείμασι καὶ παραχωροῦσαν ἀμαχεὶ τοῖς καταδῃοῦν ἐθέλουσι τὸ νικᾶν. ἔσται γὰρ τότε δειλία μὲν τῶν ἐξ Ἰσραὴλ, τοσαύτη δὲ δυναστεία τῶν Βαβυλωνίων, ὥστε καὶ διώκειν δύνασθαι τὸν γυμνὸν, τουτέστι, κατισχύσαι τῶν ἐν ὅπλοις, κἂν εἴ τις ἀθώρηκτος εἴη τῶν Βαβυλωνίων· καὶ διώκειν δύνασθαι τοὺς ἐν παντευχίαις τὸν ἄοπλόν τε καὶ ἄσκευον.

Οὐκοῦν Θεοῦ κατασείοντος εἰς ἀσθένειαν οὓς ἂν ἕλοιτο κακοῦν, ἐπικουρήσειεν ἂν οὐδέν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ἑτεροτρόπως ἡμῖν εἰρημένον “Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει· οὐδὲ ἐν ταῖς ”κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ,” καὶ πάλιν “Ψευδὴς ἵππος ”εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.” ἀνόνητα γὰρ τὰ τοιάδε παντελῶς, μὴ συναθλοῦντος Θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος, ὁ νεῦρα διδοὺς τοῖς ἠσθενηκόσι, καὶ ἀπονευρῶν τοὺς λελυπηκότας, καὶ σὺν αὐτῷ “διώξεται μὲν εἷς χιλίους, δύο δὲ αὖ μετακινήσουσι ”μυριάδας,” δαπανηθήσεται δὲ πληθὺς πολλὴ καὶ ἀμέτρητος δύο που τάχα καὶ τριῶν ἀνθεστηκότων, εἰ μὴ ἐπαμύνοι Θεός.

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. <Ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησε Κύριος ἐφ᾽ ὑμᾶς, οἶκος Ἰσραὴλ, καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς, διὰ τοῦτο ἐκδικήσω ἐφ᾽ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν.> Κατὰ παντὸς ἂν νοοῖτο τοῦ Ἰσραὴλ γεγονὼς ὁ λόγος, οὐκ ἀνὰ μέρος ἔτι τιθεμένου τοῦ Ἰούδα καὶ τοῦ Ἐφραΐμ, ἀλλ᾽ εἰς ἓν ὥσπερ συνειλεγμένου τοῦ παντὸς γένους· ἀνεκομίσθη γὰρ ἐξ Αἰγύπτου πᾶσα φυλὴ τῶν ἐξ Ἰσραήλ. οὐδενὸς οὖν ἔξω τεθέντος, ἀκοῦσαι προστέταχε τὰ παρὰ Θεοῦ. τίνα δὲ ἦν καὶ τάδε; μύριαι μὲν γάρ εἰσιν ὅσαι, φησὶν, ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν πόλεις τε καὶ χῶραι, καὶ ἀριθμοῦ κρείττους οἱ ἐν αὐταῖς, ἀλλ᾽ ὑμᾶς ἐκ πάντων τοὺς ἐξ Ἰσραὴλ ἀπολέκτους ἐποιησάμην, ἐμαυτὸν ἐναργῆ κατέστησα διὰ πολλῶν θαυμάτων, ἐξειλόμην πικρᾶς καὶ ἀφορήτου δουλείας, ζηλωτοὺς ἀπέφηνα καὶ τρισμακαρίους, πεπαιδαγώγηκα νόμῳ πρὸς τὸ ἀρέσκον ἐμοὶ, ἀνετείχισα ταῖς ἐπικουρίαις, εἰσκεκόμικα δὲ καὶ εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ἐπειδὴ δὲ μόνοι, φησὶν, ἐκ πάντων τῆς οὕτω περιφανοῦς ἠξιωμένοι χάριτος λυποῦντες οὐ κατελήξατε καὶ προσκεκρούκατε πολυτρόπως, ταύτῃτοι λοιπὸν τοὺς τῆς ἀπονοίας ὑμᾶς ἐξαιτήσω λόγους, οὐκ ἀνέξομαι πλημμελούντων ἔτι καὶ ἀνεπιτίμητον ἐχόντων τὴν εἰς τοῦτο ῥοπήν.

Οὐκοῦν ὀλέθρου πρόξενον παντί τῳ λοιπὸν τὸ καταφρονῆσαι Θεοῦ καὶ δεσποτικῶν ἀλογῆσαι θελημάτων, τοῖς ἐπεγνωκόσιν αὐτὸν, ἢ καὶ ἐγνωσμένοις παρ᾽ αὐτοῦ κατά γε τὸν τῆς πνευματικῆς οἰκειώσεως τρόπον. καὶ γοῦν ὁ σοφώτατος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, εἶτα νοσοῦσι τὸ ἄναλκι, καὶ ἀνόπιν ὥσπερ ἰέναι προτεθυμημένοις ἐπιστέλλει λέγων “Νυνὶ δὲ γνόντες Θεὸν, ”μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε ἐπὶ τὰ “ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου οἷς πάλιν ἄνωθεν ”δουλεύειν θέλετε;” ᾔδει μὲν γὰρ αὐτοὺς καὶ πρό γε τῆς πίστεως ὁ Δημιουργός· ἀγνοεῖ γὰρ ὅλως τῶν ὄντων οὐδέν· ἀλλ᾽ ἐν τούτοις, ὡς ἔφην, ὑποσημήνειεν ἂν ἡ γνῶσις εὖ μάλα τὴν πνευματικὴν οἰκειότητα. <Εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;> Βαθὺ μὲν τὸ αἴνιγμα καὶ ἀμυδρὸς ὁ λόγος· πλὴν ἐροῦμεν ὡς ἔνι. κατῃτιᾶτο τοίνυν τὸν Ἰσραὴλ, ὅτι “τοῖς προφήταις ”ἐνετέλλοντο λέγοντες Οὐ μὴ προφητεύσητε.” καὶ διὰ ποίαν αἰτίαν ἐπετίμων ἀφυλάκτως ταῖς τῶν ἁγίων φωναῖς, εἰπεῖν ἀναγκαῖον. ἐπειδὴ γὰρ ἀπήγγελον τὰ ἐξ ὀργῆς ἐσόμενα σκυθρωπὰ, καὶ τὰ δι᾽ ὧν ἦν εἰκὸς ἑαυτῶν ἀμείνους ἔσεσθαι τοὺς ἡμαρτηκότας δεδιότας που τάχα τῶν λαληθέντων τὴν ἔκβασιν, ἐμελέτων τὴν ἀντίστασιν καὶ ἀντέπραττον αὐτοῖς, οἱ τῶν ἀγελαίων τὸν νοῦν, ἐφ᾽ ἃ μὴ προσῆκεν, ἀποκομίζειν εἰωθότες, καὶ πλανῶντες τοὺς ὑπεζευγμένους.

ἐπετίμων μὲν γὰρ τοῖς προφήταις, ἀπεδέχοντο δὲ τοὺς πεπλανημένους, ὡς τὴν εὐθείαν ἰόντας τρίβον. τοιγάρτοι διὰ φωνῆς Ἡσαΐου φησὶν ὁ Θεός “Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ”ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν.” ἐπετίμα δὲ καὶ Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ Ἀμὼς τῷ Προφήτῃ λέγων “Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα ”καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις, εἰς δὲ Βαιθὴλ “οὐκ ἔτι οὐ μὴ προσθῇς τοῦ προφητεῦσαι.” οἱ δέ γε τοῖς προφήταις ἀνθεστηκότες, ἐκ πολλῆς ἄγαν σκαιότητος καὶ δυστροπίας δεινῆς, εὐάφορμον ὑπεπλάττοντο τὴν ἀντίστασιν, ἐκεῖνο λέγοντες Οὐκ ἀπέσταλκέ σε ὁ Κύριος. καταιτιᾶται τοίνυν αὐτοὺς, ὅτι τοὺς παρ᾽ αὐτοῦ προφήτας οὐ τοὺς ἄνωθεν ἔφασκον καὶ παρὰ Θεοῦ διακομίζειν λόγους· ᾤοντο δὲ μᾶλλον τὰ ἀπὸ τῆς σφῶν ἐρεύγεσθαι γνώμης, ἕτερά τε αὖ παρὰ τὰ δοκοῦντα λαλεῖν τῷ τῶν ὅλων Δεσπότῃ. ταύτῃτοί φησιν Ὦ ἀσύνετοι καὶ παράφρονες, ἆρά τινες ἐξ ὑμῶν γενήσονται φίλοι, καὶ τὴν αὐτὴν βαδιοῦνται τοῦ βίου τρίβον, οὐκ ἐγνωκότες ἑαυτοὺς ἤγουν ἀλλήλους, τουτέστιν, εἰ μὴ ἀλλήλους τεθέανται ἰσοτρόπους τε καὶ ὁμογνώμονας; “Πᾶν γὰρ ζῶον ”ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολλη- “θήσεται ἀνήρ.” καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, πῶς ἂν ἐδεξάμην τοὺς προφήτας οἱονείπως εἰς φιλίαν καὶ ἀγάπησιν, ἅγιος ὢν αὐτὸς, εἰ μὴ καὶ αὐτοὶ γεγόνασιν ἅγιοι;

πῶς οὖν διώκετε τοὺς ἁγίους, οἷς καὶ τοὺς ἐμοὺς τεθάῤῥηκα λόγους, οὓς προσηκάμην ὡς ἀγαθοὺς, οἱονεὶ τὴν αὐτὴν ἐμοὶ βαδίζοντας τῶν θελημάτων ὁδόν; ὃ γὰρ ἂν βουλοίμην ἐγὼ, τοῦτο καὶ αὐτῶν ἐστι θέλημα. οὐκοῦν τὸ προφήταις ἐπιτιμᾶν, οὐδὲν ἕτερόν ἐστιν, ἢ κατ᾽ ἐμοῦ λοιπὸν ποιεῖσθαι τὴν ἐπίπληξιν. τοιοῦτόν τι καὶ ὁ Σωτὴρ τοῖς ἁγίοις μαθηταῖς εἴρηκεν “Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχό- ”μενος, δέχεται τὸν ἀποστείλαντά με.” προσέταττε δὲ τοῖς ἐξωθουμένοις καὶ αὐτὸν ἀπομάττεσθαι τὸν κονιορτὸν τῶν ποδῶν, εἰπών “Ὅτι ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ ”κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.” προσίεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς τὰ Θεοῦ πρεσβεύοντας, καὶ τὰ αὐτοῦ δοκοῦντα διαπορθμεύοντας εἰς ἡμᾶς, ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ἐπιστέλλων καὶ λέγων “Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ”ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν, δεόμεθα ὑπὲρ “Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.” <Εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι;> Οἱ τὰ τῶν θηρίων πολυπραγμονοῦντες ἔθη, φασὶ τὸν λέοντα τροφῆς ἐν ἐνδείᾳ γεγονότα περιφοιτᾶν εὐσθενῶς ὄρη τε καὶ νάπας καὶ δρυμοὺς, τῇδέ τε κἀκεῖσε τὸν ὀφθαλμὸν περιστρέφοντα, καί τι τῶν ἐν ὕλαις βοσκομένων ζητοῦντα λαβεῖν.

ἐπειδὰν δὲ θεάσηταί τι τῶν ἐπιτηδείων εἰς τροφὴν, εἶτα γένηται πλησίον, δεινόν τι καὶ δυσηχὲς βρυχώμενον ποιεῖσθαι τὴν ἔφοδον. εἰ δὲ δὴ καὶ ἀποκομίζοιτο τοῖς σκύμνοις τὰ εἰς τροφὴν, εἶτα γένοιτο τῆς μάνδρας ἐγγὺς, ἀναθρώσκουσι κἀκεῖνοι, καὶ σὺν βοῇ λαβόντες σπαράττουσι. τί τοίνυν, φησὶν, αἰτιᾶσθε Θεὸν, ὅτι πρὸ τῆς τῶν δεινῶν ἐφόδου ποιεῖται τὴν ἀπειλήν; τί δὲ καὶ αὐτοῖς τοὺς ὀδόντας ἐπιτρίζετε τοῖς προφήταις, ὅτι καὶ αὐτοὶ τῆς ὑμετέρας ἀσεβείας κατακεκράγασιν; ἐγὼ μὲν γὰρ ἔοικα λέοντί φησι, τῷ πρὸ θήρας εἰωθότι βοᾶν, μόνον δὲ οὐχὶ καὶ προαπειλοῦντι τὴν ἔφοδον, σκύμνοι δὲ ὥσπερ εἰσὶν οἱ προφῆται τὸ ἐμὸν ἔθος ἀπομιμούμενοι· κατακεκράγασι γὰρ, ὡς ἔφην, τῶν δυσσεβεῖν εἰωθότων. ἀλλ᾽ ὥσπερ τοῖς ἐν ὄρεσι ζῴοις οὐκ ἀκερδὴς παντελῶς ἡ προαναφώνησις τοῦ θηρὸς, κατασοβοῦσα πρὸς φυγὴν πρὶν ἁλῶναι τυχὸν, οὕτω καὶ τοῖς ἁμαρτάνουσι χρησιμωτάτη λίαν ἡ πρὸ τῶν δεινῶν ἀπειλή τε καὶ προαγόρευσις, μεθιστᾶσα πρὸς μετάγνωσιν καὶ ἀποφυγὴν τῶν ἐπηρτημένων. λέοντι δὴ οὖν ἑαυτὸν παρεικάζει Θεὸς οὐ πρότερον ἐπιθρώσκοντι καὶ τὰ ἐξ ὀργῆς ἐπάγοντί τισιν, εἰ μὴ προαναφάνοι τὴν ἀπειλὴν, ἵνα καὶ μετανοοῦντες σώζοιντο, πρὸ τῆς τῶν δεινῶν ἐφόδου φάρμακον ὥσπερ εἰς σωτηρίαν δεχόμενοι τῶν ἐσομένων τὴν προαγόρευσιν. <Εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ;

εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι;> Πεποίηται μὲν ὡς ἐξ ὁμοιώσεως καὶ νῦν ὁ λόγος. ἰξευταὶ μὲν γὰρ τὰ ἐν φυτοῖς ἱζήσαντα τῶν στρουθίων εὐτεχνέστατα καταφέρουσι, παγίσι δὲ αὖ συνθλῶσί τινες τὸ ἁλισκόμενον. ἔοικε δὲ ὁ λόγος αἰνίττεσθαι νυνὶ διὰ μὲν τῶν στρουθίων τοὺς τὰ ὑψηλὰ φρονεῖν εἰωθότας, τοὺς ἀλαζόνας τὸν νοῦν καὶ μετεώρους τὰς φρένας, καὶ τὸ συναπάγεσθαι τοῖς ταπεινοῖς οὐκ ἀνεχομένους· διὰ δὲ τῶν ἐν παγίσιν ἁλισκομένων τῶν ἐπιγείων τοὺς ἐραστὰς, καὶ μόνα ζητοῦντας τὰ σαρκικὰ καὶ καταπιαίνοντα. ἰξευτῇ δὲ καὶ παγίδι πάλιν ἑαυτὸν παρεικάζει Θεὸς, κατακομίζοντι μὲν εἰς τὴν γῆν τοὺς ὑπερηφάνους, συνθλῶντι δὲ ὥσπερ καὶ ἀγρεύοντι πρὸς τιμωρίαν τοὺς μόνα φρονοῦντας τὰ ἐπὶ τῆς γῆς. ἀλαζόνες δὲ ἦσαν οἱ ἐξ Ἰσραὴλ, καταφρονοῦντες Θεοῦ καὶ προφήτας παρωθούμενοι καὶ ἀτιμάζοντες νόμον· ἦσαν δὲ οὐδὲν ἧττον καὶ γλίσχροι λίαν περὶ τὰ ἐν κόσμῳ πράγματα, καὶ μόνα ἐπιζητοῦντες τὰ ἐπὶ τῆς γῆς, ὧν καὶ ταῖς ἐκτόποις ἐπιθυμίαις ἡττημένοι, τὸν τοῦ Θεοῦ λόγον οὐ προσίεντο, ἀντεπράττοντο δὲ τοῖς καλοῦσιν εἰς ἀρετήν. ἔφασκον γὰρ τοῖς ἁγίοις προφήταις “Ἀλλὰ ”ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.”

εἴπερ οὖν ἐγώ εἰμι, φησὶν, ὁ ἐν ἰξευτοῦ τρόπῳ καταφέρων τοὺς ὑπερηφάνους, καὶ ὡς ἐν τάξει παγίδος συνθλᾶν εἰωθὼς τὸν ἀλώπεκος δίκην ἢ μυὸς γλίσχρως ἔχοντα πρὸς τὰ ἐν κόσμῳ πράγματα, τί μάτην διώκετε τοὺς ἁγίους, ὅτε μόνους εἰς ὑμᾶς διακομίζουσι λόγους, ἐμοῦ πληροῦντος τὰ ἐξ ὀργῆς τοῖς δυσσεβοῦσιν ἐπεῤῥιμμένα; <Εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν;> Ἐγὼ μὲν, φησὶν, ἐπάγω τὰ ἐξ ὀργῆς, χρήσιμοι δὲ καὶ μεσῖται πρὸς μόνους εἰσὶν οἱ προφῆται τοὺς λόγους. διαπορθμεύουσι γὰρ εἰς ὑμᾶς ἅπερ ἂν αὐτοῖς ἐντείλωμαι διὰ τοῦ Πνεύματος. ἀλλ᾽ ὀλιγωρεῖτε τάχα που καὶ ἀλύετε σφόδρα καὶ πρὸς μόνους τοὺς παρ᾽ αὐτῶν ἔσθ᾽ ὅτε λόγους. τί γὰρ ὅλως, εἰπέ μοι, διὰ τούτων ὠφελεῖσθε; ποῖος ὑμᾶς εἰσέδυ φόβος; ἢ τίνα μεταβολὴν ἐσχήκατε πρὸς τὸ ἄμεινον; ἐν πόλει μὲν γὰρ εἰ ἀναφωνήσειε σάλπιγξ, τὸν παρ᾽ ἐχθρῶν ἥκοντα καὶ κεκινημένον περιαγγέλλουσα πόλεμον, τίς οὕτως ἀνάλγητος, ὡς μὴ πάντη τε καὶ πάντως τὸν ἐκ τῶν ἐσομένων κακῶν ὑποδέξασθαι φόβον; αἱ δὲ ἐμαὶ σάλπιγγες οὐ διαλελοίπασι προαναφωνοῦσαι τὰ μέλλοντα.

ἀλλ᾽ ὠφελεῖσθε μὲν παντελῶς οὐδὲν, μανθάνοντες δὲ ὅτι καταδῃωθήσεσθε παρ᾽ ἐχθρῶν, κατευμεγεθεῖτε λίαν τῶν εἰς τοῦτο δειμάτων, ὡς τάχα που καὶ διαγελᾶν, ὡς εἰκαῖόν τι χρῆμα, τὴν προαγόρευσιν, καὶ μὴν κἀκεῖνο βοᾶν τὸ σύνηθες καὶ τοῖς ἀπονοουμένοις ἐντριβές “Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς ”ἡμέρας πολλὰς καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει.” τί οὖν ἡγεῖσθε φορτικοὺς τοὺς οἱονεὶ σαλπίζοντας, εἰ μηδὲν ἡγεῖσθε τοὺς λόγους; ἀλλ᾽ ἴσως ἐκεῖνό φατε, ὡς οὐ μετρίως καταλυπεῖ τῶν πραγμάτων ἡ ἔκβασις. ἆρα οὖν ἔσται κάκωσις ἐν πόλει τυχὸν, ἣν Κύριος οὐκ ἐποίησεν; ὅμοιον ὡς εἰ λέγοι Μὴ ἆρά τις ἔσται τῶν ἐν ἀνθρώποις ἱκανὸς εἴς γε τὸ δύνασθαι κακῶσαι πόλιν ἢ νόσοις ἢ πολιορκίαις ἢ καρπῶν καταφθοραῖς ἢ καὶ καθ᾽ ἕτερόν τινα τοιοῦτον τρόπον; εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς τὰ τοιάδε δράσειεν ἂν, κεῖται δὲ μᾶλλον ἐν ἐξουσίᾳ καὶ δυνάμει Θεοῦ, τί τοῖς προαγγέλλουσι χαλεπαίνετε; καίτοι μεταγνῶναι δέον, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκμειλίσσεσθαι τὸν λελυπημένον καὶ κακοῦν ἰσχύοντα τοὺς ἡμαρτηκότας. κακίαν δὴ οὖν ἐν τούτοις νοήσομεν παρὰ Θεοῦ γινομένην ἐν πόλεσι, οὐ φαυλότητα· μὴ γένοιτο· κάκωσιν δὲ μᾶλλον, ἤτοι τὴν ἐφ᾽ ὁτῳοῦν ὀργήν τε καὶ κίνησιν, ἣν τοῖς ἁμαρτάνουσιν ἐπαρτήσειεν ἂν, ἐπιστρέφειν ἀναπείθων ἐπὶ τὰ πρεπωδέστερα.

γέγραπται γὰρ ὅτι “Ἐν κημῷ καὶ ”χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων “πρὸς σέ.” ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς, καὶ “πάντας ἀνθρώ- ”πους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,” καταβιάζεταί πως τοῖς ἐξ ὀργῆς ἐπὶ τὸ ἄμεινον, καὶ μεθίστησιν εὐσθενῶς ἔσθ᾽ ὅτε τοῖς δείμασι καὶ ταῖς ἀπειλαῖς, οὓς οὐκ ἀναπείθει λόγος καὶ ἡ τῶν συμφερόντων ὑφήγησις. <Διότι οὐ μὴ ποιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας· λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλάλησεν, καὶ τίς οὐ προφητεύσει;> Οὐχ οἱ προφῆται, φησὶ, τὰ ἐξ ὀργῆς ἐπάγουσι· πόθεν; ἄνθρωποι γὰρ καὶ αὐτοὶ καθ᾽ ὑμᾶς ὑπάρχουσι τὴν φύσιν, τετίμηνται δὲ παρὰ Θεοῦ τῷ πάντα μανθάνειν, ἃ ἂν βούλοιτο πληροῦν, καὶ πόλεσί τε καὶ χώραις ἐπάγειν ἢ ἀγαθὰ τυχὸν ἢ τὰ λυπεῖν εἰωθότα. ἀλλ᾽ ἴσως πρὸς τοῦτό φατε Μανθανέτωσαν εἰ δοκεῖ, πλουτείτωσαν παρὰ σοῦ τῶν ἐσομένων τὴν γνῶσιν, διατρανούσθω πάντα αὐτοῖς τὰ μυστήρια· λαλείτωσαν δὲ μηδενὶ, μήτε μὴν ταῖς τῶν ἀποσειομένων αὐτοὺς ἀκοαῖς ἐνηχείτωσάν τινα. τί οὖν πρὸς ταῦτα παρὰ Θεοῦ; Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται;

εἰ γὰρ ἐν τῷ βρυχᾶσθαί φησι τὸν λέοντα, τὸ παναλκέστατον τῶν θηρίων, οὐκ ἂν γένοιτό τις ἀτεράμων οὕτως καὶ σοβαρὸς, ὡς μὴ εἰσδέξασθαι πτοίαν, πῶς ἂν Θεοῦ λαλοῦντος τοῦ πάντων ἐπέκεινα, καὶ ἀπαγγέλλειν αὐτοῖς προστάττοντος ἃ μανθάνουσιν, οὐκ ἂν ἔδεισαν τὸν προστεταχότα; οὐ γάρ εἰσι καθ᾽ ὑμᾶς καταφρονηταὶ καὶ ἄτεγκτοι, καὶ ἐν μηδενὶ ποιούμενοι λόγῳ τὰ τῷ πάντων δοκοῦντα Δεσπότῃ. πανταχῆ τοιγαροῦν ἀσφαλίζεται τοὺς ἁγίους, καὶ ἀποσοβεῖ τῶν προφητῶν τὰς ἐκ τῶν ἐθελοκακούντων βλάβας. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ τῆς καθηκούσης φροντίδος ἀξιοῦν. τὸ γὰρ ἐκ μέσου ποιεῖσθαι τοὺς ἰατροὺς, ἕτερον οὐδὲν ἂν εἴη ἢ ἀνεπικουρήτους ἀποτελεῖν τοὺς ἠῤῥωστηκότας. τοῦτό τοι καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ προαναφωνεῖ λέγων “Μὴ ἅπτεσθε τῶν ”χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε,” καὶ πρὸς αὐτοὺς δέ που φησί “Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν, ”ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.” ἀδικήσει γὰρ οὐ μετρίως τὴν ἑαυτοῦ ψυχὴν ὁ ταῖς τῶν ἁγίων κεφαλαῖς ἐπιτρίζων τοὺς ὀδόντας καὶ ἀνοσίως ἐπιφυόμενος καί τι καὶ τῶν ἐκτόπων ἐπάγειν οὐ παραιτούμενος. <Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας, καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ.

καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ τὴν ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.> Ἀπειλεῖ δὴ πάλιν ἐπάγειν αὐτοῖς ἅπερ ἦν εἰκὸς ὑπομεῖναι καὶ παθεῖν τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους φαυλότητος, ὡς καὶ ἀποθρώσκειν Θεοῦ, καὶ προφήταις ἐπιτιμᾶν, καὶ ἀλογῆσαι παντελῶς τῶν διὰ Μωυσέως τεθεσπισμένων. ἰστέον δὲ ὅτι διαπεφώνηκε πάλιν ἐν τούτοις ἥ τε τῶν Ἑβραίων ἔκδοσις, καὶ ἡ τῶν ἑβδομήκοντα γραφή. Ἑβραῖοι μὲν γὰρ ἐκδεδώκασιν Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου· οἱ δέ γε ἑβδομήκοντα Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου. καὶ Ἄζωτος μὲν γείτων τάχα που καὶ ὅμορός ἐστι τῇ τῶν Ἰουδαίων χώρᾳ, διῴκισται δὲ λίαν ἡ τῶν Ἀσσυρίων, τουτέστιν, ἡ Περσῶν καὶ Μήδων πρὸς αὐτοῖς οἱονείπως τέρμασι τῆς ἑῴας κειμένη. φαμὲν οὖν, ὅτι τὸ λυποῦν οὐδὲν, κἂν εἰ Ἀζώτιοι τυχὸν, ἤγουν Ἀσσύριοι λέγοιντο· κατ᾽ ἄμφω γὰρ ἀληθεύσει τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, καθάπερ ἀμέλει τὰ ἐν τῷ προκειμένῳ διατρανοῦντες ἐπιδείξομεν.

ἔχει γεμὴν ἱστορίας ἀνάμνησιν τὸ δηλούμενον ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν κειμένης, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ποιήσομαι δὲ τὴν ἀφήγησιν εὖ μάλα συνεσταλμένως, ὡς ἂν μὴ δοκοίην ἐν εἰδόσι μακρηγορεῖν.

Βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Μανασσῆς, ὃς Ἐζεχίου μὲν ἦν υἱὸς, ἑτερότροπος δὲ λίαν καὶ τῆς τοῦ πατρὸς εὐσεβείας ὡς ἀποτάτω. γέγονε γὰρ ἀνὴρ πονηρὸς καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὔκολος, βδελυρὸς καὶ εἰδωλολάτρης, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις οὐ μετρίως προσκείμενος. οὗτος ἀνεδείματο βωμοὺς καὶ τεμένη τῷ Βάαλ, προσκεκύνηκεν ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, διήγαγεν ἐν πυρὶ τὰ ἴδια τέκνα, συγκεκρότηκεν οἰωνοσκόπους, καὶ τοὺς οἷς μελέτη τὸ ψευδοεπεῖν, τοὺς οἰομένους μέν τι τῶν ἀναγκαίων εἰδέναι, μὴ μὴν ἔτι καὶ εἰδότας, λαλοῦντας δὲ μᾶλλον τὰ ἀπὸ καρδίας αὐτῶν. καὶ τρόπος ἦν τάχα παντελῶς οὐδεὶς τῆς ἁπασῶν ἐσχάτης φαυλότητος, τοῖς ἐκείνου θελήμασιν ἀνεπιτήδευτος. αὐτοῦ δὲ βασιλεύοντος ἔφη που Θεὸς διὰ φωνῆς προφητῶν περί τε τῆς Ἱερουσαλὴμ καὶ ἁπάσης δὲ τῆς Ἰουδαίων χώρας “Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ ”τὸν λαὸν τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αὐτὰ, “ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.” ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Μανασσῆς, διαδέχεται τὸ σκῆπτρον Ἀμὼς ὁ υἱὸς αὐτοῦ, τῆς τοῦ πατρὸς φαυλότητος ἀποδέων οὐδέν· τετίμηκε γὰρ ὅσα κἀκεῖνος. ἔτη δὲ μόνα διεβίω δύο. εἶτα μετ᾽ ἐκεῖνον κέχρισται πάλιν εἰς βασιλέα Ἰωσίας ὁ υἱὸς αὐτοῦ, σοφὸς καὶ ἀγχίνους ἀνὴρ, καὶ τῶν ὅτι μάλιστα φιλοθεωτάτων.

αὐτὸν προεκήρυττεν ἀφιγμένος εἰς Βαιθὴλ ὁ ἄνθρωπος τοῦ Θεοῦ, Ἱεροβοὰμ ἑστῶτος ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἐγκαινίζοντος ταῖς δαμάλεσι τὴν ἑορτήν· ἔφη γὰρ οὕτω “Θυσια- ”στήριον θυσιαστήριον τάδε λέγει Κύριος Ἰδοὺ υἱὸς τίκτεται “τῷ οἴκῳ Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ ”τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ “ἀνθρώπων κατακαύσει ἐπὶ σέ.” βεβασιλευκὼς γὰρ ὁ Ἰωσίας, καθεῖλε μὲν τὰ τῶν εἰδώλων τεμένη, κατέσκαψε τὰ θυσιαστήρια, κατηφάνισε τὰ ἄλση, κατέκαυσε τὸ ἅρμα τοῦ ἡλίου, κατέσφαξε τοὺς ἱερεῖς τῶν ὑψηλῶν ἐν Βαιθὴλ, ὀστᾶ ἀνθρώπων ἐνέπρησεν ἐπὶ τῷ θυσιαστηρίῳ τῶν δαμάλεων, ἤλασε τοὺς γνώστας, ψευδοπροφήτας δὴ λέγω καὶ ψευδομάντεις καὶ ἐγγαστριμύθους, ἐκέλευσε κρατεῖν καὶ ἰσχύειν ἐν τῷ Ἰσραήλ τὰ διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα· ἐπ᾽ αὐτοῦ τεθύκασι τὸν ἀμνὸν, καὶ τὸ πάσχα τετελέκασιν ἐν τοῖς Ἱεροσολύμοις. ἐπειδὴ δὲ ἦν ἀγαθὸς καὶ γνήσιος μετὰ Θεοῦ, πέμπει πρὸς Ὀλδὰν τὴν προφῆτιν, διαπυνθάνεσθαι ζητῶν, εἰ καταλήξει τῆς ὀργῆς ὁ τῶν ὅλων Δεσπότης, εἰ ἐν καλῷ κείσεται τῆς εὐημερίας ὁ Ἰσραὴλ, καὶ ἀργήσει λοιπὸν τὰ διὰ φωνῆς προφητῶν ἐπ᾽ αὐτῷ προαπηγγελμένα.

ἡ δὲ πρὸς αὐτούς “Τάδε λέγει Κύριος ”ὁ Θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς “πρὸς μέ Τάδε λέγει Κύριος Ἰδοὺ ἐπάγω κακὰ ἐπὶ τὸν ”τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῷ πάντας “τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, ”ἀνθ᾽ ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως “παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ”ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ “σβεσθήσεται. καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστεί- ”λαντα ὑμᾶς ζητῆσαι τὸν Κύριον, τάδε ἐρεῖτε πρὸς αὐτόν “Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Οἱ λόγοι μου οὓς ”ἤκουσας, ἀνθ᾽ ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης “ἀπὸ προσώπου Κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν ”τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτῷ, τοῦ εἶναι εἰς “ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου ”καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύ- “ριος. οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας ”σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ “ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς οἷς ”ἐγώ εἰμι ἐπάγων ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοι- “κοῦντας αὐτόν.” Καὶ πεπλήρωται μὲν ἡ ὑπόσχεσις. ἀνεβάλετο γὰρ τὴν ὀργὴν ὁ τῶν ὅλων Δεσπότης τὸν τῆς βασιλείας αὐτοῦ καιρόν· ἦσαν δὲ τριάκοντά τε ἔτη καὶ ἕν.

ἐν δέ γε τῷ λοίσθῳ καιρῷ κατεστράτευσε τῆς Βαβυλωνίων ὁ Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ ἡγούμενος, καὶ τῆς ἐνεγκούσης ἐξέθει πανστρατιᾷ. ἐπειδὴ δὲ ἦν Ἰωσίας ἐν ὑποψίαις, μὴ ἄρα τὴν Ἰουδαίαν καταδῃώσων ἀφίκετο, τὸν πολέμου νόμον ὡπλίζετο, καὶ ὑπαντιάζειν ἤθελεν. ὁ δὲ ἀποχωρεῖν ἐκέλευεν, ἐπείγεσθαι φήσας ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ εἰς τὴν τῶν Ἀσσυρίων ἀποκομίζεσθαι χώραν. ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο περιττῶς ἀντετάττετο, πλήττεται μὲν ἐν τῷ πολέμῳ· τεθνεὼς δὲ λοιπὸν οἴκοι τε καὶ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ τῶν οἰκείων ἀνακομίζεται, καὶ κέχρισται μὲν εἰς βασιλέα Ἰωάχας ὁ υἱὸς αὐτοῦ. τρίτον δὲ μόλις διατελέσαντα μῆνα μετέστησε τῶν σκήπτρων ὁ Φαραὼ Νεχαὼ, καὶ δεσμεύσας εἶχεν ἐν Αἰγύπτῳ τηρούμενον. ἐπὶ πολλοῖς δὲ χρήμασι κατένευσε μόλις βασιλεύειν ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἐλιακεὶμ ἤγουν Ἰωακεὶμ, υἱὸν ὄντα καὶ αὐτὸν Ἰωσίου. κατεβιάζετο δὲ οὕτω τὸν Ἰσραὴλ, τούς τε ἐν τῇ Σαμερείᾳ φημὶ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ δασμοὺς ἐπιθεῖναι τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, καὶ τέλη παρὰ πάντων ζητεῖν. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων, καὶ διέποντος τὴν βασιλείαν Ἰωακεὶμ, ἀνέβη Ναβουχοδονόσορ. κατεκράτησε δὲ οὕτω τῶν Ἱεροσολύμων, ὡς ἑλεῖν μὲν εἰς δοῦλον τὸν Ἰωακεὶμ, δασμολογῆσαι δὲ καὶ αὐτὸν, καὶ πᾶσαν ἁπλῶς καταδῃῶσαι τὴν πόλιν.

καὶ οὐ μέχρι τούτων ἐπεμέτρει Θεὸς τοῖς ἀνόσια πεπραχόσι τὴν συμφορὰν, προσετίθει δέ τι καὶ ἕτερον δυσαχθές τε καὶ φορτικώτατον. ἀπὸ πάσης γὰρ τῆς περιοικίδος γῆς τε καὶ χώρας, ἀπό τε Σύρων, φημὶ, Τυρίων τε καὶ Ἀζωτίων, Ἰδουμαίων καὶ Μωαβιτῶν λῃστρικὰ συγκροτήματα κατὰ τόπους ἐκθέοντα τὴν τῶν Ἰουδαίων κατεληΐζοντο γῆν. γέγραπται γὰρ οὕτως ἐν τοῖς Παραλειπομένοις “Τότε ἤρξατο ”ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα “Φαραὼ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῃτεῖτο τὸ ἀργύριον ”καὶ τὸ χρυσίον παρὰ τοῦ τῆς γῆς βασιλέως, δοῦναι αὐτὸ “Φαραὼ Νεχαώ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰωακεὶμ ἐν τῷ ”βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσα- “λὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχώρα θυγάτηρ Νηρίου ”ἐκ Ῥαμὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ “πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις ”αὐτοῦ ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν “γῆν, καὶ ἦν αὐτῷ δουλεύων αὐτὸς ἔτη τρία καὶ ἀπέστη ἀπ᾽ ”αὐτοῦ. καὶ ἀπέστειλε Κύριος ἐπ᾽ αὐτοὺς τοὺς Χαλδαίους, “καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν ”Ἀμμὼν καὶ τῆς Σαμαρείας.” Ταυτὶ δὴ πάντα συνέβη παθεῖν ἐξυβρικότα τὸν Ἰσραὴλ εἰς τὴν τοῦ Θεοῦ δόξαν, καὶ ἀνοσίως κατεφθαρμένον ἐπὶ τὸ βούλεσθαι προσκυνεῖν “τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ,” καθὰ γέγραπται.

Εἰρημένης δὴ οὖν ἀποχρώντως ἡμῖν τῆς ἱστορίας, φέρε τὸ ῥητὸν ἐπιτροχάδην ἐπιόντες τὰ εἰκότα λέγωμεν. Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος τῆς Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ. μονονουχὶ γάρ φησιν Ἀπαγγελλέτω τις ᾗ τάχος Αἰγυπτίοις καὶ Ἀσσυρίοις, καὶ καταθεόντων εὐσθενῶς τὰ ὄρη Σαμαρείας ἤτοι τὴν χώραν αὐτήν· ὀρεινὴν γὰρ εἶναί φασιν. οἱ δὲ ἐπειδὰν ἥκωσιν ὄψονται ἐν αὐτῇ θαυμαστὰ πολλὰ καὶ ἀδόκητον καταδυναστείαν. οἱ γὰρ πάλαι νικῶντες, ἐλεεινοὶ καὶ ἐν δούλοις ἔσονταί φησιν, οἱ ὀφρῦν ἀνασπῶντες τὴν ὑπερτενῆ κατὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν, οἰκτροὶ κείσονται καὶ κατεῤῥιμμένοι καὶ ὑπὸ πόδας ἐχθρῶν, καὶ τοσαύτην ὑπομενοῦσι καταδυναστείαν, ὡς ἀγαπητὸν ἡγεῖσθαι τὸ σώζεσθαι, καὶ ζῆν ἐν δουλείᾳ, καὶ δασμοὺς εἰσφέρειν τοῖς νενικηκόσι. ἀλλ᾽ οὐκ ἔγνω φησὶν ἡ Σαμαρεία ἃ ἔσται ἐναντίον αὐτῆς, τουτέστιν ἃ συμβήσεται κατ᾽ αὐτῆς. εἶτα ποῦ λοιπὸν οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν; τί γὰρ ὤνησεν ἡ πλεονεξία φησὶ, καὶ τὸ σωρεύειν αὐτοὺς ἁμαρτίας, διὰ τὸ μὴ θέλειν εἰδέναι τὰ Θεοῦ; ἆρ᾽ οὖν μέχρι τῆς Ἀσσυρίων τε καὶ Αἰγυπτίων ἐφόδου τὰ τῆς συμφορᾶς τοῖς ἠσεβηκόσι κείσεται; οὐδαμῶς φησί.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. τὸ δὲ Τύρος καὶ κυκλόθεν, ὧδέ που νοήσεις. ἀπὸ Τύρου, φησὶ, καὶ ἀπὸ τῆς κυκλόθεν καὶ περιοίκου γῆς ἐρημωθήσεταί σου ἡ χώρα, καταθεόντων αὐτὴν, ὡς ἔφην, τῶν λῃστρικῶν συγκροτημάτων. τότε γάρ σου κατάξουσι τὴν ἰσχὺν, ἀντὶ τοῦ, πᾶσα δύναμίς σου συνθραυθήσεται, μόνον δὲ οὐχὶ καὶ ἀτονήσει συγκεκλασμένη. οὐκοῦν, εἰ λέγοι τυχὸν ἡ τῶν Ἑβραίων ἔκδοσις Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις, καὶ εἰ ἔχοι πάλιν ἡ τῶν ἑβδομήκοντα τὸ ἐν Ἀσσυρίοις, ἀληθεύσει κατ᾽ ἄμφω τὸ εἰρημένον. διήρπασαν γὰρ οὐκ Ἀσσύριοι μόνον, ἀλλὰ γὰρ καὶ Σύροι καὶ Ἀζώτιοι κατὰ πληθὺν ἐκτρέχοντες, καὶ τρόπῳ λῃστείας ἀδικοῦντες τὸν Ἰσραήλ. <Τάδε λέγει Κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ.> Ἐπιτήρει πανταχῆ, καὶ σφόδρα θαυμάσεις τῆς προφητείας τὴν νῆψιν. ἐπειδὴ γὰρ οὐκ εἰσάπαν ἀπόλωλεν ὁ Ἰσραὴλ, σέσωσται δὲ “τὸ κατάλειμμα” κατά γε τὴν Ἡσαΐου φωνὴν, ἵνα μὴ δοκοίη ψευδοεπεῖν ἡ αὐτοαλήθεια, συνεισφέρει πάντως ταῖς προαγορεύσεσι τῶν κακῶν τὸν ἐξ ἡμερότητος ἔλεον.

