Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς ΙΑ΄ έως ΙΖ΄
Θεολογική ανάλυση των ψαλμών ΙΑ΄ έως ΙΖ΄, με έμφαση στην προστασία των δικαίων, την ευαγγελική δικαιοσύνη και την πνευματική θωράκιση έναντι των νοητών εχθρών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΙΑ΄ έως ΙΖ΄
Θεολογική ανάλυση των ψαλμών ΙΑ΄ έως ΙΖ΄, με έμφαση στην προστασία των δικαίων, την ευαγγελική δικαιοσύνη και την πνευματική θωράκιση έναντι των νοητών εχθρών.
ΨΑΛΜΟΣ ΙΑʹ. <Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαβίδ.> (A f. 77.) ᾌδεται μὲν καὶ ὁ προκείμενος ψαλμὸς, τῆς εἰς Θεὸν εὐνοίας καὶ γνησιότητος ἔχων ἐπίδειξιν. Διαβάλλει δὲ ὁ Δαβὶδ τοὺς διπλόῃ κεχρημένους, καὶ φιλίαν μὲν ὑπισχνουμένους, προϊεμένους δὲ αὐτὸν τῷ πολεμίῳ Σαοὺλ, καὶ μηνύοντας ἔνθα διῆγε. Πρέποι δ᾽ ἂν τὰ τοῦ ψαλμοῦ ῥήματα καὶ ἁγίῳ παντὶ, λαμπρὰν καὶ ἐξῃρημένην ἔχοντι τὴν ζωὴν, καὶ οὐχὶ δὴ μόνης τῆς ἰδίας κηδομένῳ ψυχῆς, ἀλλὰ γὰρ καὶ ταῖς τῶν πεπλανημένων ἀμαθίαις ἐπιστυγνάζοντι, γλιχομένῳ τε καὶ αὐτοὺς ἰδεῖν ὑποπίπτοντας τῷ Θεῷ. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις ἔντευξιν μὲν ἔχει κατὰ παντὸς ἀδίκου καὶ πονηροῦ διψύχου τε καὶ ἑτερογνώμονος, ψευδοεποῦς τε καὶ βωμολόχου, δόλοις καὶ ἀπάταις ἐντεθραμμένου. Ἔοικε δέ πως καὶ τῆς Ἑλλήνων σοφίας καταβοᾷν· ποιεῖται δὲ καὶ μνήμην τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· περιέχει δὲ καὶ ἐπαγγελίαν, ὡς παρ᾽ αὐτοῦ γενομένην, ὡς ὅσον οὐδέπω παρεσομένου πρὸς ἐπικουρίαν τῶν ὑπὸ τοῦ διαβόλου πλεονεκτουμένων.
ᾌδεται δὲ περὶ τῆς ὀγδόης, καθ᾽ ἣν ἡ ἀνάστασις, καὶ ἡ τῶν ἐθνῶν γέγονε κλῆσις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος δόσις, καὶ τῆς νοητῆς ἤγουν τῆς ἐν πνεύματι περιτομῆς ἡ δύναμις· εὔχεται δὲ ὁ προφήτης ῥυσθῆναι τῆς γενεᾶς τῆς πονηρᾶς· αὕτη δ᾽ ἂν εἴη γενεὰ, ἡ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ἧς αὐτὸς ἔλεγεν· «Ἄνδρες Νινευῖται κρινοῦσι τὴν γενεὰν ταύτην.» Ἄρχεται τοίνυν τῆς ᾠδῆς οὕτως. <Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.> (A f. 77 b.) Τοσαύτην οὖν φησιν ὁ Δαβὶδ τῶν ἀγαθουργεῖν εἰωθότων εἶναι τὴν σπάνιν, ὡς τάχα που συναρπάζεσθαι εἰς φαυλότητα καὶ αὐτοὺς τοὺς τῷ θείῳ νόμῳ παιδαγωγουμένους· δεῖσθαι δέ φησιν ἑαυτὸν, ἤγουν ἅπαντας τοὺς περὶ ὧν ὁ λόγος, τῆς φρουροῦ χειρὸς, τουτέστι Χριστοῦ καὶ οὐχὶ μόνους Ἰουδαίους, ἀλλὰ καὶ τοὺς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανόν· αὐτὸς γάρ ἐστι προσδόκησις ἐθνῶν, κατὰ τὸ γεγραμμένον. <Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.> (A f. 78.) Ψευδῆ δὲ καὶ τὰ Ἑλλήνων ἅπαντα, σοφία καὶ λόγοι καὶ ζωή· καὶ τῶν ἀληθῶν, ἤγουν ἀναγκαίων καὶ ἐπωφελῶν, εὕροι τις ἂν παρ᾽ αὐτοῖς οὐδὲν, οἵ γε τεθεοποιήκασι τὴν κτίσιν, τὸν φύσει ἀφέντες Θεόν.
Ὠλιγώθησαν τοίνυν αἱ ἀλήθειαι παρ᾽ αὐτοῖς. <Μάταια ἐλάλησεν ἔκαστος πρὸς τὸν πλησίον αὐτοῦ.> (A f. 78.) Τοῦτο καὶ ἐπὶ Ἰουδαίων ἀληθές· ἔκαστος ἐλάλησε μάταια πρὸς τὸν πλησίον, τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπιβουλάς. Καὶ οἱ παρ᾽ Ἕλλησι δὲ ποιηταὶ καὶ λογογράφοι, κατ᾽ οὐδένα τρόπον τοῦ ἀληθεῖς εἶναι φροντίσαντες, συντεθείκασιν ἀβασανίστως τὸ αὐτοῖς δοκοῦν, σκοπὸν ἔχοντες ἕνα, τὸ ἐπίδειξιν ποιήσασθαι γλώττης. <Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα.> (A f. 79.) Κατὰ δὲ ἀναγωγὴν, πῶς οὐ μεγαλοῤῥήμων ἡ γλῶσσα ἐκείνη ἡ τολμήσασα τῷ Σωτῆρι λέγειν; «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι δέδωκε τὴν ἐξουσίαν ταύτην;» Τῆς Ἰουδαίων δὲ τόλμης καὶ τὸ λέγειν· «Τὰ χείλη ἡμῶν παρ᾽ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;» ὡς τοῦτο διανοουμένων ἐκείνων, τὸ ἐξουσίαν ἔχειν πᾶν ὅ τι ἂν βούλοιντο κατὰ τοῦ Σωτῆρος εἰπεῖν. <Τὰ χείλη ἡμῶν παρ᾽ ἡμῶν ἐστι.> (E f. 19 b.) Τουτέστιν ἡμεῖς εὑρεταὶ γεγόναμεν τῆς καλλιεπείας. <Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν.> (A f. 79 b.) Ὑπεξίσταται δὲ λοιπὸν ἐνταῦθα τὸ τῶν λιτανευόντων πρόσωπον· αὐτὸς δὲ ὁ τὰς ἐντεύξεις δεχόμενος ἀποκρίνεται, ἐπαγγελλόμενος τοῖς αἰτοῦσι τὴν ἄφιξιν καὶ τῆς ἐπικουρίας τὴν ἐπίδοσιν.
