Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς (Προοίμιον)

Κύριλλος Ἀλεξανδρείας

Τυπολογία των θυσιών και η τάξη της ψαλμωδίας

Η μυστική ερμηνεία του ένζυμου άρτου ως προτύπου της ενώσεως των πιστών και η πνευματική προτύπωση της αδιάλειπτης θυσίας μέσω της καθιέρωσης της ψαλμωδίας από τους Λευίτες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 4

Ἰστέον δὲ ὅτι προφήτης ὑπάρχων ὁ θεσπέσιος Δαυὶδ καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, καθὼς γέγραπται, τοῖς περὶ Χριστοῦ διηγήμασιν ἐμφιλοχωρεῖ. ἐντεῦθεν οἶμαι παρελθεῖν αὐτὸν καὶ εἴς γε τὸ δεῖν ᾠδὰς συντιθέναι καὶ μέλη δοξολογίας. καὶ οὐκ ἀπᾳδόντως τῷ νόμῳ τὸ χρῆμα ἐπράττετο. προστέταχε δὲ μετὰ τῶν ἄλλων καὶ τοῦτο, καὶ γοῦν τὸν ἐφ᾽ ἑκάστῃ θυσίᾳ τεθεσμοθέτηκε τρόπον. διαμέμνηται δὲ καὶ θυσίας αἰνέσεως, ἣν καὶ ὀνομάζει σωτηρίου, γέγραπται γὰρ ὅτι «Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.» ἔφη δὲ οὕτω ὁ Θεὸς πρὸς τὸν ἱεροφάντην Μωϋσέα· «Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ. ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει περὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ καὶ λάχανα ἄζυμα κεχρισμένα ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· ἐπ᾽ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου». καίτοι προστέταχεν ἐναργῶς ἐν ἑτέροις ἀπροσκόμιστον εἶναι τῷ Θεῷ τὸ ἐζυμωμένον· ἔφη γὰρ οὕτως, ὅτι «Πᾶσαν ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε τῷ Θεῷ. δῶρον ἀπαρχῆς προσοίσετε αὐτά, ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβήσεται εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.» εἶτα πῶς ἐπ᾽ ἄρτοις ζυμίταις ἡ τοῦ σωτηρίου καὶ ἡ τῆς αἰνέσεως τελεῖται θυσία;

μυστικὸν ἔχει τὸν λόγον· προανεφώνει γὰρ ὁ νόμος, ὅτι τοῖς ἐξ ἐθνῶν ἀναμὶξ ἔμελλον οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες τὰς τῆς αἰνέσεως θυσίας προσκομίζειν τῷ Θεῷ.

Ηὕρητο τοίνυν ἐκ νόμου τὸ χρῆμα, τὸ δοξολογεῖσθαί φημι τὸν τῶν ὅλων Θεὸν ἐν τῷ ἁγίῳ ναῷ· ἐτετάχατο δὲ εἰς τοῦτο χοροί τε καὶ χοροστάται, ᾠδοὶ καὶ ἱεροψάλται ἀπὸ τῶν υἱῶν Λευί, ἀνεκόμιζόν τε τὰς εἰς Θεὸν ὑμνωδίας πρωΐ τε καὶ ἐν ἑσπέρᾳ καταθυομένων τῶν ἀμνῶν καὶ θυμιωμένου τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος. γέγραπται γὰρ ἐν τῇ Ἐξόδῳ οὕτως· «Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν.» περὶ δέ γε τοῦ θυμιάματος οὕτως ἔφη· «Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων.» προσεπάγει δὲ τούτοις· «Καὶ καθίσει ἐπ᾽ αὐτῷ λεπτὸν τὸ πρωῒ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους· ὀψέ, θυμιάσει ἐπ᾽ αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διαπαντὸς ἐναντίον Κυρίου εἰς τὰς γενεὰς αὐτῶν.» καὶ ἡ μὲν τῶν ἀμνῶν θυσία κατασημαίνοιεν ἂν τὸν δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τεθύσθαι Χριστὸν καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεκομίσθαι τῷ Θεῷ καὶ Πατρί· ἀλλὰ καὶ ἡ τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος ἀναφορὰ τοῦτο δὴ πάντως ὑπεμφαίνοιεν ἄν, ἐνδελεχὴς γὰρ καὶ ἀδιάλειπτος ἡ θυσία· ἀεὶ γὰρ εὐώδης νοητὸς ὁ Ἐμμανουήλ, ὀσμὴ τῆς γνώσεως ὢν τοῦ Θεοῦ καὶ Πατρός, καὶ μεστὴν αὐτοῦ τὴν ἁγίαν ἀποφαίνων σκηνὴν τουτέστι τὴν Ἐκκλησίαν.

ᾞδον τοιγαροῦν, ὡς ἔφην, τῆς τῶν ἀμνῶν θυσίας ἐπιτελουμένης, καὶ ἐφ᾽ ἁπάσαις δὲ ταῖς ἑτέραις θυσίαις ἁρμοδίως ἑκάστῃ κατὰ τὸ εἰκός· γέγραπται γὰρ οὕτως ἐν τῇ πρώτῃ Παραλειπομένων· «Καὶ οἱ Λευΐται ἦσαν αἴροντες τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· ὅτι καὶ ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς τῶν υἱῶν Λευῒ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ἀαρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια, καὶ ἐπὶ τὸν καθαρισμὸν πάντων τῶν ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ, καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως, εἰς τὴν σεμίδαλιν τῆς θυσίας, καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα, καὶ εἰς τήγανον, καὶ εἰς τὴν πεφυραμένην, καὶ εἰς πᾶν μέτρον· καὶ τοῦ στῆναι πρωῒ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ οὕτως τὸ ἑσπέρας· καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ᾽ αὐτοῖς διὰ παντὸς τῷ Κυρίῳ.»