ὥσπερ τοίνυν, φησὶ, κορεσθέντος λέοντος, καὶ τὸ ληφθὲν εἰσάπαξ κατεδηδοκότος ζῷον, ὀλίγα μόλις ἀπομείνῃ λείψανα, δύο σκέλη τυχὸν ἢ καὶ ὠτίου μέρος, καὶ ταῦτα κλάοντες οἱ βοτῆρες συλλέγουσιν· οὕτω γενήσεται τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἐν Σαμαρείᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Δαμασκῷ, τοῖς κατέναντι φυλῆς, τουτέστι τοῖς ἐχθρὰ πεφρονηκόσι καὶ ἀνθισταμένοις ἀεὶ τῇ τοῦ Ἰούδα φυλῇ. οἱ μὲν γὰρ οἰκοῦντες τὴν Σαμάρειαν ἥλωσαν κατὰ κράτος, καὶ πεπόρθηνται παρ᾽ ἐχθρῶν, καὶ δαπανήσαντος τοῦ πολέμου μονονουχὶ σύμπαντας, ὀλίγοι κομιδῇ διεσώζοντο μόλις, καὶ τῶν τεθνεώτων λείψανα μεμενήκασιν ἐν τῇ χώρᾳ. ἤγουν καὶ καθ᾽ ἕτερον τρόπον ἐξεσπάσθησαν, ὡς ἐκ στόματος λέοντος. ἀπενηνεγμένοι μὲν εἰς τὴν Ἀσσυρίων, ἀνεθέντες δὲ κατὰ καιροὺς τῆς αἰχμαλωσίας, ὑπενόστησαν γὰρ οὐ πάντες, ἀλλ᾽ ὀλίγοι παντελῶς τῶν ἀποκομισθέντων λείψανα. ὅτι δὲ καὶ τὴν Δαμασκὸν ἀνεῖλε κατὰ καιροὺς ὁ Ἀσσύριος Θεγλαφαλασὰρ, καὶ μετῴκισεν εἰς τὴν ἑαυτοῦ γῆν, παντί τῳ σαφὲς, καθάπερ ἐγᾦμαι· ὡς γὰρ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν γέγραπται, κέκληταί ποτε πρὸς ἐπικουρίαν παρ᾽ Ὀζίου τοῦ βασιλέως Ἰούδα, πολεμούντων αὐτῷ τὸ τηνικάδε Φακεὲ τοῦ Ῥομελίου βασιλέως Ἰσραὴλ, καὶ μέντοι καὶ Ῥαασσὼν βασιλέως Συρίας. ἀφιγμένος δὲ τόν τε Ῥαασσὼν ἀπέκτεινε, καὶ αὐτὴν εἷλε τὴν Δαμασκόν.

Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐπὶ πάντας ἀνθρώπους τὴν ἐκ τῶν προκειμένων διάνοιαν ἀποφέρειν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται. συνήσει γὰρ δὴ καὶ λίαν ὀρθῶς, ἐκεῖνο διενθυμούμενος, ὡς ἥρπασε μὲν ὁ σατανᾶς καὶ κατεδήδοκε τοὺς ἐπὶ τῆς γῆς, ὥσπερ τι θηρίον ἀνήμερον, ἀλλ᾽ ἐπεφάνη καὶ βεβοήθηκεν “Ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ ”θεὶς ὑπὲρ τῶν προβάτων,” καὶ ἐξέσπασεν ἡμᾶς, τούς τε ἐν τοῖς ζῶσι ὑπολελειμμένους, καὶ τοὺς ἤδη τεθνεῶτας. ὡς γάρ φησιν ὁ μακάριος ψαλμῳδός “Τὰς μύλας τῶν λεόν- ”των συνέθλασεν ὁ Κύριος,” καὶ ὡς ὁ Παῦλός φησιν “Ἀπέθανε καὶ ἔζησε, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” <Ἱερεῖς ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπ᾽ αὐτὸν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθὴλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν. συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοὶ, λέγει Κύριος.> Ἐπάνεισι πάλιν εἰς ἀφήγησιν ἐναργῆ τῶν συμβησομένων τοῖς ἠσεβηκόσι, τὸν αὐτὸν πλειστάκις κατευρύνων λόγον εἰς ὄνησιν τοῖς ἀκροωμένοις. ὅθεν οἶμαί που τὸ χρῆμα συνεὶς ὡς ἔστιν οὐκ ἀκερδὲς, καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί “Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφα- ”λές.”

προστάττει δὴ οὖν τοὺς ἱερατεύοντας μονονουχὶ καὶ ὑψοῦ τὴν ἰδίαν ἱέντας φωνὴν διαμαρτύρασθαι τῷ Ἰσραὴλ, ἕκαστά τε σαφῶς τῶν ὅσον οὐδέπω συμβησομένων προαγορεύειν αὐτοῖς. καὶ τίνας ἄρα νοήσομεν ἤγουν εἶναί φαμεν τοὺς διαπρύσιόν τι βοᾶν ἐπιτεταγμένους; ἆρα τοὺς τῶν δαμάλεων ἱερέας, ἢ τοὺς τῶν ἐν ἑτέρῳ τεμένει εἰδώλων; ἀλλ᾽ οἶμαι τοῦτο ἀπίθανον· οὐ γὰρ ἂν ἐκεῖνοι διεκήρυξαν τά τε σφῶν αὐτῶν καὶ τὰ τῶν ἑτέρων κακὰ οὓς αὐτοὶ πεπλανήκασι. τίνες οὖν ἄρα λοιπὸν οἱ προστεταγμένοι τοῦτο δρᾶν ἱερεῖς; οἱ ἐξ αἵματος τοῦ Λευΐ· οὐ γὰρ πάντες συνωλισθήκασι τοῖς ἐν Σαμαρείᾳ πεπλανημένοις, οὔτε μὴν ἠνέσχοντο λατρεύειν εἰδώλοις, ἀποπηδήσαντες δὲ ταύτῃτοι τῆς Σαμαρειτῶν, ὑπενόστησαν εἰς Ἱεροσόλυμα. γέγραπται δὲ οὕτω περὶ αὐτῶν ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων. ἔστι μὲν οὖν ὁ λόγος περὶ τοῦ Ἱεροβοάμ· εἶτα τὴν ἐνοῦσαν αὐτῷ δύναμιν ἐξηγούμενος “Καὶ ἦσαν αὐτῷ, φησὶν, Ἰούδα ”καὶ Βενιαμίν. καὶ οἱ Λευῖται καὶ οἱ ἱερεῖς οἳ ἦσαν ἐν “παντὶ Ἰσραὴλ, συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ”ὁρίων. ὅτι ἐγκατέλειπον οἱ Λευῖται τὰ σκηνώματα τῆς “κατασχέσεως αὐτῶν, καὶ ἐπορεύθησαν πρὸς Ἰούδαν εἰς ”Ἱερουσαλὴμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ “αὐτοῦ τοῦ μὴ λειτουργεῖν τῷ Κυρίῳ.

καὶ κατέστησεν ”ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς “ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἱεροβοάμ· καὶ ”ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἳ ἔδωκαν καρδίαν “αὐτῶν τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Ἰσραὴλ, καὶ ἦλθον ”εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ τῷ Θεῷ τῶν πατέρων αὐ- “τῶν. καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα.” Ἐπειδὴ γὰρ οὗτοι περὶ ὧν ὁ λόγος, οὐ μετρίως λελύπηντο, καὶ συγγενείας καὶ κλήρων ἀπεληλαμένοι καὶ λειτουργίας αὐτῆς· ἐξέβαλε γὰρ αὐτοὺς Ἱεροβοάμ· ἀναγκαίως αὐτοῖς δὴ μάλιστα κηρύττειν προστέταχε τῶν τε εἰδώλων αὐτῶν καὶ τῆς Σαμαρείας τὴν πόρθησιν, οἱονείπως παραμυθούμενος καὶ διδάσκων ὅτι τὰ Θεοῦ φρονεῖν ᾑρημένοι, καὶ τὸν τῶν ὅλων Δεσπότην ἠγαπηκότες, οὐ συναπολοῦνται τοῖς ἄλλοις, ἀλλ᾽ ἔξω κείσονται τῆς ὀργῆς. ὅταν γὰρ, φησὶν, ἐπιφέροιμι τοῖς ἐξ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτῶν, τότε καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ· κατασκαφήσονται γὰρ τὰ κέρατα αὐτῶν καὶ πεσοῦνται ἐπὶ τὴν γῆν. ἆρ᾽ οὖν μέχρι τούτων τῆς Σαμαρείας ἡ πόρθησις, καὶ ἀρκέσει μόνον τὸ τεμένη καθελεῖν τοῖς καταδῃοῦν ἐπιτεταγμένοις καὶ κατασκάψαι θυσιαστήρια; οὐμενοῦν· συγχέω γάρ φησι καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν. καὶ ὃ βούλεται δηλοῦν, ἔστι τι τοιοῦτον.

τρυφῶντες ἄγαν οἱ ἐν τῇ Σαμαρείᾳ καὶ τὸ ἐκ τοῦ πλουτεῖν ἔχοντες πλάτος, οἴκους ἑαυτοῖς κατεσκεύαζον χειμερίους τε καὶ θερινούς. καὶ τὸν μὲν χειμέριον ὀνομάζει περίπτερον, τὸν οἱονεὶ πανταχόθεν πτεροῖς ἢ τείχεσι περιεζωσμένον, ἵνα ταῖς τοῦ χειμῶνος ἐμβολαῖς μονονουχὶ καὶ ἀπρόσιτος ᾖ· θερινὸν δὲ τὸν ἀνειμένον, καὶ ταῖς τῶν ἀνέμων εὐπνοίαις ἐκκείμενον. οὐκοῦν τοῖς θυσιαστηρίοις, φησὶ, τοῖς κατεσκαμμένοις ὁμοῦ συγχέω καὶ πατάξω οἴκους τε χειμερίους καὶ θερινούς· ἀπολοῦνται δὲ καὶ οἶκοι ἐλεφάντινοι. μεμνήμεθα δὲ ὅτι βεβασιλευκὼς Ἀχαὰβ ἐν τῇ Σαμαρείᾳ τοιοῦτον ἑαυτῷ κατεσκεύασεν οἶκον. προστεθήσονται δὲ καὶ ἕτεροι πολλοί φησι, τουτέστιν, οἱ τῶν ὑποβεβηκότων καὶ ἀσημοτέρων, ἤγουν λεπτῶν τε καὶ ἀγελαίων. διόλωλε γοῦν ἅπασα λοιπὸν ἡ Σαμάρεια, παντὸς οἴκου κατασεσεισμένου.

Τί οὖν ἐντεῦθεν εἰσόμεθα πάλιν, ὀρθὰ φρονεῖν ᾑρημένοι; ὡς οὐδὲν ὀνήσει λαμπρότης κοσμικὴ τοὺς ἔχοντας, οὐ πλοῦτος, οὐ δόξα, οὐχ ἕτερόν τι τῶν εἰς τρυφὴν, τῆς εἰς Θεὸν ἀπούσης ἀγάπης, καὶ κατ᾽ οὐδένα τρόπον τετιμημένης παρ᾽ ἡμῖν τῆς δικαιοσύνης. “Οὐ γὰρ ὠφελήσουσι θησαυροὶ ἀνόμους,” κατὰ τὸ γεγραμμένον, “δικαιοσύνη δὲ ῥύεται ἐκ ”θανάτου.” οὐκοῦν εἴη ἂν ἄμεινον παρὰ πολὺ τὸ δικαιοσύνης ἐρᾶν καὶ θησαυρίζειν ἐν οὐρανοῖς, καὶ τῶν ἄνω γλίχεσθαι μονῶν, καὶ τῆς εἰς Θεὸν ἐλπίδος ἠρτῆσθαι φιλεῖν. τὰ μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ σμικρά τε ἐστὶ καὶ πρόσκαιρα, καὶ οὐδαμόθεν ἔχει τὸ βεβηκὸς εἰς ἀσφάλειαν· τὸ δὲ καὶ ἀεὶ μένει καὶ σώζεται, καὶ τοῖς ἀπεράντοις αἰῶσι συμπαρομαρτεῖ. <Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας, αἱ καταδυναστεύουσαι πένητας καὶ καταπατοῦσαι πτωχοὺς, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν.

ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ᾽ ὑμᾶς καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθ᾽ ὑμῶν εἰς λέβητας ἔμπυροι λοιμοὶ, καὶ ἐξενεχθήσεσθε γυμνοὶ γυνὴ καὶ ἀνὴρ αὐτῆς κατέναντι ἀλλήλων, καὶ ἀποῤῥιφήσεσθε εἰς τὸ ὄρος τὸ Ῥεμμᾶν, λέγει Κύριος ὁ Θεός.> Ἐκ πολλῆς ἄγαν ἀγερωχίας καὶ τρυφῆς οἱ τῆς Σαμαρείας περιφανέστεροι, καὶ ταῖς ἐκ πλούτου περιουσίαις τοὺς ἄλλους ἅπαντας ὑπερκείμενοι, καθάπερ ἔφην ἀρτίως, οἴκους ἑαυτοῖς κατεσκεύαζον λαμπρούς τε καὶ πολυτελεστάτους, καὶ πρέποντας τοῖς καιροῖς, χειμῶνί τε φημὶ καὶ θέρει, οἳ καὶ ὅτι πάντη τε καὶ πάντως ἀπολοῦνται, προεκήρυξε τὸ χρησμῴδημα. αὐτοὺς δὴ οὖν ἄρα τοὺς τῶν οἴκων δεσπότας, τοὺς ταῖς ἐξιτήλοις τρυφαῖς καταπιαίνεσθαι μεμελετηκότας, δαμάλεις ἀποκαλεῖ τῆς Βασανίτιδος. χώρα δ᾽ ἡ Βασανίτις εὔβοτός τε καὶ εὐανθὴς, καὶ πολὺ λίαν ἐπιτηδείως ἔχουσα πρὸς τὸ δύνασθαι καταπιαίνειν ἀμφιλαφῶς τὰ ἐν αὐτῇ βοσκόμενα. ὡς οὖν εὐπαθοῦντας ἄγαν καὶ ἄριστα τεθραμμένους, καὶ μελέτην ἔχοντας τὴν τρυφὴν, δαμάλεσι ταῖς ἐκ Βασὰν παρεικάζει Θεός· αἰτιᾶται δὲ, ὅτι κατεδυνάστευον πένητας, καὶ μονονουχὶ ποσὶν ἰδίοις συνέθλων πτωχούς· “Νομαὶ γὰρ πλουσίων πτωχοὶ,” κατὰ τὸ γεγραμμένον.

προσεπάγων δὲ ὅτι αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἀνυποτάκτους ὄντας ἀπέδειξεν, οὐδὲ αὐτοῖς εἴκειν ἀνεχομένους τοῖς κρατοῦσιν αὐτῶν, ὅσον ἧκεν εἰς βασιλίδα τιμὴν, ἀλλ᾽ οἱονείπως ἐξ ἀμετρήτου λοιπὸν ἀλαζονείας τὸ οἰκετικὸν καὶ αὐτοῖς τοῖς κυρίοις αὐτῶν ἀπονέμοντας μέτρον. τὸ γὰρ δὴ φάναι τολμᾶν τοῖς προὔχουσι καὶ ὑπερκειμένοις Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἐπιθυμούντων ἐστὶ μᾶλλον ὑπηρετεῖσθαι ἢ ὑπηρετεῖν. τί οὖν ἄρα συμβήσεται τοῖς εἰς τοῦτο λοιπὸν ἀπονοίας ἐκβεβηκόσιν; ὀμνύει φησὶ Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ, ἤτοι κατὰ τῶν ἁγιασμάτων, ἤγουν μυστηρίων, ἅ ἐστι πάλιν αὐτός· κατ᾽ οὐδενὸς γὰρ ἔχει μείζονος ὀμόσαι· ὅτι παρέσονται καιροὶ καὶ ἡμέραι, ὅτε καὶ ὑμᾶς αὐτοὺς τοὺς οὕτω τρυφῶντας καὶ τεθραμμένους καὶ σπαταλᾶν εἰωθότας, ὁ τοῦ παθεῖν φόβος ἐν τοῖς τοῦ πολέμου πόνοις καὶ ἐν ὅπλοις γενέσθαι παρασκευάσει. ἀλλὰ καὶ οὕτως ἔχοντας καὶ ἐσκευασμένους λήψονται, φησὶν, ὁμοῦ φιλτάτοις καὶ γυναιξὶ καὶ κόλαξιν, οἳ μεθ᾽ ὑμῶν ὄντες ἀεὶ πλείσταις μὲν ὅσαις κατεκρότουν εὐφημίαις, ὠνόμαζον δὲ καὶ τρισμακαρίους· ταῦτα γὰρ ἐπιφωνεῖ τοῖς τρέφουσιν ἀεὶ τῶν κολάκων τὰ γένη. ἀλλ᾽ ἐμπυρισθήσονται μὲν ἐκεῖνοι· λοιμοὶ γὰρ ἦσαν καὶ ἕτερον οὐδὲν ἀποδεχόμενοι, καὶ τεθαυμακότες τοὺς αἰσχροὺς καὶ φιλαμαρτήμονας.

γυμνοὶ δὲ δόξης ὑμεῖς, καὶ τρυφῆς ἁπάσης ὡς ἀποτάτω, καὶ τῆς ἀρχαίας ἐκείνης εὐημερίας ὡς ἀπημφιεσμένοι, λοιπὸν ἀποκομισθήσεσθε δοῦλοι καὶ αἰχμάλωτοι, καὶ ῥιφήσεσθέ φησιν, ἐπὶ τὸ ὄρος τὸ Ῥεμμᾶν. ἔστι δὲ τῆς Ἀρμενίας, ἐν ἐσχάταις ἐκβολαῖς τῆς Περσῶν κείμενον γῆς· ἀγχιτέρμονες γὰρ, ὅμοροί τε εἰσὶν ἀλλήλαις αἱ χώραι.

Ἔστι τοίνυν ἐντεῦθεν ἰδεῖν, ὡς εἰς πικρὸν καταστρέφει τέλος τοῖς τρυφῶσι τὸ σπούδασμα, καθά φησιν ὁ Σωτήρ “Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσον- ”ται.” καὶ καταλήγει μὲν γὰρ, ὡς ἔφην, εἰς δάκρυον ἡ τρυφὴ, πέρας δὲ πόνων ἀνάπαυσις. καὶ μαρτυρήσει τις λέγων ὅτι “πόνων ἀγαθῶν καρπὸς εὐκλεής.” Οὐκ ἀπίθανον δὲ δαμάλεις τῆς Βασανίτιδος τὰς ἐν τῇ Σαμαρείᾳ γυναῖκας ὑπονοεῖν, αἱ τρυφῇ τε καὶ χλιδαῖς καὶ τοῖς εἰς ὡραϊσμὸν κοσμήμασιν ἐνσπαταλῶσαί τε καὶ καταπιαινόμεναι ταῖς τοῦ σώματος ὥραις, κατηγωνίζοντο πένητας καὶ κατεπάτουν πτωχοὺς, μονονουχὶ καταφλέγουσαι πρὸς ἐκτόπους ἡδονὰς τοὺς ἀσθενοῦντας εἰς τοῦτο καὶ πτωχείαν ἔχοντας τὴν πνευματικὴν, οἳ, τῆς ἄνωθεν εὐσθενείας τὸν πλοῦτον οὐκ ἔχοντες, ταῖς τῶν παθῶν προσβολαῖς εὐδιάθρυπτον ἔχουσι τὴν καρδίαν. αὗται δὴ οὖν αἱ δαμάλεις λέγουσι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν. περιαυτίζεται γὰρ ἀεὶ τὰ τῶν γυναίων ἑταιριζόμενα, καὶ βλακείαις ταῖς ἄγαν μονονουχὶ καὶ ἀποκναίουσι τοὺς συνηρπασμένους· κἂν εἰ δεσπότας ἔχοιεν αὐτοὺς, ἀλλ᾽ οὖν ὁρῶντα ταῖς ἡδυπαθείαις ὑπεστρωμένους, καὶ τὸ αὐταῖς ὅτι μάλιστα δοκοῦν πληροῦν ἀναπείθουσιν.

ἀλλ᾽ ὑμᾶς μέν φησιν, ὦ δαμάλεις, ἐν ὅπλοις λήψονται· τουτέστιν οὐκ ἐν τάξει τῶν ἐρώντων γεγονότες, οἳ κολακεύοντες ἀναπείθουσι καὶ ὑποκοριζόμενοι θεραπεύουσι, διά τοι τὸ λίαν ἡττᾶσθαι τῆς εἰς ὑμᾶς ἡδονῆς, ἀλλ᾽ ὠμῶς καὶ ἀγρίως καὶ νόμῳ πολέμου, καὶ αὐτοὺς δὲ τοὺς μεθ᾽ ὑμῶν τοὺς τρυφῶντας ἐραστὰς κατεμπυριοῦσι. γυμναὶ δὲ ὑμεῖς τῶν ἐκτόπων ἐκείνων ὡραϊσμῶν, εἰς τὸ ὄρος τὸ Ῥεμμᾶν ἀποκομισθήσεσθε. <Εἰσήλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, καὶ εἰς Γαλγαλὰ ἐπληθύνατε τοῦ ἀσεβῆσαι.> Παρατίθησιν εὐθὺς ταῖς δίκαις τὰ πλημμελήματα, καὶ ταῖς τῶν δεινῶν ἀφηγήσεσι γείτονα ποιεῖται χρησίμως τὴν τῶν ἀνοσιουργημάτων ἔνδειξιν ἐναργῆ, ὡς ἂν μὴ καταμωμήσαιτό τις, μήτε μὴν ἐπαιτιῷτο Θεὸν, ὡς ἀπηνεστέραν ἢ χρὴ ποινὴν ἐπαρτήσαντα τοῖς ἐξ Ἰσραήλ. τάδε γὰρ ἥξει φησὶν ἐφ᾽ ὑμᾶς, καὶ τάδε. καὶ ἀνθ᾽ ὅτου λέγουσιν εἰς μέσον ἥξει, βοᾶ· εἰσήλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, ἔνθα τὴν δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ θεομισὴς Ἱεροβοάμ· ἐκεῖ δεινῶς καὶ ἐκτόπως παρανομοῦντες ἁλώσεσθε. νενομοθέτηκα μὲν γὰρ διὰ τοῦ πανσόφου Μωυσέως “Οὐ ποιήσεις ”σεαυτῷ θεοὺς χρυσοῦς καὶ θεοὺς ἀργυροῦς,” καὶ “Κύριον ”δὲ τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ- “σεις.”

αὐτοὶ δὲ τὸν ἐμὸν διαγελῶντες νόμον προσκεκυνήκατε, φησὶ, τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ χρυσῆν ὁρῶντες δάμαλιν καὶ ἄψυχον ὕλην, ἐκαρτερήσατε, λέγοντος τοῦ τὴν πλάνην ἐξευρηκότος “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, ”οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου.” πλείστην δὲ ὅσην εἰργάσασθε τὴν ἀσέβειαν ἐν Γαλγάλοις· πόλις δὲ αὕτη τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, δεινῶς ἀπονεύσασα πρὸς ἀπόστασιν. καὶ γοῦν ἔφη περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός “Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γάλγαλα, ὅτι ἐκεῖ αὐτοὺς ”ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν.” οὐκοῦν ᾗ φησὶν ὁ Παροιμιαστής “Ἐνώπιόν εἰσι τῶν τοῦ ”Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς “αὐτοῦ σκοπεύει.” καὶ ἀποδέχεται μὲν τοὺς ὀρθοποδεῖν μεμελετηκότας, ἀποσείεται δὲ τὸν ἔξω βαίνοντα τῆς εὐθείας, καὶ ἐφ᾽ ἃ μὴ προσῆκεν ἰέναι σπουδάζοντα. <Καὶ ἠνέγκατε εἰς τὸ πρωῒ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν· καὶ ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίας· ἀπαγγείλατε δὴ ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ἰσραὴλ, λέγει Κύριος ὁ Θεός.> Πάνδεινον ἀληθῶς καὶ δυσσέβειας ἧκον εἰς λῆξιν τὴν ἀνωτάτω τὸ παρασημαίνειν ἀποτολμᾶν τὴν τοῦ Θεοῦ δόξαν, καὶ ἅπερ ἂν αὐτῷ τε καὶ μόνῳ πρέποι, ταῦτα ταῖς τῶν εἰδώλων ἀνάπτειν τιμαῖς.

οἱ γὰρ τοῦτο δρᾶν εἰωθότες, τὸ ὅσον ἐφ᾽ ἑαυτοῖς τὴν θείαν τε καὶ ἀνωτάτω φύσιν τῶν αὐτῇ τε καὶ μόνῃ πρεπωδεστάτων κατασείουσι θρόνων, καὶ τῶν ἱερῶν ἐκπέμπουσι θώκων, ἐνιδρύουσι δὲ ὥσπερ αὐτοῖς τοὺς ἀκαθάρτους δαίμονας.

Τοῖς οὖν οὕτω φρικτοῖς ἐγκλήμασιν ἐνισχημένον εὑρήσομεν τὸν ἀπόπληκτον Ἰσραήλ. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἐθεσμοθέτει διὰ Μωυσέως πῆ μὲν ὅτι δύο καταθύειν ἀμνοὺς προσῆκεν αὐτοὺς κατὰ πᾶσαν ἡμέραν ἐν τῇ ἁγίᾳ σκηνῇ, καὶ πρωῒ μὲν ἕνα, καὶ δείλης δὲ τὸν ἕτερον, τὸ οἱονεὶ συνεχὲς καὶ ἀδιάλειπτον εἰς εὐοσμίαν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, τῆς Ἐκκλησίας ὑποδηλῶν ὡς ἐν αἰνίγμασί τε καὶ τύποις· προσενομοθέτει δὲ πάλιν “Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφ- ”θήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου.” καὶ ἐν τούτοις τοῖς τρισὶ καὶ διωρισμένοις κατὰ τὸν νόμον καιροῖς, προσῆγον δεκάτας, ἀπαρχὰς ἀγρῶν, θυσίας, εὐχαριστήρια. γέγραπται γὰρ ὅτι “Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.” ἀλλὰ τὰ οὕτως ὀρθῶς διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα μεθιστάντες αὐτοὶ πρὸς δόξαν εἰδώλων, ἐν τοῖς ἐκείνων τεμένεσιν ἀνέφερον εἰς τὸ πρωῒ τὰς θυσίας, προσεκόμιζον δὲ καὶ εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν. τριημερίαν δὲ λέγει τὰς τρεῖς ἡμέρας τοῦ ἐνιαυτοῦ, καθ᾽ ἃς, ὡς ἔφην, ἔδει πᾶν ἀρσενικὸν ἐνώπιον ἔρχεσθαι Θεοῦ. καὶ οὐ μέχρι τούτων τὸ δυσσέβημα τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ ἀνέγνωσαν ἔξω νόμον, τουτέστι, τετιμήκασι τὸν τῶν ἀλλοτρίων νόμον, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸν παρὰ Θεοῦ.

προσεκόμιζον γὰρ τὰς θυσίας ἐν τοῖς τῶν εἰδώλων τεμένεσι κατὰ καιροὺς ὡρισμένους καὶ πλείστην ὅσην ἐποιοῦντο τὴν ἐπιτήρησιν τῶν ἐξ ἔθους αὐτοῖς ἑορτῶν. ἤγουν ἐκεῖνό φησιν, ὅτι τὰ εἰς δόξαν ἐμὴν τεθεσπισμένα, τοῖς ἔξω τεθείκασι, καὶ τὸν ἐμὸν τοῖς εἰδώλοις ἀνέθεσαν νόμον, αὐτοῖς ἀναφέροντες τὰς κατὰ πρωῒ θυσίας, καὶ ἐν ταῖς τριημερίαις ἀνατιθέντες τὰ ἐπιδέκατα αὐτοῖς. καὶ ἐπεκαλέσαντο ὁμολογίας. καὶ τὸ μὲν ἐπεκαλέσαντο ὅτι ηὔξαντο δηλοῖ, τουτέστιν ὑπέσχοντο· ὁμολογίαι δέ εἰσι τὰ κατὰ νόμον ἑκούσια, καὶ ἅπερ ἄν τις ἐθελοντὴς προσκομίζοι Θεῷ. εἶτα τοῖς ἱερεῦσιν ἐπιφωνεῖ τὸ ἀπαγγείλατε καὶ διαμαρτύρασθε, ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ἰσραὴλ, τουτέστιν, οὐχὶ μόνον εἰσάπαξ τετολμήκασι, ἀλλὰ καὶ ἠγάπησαν, τὰ Θεοῦ δηλονότι μεμισηκότες. δεῖ γὰρ εἶναι μονοτρόπους. τὸ γάρ τοι χωλεύειν, καὶ ἐπ᾽ ἄμφω βαίνειν ἐπείγεσθαι, πολλὴν ἂν ἔχοι παρὰ Θεῷ τὴν καταβοὴν, καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ “Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ”ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται “καὶ τοῦ ἑτέρου καταφρονήσει.” παγχάλεπον δὲ τὸ ἀποπλανᾶν ἑτέρωθι τὰ εἰς δόξαν Θεοῦ, καὶ τῆς αὐτῷ πρεπούσης τιμῆς ἀξιοῦν ἑτέρους.

ἴδια γὰρ καὶ ἐξαίρετα τὰ Θεοῦ, πρέποι δ᾽ ἂν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν αὐτῷ καὶ μόνῳ. <Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται, καὶ μερὶς ἐφ᾽ ἣν οὐ βρέξω ἐπ᾽ αὐτὴν, ξηρανθήσεται. καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς. πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν, καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.> Ὑπαντᾷ πάλιν οἰκονομικῶς ὁ λόγος τοῖς εἰωθόσι φιλοψογεῖν, καὶ τῆς ἐνούσης Θεῷ γαληνότητος ἀβουλότατα καταφλυαρεῖν ἐκ πολλῆς ἄγαν ἀποπληξίας. ἀνθ᾽ ὅτου γὰρ δή· φαῖεν ἂν ἴσως τινές· ἀτίθασον οὕτω καὶ δύσοιστον κομιδῇ τοῖς ἐξ Ἰσραὴλ ἐπιφέρει δίκην, καίτοι κατὰ φύσιν ὑπάρχων ὁ Θεὸς ἀγαθός; ἀπολογεῖται δὴ οὖν τρόπον τινὰ διὰ τούτων καὶ ἀποτόμου λοιπὸν ὀργῆς ἀποφαίνει δεδεημένους· ἐν ταὐτῷ δὲ δείκνυσιν, ὅτι πλήττει μὲν ἐν ἀρχαῖς ἡμερώτερον τοὺς ἡμαρτηκότας, οὐ δίκας αἰτῶν, ἀλλ᾽ ἐξ ἐμφύτου φιλανθρωπίας ἐπιστρέφων εἰς ἑαυτὸν, καὶ οἱονεὶ “μάστιγί τε καὶ πόνῳ” μετατιθεὶς ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἄμεινον.

γεγονότας γὰρ ἐν οἷς ἔφην, καὶ οὐκέτι φορητὰ δεδυσσεβηκότας, γομφιασμῷ τε ὀδόντων ἐπαίδευε, καὶ μὴν καὶ ἄρτων ἐνδείᾳ, τουτέστι λιμῷ. καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ, ἤγουν· ὡς Ἑβραῖοι μᾶλλον ἐκδεδώκασι πρεπωδέστερον· πρὸ τριῶν μηνῶν τοῦ θερισμοῦ, ὅτε μάλιστα τοῖς ληΐοις ἡ τοῦ καταρδεύεσθαι χρεία πολλή τε καὶ ἀναγκαία πρὸς τελεσφόρησιν. γέγονε δέ φησι τοσαύτη σπάνις ὑδάτων, ὡς κρίσει τε καὶ ψήφῳ Θεοῦ τοῦ πάντα εἰδότος, ὕεσθαι μὲν μίαν πόλιν, ἀφαυαίνεσθαι δὲ τὴν ἑτέραν· συναγείρεσθαι δὲ αὖ δύο τε καὶ τρεῖς εἰς μίαν, καὶ οὕτως ἔτι διψῆν. καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. συμβέβηκε δὲ τὰ τοιαῦτα παθεῖν τοῖς ἐξ Ἰσραὴλ ἱστορικῶς τε ἅμα καὶ πνευματικῶς. ὡς γὰρ ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητής “Ἡλίας ”ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο “τοῦ μὴ βρέξαι ὑετὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἔβρεξεν ἐπὶ ”ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ.” καὶ λιμὸς γέγονεν ἀπηνὴς οὕτως ἐν Σαμαρείᾳ, ὡς κεφαλὴν ὄνου πολλῶν πιπράσκεσθαι δηναρίων. ἀλλὰ καὶ ἐν χρόνοις τῆς Ἱερεμίου προφητείας ἀνέσχε τὸν ὑετὸν ὁ τῶν ὅλων Θεός.

καὶ γοῦν τοὺς περὶ τῆς ἀβροχίας πεποίηται λόγους “Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ ”πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτίσθησαν ἐπὶ τῆς γῆς, “καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη, καὶ οἱ μεγιστᾶνες ”αὐτῶν ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ᾽ ὕδωρ· ἤλθο- “σαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ, ἀπέστρεψαν ”τὰ ἀγγεῖα αὐτῶν κενά. καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπον, ὅτι “οὐκ ἦν ὑετός. ᾐσχύνθησαν οἱ γεωργοὶ, ἀπεκάλυψαν τὴν ”κεφαλὴν αὐτῶν. καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέ- “λιπον, ὅτι οὐκ ἦν βοτάνη. ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας, ”εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ “ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας.” δεδυσσεβηκότων δὴ οὖν οὐ μετρίως τῶν ἐξ Ἰσραὴλ ἀνέσχε τὸν ὑετὸν καὶ γομφιασμὸν ὀδόντων καὶ ἔνδειαν ἄρτων ἐν πάσαις αὐτοῦ ταῖς πόλεσιν ἐδίδου Θεός.

Ἀλλ᾽, ὡς ἔφην ἀρτίως, πεπονθότας αὐτὸ καὶ νοητῶς εὑρήσομεν· τροφὴ μὲν γὰρ καὶ ποτὸν τοῖς ἐκ γῆς σώμασι, τὰ ἀπὸ τῆς γῆς, καὶ ὕδωρ τὸ αἰσθητόν· ψυχὴ δὲ ἀνθρώπου θείοις τε καὶ οὐρανίοις ἀποτρέφεται λόγοις. νᾶμα δὲ αὐτῇ τὸ πνευματικὸν, καὶ πηγὴ κατάρδουσα νοητῶς ἡ θεόπνευστος γραφὴ, τὸ Χριστοῦ λαλοῦσα μυστήριον. ἀλλ᾽ ὥσπερ ὀδόντες εἰ πάθοιεν τὸν γομφιασμὸν, ἀδρανέστεροί πως ἂν εἶεν εἴς γε τὸ δύνασθαι καταμασᾶσθαί τι, καὶ καταλεαίνειν τροφήν· οὕτως καὶ ἀνθρώπινος νοῦς κατολισθήσας ἐπὶ τὸ ἄναλκι, καὶ τὸ τῆς νωθείας ἀῤῥώστημα παθὼν, οὐκ ἂν δύναιτο πνευματικῆς ἐφικέσθαι γνώσεως, καί τι καὶ τῶν ἐν θεωρίαις ταῖς ἄγαν ἰσχναῖς εἰς πέψιν ἑλεῖν. ἐπαχύνθη τοιγαροῦν ἡ καρδία τοῦ Ἰσραήλ· συνῆκε γὰρ οὐδαμῶς τὸ Χριστοῦ μυστήριον· ταύτῃτοι καὶ ἔνδειαν ἄρτων ἐσχήκασι τῶν πνευματικῶν καὶ ὕδατος σπάνιν, ἐπεὶ μὴ ἔχουσι τὸν τρέφοντα Λόγον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, καὶ ζωὴν δίδοντα τῷ κόσμῳ, τὸν κατάρδοντα ψυχὰς τῇ τοῦ Πνεύματος χάριτι, τὴν ζῶσαν πηγὴν, τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν, τὴν διὰ νόμου καὶ προφητῶν παράκλησιν. ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας “Ἐνετείλατο ταῖς νεφέλαις τοῦ ”μὴ βρέξαι ἐπ᾽ αὐτὸν ὑετόν.” <Ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη, καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.

ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου, καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ μου, καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.> Τοῖς ἀναλγήτως ἔχουσι περὶ τὰ ἐξ ὀργῆς συμβαίνοντα, καὶ πολὺ λίαν ὑπτιουμένοις, ἀναπίπτουσι δὲ καὶ οὕτω πρὸς τὸ ῥᾴθυμον ἔτι, ὥστε τὸ χρῆναι μετανοεῖν οὐδὲ εἰς νοῦν ἔχειν ἀξιοῦν, ἀρκέσειεν ἂν οὐδεὶς τοῦ πλήττεσθαι τρόπος, πλείους δὲ μᾶλλον καὶ ἀλλήλων χείρους καὶ πρὸς τὸ ἔτι μειζόνως καταλυποῦν ἔχοντες τὴν ἐπίδοσιν. οὐκοῦν ἐπειδήπερ τοῖς ἐξ Ἰσραὴλ μικρὸν ἦν τάχα πως πρὸς ἐπανόρθωσιν, τὸ ἐν ἐνδείαις ἄρτου παιδεύεσθαι καὶ ποτοῦ, ἐπενήνεκται τὸ παθεῖν καὶ τὰ ἔτι τοῦδε φορτικώτερα, ἡ αὐτῶν ἀσθένεια τῶν σωμάτων, ἡ ὡς ἐν πυρετῷ καὶ ἰκτέρῳ συμβαίνουσα. τοῦτο καὶ διὰ φωνῆς πάλιν τῆς Ἱερεμίου εἰρήμενον εὑρήσομεν. ἔφη γὰρ ὅτι “Τάδε λέγει Κύριος ”Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ “ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ”ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.”

ἐπειδὴ δὲ ἦσαν καὶ αἰσχρῶν λημμάτων ἡττώμενοι, καὶ πολὺ δὴ λίαν βλέποντες εἰς φιλοκερδείας, ταύτῃτοι πληθύνοντες κήπους τε καὶ ἀμπελῶνας, συκῶνάς τε καὶ ἐλαιῶνας, ἥψατο καὶ τῶνδε Θεὸς, δι᾽ ὧν ἦν εἶκος οὐ μετρίως κατηλγηκότας εἰς νοῦν ἐπανήκειν τὸν σώφρονα, καὶ ἀνθελέσθαι τοῦ χείρονος τὸ συμφέρον, ἐπισωρεύων αὐτοῖς ἵνα πανταχόθεν πληττόμενοι σώζοιντο. μικροῦ δὲ ὄντος καὶ τούτου, προσεπενήνεκται καὶ τὸ μεῖζον. ὅτε γὰρ, φησὶ, τὴν ἐμὴν ἀτιμάζοντες χεῖρα, μόνον· δὲ οὐχὶ Θεοῦ τοῦ πάντα ἰσχύοντος τὸ ἄναλκι καθορίζοντες, τὴν ὁδὸν πεποιῆσθε τὴν πρὸς Αἰγυπτίους, “ἵππων σάρκας” τῆς παρ᾽ ἐμοῦ φροντίδος ἀνθῃρημένοι, καὶ “Αἰγύπτιον ἄνθρωπον” προτετιμηκότες, τότε δὴ τότε δεδαπάνηται, φησὶν, ὑπὸ τῆς Βαβυλωνίων ῥομφαίας τὸ μαχιμώτατον ὑμῶν γένος. καὶ ἅπας ὑμῶν ἱππότης αἰχμάλωτος ἦν, ἀπονευροῦντος Θεοῦ καὶ τοὺς εἰδότας εὐδοκιμεῖν, καὶ οὐκ ἀμελέτητον ἔχοντας τὸ νικᾶν ἐν μάχαις. συνήσεις δὲ καὶ ἑτέρως τὸ Ἀπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου. Ἰωσίου βασιλεύοντος ἐπὶ τὸν Ἰούδαν, κατεστράτευσε τῆς Βαβυλῶνος Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ τύραννος. ὡς δὲ ἦν ἀνάγκη διὰ τῆς Ἰουδαίων αὐτὸν παρέρχεσθαι γῆς, οἰηθεὶς ὁ Ἰωσίας σκῆψιν μὲν εἶναι τὴν ἐπὶ Βαβυλῶνα ὁδὸν, ὡπλίσθαι δὲ κατ᾽ αὐτοῦ τὸν Αἰγύπτιον, ἀντεξάγει παραλόγως. ἐκεῖ πέπτωκεν ὁ Ἰσραήλ.