Καὶ πένητας ὀνομάζει τοὺς πτωχοὺς τῷ πνεύματι, ὧν καὶ τοῦ στεναγμοῦ ἀκούσας, ἀναστήσομαι, φησίν. <Νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.> (B f. 44 b.) Ἐξεγερθήσεσθαι λέγει· καὶ οὔ τί πού φαμεν σωματικὴν εἶναι τὴν ἀνάστασιν, ἤτοι τὴν ἔγερσιν, ἀλλ᾽ οἷον τὸ διανεῦσαι λοιπὸν ἐπὶ τῷ θέλειν τοῖς κάμνουσι χεῖρα νεῖμαι τὴν σώζουσαν. (A f. 79 b.) Κατὰ δὲ ἀναγωγὴν, φανερὸν πᾶσι κατέστη τὸ διὰ Χριστοῦ σωτήριον, καὶ ἐξάκουστον πᾶσιν· ἐκηρύχθη γὰρ εἰς πᾶσαν τὴν γῆν μετὰ παῤῥησίας. <Τὰ λόγια Κυρίου λόγια ἀγνὰ, ἀργύριον πεπυρωμένον.> (B f. 44 b, K f. 42.) Τουτέστιν ἁγνοποιά· νοσεῖ γὰρ κατ᾽ οὐδένα τρόπον, λαμπρὰ δὲ οὕτως ἐστὶν καὶ κεκαθαρμένα, ὥστε δοκεῖν ἀργύριον εἶναι, πεπυρωμένον δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις· τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἑπταπλασίως. Δεδοκιμασμένα τοίνυν τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος τὰ λόγια. (A f. 80.) Ἰουδαίοις δὲ διὰ Ἡσαΐου ὀνειδίζει λέγων· «Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον,» τουτέστιν, ὁ λόγος τῆς πίστεως παρατετυπωμένος ἐστὶ καὶ παράσημος, τὸν ἀκριβῆ χαρακτῆρα τῆς βασιλικῆς εἰκόνος μὴ διασώζων. <Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς.> (A f. 80.) Κατὰ δὲ ἀναγωγὴν, εὔχεται ὁ Προφήτης ῥυσθῆναι τῆς ἐπὶ τοῦ Σωτῆρος γενεᾶς τῶν Ἰουδαίων, τῆς ἀπίστου καὶ φονευτρίας καὶ μοιχαλίδος. <Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι.> (A f. 80.)
Κατὰ δὲ ἀναγωγὴν, διὰ τοῦτό φησι, «Φυλάξεις ἡμᾶς,» ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ.
ΨΑΛΜΟΣ ΙΒʹ. <Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαβίδ.> (A f. 80 b.) Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐν μετανοίᾳ τοῦ ἁμαρτήματος γεγονὼς, ἅμα δὲ καὶ τὸ σωτήριον ἡμῖν εὐαγγελιζόμενος, δι᾽ οὗ ἐλάβομεν ὑπογραμμὸν, πῶς δεῖ ἡμᾶς ἐν ἁμαρτίᾳ γενομένους προσιέναι Θεῷ. <Ἔως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; κ.τ.λ.> (C f. 23.) Ἀποστρέφει τὸ πρόσωπον ὁ Θεὸς ἀπὸ τῶν ἁμαρτωλῶν, τί πράττων; ἀναξίους εἶναι κρίνας τῆς ἐποπτίας αὐτοῦ. Διὸ ὑπὸ τοῦ συνειδότος νυττόμενος, καὶ τὴν τοῦ Θεοῦ δεδιὼς κρίσιν, ὡς καὶ μακρὰν γινόμενος αὐτῷ διὰ τὴν ἁμαρτίαν, ἐν τῇ μετανοίᾳ ἀνανεῶμαι, φησὶ, βουλόμενος κατὰ ψυχὴν, μήπως ἄρα ἐν τῇ ἁμαρτίᾳ ἀποθανοῦμαι. Καὶ τοῦτό ἐστι μάλιστα ὃ ὀδύνας μου τῇ ψυχῇ παρασκευάζει.
Ἀνθ᾽ οὗ Σύμμαχος ἔφη· «Μέριμναν ἐν τῇ καρδίᾳ μου καθ᾽ ἡμέραν.» Ταῦτα δὲ ἐγράφη πρὸς νουθεσίαν ἡμῶν, πῶς δεῖ μετανοεῖν ἐφ᾽ ἁμαρτήμασιν ἐκδιδάσκοντα, τοῖς παροῦσι ῥήμασιν οἷα δὴ ὡς φαρμάκοις χρωμένους. Ἢ καὶ λήθην καλεῖ τὴν τῆς βοηθείας ἀναβολὴν, καὶ παρακαλεῖ μὴ τελέως τῆς θείας γυμνωθῆναι προνοίας. <Ἔως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ;> (C f. 23 b.) Ἐρωτᾷ δὲ περὶ τούτων τὸν Θεὸν οὐχ ὡς αὐτὸν αἴτιον, ἀλλ᾽ ὡς κωλῦσαι διὰ τῆς ῥοπῆς τῆς οἰκείας δυνάμενον. (A f. 81) Εἰ γὰρ θεοσεβούντων ἡμῶν ταπεινοῦται ὁ ἐχθρὸς, δηλονότι ἁμαρτανόντων ὑψοῦται· ὕψος γὰρ τοῦ Σατανᾶ, ἡ τῶν ἀνθρώπων ταπείνωσις· ἐπεὶ καθάπερ ὁ Θεὸς ὑψοῦσθαι ἐν τῇ σωτηρίᾳ τῆ ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται. Ἀρκεῖ, φησὶν, αὐτῷ ὅτι ἅπαξ ὑψώθη, ἐμοῦ τῇ ἁμαρτίᾳ ταπεινωθέντος.