οὐκοῦν ἐξαπέστειλά φησιν εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, τουτέστιν ὡς ἐν παρόδῳ τῶν Αἰγυπτίων, τότε καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν, ἀντὶ τοῦ, ἐκ βάθρων ἀνέσκαψα τὰς τετειχισμένας ὑμῶν καὶ εὐπυργοτάτας πόλεις. ἔφη δὲ τοῦτο καὶ ἐν ἀρχαῖς “Καὶ ”ἐπορεύθη Ἐφραῒμ πρὸς Ἀσσυρίους, καὶ Ἰούδας ἐπλήθυνε “πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις ”αὐτοῦ, καὶ καταφάγεται θεμέλια αὐτῶν.” οὐκοῦν ἐξ αὐτῶν, φησὶ, κατέσεισα βάθρων τὰς ὀχυρωτάτας ὑμῶν παρεμβολὰς, καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρὸς μὲ λέγει Κύριος. <Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.> Οὐδεμίαν, φησὶν, ἐν ὑμῖν τὴν ἐπανόρθωσιν βλέπων, προστέθεικα ταῖς αἰκίαις καὶ τὰ ἔτι τούτων ἀπηνέστερα, καὶ θερμοτέραν πεποίημαι τὴν καθ᾽ ὑμῶν ἀγανάκτησιν. κατέστρεψα γὰρ ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐκ ἐπεστρέψατε.

ἔοικε δὲ τὴν τελευταίαν ἡμῖν ἐν τούτοις πόρθησιν ὑποδηλοῦν, τὴν ἐν καιροῖς Ἱερεμίου διὰ χειρὸς Ναβουχοδονόσορ γεγενημένην, ὃς πᾶσαν μὲν εἷλε τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ τὰς περιοίκους αὐτῆς πόλεις τε καὶ κώμας, καὶ αὐτὸν δὲ τὸν θεῖον κατασπάσας ναὸν, δορικτήτους ἔχων τοῦς ἐκ τοῦ πολέμου περιλελειμμένους, οἴκοι πάλιν λαμπρὸς καὶ νενικηκὼς τοῖς ἁλοῦσιν ὁμοῦ ἀνεκομίζετο, οἳ καὶ μόλις ἐπανῆλθον εἰς τὴν Ἰουδαίαν, ἐτῶν ἐπ᾽ αὐτοῖς πληρωθέντων τὸν ἀριθμὸν ἑβδομήκοντα. Κῦρος γὰρ, ὡς ἔφην, τὴν Βαβυλῶνα ἑλὼν, τῆς αἰχμαλωσίας ἀνῆκε τοὺς περιλειφθέντας καὶ σεσωσμένους ἐξ Ἰσραήλ. διὰ τοῦτο, φησὶν, ἐγένεσθε ὡς δαλὸς ἐκσπασθεὶς ἐκ πυρὸς, οἷον δαλίον ἡμίφλεκτον, καὶ ἐν ὀλίγοις ἔτι λειψάνοις σωζόμενον.

Θεοῦ τοιγαροῦν παιδεύοντος, τὸ ὑπτιοῦσθαι πικρὸν, παραίτιον δὲ καὶ τῶν ἔτι δυσαχθεστέρων ἔσται κακῶν τοῖς τὴν αἴσθησιν ἀποσειομένοις, ἀπό γε τοῦ δεῖν ἀκαταλήκτως ἰέναι πρὸς τὸ δρᾶν ἑλέσθαι καὶ φρονεῖν ἃ μὴ θέμις. ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ θεραπεύειν δύνασθαι τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυμάτων δυσαισθητότερα θερμοῖς καὶ δριμέσι φαρμάκοις ἀποκαθαίρουσι, καὶ τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας τὸ πάχος ἀπολεπτύνοντες, τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασι παραχωρεῖν ἀναπείθουσιν, οὕτω καὶ ὁ πάντα γινώσκων Θεὸς τοὺς ἀναλγήτως ἔχοντας περὶ τὰ σμικρὰ, ταῖς ἔτι χαλεπωτέραις καταφορτίζει πληγαῖς, ὧν εἴπερ τις σοφός τε ἐστὶ καὶ ἀγχίνους, παραιτοῖτο ἂν εἰκότως πρὸ πείρας τὴν ἔφοδον. <Διὰ τοῦτο οὕτως ποιήσω σοι Ἰσραήλ.> Ἐπειδὴ γὰρ, φησὶ, τόδε τι πεποιηκότος, κἀκεῖνο προσθέντος, καὶ μονονουχὶ πᾶν εἶδος ἐπαγάγοντος αἰκίας καὶ πόνων, δυσαλγήτως ἔχοντας τεθέαμαί τε καὶ ἐξ αὐτῆς ἐμάνθανον πείρας, ταύτῃτοι καὶ οὕτως ποιήσω σοι. πῶς δὲ οὕτως; οὐ γὰρ ἠρκέσθην τοῖς πρώτοις· προσεπήγαγον δὲ καὶ τὴν ἐν ἴσῳ Σοδόμοις καταστροφήν.

τελευταία γὰρ, ὡς ἔφην, αὐτοῖς ἡ τοιάδε πληγὴ διὰ τῆς θείας ὀργῆς ἐπενήνεκται. <Πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ.> Ἀλλ᾽ εἰ δὴ βούλοιο, φησὶν, ἀναμαθεῖν τὴν αἰτίαν, δι᾽ ἣν οὕτως ποιήσω σοι, πεύσῃ δὴ πάντως, μονονουχὶ πληττομένοις ὑμῖν ἐπιβοῶντός τε καὶ λέγοντος Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. τὸ ἑτοιμάζου φησὶν ἀντὶ τοῦ Σπούδαζε, ἄοκνός τε καὶ πρόθυμος ἔσο τοῦ ἐπικαλεῖσθαι τὸν μὴ ἀλλότριον καὶ ψευδώνυμον, ἀλλὰ τὸν Θεόν σου Ἰσραὴλ, τουτέστιν, ὃν δι᾽ αὐτῆς ἔγνως τῆς πείρας, ὡς ἔστι Θεὸς φύσει τε καὶ ἀληθῶς, καὶ οὐ διὰ τῆς τινων εὐτεχνίας ἐξηυρημένος, καθάπερ ἀμέλει τὰ ἐκ ξύλων ἢ λίθου πεποιημένα. <Διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.> Τῇ τοῦ προὔχοντος ἀντιπαραθέσει, τὸ ἐν ὑπολήψει τῇ χείρονι ῥᾳδίως ἐλέγχεται.

ἵνα τοίνυν τῶν εἰδώλων τὸ ἀδρανὲς ἐκφαίνηται παρά γε τοῖς οἰηθεῖσιν ἐκ πολλῆς ἄγαν ἀβελτερίας ὡς θεοί τε εἶεν καὶ προσκυνεῖσθαι πρέποντες, χρησίμως ἡμῖν ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς ἐμφανῆ καθιστὰς, ποιητὴν εἰσφέρει καὶ τῶν ὅλων Δημιουργὸν, καὶ τῶν καθ᾽ ἡμᾶς ἀνημμένον τὴν ἐξουσίαν, καὶ οἱονείπως τῶν ἀνθρωπίνων οἰακοστρόφον, ἐπέκεινά τε ὄντα παντὸς ὑψώματος καὶ ἁπάσης ὑπεροχῆς, καὶ ταμίαν ὥσπερ τινὰ τῆς ὅλης κτίσεως.

Θεοῦ γὰρ φύσις τὸ πάντων ἐπέκεινα, καὶ οὐ τοπικοῖς ὑψώμασιν ἀλλὰ ταῖς τῆς εὐκλείας ὑπεροχαῖς, καὶ ἀσυγκρίτῳ δυνάμει παντὸς γενητοῦ μέτρον ὑπερκείμενον. Ἐπικαλοῦ τοιγαροῦν τὸν Θεόν σου, φησὶν, Ἰσραὴλ, ἐπιγινώσκων τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς. ἐγὼ γάρ εἰμι, καὶ οὐχ ἕτερος, ὁ στερεῶν βροντὴν, τουτέστι καὶ συννεφείαις καλύπτων τὸν οὐρανὸν, καὶ καθιεὶς ὑετοὺς, καὶ κτίζων πνεῦμα, τουτέστι πάλιν, ἀνέμων ποιητής. ἀπαγγέλλων δὲ καὶ εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι “Δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι᾽ ἐμοῦ ”κρατοῦσι γῆς.” χριστὸν γὰρ ἐν τούτοις, οὐχὶ τὸν Ἐμμανουὴλ, τὸν κεχρισμένον δὲ μᾶλλον εἰς βασιλέα φησί· πνεῦμά τε ὁμοίως, οὐχὶ τὸ θεῖόν τε καὶ ἅγιον· κἂν εἰ μαίνοιντό τινες τῶν τὰ ὀρθὰ διαστρέφειν μεμελετηκότων· ἀλλὰ τουτὶ τὸ ἐν ἀέρι τε καὶ ἐγκόσμιον, περὶ οὗ φησι καὶ αὐτὸς ὁ Σωτήρ “Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ”ἀκούεις· ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· “οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.” ἐγὼ τοίνυν, φησὶν, ὁ νεφέλας συνάγων καὶ στερεῶν βροντὴν, καὶ “ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν,” ὁ φανερὸν καθιστὰς ὃν ἂν ἐθέλοιμι τοῖς τῆς βασιλείας ἐναβρύνεσθαι θώκοις.

οὐκοῦν Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ φύσει Θεὸς, αὐτὸς ὁ ποιῶν ὄρθρον, τουτέστιν ἡμέραν ἤτοι φῶς, αὐτὸς ὁ ποιῶν ὁμίχλην, τουτέστι, σκότος ἢ νύκτα· αὐτὸς ὁ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, ὁ παντὸς ἐπηρμένου καὶ ὑψηλοῦ κρείττων τε καὶ ὑπερκείμενος, ὄνομά τε πρέπον καὶ πολὺ λίαν ἐοικὸς τῇ ἑαυτοῦ δόξῃ φορῶν, τὸ Κύριος παντοκράτωρ.

Θέα δὴ οὖν, ὅσην ἐφ᾽ ἡμᾶς ποιεῖται τὴν ἡμερότητα καὶ φιλανθρωπίαν ὁ τῶν ὅλων Θεός. ἐπαρτήσας γὰρ τὴν ἀπειλὴν, καὶ τὰ μὲν ὡς ἤδη γέγονε, τὰ δὲ ὡς ἔσται προειρηκὼς, καλεῖ πρὸς ἐπίγνωσιν, καὶ μυσταγωγεῖ τὸν ἐκκεκλικότα, καὶ ἀνακομίζει πρὸς σύνεσιν τὸν ἐξ ἀμαθίας ὠλισθηκότα· καὶ τοῖς οὐκ εἰδόσι τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην, ἀπό γε τοῦ πάντα δύνασθαι κατορθοῦν καὶ κατάρχειν τῶν ὅλων, ἑαυτὸν καθίστησιν ἐναργῆ. τοῦτο δὲ ἦν “πόνῳ καὶ μάστιγι” σωφρονίζοντος, μόνον δὲ οὐχὶ καὶ ἀνεθελήτως αὐτοὺς καταπαιδεύοντος εἰς ἐπιστροφὴν, καὶ τὰ δι᾽ ὧν ἦν εἰκὸς ἀναμαθεῖν δύνασθαι τὰ ἀμείνω φρονεῖν, χρησίμως ἐπάγοντος. <Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ᾽ ὑμᾶς θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι οὐ μὴ προσθῇ τοῦ ἀναστῆναι. παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.> Οἱ μακάριοι προφῆται τὰ κακὰ τὰ κατά τινων ἐσόμενα προαναμανθάνοντες, εἶτα δειμάτων ἐντεῦθεν ἀναπιμπλάμενοι καὶ ὑπεραλγοῦντες ὡς ἀδελφῶν, θερμοτέρας ἔσθ᾽ ὅτε ποιοῦνται τὰς ἐπιπλήξεις, μονονουχὶ δάκνοντες ἐξ ἀγάπης, καὶ διανιστάντες εἰς νῆψιν τῇ προαγορεύσει τῶν ὅσον οὐδέπω συμβησομένων. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ἐπιτελεῖ, λέγων μὲν ὡς ἐξ ἰδίου προσώπου, πλὴν οὐχὶ τὰ ἀπὸ γνώμης ἰδίας, ἀλλ᾽ ὡς ἐκ θείων χρησμῳδημάτων.

ταύτῃτοί φησιν Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον ὃν ἐγὼ λαμβάνω ἐφ᾽ ὑμᾶς θρῆνον. λελάληκε μὲν γὰρ ἐν ἐμοὶ, φησὶν, ὁ τῶν ὅλων Θεὸς, συντέθειται δέ μοι θρῆνος ἐφ᾽ ὑμᾶς τοὺς ἀποφοιτῶντας αὐτοῦ. καὶ τί δὴ ἄρα τὸ γοερόν ἐστι μέλος; τί τὸ θρήνημα; καὶ ἐφ᾽ ὅτῳπερ ἂν γένοιτο παρ᾽ ἐμοῦ τὸ δάκρυον; δεινὴ καὶ ἀνουθέτητος ἡ συμφορά. οἶκος Ἰσραὴλ ἔπεσε. συνειστήκει μὲν γὰρ, τιμωμένου τε καὶ ἀγαπωμένου Θεοῦ, καταπέπτωκε δὲ νυνὶ, ταῖς τῶν πλανωμένων ἀπονοίαις παρωτρυμμένου. εἶτα τίς ὁ ἐγερῶν τὸν τοῖς θείοις νεύμασι καταπίπτοντα; ἔσφαλεν ἡ παρθένος, ἀντὶ τοῦ πεπόρνευκε. ποία δὲ αὕτη; πάντως που πάλιν ὁ Ἰσραὴλ, ἤγουν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, πρὸς ἣν εἴρηται παρὰ Θεοῦ “Οὐχ ὡς οἶκόν ”με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;” οὐκοῦν ἡ τῆς παρθενίας ἀρχηγὸν λαχοῦσα Θεὸν, ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, τουτέστι, πεπόρνευκε καὶ ἀπροφάσιστον ἔχει τὴν ἁμαρτίαν.

πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτέ· ἀλλ᾽ ἦν ἐν γῇ οὐκ ἰδίᾳ, καὶ τοῖς τῶν κρατούντων ὑπέστρωτο νόμοις, τάχα που καὶ ἀβουλήτως εἰς τὰ ἐκείνων ἔθη κατεβιάζετο, τῆς προγονικῆς εὐσεβείας ὡς ἐξ ἀνάγκης ἐξωθουμένη· νυνὶ δὲ μαχλὰς κατωθοῦντος οὐδενός· ἔστι γὰρ ἐπὶ τῆς ἰδίας, ἔνθα νόμος ὁ παιδαγωγὸς, ἀποκομίζων αὐτὴν εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ, ἀνειμένη δὲ καὶ ἐλευθέρα καὶ ἀνεπίπληκτος παντελῶς ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδός. τίς οὖν αὐτῇ τῆς ἀπολογίας ἐκπορισθείη λοιπὸν ὁ τρόπος; πεπόρνευκε γὰρ, οὐ βεβιασμένη· πόθεν; ἀλλ᾽ ἑκοῦσα λοιπόν. ταύτῃτοι κατεῤῥαγμένη· οὐκ ἔστιν ὁ ἐγερῶν. εἰρήσθω δὴ οὖν εὖ μάλα καὶ πρός γε ἡμῶν αὐτῶν τῷ πάντα ἰσχύοντι Θεῷ “Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- ”σεταί σοι ἀπὸ τῆς ὀργῆς σου.” Πέπτωκε δὲ καὶ ἑτέρως ἡ τῶν Ἰουδαίων πληθὺς, διὰ τῆς εἰς Χριστὸν παροινίας καταβιαζομένη πρὸς ὄλεθρον, καὶ κεῖται λοιπὸν ἐπαμύνοντος οὐδενὸς, περιμένουσα δὲ πάλιν τὴν τοῦ κατοικτείροντος χάριν, φημὶ δὴ Χριστοῦ. κληθήσεται γὰρ καὶ αὕτη πρὸς ἐπίγνωσιν διὰ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. <Διότι τάδε λέγει Κύριος Ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν· καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.> Διατρανοῖ δὴ λίαν ἐν τούτοις τὸ τίνα πεσεῖται τρόπον.

κένανδροι γὰρ, φησὶν, ἀπομενοῦσιν αἱ πόλεις, δαπανῶντος τοῦ πολέμου τοὺς ἐν αὐταῖς, καὶ ἀθλιότητος εἰς τοῦτο μετακομίζοντος, ὡς μόλις αὐταῖς τὴν δεκάτην ἀπομεῖναι μοῖραν. ἐπειδὴ γὰρ αὐτοὶ παροτρύνοντες ἀνενηνόχασι τοῖς ἀκαθάρτοις δαίμοσιν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν, καὶ αὐτοὶ μόλις ὡς ἐν μοίρᾳ δεκάτῃ περιλειφθήσονται, μονονουχὶ ταλαντεύοντος Θεοῦ τὸ πλημμέλημα, καὶ ταῖς δυσσεβείαις αὐτῶν ἀντεπάγοντος τὴν ἰσόῤῥοπον δίκην.

Φοβερὸν οὖν ἆρα τὸ ἐν θυμῷ παιδεύεσθαι· ταύτῃτοι καὶ ἐλιπάρει Θεὸν ὁ προφήτης λέγων “Παίδευσον ἡμᾶς, Κύριε, ”πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς “ποιήσῃς.” <Διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραήλ Ἐκζητήσατέ με καὶ ζήσεσθε· καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωθευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. ἐκζητήσατε τὸν Κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.> Οὐκ ἐᾷ πάλιν τοὺς ἡμαρτηκότας κατολισθεῖν εἰς ἀπόγνωσιν, καίτοι δειναῖς καὶ ἀφορήτοις πλημμελείαις ἐνειλημμένους· προΐσχεται δὲ τὰ παρὰ τοῦ Θεοῦ, σαγηνεύων εἰς μετάγνωσιν· εἰσκεκόμικέ τε καὶ νῦν ἀναγκαίως αὐτὸν ἀνήσειν αὐτοῖς ὑπισχνούμενον τὰ ἐγκλήματα, ἀπαλλάξειν δὲ καὶ ποινῆς καὶ τῶν εἰς τοῦτο δειμάτων. φύσει γὰρ ἀγαθὸς ὁ Δημιουργὸς, “Μακρόθυμος καὶ πολυέλεος καὶ ”μετανοῶν ἐπὶ ταῖς κακίαις,” καθὰ γέγραπται, καὶ ᾗ φησὶν αὐτὸς διὰ φωνῆς Ἰεζεκιήλ “Οὐ θέλει τὸν θάνατον τοῦ ”ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν.”

εἴπερ οὖν περὶ πολλοῦ ποιεῖσθε τὸ ζῆν, καὶ ἀξιόληπτον ὑμῖν τὸ χρῆμα φαίνεται, καταλήγετε τῆς ἀπάτης, καὶ τῆς οὕτω μακρᾶς ἀμαθίας ἀποπηδήσαντες, ἐκζητήσατέ με φησὶ, τουτέστιν, ἐμοὶ λατρεύσατε τῷ φύσει Θεῷ, τῷ ζωοποιῷ, τῷ σώζειν ἰσχύοντι, ἔξω τε παντὸς τιθέντι κακοῦ τοὺς σεβομένους αὐτόν. δεῖ δὲ δὴ, φησὶ, προαπονίπτειν ἑαυτοὺς, τῆς ἑαυτῶν ψυχῆς ἐξωθοῦντας τῆς ἀποστασίας τὸν ῥύπον, καὶ προεκτήκειν εὖ μάλα τὴν ἐκ τοῦ πεπλανῆσθαι κηλῖδα, κολλᾶσθαί τε οὕτω λοιπὸν τῷ παναγάθῳ Θεῷ.

Τί δὲ δὴ καὶ δρᾶν ἔδει μετανοεῖν ἑλομένους, διεσάφει λέγων Μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ εἰς τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε. φρέαρ δὲ ὅρκου τὰ Γέραρά φησι· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἤτοι τῶν Παλαιστινῶν. ἐπειδὴ γὰρ ὤμοσαν ἀλλήλοις ὅ τε θεσπέσιος Ἁβραὰμ καὶ Ἀβιμελὲχ, καὶ συνθήκας εἰρηνικὰς ἔθεντο ἐπὶ τοῦ φρέατος, μετωνόμαστο λοιπὸν ἡ πόλις εἰς τὸ φρέαρ τοῦ ὅρκου. Γάλγαλα δὴ οὖν καὶ Βαιθὴλ καὶ μέντοι καὶ Γέραρα πόλεις ἦσαν πολὺ λίαν πρὸς ἀσέβειαν ἐκτετραμμέναι, καὶ πολυειδῆ τοῖς ἀπατωμένοις παρατιθεῖσαι τὴν πλάνην. τούτων ἀναγκαίως ἀποφοιτᾶν προστέταχεν, ἀναπλέξας τῷ λόγῳ καὶ ἀπειλὴν, ἵνα πανταχόθεν συνελαύνῃ πρὸς τὸ συμφέρον. οἰχήσονται γάρ φησι Βαιθήλ τε καὶ αἱ λοιπαί. καὶ ἡ μὲν αἰχμάλωτος βαδιεῖται πρὸς ἐχθροὺς, ἡ δὲ οὕτω καταπρησθήσεται, ὡς δοκεῖν ἤδη πως μηδὲ ὑπάρξαι ποτέ. οὐκοῦν ζητείσθω Θεὸς, ἵνα ζήσητε, φησὶ, πρὶν ἀναλάμψαι τὸν οἶκον Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων. τὸ μὲν οὖν ἀναλάμψαι τὸ ἐμπρησθῆναί φησιν, οἶκον δὲ Ἰωσὴφ ὀνομάζει τὸν Ἐφραῒμ, ἤτοι τοὺς ἐν τῇ Σαμαρείᾳ· γεγόνασι γὰρ ἐξ Ἰωσὴφ Ἐφραΐμ τε καὶ Μανασσῆς. ὥσπερ οὖν ὅταν αὐτοὺς Ἰσραὴλ ὀνομάζῃ, νοοῦμεν ὡς ἐκ πατρὸς κεκλῆσθαι τοὺς ἐξ αὐτοῦ, οὕτω κἂν λέγῃ τυχὸν Ἰωσὴφ, κατὰ τὸν ἶσον συνήσεις τρόπον.

Καλὴ τοιγαροῦν ἡ μετάγνωσις, ἀποσοβοῦσα τὰς δίκας, καὶ τὰ ἐξ ὀργῆς ἀνακόπτουσα, ἔξω τε τιθεῖσα τοὺς ἐπιτηδεύοντας αὐτὴν τῶν δεσποτικῶν κινημάτων, καὶ ἁπάσης ἡμᾶς ἀπαλλάττουσα συμφορᾶς. <Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν· ποιῶν πάντα καὶ μετασκευάζων, καὶ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.> Μυσταγωγικὸς ὁ λόγος, καὶ ὅτι μάλιστα πρέπων τοῖς καλουμένοις εἰς ἐπίγνωσιν Θεοῦ, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἰέναι σπουδάζουσι. πρόκειται γὰρ τῷ Προφήτῃ διδάξαι τοὺς πλανωμένους, πρῶτον μὲν ὅτι τῷ τῶν ὅλων τὸ κράτος ἀνῆπται Θεῷ, καὶ τοῖς αὐτοῦ νεύμασι πηδαλιουχεῖται τὰ σύμπαντα, καὶ νόμῳ δικαιοσύνης ἡ παμμακαρία τῶν ἀγγέλων ὑπενήνεκται πληθύς· καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοῖς τῆς παρ᾽ αὐτοῦ δικαιοσύνης κατεζεύχθαι νόμοις. εἰ γὰρ τὸ ἄμεινον ἐν τούτοις καὶ δουλεύει Θεῷ, καὶ ὑπέστρωται μετὰ φόβου τῶν ἐν ὕψει πνευμάτων ἡ ἁγία πληθὺς, πῶς ἂν ἢ πόθεν τὸ ἀνεπίπληκτον ἔχοι διανενευκὸς εἰς τὸ ἐξήνιον τὸ οὕτω μειονεκτούμενον φύσει τε καὶ δόξῃ, τουτέστιν, ὁ ἐκ γῆς τε καὶ εἰς γῆν ἄνθρωπος;

ὁ τοίνυν, φησὶ, τῶν ὅλων Κύριος ὁ εἰς ὕψος ποιῶν κρῖμα. ὅμοιον δὲ ὡς εἰ λέγοι Ὁ τοῖς ὑψοῦ τε καὶ ἄνω πνεύμασι τῆς αὐτοῖς πρεπούσης δικαιοσύνης ἐντιθεὶς τὸν τρόπον· κρῖμα γὰρ τὴν δικαιοσύνην φησίν· αὐτὸς τέθεικε καὶ εἰς γῆν δικαιοσύνην, τουτέστιν, ὡρίσατο καὶ τοῖς ἐν γῇ νόμους, καθ᾽ οὓς ἂν πρέποι διαζῆν αὐτοὺς, εἰ ἐν λόγῳ τέθειται παρ᾽ αὐτοῖς τὸ εὖ εἶναι καὶ ζῆν, καὶ τῆς παρ᾽ αὐτοῦ μετέχειν ἡμερότητος καὶ φιλανθρωπίας. ὅτι δέ ἐστι παντοκράτωρ καὶ παναλκὴς ὡς Θεὸς, καὶ ἀμήχανον αὐτῷ παντελῶς οὐδὲν, εἴκει δὲ καὶ αὐτὴ τῶν στοιχείων ἡ φύσις, καὶ μεθίσταται τὰ ὄντα πρὸς τὸ αὐτῷ δοκοῦν, ἀποδείκνυσι, λαβὼν εἰς παράδειγμα τὸ ἐκτρέπειν μὲν εἰς τὸ πρωῒ σκιὰν, ἡμέραν δὲ αὖ συσκοτάζειν εἰς νύκτα· καὶ πρός γε δὴ τούτοις, ὅτι καὶ ἐξ ἁλὸς ὕδωρ, ἀφάτῳ δυνάμει πρὸς τὸ ὑψοῦ τε καὶ ἄνω καλῶν, γλυκὺ καθίησι τοῖς ἐπὶ τῆς γῆς, τοῖς τοῦ κρατοῦντος νεύμασι μεταχωροῦν εἰς τὸ παρὰ φύσιν. ἐκτρέπεσθαι δέ φησιν εἰς τὸ πρωῒ σκιὰν, τουτέστι, τὴν νύκτα, ἤγουν τὸ σκότος μεταφοιτᾶν εἰς ἡμέραν. ὡς γὰρ ὁ μακάριος γράφει Μωυσῆς “Σκότος ἦν” ἐν ἀρχαῖς “ἐπάνω τῆς ἀβύσ- ”σου,” τουτέστιν ἡ σκιά· ἀλλ᾽ “Εἶπεν ὁ Θεὸς, φησὶ, καὶ ”ἐγένετο φῶς” οὕτως εἰς τὸ πρωῒ, τουτέστιν εἰς ἡμέραν, μετατετράφθαι φαμὲν τὴν σκιὰν, τουτέστι τὸ σκότος. ἀλλ᾽ ἡμέρας γεγενημένης ἐπελάβετο αὖθις ἡ νύξ· τοῦτό ἐστι τὸ ἡμέραν εἰς νύκτα συσκοτάζειν.

ὠφελεῖ δὴ οὖν ὁ Προφήτης τοὺς πεπλανημένους, οὐκ ἄψυχον ὕλην, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καταδεικνὺς, οὔτε μὴν ἐν ἴσῳ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἤγουν κατά τινας ὄντας τῶν ἐκ τέχνης ἀνθρωπίνης ἐξηυρημένων θεῶν, ἀλλὰ καὶ τῶν ἄνω πνευμάτων βασιλέα καὶ νομοθέτην, καὶ τῶν ἐπὶ γῆς ὁμοίως, καὶ δεσπόζοντα τῶν στοιχείων, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν μετακλίνοντα τῶν ὄντων τὴν φύσιν. ταύτῃ γὰρ δὴ, καὶ μάλα δικαίως, φησὶν ὄνομα πρέπον αὐτῷ τὸ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ. ἐπειδὴ δὲ ταῦτά ἐστι φύσει τε καὶ ἀληθῶς, διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, ἐπάγει δὲ καὶ ταλαιπωρίαν ἐπ᾽ ὀχύρωμα· καταδράττεταί φησι τῶν ὑπερηφάνων, καὶ τοῖς ἀποσειομένοις τὸν αὐτοῦ ζυγὸν ἐπιμερίζει συντριβάς. ἀλλὰ κἂν εἴ τις οἴηται τυχὸν ἐξ ἀποπληξίας ἰσχυρὸς εἶναι καὶ μέγας, καὶ τούτῳ ταλαιπωρίαν ἐπάγει. τοῦτο δὲ ἦν ὑπεμφαίνοντος εὐφυῶς, ὡς εἰ ἕλοιντο ῥᾳθυμεῖν, καὶ ἐν τοῖς τῆς ὑπερηφανίας ἐγκλήμασι διαμένειν ἔτι, καὶ μέγα φρονεῖν ἐπί γε σφίσιν αὐτοῖς, εἰς ἐσχάτην πεσοῦνται ταλαιπωρίαν, τῇ τοῦ πάντων κρατοῦντος χειρὶ λοιπὸν ὁσίως περιθραυόμενοι. “Κύριος γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται,” κατὰ τὸ γεγραμμένον, καὶ πολέμιον ἡγεῖται τὸν ἀλαζόνα καὶ ἀπειθῆ καὶ δυσάγωγον· ἐπιβλέπει γεμὴν “ἐπὶ τὸν ταπεινὸν καὶ ”ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους” αὐτοῦ.

καὶ ἀγαθὸν τὸ χρῆμα, καὶ ἀξιοζήλωτον ἀληθῶς παρά γε τοῖς ἄριστα διαζῆν ἑλομένοις. <Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο.> Ἀντέχεται πάλιν τῆς αὐτῷ πρεπούσης ἀκολουθίας ὁ λόγος. ἐπειδὴ γὰρ ὁ θεσπέσιος Προφήτης παντοκράτορά τε καὶ παναλκῆ κατωνόμαζε τὸν Θεὸν, προσετίθει δὲ ὅτι “διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύ- ”ρωμα ἐπάγει,” ταύτῃτοι καὶ νῦν ἀναγκαίως, ἵνα μήτις οἴηται περιττῶς ἐπάγειν αὐτὸν τοῖς ὀλίγα πταίουσι τὰς ὀργὰς, ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ εἰς μέσον ἄγει τὰς αἰτίας, δι᾽ ἃς συντρίμματα καὶ ταλαιπωρίαν ἐπιμερίζει τισίν. μεμισήκασι γάρ φησι τοὺς σωφρονιστὰς, παρ᾽ οὐδὲν πεποίηνται τοὺς ἐλέγχοντας καὶ τοὺς ἀπορθοῦν εἰωθότας εἰς τὸ ἁνδάνον Θεῷ, βδελυρὸν ἡγήσαντο πάντα λόγον ὅσιον, τὸν καλοῦντα δηλονότι καὶ παραθήγοντα πρὸς ὁσιότητα καὶ ἁγιασμόν. τὸ δὲ ἐν πύλαις νοήσεις, ἐναργῶς καὶ ἀναφανδὸν καὶ ἐν παῤῥησίᾳ. ἔοικε δὲ τῆς εἰς προφήτας καὶ νόμον ἀπονοίας αὐτῶν καὶ ἀποστροφῆς διαμεμνῆσθαι νυνί. ἤλεγχον μὲν γὰρ οἱ προφῆται, προσιόντες ἀκρύπτως. ὅσιος δὲ λόγος ὁ νόμος ἦν, ὅτι καὶ Θεοῦ καὶ δικαιοσύνης πρύτανις, καὶ παιδαγωγὸς εἰς εὐσέβειαν, καὶ τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ δεικτικός. διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, “ἁγίαν ”καὶ δικαίαν καὶ ἀγαθὴν” τὴν διὰ Μωυσέως εἴρηκεν ἐντολήν.

οὐκοῦν νοσημάτων αἴσχιστον, καὶ τῶν ἐν ψυχῇ παθῶν ῥίζα τις ὥσπερ καὶ γένεσις τὸ ἀποσείεσθαι συμβουλὰς, καὶ μισεῖν ἐλέγχους, καὶ δοκεῖν τὸν θεῖον μηδὲ εἰδέναι νόμον. ὁ γάρ τοι πρὸς τοῦτο φαυλότητος καθιγμένος, νηΐ που πάντως ἔσται προσεοικὼς πηδαλίων ἐρήμῃ, καὶ οὐκ ἐχούσῃ τὸν ἐφεστηκότα, ἣ παντὶ πνεύματι περιφέρεται, καὶ πρὸς τὸ ὠθοῦν ἁπλῶς ἀπερισκέπτως ἵεται, μονονουχὶ καὶ μεθύουσα, καὶ κυμάτων ἄθυρμα φαινομένη λοιπόν. ἀλλ᾽ ὅ γε σοφὸς ἡμῖν Δαυεὶδ μακαρίζει τὸν δίκαιον ἐκεῖνον λέγων “Ὁ νόμος τοῦ ”Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ “διαβήματα αὐτοῦ·” ἀπορθοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῷ. <Διὰ τοῦτο ἀνθ᾽ ὧν κατεκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ᾽ αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, καὶ ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.> Ἀληθὲς, ὅτι καὶ πάντη τε καὶ πάντως τὸ ἀποσχέσθαι τῶν ἀγαθῶν τὴν τῆς φαυλότητος ἔχει γένεσιν, καὶ ἡ τοῦ χρησίμου τε καὶ ὠφελεῖν πεφυκότος ἀποστροφὴ τοῖς οὐχ ὧδε ἔχουσι περιπταίειν ἡμᾶς ὡς ἐξ ἀνάγκης ποιεῖ. ὅνπερ γὰρ τρόπον φωτὸς ἀπεληλασμένου, κατ᾽ ἴχνος εὐθὺς καὶ κατὰ πόδας εἶσι τὸ σκότος, οὕτως ἀρετῆς ἀποφοίτησις ἑπομένην ἔχει τὴν τῆς φαυλότητος εἰσδρομήν.

οὐκοῦν, ἐπειδήπερ μεμισήκασι μὲν “ἐν πύλαις ἐλέγχοντα, κατε- ”βδελύξαντο δὲ καὶ λόγον ὅσιον,” εἰς πολυειδῆ κατώλισθον ἁμαρτίαν, ἐτράποντό τε πρὸς πλεονεξίαν, καὶ τὴν ὅτι μάλιστα κατεστυγημένην Θεῷ καταδυναστείαν ἐπιτηδεύοντες, ἔτυπτον μὲν “Πυγμαῖς ταπεινὸν,” καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, οἱ ἁδροί που πάντως καὶ τῶν ἄλλων ὑπερκείμενοι δόξῃ τε καὶ πλούτῳ· διήρπαζον δὲ δωρεᾶς ὀνόματι, παρ᾽ οὐχ ἑκόντων δεχόμενοι τὰ τῶν ἐνόντων αὐτοῖς τιμιώτερα. πλὴν ἀποφαίνει χρησίμως, ὅτι τοῖς τὰ τοιαῦτα δρᾶν εἰωθόσιν ἀνόνητος ἡ πλεονεξία, καὶ τὸ αἰσχρῶν ἡττᾶσθαι λημμάτων εἰς λύπας ἐκτελευτᾷ, καὶ δίκην ἔχει τὸ πέρας. εἰ γὰρ μήτε οἴκων ἀπολαύσουσι τῶν ὡς ἐν σπουδῇ καὶ φιλοτίμως ἐξειργασμένων, εἰκῇ δὲ αὐτοῖς πονεῖται τὰ ἐν ἀγροῖς, οἴχεται δὲ πρὸς ἀδόκητον ἔκβασιν τῶν ἠγαπημένων ἡ μέθεξις, δι᾽ ἃ γέγονεν ἡ πλεονεξία, καὶ τὸ φιλοχρήματον εἰσέδυ πάθος, πῶς οὐκ εἰκαῖος καὶ ἀκερδὴς ἀναφανεῖταί τισιν, ὁ ἐπί γε τῷ χρῆναι πλεονεκτεῖν τρόπος; σοφὸν οὖν ἐκεῖνο περινοεῖν, ὅτι καθά φησιν ὁ Παροιμιαστής “Κρείσσων ὀλίγη λῆψις ”μετὰ δικαιοσύνης ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.”

εἰδωλολατρείαν δὲ καὶ ὁ Παῦλος τὴν πλεονεξίαν καλεῖ, καὶ μάλα εἰκότως· ἀθεότης γὰρ τὸ χρῆμα λοιπὸν, καὶ ἐν ἴσῳ τέθεινται τοῖς τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκόσιν οἱ τὸν τῆς εἰς ἀδελφοὺς ἀγάπης νόμον πατοῦντες, ἣ καὶ τοῦ νόμου τὴν πλήρωσιν ἔχει. ὁ δὲ νόμον οὐκ εἰδὼς, ἀρνεῖται τὸν Νομοθέτην. σωφρονεστέρους δὲ ἡμᾶς καὶ ἀδίκου φιλοχρηματίας κρείττονας καὶ αὐτὸς ὁ Χριστὸς ἀπετέλει λέγων “Τί γὰρ ”ὠφεληθήσεται ἄνθρωπος ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, “τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ”ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ·” “Θησαυροὶ γὰρ ἀνόμους ”οὐκ ὠφελήσουσι, κατὰ τὸ γεγραμμένον· δικαιοσύνη δὲ “ῥύσεται ἐκ θανάτου.” <Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. διὰ τοῦτο ὁ συνιῶν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν.> Ὅτι μὴ ἐπὶ σμικροῖς, μήτε μὴν ἐπὶ τοῖς τυχοῦσι τῶν πλημμελημάτων ἀμύνεται Θεὸς τοὺς προσκεκρουκότας, ἀνεξικακήσας δὲ μᾶλλον ἐπὶ μετρίοις πταίσμασι, ταῖς ἀχαλίνοις εἰς φαυλότητα ῥοπαῖς λοιπὸν ἐπάγει τὴν κίνησιν, πειρᾶται διδάσκειν. ἀποπεσεῖσθαι γὰρ οἴκων τοὺς ἐν Σαμαρείᾳ φησὶ, καὶ μέντοι καὶ ἀμπελώνων, καὶ παντὸς οἶμαι τοῦ κατευφραίνειν εἰδότος καὶ συνέχοντος εἰς εὐημερίαν.

ἐπειδὴ τοίνυν δειναὶ καὶ μεγάλαι καὶ οὐκ ἔτι φορηταὶ γεγόνασιν αἱ παρ᾽ αὐτῶν ἁμαρτίαι· κατεδυνάστευον γὰρ δίκαιον, ἢ ἄνδρα τυχὸν, ἤγουν, βλέποντες εἰς ἀνοσιότητα, ὀλίγα φροντίζειν ἠξίουν ὀρθοῦ καὶ δικαίου κρίματος. ἔστι δὲ τοῦτο καταδυναστεύειν τρόπον τινὰ καὶ πλεονεκτεῖν ἀφυλάκτως τὸ δοκοῦν τῷ νόμῳ. ἐδέχοντο γὰρ καὶ ἀλλάγματα, τουτέστιν ἀντιδόσεις καὶ ἀντιμισθίας τῶν ἀδίκων κριμάτων· καὶ πρός γε τούτοις ἐξέκλινον πένητας ἐν πύλαις. καὶ τί δὴ τοῦτό ἐστιν; ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι τοὺς τὰ μέτρια φρονεῖν ἀναπείθοντας, καὶ ἐν παῤῥησίᾳ περὶ τούτου συμβουλεύοντας ἐποιοῦντο φευκτούς· ἤγουν ὅτι τὰ τῶν πενήτων κρίματα παρακρίνειν ἀπετόλμων, οὐ λεληθότως· πόθεν; οὐδὲ οἱονεὶ σοφιζόμενοι τὴν ἀσέβειαν, ἀλλ᾽ οἱονεὶ ἐν πύλαις, τουτέστιν ἀναφανδὸν καὶ ἐν ὄψει πολλῶν, οὐδὲν ἔτι κατερυθριῶντες ὅλως, οὔτε μὴν αἰδῶ τινὰ τοῦ θείου ποιούμενοι νόμου. εἰς τοῦτο δὲ ἤδη φαυλότητός τε καὶ πονηρίας κατεβίβασαν τὸν καιρὸν, ὡς καὶ αὐτοῖς ἄμεινον ὁρᾶσθαι τοῖς σοφοῖς, καὶ τοῖς συνιέναι δυναμένοις οἰκονομίας πραγμάτων, τὸ μήτε ἐλέγχειν ἔτι, μήτε μὴν ἐπανορθοῦν τοὺς δυσσεβεῖν ἑλομένους, διάτοι τὸ τοῖς οὐκ ἔχουσιν ὠτία προσεοικέναι λοιπὸν τοὺς ἐλεγχομένους, καὶ κυνηδὸν ἐπιθρώσκειν τοῖς ἐθέλουσιν ὠφελεῖν, καὶ ἐν ἐχθρῶν ποιεῖσθαι μοίρᾳ τοὺς τῶν καλλίστων εἰσηγητάς.

ἐπετίμων γὰρ τοῖς ἁγίοις προφήταις, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι παρεσκεύαζον εἰς μέσον ἰόντας ἔσθ᾽ ὅτε, καὶ τοὺς ἄνωθεν αὐτοῖς διακομίζοντας λόγους. καὶ γοῦν Σεδεκίας ἀπαγγέλλοντα τὰ παρὰ Θεοῦ τὸν προφήτην Ἱερεμίαν ποτὲ μὲν ἐδέσμει, ποτὲ δὲ καὶ εἰς λάκκον καθίει, καὶ τοῖς ἐν αὐτῷ τέλμασιν ἐναποπνίγειν ἤθελεν.

Οὐκοῦν ἐπὶ μικροῖς ἔτι πταίσμασι μετανοεῖν ἀναγκαῖον, καὶ μὴ ταῖς τῶν μειζόνων ἐπαγωγαῖς μονονουχὶ καὶ ἄκοντα παροτρύνειν Θεόν. εἰ γὰρ ἰσχυραὶ γένοιντο καὶ πολλαὶ λίαν αἱ ἁμαρτίαι, τότε δὴ πάντως ἀνταποδώσει, καὶ τὰς τῆς ἀγανακτήσεως ἐποίσει φλόγας. ἰσχυρὰς δὲ εἶναί φαμεν τὰς ἁμαρτίας, τὰς δεινάς τε καὶ ἀφορήτους· ὅτι “μὴ πᾶσα ”ἁμαρτία πρὸς θάνατον,” κατά γε τὴν σοφωτάτην τοῦ Ἰωάννου φωνήν· εἰ δὲ μηδεμία νικᾶν ἰσχύει τὴν φιλανθρωπίαν Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ. <Ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθ᾽ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἴπατε Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλὰ, καὶ ἀποκαταστήσατε ἐν πύλαις κρῖμα, ὅπως ἐλεήσει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.> Ἔφην ἤδη πλειστάκις, ὡς οὐ μία γέγονεν αἰχμαλωσία, διάφοροι δὲ κατὰ καιροὺς, καὶ ἀνὰ μέρος. Φουλὰ μὲν γὰρ ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ᾽ ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, “πόνῳ ”καὶ μάστιγι” παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετατιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν εἰρημένων πολέμων διαφυγεῖν ἰσχύσαντας, γνωσιμαχοῦντας ἤδη πως, ἐφ᾽ οἷς ἠπάτηνται μετανοεῖν, εἰδέναι τε καὶ ὁμολογεῖν, ὅτι πολλὰ καὶ δύσοιστα πεπλημμεληκόσιν ἐπενήνεκται λοιπὸν τὰ ἐκ θείας ὀργῆς, εἶτα τῶν ἰδίων ἐθῶν τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπαγγέλλεσθαι τῷ Θεῷ, λέγοντας Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά.

οὐκοῦν ὃν τρόπον εἰρήκατε, φησὶ, ζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ἵνα καὶ τὸ εὖ εἶναι κερδάνητε ζῶντές τε καὶ σωζόμενοι, καὶ μεθ᾽ ὑμῶν γένοιτο Κύριος ὁ Θεὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν. ἀποκαταστήσατε δὲ καὶ ἐν πύλαις κρῖμα, τουτέστιν, ὀρθοὶ γένεσθε κριταί· μὴ ψῆφον ἄδικον καταγράφοντες τῶν ἀσθενεστέρων· μὴ τὴν τοῦ δικαίου παρασημαίνοντες δύναμιν· μήτε μὴν κονδυλίζοντες εἰς κεφαλὰς πτωχῶν· μήτε ὁδὸν ταπεινῶν ἐκκλίνοντες, ἵνα λοιπὸν κατελεήσῃ Θεὸς τοὺς ἐκ τῶν ἤδη συμβεβηκυιῶν αἰχμαλωσιῶν περιλειφθέντας ἐξ Ἰωσήφ. σημαίνει δὲ πάλιν τὸν Ἐφραῒμ, ἤτοι τὰς δέκα φυλάς. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ γέγονεν ἐξ Ἰωσὴφ ὁ Ἐφραῒμ, ταύτῃτοι καὶ τῷ τοῦ πατρὸς ὀνόματι σημαίνεται.

Δεῖ δὴ οὖν ἄρα φρονεῖν ὀρθὰ, καὶ τὰς ἰδίας ἡμῶν ἀπορθοῦν διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν. <Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετὸς, καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν, καὶ εἰς εἰδότας θρῆνον· καὶ ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι διελεύσομαι διὰ μέσου σου, εἶπε Κύριος.> Ἀπογευσάμενοί φησι τῶν ἐκ τοῦ πολέμου κακῶν, καὶ τοῖς ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαίνεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνάμεστοι μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν ἤδη πως τὰς ἁμαρτίας, καὶ οὐ πόῤῥω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων.

ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πως οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιῤῥίπτει τὰς δίκας. οὕτω καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν. <Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ;> Τῶν ἁγίων προφητῶν προαγορευόντων αὐτοῖς τὰ ἐσόμενα, καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, διαγελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέσεις καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ὁλοτρόπως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κατά γε τὴν Ἱερεμίου φωνήν “Ποῦ ἐστὶν ὁ λόγος Κυρίου; ἐλθέτω.”

ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφῆται, καὶ δειμάτων αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ᾽ αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι “Ὅταν ἔλθῃ ἀσεβὴς εἰς ”βάθος κακῶν, καταφρονεῖ,” κατὰ τὸ γεγραμμένον. ἀλλ᾽ οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ.

Οὐαὶ τοίνυν, φησὶν, τοῖς οὐδὲν ἕτερον ἐπιθυμοῦσί τε καὶ ἐκδεχομένοις εἰ μὴ τὴν τῆς κολάσεως ἡμέραν· ἣν καὶ τοῦ Κυρίου φησίν· ἐπάγεται γὰρ παρὰ Θεοῦ. ἵνα τί τοίνυν αὐτὴ, φησὶν, ὑμῖν, σκότος οὖσα καὶ οὐ φῶς, διά τοι τὸ πλείστης ὅσης ἀναπεπλῆσθαι συμφορᾶς; οὐ γὰρ ἂν γένοιτό φησι διεκδύναι τισὶν, οὐδ᾽ ἂν ἔξω τις ἴοι τοῦ κακοῦ· ἀλλ᾽ ὁ τοῦτο φυγὼν, ὑπ᾽ ἐκείνου ληφθήσεται, καὶ τοῖς τὸ πρῶτον ἐκνενευκόσι συναντήσει τὸ δεύτερον. τοῦτο γάρ ἐστι τὸ διαφυγεῖν μὲν ἐκ στόματος λέοντος, ἐμπεσεῖν δὲ εἰς ἄρκτον. ἀλλὰ κἂν εἴ τις οἴοιτο, φησὶν, ἐν ἀσφαλείᾳ γενέσθαι τυχὸν, εἰσελάσαι τε εἰς τὴν οἰκίαν, ἐκεῖ θανάτῳ περιπεσεῖται, τοῖς ὄφεως δήγμασιν ἀδοκήτως ὑπενηνεγμένος. Θεοῦ γάρ τινα συνελαύνοντος εἰς ὄλεθρόν τε καὶ πόνους, τίς ὁ διασώσων; τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων τῆς δίκης; ἢ ποῖος ἔσται τρόπος, ὃν εἰ διελάσειέ τις, ἔξω γένοιτο τῶν κακῶν; οὐδεὶς παντελῶς. “Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” καὶ “Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;” κατὰ τὸ γεγραμμένον. <Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.> Ἁρμόσειεν ἂν ὁ λόγος τοῖς ἐξ Ἰούδα μάλιστα καὶ Βενιαμίν.

αἱ μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ φυλαὶ ταῖς τῶν εἰδώλων λατρείαις ὁλοτρόπως προσκείμεναι, ῥᾴθυμοί τε σφόδρα καὶ πολὺ κατημεληκυῖαι τῶν διὰ Μωυσέως ἡλίσκοντο νόμων· οἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἔθυον μὲν ἐν τοῖς ὑψηλοῖς τῇ Βάαλ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ προσῆγον σπονδὰς, ὑπεπλάττοντο δὲ πρὸς τούτῳ καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ποιεῖσθαι φροντίδα, καὶ ἀποπληροῦν ἐπείγεσθαι καὶ θυσίας καὶ ἑορτάς. ἀλλ᾽ ὅτι ταῦτα μεμίσηκεν ὁ τῶν ὅλων Δημιουργὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φανερὸν ἐποιεῖτο λέγων “Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσ- ”έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν “θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων ”κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ “βούλομαι, οὐδ᾽ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε- ”ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου “οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- ”μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ “σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν ”καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· “ἐγενήθητέ μοι εἰς πλησμονήν.” ταύτης ἠρτῆσθαι τῆς διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτὰς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ᾽ ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς.

εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας.

Ἀλλ᾽ Ἰουδαίοις μὲν πλείστην ὅσην ἐπιτηδεύουσι τὴν ἀσέβειαν πρέποι ἂν εἰκότως ἅπερ ἔφαμεν ἀρτίως· ἀποδέχεται δὲ, καὶ λίαν ἀσμένως, καὶ προσίεται Θεὸς τὰς τῶν ἐν πίστει θυσίας, τὸ ὁλοκαύτωμα τὸ πνευματικὸν, τὰς ἐν ἑορταῖς ἐπιφανείας. εὐωδιάζομεν γὰρ οὐχ ἑαυτοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, φημὶ δὴ Χριστόν. πρέποι δ᾽ ἂν, καὶ μάλα εἰκότως, τὸ ἀπαράδεκτον εἰς θυσίαν, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς καὶ οἷς οὐκ ἔστιν εἰπεῖν, κατά γε τοὺς ἐν πίστει γνησίους “Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ ”Θεῷ.” ὀσμὴ γὰρ αὐτοῖς ἐν Βεελζεβοὺλ, εἴπερ ἐστὶν ἀληθὲς ὅτι “Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς,” εἰ μὴ ἐν Βεελζεβούλ. δυσφημοῦντες δὲ ἀφυλάκτως οἱ τάλανες, καὶ τῆς τοῦ Μονογενοῦς καταψευδόμενοι δόξης, οὐκ εὐοσμίᾳ πνευματικῇ, βορβόρῳ δὲ μᾶλλον καταμεθύοντα φοροῦσι τὸν νοῦν. <Μετάστησον ἀπ᾽ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. καὶ κυλισθήσεται ὡς ὕδωρ κρῖμα, καὶ δικαιοσύνη ὡς χειμάῤῥους ἄβατος.> Ἐκπέμπει ταῖς ἑορταῖς ὁμοῦ καὶ ταῖς ἀνονήτοις θυσίαις τὰς ὀργανικὰς εὐφημίας, οὐκ ἀψύχοις ὕλαις τὸ χρῆναι δοξολογεῖν ἀπονέμων Θεὸς, μετατιθεὶς δὲ μᾶλλον τῆς οὕτω λαμπρᾶς εὐκλείας τὴν μέθεξιν τοῖς ἐκ καθαρᾶς διανοίας ἀνιεῖσι φωνήν· δοξολογία γὰρ ἡ τοιάδε καλὴ καὶ ἁνδάνουσα τῷ πάντων Δεσπότῃ.

εὖ δὲ δὴ σφόδρα τὰς οὐκ οἶδ᾽ ὅθεν ἐξηυρημένας τῶν Ἰουδαίων δοξολογίας, ὀργανικὰς δηλονότι, καθάπερ ἔφην ἀρτίως, ἦχον ᾠδῶν ἀποκαλεῖ, τὴν οἱονείπως περιττήν τινα καὶ εἰκαῖαν ἠχὴν, ἄσημόν τι καὶ ἀδρανὲς ἱεῖσαν μέλος. ὅτι δὲ καὶ ταῦτα γεγόνασιν Ἰουδαικῆς ἀβουλίας εὑρήματα, δέδειχεν εἰπών Ψαλμὸν ὀργάνων σου· μόνον γὰρ οὐχί φησιν Οὐκ ἐμῶν· ἔξω γὰρ νόμου τὸ χρῆμα, καὶ περὶ τούτων οὐδὲν λελάληκεν ὁ Μωυσῆς. οὐκοῦν οὐ παρακληθήσομαί φησιν, οὐδὲ ταῖς δι᾽ ὀργάνων εὐηχίαις ἀποκρούσει τὰ ἐγκλήματα· ἀλλ᾽ ὡς ὕδωρ κυλισθήσεταί μου τὸ κρῖμα, καὶ ἡ παρ᾽ ἐμοῦ γενομένη δικαιοσύνη, τουτέστιν, ἡ καθ᾽ ὑμῶν δικαία λοιπὸν ἀπόφασις ὡς χειμάῤῥους ἄβατος ἔσται, κατασύρων δηλονότι τὰ παρεμπίπτοντα, καὶ φειδόμενος οὐδενός. καταῤῥήγνυνται γὰρ τῶν ὀρῶν ῥαγδαίως οἱ χείμαῤῥοι. οὕτω καὶ ἡ θεῖα ψῆφος, εἰ δὴ γένοιτο κατά τινων, ὕδωρ ἄμαχον καὶ χειμάῤῥους ἀνανταγώνιστος ἔσται, καὶ ἕτερον οὐδέν.

Πανταχοῦ τοιγαροῦν χρήσιμόν τε καὶ ἀναγκαῖον τὸ μετανοεῖν φαίνεται, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀποκρούεσθαι τὴν ὀργὴν, οὐκ ἄχρηστον παντελῶς καὶ ἀτρανῆ φωνὴν ἱέντας Θεῷ, ἀλλ᾽ ἐξ ἀγαθῆς διανοίας σοφὸν ἀληθῶς καὶ εὔρυθμον ἀνηχοῦντας μέλος. “Θῦσον γὰρ, φησὶ, θυσίαν ”αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπι- “κάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ ”δοξάσεις με.” <Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι τεσσαράκοντα ἔτη οἶκος Ἰσραὴλ ἐν τῇ ἐρήμῳ λέγει Κύριος, καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.> Διὰ τῶν ἀρτίως ἡρμηνευμένων, Θεὸς ἦν ὁ λέγων πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ “Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ”ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· “διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ”ὑμῶν, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας “ὑμῶν οὐκ ἐπιβλέψομαι.” ἵνα γὰρ φαίνηται σεσωκὼς αὐτὸς ἐξ ἰδίας ἡμερότητος τὸν Ἰσραὴλ, καὶ τῇ τῶν πατέρων μνήμῃ διδοὺς τὸν ἐπὶ τέκνοις ἔλεον, καὶ οὐ θυσιῶν ἀντέκτισιν καὶ οἱονείπως ἀντιμισθίαν τὸ χρῆμα ποιούμενος, φησὶν ἀναγκαίως, ὡς ἔτη μὲν διατετελέκασιν οὐκ ὀλίγα κατὰ τὴν ἔρημον.

καὶ τροφὴ μὲν ἦν τὸ μάννα αὐτοῖς, ἐβάδιζον δὲ νεφέλης αὐτοὺς ἐπισκιαζούσης ἡμέρας, καὶ στύλου πυρὸς τὴν νύκτα. καὶ ἡγεῖτο μὲν ἡ κιβωτὸς εἰς τύπον Θεοῦ, προβαδίζουσα καὶ κατασκεπτομένη τόπον αὐτοῖς καὶ ἀνάπαυσιν· ἐν ἐνδείᾳ δὲ καθεστήκεσαν τῶν ἀναγκαίων οὐδενὸς, ὑδάτων αὐτοῖς ἀδοκήτων ἐκρηγνυμένων, πιπτόντων ἐχθρῶν. καὶ τούτων ἁπάντων γινομένων, τοὺς μὲν περὶ τῶν θυσιῶν ἐδέχοντο νόμους, ἤκουον δὲ πανταχῆ καὶ ἐφ᾽ ἑκάστῳ τυχὸν τῶν τεθεσπισμένων, “Ἐὰν δὲ εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς ”τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι,” ποιήσεις τοῦτο κἀκεῖνο, προσοίσεις δὲ καὶ θυσίας. οὐκοῦν ἐν χρόνῳ τεσσαρακονταετεῖ καθ᾽ ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξῃτεῖτο δὲ οὐδεὶς ἀναγκαίως. ἀλλ᾽ ἦν εἰς ἀνάβλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελάσειαν εἰς τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ταύτῃτοί φησι Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραήλ; λέγει Κύριος. ἀλλ᾽ ἐσώζοντο τότε καὶ θυσιῶν δίχα, καὶ ᾗ φησι δι᾽ ἑτέρου προφήτου πάλιν “Οὐκ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἐμοὶ πρόβατα τῆς ”ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ.” αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν, ἀλλοπρόσαλλοί τε ἦσαν τοτηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥαιφάν.

καὶ τί δὴ τοῦτό ἐστι, περιαθρεῖν ἀναγκαῖον.

Οὐκοῦν ὁ μὲν θεσπέσιος Μωυσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος, τὸν νόμον ὑποδεξόμενος· οἱ γεμὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες “Ποίησον ἡμῖν θεοὺς ”οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄν- “θρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν ”τί γέγονεν αὐτῷ.” μεμοσχοποιήκασι τοίνυν κατὰ τὴν ἔρημον. καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονείπως ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ᾽ ἑκάστου καὶ ἕτερα διεπράττοντο. τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας, καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λατρείαις. καὶ πόθεν ἂν γένοιτο καὶ τοῦτο καταφανές; ἐρεῖ τις τυχόν. οὐ πολὺς ὁ πόνος ἀπελέγχειν ἐθέλουσι· ἐξ αὐτῶν γὰρ εἰσόμεθα τῶν ἱερῶν γραμμάτων.

Δεδυσφόρηκε μὲν γὰρ ὁ θεσπέσιος Μωυσῆς, καὶ κατακεκράγει τοῦ Ἀαρὼν, εἶτα προσέπιπτε τῷ Θεῷ λέγων “Δέομαι, Κύριε· ἥμαρτεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, ”ἐποίησαν γὰρ ἑαυτοῖς θεοὺς χρυσοῦς,” καίτοι μόσχος ἦν τὸ διαπεπλασμένον. ἀλλ᾽ οὐκ ἠγνόησεν, ὅτι καὶ ἕτεροι προσειργάσαντο τὰ γλυπτά. ὁ δέ γε μακάριος Στέφανος, κατηγορούμενός ποτε παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπὶ δυσφημίαις ταῖς εἰς Θεὸν καὶ Μωυσέα, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἀποκρουόμενος τὰς συκοφαντίας, εἶτα δεικνύων, ὅτι δεδυσσεβηκότες ἀγρίως, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ τὴν τῶν ἰδίων πατέρων ἀπομιμοῦνται φαυλότητα καὶ σκληροκαρδίαν, διαμέμνηται σαφῶς τῆς ἐν τῇ ἐρήμῳ μοσχοποιΐας, καί φησι περὶ τοῦ πανσόφου Μωυσέως “Οὗτός ἐστιν ὁ ”γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου “τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ”ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, ᾧ οὐκ ἠθέλησαν “ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾽ ἀπώσαντο καὶ ”ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, εἰ- “πόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ”ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς “Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. καὶ ἐμοσχο- ”ποίησαν ἐν τῇ ἐρήμῳ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀν- “ήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ ηὐφραίνοντο ἐν τοῖς ”ἔργοις τῶν χειρῶν αὐτῶν.

ἔστρεψε δὲ ὁ Θεὸς καὶ “παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ”καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μὴ σφάγια “καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ”ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος, καὶ ἀνελάβετε τὴν “σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν ”Ῥαιφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς, “καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.” ἄθρει δὴ οὖν ὅτι καὶ ὁ θεσπέσιος Στέφανος, ἀνὴρ Ἁγίου Πνεύματος πλήρης, μεμαρτύρηκεν ὅτι μεμοσχοποιήκασι μὲν, ἐτράποντο δὲ καὶ εἰς τὸ λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διαμέμνηται δὲ καὶ τῆς τοῦ Προφήτου φωνῆς. ὅθεν ἔστιν ἐννοεῖν, ὅτι πρὸς τῷ μόσχῳ καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον. σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολὸχ ἤτοι Μολχόμ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, λίθον ἔχον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις, εἰς ἑωσφόρου τύπον. καὶ ἑρμηνεύεται μὲν τὸ Μολὸχ βασιλεὺς αὐτῶν· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσφόρου γεμὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν. ἀνελάβετε τοίνυν φησὶ τὴν σκηνὴν τοῦ Μολὸχ, τουτέστι, τοῦ βασιλέως ὑμῶν. καὶ ποῖος ἦν οὗτος ὁ βασιλεύς; τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν. Ῥαιφὰν δὲ ἑρμηνεύεται σκοτισμὸς ἤτοι τύφλωσις.

προσεκύνουν γεμὴν τὸν ἑωσφόρον ὡς προανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ῥαιφὰν, τουτέστι, σκοτισμὸς ἤτοι τύφλωσις. καὶ οὐχὶ δὴ πάντως ὡς ἐνηργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν, ἀλλ᾽ ὅτι σκοτισμοῦ παραίτιον αὐτοῖς τὸ εἰς τοῦτο γέγονε σέβας. ἐπειδὴ δὲ, φησὶ, τὴν Μωαβιτῶν καὶ τῆς γείτονος Δαμασκοῦ μανίαν ἐζηλώσατε, ταύτῃτοι καὶ ἀποιχήσεσθε Δαμασκοῦ τε ἐπέκεινα καὶ τῶν ἀπωτέρω κειμένων ἔτι, φημὶ δὴ Βαβυλωνίων. ἡ μὲν γὰρ ἔκδοσις τῶν ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ φησὶν, ὁ δέ γε θεσπέσιος Στέφανος Ἐπέκεινα Βαβυλῶνος ἔφη. τί οὖν πρὸς τοῦτο ἐροῦμεν; κατὰ τὴν Ἑβραίων ἔκδοσιν ὁ μακάριος ἔφη Στέφανος. δοκεῖ γὰρ οὕτως ἐκείνοις τὸ ἐπέκεινα Δαμασκοῦ ὠνομάσθαι τὴν Βαβυλωνίων. παρατεινούσης γὰρ ἴσως τῆς Δαμασκηνῶν, ἤτοι Σύρων βασιλείας μέχρι τερμάτων τῶν πρὸς ἠῶ καὶ ἀκτῖνα πόλεων, ὅμορος εὐθὺς ἡ Βαβυλωνίων χώρα τε καὶ γῆ. <Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας.> Ταλανίζει πάλιν ὁ λόγος οὐχὶ μόνους τοὺς ἐξ Ἐφραῒμ, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ φυλὰς, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν.

προαποδείξας δὲ ὅτι σαθρὸν ἐσχήκασι καὶ σεσαλευμένον ἀεὶ τὸν νοῦν καὶ οἱ πρὸ αὐτῶν γεγονότες· μεμοσχοποιήκασι γὰρ καὶ ἀνέλαβον τὴν σκηνὴν τοῦ Μολόχ· ἀπελέγχει λοιπὸν ὅτι πατρώζουσι, καὶ προγονικῆς δυσσεβείας κατ᾽ ἴχνος ἰόντες παραθήγουσιν ἐφ᾽ ἑαυτοὺς τὸν τῶν ὅλων Δεσπότην. ἐξουθενεῖν δὲ, φησὶ, τὴν Σιὼν τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. ἀπομεμενηκότες γὰρ ἐν τοῖς Ἱεροσολύμοις, καὶ τὸν θεῖον ἔχοντες ναὸν, παρ᾽ οὐδὲν πεποίηνται τὴν εἰς Θεὸν αἰδῶ καὶ ἀγάπησιν, ἀλλ᾽ ᾗ φησι τὸ γράμμα τὸ ἱερόν “Ἐθυμίων ἐν τοῖς ὑψηλοῖς ὑποκάτω δρυὸς καὶ ”λεύκης καὶ δένδρου συσκιάζοντος.” ἐλάτρευον δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. καὶ γοῦν ἔφη πρὸς Ἱερεμίαν οὐ μετρίως λελυπημένος ὁ τῶν ὅλων Θεός “Καὶ σὺ μὴ προ- ”σεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι “αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ ”προσευχῇ, ὅτι οὐκ εἰσακούσομαί σου.” εἶτα τῆς ἀποστροφῆς τὴν αἰτίαν ἐπιφέρει λέγων “Ἢ οὐχ ὁρᾷς τί οὗτοι ”ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερου- “σαλήμ; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐ- ”τῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ “ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν ”σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.” ἐξουθενήκασι δὴ οὖν τὴν Σιὼν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τοιγάρτοι πρεπόντως ἐπενήνοχεν αὐτοῖς τὸ οὐαί.

Ἁρμόσειε δ᾽ ἂν ἡ τοιάδε φωνὴ καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς κατῳκηκόσιν ἐν Σαμαρείᾳ, καὶ πεποιθόσιν ἐφ᾽ ἑαυτοῖς. ᾤοντο γὰρ ὅτι καὶ δίχα Θεοῦ περιέσονται τῶν ἐχθρῶν, καὶ ἐν καλῷ κείσονται τῆς εὐημερίας, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων αὐτοῖς ἀδόνητον ἕξει τὴν ἕδραν.

Πικρὸν οὖν ἄρα καὶ ἀπευκτὸν ἀληθῶς τὸ δυσβουλίας εἰς τοῦτο κατολισθεῖν, ὡς δι᾽ οὐδενὸς μὲν ποιεῖσθαι τολμᾶν τὴν εἰς Θεὸν ἀγάπησιν, προσκεῖσθαι δὲ τοῖς ἀτόποις καὶ δρᾶν ἃ μὴ θέμις, καὶ καταλυπεῖν αὐτὸν, οἴεσθαι δὲ ὅτι, μὴ αὐτοῦ διδόντος, ἔσται τι τῶν ἀγαθῶν ἐφ᾽ ἡμῖν· “Πᾶσα γὰρ δόσις ”ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον “παρὰ τοῦ Πατρὸς τῶν φώτων·” αὐτῷ δὴ ἄρα προσκεῖσθαι καλὸν, καὶ αὐτὸν ἐλπίδα ποιεῖσθαι καὶ ἀρωγόν. ἐξουθενοῦσι δὲ τὴν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ οἱ τῶν ἀνοσίων δογμάτων προεστηκότες, καὶ ἐπί γε ταῖς σφῶν αὐτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ μεγαλοφρονεῖν εἰωθότες ἐπὶ τοῖς τῶν ἀνοσίων συλλογισμῶν εὑρήμασι καὶ σοφίᾳ τῇ κοσμικῇ. πρέποι δ᾽ ἂν αὐτοῖς καὶ πρό γε τῶν ἄλλων τὸ οὐαί. <Ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί.

οἶκος τοῦ Ἰσραὴλ, διάβητε πάντες καὶ ἴδετε, καὶ διέλθετε ἐκεῖθεν εἰς Αἰμὰθ Ῥαβὰ, καὶ κατάβητε εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλείων τούτων, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων.> Ἀχαρίστους ὄντας ἀποφαίνει, καὶ τῆς παρ᾽ αὐτοῦ μεγαλοδωρίας ἀμνημονεῖν ᾑρημένους, καίτοι δέον ἀεί τε καὶ πλείστην ὅσην ὁμολογεῖν τὴν χάριν, καὶ χαριστηρίους ἀνάπτειν ᾠδὰς, ὅτι μὴ μόνον σκληρᾷ τε καὶ ἀφορήτῳ δουλείᾳ κατηχθισμένους παραδόξως ἐξείλετο, ἀλλὰ γὰρ καὶ εἰσκεκόμικεν εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν· εἰσκεκόμικε δὲ, πολλὰ καὶ δυσκαταγώνιστα καὶ οὐκ ἀμελέτητον ἔχοντα τὸ νικᾶν ἐν μάχαις ἀποκείρας ἔθνη. οὕτω γὰρ καὶ ὁ μακάριος Δαυεὶδ ἔφη που πρὸς Θεὸν περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη ”καὶ κατεφύτευσας αὐτήν.” ὀνειδίζονται δὴ οὖν, καὶ μάλα εἰκότως, ὡς ἀχάριστοι κομιδῇ καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομαῖς λυποῦντες τὸν Εὐεργέτην. τετρυγήκασι μὲν γὰρ ἀρχάς φησιν ἐθνῶν, καὶ κλῆρον ἴδιον ἐποιήσαντο τὴν ἐκείνων χώραν, Θεοῦ κατασείοντος τοὺς ἀνθεστηκότας, καὶ ἀφάτῳ δυνάμει τὴν τῶν ἀντανισταμένων ἰσχὺν παραλύοντος. ἀλλ᾽ ὅτι πίονα καὶ εὔβοτον καὶ παντὶ μεθύουσαν ἀγαθῷ κεκληρονομήκασι γῆν, καὶ τῶν ἄλλων χωρῶν ἀμείνω τε καὶ εὐρυτέραν, ἀναμαθεῖν ἐπιτάττει, τὰς τῶν ὁμόρων, ἢ καὶ τῶν ἐπέκεινα πολυπραγμονοῦντας ἀρχὰς ἤγουν βασιλείας.

βαδίζετε γὰρ, φησὶν, εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· αὗται γὰρ αἱ τῶν ἄλλων βασιλειῶν περιφανεστέραν ἔχουσαι τὴν δόξαν· κἀκεῖ ζητεῖτε, φησὶν, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. ἦσαν μὲν οὖν πολλαί τε καὶ ἀνὰ μέρος αἱ βασιλεῖαι τῶν ἐθνῶν, ἡ Μωαβιτῶν, ἡ Ἰδουμαίων, ἡ τῶν υἱῶν Ἀμμών. ἀλλ᾽ οὐδὲν ἐν αὐταῖς τὸ μέγα. λαμπροτέρα δὲ τῶν ἄλλων ἡ Δαμασκηνῶν καὶ Παλαιστινῶν. καὶ δύο μὲν ἦσαν πόλεις ὑπὸ τὴν Δαμασκοῦ βασιλείαν, εἰς ἠῶ κείμεναι, αἷς ὄνομα τὸ Αἰμάθ· ὧν ἡ μὲν εὐρυτέρα καὶ μείζων, ἡ δὲ λαχοῦσα τὸ μεῖον· ἑρμηνεύεται δὲ τὸ Ῥαβὰ, μεῖζον ἢ πλατυτέρα. πορεύεσθε δὴ οὖν εἰς Αἰμὰθ Ῥαβὰ, τουτέστιν, εἰς τὴν Αἰμὰθ τὴν μείζω τε καὶ εὐρυτέραν· ἦν γὰρ, ὡς ἔφην, ὁμώνυμος ἑτέρᾳ, λαχοῦσα τὸ μεῖζον. φασὶ δὲ τὴν μὲν Αἰμὰθ τὴν πλατεῖαν ταύτην εἶναι τὴν νῦν Ἀντιόχειαν, τὴν δὲ μείω καὶ στενοτέραν, τὴν γείτονά τε καὶ ὅμορον Ἐπιφάνειαν· Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς, τὴν μὲν Ἀντιόχειαν, Ἐπιφάνειαν δὲ τὴν ἑτέραν εἰς δόξαν ἰδίαν ὠνομακότος. ἡ δὲ Γὲθ πόλις ἦν τοτηνικάδε τῆς νυνὶ Παλαιστίνης λαμπροτέρα. ἐν ταύτῃ μεμενήκασιν οἱ Ἐνακεὶμ καὶ οἱ καλούμενοι Φιλιστιεὶμ, οὐκ ὀλοθρευσάντων αὐτοὺς τοτηνικάδε τῶν υἱῶν Ἰσραήλ.

ταύτῃτοί φησι περὶ αὐτῆς Εἰς Γὲθ ἀλλοφύλων· βαδίσατε τοίνυν φησὶν εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· καὶ περιεργάσασθε λεπτῶς, εἰ μὴ μᾶλλον ὑμεῖς εὐρυτέραν οἰκεῖτε χώραν, τῶν ἄλλων ἁπασῶν τὴν ἀμείνω καὶ προὔχουσαν.

Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι τῶν Ἑβραίων ἡ γραφὴ προτεταγμένην ἔχει τὴν Χαλάνην. πορεύεσθε γὰρ, φησὶν, εἰς Χαλάνην καὶ εἰς Αἰμὰθ καὶ εἰς Γέθ· Χαλάνη δέ ἐστιν ὑπὸ τὴν Περσῶν βασιλείαν, ἣ νῦν καλεῖται Λυσίππων. ἐπειδὴ δὲ καὶ τῆς Περσῶν βασιλείας ἐμνημόνευσεν τῶν Ἑβραίων ἡ ἔκδοσις, ταύτῃτοί φαμεν καὶ τὸν μακάριον Στέφανον ἀντὶ τοῦ Μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, τὸ Ἐπέκεινα Βαβυλῶνος εἰπεῖν.

Ἀχαριστίας οὖν ἔγκλημα τοῖς ἐξ Ἰσραὴλ, ὅτι πίονα καὶ εὐήροτον, καὶ πλατεῖαν οὕτω κατακληρονομήσαντες γῆν, οὐχὶ Θεῷ μᾶλλον ἀνῆπτον τὰ χαριστήρια, ἀλλ᾽ οἱ μὲν ἐξουθένουν τὴν Σιὼν, οἱ δὲ, πεποιθότες ἐπὶ τὸ ὄρος Σαμαρείας, οὐδένα τῆς εἰς αὐτὸν αἰδοῦς ἐποιοῦντο λόγον.

Χρήσιμον δὲ, ὡς ἔοικε, καὶ τοῖς μετὰ τὴν πίστιν τὴν Ἑλλήνων σοφίαν τεθαυμακόσιν, ὡς ἀμείνους τῶν παρ᾽ ἡμῖν τὰς ἐκείνων ἡγεῖσθαι δόξας, καὶ τοῖς ἀπονεύουσιν εἰς τὸ προσκεῖσθαι ζητεῖν τοῖς παραχαράττουσι τὴν ἀλήθειαν, καὶ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παραλύουσι τὸ Πορεύεσθε εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων καὶ ἴδετε εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. εὐρυτέρα γὰρ τῆς Ἑλλήνων στενολεσχίας ἡ θεόπνευστος γραφὴ, τὸ τῆς ἀληθείας καταγγέλλουσα φῶς καὶ δογμάτων ἐπωφελῶν εἰσφέρουσα γνῶσιν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων τὸν τῶν πιστευόντων ἀναβιβάζουσα νοῦν.

Εὐρύτερος δὲ πάλιν τῆς αἱρετικῶν στενότητος ὁ περὶ τῆς ἀληθείας ἐστὶ λόγος. οἱ μὲν γὰρ αὐτῇ μαχόμενοι, μονονουχὶ καταπνίγονται, ψυχροῖς τε καὶ ἀτρανέσιν ἐπινηχόμενοι λογισμοῖς· οἱ δὲ τοῖς τῆς εὐσεβείας συναγορεύοντες δόγμασι, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας περιαθροῦντες κάλλος, εἰς πλατὺ θεωρημάτων ἐκτρέχουσι πέλαγος, “αἰχμαλωτίζοντες ”πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,” τῇδέ τε κἀκεῖσε διάττοντες, καὶ τὰ εἰς γνῶσιν ἀληθινὴν ἀπὸ τῆς θεοπνεύστου γραφῆς εὖ μάλα συλλέγοντες. καὶ γοῦν Κορινθίοις ἀποφοιτᾶν ἑλομένοις “τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς,” προσκειμένοις δὲ ἀμαθῶς τοῖς ἑτεροδιδασκαλεῖν εἰωθόσιν, ἐπιστέλλει λέγων ὁ θεσπέσιος Παῦλος “Τὸ στόμα ἡμῶν ”ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλά- “τυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν ”τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν· ὡς “τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. μὴ γίνεσθε ἑτεροζυ- ”γοῦντες ἀπίστοις.” <Οὐαὶ εὐχόμενοι εἰς ἡμέραν κακὴν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν.> Ἔφασκεν ὅτι “Οὐαὶ τοῖς ἐξουδενοῦσι Σιὼν, καὶ τοῖς πε- ”ποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας.”

καὶ ἐπειδὴ δύο τινῶν ἐποιεῖτο μνήμην, τῶν τε ἐξουθενούντων φημὶ τὴν Σιὼν καὶ τῶν πεποιθότων ἐπὶ τὸ ὄρος Σαμαρείας, πολυπραγμονοῦντες ἀναγκαίως τῶν ἐννοιῶν τὴν δύναμιν, ἐφηρμόσαμεν ἡμεῖς τοῖς ἐξ Ἰούδα καὶ Βενιαμὶν τὴν αἰτίαν τοῦ ἐξουθενεῖν τὴν Σιὼν, τοῖς γεμὴν ἐξ Ἐφραῒμ τὸ πεποιθέναι ἐπὶ τὸ ὄρος Σαμαρείας. εἶσι δὴ οὖν ὥσπερ ἀνόπιν ὁ λόγος, καὶ τὰ ἀμφοῖν ἐγκλήματα καταλέγει πάλιν, αὐτοῖς ἐπιφέρων τὸ Οὐαί. ἔθος δὲ τῇ θείᾳ γραφῇ κατὰ τῆς εὐθείας πτώσεως τὴν τοῦ Οὐαὶ φωνὴν ἐπιφέρειν· οἷόν τι φημί “Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν ”Κυρίου·” καὶ πάλιν “Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ ”σίκερα διώκοντες.” οὐαὶ τοίνυν φησὶν οἱ εὐχόμενοι εἰς ἡμέραν κακὴν, τουτέστιν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τὸ γὰρ μὴ ἀνέχεσθαι μετανοεῖν, μήτε μὴν τὸν ἐπὶ τοῖς ἔσεσθαι προαπηγγελμένοις εἰσδέξασθαι φόβον, μονονουχὶ καὶ ἐπιθυμεῖν ἐστὶν εἰς ὀλέθρου πεσεῖν ἡμέραν. οἷον ὡς εἴ τις περί τινος τῶν φιλαμαρτημόνων λέγοι τυχόν Ἐπιθυμεῖ τεθνάναι, καίτοι τοῦτο παθεῖν οὐκ ἐθέλοντος ἐκείνου, πόθεν; ἀλλ᾽ ὅσον ἧκεν εἰς τὸ βούλεσθαι δρᾶν, καὶ τοῦτο ἀκαταλήκτως, τὰ τοῖς νόμοις ἀπᾴδοντα, μονονουχὶ καὶ ἐρᾷ τῆς τοῖς φιλαμαρτήμοσιν ἀεί πως ὀφειλομένης κολάσεώς τε καὶ δίκης.