Ἴνα τί μέχρι πολλοῦ κατ᾽ ἐμοῦ ὑψοῦται; <Μήποτε ὑπνώσω εἰς θάνατον.> (C f. 23 b) Ὕπνον τὴν ῥᾳθυμίαν ὠνόμασεν, ἐν ᾗ ταῖς τοῦ βίου φαντασίαις ῥεμβόμεθα, ἀργοὶ δὲ ἐπὶ κλίνης τῆς ἡδονῆς ἀναπεσόντες κείμεθα. Ὥστε τοίνυν μὴ τῷ ὕπνῳ τῆς ῥᾳθυμίας τὸν χαλεπὸν ἀκολουθῆσαι θάνατον, φωτισθῆναι τοὺς ὀφθαλμοὺς, τουτέστι τὰ τῆς ψυχῆς αἰσθήσεις, προσεύχεται, ἵνα βλέπωσι τὴν ἀλήθειαν. Δέδια μὴ εἰς θάνατον ὁ ὕπνος μεταπέσῃ, ἰσχυροτέρας τῆς λύπης γενομένης τῶν συμφορῶν. <Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.> (C f. 23 b.) Ὥσπερ ἀθλητὴς ἀπὸ τοῦ σκάμματος ἀποπηδήσας ἥττηται, οὕτως καὶ ὁ πιστὸς ἀφεὶς ἂ ἐξ ἀρχῆς παρέλαβεν, σαλευόμενος πίπτει. Μὴ τοίνυν ἀλλοιωθῶμεν, ἵνα μὴ χαρὰν τοῖς ἡμετέροις ἐχθροῖς ἐμποιήσωμεν. <ᾌσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με.> (C f. 24.) Ἰστέον καὶ τοῦτο, ὡς καὶ τὸ πρότερον, οὐχ ὅτι νῦν ὁ προφήτης οὐκ οἶδεν, ἀλλ᾽ ὅτι τελεώτερον ᾄσει προκόπτων καὶ τελειούμενος. Τίνι δὲ ᾄσει; τῷ εὐεργέτῃ δηλονότι τῷ πλάσαντι καὶ ἀναπλάσαντι. <Καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.> (C f. 24.) Μακάριος ὃς ψάλλει τῷ πνεύματι καὶ τῷ νοῒ, εἰδὼς ᾧ ψάλλει, καὶ τοῖς ἔργοις συνιστῶν ὡς ἐπίσταται. Ὁ γὰρ οὗτος ψάλλων, τὸν οὐρανὸν τέμνει, τὰς νεφέλας ὑπερβαίνει, καὶ τῷ Ὑψίστῳ, οὗ τῷ ὀνόματι μελῳδεῖ, παρίσταται μηδενὸς ἐμποδίζοντος.
ΨΑΛΜΟΣ ΙΓʹ. <Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.> (A f. 82 b) Κορυφὴ τοῦτο πάσης πονηρίας ἐστί. Τὸ γὰρ οἴεσθαι μὴ εἶναι Θεὸν, ἀλλ᾽ ἀπὸ ταυτομάτου γεγενῆσθαι τὸ πᾶν, ἀρχὴ πάσης ἀκολασίας καὶ παρανόμου καθέστηκε πράξεως. Δηλοῖ οὗν ὁ λόγος ὡς εἰς τοσοῦτον ἀσεβείας τὸ γένος ἐλήλακεν, ὡς μηδὲ Θεὸν ἐφιστάνειν τοῖς οὖσιν, ἀλλ᾽ ἡγεῖσθαι τὸν σύμπαντα τοῦτον κόσμον, τυχαίαν καὶ αὐτόματον εἰληφέναι τὴν σύστασιν. Τί δέ ἐστιν, «Εἶπεν ἐν καρδίᾳ;» Ἐπειδὴ τῶν λόγων ὁ μὲν ἔστι προφορικὸς, ὁ δὲ ἐνδιάθετος, οὐ περὶ τοῦ προφορικοῦ λόγου φησὶν ὁ προφήτης, ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ δόξης. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, τουτέστιν ἐλογίσατο ὅτι οὐκ ἔστι Θεός. Καὶ πᾶς δὲ ὁ ἀνέδην ἁμαρτάνων, δι᾽ ὧν ὁρᾶται καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ᾽ ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τὸ, «Οὐκ ἔστι Θεός.» Οἱ γὰρ οὕτως ζῇν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρῶντες ἀπερισκέπτως, ἔργοις αὐτοῖς καὶ πράγμασιν ἀρνοῦνται Θεόν. <Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα.> (A f. 83 b.) Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τῶν ἐθνῶν· ἡ γὰρ ἀπὸ γῆς σὰρξ, τὸν τῆς ἁμαρτίας ἐν αὐτῇ κατηῤῥώστησε νόμον, καὶ ὁ ἀνθρώπινος νοῦς, εὐπαράφορος λίαν εἰς τὸ ἐκνεῦσαι ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος κατὰ τὸ γεγραμμένον. Δικαίως οὖν ὁ ἱερὸς ἐπιστυγνάζει λόγος ἡμῖν· «Πάντες γὰρ, φησὶν, ἐξέκλιναν.»
Δέον γὰρ τὴν εὐθεῖαν τραπέσθαι, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ τάξεως ἀναλόγως τὸν γενεσιουργὸν κατιδεῖν, καὶ διὰ τῶν προφητικῶν φωνῶν ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν, τοῦτο μὲν οὐ γέγονεν· εἰς μυρίας δὲ πλάνης καὶ ἀπωλείας ὁδοὺς ἐξετράπησαν, καὶ τοῖς ἔργοις τῆς αἰσχύνης ἠχρειώθησαν, καὶ οὐδεὶς ἦν ὁ ποιῶν τὸ ἀγαθόν. <Τάφος ἀνεῳγμένος λάρυγξ αὐτῶν, κ.τ.λ.> (K f. 43 b.) Διόδωρος, καὶ Θεόδωρος, καὶ Κύριλλος, καὶ Δίδυμος, «Τάφος ἀνεῳγμένος,» κ.τ.λ. usque «Ἐν ταῖς ὁδοῖς αὐτῶν.» Ἐν δὲ τῷ Ἐξαπλῷ ταῦτα οὐχ εὕρηται. <Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;> (A f. 83 b.) Τοῦτον τὸν στίχον ὡς ἐν ἐρωτήσει ἀναγνωστέον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι «Πάντες ἐξέκλιναν» καὶ ἐργάζονται τὴν ἀνομίαν, νῦν φησι· «Καὶ ἆρα οὐ μέλλουσι γινώσκειν οὗτοι τὸν Κύριον, καὶ πιστεύειν εἰς αὐτόν;» Ναὶ πάντως πολλοὶ πιστεύσουσιν· εἰσὶ δὲ οἳ καὶ μενοῦσιν ἐν ἀπιστίᾳ, καὶ διώξουσι καὶ τυραννήσουσι τοὺς πιστεύσαντας εἰς Χριστόν. <Ἐκεῖ ἐδειλίασαν φόβον οὗ οὐκ ἦν φόβος.> (A f. 84.) Καταγινώσκει γὰρ τῶν τοιούτων ὁ Ψαλμῳδός.
Ἰουδαῖοι γοῦν οἱ ἐν ἀπιστίᾳ μεμενηκότες, ψοφοδεῆ φόβον ἐφοβήθησαν, ὃν οὐκ ἔδει αὐτοὺς φοβηθῆναι. Τίς δὲ ὁ ἀνόητος φόβος; Ἐδειλίασαν, μήποτε παραδεξάμενοι τὸν Χριστὸν, καὶ εἰς αὐτὸν πιστεύσαντες προσκρούωσι τῷ Θεῷ. Λεχθείη δ᾽ ἂν καὶ περὶ τῶν πιστευσάντων ἡ τοῦ στίχου δύναμις, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Ὁ μὲν νόμος, φησὶ, Μωσέως κόλασιν ἐποίει· ὁ δὲ τοῦ Χριστοῦ φόβος ἁγνός ἐστιν, ὡς υἱοὺς γὰρ φοβεῖσθαι Πατέρα παρεσκεύασε.
Μετὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον, καθ᾽ ὃν δηλονότι ἡ ἐπιφάνεια· φόβον φοβηθήσονται οὗ οὐκ ἔστι φόβος, ἐκ νομικῆς δηλονότι ἀπειλῆς, ἀλλ᾽ ἡ πρέπουσα μᾶλλον ἐλευθέροις εὐλάβεια. <Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;> (A f. 84.) Ὅρα πῶς διψῇ τὸν Κύριον, καὶ οἶον μέλλοντος οὐκ ἀνέχεται, καθ᾽ ὃν ἐπιλάμψειν ἔμελλε καιρὸν τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι Χριστός. Φησὶ δὲ αὐτὸν σωτήριον τοῦ Ἰσραὴλ, διὰ τὸ ἀφικέσθαι τάχα πρωτοτύπως ἕνεκα τοῦ Ἱσραήλ.
Ἔφη γάρ· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἢ καθ᾽ ἕτερον τρόπον· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, Ἰουδαίων ἦσαν αἱ ἐπαγγελίαι, αἱ νομοθεσίαι, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες ἐξ ὧν γεγένηται τὸ κατὰ σάρκα Χριστός. Διψῶ οὖν τὴν παρουσίαν αὐτοῦ, ὁ προφήτης φησί. Τίς μοι δώσει ἰδεῖν τὸν Σωτῆρα ἢ ἐκ τῆς ἄνω Σιὼν καὶ τοῦ οὐρανοῦ ἐπιδημήσαντα, ἢ ἐκ τῆς κάτω Σιὼν διὰ τῆς κατὰ σάρκα γεννήσεως προερχόμενον;
ΨΑΛΜΟΣ ΙΔʹ. <Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;> (C f. 25.) Ὄρος ἅγιόν ἐστιν ἡ βασιλεία τοῦ μέλλοντος αἰῶνος· ὄρος, διὰ τὸ ὑψηλὸν καὶ ὑπερκείμενον· ἅγιον, ἐπειδὴ ἐν αὐτῷ οὐ κατοικεῖ βέβηλος. Ὁ τοίνυν παροικῶν ἐν τῷ βίῳ τούτῳ, καὶ τῇ νῦν πολιτείᾳ ὡς σκιᾷ καὶ χόρτῳ κατὰ πάροδον χρώμενος, οὗτος κατασκηνοῦν, τουτέστι κατοικεῖν, ἐν τῇ μελλούσῃ βασιλείᾳ δυνήσεται. Τίς δὲ ὁ τοιοῦτος, καὶ πῶς πολιτευόμενος, ἔχει τοῦ ψαλμοῦ τὰ ἐπαγόμενα. <Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ.> (B f. 50) Ἔχει τι τὸ ἀσαφὲς ὁ λόγος· ἄδηλον γὰρ πότερόν ποτε παρὰ τῶν ἔγγιστά τισιν οὐκ ἔλαβεν ὀνειδισμὸν, ἤγουν αὐτὸς κατ᾽ ἐκείνων τὸν ὀνειδισμόν;
Καὶ οἶμαι δὲ ἔγω γε τοῖς δικαιοσύνης ἐπιμεληταῖς ἐπεῖναι πρέπειν κατ᾽ αὐτὸν ἀμφότερα. Καρπὸς γὰρ εἰς λῆξιν τῆς ἐπιεικείας τὸ σεπτὸν οὕτω ποιεῖσθαι τοῦ βίου ἀγωγὴν, ὥστε μὴ παρ᾽ ἑτέρων ὀνειδίζεσθαι τυχὸν ἐπὶ τῇ τῶν καλλίστων ῥᾳστώνῃ, μήτε μὴν αὐτὸν κατονειδίζειν ἑτέροις, κἂν εἴ πού τι διαπέσειάν τε καὶ διαπταίσειαν· νοσεῖ γὰρ ἀνθρώπου φύσις, καὶ πίπτει ῥᾳδίως εἰς τὸ πλημμελές. (B f. 50.) Ἡ ἐξουδένωσις οὐκ ἐξ ὑπερόπτου φρονήματος, ἀλλ᾽ ἐκ μισοκάκου μᾶλλον καὶ βδελυττομένου τὰ πονηρά.
ΨΑΛΜΟΣ ΙΕʹ. <Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.> (C f. 26.) Πάλιν καὶ τοῦτο πρέπον τῇ τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἅμα καὶ τὴν ἐν πίστει δι᾽ ὁμολογίας δικαίωσιν. (A f. 88 b) Ἐνταῦθα τὸ κοινὸν ὥσπερ πρόσωπον τῆς ἀνθρωπότητος ἀναλαβὼν ὁ Σωτὴρ, τοὺς πρὸς τὸν Θεὸν καὶ Πατέρα ποιεῖται λόγους οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον, ἀλλὰ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν ὀνομάζει τὸν Πατέρα, διὰ τὸ ἐν τῇ τοῦ δούλου αὐτὸς γενέσθαι μορφῇ.
Φυλαχθῆναι δὲ ἑαυτὸν αἰτεῖ, διὰ τὴν Ἐκκλησίαν, ἥ ἐστιν ἡ σὰρξ αὐτοῦ. Ἡ γὰρ σὰρξ αὐτοῦ Ἐκκλησία· φυλαχθῆναι δὲ ταύτην αἰτεῖ εἰκότως· καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ᾽ ἂν ἡ Ἐκκλησία καὶ ἡ φυλακή. Τίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν αὐτὸν φυλάττεσθαι· Διὰ τοῦτο γὰρ, φησὶν, ὦ Πάτερ, αἰτῶ παρὰ σοῦ φυλαχθῆναι, διότι ἐπὶ σοὶ ἤλπισα· ἐμαυτὸν δὲ λέγων, τὴν Ἐκκλησίαν λέγει. <Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.> (A f. 88. b.) Καὶ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν· «Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Καὶ νῦν ὡς φύσει γενόμενος ἄνθρωπος, Κύριον ἑαυτοῦ τὸν Πατέρα καλεῖ.
Προσθεὶς δὲ, «Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις,» τῆς νομικῆς λατρείας ἔδειξε τὸ ἀνόνητον. Ἀγαθὰ γὰρ ἐνταῦθα, τὰς κατὰ νόμον προσφερομένας θυσίας ὠνόμασεν, ἃς οὐ παραδεχόμενος φαίνεται· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκείνας ἀναιρεῖ. «Μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι;» Καὶ πάλιν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.» Ὅρα δὲ ὅτι Θεοῦ μόνου τὸ ἀνενδεές· οἱ δὲ ἄλλοι λεγόμενοι κύριοι, χρῄζουσιν ὧν προσάγουσιν αὐτοῖς οἱ ὑπ᾽ αὐτοὺς, οἷον τῆς τῶν οἰκετῶν γεωργίας, τῆς οἰκοδομῆς, καὶ τῶν ἄλλων. Τοῦτο οὖν καὶ ὁ Χριστὸς τεκμήριον τίθησι τοῦ ἀληθῶς Κύριον εἶναι τὸν Πατέρα, ὅτι οὐ χρῄζει τῶν ἀγαθῶν τῶν προσαγομένων παρ᾽ αὐτοῦ, τουτέστι παρὰ τῆς σαρκὸς αὐτοῦ τῆς Ἐκκλησίας. Καὶ μέν τοι κἂν προσεύχηται ὁ Υἱὸς, κἂν δακρύῃ, κἂν παρακαλῇ, οὐκ ἔχει ὁ Πατὴρ χρείαν τῶν τοιούτων ἀγαθῶν· εἰδὼς γὰρ πάντα, οὔτε προσευχῆς δέεται, οὔτε λόγων χρῄζει προφητικῶν. <Τοῖς ἁγίοις τοῖς ἐν γῇ αὐτοῦ.«> (C f. 26. b.) Ἁγίους εἶναί φησι τοὺς ἡγιασμένους ἐν πνεύματι· γῆν δὲ τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν.
Τὸ δὲ ἐθαυμάστωσεν, ἀντὶ τοῦ ἔδειξεν ἢ ἐδόξασεν τέθειται. Τὸ δὲ αὐτοῦ, τὸν Πατέρα σημαίνει· ἵνα ᾖ τὸ ὅλαν οὕτω, τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός. Διὸ καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος. <Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν.> (C f. 26. b.) Τῶν ἐθνῶν δηλονότι. Μήπω τῆς ἀληθείας φανερωθείσης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπληθύνθησαν αἱ ἁμαρτίαι καὶ τὰ πάθη. Μετὰ ταῦτα, φανερωθείσης τῆς σωτηρίας, ἐτάχυναν εἰς γνῶσιν, καὶ τῶν κακῶν ἀθέτησιν. (L f. 59 b.). Τινὲς δὲ τὰς ποικίλας τῶν ἐθνῶν εἰδωλολατρείας καὶ ἀσθενείας ἐδήλωσαν, ἐξ ὧν οἱ μεταβάλλοντες ἅγιοι γεγόνασι τοῦ Θεοῦ· περὶ ὧν ἔφη »τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ,» οἳ καὶ ταχέως ἀπέστησαν τῶν εἰδώλων, ἢ τῶν διαπονημάτων. ἣ τῶν ἀσθενειῶν αὐτῶν τῶν πρὸ τῆς πίστεως, θαυμαστωθέντων τῶν τοῦ Σωτῆρος ἐν αὐτοῖς θελημάτων. <Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων.> (B f. 52.) Εἰ μέν τις βούλοιτο νοεῖν ταῦτα ὡς ἐπὶ τῶν Ἰουδαίων, ἀποφαντικῶς ἀναγνωστέον τοὺς στίχους, οἷον ἐναργῶς διαγορεύοντος τοῦ Θεοῦ τὰς αἰτίας τῆς ἀποβολῆς τοῦ Ἰσραήλ. Οὐκ ἂν συνάξαιμι, φησὶν, τὰς συναγωγὰς αὐτῶν, ἀλλ᾽ οὐδ᾽ ἂν μνησθείην ἔτι αὐτῶν τῶν ὀνομάτων διὰ χειλέων μου. Καὶ διὰ ποίαν αἰτίαν; Ἐξ αἱμάτων, φησὶν, τουτέστιν διὰ τὸ πλείστοις αὐτοὺς αἵμασιν ἐνησχολῆσθαι καὶ φόνοις.
Εἰ δέ τις λέγοι καὶ περὶ ἐθνῶν χρῆναι νοεῖν αὐτὸν, ἐκδέξαι κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ἐτάχυναν περὶ τὴν πίστιν, φησὶ, καὶ ἀμελ[λ]ητὶ παρεδέξαντο τὸν ἐπιλάμψαντα Κύριον, καὶ πρὸς τὸ θεῖον αὐτοῦ δεδραμήκασι φῶς, οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; Ἀναγνωστέον δὲ ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ· Ἀλλὰ ναὶ συνάξω, φησὶν, ἐξ αἱμάτων· τουτέστιν, ἐπειδὴ πάντες ἀνῄρηνται, καὶ τὰ πολλὰ αὐτῶν ἐξεχύθη αἵματα, κομίζοντος εἰς ἀπώλειαν τοῦ Σατανᾶ, καὶ τῆς τῶν δαιμονίων ἀγέλης ὀλέθρου οὔσης αὐτοῖς. Δηλοῖ δὲ τὸ αἷμα τὴν ἀναίρεσιν, ἤγουν τὴν ἀπώλειαν ἣν ὑπέστησαν αὐτοὶ, διὰ τὸ μὴ εἰδέναι τὸν τῶν ὄλων Δημιουργόν.
Καταφέρεσθαι δὲ ἀγέλη[ν] δεῖ εἰς τὸν ᾅδην. Οὕτω γὰρ γέγραπται περὶ αὐτῶν καὶ τοῦ Σατανᾶ· «Ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη·» καὶ τὸ, «Ὡς πρόβατα ἐν ᾄδῃ ἔθεντο· θάνατος ποιμανεῖ αὐτούς.» Αὐτὸς γὰρ ἦν ὁ θάνατος, τουτέστιν ὁ θανάτου πρόξενος Σατανᾶς καταποιμένων αὐτοὺς, καὶ ὥσπερ ἔν τισι σηκοῖς κατακλεῖ[ω] τοῖς ᾅδου μυχοῖς. Ἐπειδὴ τοίνυν, φησὶ, πολλὰ γέγονεν αὐτῶν τὰ αἵματα, καὶ ὅτι ἐτάχυναν εἰς πίστιν, οὐκ ἂν εἰκότως ἐλεήσας συνάξαιμι τὰς συναγωγὰς αὐτῶν; (A f. 89.) Ὁ μέντοι θεῖος Κύριλλος ἐν ἐρωτήσει τοὺς στίχους ἀναγινώσκεσθαι βούλεται. Ἐπειδὴ γὰρ, φησὶν, οἱ ἐξ ἐθνῶν κεκλημένοι περὶ τὴν πίστιν ἐτάχυναν, ἆρά γε οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν;
Τὸ δὲ ἐξ αἱμάτων ἀντὶ τοῦ, Ἐπειδὴ πάντες ἀνῄρηνται, etc. ut supra. (C. f. 26 b.) Ἢ κατὰ τὸν Ἀκύλαν· «Οὐ σπείσω σπονδὰς αὐτῶν ἐξ αἱμάτων.» Πάλαι μὲν ἔσπενδον οἱ Ἰουδαῖοι κατὰ τὸν νόμον Θεῷ, Ἕλληνες δὲ τοῖς εἰδώλοις.