μετανοεῖν οὖν ἄρα μὴ ἀνεχόμενοι, μονονουχὶ καὶ ἐπιθυμοῦσι πεσεῖν εἰς ἡμέραν κακὴν, καὶ ταῖς ἤδη προαπηγγελμέναις ἐναλῶναι συμφοραῖς, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν. ἦν μὲν γὰρ ἔτι συνεστηκὼς ὁ νεὼς καὶ τὰ ἐν αὐτῷ θυσιαστήρια. καὶ προσῆγον μὲν τῷ Θεῷ τὰς κατὰ νόμον θυσίας, ἐπετέλουν δὲ καὶ τὰς ἐν σαββάτοις ἀργίας, πλὴν οὐκ εἰσάπαν ἠκριβωμένως, ἀτημελῶς δὲ σφόδρα καὶ ῥᾳθύμως κομιδῇ. καὶ γοῦν ᾐτιᾶτο διὰ φωνῆς προφητῶν, ὡς σάββατα μὴ τετηρηκότας. οὐαὶ τοίνυν, φησὶ, τοῖς προσποιουμένοις ἐγγίζειν Θεῷ διά τοι τοῦ προσποιεῖσθαι τιμᾶν τὰ Μωυσέως ἔτι, καὶ ψευδῶν σαββάτων ἀποθιγγάνειν. ὁρᾷς ὅπως διαβέβληκεν ὡς οὐκ ὀρθῶς ἢ πεφροντισμένως τὴν τῷ σαββατίζειν πρέπουσαν τηροῦντας ἀργίαν;

Ἄλλως τε· χρῆναι γὰρ ὑπολαμβάνω καί τι τῶν ἀναγκαιοτέρων ἐπὶ τούτοις εἰπεῖν· ψευδῆ σάββατα, τὰ παρὰ τοῖς Ἰουδαίοις· εἴπερ ἐστὶ σκιὰ μὲν ὁ νόμος, καὶ τύπος κατὰ τὸ ἀληθὲς τὰ διὰ Μωυσέως. ὁ δὲ τύπος οὐκ ἀλήθεια, μόρφωσιν δὲ μᾶλλον τῆς ἀληθείας εἰσφέρει. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τοῖς Ἑβραίοις, καί φησι περὶ τῶν ἀρχαιοτέρων “Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ ”τοῦ Θεοῦ.” οὐ γὰρ κατέπαυσεν ἐκείνους Ἰησοῦς, οὔτε μὴν εἰσεληλάκασιν εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ· σαββατίζομεν δὲ πνευματικῶς ἡμεῖς ἐν Χριστῷ, καταλύοντες καὶ ἀποφοιτῶντες μὲν ἁμαρτίας, καταλήγοντες δὲ παντὸς φθαρτοῦ καὶ γηΐνου πράγματος. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος “Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς ”κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ “τῶν ἰδίων ὁ Θεός.” <Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίου γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.> Οὐαὶ πάλιν ἀπὸ κοινοῦ τοῖς καθεύδουσιν ἐπὶ κλινῶν ἐλεφαντίνων, τοῦτό τε κἀκεῖνο δρᾶν εἰωθόσιν.

ἐπαιτιᾶται δὲ λίαν τῶν ἐν τῇ Σαμαρείᾳ τοὺς ἐν δόξῃ περιφανεστέρους, καὶ ταῖς τῶν χρημάτων περιουσίαις τῶν ἄλλων ὑπερηρμένους, ὡς ἐκ πολλῆς ἄγαν εὐημερίας μονονουχὶ καὶ μεθύοντας, καὶ τῷ τῆς τρυφῆς πλάτει παρενηνεγμένους εἰς τὸ μηδὲν ὅλως ὑποβλέπεσθαι τῶν δεινῶν, μήτε μὴν οἴεσθαι τὸν τῶν ὅλων Θεὸν τοῖς οὕτω διακειμένοις ἐπιθήγεσθαί ποτε, καὶ ποινὰς ἐπάγειν τοῖς φιλαμαρτήμοσιν. ἐξηγεῖται δὲ ἀκριβῶς τὸ ἀνειμένον αὐτῶν καὶ ἄφετον εἰς τρυφάς. κλῖναί τε γὰρ αὐτοῖς ἐξ ἐλέφαντος, φησὶν, αἱ πολυτελεῖς τε καὶ μαλακαὶ μὲν εὐναὶ, τὰ δὲ ἀπόλεκτα τῶν ἀμνῶν, μόσχοι τε ὑπότιτθοι τὰ ἐδώδιμα, ᾠδαί τε καὶ μέλη, καὶ πάντα τὰ δι᾽ ὀργάνων συνεισθέοντα ταῖς τρυφαῖς, κῶμοί τε καὶ κρότοι, καὶ τὸ ἔτι φορτικώτερον, ὅτι τὰ τοιάδε τῶν κακῶν ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα. καθόλου μὲν γὰρ παρίπταται τὰ τοιάδε, καὶ ἀπάτη κοσμικὴ τὸ ἱδρυμένον οὐκ ἔχει. λύεται γὰρ ἐν ἴσῳ σκιαῖς, καὶ “παράγει τὸ σχῆμα τοῦ κόσμου ”τούτου,” κατὰ τὸ γεγραμμένον· συγκαταλήγει δὲ πάντως τοῖς τεθνεῶσιν ἡ τρυφή. ἐπὶ δέ γε τῶν ἐν Σαμαρείᾳ καὶ καθ᾽ ἕτερον ἂν νοοῖτο τρόπον τῶν εἰρημένων ὁ νοῦς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, φεύγοντά τε καὶ οὐχ ἑστῶτα λέγει τὰ εἰς τρυφὴν αὐτοῖς ἐξιτήλως ἐξηυρημένα, ὡς ὅσον οὐδέπω παρελευσόμενα.

ἐπικροτοῦσι δὴ οὖ ὀργάνοις, οἶνον πίνοντες τάχα που τὸν ἀνθοσμίαν, καὶ λεπτῶς εὖ μάλα διυλισμένον· καταχρίονται δὲ καὶ μύρῳ, συντιθέντες τὰ ἐξαίρετα, καὶ λόγον οὐδένα πεποίηνται παντελῶς τοῦ συντρίβεσθαι μέλλειν τὸν Ἰωσήφ. ὡς γὰρ ἔφην ἀρτίως, καίτοι προεγνωκότες τὴν ὅσον οὐδέπω παρεσομένην συμφορὰν, καὶ τῆς Σαμαρείας τὴν ἅλωσιν, καὶ τὴν τοῖς ἐξ Ἰωσὴφ γενησομένην συντριβὴν, τῆς αὐτοῖς κατειθισμένης οὐ κατημέλουν τρυφῆς.

Πάνδεινον οὖν ὡς ἀληθῶς τὸ σωματικῆς ἡττᾶσθαι τρυφῆς τοὺς χωρῶν ἢ πόλεων ἢ λαῶν ἡγεῖσθαι λαχόντας. δέον γὰρ ὂν μᾶλλον ταῖς καθηκούσαις νήψεσιν εὖ μάλα χρωμένους περιαθρεῖν τὰ συμφέροντα, καὶ κατ᾽ εὐθὺ τοῦ πρέποντος ἀποφέρειν τοὺς ὑπεστρωμένους, καὶ διὰ παντὸς τρόπου λελυπημένον ἐκμειλίσσεσθαι Θεὸν, πῶς οὐκ ἀπόπληκτον κομιδῇ τὸ κατολισθεῖν εἰς τρυφὰς, καὶ τῆς βεβήλου φιλοσαρκίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον; περὶ τῶν τοιούτων τάχα που φησὶν διὰ φωνῆς ἁγίων “Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες ”καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.”

ὅτι γὰρ ταῖς τῶν ποιμένων ῥᾳθυμίαις κινδυνεύσει τὸ ὑπήκοον, σαφὲς ἂν γένοιτο, πάλιν Θεοῦ λέγοντος ἐναργῶς “Ὅτι οἱ ποιμένες ”ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο “οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.” <Διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ᾽ ἀρχῆς δυναστῶν, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραΐμ.> Ἐπειδὴ γὰρ, φησὶ, τετρυφήκασι, τὴν εἰς Θεὸν ἀφέντες ἀγάπησιν, τεθαρσήκασι δὲ καὶ ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς οὖσιν ἐν Σαμαρείᾳ, μεγάλην ὀφρὺν ἀνασπῶντες οἱ ἡγούμενοι, ὡς ἀμετρήτου πληθύος ἐξάρχοντες καὶ ἀριθμοῦ κρεῖττον ἔχοντες τὸ μάχιμον γένος, ταύτῃτοι, φησὶν, ἥξει μὲν ἥξει, καὶ μάλα γοργῶς, κατὰ πάντων ὁ τῆς αἰχμαλωσίας καιρὸς, πρωτόλειον δὲ ποιήσεται τοὺς δυνατωτέρους· ἀεὶ γὰρ πολέμιοι καταδῃοῦντες πόλιν ἐπὶ τοὺς τῶν ἐπισημοτέρων τρέχουσιν οἴκους, τὰ ἐν αὐτοῖς διαρπάσοντες.

Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐν Σαμαρείᾳ λαμπροῖς, τοῖς ἐξαιρέτοις τῶν ἵππων ἐποχεῖσθαι φιλεῖν, οἱ δὲ, κατὰ τὸ εἰκὸς, διὰ μέσων ᾔεσαν τῶν πλατειῶν, ἔννουν τι καὶ σοφὸν καὶ οἷον ἐξ ἐπιστήμης ὑποχρεμετίζοντες· ἕτοιμον γὰρ ἀεί πως τὸ ζῷον εἰς εἴδησιν εὐκοσμίας καὶ τῆς αὐτῷ πρεπούσης ἐπιστήμης εἰς παραδοχήν· καὶ τοῦτο πεπαύσεται, φησίν. ἐξαρθήσεται γὰρ χρεμετισμὸς ἐξ ἵππων Ἐφραΐμ. ὅμοιον ὡσεὶ λέγοι Πεπαύσεται τῆς ἀγερωχίας τῶν ἐν Σαμαρείᾳ τὸ προκριτὸν, καταλήξουσι δὲ καὶ οὐχ ἑκόντες τοῦ περιφανεῖς ποιεῖσθαι τὰς προόδους, ὑποχρεμετιζόντων αὐτοῖς τῶν ἵππων, οἳ λαμπροῖς φαλάροις κατεστεμμένοι, τὸν ἐπιβάτην τάχα που καὶ ἐπιγινώσκουσι, μόνον δὲ οὐχὶ καὶ φυσῶσι μέγα, σεπτόν τε καὶ ἀξιάγαστον ἐπαναθέμενοι τὸν ἡνίοχον. ἀλλ᾽ ὅτι τὸ νήφειν τοῖς ἡγουμένοις ἀσφαλὲς, τὸ γεμὴν ὑπτιοῦσθαι φιλεῖν ἐπιζήμιον, κἀντεῦθεν ἂν μάθοις. ἐπ᾽ αὐτοὺς γὰρ ἔσται καὶ πρό γε τῶν ἄλλων τὰ ἐξ ὀργῆς· καὶ ἁπάσης μὲν εὐκλείας ἐξωσθήσονται, κείσονται δὲ καὶ αὐτοὶ τοῖς ἄλλοις ὁμοῦ, πικρόν τι καὶ δυσαχθὲς ἔχοντες κρῖμα, καὶ ὅτι μὴ μόνον ἑαυτοὺς ἀπολωλέκασι, προσέθεσαν δὲ καὶ ἑτέρους ταῖς ἑαυτῶν παρανομίαις, ἀπολογήσονται. <Ὅτι ὤμοσε Κύριος καθ᾽ ἑαυτοῦ διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα.> Τὸ ἀμετάθετον τῆς ὀργῆς ἀποφαίνει, δεικνὺς ὀμωμοκότα Θεὸν, ὡς εἴη μεμισηκὼς τὴν ὕβριν τοῦ Ἰακώβ.

καὶ οὐ δήπου φαμὲν ὅτι τοῦ προπάτορος ἡμῶν Ἰακὼβ ὁ θεῖος ἡμῖν λόγος ποιεῖται κατάῤῥησιν· κομιδῇ γὰρ εὔηθες τὸ τῇδε νοεῖν, ὅτι καὶ ἠγάπησε τὸν Ἰακὼβ ἐκ μήτρας, καὶ ἀπόλεκτον ἐποιεῖτο καὶ ἐν ἐμβρύοις ὄντα Θεός· Ἰακὼβ δὲ πάλιν φησὶ τοὺς ἐξ Ἰακὼβ, ὧν τὴν ἐπάρατον ἀλαζονείαν· ὕβριν γὰρ ἔθος τὴν ὑπεροψίαν ὀνομάζειν τῇ θείᾳ γραφῇ· μεμισηκέναι φησίν. ἢ γὰρ οὐχὶ τὸ χρῆμά ἐστιν ὑπεροψία λοιπὸν, τὸ παρωθεῖσθαί φημι τὸ εἰς Θεὸν σέβας, εἰδώλοις δὲ ἀπονέμειν τὴν αὐτῷ πρεπωδεστάτην ὅτι μάλιστα δόξαν, καὶ προσέτι τούτοις μήδε ἐπαΐειν ἀξιοῦν ὧν ἂν ἕλοιτο δηλοῦν διὰ προφητῶν ἁγίων, ἄθυρμα δὲ ὥσπερ ποιεῖσθαι τὴν ἀπειλὴν, καὶ πλήθει συμμάχων ἐπιθαρσήσαντας, ἀλογῆσαι παντελῶς τῆς παρ᾽ αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας; εἶτα, πῶς τοῦτο ἀμφίβολον;

Ὀμώμοκε τοίνυν καθ᾽ ἑαυτοῦ, φησὶν, ὁ τῶν ὅλων Κύριος. καθ᾽ ἑαυτοῦ δὲ, ὅτι “κατ᾽ οὐδενὸς εἶχε μείζονος ὀμόσαι.” τί δὲ τὸ ὀμωμοσμένον; ὅτι βδελύσσομαι πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ὑπεροψίαν τοῦ Ἰακὼβ, καὶ ἁπάσας δὲ αὐτοῦ μεμίσηκα τὰς χώρας. οὐ γὰρ ἦν ἐν αὐταῖς ὁ τῶν θείων θελημάτων ἐκπληρωτής· οὐκ ἦν ὁ τὸ σέβας ἀνάπτων αὐτῷ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασι διαπρέπων. οὐ γὰρ ἂν ἀπεστράφη Θεὸς, εἴπερ τινὲς ἦσαν, κἂν γοῦν εὐαρίθμητοι, παρ᾽ αὐτοῖς, οἷς ἦν ἐν λόγῳ τὸ ἁνδάνειν αὐτῷ. καὶ γοῦν ἔφη διὰ φωνῆς Ἱερεμίου “Περιδράμετε ἐν ταῖς ὁδοῖς ”Ἱερουσαλὴμ, καὶ ἴδετε καὶ ζητήσατε ἐν ταῖς πλατείαις “αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα καὶ ἀγαπῶν ”πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.” ἐπειδὴ δὲ τοῦ Ἰακὼβ αἱ χῶραι γεγόνασιν ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ καὶ θεοφιλοῦς ἀνδρὸς, ταύτῃτοι δέδονται πρὸς ἐρήμωσιν, καὶ ὁμοῦ τοῖς ἐνοικοῦσιν ἀπολώλασιν αἱ πόλεις. πολλὴ τοιγαροῦν τῶν ἁγίων ἡ χρεία· σώζουσι γὰρ πόλεις, καὶ ἀπαλλάττουσι χώρας συμφορᾶς ἐπηρτημένης, τῇ τοῦ βίου φαιδρότητι παρεγκόπτοντες ἐπὶ τὸ ῥᾴθυμον καίτοι ζέοντα τὸν θυμὸν, καὶ οἷον ἀνασειράζοντες ἐπιτρέχοντά τισι τὰ ἐκ θείας ὀργῆς κινήματα. <Καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν.

καὶ ἔσται ἐὰν ὑπολειφθῶσιν δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ καὶ ἀποθανοῦνται, καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι, καὶ λήψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου, καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί; καὶ ἐρεῖ Οὐκ ἔτι· καὶ ἐρεῖ Σίγα, ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου.> Ἐπειδὴ γὰρ μεμίσηκε μὲν αὐτῶν τὰς χώρας, καταμυσάττεται δὲ καὶ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ἀλαζονείαν αὐτῶν, αὐτάνδρους τὰς παρ᾽ αὐτοῖς διολωλέναι πόλεις ταύτῃτοί φησι. τὸ δὲ ὅπως ἕκαστα τοῖς ἐκείνα πεπλημμεληκόσι συμβήσεται, διερμηνεύει λεπτῶς. ἐξαρῶ γὰρ, φησὶν, ἣν ἂν βούλωμαι πόλιν, καὶ οἷον ἐκ μέσου ποιήσομαι τοῖς κατοίκοις ὁμοῦ. κἂν εἰ γένοιτο τυχὸν δέκα τινὰς τῶν ἐκ μιᾶς ὄντων οἰκίας διαδράναι μὲν τῶν πολεμίων τὸ ξίφος, εἰσδῦναι δὲ εἰς μυχοὺς καὶ εἰς τὰ ἐσώτερα τῆς οἰκίας, τεθνήξονται, δεδιότες τάχα που κἂν γοῦν προκύψαι βραχὺ τῶν ἐν οἷς εἰσὶ μυχῶν.

Διαδέξεται τοίνυν τὴν τοῦ παίοντος χεῖρα, φησὶν, ὁ λιμὸς, καὶ ἀποκτενεῖ τοὺς κεκρυμμένους. ἀποκεχωρηκότων δὲ τῶν ἐχθρῶν ἥξουσί τινες τῶν ἐξ αἵματός τε καὶ κατὰ διάθεσιν οἰκείων, καὶ παραβιῶνται τοῦ ἐξενεγκεῖν τὰ ὀστᾶ αὐτῶν. τίνα δὲ καταβιάσονται τὰ τῶν τεθνεώτων συναγείροντες λείψανα; ἑαυτοὺς δηλονότι. φορτικὸν γὰρ καὶ δύσοιστον ἀληθῶς τὸ μυδώντων ἤδη καὶ σεσημμένων ἅπτεσθαι σωμάτων, καὶ ῥινὸς οἶμαί που μὴ τετρημένης τοῖς τὰ τοιάδε τολμῶσι χρεία· κακοσμίας γὰρ τῆς οὕτω δεινῆς οὐδὲν ἂν γένοιτο χεῖρον. ἑαυτοὺς οὖν ἄρα καταβιάσονται, τοῖς κατοιχομένοις καὶ ἀπολωλόσιν ὑπὸ λιμοῦ τὸ συμπαθὲς χαριζόμενοι, διὰ τοῦ καὶ τάφων καὶ περιστολῆς ἀξιοῦν αὐτούς. οἱ δὲ τοῦτο δρῶντες, φησὶ, περιεργάσονται λοιπὸν παρὰ τοῦ τὴν οἰκίαν εἰδότος, μὴ ἄρα τις εἴη μετ᾽ ἐκείνους ἕτερος, ἢ ζῶν ἔτι τυχὸν καὶ ἐν μυχοῖς λανθάνων, ἢ τεθνεὼς ἤδη καὶ ὀδωδώς. ὁ δὲ ἀποκρίνεται λέγων Οὐκ ἔτι. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν, ἢ παντελοῦς ἐρημίας ἀπόδειξις ἐναργής.

Ἀλλ᾽ εἰ τοῦτο λέγοιεν οἱ τῆς οἰκίας προεστηκότες, ἀντακούσονται, φησὶ, παρὰ τοῦ τὴν πεῦσιν προσάγοντος Σίγα, ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου. Καὶ τί δὴ τοῦτό ἐστιν, ἀναγκαῖον ἰδεῖν. τινὲς μὲν οὖν οἴονταί τε καί φασιν, ὅτι μέλλοντας ὀμνύναι τοὺς τῆς οἰκίας προεστηκότας, οἱ ἐρωτῶντες κατασιγάζουσιν, ἵνα μὴ ὀμόσωσι τὸ ὄνομα Κυρίου. προσεπάγουσι δὲ, ὅτι πρὸς τοῦτο τοῖς ἐξ Ἐφραῒμ τῆς ἐσχάτης ἀφιλοθεΐας κατώλισθεν ὁ νοῦς, ὡς μηδὲ ἀνέχεσθαί τινων, εἴπερ ἕλοιντό πως τὸν τῶν ὅλων ὀνομάζειν Θεόν. ἔστι δὲ οἶμαι σαθρὸς κομιδῇ καὶ τὸ ἀκαλλὲς ἔχων ὁ τοιόσδε λόγος. ὅτι μὲν γὰρ ἀπέθορον τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως οἱ ἐξ Ἐφραῒμ, ἐνδοιάσειεν ἂν οὐδείς. ἀλλ᾽ ἐν πληγῇ καὶ μάστιγι γεγονότας, εἰκὸς δήπου μᾶλλον καταδεῖσαι βραχὺ καὶ μεταφοιτῆσαι λοιπὸν πρὸς τὸ χρῆναί τι βούλεσθαι τῶν ἀναγκαιοτέρων, οὐκ ἐκ τῶν ἐναντίων ἀγρίως οὕτως καταθρασύνεσθαι τῆς εἰς Θεὸν εὐσεβείας. ἄλλως τε· προσθείην γὰρ ἂν τοῖς εἰρημένοις καὶ τόδε· ποία γὰρ ἦν ἀνάγκη τοῖς προεστηκόσι τῆς οἰκίας ἐρωτωμένοις εἴ πη τις ἄρα παρ᾽ αὐτοῖς ἢ ζῶν ἔτι τυχὸν, ἤγουν τεθνεὼς ἤδη λανθάνει, προσθεῖναι καὶ ὅρκον, ὡς οὐδεὶς ἔτι παρ᾽ αὐτοῖς;

Τί οὖν ἐστὶ τὸ ἐρεῖ Σίγα ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου; φαμὲν, ὅτι τὴν κατὰ Θεοῦ κατάῤῥησίν τε καὶ βλασφημίαν ἔθος ἦν οὕτως ἀποκαλεῖν τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐκ νομικῶν ἐνταλμάτων ἔχουσι τὴν ἀρχήν. γέγραπται μὲν γὰρ ἐν τῷ Λευιτικῷ, ὅτι δύο τινὲς ἄνδρες συνεπλάκησαν ἀλλήλοις ἐν τῇ συναγωγῇ, εἶτα δεδυσφήμηκεν εἷς τῶν μεμαχημένων, ὁ τῆς Αἰγυπτίας υἱὸς, καὶ τελευτᾷ μὲν λιθόλευστος. ἐτίθει δὲ νόμον εὐθὺς τὸν ἐπὶ τῷδε Θεὸς, οὕτω λέγων “Ἄνθρωπος ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν ”λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανα- “τούσθω.” οὐκοῦν τὸ ὀνομάσαι τὸ ὄνομα Κυρίου, τὸ δυσφημεῖν ἐστὶν, εὐφήμοις λέξεσι διὰ τῶν ἱερῶν ἐκπεφωνημένον γραμμάτων. ἐπειδὴ δὲ πολλοῖς ἔθος, εἰ γένοιντό πως ἐν λύπαις, παλιμφήμους ἔσθ᾽ ὅτε ῥίπτειν κατὰ Θεοῦ φωνὰς, ἀπαγγέλλοντα, φησὶ, τὸν προεστηκότα τῆς οἰκίας, ὡς οὐδείς ἐστιν ἔτι παρ᾽ αὐτῷ, καί τι πεπονθότα τῶν ἐξ ἀνηκέστου συμφορᾶς, ἐπιστομιεῖ φησὶν ἵνα μὴ ὀνομάσῃ τὸ ὄνομα Κυρίου, τουτέστιν, ἵνα μή τι τῶν παλιμφήμων εἴπῃ κατὰ Θεοῦ. τοῦτο δ᾽ ἔστιν οὐκ εἰκῆ δεικνύοντος ἐπενηνεγμένην αὐτοῖς τὴν μάστιγα, καὶ κολάζοντος οὐ μάτην, ἀλλ᾽ ἐπὶ χρησίμῳ καὶ ἀναγκαίῳ.

ἔστι γὰρ ἔστι, καὶ μάλα εὐκόλως, ὡς ἀπό γε τοῦ συμβεβηκότος ἰδεῖν, ὅτι μετέστησεν εἰς εὐλάβειαν τοὺς ζῶντας ἔτι καὶ περιλελειμμένους ἡ τῶν πεπονθότων πληγὴ, καὶ δεδιέναι παρεσκεύασε τὸ προσκρούειν ἔτι Θεῷ, κἂν γοῦν ἐν ψιλοῖς αὐτὸν καταλυπῆσαι λόγοις, καίτοι πάλαι καὶ τοῦτο δρᾶν ἀφυλάκτως εἰωθότας, προστιθέντας δὲ τοῖς λόγοις καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν ὕβρεις. οὐκοῦν ἄμεινον παρὰ πολὺ τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ σώφροσι πρὸ πληγῆς καὶ μάστιγος ἐπὶ τὴν τοῦ συμφέροντος ἰέναι θήραν, καὶ φθάσαι τὴν πεῖραν τῶν ἐξ ὀργῆς κινημάτων ἀποφοιτῶντας φαυλότητος, καὶ κατορθοῦν ᾑρημένους ἅπερ ἁνδάνοι κατὰ τὸ ἀληθὲς τῷ παναγίῳ Θεῷ. <Διότι ἰδοὺ Κύριος ἐντέλλεται, καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασι, καὶ τὸν οἶκον τὸν μικρὸν ῥήγμασιν.> Ἁλώσεσθαι μὲν, μᾶλλον δὲ ἀπολεῖσθαι πόλεις ὁμοῦ τοῖς κατοικοῦσιν αὐτὰς, ἠπείλησεν ἐναργῶς. ὅτι δὲ παρὰ Θεοῦ τὸ χρῆμα, καὶ οὐκ αὐτομάτως ἔσται συμβεβηκὸς, σαφηνιεῖ λίαν τὸ ἐντέλλεσθαι μὲν αὐτὸν τοῖς καταδῃοῦν ἰσχύουσιν, ἐκείνους δὲ δρᾶν εὐκόλως ἅπερ ἂν ὁ θεῖος ὁρίζοι θυμός. δὲ μέγαν καὶ μικρὸν τὸν Ἐφραῒμ τάχα που καὶ τὸν Ἰούδαν ἀποκαλεῖ. πολυάνθρωπος μὲν γὰρ ὁ Ἐφραῒμ, ὡς ἐν φυλαῖς μετρούμενος δέκα· ταύτῃτοι καὶ μέγας οἶκος. μείων γεμὴν ὁ Ἰούδας, ὡς ἔν γε δυσίν· αὐτὸς γὰρ ἦν ἐν τοῖς Ἱεροσολύμοις, καὶ φυλὴ Βενιαμίν.

Ἐννοεῖν δὲ ἀκόλουθον, ὅτι τὸ μὲν θλώμενον ἔχει πως ὁλοτελῆ τὴν κατάπτωσιν· τὸ δέ γε ῥηγνύμενον νοοῖτ᾽ ἂν εἰκότως ὡς πάσχον ἐκ μέρους. συμβέβηκε δὲ τὸν μὲν οἶκον τοῦ Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ τελείαν ὑπομεῖναι τὴν ἅλωσιν, καὶ δυσίατον τὴν ἐκ τοῦ πολέμου συμφορὰν, ἀπὸ μέρους δὲ τὸν Ἰούδαν, καὶ ὡς ἐν βραχεῖ ῥήγματι τοῦτο παθεῖν. δίκαιος οὖν ὁ Κριτὴς καὶ ἀπροσωπόληπτος. ταλαντεύει γὰρ, ὡς ὁρᾷ, τὰ πόλεων ἢ χωρῶν ἐγκλήματα, καὶ ἀναλόγως ἑκάστῳ τὴν ὠφελεῖν ἰσχύουσαν ἐπάγει πληγήν. μὴ δὴ καταφρονῶμεν Θεοῦ, τὸ παναλκὲς εἰδότες τῆς ὑπερτάτης χειρός· χρῆμα γὰρ ἄριστον ἡ εἰς τοῦτο σύνεσις. <Εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς θυμὸν κρῖμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν.> Ὅτι δὴ πάλιν αὐτὸς ἐνετέλλετο καὶ πατάξειν “τὸν οἶκον ”τὸν μέγαν θλάσμασι καὶ τὸν οἶκον τὸν μικρὸν ῥήγμασι,” κἂν εἰ διὰ τῆς τῶν Ἀσσυρίων πράττοιτο χειρὸς, πάλιν ἡμᾶς ἀναπείσει λέγων Εἰ διώξονται ἐν πέτραις ἵπποι; ὅμοιον γὰρ ὡς εἰ λέγοι σαφῶς Ἀγέρωχον μὲν τὸ ζῷον, καὶ τῶν ὅτι μάλιστα δρομικωτάτων ἵππος, ἀλλ᾽ ὁ τόπος αὐτῷ εἰς τὸ θέειν ἐπιτήδειος, οὐκ εἴ τις εἴη πετρώδης καὶ ὄχθου πλέως, ἀλλ᾽ ὁ ψιλός τε καὶ λεῖος. εἶτα πῶς ὑμῶν καταδεδραμήκασιν οἱ Ἀσσύριοι, καίτοι πάλαι τραχέος τε λίαν καὶ οἱονεὶ πετρώδους ὄντος λαοῦ, καὶ ὑπ᾽ οὐδενὸς πώποτε τῶν πολεμίων πεπατημένου;

ἀλλὰ Θεὸς ἦν ὁ ἠτιμασμένος, ὁ τὰ σκληρὰ καὶ δυσπόρευτα τοῖς πολεμοῦσι τιθεὶς βάσιμα καὶ ἱππήλατα. ὥσπερ δὲ οὐκ ἂν παύσαιντο, φησὶν, ὀρεκτιῶντες ἵπποι, καὶ τοῖς τῆς φύσεως κέντροις θηλείαις παρούσαις ἐπιθηγόμενοί τε καὶ ἐπιθρώσκοντες, οὕτως οὐκ ἂν ἠρεμήσειαν οἱ ἐχθροὶ, θερμοτάτην τινὰ καὶ ἀκάθεκτον κατὰ τῶν δεδυσσεβηκότων ποιούμενοι τὴν ὁρμήν. καὶ τίς ἡ τοῦδε πρόφασις; ὑμεῖς, καὶ οὐχ ἕτεροι. τὸ γὰρ ἐμὸν δίκαιον περὶ ὑμᾶς κρῖμα παρετρέψατέ φησιν εἰς θυμὸν, καὶ ἀντὶ τοῦ καρποὺς ἔχειν δικαιοσύνης, τὸν ἁπάσης ὑμῖν εὐθυμίας πρύτανιν ἐξεβιάσασθε πρὸς ὀργὰς, πικρίας ἄξια δεδυσσεβηκότες. ἠλέει μὲν γὰρ ὁ πάντων Θεὸς ὡς ἐν Αἰγύπτῳ πεπονηκότα τὸν Ἰσραὴλ, ἀλλ᾽ οὐ διαλελοίπασι παροτρύνοντες. καὶ τοῦτο οἶμαί ἐστι τὸ ἐξεστρέψατε εἰς θυμὸν κρῖμα.

Πάνδεινον οὖν ἄρα τῆς ἀχαριστίας τὸ ἔγκλημα· κολάζεται δὲ, καὶ σφόδρα δικαίως. ὃν γὰρ ἔδει μᾶλλον ταῖς εὐφημίαις ἐξημεροῦν ἔτι, καὶ χαριστηρίοις κατευφραίνειν φωναῖς, παροτρύνειν ἀμαθῶς, πῶς οὐ παντὸς ἡμῖν ἔσται πρόξενον κακοῦ; <Οἱ εὐφραινόμενοι ἐπ᾽ οὐδενὶ λόγῳ ἀγαθῷ, οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐφ᾽ ὑμᾶς οἶκος τοῦ Ἰσραὴλ ἔθνος, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν.> Ἐστρέψατε τοίνυν φησὶ, “κρῖμα εἰς θυμὸν, καρπὸν δὲ ”δικαιοσύνης εἰς πικρίαν ὑμεῖς,” οἱ μέγα φρονοῦντες ἐφ᾽ ἑαυτοῖς, καὶ ὑψηλὴν ἀνασπῶντες κατὰ Θεοῦ τὴν ὀφρὺν, οἱ ἐπὶ σαθρῷ καὶ ἀσυνέτῳ χαίροντες λόγῳ. εἰρήκατε γὰρ, οὐκ ἐμὲ γεγενῆσθαι χορηγὸν τῆς ἐνούσης ὑμῖν ἰσχύος, καὶ τοῦ καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσιν ἀναθέντες τὰ αὐχήματα, τετολμήκατε καὶ εἰπεῖν Οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; ὅμοιον δὲ ἦν ἐκεῖνο λοιπὸν, ἁλῶναι πεφρονηκότας καὶ ἀσυνέτως λέγοντας Αὐτοὶ καταδυναστεύομεν καὶ περιεσόμεθα τῶν ἐχθρῶν, κἂν εἰ μὴ ἕλοιτο, φησὶ, προασπίζειν Θεὸς, ἡμεῖς κεκρατήκαμεν, καὶ τοῖς οὕτω λαμπροῖς κατορθώμασι σεμνύνεσθαι χρὴ, Θεῷ τοπαράπαν νέμοντες οὐδέν. ὑπεροψία δὴ οὖν καὶ ὕβρις κατὰ Θεοῦ, τὸ ἀπόπληκτον οὕτω φρόνημά τε καὶ ῥῆμα.

ἀλλ᾽ ἦν ὅτι μάλιστα σοφὸς ὁ θεσπέσιος Δαυεὶδ, τῷ τῶν ὅλων κατεξουσιάζοντι Θεῷ τὴν δόξαν ἀνατιθεὶς, καὶ λέγων “Ὅτι τὸ καύ- ”χημα τῆς δυνάμεως αὐτῶν εἶ σύ.” καὶ πάλιν “Ἐν σοὶ ”τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου “ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. οὐ γὰρ ἐπὶ τῷ ”τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.” πᾶσα γὰρ ἰσχὺς παρ᾽ αὐτοῦ, καὶ οὐκ ἂν γένοιτό τι παρ᾽ ἡμῶν ἀξιάκουστον, μὴ οὐχὶ συνόντος αὐτοῦ καὶ προεστηκότος. “Κύριος γὰρ συντρίβει πολέμους,” κατὰ τὸ γεγραμμένον.

Ἐπειδὴ δὲ, φησὶν, εἰς τοῦτο λοιπὸν ἀλαζονείας καὶ ἀθυροστομίας πεσόντες ἁλίσκεσθε, ἰδοὺ ἐγὼ ἐπάγω ἐφ᾽ ὑμᾶς ἔθνος· δῆλον δὲ ὅτι τὸ τῶν Ἀσσυρίων· καὶ ἐκθλίψουσιν ὑμᾶς, τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν. ἔστι μὲν οὖν ἡ Αἰμὰθ μία τῶν πρὸς ἠῶ πόλις, ὑπὸ τὴν Δαμασκοῦ βασιλείαν τοτηνικάδε κειμένη· μετωνόμασται δὲ νῦν, ὡς ἔφην, εἰς Ἀντιόχειαν, ἤγουν Ἐπιφάνειαν. χείμαῤῥον δὲ δυσμῶν φησὶ τὸν τῶν Αἰγυπτίων ποταμὸν, κατὰ δυσμὰς τῆς Ἰουδαίων γῆς τῆς Αἰγύπτου κειμένης. ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐξ Ἰσραὴλ, πολέμου μέλλοντος ἐπιθρώσκειν αὐτοῖς, ποτὲ μὲν τὴν ἐκ Δαμασκοῦ καὶ Σύρων ἐπικουρίαν αἰτεῖν, ποτὲ δὲ τὴν τῶν Αἰγυπτίων ὑποτρέχειν χώραν, ταύτῃτοί φησιν, ὡς ἔθνος μὲν ἐπ᾽ αὐτοῖς ἐγείρει, οἱ δὲ ἥξουσιν εὐσθενεῖς, τοσαύτην αὐτοῖς ἐπιῤῥιπτοῦντες θλίψιν, ὡς μὴ ἰσχῦσαι λοιπὸν μήτε εἰς Αἰμὰθ εἰσελθεῖν, μήτε εἰς χειμάῤῥουν τῶν δυσμῶν, τουτέστι, μήτε τὴν Δαμασκοῦ, μήτε τὴν Αἰγυπτίων δύναμιν καλέσαι πρὸς ἐπικουρίαν. “Θεοῦ γὰρ ”συγκλείοντος, τίς ἀνοίξει;” κατὰ τὸ γεγραμμένον. ποῖος ἔσται σωτηρίας τρόπος, τοῦ πάντα ἰσχύοντος εἰς ὄλεθρον συνελαύνοντος; <Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινὴ, καὶ ἰδοὺ βροῦχος εἷς· Γὼγ ὁ βασιλεύς. καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ;

ὅτι ὀλίγοστός ἐστι· μετανόησον Κύριε ἐπὶ τούτῳ. καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος.> Τί τὸ ἔθνος τὸ τοῖς ἐξ Ἰσραὴλ ἐπενεχθησόμενον, ἢ ποῖον αὐτοῖς ἐπίοι τὸ βλάβος, ἀποκαλύπτει τῷ Προφήτῃ Θεός· ἁρμόζεται δὲ τοῖς ἤθεσιν αὐτοῦ, καὶ δι᾽ ὧν οἶδεν ἀκριβῶς, διὰ τούτων αὐτὸν διδάσκει τὰ πραχθησόμενα. πάνδεινον γὰρ ἀεὶ τοῖς ποιμέσιν εἶναί τε δοκεῖ, καὶ ἔστιν ἀληθῶς ἀκρίς τε καὶ βροῦχος· ἀποκειραμένης γὰρ ὥσπερ δι᾽ αὐτῶν τῆς πόας, καταφθείρεσθαι λοιπὸν ἀνάγκη τὰ ποίμνια. οὐκοῦν ὡς ποιμένι τῷ Προφήτῃ Θεὸς τὰς ἐκ τοῦ πολέμου κατασημαίνει συμφοράς. ὡς ἐν εἴδει γὰρ ἀκρίδος κατασημαίνει τὸν Ἀσσύριον, ὡς ἐν ἀμετρήτῳ πληθύϊ μονονουχὶ κατεσθίοντα καὶ δαπανῶντα τὴν γῆν. ἑωθινὴν δέ φησιν αὐτὴν, μονονουχὶ πίπτουσαν ὡς δρόσον, καὶ ἐν νιφάδων τάξει καταχεομένην τῆς γῆς. ἀλλ᾽ ἦν, φησὶ, καὶ βροῦχος εἷς· ἦν δὲ δὴ οὗτος καὶ Γὼγ ὁ βασιλεύς. εἶτα Θεοῦ λέγοντος Καὶ ἔσται ὅταν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς· τουτέστιν, ὅταν δαπανήσῃ κατεσθίων τὴν ἀγελαίαν πληθὺν τὴν οὖσαν ἐν Σαμαρείᾳ δηλονότι, καὶ ἐν ταῖς πόλεσι τῆς Ἰουδαίας· εἶτά τι μέλλοντος προστιθέναι ἕτερον, διαλαβὼν ὁ Προφήτης, καταλήγειν αὐτὸν τῆς ὀργῆς λιπαρεῖ λέγων Κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰσραήλ; ὅτι ὀλιγοστός ἐστιν.

εἰ γὰρ δὴ βούλοιο, φησὶ, καθ᾽ ὃν τεθέαμαι τρόπον παραδοῦναι τοῖς ἐχθροῖς τὸν Ἰσραὴλ εἰς κατάβρωσιν, ὀλίγοστος ἔσται παντελῶς. πρὸς ταῦτα Θεός Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος. οὐκ ἂν κοπάσαιμί φησι, οὐδ᾽ ἂν καθυφείην· καταλήξαιμι γὰρ ἂν οὐδαμῶς τοῦ παιδεύειν τοὺς ἠσεβηκότας.