Ἐγὼ δὲ παραδώσω καινὰ μυστήρια πᾶσι καὶ θυσίαν ἀναίμακτον, μηκέτι δεχόμενος τὰς κατὰ νόμον σπονδάς. [<Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου.> Ποτήριον δὲ τὴν δοθεῖσαν αὐτῷ κληρονομίαν παρὰ τοῦ Πατρὸς ὀνομάζει, ὡς εὐφραίνειν αὐτὸν δυναμένην, οὐκ οὔσης τοιαύτης τῆς πάλαι, τουτέστιν τοῦ Ἰσραὴλ, στυγητῆς δὲ μᾶλλον καὶ ἀπηχθημένης. Ὡς εὐφραινούσης τοίνυν αὐτὸν τῆς Ἐκκλησίας ποτήριον ὀνομάζει. Ἔφη γάρ που πρὸς αὐτὸ Ἡσαΐας· «Καὶ ὡς εὐφραίνεται νεανίσκος ἐπὶ παρθένῳ, οὕτως εὐφραίνεται Κύριος ἐπὶ σοί.»] <Σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις μου.> (C f. 27.) Σχοινίον μέτρον ἐστὶν, ὡς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ τὸ, «Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα.» Ἢ τάχα τὸ μέτρον οὐ πρὸς τὴν γνῶσιν αὐτὴν ὀνομάζεται, ἀλλ᾽ ὡς πρὸς τὸν ὑποδεχόμενον αὐτὴν, τῷ μὴ εἶναι αὐτὸν γνώσεως μείζονος δεκτικόν. Καὶ γὰρ ὁ αὐτὸς μὲν ὑετός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις ἀγγείοις. <Ἡ κληρονομία μου κρατίστη.> (A f. 89 b.) Ἡ μὲν πρώτη κληρονομία, τουτέστιν ὁ Ἰσραὴλ, οὐ κρατίστη ἧν ἀλλὰ καὶ θεοστυγὴς μᾶλλον.
Ἀγάπης δὲ σχοινίοις καὶ ἐντονωτάτῃ διαθέσει Χριστῷ συνῆπται, κλῆρος ὥσπερ ἐξαίρετος, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣν καὶ κρατίστην εἰκότως ἀποκαλεῖ· ἔνεστι γὰρ αὐτῇ πολὺ τὸ εὐπειθὲς καὶ εὐήνιον, καὶ κάλλος ἐκλάμπει τὸ νοητὸν, διὰ πάσης ἀρετῆς κοσμούμενον.
Ἢ τάχα τὰ σχοινία, οὐ τοὺς δεσμοὺς τῆς ἀγάπης δηλοῖ, ἀλλ᾽ ἐκ μεταφορᾶς τῶν γεωμετρούντων εἴρηται· ὅτι Σχοινίοις ὁ Πατὴρ τὴν κληρονομίαν μοι διεμέτρησε, καὶ ὁροθεσίοις περιέλαβε καὶ κύκλῳ περιετείχισε καὶ κατησφαλίσατο, ὥστε μηκέτι τὴν κρατίστην παρ᾽ ἐμοὶ καὶ πατρῴαν διαρπαγῇ κληρονομίαν, εἰς ἣν ἔπεσέ μοι τὰ τῆς κληροδοσίας σχοινία, τουτέστιν ἥτις ἐκληρώθη μοι. (K f. 59. b.) Κληρονομία ἐστὶ φύσεως λογικῆς, ἢ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἐστιν ἡ γνῶσις ἐκ τοῦ Θεοῦ. <Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός.> (A f. 90). Τοῦτο ὅμοιον τῷ εὐαγγελικῷ ἐκείνῳ ῥητῷ τῷ λέγοντι· «Οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατήρ μου μετ᾽ ἐμοῦ ἐστι.» Καθ᾽ ὃ μὲν οὖν νοεῖται Θεὸς ὁ Χριστὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθ᾽ ὃ δὲ γέγονεν ἄνθρωπος, πρέποι ἂν αὐτῷ καὶ τὸ λέγειν ἐκ δεξιῶν ἐσχηκέναι τὸν Κύριον, ἵνα μὴ σαλευθῇ.
Συμπλάττεται γὰρ αὐτοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ τῇ κενώσει πρέπον οὐκ αἰσχύνεται διὰ τὴν οἰκονομίαν. Προσεδεχόμην οὖν, φησὶν, ὅτι ὁ Πατήρ μου βοηθεῖ καὶ οὐκ ἐᾷ περιτραπῆναι. Τὸ, «Ἐκ δεξιῶν μου ἐστὶν,» εἶπεν ἀντὶ τοῦ, Βοηθεῖ μοι, ἀπὸ τοῦ δεξιοῦ καὶ κρείττονος τὴν βοήθειαν καλέσας. Σὺ δέ μοι ὅρα ὅπως γέγονεν ἡ φύσις ἡμῶν εὐδόκιμος ἐν Χριστῷ· προσηνέχθημεν εἰς πρόσωπον τοῦ Πατρὸς οἱ ἐκβεβλημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ ἐσχήκαμεν αὐτὸν ἐπαμύνοντα καὶ στηρίζοντα. Ἔχοιμεν οὖν καὶ ἡμεῖς ἀεὶ τὸν Θεὸν πρὸ ὀφθαλμῶν, καὶ ὡς παρόντος καὶ βοηθοῦντος, οὕτω διανοώμεθα, ἵνα μὴ μετακινηθῶμεν ἀπὸ τοῦ καθήκοντος· ἀλλὰ παυθείη μὲν ὁ ἀπὸ τῶν δεξιῶν ἡμῖν ἀντικείμενος διάβολος· μὴ δεχοίμεθα δὲ τὴν ἀρὰν, ἣν Ἰούδας λαμβάνει λέγουσαν· «Στήτω ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ·» ἐκ δεξιῶν γὰρ τοῦ μὲν δικαίου ὁ Κύριος, τοῦ δὲ ἁμαρτωλοῦ ὁ διάβολος. [Θεὸς γὰρ φύσει καὶ ζωὴ, καὶ ζωοποιὸς, ἐζωοποίησε τὸν ἑαυτοῦ ναὸν, οὐχ ἑαυτῷ τὸ χρῆμα κατορθῶν, ἀλλ᾽ εἰς ὅλην τοῦ ἀνθρώπου παραπέμπων τὴν φύσιν ὃ ἐντεῦθεν ἀγαθόν. Οὐκ ἠγνόησε τοίνυν τὴν ὁδὸν τῆς ζωῆς, καίτοι τοῦ προπάτορος Ἀδὰμ ἠγνοηκότος αὐτήν.] <Ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.> (C f. 27.)
Διὰ τὸ, «Κάθου ἐκ δεξιῶν μου,» καὶ τὸ κεκαθηκέναι μετὰ τὴν ἀνάληψιν ἐκ δεξιῶν τοῦ Πατρὸς τῆς μεγαλοσύνης· πῶς οὖν ὁ Υἱὸς λέγει· «Προωρώμην τὸν Κύριον ἐκ δεξιῶν μου διὰ παντὸς,» τὸν Πατέρα δηλῶν; Οὐκοῦν δεξιὸς τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ τοῦ Υἱοῦ ὁ Πατὴρ, κατὰ τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Ἔοικε δὲ τὸ πρῶτον κατὰ τὸ ἀνθρώπινον εἰρῆσθαι· καθ᾽ ὃ γὰρ Θεὸς, οὐ σαλεύεται.
Οὐκ ἄψυχος δὲ ἡ σὰρξ αὐτοῦ· οὐ γὰρ αὐτῆς τὸ λέγειν ἐκ δεξιῶν ἔχειν τὸν Θεὸν καὶ προορᾷν αὐτὸν διὰ παντὸς, ἵνα μὴ ἁμαρτάνῃ. Κίνησιν γὰρ ἁμαρτικὴν τὸ σαλευθῆναι δηλοῖ. <Μετὰ τοῦ προσώπου σου τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.> (B f. 54.) Ἦν οὖν ἄρα πρέπον τε ἐοικῶς τῷ τῶν ὅλων Δημιουργῷ, καὶ Κυρίῳ, καὶ Θεῷ τὸ ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι τῶν, αὐτοῦ κτισμάτων ἀναμορφουμένων ἐπὶ τὸ ἄμεινον, καὶ εἰς ὅπερ ἦσαν ἐν ἀρχαῖς ἀναστοιχειουμένων παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δι᾽ αὐτοῦ τοῦ Υἱοῦ· ὥσπερ γὰρ δι᾽ αὐτοῦ τὰ πάντα παρήχθη πρὸς γένεσιν, δι᾽ αὐτοῦ τὴν εἰς τὰ ἀμείνω δέχεται διασκευήν. (C f. 28.) Δεξιὰ μὲν τοῦ Πατρὸς ὁ Υἱὸς ὡραῖος, τερπνότητα τῆς σαρκὸς αὐτοῦ· ὃς τὴν ἄμορφον καὶ ἀκαλλῆ φύσιν ὑψώσας, ἐν δεξιᾷ τοῦ Πατρὸς θεώσει Θεὸν ἐκάθησεν.
ΨΑΛΜΟΣ ΙϚʹ. <Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου.> (A f. 91 b) Δικαιοσύνην ἐνταῦθα οὐ τὴν τελείαν ἀρετὴν λέγει (κομπηρὸν γὰρ τοῦτο καὶ φαρισαϊκὸν), ἀλλὰ τὴν δικαίαν αἴτησιν. Αἰτεῖ γὰρ ὁ Δαβὶδ οὐκ ἀπώλειαν τοῦ Σαοὺλ, ἀλλ᾽ ἑαυτοῦ σωτηρίαν. Ἴσως δὲ, ἐπεὶ οὐ ψιλῶν ῥημάτων ἀκούει Θεὸς, ἀλλ᾽ ἀρετῆς ὥσπερ βοώσης διὰ τῶν πραγμάτων, διδάσκει ἡμᾶς ὁ προφήτης, πῶς καὶ αὐτοὶ παρακαλοῦντες εἰσακουσθησόμεθα ὅτι μετὰ δικαιοσύνης. Εἰ δὲ ὁ χορὸς τῶν ἀποστόλων ἐστὶν ἐνταῦθα ὁ παρακαλῶν, δικαιοσύνης Κύριον ὀνομάζει τὸν Χριστὸν, οὐχὶ τῆς ἐν τῷ νόμῳ (ἐκείνη γὰρ οὐκ ἦν ἄμεμπτος, ἀλλ᾽ ἔκειτο μέχρι καιροῦ διορθώσεως), ἀλλὰ τῆς ἐν ἀληθείᾳ δικαιοσύνης, τουτέστι τῆς εὐαγγελικῆς. Ἀγαπῶντες οὖν οἱ ἀπόστολοι, [τὴν] ἐν πνεύματι προσκύνησιν καὶ λατρείαν φασίν· «Εἰσάκουσον ἡμῶν, ὦ Κύριε, καὶ Θεέ·» οὐχὶ τῆς ἐν τύποις δικαιοσύνης, ἀλλὰ τῆς ἐμῆς, τουτέστι τῆς ἀληθινῆς καὶ πνευματικῆς, καθ᾽ ἣν καὶ διαβιοῦν ἐθέλομεν, ἣν καὶ τοῖς ἄλλοις κηρύττομεν.
Αὐτῷ δὲ τῷ Χριστῷ μάλιστα πάντων ἁρμοδιώτατον τὸ λέγειν κατὰ τὸ ἀνθρώπινον πρὸς τὸν Θεὸν καὶ Πατέρα· «Εἰσάκουσον δικαιοσύνης μου·» αὐτὸς γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. [<Ἐκ προσώπου σου τὸ κρῖμά μου.> Ὅμοιον ὡς εἰ λέγοι· Αὐτὸς δικαστὴς τῶν ἐπ᾽ ἐμοὶ γενοῦ, καὶ τὴν σὴν εὐθύτητα, ἤτοι τὴν σὴν δικαιοκρισίαν, ἐπιδέτωσάν μου οἱ ὀφθαλμοί.] <Ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.> (C f. 28 b.) Ὁ καὶ νυκτὸς καὶ ἐν ὕπνοις ἀνεπίδεκτος αἰσχρῶν καὶ παραλόγων φαντασιῶν, εἴ γε δυνατὸν ταῦτα λεγέτω. Σημειωτέον δὲ τὸ, Ἐπεσκέψω, οὐκ ἐπὶ κολάσεως κείμενον. Καὶ πάλιν ἰστέον ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ· Θεὸς δὲ πυροῖ, εἴτε τὴν προϋπάρχουσαν εὑρίσκῃ ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. <Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου> (C f. 29.) Ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ τοὺς δαίμονάς φησι· δεξιὰ δὲ τοῦ Θεοῦ πᾶς εὐσεβὴς καὶ δίκαιος, περὶ ὧν ἐν ἑτέρῳ λέγει· «Γενηθήτω ἐπ᾽ ἄνδρα δεξιᾶς μου·» Τούτου τῇ σωτηρίᾳ οἱ δαίμονες ἀνθίστανται, ἐξ ὧν ὁ Θεὸς ἐλευθεροῖ τοὺς ἐλπίζοντας ἐπ᾽ αὐτόν. (A f. 94.)
Ἀνθεστήκασι καὶ τῷ Κυρίῳ, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς, Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ οἱ τῶν βεβήλων αἱρέσεων εὑρεταί· ἐξ ὧν ῥυσθῆναι παρακαλοῦσιν οἱ ἀπόστολοι· καὶ τὸ ἀσφαλὲς ὅπερ ἡ φύσις τῇ κόρῃ τοῦ ὀφθαλμοῦ δεδώρηται, τοῦτο ζητοῦσι παρὰ Θεοῦ, ἵνα κατὰ μηδένα τρόπον ἀδικηθῇ αὐτοῖς ὁ τῆς διανοίας ὀφθαλμὸς, καὶ πάθοι τὸ σκοτισθῆναι. Ταυτὸ τοῦτο καὶ ὁ Σωτὴρ ἂν εὔξαιτο πρὸς τὸν Πατέρα, ἵνα φυλαχθῇ αὐτὸς, τουτέστι τὸ σῶμα αὐτοῦ, ἡ τῶν πιστῶν Ἐκκλησία, ἐκ τῶν πολεμούντων αὐτῇ, καθάπερ τις κόρη ὀφθαλμοῦ ἀνεπιθόλωτος καὶ ὀρθὰ βλέπουσα.