Πολυπραγμονοῦντες δὲ ἀναγκαίως, τίς δὴ ἄρα ἐστὶν ὁ Γὼγ, ἐκεῖνό φαμεν, ὅτι καὶ ὁ μακάριος προφήτης Ἰεζεκιὴλ θρῆνον ἐν αὐτῷ γράφει, Θεοῦ προστάττοντος. οἰόμεθα δὲ εἶναι τὸν Σενναχηρὶμ, ὅτε καὶ Ῥαψάκου κατακερτομοῦντος Θεὸν “ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ ”τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε “χιλιάδας.” μεμνήσομαι δὲ ἀναγκαίως τῶν ἐπ᾽ αὐτῷ γεγραμμένων διὰ φωνῆς Ἰεζεκιήλ. ἔχει δὲ οὕτως “Τάδε λέγει ”Κύριος Κύριος τῷ Γὼγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ “ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν ”προφητῶν τοῦ Ἰσραὴλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, “τοῦ ἀγαγεῖν σε ἐπ᾽ αὐτούς.” ἀκούεις ὅπως αὐτὸν, καὶ οὐχ ἕτερον εἶναί φησιν, ὃν ἠπείλησε διὰ προφητῶν ἁγίων ἐπιφέρειν τοῖς ἐξ Ἰσραήλ;

ὅτι δὲ τὰς τῆς ἀθυροστομίας ἐξῄτηται δίκας, καὶ κρατήσειν ὑπολαβὼν ἀδοκήτως ἀνῄρηται, καὶ πέπτωκεν ἐν τῇ γῇ τοῦ Ἰσραὴλ, πάλιν εὐθὺς κατασημαίνει λέγων “Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ ”Γὼγ καὶ ἐρεῖς Τάδε λέγει Κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ “σὲ Γὼγ ἄρχοντα Ῥοσμεσὸχ καὶ Θοβὲλ, καὶ συνάξω σε ”καὶ καθοδηγήσω σε καὶ ἀναβιβάσω σε ἐπ᾽ ἐσχάτου βοῤῥᾶ “καὶ ἄξω σε ἐπὶ τὰ ὄρη τοῦ Ἰσραὴλ, καὶ ἀπολῶ τόξον σου ”ἀπὸ τῆς χειρὸς τῆς ἀριστερᾶς σου καὶ τὰ τοξεύματά σου “ἀπὸ τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ καταβαλῶ σε ἐπὶ τὰ ”ὄρη τοῦ Ἰσραὴλ, καὶ πέσῃς σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ “τὰ ἔθνη τὰ περὶ σὲ δοθήσονται εἰς πλῆθος ὀρνέων· καὶ ”παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε “καταβρωθῆναι· ἐπὶ πρόσωπον τοῦ πεδίου πέσῃ, ὅτι ἐγὼ ”ἐλάλησα λέγει Κύριος Κύριος·” καὶ μεθ᾽ ἕτερα πάλιν “Καὶ ”ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν “μνημεῖον ἐν Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων ”πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον “τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ ”πλῆθος αὐτοῦ καὶ κληθήσεται τότε τὸ πολυάνδριον τοῦ Γώγ. “καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ, ἵνα καθαρισθῆ ἐν ”ἑπταμήνῳ, καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, “καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην λέγει ”Κύριος Κύριος.”

πεπτωκότων γὰρ τῶν Ἀσσυρίων, οἳ διὰ τοῦ Γὼγ κατασημαίνονται, τάχα που τὸ πλῆθος τῶν ἐξ Ἰσραὴλ κατορώρυχε τοὺς τεθνεῶτας, ἵνα μὴ πόλεσί τε καὶ χώραις τὸ δύσοιστον τῆς οὕτω δεινῆς κακοσμίας καταλυμαίνοιτο χρῆμα. <Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγεν τὴν ἄβυσσον τὴν πολλὴν, καὶ κατέφαγεν τὴν μερίδα. καὶ εἶπα Κύριε Κύριε κόπασον δή· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. μετανόησον Κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.> Τὸν Γὼγ ἤγουν τὸν Ἀσσύριον ὡς ἀκρίδα καὶ βροῦχον τεθέαται· τοῦτον δίκην ὀνομάζει τὴν διὰ πυρός. οὐ γὰρ ἤρκεσε τοῖς Βαβυλωνίοις δαπανῆσαι σιδήρῳ τὸν Ἐφραῒμ, ἀλλὰ γὰρ καὶ πλείστας ὅσας τῶν ἐν Σαμαρείᾳ κατενεπίμπρων πόλεις. ἡ δίκη τοίνυν, φησὶ, τουτέστιν ἡ ἐκδίκησις ἡ διὰ πυρὸς, κατεδήδοκε τὴν ἄβυσσον τὴν πολλὴν, τὸν Ἐφραῒμ δηλονότι, διὰ πολλὴν καὶ ἀμέτρητον πληθὺν ἄβυσσον ὠνομασμένον. κατεδήδοκε δὲ οὐδὲν ἧττον τὴν μερίδα τὴν μικρὰν, τουτέστι, τὸν Ἰούδαν καὶ Βενιαμίν. οὐκ εὐαριθμήτους γὰρ τῆς Ἰουδαίας ἐμπρήσας πόλεις, μετὰ τοῦτο καὶ αὐτὴν λοιπὸν πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ ἀλαζὼν Ῥαψάκης. ἐκμειλισσομένου δὲ τοῦ Προφήτου πάλιν, καὶ μετανοεῖν, ἤτοι μεταβουλεύεσθαι, τὸν τῶν ὅλων Θεὸν ἀναπείθοντος, Οὐκ ἂν γένοιτο τοῦτό φησιν ὁ τῶν ὅλων Δεσπότης. τί οὖν ἐντεῦθεν εἰσόμεθα πάλιν;

ὅτι τὰ πέρα λόγου τῶν πλημμελημάτων, καίτοι πολὺ λίαν ἀνεξικακεῖν εἰδότα Θεὸν παραθήγει δεινῶς, καὶ τὰς τῶν ἁγίων μονονουχὶ καὶ ἀπράκτους ἀποφαίνουσι προσευχάς. καὶ γοῦν ἔφασκε πρὸς τὸν προφήτην Ἱερεμίαν περὶ τῶν ἐξ Ἰσραήλ “Καὶ σὺ μὴ προσεύχου περὶ ”τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ “μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου.” <Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. καὶ εἶπε Κύριος πρὸς μέ Τί σὺ ὁρᾷς, Ἀμώς; καὶ εἶπον Ἀδάμαντα. καὶ εἶπε Κύριος πρὸς μέ Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα εἰς μέσον λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ.> Ὡς ἀκρίδα καὶ ὡς βροῦχον καὶ ὡς δίκην ἐν πυρὶ τὸν Ἀσσύριον, ἤτοι τὸν Γὼγ ἐπιδείξας τῷ Προφήτῃ Θεὸς, ἑαυτὸν ἤδη πως ἑστῶτα λοιπὸν ἐπὶ τείχους ἀδαμαντίνου δείκνυσιν, ἵνα διὰ τούτου νοῆται μονονουχὶ βεβηκὼς ἐπ᾽ ἀῤῥήκτῳ δυνάμει, καὶ ἀκατάσειστον ἔχων τὴν ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀσφάλειαν. παναλκὲς γὰρ τὸ θεῖον, καὶ ἐρηρεισμένην ἔχει τὴν ὑποβάθραν, ὅτι μεταπίπτειν οὐκ οἶδεν, ἀλλ᾽ ἔστι τροπῆς ἄμεινον, καὶ ἐν τοῖς ἰδίοις, ὡς ἔφην, ἀγαθοῖς ἀεὶ καὶ διαπαντὸς ἐρηρεῖσθαι φιλεῖ.

Ὁρᾶται τοίνυν ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου. ἄῤῥηκτός τε καὶ ἀκαταμάχητος ἐν λίθοις ὁ ἀδάμας, οὔτε τοῖς σκληροῖς καὶ ἀντιπίπτειν εἰωθόσι παραχωρεῖν ἀνεχόμενος, οὔτε μὴν ἑτέραις ὕλαις διδοὺς τὸ καταθλεῖν δύνασθαι τῆς ἐνούσης ἰσχύος αὐτῷ, τάχα δέ που καὶ τῆς τοῦ πυρὸς ἀκμῆς ἀλογεῖν εἰθισμένος. ἐπειδὴ δὲ ἦν ὁ ἐπὶ τοῦ τείχους ἑστηκὼς ἀδάμαντα φέρων ἐν χειρὶ, διεπυνθάνετο τοῦ Προφήτου λέγων Τί σὺ ὁρᾷς, Ἀμώς; τοῦ δὲ συνέντος, καὶ ὅπερ ἦν λέγοντος· ἔφη γὰρ Ἀδάμαντα· τοῦτον ἐντάξειν εἰς μέσον τοῦ Ἰσραὴλ διεβεβαιοῦτο σαφῶς. ἀδάμαντα δὲ νοήσεις, ἢ τὸν Ἀσσύριον, ὡς καὶ ἀπηνῆ τε καὶ ἄθραυστον, καὶ εἰς τοῦτο τεθειμένον παρὰ Θεοῦ· δυναμοῖ γὰρ ὁ τῶν δυνάμεων Κύριος οὓς ἂν ἕλοιτο τυχόν· ἤγουν τὸν ἄθραυστόν τε καὶ παναλκῆ τοῦ Θεοῦ Λόγον, ὃν οὐκ ἔστιν ἀποστρέψαι κενὸν, ἤγουν ἄπρακτον ἀποφῆναι· δραμεῖται γὰρ πάντως εἰς πέρας ἀντιπράττοντος οὐδενὸς, ὅπερ ἂν φθέγξηται Θεός. οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός “Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ ”γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.” ἔφη δὲ ὡς οὐκ ἂν παρέλθοι τὸν Ἰσραὴλ, τουτέστιν, αἰτήσει δίκας τῶν ἀνοσίως αὐτῷ πεπλημμελημένων· καὶ ἀνεξικακήσει μὲν οὐκέτι, παραδώσει δὲ λοιπὸν τοῖς ἐπ᾽ αὐτὸν κεκλημένοις, ὁμοῦ τεμένεσι καὶ βωμοῖς καὶ τοῖς εἰδώλοις. ἀφανισθήσονται γάρ φησιν οἱ βωμοὶ τοῦ γέλωτος.

γέλως μὲν οὖν ἀληθῶς ἡ παντὸς εἰδώλου ποίησις· πρέποι δ᾽ ἄν, οἶμαι, κυρίως τε καὶ ἰδικῶς γέλωτα νοεῖσθαι τὸν Βεελφεγὼρ, διάτοι καὶ αὐτὸ τὸ τοῦ σχήματος ἀκαλλές. διασύρει δὲ ἅπασαν τὴν εἰδωλοποίησιν, ὡς ἐξ ἑνὸς δὴ τούτου τοῦ πάντων αἰσχίονος. οὐκοῦν κατασπασθήσονται μὲν οἱ βωμοί φησι, συνεξαρθήσονται δὲ καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ, τουτέστι, τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, βέβηλά τε καὶ βδελυρὰ μυστήρια. ὅτι δὲ τοῖς ἰδίοις θεοῖς συνοιχήσεται πρὸς ἀπώλειαν ὁ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐκπρεπὴς Ἱεροβοὰμ, διαμεμήνυκεν ἐναργῶς. μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς ἕτερος παρὰ τὸν πρῶτον ὁ περὶ οὗ νῦν ὁ λόγος· ὁ μὲν γὰρ ἦν ἐκ Ναβὰτ, ὁ δὲ ἐξ Ἰωάς.

Καὶ ταυτὶ μὲν τέως τοῖς τῆς ἱστορίας ἐφαρμόσειε λόγοις. ἀδάμαντα δὲ τὸν ἀληθῆ παραδείξει Χριστὸν τὸν τῶν δυνάμεων Κύριον, τὸν ἄμαχον ἔχοντα καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, τὸν συνθραύοντα τοὺς ἐχθροὺς, καὶ νικῶντα τοὺς ἀνθεστηκότας, καὶ ὑπὸ μηδενὸς ῥηγνύμενον. οὗτος ὡς λίθος ἐκλεκτὸς εἰς μέσον τέτακται τοῦ λαοῦ. “Ὤφθη γὰρ ”ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη.” τοιγάρτοι καὶ κέκληται διὰ τῆς ἀγγέλου φωνῆς “Ἐμμανουὴλ, ὅ ”ἐστι μεθερμηνευόμενον Μεθ᾽ ἡμῶν ὁ Θεός.” μεθ᾽ ἡμῶν γὰρ γέγονεν, ὅτε γέγονε καθ᾽ ἡμᾶς. ἐντεταγμένος δὴ οὖν ἐν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὡς λίθος ἀδάμας, τὴν τοῦ διαβόλου κατέσεισε τυραννίδα, κατηφάνισεν ἀληθῶς τοὺς βωμοὺς τοῦ γέλωτος. ἅμα τε γὰρ ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, καὶ τῆς ἀληθοῦς γνώσεως τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ἁπλώσας τὸ φῶς, ἑαυτὸν ἡμῖν ὑπέδειξεν εἰκόνα καὶ ὁμοίωσιν τοῦ Πατρός.

τότε δὴ τότε καὶ ὁ τῆς ἀρχαίας ἀπάτης ἀπελήλατο σκότος, καὶ ἡ βέβηλος καὶ θεομισὴς ἐκ μέσου γέγονεν εἰδωλολατρεία, καὶ πέπτωκε δὲ καὶ αὐτὸς ὁ τῆς ἀπάτης προεστηκὼς, τουτέστιν, ὁ Σατανᾶς. <Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.> Ἀνεπικούρητον ἀεὶ τὸ ψεῦδος ἀφ᾽ ἑαυτοῦ, καὶ οἱ τῆς ἀπάτης πόδες σαθρὸν ἔχουσι τὸ ἔρεισμα. τοιγάρτοι γελᾶται, μόλις ταῖς ἔξωθεν ἐπικουρίαις εἰς τὸ ἑστάναι κρατούμενον. οἷον δὴ τοῦτό ἐστι τὸ τῆς τοῦ Ἰσραὴλ εἰδωλολατρείας. μεθυόντων γὰρ ἦν ἀθύρματα τὰ παρ᾽ αὐτοῖς, δαμάλεις χρυσαῖ, “ἔργα τέκτονος καὶ χωνεύματα,” κατὰ τὸ γεγραμμένον, καὶ τέχνη χειρὸς ἀνθρωπίνης, καὶ ἀνοσίων ἐγχειρημάτων εὑρήματα. ἀλλ᾽ οἱ μὲν μακάριοι προφῆται καλοῦσιν εἰς νῆψιν τοὺς ταῖς ἀπάταις κεκρατημένους· οἱ δὲ τῶν εἰδώλων θεραπευταὶ, καταλυομένης ὥσπερ αὐτοῖς τῆς ὅλης σκηνῆς, οὐ μετρίως ἀσχάλλουσι, καταπτοοῦσι τοῖς δείμασι, τὴν τῶν πλανωμένων θρηνοῦσιν ἀνάνηψιν. ἴσασι γὰρ ὅτι γοργῷ καὶ ἐγρηγορότι νῷ τῆς παρ᾽ αὐτοῖς λατρείας τὴν βεβήλωσιν ἀταλαίπωρον ἰδεῖν.

ἐκδέδιε τοίνυν ὁ βέβηλος Ἀμασίας, μὴ ἄρα τοῖς τοῦ Προφήτου παρενεχθεῖεν λόγοις εἰς εἴδησιν ἀγαθὴν οἱ δαμάλεσι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπεπεισμένοι, καὶ ἀπολισθήσειε μὲν τῆς ἱερουργίας αὐτὸς, ἀπολοῦνται δὲ τοῖς τεμένεσιν ὁμοῦ τὰ ἐν αὐτοῖς ἕδη. ταύτῃτοι παραθήγειν πειρᾶται τὸν Ἱεροβοὰμ, μονονουχὶ τῆς αὐτοῦ βασιλείας κατεξανίστασθαι λέγων τὸν Ἀμὼς, καὶ διαβριθῆ τινα καὶ ἀφόρητον ἤδη πως ἀποτολμᾶν ποιεῖσθαι λόγον, ὡς τεθνήξεται μὲν αὐτὸς ἐν ῥομφαίᾳ, βαδιεῖται δὲ καὶ αἰχμάλωτος ὁ Ἰσραήλ.

Τοιοῦτόν τι πεπράχασι καὶ οἱ τάλανες Ἰουδαῖοι, τὰς ἐπὶ Χριστῷ συντιθέντες συκοφαντίας. ἐπειδὴ γὰρ τοῖς θαύμασι καταπλήττων τὴν Ἰουδαίαν πάντας ἐκάλει πρὸς ἑαυτὸν, προσῆγον Πιλάτῳ, τὰς τοῦ φθόνου φλόγας εἰς νοῦν λαβόντες οἱ δείλαιοι, καὶ δὴ καὶ ἔφασκον “Ἐὰν μὴ τοῦτον ”ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.” ἶσα τοίνυν καὶ παρὰ πάντων ἀεὶ τῶν τῇ εὐσεβείᾳ μαχομένων τὰ κατὰ τῶν ἁγίων τολμήματα διὰ τῶν ὁμοίων ἐγχειρημάτων ἔρχεται, πανταχῆ τοῦ ψεύδους νοσοῦντος τὸ ἄναλκι. <Καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις· εἰς δὲ Βαιθὴλ οὐκ ἔτι μὴ προσθῇς προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, καὶ οἶκος βασιλείας ἐστίν.> Ἀναισχυντεῖ λοιπὸν ἐναργῶς, καὶ τοῖς θείοις ἀντεξάγει λόγοις τῆς ἑαυτοῦ βασκανίας τὴν ἔνδειξιν· ὁρῶντας μὲν γὰρ τοὺς προφήτας ἐκάλουν, πλὴν οὐκ ἀξιώσας οὐδὲ τῷ τῆς προφητείας ὀνόματι κατασεμνύνειν αὐτὸν, ἀλλ᾽ οἱονείπως ὡς τῶν ψευδομάντεων ἕνα διαβεβληκὼς, ἐκχωρεῖν ἐκέλευεν εἰς γῆν Ἰούδα. προστιθεὶς δὲ τὸ Ἐκεῖ καταβίου, μονονουχί φησιν Εἰ λημμάτων αἰσχρῶν ἐφίεσαι, καὶ ἐκ τοῦ κατεπᾴδειν τισὶ ῥημάτια, τὰ πρὸς τὸν βίον χρήσιμα ζητεῖς ἐρανίζεσθαι, τὴν Σαμάρειαν ἀφεὶς λάλει τοῖς ἐκ φυλῆς Ἰούδα, καὶ οὐ προφητεύσεις ἐν Βαιθήλ· ἁγίασμα γὰρ βασιλέως ἐστί. τὸ ἁγίασμά φησιν, ἀντὶ τοῦ ἀνάθημα, ἤγουν ἀναθήματος τόπος.

ἐκεῖ γὰρ ἀνέθηκεν ὁ πρῶτος Ἱεροβοὰμ τὴν δάμαλιν τὴν χρυσῆν. ἀναφέρων δὲ ὥσπερ τοῦ Προφήτου τὸ ἔγκλημα καὶ εἰς τὴν τοῦ κρατοῦντος τιμὴν, οἶκος, φησὶ, βασιλείας ἐστί. σὺ δὲ συγχεῖς τὰ βασιλικὰ, θορύβους ἐγείρεις, τοῖς τῶν κρατούντων θελήμασι ῥιψοκινδύνως ἀντιτασσόμενος. ὅρα τοίνυν ἐναργῶς, ὅπως ἐστὶν ἀληθὲς τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν Ἰσραήλ “Καὶ ἐποτίζετε τοὺς ἡγιασμέ- ”νους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ “μὴ προφητεύσητε.” <Καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ᾽ ἢ αἰπόλος ἤμην, κνίζων συκάμινα. καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρὸς μέ Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ. καὶ νῦν ἄκουε λόγον Κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακώβ.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.> Ὅτε τοῖς ἐπιεικέσιν οἱ τῆς φαυλότητος ἐπιτηδευταὶ τὰς ὕβρεις ἐπάγουσι, τοὺς ἰδίους αὐτοῖς ἐγκαλοῦσι τρόπους, καὶ τῶν σφετέρων αἰτιαμάτων τὸ ἀκαλλὲς ἐπάγοντες, ἐμπαροινεῖν οἴονται, διαλελήθασι δὲ σφᾶς αὐτοὺς μονονουχὶ ἐν πίνακι γράφοντες, καὶ ὁποῖοί τινες εἰσὶ καταδεικνύοντες τοῖς ἄλλοις. τοῦτό τι παθόντα νυνὶ τὸν ἀπόπληκτον Ἀμασίαν εὑρήσομεν. ψευδοπροφήτης γὰρ ὢν, καὶ τοῖς τῶν εἰδώλων προσεδρεύων βωμοῖς, κῶλά τε συλλέγων καὶ τῶν σφαζομένων τὰ λείψανα, καὶ λημμάτων αἰσχρῶν ἀχαλίνως ἡττώμενος, κατωνείδιζε τὸν Ἀμὼς, καὶ δεῖν μὲν ἔφασκε τῆς Σαμαρείας ἀποφοιτᾶν, ἐκχωρεῖν δὲ, εἰ βούλοιτο, εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβιοῦν. ἐκεῖ γὰρ, φησὶ, ψευδοεπήσεις εὐκόλως, καὶ συναρπάζων πολλοὺς, ἐρανιῇ τὰ πρὸς τὸν βίον, καὶ μᾶλλον εὑρήσεις τὰ ζωαρκῆ. τὸ γὰρ Ἐκεῖ καταβίου, τοιοῦτόν τινα, καθάπερ ἤδη προεῖπον, ὑπεμφαίνει νοῦν.

ἀλλ᾽ ὅτι μὴ τοιοῦτος τῷ Προφήτῃ σκοπὸς, μήτε μὴν εἰς φιλοκερδίαν βλέπει, δεσποτικοῖς δὲ μᾶλλον ὑπείκει θελήμασι, ταύτῃτοι τὴν προφήτῃ πρέπουσαν διακονίαν ἀποπληροῖ, πειρᾶται διδάσκειν, καὶ λίαν ἐπιεικῶς, ἐκεῖνο λέγων, ὡς οὔτε προφήτης ἦν, οὔτε μὴν προφήτου γέγονεν υἱὸς, κατὰ μαθητείαν δὲ πάντως, ἤγουν κατὰ πνεῦμα, φημὶ, καθάπερ ἀμέλει καὶ Ἐλισσαιὲ τοῦ Ἠλίου, ἀλλ᾽ ἦν μὲν αἰπόλος, ἄγροικόν τε καὶ ἁπλῆν καὶ ἀκάκουργον βιοτεύων ζωὴν, ὀλίγα δὲ παντελῶς τὰ εἰς τροφὰς ἔχων, καὶ τοῖς ἐξ ἀγρῶν ἀρκούμενος, ἃ μηδὲ ἂν ἐκπρίαιτό τις· ταῦτα δὲ ἦν συκάμινα. σχολαῖοι γὰρ ὄντες τῶν ποιμνίων οἱ ἐπιστάται, τάς τε τῶν δένδρων σκιὰς ὑποτρέχουσι, καὶ τὰ ἐκ τῆς ἀργίας ἐγκλήματα μονονουχὶ διαπαίζοντες, καρποὺς ἀποκνίζουσι καὶ τῆς γαστρὸς τὴν ἀνάγκην, ὡς ἂν ἐνδέχοιτο, θεραπεύουσιν. ἀλλ᾽ ἐμὲ μέν φησιν ἐν τούτοις ὄντα, Θεὸς κατὰ τὸ αὐτῷ δοκοῦν ἐποιεῖτο προφήτην, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ τὰ ἐπ᾽ αὐτοὺς ἥκοντα καὶ ὅσον οὐδέπω παρεσόμενα διατρανοῦν ἐκέλευε· σὺ δὲ τοῖς ἄνω νεύμασιν ἀντεξάγων τὰ σὰ, σιωπᾶν ἐπιτάττεις. ταύτῃτοι λοιπόν Τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, δῆλον δὲ ὅτι ταῖς τῶν πολεμίων ὕβρεσιν ὑποπίπτουσα, καὶ τὸ ἀκρατὲς εἰς ἀσέλγειαν τῶν ἐχόντων αὐτὴν ὡς ἐξ ἀνάγκης ὑφισταμένη· καταφθαρήσονται δὲ καὶ τὰ τέκνα, ῥομφαίας ἔργον γεγενημένα.

καὶ πρός γε δὴ τούτῳ, ἡ γῆ σου καταμετρηθήσεται σχοινίῳ, τουτέστιν, ὑπὸ φόρον ἔσται, καὶ συντελέσει δασμοὺς τῷ κεκρατηκότι. σὺ δὲ πρὸς τούτοις ὁ νῦν οἰόμενος, φησὶ, γῆν ἁγίαν οἰκεῖν τὴν Βαιθὴλ, καὶ ἁγίασμα βασιλέως ἔχειν, βαδιῇ μὲν αἰχμάλωτος, ἐντεθνήξῃ δὲ τοῖς κακοῖς, οὐχ ὑπονοστήσας ἔτι· πῶς γὰρ, ἢ πόθεν; ἀπομεμενηκὼς δὲ νεκρὸς ἐν ἀλλοδαπῇ τε καὶ ἀκαθάρτῳ γῇ τῶν πολεμίων· οἰχήσεται δὲ καὶ αὐτὸς αἰχμάλωτος ὁ Ἰσραὴλ, ὁ σὲ προφήτην καὶ ἐπιστάτην τῶν ἁγίων ἀνθῃρημένος. χαλεπὸν οὖν ἄρα τὸ τοῖς θείοις ἀντιπράττειν νεύμασι, καὶ ἀπερισκέπτως ἰέναι πρὸς τὸ δεῖν ἔσθ᾽ ὅτε καὶ ἁγίοις ἐπιτιμᾶν τὰ Θεῷ δοκοῦντα διερμηνεύουσιν, οἷς καὶ εἴρηται παρ᾽ αὐτοῦ “Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ”ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.” Ἐπιτήρει δὲ ὅπως εἷς τε καὶ ἀξιάγαστος τοῖς ἁγίοις σκοπὸς, τὸ χρῆναί φημι τοῖς τοῦ Θεοῦ λόγοις ἀνυποστόλως ὑπηρετεῖν, καὶ παρ᾽ οὐδὲν ποιεῖσθαι τὰ ἀνθρώπινα, κἂν εἰ πολέμους αὐτοῖς καὶ θλίψεις ἐπιφέρωσί τινες.

ὁ μὲν γὰρ μακάριος Ἀμὼς ἀλογήσας παντελῶς τῆς Ἀμασίου σκαιότητος, οὐχ ὅπως σεσίγηκεν, ἀλλὰ γὰρ καὶ τὴν ἐπ᾽ αὐτῷ κατάῤῥησιν ἐποιεῖτο νεανικῶς· οἱ δέ γε θεσπέσιοι μαθηταὶ σιωπᾶν αὐτοῖς προστεταχότων ποτὲ τῶν γραμματέων καὶ Φαρισαίων, διαῤῥήδην ἔφασκον “Εἰ δίκαιόν ἐστιν ἐνώπιον ”τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· οὐ “δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.” <Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. καὶ εἶπε Τί σὺ βλέπεις Ἀμώς; καὶ εἶπα Ἄγγος ἰξευτοῦ. καὶ εἶπε Κύριος πρὸς μέ Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν. καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιῤῥίψω σιωπήν.> Εἶσι δὴ πάλιν τῷ Προφήτῃ κατὰ ῥοῦν ὥσπερ ὁ λόγος, καὶ τῶν ἅπαξ παρεισβεβληκότων ἀποχρῶσαν ἐφ᾽ ἑαυτοῖς λαβόντων τὴν ἀφήγησιν, τῶν ὁραμάτων ἡ τάξις ἐπὶ τὸν αὐτῇ πρέποντα διάττει σκοπόν. τεθέαται τοίνυν τὴν τῶν Ἀσσυρίων πληθὺν, ὡς ἑωθινὴν ἀκρίδων ἐπιγονὴν, καὶ σὺν αὐτοῖς τὸν Γὼγ, ἤτοι τὸν Σεναχηρεὶμ, ὡς ἐν εἴδει βρούχου γραφόμενον, διὰ τὸ πολὺ τῆς γῆς ἀναθρώσκειν εὐσθενῶς τὸ ζῷον. τοιοῦτος δέ πως ὁ ἀλαζὼν, ἀναθρώσκων ἀεὶ πρὸς τὸ ὑψοῦ, καὶ τοῖς ταπεινοῖς συνδιαιτᾶσθαι παραιτούμενος.

τεθέαται δὲ καὶ ὡς ἐν πυρὶ καλουμένην τὴν δίκην, καὶ μὴν καὶ ἐντεταγμένον εἰς μέσον τὸν Ἰσραὴλ τὸν ἀδάμαντα παρὰ τοῦ ἑστηκότος ἐπὶ τὸ τεῖχος τὸ ἀδαμάντινον. εἶτα τί καὶ πρός; τὸ ἄγγος ἦν ἰξευτοῦ. ὃ δὲ δὴ καὶ ἐν ἀρχαῖς ἔφην, ἐρῶ δὴ πάλιν, ὡς ἀγροικότερον τεθραμμένῳ τῷ Προφήτῃ, Θεὸς διὰ τῶν ἐν ἀγροῖς ὅτι μάλιστα δρωμένων ἀποκαλύπτει μυστήρια. ἰξευταὶ γὰρ, καὶ τὰ δι᾽ αὐτῶν θηρώμενα, πτηνὰ δηλονότι, πρέποιεν ἂν οὐχὶ δήπου μᾶλλον ἀνδράσι τοῖς ἀστικοῖς, ἀλλ᾽ οἷς ἂν εἴη τὸ ἐπιτήδευμα καὶ ὁ τοῦ βίου σκοπὸς ἀγροὶ καὶ τὰ ἐν αὐτοῖς. ὅτι δὲ πάντη τε καὶ πάντως ἀγρευθήσεται πρὸς σφαγὴν, καθάπερ ὑπὸ χειρὸς τῶν ἰξεύειν εἰωθότων, τοῖς ἀγελαίοις ὁμοῦ καὶ τὸ ἀπόλεκτον τῶν ἐν Σαμαρείᾳ γένος, φημὶ δὴ τὸ τῶν ἀλαζόνων καὶ ἐν ἴσῳ πτηνοῖς ὑψοῦ φέρεσθαι μεμελετηκότων, αἰνιγματωδῶς ὑπέδειξε τῶν ὁραμάτων ἡ δύναμις. ἄγγος γὰρ ἦν ἰξευτοῦ τὸ ὁρώμενον. τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεὸς, ὅτι ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, καὶ ὡς οὐκ ἂν ἔτι παρέλθοι τὰ αὐτῶν ἐγκλήματα· κατεμπρησθήσεται δὲ ὅτι καὶ αὐτὸς ὁ ναὸς, ὁ τὴν χρυσῆν ἔχων δάμαλιν ἐν Βαιθὴλ, διαμεμήνυκεν εἰπὼν ὅτι ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

φατνώματα δὲ λέγειν εἴωθε τὴν ὀροφὴν, ἤτοι τὰ περὶ αὐτὴν, ταῖς τῶν τεκτόνων ἐπιεικείαις εὐτέχνως εὖ μάλα πεποικιλμένα κατὰ τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Δοκοὶ ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.” ὀλολύξει δὲ τὰ φατνώματά φησιν· καὶ οὐχὶ τὴν ἔναρθρον ἱέντα φωνὴν, τὴν ὡς ἐν κτύποις δὲ μᾶλλον καὶ τοὺς ἐν τῷ διακλᾶσθαι τρισμούς. ἐπειδὴ δὲ καὶ πολὺς ἔσται, φησὶν, ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιῤῥίψω σιωπήν. παντὸς γὰρ τόπου λοιπὸν εἰς ἐρημίαν ἐνηνεγμένου, καὶ οὐκ ἔχοντος τοὺς οἰκήτορας, πολλή τις ἔσται ἡ σιωπὴ, ἤγουν ἡσυχία, καθὰ καὶ ἐν ταῖς ἐρήμοις καὶ ἀβάτοις γαῖς. ἀμηχανήσει δὴ οὖν κατ᾽ οὐδένα τρόπον ὁ τῶν ὅλων Θεὸς, εἰ παιδεύειν ἕλοιτο τοὺς ἡμαρτηκότας, ἀλλ᾽ ἔσται πολὺς καὶ διάφορος αὐτῷ τῆς αἰκίας ὁ τρόπος, καὶ ἀντιστήσεται μὲν οὐδεὶς ποιναῖς ἐνιέντι τὸν παροτρύνοντα, διαφεύξεται γεμὴν ὁ ταῖς μεταγνώσεσιν ἀποσειόμενος τὴν ὀργὴν, μετατιθεὶς ἐφ᾽ ἑαυτῷ πρὸς ἡμερότητα χρηστὸν ὄντα καὶ φιλοικτίρμονα τὸν Δεσπότην.

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. <Ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον, καὶ τοῦ μεγαλῦναι στάθμια, καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς, καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα;> Ἤρετό τις τῶν Φαρισαίων ποτὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ποίαν ἡγοῖτο πρώτην καὶ μεγάλην ἐντολὴν ἐν τῷ νόμῳ, ἀντήκουσε δὲ, ὅτι πρώτη μὲν ἐντολὴ τό “Ἀγαπήσεις ”Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ “ὅλης τῆς ἰσχύος σου· δευτέρα δὲ καὶ ἐγγὺς τὸ Ἀγα- ”πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.” ἴδοι δ᾽ ἄν τις καὶ αὐτὸν τὸν θεσπέσιον Παῦλον μονονουχὶ τῆς ἀγάπης ἀπηρτηκότα πᾶν εἶδος ἀρετῆς, μείζονα δὲ αὐτὴν πίστεως τε καὶ ἐλπίδος εἰπεῖν θαῤῥήσαντα, διωμολογηκότα τε σαφῶς, ὡς οὐδὲν εἴη ὁ ταύτην οὐκ ἔχων, κἂν εἰ προθείη τοῖς δεομένοις τὰ ὑπάρχοντα, κἂν αὐτὸ τοῖς διώκουσι παραδῷ τὸ σῶμα ἵνα καυθῇ. οὐκοῦν πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν μέγα τε καὶ ἀξιάκουστον, ἔσται δὴ πάντως ἐκ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης.

εἰ δὲ δή τις ὅλως τῶν τῆς ἀγάπης ἔξω φέροιτο νόμων, καὶ ἀμέτοχος ὁρῷτο τῶν ἐξ αὐτῆς ἀνθῶν, αὐτὸς ἀχρεῖος ἔσται παντελῶς, καὶ παντὶ τρόπῳ φαυλότητος νοοῖτ᾽ ἂν εἰκότως ἐνισχημένος, ὡς ὅπηπερ ἂν ἀνεπιτήδευτον εἴη τὸ ἀγαθὸν, ἐκεῖ δήπου πάντως ἀνθήσει τὸ πλημμελές.

Ὅρα τοίνυν τοῦ παντὸς λόγου τὴν οἰκονομίαν. προαιτιασάμενος γὰρ ἐπ᾽ ἀθεότητι τὸν Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ, καὶ προσκυνητὴν δαμάλεων ἀποφήνας, καὶ τὴν εἰς τὸν ἕνα καὶ φύσει Θεὸν ἀγάπην οὐκ ἔχοντα, διάτοι τὸ προσκεῖσθαι φιλεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἀνόσιον ὄντως προσαποδείκνυσι καὶ εἰς αὐτοὺς ἀδελφοὺς, καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ὁλοτρόπως ἠφειδηκότα. ποιεῖται δὲ γενικῶς, καὶ μάλα σαφῶς, τὸν ἔλεγχον, καὶ ὡς ἐν βραχέσι μὲν ἔτι, πλὴν ἀπαριθμεῖται τὰ ἐγκλήματα. ταύτῃτοί φησιν Ἀκούσατε ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς. ὅμοιον ὡς εἰ λέγοι Πρὸς ὑμᾶς ὁ λόγος, οἷς ἐσπούδασται λίαν τὸ οἱονείπως καὶ ἀπαλείφειν τῆς γῆς τὸν ἀσθενῆ καὶ πένητα καὶ καταδυναστεύειν εἰς τὸ πρωΐ.

οἱ μὲν γὰρ τῆς κατὰ Θεὸν ἐπιεικείας ἐρασταὶ, διαυγαζούσης αὐτοῖς τῆς ἡμέρας ἀναφέρουσι τῷ Θεῷ τὰ χαριστήρια, προσκυνοῦσι, προσεύχονται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων παρατρέπουσι τὰς σπουδάς· οἱ δὲ εἰς μόνον ὁρῶντες τὸ καταδυναστεύειν τινὰς, καὶ τοῦ χρῆναι πλεονεκτεῖν οὐδὲν εἶναι νομίζοντες τὸ ἰσοστατοῦν, ἔργον ποιοῦνται περισπούδαστον τὸ εὐθὺς ἀρχομένης ἠοῦς εὐνῆς ἀναθρώσκειν, καὶ πρὸς τὴν αὐτοῖς συνήθη βαδίζειν φαυλότητα, καὶ οὓς ἂν δύναιντο πλεονεκτεῖν, μόνον δὲ οὐχὶ καὶ ὑπερχομένην ὅλως αὐτοῖς τὴν νύκτα καὶ μέλλουσαν αἰτιώμενοι, ὅτι μὴ δίδωσι καιρὸν αὐτοῖς τὸν ἀποχρώντως ἔχοντα πρὸς πλεονεξίαν. οὗτοί φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν; δεδανεικότων δὲ αὕτη καὶ ἐκβραχυπλούτων εὐχὴ, αἰσχρῶν καὶ ῥυποκονδύλων, οἳ τὸ τοῦ μηνὸς ἀεὶ διψῶσι πέρας, ἵνα καὶ σμικρὸν ἐπὶ σμικρῷ συλλέγοντες, ἁδροτέρας ποιοῖντο τὰς ἑαυτῶν ἐμπολὰς, καὶ τόκους ἐπὶ τόκοις ἀνοσίως ἐρανιζόμενοι καταθλίβουσι τοὺς ἀσθενεστέρους, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς “Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ”πλησίον, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ “τόκον.” ἀλλ᾽ οἱ μέν φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν;

οἱ δὲ ταῖς ἴσαις, ἢ καὶ ἔτι χείροσιν ἀῤῥωστίαις ἐνισχημένοι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, φασὶ πάλιν Πότε διελεύσεται τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς, τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον; καὶ τί δὴ τοῦτό ἐστιν, ἢ ποίων σαββάτων ζητοῦσι πάροδον ἵνα καὶ ἀνοίξειαν θησαυροὺς καὶ μικρὸν ποιήσειαν μέτρον, μεγαλύνωσι τε τὰ στάθμια, εἰπεῖν ἀναγκαῖον.

Γέγραπται τοίνυν ἐν τῷ Δευτερονομίῳ “Δι᾽ ἑπτὰ ἐτῶν ”ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· “ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ ”τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις “Κυρίῳ τῷ Θεῷ σου. τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐάν ”σοι παρ᾽ αὐτῷ ᾖ· τῷ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ “χρέους σου.” καὶ μεθ᾽ ἕτερα πάλιν “Ἐὰν δὲ γένηται ἐν ”σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεών σου ἐν “τῇ γῇ ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις ”τὴν καρδίαν σου, οὐδ᾽ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου “ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· ἀνοίγων ἀνοίξεις ”τὰς χεῖράς σου αὐτῷ, δάνειον δανειεῖς αὐτῷ ὅσα ἂν ἐπιδέηται “καὶ καθ᾽ ὅσον ὑστερεῖται.” προσπαρεγγυᾷ δὲ λέγων “Πρό- ”σεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου “ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ”ἀφέσεως, καὶ πονηρεύσεται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ “σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται ”κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη.”

τοῦ νόμου τοίνυν χρεῶν ἀποκοπὰς ποιεῖσθαι προστεταχότος, οἱονεὶ σαββατιζόντων ἐτῶν· ἐν ἑβδόμῳ γὰρ ἔτει πληροῦσθαι προστέταχεν· εἶτα προυπομιμνήσκοντος μὴ δεῖν πονηρεύεσθαι, διακιχρᾶν δὲ μᾶλλον τοῖς δεομένοις, κἂν εἰ μὴ φαίνοιτο μακρὰν τὸ τῆς ἀφέσεως ἔτος, οἱ πολλοὺς καὶ ἀμφιλαφεῖς ἔχοντες θησαυροὺς, τὴν χεῖρα συστέλλοντες, τὰ τῶν ἐτῶν σάββατα περιμένειν ἐσπούδαζον ἐπὶ θύραις ὄντα λοιπὸν, εἶθ᾽ οὕτως ἐδάνειζον, ἵνα μὴ τοῖς τῆς ἀφέσεως χρόνοις ὑπενεχθείη τὸ ὀφείλημα. οὗτοί φασι Πότε διελεύσεται τὰ σάββατα; δῆλον δὲ ὅτι τὰ ἐξ ἐτῶν· καὶ ἀνοίξομεν θησαυρούς. καὶ οὐ μέχρι τούτου τὸ δυσσέβημα, ἀλλὰ γὰρ καὶ ταῖς τῶν ἀθλίως πεπραχότων πτωχείαις ἀφιλαλλήλως ἐπιθρώσκοντες, μικροῖς μὲν ἐποιοῦντο μέτροις τὴν δόσιν, ἀντεκομίζοντο δὲ σταθμίοις οὐκ ἴσοις, ἀλλὰ τοῖς ἔτι μείζοσι, καὶ πολὺ τῶν πρώτων διαβριθεστέροις, καίτοι Θεοῦ λέγοντος διὰ τοῦ πανσόφου Μωυσέως τό “Οὐκ ἔσται ἐν τῷ μαρσίπῳ σου ”στάθμιον καὶ στάθμιον μέγα καὶ μικρόν· οὐκ ἔσται ἐν τῇ “οἰκίᾳ σου μέτρον καὶ μέτρον μέγα καὶ μικρόν. στάθμιον ”ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ “δίκαιον ἔσται σοι· ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς ἧς ”Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα “Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν τοῦτο, πᾶς ποιῶν ἄδικον.”

ἀλλ᾽ οὐδεὶς ἐκείνοις τῆς δικαιοσύνης ὁ λόγος· εἰς μόνην δὲ βλέποντες τὴν φιλοκέρδειαν, ἐξέτριβον πένητας, μονονουχὶ κατακτώμενοι τοὺς ἀθλίους, καὶ ἐν ὑποδημάτων ποιούμενοι τάξει· “Νομαὶ γὰρ πλουσίων πτωχοὶ,” κατὰ τὸ γεγραμμένον. ἀλλ᾽ ὀνίνησιν ἡμᾶς οὐ μετρίως ὁ Παροιμιαστὴς λέγων “Καρδία δὲ ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ ”κατευθύνηται τὰ διαβήματα αὐτοῦ. ἐνώπιον γάρ εἰσι τῶν “τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τρο- ”χιὰς αὐτοῦ σκοπεύει.” ὡς οὖν ἐφορῶντος τοῦ Θεοῦ, καὶ τῶν καθ᾽ ἡμᾶς ἕκαστα περιαθροῦντος ἰσχνῶς, ὀρθὰς ποιεῖσθαι τὰς τροχιὰς ἀναγκαῖον τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ ἐχέφροσι, καὶ οὐδὲν ἡγεῖσθαι τὸ ἰσοῤῥοποῦν τῆς τε εἰς Θεὸν καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης. καὶ ἡ μὲν εἰς Θεὸν ἀγάπη τὸ γνήσιον εἰς πίστιν, καὶ τὸ ἀπαράφθορον ἔχει· ἡ δέ γε εἰς ἀδελφοὺς τῆς δικαιοσύνης ἀνῆπται τὰ αὐχήματα. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι “Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται.” χρῆναι δέ φημι τοὺς εὐδοκιμεῖν ᾑρημένους, καὶ ἐννομωτάτην ἔχοντας ζωὴν, ἐνδύσασθαι μὲν “σπλάγχνα οἰκτιρμῶν,” κατευμεγεθεῖν δὲ σφόδρα τῆς ἐπαράτου φιλοκερδείας, καὶ κοινὰ τοῖς δεομένοις προθεῖναι τὰ ὄντα. τηρήσας γὰρ οὕτως τῆς ἀγάπης τὸν νόμον, λαμπρός τε ἔσται καὶ ἀξιοζήλωτος παρά τε Θεῷ καὶ ἀνθρώποις.

γέγραπται γὰρ ὅτι “Ἐσκόρπισεν, ”ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν “αἰῶνα τοῦ αἰῶνος.” <Ὀμνύει Κύριος καθ᾽ ὑπερηφανίας Ἰακώβ Εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.> Ὑπεροψίας ἔγκλημα ποιεῖται Θεὸς τοῖς ἐξ Ἰακὼβ, τὸ θείων μὲν ἀφειδῆσαι νόμων καὶ δεσποτικῶν θελημάτων ἀλογῆσαι παντελῶς, πατῆσαι δὲ καὶ αὐτὴν τὴν εἰς ἀδελφοὺς ἀγάπην. ὄμνυσι τοίνυν καθ᾽ ὑπερηφανίας Ἰακώβ. καὶ οὔτι που φαμὲν ὅρκιον ποιεῖσθαι τὸν τῶν ὅλων Θεὸν τήν τινων ὑπεροψίαν· ὄμνυσι δὲ κατ᾽ αὐτῆς, τουτέστι καθορίζων αὐτῆς τὴν ἀξίαν δίκην. τί δὲ δὴ καὶ ὄμνυσιν ὅλως; ὡς οὐκ ἂν ἔτι παραδράμοι τὰ ἐγκλήματα, καὶ μέχρι τέλους ἀνέξεται. τοῦτο γὰρ οἶμαι τὸ εἰς νῖκος ἐστὶ, τὸ μέχρι παντὸς καὶ εἰς ἀπονίκησιν τρέχον. εἶτά φησιν, ὅτι λήθης ἀνῃρημένης τῆς ἐπί γε φημὶ τοῖς ἀνοσίοις αὐτῶν πλημμελήμασι, πῶς οὐκ ἂν γένοιτο θορύβου μὲν ἔμπλεως ἡ γῆ, καταθεόντων αὐτὴν τῶν ἐχθρῶν, αὐτοὶ δὲ πενθήσουσι δεινήν τε καὶ δυσδιάφυκτον ἀνατλάντες συμφοράν; καὶ τίς αὕτη πάλιν;

ἀναβιβασθήσεται γὰρ ἐπ᾽ αὐτοὺς συντέλειά φησιν ὡς ποταμὸς Αἰγύπτου, πάντα κατακαλύπτων, καὶ πολλοῖς καὶ ἀμάχοις ῥεύμασιν ὅλην ἐπικλύζων τῆς Σαμάρειας τὴν γῆν· καταβήσεται δὲ καὶ ὁμοίως πάντα κατασύρων τὰ παρεμπίπτοντα, καὶ οὐδενὸς τὸ σύμπαν φειδόμενος. ἀνέβη γὰρ ἐπ᾽ αὐτοὺς ὁ Σεναχηρεὶμ μυριάνδροις στρατιαῖς, οἷά τις ποταμὸς καταπλημμυρῶν τῆς γῆς, καὶ ὑφ᾽ ἑαυτῷ τὰ πάντα ποιούμενος· ἀπέβη δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, πλείστην τε ὅσην καὶ ἀναρίθμητον αἰχμαλωσίαν ἐπισυρόμενος.

Ὅταν τοίνυν καταφρονῶμεν Θεοῦ, αὐτοὶ καθ᾽ ἑαυτῶν τὰς ἀντικειμένας δυνάμεις εὑρήσομεν, ὡς ἐν θορύβῳ γενέσθαι καὶ λύπαις τρόπον τινὰ διαρπαζομένους παρ᾽ αὐτῶν καὶ ὡς ἐξ ἀνάγκης ὑποπίπτοντας εἰς δουλοπρεπῆ θητείαν. ἔσονται γὰρ καθ᾽ ἡμῶν ὡς ἄμαχον ὕδωρ κατασύρον εἰς ὄλεθρον καὶ καταποντίζον εἰς ἀπώλειαν. “Ποταμοὶ δὲ ἡμᾶς οὐ συγ- ”κλείσουσι,” κατὰ τὸ γεγραμμένον, οὔτε μὴν “καταπίεται ”βυθὸς, ἀλλ᾽ οὐδ᾽ ἂν καταποντίσαι καταιγὶς” εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ. τότε γὰρ δὴ τότε τὰς τῶν δαιμονίων πλεονεξίας ἀνδρωδῶς ἐκδύναντες, καὶ τῆς ἐκείνων σκαιότητος ὀλίγα κομιδῇ φροντίσαντες, χαίροντες ἐροῦμεν “Εἰ μὴ ὅτι ”Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι Κύριος “ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς, ἄρα ”ζῶντας ἂν κατέπιον ἡμᾶς·” καὶ πάλιν “Χείμαῤῥον διῆλθεν ”ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ “ἀνυπόστατον.” εἰ γὰρ καὶ ἔστιν ἀνυπόστατον καὶ ταῖς ἡμετέραις διανοίαις ἀνανταγώνιστον τῆς διαβολικῆς ἐπηρείας τὸ ὕδωρ, τουτέστιν, ὁ διὰ παθῶν ἐπικλυσμὸς, ἀλλ᾽ ἐν Χριστῷ δυνησόμεθα.

παρελευσόμεθα γὰρ οἷά τινα χείμαῤῥον τῆς ἐκείνου δυστροπίας τὴν ἔφοδον. <Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει Κύριος ὁ Θεὸς, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς· καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφῦν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ᾽ αὐτοῦ ὡς ἡμέραν ὀδύνης.> Διττὴν ὠδίνει ταυτὶ τὴν διάνοιαν. ἔθος γὰρ ἀείπως τοῖς ἁγίοις προφήταις ἐπὶ τέλει μάλιστα τῶν ἰδίων λόγων μεμνῆσθαι Χριστοῦ, καὶ τοῦ κατ᾽ αὐτὸν μυστηρίου ποιεῖσθαι τὴν ἀφήγησιν, ἀσαφείαις ἔτι κατεσκιασμένην. φέρε τοίνυν, ἐπ᾽ ἄμφω βλέποντες, τὰ εἰκότα λέγωμεν. ἐκθησόμεθα δὲ πρῶτον τὰ τοῖς εἰρημένοις ἀκόλουθα, εἶθ᾽ οὕτως εἰς ἐξήγησιν τὴν περὶ Χριστοῦ τὸν τῶν εἰρημένων μεθαρμόσομεν νοῦν. κατ᾽ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ᾽ ἣν ἂν ἡ συντέλεια κατὰ πάσης τῆς Σαμαρειτῶν οἰχήσεται γῆς ὡς Αἰγύπτου ποταμὸς, ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκούντων αὐτὴν δεινὸς καὶ βαθὺς κατασκεδασθήσεται σκότος, καταδυομένου τρόπον τινὰ τοῦ ἡλίου, καὶ τοῦτο μεσημβρίας. καὶ οὐ δήπου φαμὲν, ὅτι κατέδυ κατὰ τὸ ἀληθὲς τοῦ ἡλίου τὸ φῶς, ἀλλὰ γέγονεν ὡς σκότος τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν ἡ ἐκ τοῦ πολέμου συμφορά.

καταθολοῖ γὰρ τὸν νοῦν πολλὴ καὶ ὑπερμεγέθης, ὅταν αἴρηται, λύπη, καὶ σκοτίζει καρδίαν τὰ παρ᾽ ἐλπίδα τε καὶ ἀδοκήτως συμβαίνοντα, καὶ τῶν σκυθρωπῶν ἡ δριμύτης ἀχλὺν οἷά τινα καὶ ὁμίχλην ταῖς τῶν παθόντων καρδίαις ἐνεργάζεται.

Οὐκοῦν ὄψονται σκότος, φησὶ, κἂν εἰ μεσημβρίζοι τυχὸν ὁ ἥλιος. οἱ δὲ δὴ πάλαι λαμπρῶς ἑορτάζοντες, χορδαῖς τε καὶ λύραις καὶ τοῖς τῶν ᾀσμάτων λιγυρωτέροις ἀεὶ προσχρώμενοι, τῶν μὲν τοιούτων ἀφέξονται σπουδασμάτων, κατοιμώξουσι δὲ μᾶλλον, καὶ μελέτην ποιήσονται τὰς εἰς θρῆνον ᾠδὰς, καὶ τὸ τῶν πενθούντων ἀναλήψονται σχῆμα, σάκκον τέ φημι καὶ φαλάκρωμα. ἀτιμοποιὸν δὲ σφόδρα καταψιλοῦσθαι τὴν κεφαλήν. καὶ γοῦν ὁ θεσπέσιος Ἰὼβ ἀπεκείρατο τὴν κόμην τῶν τέκνων ἀπολωλότων. ποιήσομαι δέ φησι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, τουτέστιν, οὕτως ἐπ᾽ αὐτῷ στυγνάσουσιν οἱ ἰδόντες αὐτὸν, ὡσανεὶ καὶ μητὴρ ἢ πατὴρ ἐφ᾽ ἑνὶ καὶ ἀγαπητῷ κειμένῳ τέκνῳ· καὶ τοὺς μετ᾽ αὐτοῦ δὲ εἰς ἡμέραν ὀδύνης, τουτέστιν, οἱ ἐκ γειτόνων Ἰούδας καὶ Βενιαμὶν, οἱ ὁμοῦ τῷ Ἐφραῒμ εἰδώλοις λελατρευκότες, καὶ μετ᾽ αὐτοῦ γεγονότες κατὰ τοῦτον δηλονότι τὸν τρόπον, ὡς ἡμέραν ἔχοντες ὀδύνης, καὶ ὡς ἐν ὠδῖσι γεγονότες εὑρεθήσονται· ἐν ὠδῖσι δέ φημι ταῖς ἐκ δειμάτων καὶ λύπης καὶ πόνων. καταδῃώσας γὰρ τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πάσας εἷλεν αὐτῶν τὰς πόλεις. εἶτα πέμπει Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, ὃς ἐπηπείλησε τὰ δεινὰ τοῖς ἐν τῷ τείχει. συνέθραυσε δὲ οὕτως εἰς ἀκηδίαν τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς αὐτίκα δὴ μάλα τοῖς ἐν Σαμαρείᾳ συνδιόλλυσθαι προσδοκᾶν.

τότε δὴ τότε βαρυθυμήσας ἄγαν καὶ ὁ βασιλεὺς Ἐζεκίας, πέμπει τινὰ πρὸς τὸν προφήτην Ἡσαΐαν λέγων “Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ”ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, “ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.” οὐκοῦν ἡμέραν ὀδύνης τοὺς ὡς ἐξ ὠδῖνος πόνους καὶ βαρυθυμίας φησί. γεγόνασι τοίνυν ἐν ἡμέρᾳ ὀδύνης, ἀπολέσθαι προσδοκήσαντες οἱ ἐν τοῖς Ἱεροσολύμοις, οἱ μετὰ τοῦ Ἐφραῒμ γεγονότες κατά γε φημὶ τὸν τῆς εἰδωλολατρείας τρόπον.

Καὶ ταυτὶ μὲν ἔφην ὡς ἐοικότα τε καὶ πρέποντα τοῖς τοτηνικάδε παροτρύνουσιν ἐφ᾽ ἑαυτοῖς τὸν τῶν ὅλων Δεσπότην. ἐφαρμόσαι δ᾽ ἄν τις οὐδὲν ἧττον αὐτὰ καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι τὸν Ἐμμανουὴλ, κατὰ τὸν τῆς ἐνανθρωπήσεως χρόνον. αὐτοὶ γάρ εἰσιν “οἱ ἐκτρίβοντες εἰς τὸ ”πρωῒ πένητα,” τουτέστιν, οἱ ἀποσπουδάζοντες μὲν τὸ ἐννόμως ἑλέσθαι βιοῦν, ἐφ᾽ ἑτέρῳ δὲ οὐδενὶ προϊόντες που τάχα, ἢ τὸ καταφθεῖραι τὸ δίκαιον, καὶ δι᾽ οὐδενὸς ποιεῖσθαι τολμᾶν τὸ ταῖς θείαις ἐντολαῖς εὖ μάλα διωρισμένον καὶ πλεονεκτεῖν ἀσχέτως οὓς ἂν ἕλοιντο τῶν ἀσθενεστέρων. αὐτοὶ δ᾽ ἂν εἶεν οἱ “λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ ”ἐμπολήσαιμεν· καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς “τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον ”καὶ ποιῆσαι ζυγὸν ἄδικον.” ὅτι γὰρ ἐρασιχρήματοί τε καὶ αἰσχροκερδεῖς ἦσαν ἄγαν οἱ γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, κατὰ πολλοὺς ἂν εἰδείημεν τρόπους, τοῖς εὐαγγελικοῖς συγγράμμασι τὸν νοῦν ἐπερείδοντες. ἀμείνους μὲν γὰρ ὁρᾶσθαι λημμάτων αἰσχρῶν, καὶ φιλοκερδίας ἁπάσης ἀπηλλάχθαι φιλεῖν τῆς κατὰ Θεὸν ἐπιεικείας τοὺς ἐραστὰς συνεβούλευεν ὁ Χριστὸς, προὔτρεπε δὲ καὶ ἐπὶ τὸ ἔτι μεῖζον ἰέναι, καὶ τοῖς δεομένοις ἐπαρκεῖν καὶ διανέμειν τὰ ὄντα. ἀλλὰ τί φησὶν ὁ Εὐαγγελιστής; “Ἤκουον δὲ ταῦτα καὶ οἱ γραμματεῖς καὶ ”οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν.”

οὐκοῦν καὶ περὶ αὐτῶν εἰκότως ἂν λέγοιτο “Ὀμνύει Κύριος ”καθ᾽ ὑπερηφανίας Ἰακὼβ εἰ ἐπιλησθήσεται εἰς νῖκος τὰ “ἔργα ὑμῶν.” ὑπεροψία γὰρ ἀληθῶς, τὸ καὶ θείων αὐτοὺς ἀλογῆσαι νόμων, καὶ τὸ ἔτι τούτου φορτικώτερον, καὶ αὐτῷ λοιπὸν ἐμπαροινῆσαι τῷ Χριστῷ. ταύτῃτοι λοιπὸν οὐδὲ εἰς λήθην αὐτῶν ἀποδημήσει τὰ πλημμελήματα· συντέλεια δὲ ὥσπερ ἐπαναβέβηκεν ἐπ᾽ αὐτοὺς, καὶ ὡς πλημμυρῶν ποταμὸς ὁ Ῥωμαίων πόλεμος. ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων Δεσπότην, ἔδυ μὲν ὁ ἥλιος ἐπ᾽ αὐτοὺς, συνεσκότασε δὲ καὶ τὸ φῶς. γέγονε γὰρ “σκότος ἀπὸ ὥρας ἕκτης ἕως ”ὥρας ἐννάτης.” καὶ τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς. “Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ·” καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος “Ἄχρι σήμερον ἡνίκα ”ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν “κεῖται.” ἐπηρᾶτο δὲ αὐτοῖς καὶ ὁ μακάριος Δαυεὶδ, ἐκ φιλοθεΐας οὕτω λέγων “Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ ”μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.” ὅτι δὲ καὶ τεθρηνήκασι μετατιθέντες ὥσπερ τὰς ἑορτὰς εἰς κατήφειαν, σαφὲς ἂν γένοιτο καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ ταῖς κλαιούσαις ἐπ᾽ αὐτῷ γυναιξὶν ἀποφερομένῳ λοιπὸν ἐπὶ τὸν σταυρόν “Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ᾽ ἐμὲ, ”κλαίετε δὲ ἐφ᾽ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.”

τεθρηνήκασι γὰρ τῇ τε πόλει καὶ αὐτῷ τῷ θείῳ συνδιολλύμεναι ναῷ, καὶ καταπιμπράντων τὰ πάντα Ῥωμαίων. θήσομαι τοίνυν φησὶν αὐτόν· δῆλον δὲ ὅτι τὸν Ἐμμανουήλ· ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ᾽ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. σταυρωθέντα γὰρ τὸν Ἰησοῦν ἐπένθησαν οἱ πεπιστευκότες, γύναια δὲ κατοιμώζοντα μακρόθεν εἱστήκει, Μαριά τε ἡ Μαγδαληνὴ καὶ Μαρία πάλιν ἡ Ἰακώβου καί τινες δὲ ἕτεραι σὺν αὐταῖς· καὶ αὐτὴ δὲ ἡ κτίσις τὸν ἑαυτῆς ἐπένθει Δεσπότην. ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διεῤῥήγνυντο δὲ καὶ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιῤῥηγνυμένου τοῦ καταπετάσματος “ἀπὸ ἄνωθεν ἕως κάτω.” καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου λέγων “Καὶ ”ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περι- “βόλαιον αὐτοῦ.” γέγονε τοίνυν τὸ ἐπ᾽ αὐτῷ πένθος ὡς ἀγαπητοῦ. τέθεινται δὲ καὶ οἱ μετ᾽ αὐτοῦ, τουτέστιν οἱ μαθηταὶ, εἰς ἡμέραν ὀδύνης. ὅτι γὰρ καὶ αὐτοὶ τεθρηνήκασι, πῶς ἐστιν ἀμφιβάλλειν; ἐν ὀδύναις γὰρ οὖσιν ἀπήγγελον αἱ γυναῖκες τὴν ἀνάστασιν τοῦ Χριστοῦ· τότε δὴ τότε καὶ ἀνανεύσαντες μόλις, ἔτρεχον ἐπὶ τὸ μνημεῖον.

καὶ τάχα που πρὸς ταυτασὶ τὰς τὴν ἀνάστασιν εὐαγγελιζομένας γυναῖκας ὁ προφήτης φησὶν Ἡσαΐας ἐν πνεύματι “Γυναῖκες ἐρχό- ”μεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστι σύνεσιν ἔχων·” ὁ τῶν Ἰουδαίων δηλονότι· “διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ αὐ- ”τοῖς ὁ ποιήσας αὐτοὺς, καὶ ὁ πλάσας αὐτοὺς οὐ μὴ “ἐλεήσῃ” φησίν. <Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.> Γέγραπται “Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει ”μίκρᾳ ἡ παιδεία σου ἡμῖν.” ἄριστον δὲ ὅτι τὸ χρῆμά ἐστι καὶ ὀνησιφόρον ἀληθῶς τὴν θλίψιν εἰδὼς καὶ ὁ θεσπέσιος Δαυεὶδ, ποτὲ μὲν ἔφασκεν “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν ”Κύριον,” ὅτε δὲ αὖ “Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ”ὅπως ἂν μάθω τὰ δικαιώματά σου.” σωφρονεστέρους γὰρ ἡμᾶς ἀποτελοῦσιν αἱ θλίψεις, καὶ τῶν τῆς ῥᾳθυμίας ἐξέλκουσι βρόχων, τῆς ἐπιεικείας τοὺς τρόπους ἀγαπᾶν ἀναπείθουσαι, καὶ τὸν ἀπηνῆ καὶ δυσήνιον ὡς ἐξ ἀνάγκης καὶ φόβου τοῖς τῆς ὁσιότητος καὶ ὑπακοῆς ὑποφέρουσαι ζυγοῖς.

Καταδῃωθείσης δὴ οὖν τῆς Σαμαρείας, φησὶ, καὶ κατεμπιπρῶντος τὰς πόλεις τοῦ Βαβυλωνίου, κἂν εἰ ἕλοιντο μαθεῖν τοτηνικάδε τινὲς τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τί δρῶντες ἢ λέγοντες τῆς παρ᾽ αὐτοῦ τεύξονται φειδοῦς, ἵν᾽ ἔξω φέροιντο τῆς ὀργῆς, οὐκ ἔσται, φησὶν, ὁ διδάσκων. λιμὸν γὰρ ἐποίσω τῶν παρὰ Θεοῦ λόγων αὐτοῖς, ὡς μηδένα παντελῶς εὑρεθῆναι προφήτην, κἂν εἰ ἐκ δυσμῶν τρέχοιεν εἰς ἠῶ, κἂν εἰ ἐκ μεσημβρίας ἐπὶ τὰ βόρεια. τούτῳ παραπλήσιόν ἐστι τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἰεζεκιήλ “Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφω- ”θήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος “παραπικραίνων ἐστίν.” οἱ γὰρ ἅπαξ τὸν παρὰ Θεοῦ διαπτύσαντες λόγον, οὐδ᾽ ἂν εἰ ἑκόντες ἔτι βούλοιντο, λαβεῖν ἔχοιεν ἂν εἰκότως ὕδατα δὲ σαλευόμενά φησι τὴν τῶν Ἰουδαίων ἀμέτρητον πληθὺν, ὡς ἐν θορύβοις γεγενημένην, καὶ τοῖς ἐν θαλάσσῃ κύμασι προσεοικυῖαν λοιπὸν, ἃ ταῖς τῶν ἀνέμων ἐμβολαῖς διαριπτεῖται πανταχῆ.

Καὶ καθ᾽ ἕτερον δὲ τρόπον. σταυρωθέντος Χριστοῦ, λιμὸν ἐσχήκασι τῶν παρὰ Θεοῦ λόγων οἱ τάλανες Ἰουδαῖοι. οὐ γὰρ ἔστιν ἔτι παρ᾽ αὐτοῖς προφήτης, οὐ διδάσκαλος ἀκριβὴς τῆς Μωυσαϊκῆς ἱστορίας τὸ πάχος ἀπολεπτύνειν εἰδὼς, καὶ τὰ τοῖς γράμμασι κεχωσμένα διατρανοῦν μυστήρια. οὐ προσήκαντο γὰρ λέγοντα τὸν Χριστόν “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ”ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ “κόσμῳ.” ἤκουον δὲ ταύτῃτοι καὶ πάλαι λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου “Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ”ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς “δὲ διψήσετε.” καὶ γάρ ἐστιν ἀληθὲς ὡς “Οὐκ ἂν λιμο- ”κτονήσῃ ποτὲ Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν “ἀνατρέψει,” τὸν θεῖον αὐτοῖς οὐ καθιεὶς λόγον τὸν ἀποτρέφοντα τὸν νοῦν εἰς ἔφεσιν ἀρετῆς.

ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτήρ “Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ”ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.” <Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει, οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες Ζῇ ὁ θεός σου Δὰν καὶ ζῆ ὁ θεός σου Βηρσαβεὲ, καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.> Ἔμφασιν μὲν ὁ λόγος ἔχει τοῦ διαρπασθήσεσθαι παρ᾽ ἐχθρῶν υἱούς τε αὐτῶν καὶ θυγατέρας· τοῦτο γὰρ αἱ παρθένοι καὶ οἱ νεανίσκοι σημαίνουσι, μάλιστα γὰρ τῆς τοιαύτης ἡλικίας ἀπηρτημένους εὑρήσομεν τοὺς ἀποκομίζειν εἰωθότας εἰς αἰχμαλωσίαν. ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὁ λόγος τῶν κεκρυμμένων ὑποδηλοῦν. παρθένοι τινὲς ἦσαν τοῖς τῶν εἰδώλων τεμένεσιν ἐνιζήσασαι, καὶ σὺν αὐταῖς μειράκια ἤγουν παῖδες ἄνηβοι, δι᾽ ὧν ἐδόκουν οἱ περιεργότεροι περὶ γοητείας τὰ παρὰ τῶν δαιμονίων διδάσκεσθαι· ὡς γὰρ ἐπ᾽ ἀχράντοις σώμασι καλοῦντες αὐτὰ, τοῖς ἀποῤῥήτοις ψιθυρισμοῖς ἀπολογεῖσθαι παρεσκεύαζον. φασὶ δὲ καὶ εἰς δεῦρό τινας ἀνοσιουργεῖν ἐθέλοντας κατὰ τὸν ἶσον ἐκείνοις μαντεύεσθαι τρόπον.

ὅτι τοίνυν ἐλλείψει τῷ Ἰσραὴλ, οὐχὶ μόνος ὁ παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων χρήσιμός τε καὶ ἀναγκαῖος εἰς ἐπανόρθωσιν λόγος, ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ παρὰ τῶν ψευδομάντεων ἤτοι δαιμονίων, ὃν διὰ παρθένων καὶ παίδων ἐποιοῦντο πρός τινας, ὑπεμφαίνει λέγων Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαί. οἱονεὶ γὰρ πώς φησι Συναπολοῦνται τοῖς ἀλλοῖς ὁμοῦ καὶ αἱ καλαί σου παρθένοι. κατειρωνεύεται δὲ ὁ λόγος καὶ τοῖς κορίοις ὁμοῦ τὰ παιδάρια τὰ ὀμνύοντα κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας. ἔθος γὰρ ἦν ἴσως ἐκείνοις ὁρκίους ποιεῖσθαι φιλεῖν τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἤτοι τὰς δαμάλεις, καὶ πλατύ που τάχα καταμειδιῶντες Θεοῦ, τὰ αὐτοῦ τοῖς γλυπτοῖς ἀνῆπτον λέγοντες Ζῇ ὁ θεός σου Δὰν καὶ ζῇ ὁ θεός σου Βηρσαβεέ. πόλεις δὲ αὗται τῆς Ἰουδαίας, ἐπ᾽ αὐταῖς κείμεναι ταῖς ἐσχατιαῖς τῆς χώρας, καὶ οἷον ὁρίζουσαι τὸ μέτρον τῆς γῆς ἐκ νότου πρὸς θάλασσαν. ὅμοιον οὖν ὡσεὶ λέγοιεν οἱ ὀμνύοντες τυχόν Ζῇ τῆς Ἰουδαίων γῆς ὁ θεὸς, τουτέστιν ὁ μόσχος· διὰ γὰρ τῶν περάτων τὰ μέσα περιλαμβάνεται, καὶ ἡ τοῦ παντὸς ὑφαίνεται δήλωσις. ἐκλείψειν γεμὴν ἐν δίψει φησὶ τὰς παρθένους καὶ τοὺς νεανίσκους, οὐκ ἔτι χορηγομένους τὰς τῶν δαιμονίων ψευδοεπείας, διὰ τὸ καὶ αὐτοὺς ἔργον γενέσθαι χειρὸς ἀλλοφύλων, ἢ ξίφει πεσόντας, ἢ τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀνατλάντας αἰχμαλωσίαν.

Σταυρωθέντος δὲ τοῦ Χριστοῦ, καὶ δεδυκότος τοῖς Ἰουδαίοις, ὁμοῦ τε ἡλίῳ τῷ κατὰ τὸν κόσμον καὶ φωτὶ τῷ αἰσθητῷ, καὶ τῆς νοητῆς αὐγῆς καὶ φωτισμοῦ τοῦ διὰ Πνεύματος· ὑστέρηνται γὰρ τοῦ θείου λόγου, καὶ τῆς ἄνωθεν παρακλήσεως· ἐκλελοίπασιν αἱ παρ᾽ αὐτοῖς παρθένοι τοῖς νεανίσκοις ὁμοῦ, τουτέστιν αἱ καλαὶ καὶ εὐδόκιμοι ψυχαὶ, ὧν τὸ μὲν ἄχραντον διὰ τῆς παρθένου, τὸ γεμὴν εὐσθενές τε καὶ ἀλκιμώτατον διὰ τοῦ νεανίσκου σημαίνεται. τίς γὰρ ἅγιος ἐν αὐτοῖς, οὐδὲν τελειοῦν ἰσχύοντος τοῦ νόμου, οὔτε μὴν ἀρκοῦντος αὐτοῖς εἰς δικαιοσύνην; παρὰ τίνι δὲ αὐτῶν εὐρωστία πνευματικὴ καὶ εὐσθενὴς ἂν γένοιτο νοῦς, ὅτε μὴ ἐγνώκασι τῆς εὐαγγελικῆς πολιτείας τὰ λαμπρὰ κατορθώματα; ἢ γὰρ οὐχὶ νωθροὶ πάντες καὶ ἐν ἁμαρτίαις καὶ παρειμένοι τὸν νοῦν; εἶτα πῶς τοῦτο ἀμφίβολον; ἐκλελοίπασι δὴ οὖν ἐν δίψει, εἴρηται δὲ οὐκ αὐτοῖς τό “Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.” ἀλλὰ γὰρ καὶ “ἐνετείλατο ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς ”αὐτοὺς ὑετὸν,” ὅτι μηδὲ αὐτῷ γεγόνασιν ὑπήκοοι τῷ Χριστῷ διακεκραγότι τε καὶ λέγοντι “Εἴ τις διψᾷ, ἐρχέσθω ”πρὸς μὲ καὶ πινέτω.” καταλελοιπότες δὲ αὐτὸν, καίτοι “πηγὴν ὄντα ζωῆς, ὤρυξαν λάκκους συντετριμμένους οἳ οὐ ”δυνήσονται ὕδωρ συνέχειν.”

προσεσχήκασι γὰρ διδασκαλίαις ἐντάλμασιν ἀνθρώπων, ἃ ποτίζειν οὐκ οἶδεν εἰς ζωὴν, οὔτε μὴν συνέχειν τοὺς κεχρημένους εἰς σωτηρίαν. <Εἶδον τὸν Κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπε Πάταξον ἐπὶ τὸ θυσιαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ.> Οἱ μακάριοι προφῆται τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ τὸν τῆς διανοίας φαιδρύνοντες ὀφθαλμὸν, οὐχὶ μόνην τὴν τῶν ἐσομένων εἰσδέχονται γνῶσιν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ᾽ ὅτε τῶν πραγμάτων τὴν θέαν οἷάπερ ἐν πίνακι γραφομένην ὁρῶντες, αὐτοί τε κατατεθήπασι, συνδιακεῖσθαί τε σφισὶν αὐτοῖς ἀναπείθουσι τοὺς ἀκροωμένους, τὰς τῶν ὁράσεων δυνάμεις διατρανοῦν εὖ μάλα σπουδάζοντες. ἔφη τοίνυν ὁ μακάριος Ἀμώς “Καὶ εἶπε Κύριος πρὸς μέ Ἥκει τὸ πέρας ”ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐκ ἔτι οὐ μὴ προσθῶ τοῦ “παρελθεῖν αὐτὸν, καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν ”τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ “τόπῳ, ἐπιῤῥίψω σιωπήν.” ἀλλ᾽ ἰδοὺ, τεθέαται τὸ προηγγελμένον καὶ πράγμασιν αὐτοῖς ἐνεργούμενον, ὥσπερ ἔχει τὴν προαγόρευσιν. αὐτὸν γὰρ ἔφη τὸν Κύριον ἐφεστῶτα τεθεᾶσθαι τῷ θυσιαστηρίῳ, καὶ οἱονεὶ τῆς καταστροφῆς ἀρχόμενον, τοῦτό τε αὐτὸ γενέσθαι προστάττοντα.

ἐφίσταται δὲ τῷ θυσιαστηρίῳ Θεὸς, οὐ τιμὴν ἀπονέμων· εὔηθες γὰρ τὸ τῇδε νοεῖν· εἴπερ ἐστὶ τῶν ἀτοπωτάτων οἴεσθαί τε καὶ λέγειν, ὡς τοῖς τῶν εἰδώλων βωμοῖς αἰδῶ καὶ τιμὴν ἀπονέμει Θεός· πῶς ἂν οὖν ἐτίμησε τὸ τῶν δαμάλεων θυσιαστήριον; ἐφειστήκει δὲ μᾶλλον ὡς καθελῶν καὶ κατοίσων εἰς γῆν. ταύτῃτοι μονονουχὶ καὶ ἀπάρχεσθαι τῆς καταστροφῆς τῷ Προφήτῃ προστέταχε λέγων Πάταξον ἐπὶ τὸ θυσιαστήριον, καὶ καταδονείσθω φησὶ τὰ προπύλαια, καὶ μεθυέτω λοιπὸν ὁ νεὼς, ὡς αὐτίκα δὴ μάλα πεσεῖσθαι μέλλων. διάκοψον δὲ καὶ εἰς τὰς πάντων κεφαλὰς, τουτέστιν, ἀπάρχου τῶν ἐν αὐτοῖς περιφανεστέρων, καὶ πλῆττε τοὺς προὔχοντας, οἳ καὶ ἐν τάξει κεφαλῆς τέθεινται τοῖς ἄλλοις· ἀπολοῦνται δὲ αὐτοῖς ἀναμὶξ οἱ κατάλοιποι, καὶ ταῖς τῶν προεστηκότων ἕψονται συμφοραῖς, ἔργον καὶ αὐτοὶ γεγονότες ῥομφαίας. ὅμοιον δὲ τούτῳ κἀκεῖνο τὸ διὰ φωνῆς Ἰεζεκιὴλ πρὸς τοὺς ἓξ ἄνδρας, οἳ ἤρχοντο μὲν ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, ᾐρμένοι δὲ τοὺς πελέκεις εἵποντο τῷ ἀνδρὶ τῷ τὸν ποδήρη διεζωσμένῳ, πρὸς οὓς εἴρητο παρὰ Θεοῦ “Πορεύεσθε εἰς τὴν ”πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ “μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ νήπια καὶ ”γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ᾽ οὕς “ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ”ἄρξασθε.”

ὁρᾷς ὅπως πρωτόλειον ἐποιεῖτο τῆς ὀργῆς τοὺς προὔχοντας, ἤτοι τοὺς δοκοῦντας σεπτοὺς εἶναι καὶ ἁγίους, διὰ τοῦ καὶ ἀνῆφθαι τάχα που καὶ τῆς ἱερουργίας τὴν δόξαν, ἤγουν ἑτέραις τισὶν ἐκλελαμπρύσθαι τιμαῖς; κεφαλαὶ γὰρ ὥσπερ οἱ τοιοίδε τῶν ἄλλων εἰσί.

Συμβέβηκε δὲ τοῦτο γενέσθαι καὶ τοῖς πεπαρῳνηκόσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. ἐπειδὴ γὰρ οἱ δείλαιοι καὶ νόμου καὶ προφητῶν ὀλίγα πεφροντικότες οὐ παρεδέξαντο τὸν Χριστὸν, τέλος ὄντα νόμου καὶ προφητῶν, ἀλλὰ, καίτοι σαφῶς εἰδότες ὡς αὐτός ἐστιν ὁ κληρονόμος, ἔξω τοῦ ἀμπελῶνος ἐκβεβλήκεσαν, καὶ τελευταῖον ἐσταύρωσαν, δέδονται εἰς ἐρήμωσιν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ ἐμπέπρησται μὲν ὁ διαβόητος ἐκεῖνος ναὸς, κατεσπάσθη δὲ καὶ τὸ ἐν αὐτῷ θυσιαστήριον, καὶ κατεδονήθη τὰ πρόπυλα, συνδιολώλασι δὲ τοῖς ἀγελαίοις οἱ προὔχοντες· ἐφείσατο γὰρ οὐδενὸς τῶν παρ᾽ αὐτοῖς ὁ πόλεμος.

Καὶ ἕκαστος δὲ τῶν πεπιστευκότων, κἂν εἴτε ναὸς εἴη Θεοῦ ὡς ἔνοικον ἔχων αὐτὸν, κἂν εἴτε νοοῖτο θυσιαστήριον, ὡς τὴν ἰδίαν πολιτείαν ἱερουργῶν Θεῷ, εἶτα βλέψας ἐπὶ τὸ ῥᾴθυμον παροτρύνῃ Θεὸν, πρὸς τὸ μηδὲν οἰχήσεται, καὶ πάνδεινον ὑποστήσεται τὴν καταστροφήν. ἀπροσωπόληπτος γὰρ ὁ Δεσπότης, καὶ “Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται ”αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ,” κατὰ τὸ γεγραμμένον. <Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, οὐδ᾽ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος. ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν κατάξω αὐτούς· ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ᾽ αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά.> Ἐπὶ καιροῦ τάχα που λοιπὸν εἰρήσεται τοῖς τούτων ἀκροωμένοις τὸ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ πρὸς Θεὸν ὑμνούμενον “Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ”ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;

ἐὰν ἀναβῶ εἰς τὸν “οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ”ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον καὶ κατασκη- “νώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ ”σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου.” πανδερκὲς γὰρ τὸ θεῖον, καὶ πρός γε τούτῳ καὶ παναλκὲς, καὶ οὐκ ἄν τις διαλάθοι τὸν ἀκατεύναστον ὀφθαλμόν. ἔφη γὰρ, ὅτι “Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. μὴ ἀπ᾽ ”ἐμοῦ κρυβήσεταί τι;” ἀλλ᾽ οὐκ ἂν ἔξω τις ἴοι ποτὲ τῆς ἐπεῤῥιμμένης αὐτῷ συμφορᾶς ὡς ἀπὸ θείων νευμάτων, “Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” κατὰ τὸ γεγραμμένον. ποία γὰρ ἡμᾶς ὀνήσει μηχανή; ἢ τίς δὲ ὅλως ἡμῖν ἐπαμύνῃ τρόπος, Θεοῦ καθορίζοντος τὸ χρῆναι παθεῖν;

ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ὑπὸ θείαν πεσοῦσιν ὀργὴν καὶ βουλὴ καὶ σκέψις καὶ πᾶν εἶδος ἐπινοίας, σαφηνίζει λέγων Ὡς οὐκ ἄν τις διαφύγοι, κἂν εἰς αὐτὸν κρυφθείη τὸν ᾅδην· ἔστι δὲ ὑπερβολικὸς ὁ λόγος· κἂν εἰ ἀναπταίη μὲν εἰς οὐρανὸν, διέλθοι δὲ καὶ εἰς τὴν τοῦ Καρμήλου κορυφὴν, ἀλλ᾽ ᾗπερ ἂν ἴοι, καταληφθήσεται· κἂν εἰ ἐν θαλάσσῃ γένοιτο, περιπεσεῖται τῷ δράκοντι, ἤγουν κατὰ τὴν τῶν Ἑβραίων ἔκδοσιν, τῷ κήτει δοθήσεται· κἂν εἰ γένοιτο παρ᾽ ἐχθροῖς, καὶ λοιπὸν αἰχμάλωτος, καὶ τοῖς τῆς δουλείας ζυγοῖς ἀθλίως ἐνισχημένος, καὶ τοῦτο, φησὶ, μικρὸν ἔσται, καὶ οὐκ ἀρκοῦν εἰς δίκην αὐτῷ· καταρθήσεται γὰρ αὐτοῦ καὶ τῆς ῥομφαίας τὸ δεῖμα. καὶ οὐ πεπαύσεται, φησὶν, ὁ τῶν ὅλων Θεὸς ἐπ᾽ αὐτοῖς στηρίζων τὸν ὀφθαλμόν· θυμοῦ δὲ καὶ ἀπειλῆς τὸ χρῆμα σημεῖον· ἀπερείδομεν γὰρ ἔσθ᾽ ὅτε καὶ ἡμεῖς αὐτοὶ τοῖς λυποῦσι τὸν ὀφθαλμὸν, βλοσυρόν τι καὶ ἀμειδὲς ἐνορῶντες αὐτοῖς. ἐπειδὴ δὲ κατασκέπτεται Θεὸς καὶ ἀγαθοὺς καὶ δικαίους, τὸ τῆς ἐποπτείας διάφορον διατρανοῖ λέγων εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά. κατεμβλέψεται γὰρ, φησὶν, οὐχ ἵνα τι νέμοι τῶν ἀγαθῶν, ἀλλ᾽ ἵν᾽ ἔχοιεν ἀκράδαντον καὶ οἱονεὶ πεπηγμένην τὴν καθορισθεῖσαν αὐτῷ ποινήν τε καὶ δίκην.

Ὑπομεμένηκε δὲ τουτὶ καὶ ἡ τῶν Ἰουδαίων ἀθλία πληθὺς, ἡ τὸ δίκαιον αἷμα τῆς ἰδίας καταγράψασα κεφαλῆς· ἔφασκον γὰρ τῷ Πιλάτῳ σταυροῦν ἀναπείθοντες τὸν Χριστόν “Τὸ ”αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.” τοιγάρτοι πανοικὶ διολώλασι καὶ αὐτοῖς ἀνδράσιν ἡρπάσθησαν πόλεις, ὡς τάχα που καὶ διαφυγεῖν ἰσχῦσαι μηδένα. οἷά τε γὰρ καὶ ὅσα πεπόνθασιν, αἱ μακραὶ τῶν τὰ τοιάδε συντεθεικότων ᾄδουσι συγγραφαί. <Καὶ Κύριος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν· καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτὴν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.> Ἐξ ἀγάπης ὁ Προφήτης οὐκ ἐᾷ τοῖς λεγομένοις ἀπιστεῖν, ὡς οὐκ ἐσομένοις, τοὺς ἀκροωμένους. τοῦτο δὲ ἦν ἀναπείθοντος τὰ ἀμείνω μᾶλλον ἑλέσθαι μαθεῖν, καὶ δι᾽ αἰδοῦς ποιεῖσθαι τὸ χρήσιμον, ἵνα καὶ Θεὸς ἀποπαύσαι τὰ τῆς ὀργῆς καὶ ἀνασειράζοι τὴν συμφορὰν, καὶ μετανοοῦντας δέξαιτο. κατοικτείρει γὰρ ἀεὶ τοὺς ἐπιστρέφειν ἐθέλοντας. διδάσκει τοίνυν ὅτι παναλκὴς ὁ Θεὸς, καὶ οὐκ ἀνικάνως ἔχων ἐπενεγκεῖν οἷς ἔφη τὸ πέρας. Κύριος γάρ φησι, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Μὴ καθ᾽ ὑμᾶς ὑπάρχειν οἴεσθε τὸν λελυπημένον.

οὐ γὰρ ὡς ἄνθρωπος ὁ Δεσπότης, ἀλλ᾽ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, ὁ χεῖρα τῇ γῇ· τῇ Σαμαρειτῶν δηλονότι· τὴν ἰδίαν ἐπαφιεὶς καὶ σαλεύων αὐτήν· καὶ οὔτι που τὸν συνήθη κλόνον ὑπομεῖναι παρασκευάζων αὐτὴν, ἀλλὰ τῷ πολέμῳ καὶ ταῖς ἀνηκέστοις συμφοραῖς κατασείων ἅπασαν καὶ καταδονεῖσθαι ποιῶν. ταύτῃτοί φησι Πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ὡς Αἰγύπτου ποταμὸς ἀναβήσεται μὲν ἡ συντέλεια, πάντα κατακαλύπτουσα καὶ βαπτίζουσα· ὑπονοστήσει δὲ οὕτω πάντα πάλιν ἐν ἴσῳ τρόπῳ καθέλκουσά τε καὶ καταφέρουσα. ἔφαμεν δὲ, ὅτι τὸν Σεναχηρεὶμ καὶ τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τὸν ὑπ᾽ αὐτῶν ἀρθέντα κατὰ τῆς Σαμαρείας πόλεμον τοῖς τῶν ποταμῶν παρεικάζει νάμασιν.

Οὐκοῦν ἔσται τοῖς προσκρούουσι καὶ καταλυποῦσι Θεὸν ἄπορος μὲν ἡ φυγὴ, πανσθενὴς δὲ καὶ δυσδιάφυκτος ἡ πλήττουσα χεὶρ, καὶ τοῖς ἅπαξ ἐνειλημμένοις οὐκ ἂν γένοιτό τις ἐπικουρία καὶ παράκλησις· “Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώ- ”που, τίς ἀνοίξει;” κατὰ τὸ γεγραμμένον. ἄμεινον δὲ δήπου παρὰ πολὺ τὸ ἀποσκευάζεσθαι τὴν ὀργὴν ταῖς εἰς τὸ αὐτῷ δοκοῦν καὶ φίλον ἀναδρομαῖς. τοῦτο δ᾽ ἂν γένοιτο, καὶ μάλα ὀρθῶς, εἰ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ φαῦλον ἀποσπουδάζοντες, ταῖς εἰς ἀρετὴν ἐπιδόσεσιν ἑαυτοὺς καταλαμπρύνοιμεν. διανηξόμεθα γὰρ τότε τὰ ἐκ θυμοῦ, καὶ ἀγαθὸν ὄντα τῇ φύσει τὸν Δημιουργὸν μεταθήσομεν εὐκόλως εἴς γε τὸ χρῆναί φημι χρηστῆς καὶ ἡμερωτάτης ἡμᾶς ἐποπτείας ἀξιοῦν. <Ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ, καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν· ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ὄνομα αὐτῷ.> Καὶ διὰ πλειόνων ἔτι καταδεδίττεται λόγων τοὺς ἀποφοιτῶντας Θεοῦ, καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον, εὐτέχνως τῆς θείας φύσεως τὴν ὑπεροχὴν καὶ τὸ παναλκὲς ἐξηγούμενος, καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ἰδίους λόγους ἀποπερανεῖ, παρεμποδίζοντος οὐδενὸς, πειρᾶται πληροφορεῖν. “

Ὁ γὰρ ἐφαπτόμενος, φησὶ, τῆς γῆς, καὶ σαλεύων αὐτὴν,” κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας τρόπους· αὐτὸς δὴ οὗτός ἐστιν ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ· μόνον δὲ οὐχί φησιν Ὁ πᾶσαν ἔχων τὴν ἐξουσίαν, ὥστε καὶ αὐτοῖς ἐπιβαίνειν τοῖς οὐρανοῖς, καὶ τὸ κατὰ πάντων κεκτῆσθαι κράτος, ὡς καὶ αὐτὴν ἔχειν ὑπεστρωμένην αὐτῷ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐρανοῖς κτίσιν, ἤτοι τῶν ἁγίων ἀγγέλων τὴν μακαρίαν πληθύν. οὐρανοὺς δὲ εἶναί φαμεν τοὺς τὸν οὐρανὸν οἰκοῦντας ἀγγέλους. ἰστέον δὲ, ὅτι καὶ ὁ θεσπέσιος Ἰακὼβ αἰνιγματωδῶς τὸ χρῆμα τεθέαται. κλίμαξ γὰρ ἦν ἀπὸ γῆς διήκουσα μέχρις οὐρανοῦ, καὶ “Ὁ μὲν Κύριός φησιν ἐπεστήρικτο ἐπ᾽ αὐτῆς,” ἀναβαίνοντας δὲ καὶ καταβαίνοντας δι᾽ αὐτῆς ἐθεᾶτο τοὺς ἀγγέλους. τοῦτο οἶμαί ἐστι τὸ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ.

Ἀλλὰ καὶ ὅπερ ἂν ἐπαγγέλληται τοῖς ἐπὶ τῆς γῆς, φησὶ, τοῦτο δὴ πάντως ἐστὶν ἀκράδαντόν τε καὶ ἀραρὲς καὶ οἷον τεθεμελιωμένον. ἀτονήσει γὰρ κατ᾽ οὐδένα τρόπον ὁ τῶν δυνάμεων Κύριος, οὐδ᾽ ἂν διαπέσοι ῥῆμα τὸ παρ᾽ αὐτοῦ. καὶ πρὸς τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐμπεδοῖ λέγων “Ὁ οὐρανὸς ”καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλ- “θωσιν.” αὐτὸς οὗτός ἐστιν ὁ καὶ τῆς θαλάσσης τὸ ὕδωρ ἀῤῥήτοις δυνάμεσιν ἀνιμώμενος, καὶ ὕων ἐπὶ τὴν γῆν, τουτέστι πάλιν, ὁ οἰκονομῶν τὰ ἀνθρώπινα, καὶ τοσοῦτον εὐσθενὴς, ὡς καὶ τὰς τῶν γεγονότων φύσεις ἐφ᾽ ὅπερ ἂν ἕλοιτο μεταστοιχειοῦν εὐκόλως, ὄνομά τε αὐτῷ Κύριος ὁ Θεὸς, καὶ πρός γε τούτοις ὁ παντοκράτωρ. καὶ οὔτι που κλῆσις ἂν νοοῖτο τὸ χρῆμα ψιλὴ, καθάπερ ἀμέλει καὶ ἐπ᾽ ἀνθρώπου τυχὸν, ἀλλ᾽ ἐξ αὐτῆς ἀληθείας ὀρθῶς ηὑρημένον. ἀπὸ γὰρ τοῦ κυριεύειν οὐσιωδῶς, καὶ τὸ κατὰ πάντων ἀνῆφθαι κράτος, οὕτως ὠνόμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. σκοπὸς δὴ οὖν τῷ Προφήτῃ τὸ διὰ πλείστων ὅσων, καὶ ὅπως ἂν δύναιτο, καταπτοεῖν τοὺς ἠπατημένους, καὶ μεταπείθειν εὖ μάλα πρός γε τὸ χρῆναι γοργῶς ἀνόπιν ὥσπερ ἰέναι, χρῆμά τε ἡγεῖσθαι λαμπρὸν τὴν δικαιοσύνην, καὶ ποιεῖσθαι πάλιν αἱρετὸν τὴν εἰς Θεὸν εὐσέβειαν τοῖς τῶν ἐσομένων δείμασιν ἀνακόπτοντας εὐσθενῶς τὴν εἰς τὰ αἰσχίω ῥοπήν.

καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὀρθῶς εἰρημένον πρὸς τὸν τῶν ὅλων Δεσπότην “Ἐν ”κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ “ἐγγιζόντων πρὸς σέ.” Λέγοιτο δ᾽ ἂν καὶ ἐπὶ Χριστοῦ, καὶ μάλα εἰκότως Ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ. ἔστι μὲν γὰρ αὐτὸς ἄνωθεν καὶ ἐξ οὐρανοῦ, ὅτι Θεὸς ἐκ Θεοῦ γεγέννηται κατὰ φύσιν· τοιγάρτοι καὶ ἔφασκεν “Ἐγὼ ἐκ τῶν ἄνω ”εἰμί.” μεμαρτύρηκε δὲ καὶ ὁ σοφὸς Ἰωάννης λέγων περὶ αὐτοῦ “Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν·” ἀλλ᾽ ἔχων οὐσιωδῶς τὴν εἰς οὐρανοὺς ἀνάβασιν· προὔκειτο γὰρ, ὡς ἔφην, ὡς Θεῷ· βάσιμον αὐτὴν ἀπέφηνε τοῖς ἐπὶ τῆς γῆς. “πρόδρομος γὰρ ὑπὲρ ἡμῶν” ἀνέβη πρὸς τὸν Πατέρα, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος “πρόσφατον ἡμῖν καὶ ζῶσαν ”ἐνεκαίνισεν ὁδόν·” ἐνεφανίσεν ὡς ἄνθρωπος “ὑπὲρ ἡμῶν ”τῷ προσώπῳ τοῦ Θεοῦ” καὶ Πατρὸς, ὃς καὶ “συνήγειρεν ”ἡμᾶς αὐτῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις.”

ἐπειδὴ γὰρ ἀνέβη Χριστὸς, τὴν ἰδίαν ἀνάβασιν ᾠκοδόμησε καὶ ἡμῖν, εἴπερ ἐστὶν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων “Τοῦτο γὰρ ”ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι- “λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν ”τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν “φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ ”οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, “ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ”ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς “ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.” ἀνέβη τοίνυν ὡς ἄνθρωπος, ἵνα καὶ τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἀνάβασιν· ὅτι Θεὸς καὶ ἐκ Θεοῦ ἔστι· καὶ ἡμῖν τοῖς πεπιστευκόσιν ἀποφήνῃ βατήν. αὐτὸς καὶ τὴν ἰδίαν ἐπαγγελίαν θεμελιοῖ ἐπὶ τῆς γῆς. διέψευσται γὰρ οὐδαμῶς, ἀποπερανεῖ δὲ μᾶλλον ἅπερ ἂν ἡμῖν ἐπαγγείληται κατορθοῦν. ἔφη μὲν γὰρ ὅτι “Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ”ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ὅταν δὲ “ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς.” τοιγάρτοι καὶ τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν “ἀπὸ Ἱερουσαλὴμ μὴ χωρί- ”ζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν” ἀκηκόασιν αὐτοῦ. ἀλλ᾽ ἐξέχεε πλουσίως αὐτοῖς τὴν χάριν. τοιγάρτοι καὶ γεγόνασι “Μάρτυρες τῆς δόξης αὐτοῦ ἔν τε ”Ἱερουσαλὴμ καὶ ἐν τῇ Ἰουδαίᾳ,” καὶ ἐν πάσῃ τῇ γῇ.

καὶ καθ᾽ ἕτερον δὲ τρόπον τεθεμελιωμένην εὑρήσομεν τὴν ἐπαγγελίαν αὐτοῦ· πεπιστεύκαμεν γὰρ, ὅτι καὶ ἐκ νεκρῶν ἡμᾶς ἐγερεῖ, καὶ φθορᾶς ἀμείνους ἐργάσεται, καὶ “Μετασχη- ”ματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ “σώματι τῆς δόξης αὐτοῦ,” καὶ τῆς ἑαυτοῦ βασιλείας κοινωνοὺς εἰσδέξεται. αὐτὸς οὗτός ἐστιν ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς, τουτέστιν, ὁ τὰ πικρά τε καὶ ἀπαράδεκτα καὶ εἰς χρῆσιν οὐκ ἐπιτήδεια μετατιθεὶς εἰς τὸ ὠφελοῦν. “ἀποκτένει μὲν ”γὰρ τὸ γράμμα” τὸ νομικὸν, καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ ἔστιν αὐτὴ καθ᾽ ἑαυτὴν ἀνωφελὴς ἡ σκιὰ, ἀλλὰ γέγονεν ἡμῖν τοῖς νοοῦσιν χρησιμωτάτη λίαν εἰς σύνεσιν τὴν ἐπὶ Χριστῷ, καὶ ὑετὸς ὥσπερ τις ἀνεδείχθη πνευματικὸς, κατάρδων τρόπον τινὰ τὴν ὑπ᾽ οὐρανόν· εἴπερ ἐστὶν ἀληθὲς ὡς ὁ πάλαι τοῖς ἀρχαιοτέροις πικρὸς καὶ ἀφόρητος νόμος, γέγονεν ἡμῖν παιδαγωγὸς ἐπὶ τὸ Χριστοῦ μυστήριον, ὡς καὶ ἐν αὐτῷ δύνασθαι καρποφορεῖν, τὸ τῆς σκιᾶς πάχος ἀπολεπτύνοντας εἰς ἀλήθειαν. οὐκοῦν ὡς ἐν τάξει παραδείγματος ἐκληψόμεθα τὸ εἰρημένον, παρακομίζοντες εἰς ἀπόδειξιν καὶ τὸ τῆς Μαῤῥᾶς ὕδωρ, ὅτι πικρὸν μὲν ἦν, κατεγλυκαίνετο δὲ, Θεοῦ παραδείξαντος ξύλον τῷ μακαρίῳ Μωυσεῖ, καὶ τοῦτο τοῖς ὕδασιν ἐνιέναι προστεταχότος.

ἀλλ᾽ ἦν τὸ ξύλον εἰκὼν καὶ τύπος τοῦ τιμίου σταυροῦ, δι᾽ οὗ γέγονε γλυκὺς ὁ νόμος, καὶ οἱονεὶ ποτιμώτατος, καίτοι τῆς ἱστορίας ἐχούσης τὸ πικρόν· “Ἀποκτένει γὰρ, ὡς ἔφην, τὸ ”γράμμα,” μᾶλλον δὲ ὡς γέγραφεν ὁ σοφὸς ἡμῖν Παῦλος. <Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστὲ ἐμοὶ υἱοὶ Ἰσραήλ; λέγει Κύριος· οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου; ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν, καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς.> Ὑψηλὴν ἀεὶ τὴν ὀφρὺν ἀνατείνοντες οἱ ἐξ Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὴν τῶν πατέρων ἀειλογοῦντες εὐγένειαν, καὶ πολὺ τὴν γλῶτταν κατευρύνοντες ἔφασκον “Πατέρα ἔχομεν ”τὸν Ἁβραάμ.” πλὴν ἀντήκουον λέγοντος αὐτοῖς τοῦ Χριστοῦ “Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ ”ἐποιεῖτε ἂν.” “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσ- ”ραὴλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα.” ἀλλ᾽ ἡ τῶν ἔργων ὁμοιότης καὶ τὸ ἐπαυχεῖν δύνασθαι λαμπρῶς ταῖς τῶν πατέρων εὐκλείαις ἀπονέμει δικαίως. κατεσοβαρεύοντο δὲ τῶν ἄλλων ἁπάντων ἐθνῶν κἀκεῖνο λέγοντες, ὡς ἐξ ἁπάντων αὐτοὺς τῶν ἐθνῶν ἀπολέκτους ἐποιήσατο ὁ Θεὸς, καὶ ἐξείλατο μὲν ἐκ τῆς Αἰγυπτίων γῆς, μετεκόμισε δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ ἀληθὴς μὲν ὁ λόγος.

οἱ δὲ δὴ μάλιστα ταῖς καθηκούσαις ἀμοιβαῖς κατευφραίνειν ὀφείλοντες τὸν τετιμηκότα, ταῖς ὁλοτρόποις ἀποστασίαις καὶ ταῖς εἰς φαυλότητα παρατροπαῖς ἐκτόπως ὑβρίζοντες κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. ἥκουσι δὲ ἤδη φρενοβλαβείας εἰς τοῦτο λοιπὸν οἱ τάλανες, ὡς οἴεσθαί σφισιν αὐτοῖς πρὸς τὸ εὖ εἶναί τε καὶ τὸ εἰς δόξαν ἀρκέσειν τὸ ἐκ ῥίζης γενέσθαι τῆς Ἁβραὰμ, καὶ ὅτι μετεκομίσθησαν ἐκ γῆς Αἰγυπτίων εἰς τὴν τῆς ἐπαγγελίας γῆν. ἵνα τοίνυν εἰδεῖεν, ὡς ἀσυντελῆ πρὸς ὄνησιν τὰ τοιάδε τῶν αὐχημάτων αὐτοῖς εἶεν, ἀναπεπτωκόσιν ἐπὶ τὸ ῥᾴθυμον καὶ οὐκ ἐθέλουσιν εὐσεβεῖν, ἀναγκαίως φησίν Οὐχὶ οὕτως ὑμᾶς ἡγήσομαι, κἂν ἔχοιτε τυχὸν τὸ ἐκ πατέρων εὐγενὲς, καθάπερ ἀμέλει καὶ τοὺς Αἰθιόπων υἱεῖς, οἳ ῥίζαν οὐκ ἔχουσι τὸν Ἁβραάμ; ἀπροσκλινὲς γὰρ τὸ θεῖον καὶ ἀπροσωπόληπτον παντελῶς, καὶ σαρκικὴν οὐκ οἶδεν εὐγένειαν πράξεων ἐρήμην ἀγαθῶν· αἰδοῦς γεμὴν ἁπάσης ἀξιοῖ τὴν πνευματικὴν, καὶ ᾗπερ ἂν ἕποιτο τὸ διὰ λαμπρῶν αὐχημάτων ἀγλαΐζεσθαι φιλεῖν. ἀλλ᾽ εἶναί τι μέγα καὶ ἐξαίρετον ὑμῖν κἀκεῖνο δοκεῖ, τὸ ἐκ τῆς Αἰγύπτου μεταφοιτῆσαι πρὸς ἑτέραν. εἶτα τί τοῦτο; φησὶν, ἢ ποίαν ὑμῖν εἰσκομίσει τὴν ὄνησιν; ἔχουσι τοῦτο λαβόντες παρ᾽ ἐμοῦ καὶ ἕτεροι.

μετεκόμισα γὰρ τοὺς μὲν ἀλλοφύλους, τουτέστι τοὺς Παλαιστινούς· οὕτω γὰρ ἡρμήνευσαν Ἑβραῖοι· ἐκ Καππαδοκίας· τοὺς δὲ Σύρους, πάντας δηλονότι τοὺς ὑπό γε τὴν Δαμασκοῦ βασιλείαν τοτηνικάδε, μετήγαγον ἐκ βόθρου.

Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ βόθρου ἐκδεδώκασιν Ἑβραῖοι, Κυρήνης. ἄποικοι δὴ οὖν γεγόνασι Παλαιστινοὶ μὲν Καππαδοκῶν, Σύροι δὲ Κυρηναίων. βόθρον δὲ ὠνόμασε τὴν Κυρήνην, καίτοι λίαν ἠρμένην καὶ ὑψοῦ κειμένην, διὰ τὸ ὥσπερ ἐν κόλπῳ κεῖσθαι βαθεῖ. πᾶσα γὰρ, ὡς ἔπος εἰπεῖν, ἡ Λιβύων γῆ κόλπους ἔχει παραθαλαττίους, ἐκκειμένους. ἐμοὶ τοίνυν, φησὶ, τῷ πάντας ἐν ἴσῳ βλέποντι σκοπὸς, τὸ πᾶσαν ἁμαρτωλῶν βασιλείαν ἀποκεῖραι τῆς γῆς. οὐδὲν οὖν ἄρα ὀνήσειεν ἂν τοὺς ἔχοντας σαρκικὴ λαμπρότης. εὐγένεια γὰρ παρὰ Θεῷ κρίνεται τρόπος ἀγαθὸς καὶ πολὺ διανενευκὼς εἰς ἔφεσιν ἀρετῆς, καὶ ταῖς τῶν προγόνων εὐσεβείαις ἁμιλλᾶσθαι μεμελετηκώς. <Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει Κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μοῦ, οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ᾽ οὐ μὴ γένηται ἐφ᾽ ἡμᾶς τὰ κακά.> Τετήρηται πάλιν τῷ Ἰσραὴλ τὸ κατάλειμμα “διὰ τοὺς ”πατέρας.” ὁλοτελῆ μὲν γὰρ ὄλεθρον οὐχ ὑπομενοῦσι, φησὶν, οὔτε μὴν εἰσάπαν ἐκ ποδῶν τὸ ἐξ Ἰακὼβ οἰχήσεται γένος. ἀλλ᾽ ὥσπερ λικμῷ διεῤῥιμμένοι, φησὶ, κατασκεδασθήσονται μὲν εἰς πάντα τὰ ἔθνη.

πλὴν οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν, τουτέστιν, οὐχ οὕτως πεσεῖται τὸ ἐξ Ἰακὼβ γένος, ὡς εἰς ὁλόκληρον καθικέσθαι συντριβὴν, σωθήσεται δὲ μέρει τῷ ἠλεημένῳ· ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς αἰχμαλωσίας τοτηνικάδε τινές· σέσωσται δὲ καὶ διὰ Χριστοῦ· πεπιστεύκασι γὰρ ἐξ Ἰουδαίων οὐκ ὀλίγοι τὸν ἀριθμόν· σωθήσεται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς τὸ κατάλειμμα, τῆς τῶν ἐθνῶν ἀγέλης προεισκεκλημένης. εἶτα ὥσπερ τινὸς λέγοντος Εἰ σώζεται πάλιν ὁ Ἰακὼβ, κατὰ τίνων αἱ ἀπειλαί; χρησίμως ἀπολογεῖται, καί φησιν, ὡς οὐκ ἄκριτος ἔσται κατὰ πάντων ἁπλῶς ὁ θυμὸς, οὔτε μὴν ἀδιαφορήσει τὰ ἐξ ὀργῆς, ἐφαλεῖται δὲ μᾶλλον τοῖς ἀφόρητα πεπλημμεληκόσι. τοῦτό ἐστι τὸ Ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ τοῦ λαοῦ μου οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ, οὐδ᾽ οὐ μὴ ἔλθῃ ἐφ᾽ ἡμᾶς τὰ κακά. ἧκον γὰρ εἰς τοῦτο φρενοβλαβείας τινὲς, ὡς οἴεσθαι καὶ ψευδοεπεῖν τοὺς ἁγίους προφήτας, καὶ δὴ καὶ ἔφασκον, ὡς οὐκ ἂν γένοιτό τι τῶν προηγγελμένων. μαρτυρήσει δὲ τοῦτο καὶ ὁ σόφος Ἱερεμίας λέγων πρὸς Θεόν “Ἰδοὺ οὗτοι λέγουσι πρὸς μέ Ποῦ ”ἐστιν ὁ λόγος Κυρίου; ἐλθέτω.” διττὸν οὖν ἄρα τῶν οὕτω διακειμένων τὸ πλημμέλημα· παρώτρυνον μὲν γὰρ κατὰ πολλοὺς τρόπους, ᾤοντο δὲ καὶ ψευδομυθεῖν τὴν ἀλήθειαν.

Εὑρήσομεν δὲ καὶ ἐν καιρῷ τῆς ἐπιδημίας τοὺς τῶν Ἰουδαίων καθηγητὰς τῶν τοῦ Σωτῆρος ἡμῶν οὐ πεφροντικότας λόγων. τοιγάρτοι καὶ ἤκουον “Οὐαὶ ὑμῖν γραμ- ”ματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς “γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους ”ἀφίετε εἰσελθεῖν·” καὶ πάλιν “Οὐαὶ ὑμῖν γραμματεῖς ”καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν “καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ”ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.”

τοιγάρτοι δικαίως οὐκ ἐλογίσθησαν μὲν εἰς τέκνα, τῆς δὲ τῶν πατέρων εὐγενείας ὠλισθηκότες, κατεγράφοντο μὲν ὥσπερ ἐν τοῖς Αἰθιόπων υἱοῖς· δεδαπάνηνται δὲ καὶ ὑπὸ ῥομφαίας, καὶ τῆς ἑαυτῶν δυσβουλίας ἰσοστάθμους τῷ κρίνοντι ἐκτετίκασι δίκας. <Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος· ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων [τὸν Κύριον] καὶ πάντα τὰ ἔθνη ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτοὺς λέγει Κύριος ὁ ποιῶν ταῦτα.> Ὑπέσχετο λέγων, ὡς οὐκ ἂν εἰς τέλος ἐξολοθρεύσειε τὸ ἐξ Ἰακὼβ γένος, ἀλλ᾽ εἰ καὶ λικμῷ τρόπον τινὰ διεῤῥιμμένοι· καὶ γὰρ ξένοι τε καὶ ἐπήλυτοι γενήσονται, πατρίδος καὶ οἴκων ἐξεωσμένοι, βάρβαρόν τε καὶ ἀλλοδαπὴν οἰκοῦντες χώραν· ἀλλ᾽ οὐκ ἂν συντριβεῖεν εἰσάπαν, οὔτε μὴν εἰς ὄλεθρον οἰχήσονται παντελῆ. ταύτῃτοί φησιν ὅτι καὶ ἀναστήσει καίτοι πεσοῦσαν τὴν σκηνὴν Δαυεὶδ, ἐγερεῖ δὲ αὐτῆς τὰ κατεῤῥιμμένα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, εἰς ἡμέρας μακράς. δεῖγμα δὲ τοῦτο γενήσεσθαί φησι καὶ πληροφορίαν τοῖς ἄλλοις ἔθνεσι τοῖς τε ὁμόροις καὶ ἀπωτάτω, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς Θεὸν καὶ αὐτὸν ἑλέσθαι ζητεῖν, τεθαυμακότας πάντως που τῆς τε ἡμερότητος τοῦ Θεοῦ καὶ τῆς ἰσχύος τὸ μέγεθος.

οὐκοῦν εἰ λέγοι σκηνὴν τοῦ Δαυεὶδ, τὸ τῶν Ἰουδαίων κατασημαίνει γένος, ἤγουν οἶκον τὸν ἐξ Ἰακώβ. ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ἀνέντος αὐτοὺς, τότε ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνεδείμαντο μὲν τὸν νεὼν, πυργώσαντες δὲ τὰς τῶν πόλεων ἠρημωμένας, οἴκους τε ἐν αὐταῖς ἐπισκευασάμενοι, κατῳκήκασιν ἀσφαλῶς, πολέμους μὲν ὑπομείναντες τοὺς παρά τινων, οἷον Ἀντιόχου τε φημὶ καὶ Ἀδριανοῦ, αἰχμάλωτοι δὲ οὐκ ἔτι γεγόνασιν, οὔτε μὴν ἠρήμωνται, καθὰ καὶ ὑπὸ τῶν Βαβυλωνίων.

Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἂν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω, τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα, ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε δὴ τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατεῤῥιμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. “Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις,” κατὰ τὰς γραφάς· συνεγηγέρμεθα γὰρ αὐτῷ. καὶ κατέσκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· καὶ τοῦτο ἡμῖν οὐκ εἰς χρόνον ὑπάρξει μεμετρημένον, ἀλλ᾽ εἰς ἡμέρας, αἰῶνος· ἀναπόβλητον γὰρ ἐν ἡμῖν τὸ τῆς ἀφθαρσίας ἀγαθὸν, καὶ οὐκ ἔτι κρατήσει θάνατος τῶν ἐν Χριστῷ σεσωσμένων. τότε δὴ τότε καὶ οἱ κατάλοιποι τῶν ἀνθρώπων μετὰ τοὺς πεπιστευκότας ἐξ Ἰσραὴλ τὸν φύσει τε καὶ ἀληθῶς ἐγνώκασι Θεὸν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης ἀποφοιτήσαντες. οὐ γὰρ ἦν διαψεύσασθαι λέγοντα τὸν Χριστόν “Ἐὰν μὴ ὁ κόκκος ”τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· “ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.” καὶ πάλιν “Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.” κατ᾽ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ᾽ ἣν ἀνεγερῶ τὴν κατεσκαμμένην καὶ πεσοῦσαν σκηνὴν τοῦ Δαυεὶδ, κληθήσονται πάντα τὰ ἔθνη, καὶ ἐπ᾽ αὐτοῖς ἔσται τὸ ἐμὸν ὄνομα.

καὶ ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, πεπληροφόρηκε προσθείς Λέγει Κύριος ὁ Θεὸς ὁ ποιῶν ταῦτα. εἰ γάρ ἐστι Κύριος ὁ Θεὸς ἀληθῶς, πάντη τε καὶ πάντως ποιήσει καὶ ταῦτα, πρὸς οὐδὲν ἀσθενῶν. ποιεῖ γὰρ “Μεγάλα ”καὶ ἀνεξιχνίαστα, ἐνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν “ἀριθμός.” <Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήψεται ὁ ἀλοητὸς τὸν τρυγητὸν, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν, καὶ φυτεύσουσι κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν. καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ.> Αὐτὸ δὴ σαφῶς ἡρμήνευσεν, ὅπερ ἔφην.

καὶ εἰ μέν τις ἕλοιτο παχεῖάν τε καὶ ἱστορικὴν ποιεῖσθαι τὴν ἀφήγησιν, ἐρεῖ δὴ πάλιν ἐκεῖνο, ὡς ἐπήγγελται σαφῶς τοῖς τὴν αἰχμαλωσίαν ὑπομεμενηκόσι τὴν ἐπάνοδον, καὶ ὅτι τὴν ἑαυτῶν καθέξουσι γῆν, πόλεις τε καὶ οἴκους ἀναδειμάμενοι, καὶ ἐν καλῷ τῆς εὐημερίας λοιπὸν γεγονότες, τὰ ἐξ ἀγρῶν συλλέξουσιν ἀγαθὰ, καὶ τῷ γηπονεῖν ἐγκείσονται μετ᾽ εὐφροσύνης καὶ χαρᾶς, ὡς ἀδιάλειπτον αὐτοῖς τὸν ἐπί γε ταῖς τῶν ἡδίστων συγκομιδαῖς γενέσθαι πόνον, τῶν ἐξ ἅλωνος ἀγαθῶν συμποδιζόντων αὐτοῖς τὸν τρυγητὸν, παρατείνοντος δὲ αὖ καὶ τοῦ τρυγητοῦ πάλιν εἰς τὸν τοῦ σπόρου καιρὸν, ὡς ἐκ ληνοῦ καὶ δρεπάνης καὶ βοτρύων αὐτῶν μεταφοιτᾶν τὸν γηπόνον ἐπὶ τὰ τῶν πεδίων ἀρόσιμα, καὶ τῆς ἅλω τὴν κόνιν ἀπονιψάμενον, τῶν ἐπὶ ληνοῖς ἔχεσθαι φροντισμάτων.

Εἰ δὲ δὴ λεπτότερον καὶ πνευματικώτερον τῇ τῶν προκειμένων θεωρίᾳ προσβαλεῖν ἐθέλοιμεν, πρέποι ἂν εἰκότως ἐκεῖνο νοεῖν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεβίω Χριστός· ἤγειρε γὰρ ὁ Πατὴρ τὴν σκηνὴν τοῦ Δαυεὶδ, καὶ ἀνῳκοδόμησεν αὐτῆς τὰ κατεσκαμμένα, πολλὴ καὶ ἀμφιλαφὴς τῶν πνευματικῶν ἀγαθῶν ἡ μέθεξις ἐπὶ πάντας γέγονεν ἀνθρώπους Ἕλληνάς τε καὶ Ἰουδαίους· “Εἷς γὰρ ὁ Θεὸς, ὃς δεδικαίωκε περιτομὴν ἐκ ”πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.” πλείστη δὴ οὖν ὅση τῶν πνευματικῶν καρπῶν τοῖς πεπιστευκόσιν ἡ χορηγία, ἣ διὰ τῶν ἐπιγείων καρπῶν εὖ μάλα κατασημαίνεται. πλῆθος γὰρ ἔσται, φησὶ, σίτου καὶ οἴνου. παραδεξόμεθα δὲ νῦν τὸν μὲν σῖτον εἰς ἰσχὺν, δῆλον δὲ ὅτι τὴν πνευματικήν· γέγραπται γὰρ ὅτι “Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου,” νοητὸς δέ που πάντως καὶ θεῖός τε καὶ ἄνωθεν· τὸν δέ γε οἶνον εἰς εὐφροσύνην· ἔφη γὰρ πάλιν “Καὶ οἶνος εὐφραίνει ”καρδίαν ἀνθρώπου·” χαίρομεν δὲ “τῇ ἐλπίδι,” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. σταλάζει δὲ καὶ τὰ ὄρη γλυκασμόν.

ὄρη μὲν οὖν, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὰς ἐκκλησίας Χριστοῦ, διά τοι τὸ ἐπῃρμένον τῶν ἐν αὐταῖς δογμάτων, καὶ τῆς εἰς Θεὸν εὐσεβείας τὸ ὑπερφερὲς, καὶ ὅτι τὰ μὲν ὄρη διαφόροις κομῶντα φαίνονται φυτοῖς, αἱ δὲ ἐκκλησίαι Χριστοῦ μυρίας τε ὅσας ἁγίων ἔχουσι κεφαλὰς, κέδροις τε καὶ ξύλοις ἐν ἴσῳ τοῖς εὐμηκεστάτοις, αἳ ταῖς τῶν νοητῶν ὑδάτων παρίδρυνται διεξόδοις. ἀλλ᾽ ὥσπερ ἐν τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν πλήθη μελιττῶν περιποτώμενα, τὸ γλυκὺ καὶ τίμιον ἐργάζονται μέλι· οὕτω πάλιν καὶ ἐν ταῖς ἐκκλησίαις οἱ τῶν ἄλλων περιφανέστεροι καὶ ἁδρότεροι πρὸς ἀρετὴν καὶ σύνεσιν, τῆς ἐπὶ Χριστῷ διδασκαλίας τὸ γλυκὺ συλλέγοντες μέλι, μονονουχὶ καταστάζουσι καὶ ταῖς ἑτέρων καρδίαις αὐτό. ἀποσταλάξει δὴ οὖν τὰ ὄρη γλυκασμὸν κατὰ τοῦτον οἶμαι τὸν τρόπον. ἔσεσθαι δὲ συμφύτους ἔφη καὶ τοὺς βουνούς. βουνοὶ δέ εἰσιν οἷον δεύτεροί τε καὶ τὸ μεῖον ἔχοντες εἰς ἀρετὴν παρὰ τοὺς ἄγαν ἐν τούτῳ διαφανεστέρους. μέτρα γὰρ ἁγιασμοῦ καὶ δικαιοσύνης ἐν ἐκκλησίαις, καὶ ὡς ὁ Παῦλός φησι, “Κατὰ τὴν ἑκάστῳ δοθεῖσαν χάριν” παρὰ τοῦ τὰ τοιάδε διανέμοντος Θεοῦ. σύμφυτοι δὴ οὖν ἔσονται καὶ οὗτοί φησι, τουτέστιν, εὐθαλεῖς τε καὶ εὔκαρποι, καὶ τῇ τῶν θείων δογμάτων ὀρθότητι βαθὺ κομῶντα φοροῦντες τὸν νοῦν. ὅτι δὲ καὶ ἐπέστρεψεν ἡμῶν τὴν αἰχμαλωσίαν ὁ τῶν ὅλων Θεὸς, οὐκ ἂν ἐνδοιάσειέ τις.

ἐκήρυξε γὰρ “αἰχμαλώτοις ἄφεσιν” ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξείλετο τὴν ὑπ᾽ οὐρανόν. τότε δὴ τότε καὶ ἐν ἴσῳ γηπόνοις ἁπάσης τῆς κατὰ νοῦν εὐκαρπίας γεγόναμεν ἐπιμεληταὶ, κατεφυτεύσαμεν κήπους καὶ ἀμπελῶνας, καὶ φαγόμεθα τὸν καρπὸν αὐτῶν. ἀποληψόμεθα γὰρ τὰς τῶν πόνων ἀντιμισθίας, ἀποτρυγήσομεν δὲ καὶ τοὺς τῆς ἐπιεικείας καρπούς. ὅτι δὲ ἀσάλευτον ἕξομεν τὴν παρὰ Θεῷ μονὴν, καὶ τῶν ἅπαξ δοθησομένων παρ᾽ αὐτοῦ κλήρων οὐδεὶς ἂν ἐκπέμψειε τοὺς ἐν αὐτοῖς γεγονότας, σαφηνιεῖ λέγων Καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεός. “Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ,” καὶ ἐν βεβαίῳ κεισόμεθα παντὸς ἀγαθοῦ, καθηγητὴν καὶ πανηγυριάρχην αὐτὸν ἔχοντες τὸν Χριστόν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 〈ΤΕΛΟΣ ΤΗΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ ΕΡΜΗΝΕΙΑΣ.〉