Φυλαχθείημεν καὶ ἡμεῖς ἀπὸ δαιμόνων τῶν ἐναντιουμένων τῇ δεξιᾷ καὶ ἀγαθῇ ἡμῶν πράξει· ἥτις τοῦ Θεοῦ εἶναι λέγεται, ὡς διὰ τῆς αὐτοῦ χάριτος καὶ ἐνεργείας κατορθουμένη, μήποτε τοῦ ἐντὸς ἡμῶν ὀφθαλμοῦ σκοτισθέντος, εἰς τὴν ἀχλὺν τῆς ἁμαρτίας ἐμπέσοιμεν. <Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσαις με.> (A f. 94.) Καὶ οἱ ἀπόστολοι δὲ ἀναγκαίαν ποιοῦνται τὴν αἴτησιν, ὑπὸ σκέπην γενέσθαι τὴν ἐν Χριστῷ, ταλαιπώρους αὐτοὺς ἀποφαίνειν ἐπιχειρούντων ἐχθρῶν καὶ πᾶν εἶδος ἐπιῤῥιπτούντων ἀγρίως ἐπιβουλῆς.
Πάντες γὰρ «οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται.» Ἤθελε καὶ ὁ Σωτὴρ τῆς Ἱερουσαλὴμ τὰ τέκνα συναγαγεῖν, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, ἀλλ᾽ οὐκ ἠθέλησε. Διὸ ὑπὲρ τῆς Ἐκκλησίας ὡς ὑπὲρ ἰδίου σώματος αἰτεῖ παρὰ τοῦ Πατρὸς τὴν φρουρητικὴν δύναμιν. Καταπονοῦσι καὶ ἡμᾶς, καὶ ἀθλίους καὶ ταλαιπώρους ἐργάζονται, οἱ τῆς ἀσεβείας καὶ τῆς ἁμαρτίας εὑρεταὶ δαίμονες· ἀλλ᾽ ὁ Θεὸς φρουρήσει τὰς καρδίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν, ὡς διά τινων πτερύγων συμφυῶν αὐτῷ καὶ ὁμοουσίων, τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ τοῦ ζωοποιοῦ καὶ ἁγίου Πνεύματος. <Ἐκβαλόντες με νυνὶ, περιεκύκλωσάν με.> (C f. 29 b.) Καὶ τίνος ἡμᾶς ἐκβάλλουσιν, ὅταν κυκλῶσαι καὶ συλλαβέσθαι βούλονται; Τοῦ νόμου πάντως καὶ τῶν ἐντολῶν· ὃς ἀντὶ τείχους καὶ πόλεως ἰσχυρᾶς ὑπάρχει τοῖς νήφουσι· περὶ ἧς εὑρήσεις τὸν προφήτην φθεγξάμενον. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Μὴ τοίνυν ποτὲ ἐκ ταύτης ἀπατηθέντες ἐκπέσωμεν, μήποτε ὑπὸ τὰς χεῖρας τῶν πολεμίων γενώμεθα. (A f. 95.) Καὶ οἱ πολεμοῦντες δὲ τοῖς ἁγίοις, οὐδὲν ἄλλο ἑώρων, ἤγουν ἐνενόουν, πλὴν αὐτὸ δὴ τοῦτο καὶ μόνον, τὸ ἐκβαλεῖν τοὺς ἁγίους ἀπὸ τῶν ἀγαθῶν σπουδασμάτων, καὶ ἐκκλῖναι αὐτοὺς καὶ ἐκτρέψαι τῆς κατὰ Θεὸν ὁδοῦ. Ποῦ δὲ βούλονται οἱ ἐχθροὶ ἀποστῆσαι τοὺς ἁγίους τῆς φιλοθεΐας;
Ἐν τῇ γῇ, τουτέστιν ἕως ζῶσι, καὶ τὸν ἐπίγειον χῶρον τοῦτον οἰκοῦσιν οἱ ἅγιοι. Μετὰ γὰρ τὴν ἐντεῦθεν ἐκδημίαν, ἐπηρεάζειν οἱ πολεμοῦντες οὐ δύνανται. Λέγουσι μέντοι οἱ ἅγιοι, πάντα τρόπον ἐπιβουλῆς ὑπομένοντες· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Ἐξέβαλον καὶ τὸν Κύριον Ἰουδαῖοι ἔξω τῆς πόλεως καὶ περιεκύκλωσαν, καὶ μέντοι καὶ ἐσκόπουν πῶς αὐτὸν ἀπολέσωσι, καὶ εἰς γῆν καταστρέψωσι· καὶ σκοποῦντες εὗρον ἀρέσκοντα αὐτοῖς τὸν διὰ σταυροῦ ἀτιμότατον θάνατον. <Ὑπέλαβόν με ὠσεὶ λέων ἔτοιμος εἰς θήραν.> (C f. 29 b.) Φοβερὰν ἡμῖν τὴν ἐπιβουλὴν τῶν δαιμόνων ὑποτίθεται· τί γὰρ λέοντος ἁρπακτικώτερον ἢ φονικώτερον;
Οὕτως τοίνυν ἡμῖν οἱ ἀόρατοι ἐχθροὶ μετὰ τὴν θήραν κέχρηνται. Ἀλλ᾽ ὅταν ἀντιστῶμεν ἡμεῖς τῷ Πέτρῳ πειθόμενοι· «Νήψατε, φησὶ, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίει·» ᾧ ἐὰν ἀντιστῆτε τῇ πίστει, παραχρῆμα ταπεινοῦται, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Διὰ δειλίαν εὑρίσκονται [οἱ δαίμονες,] φοβούμενοι μὲν ὡς ἰσχυροῖς ἐπελθεῖν, καιρὸν δὲ ὅμως ζητοῦντες· τούτου γὰρ χάριν κρύπτονται. [Ἰστέον γε μὴν, ὅτι καὶ ἐμφανῶς ἐπιπηδᾷ διὰ τῶν οἰκείων ὑπασπιστῶν ὁ παγχάλεπος λέων, τουτέστιν ὁ Σατανᾶς· ὁ αὐτὸς δὲ καὶ ὡς σκύμνος κρύπτεται· ἀρτύει γὰρ λεληθότως ἐπιβουλάς. Περιθείη δ᾽ ἄν τις τὰ τοιάδε καὶ τοῖς αὐτοῦ τέκνοις· φρονοῦσι γὰρ τὰ αὐτά.] <Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.> (C f. 30.) Ῥομφαίαν αὐτοῦ Θεοῦ, καλεῖ τὸν δίκαιον, μαχαίρας δίκην τὰς τῶν δαιμόνων παρατάξεις τέμνοντα. Δικαίου γὰρ ψυχὴ, ἁμαρτίας ἀναίρεσις· δικαίου ζωὴ, θάνατος ἡδονῶν. Καὶ διὰ τοῦτο ῥυσθῆναι αὐτὴν ἀπὸ ἀσεβοῦς καὶ χειρὸς ἐχθρῶν, τουτέστι τοῦ διαβόλου καὶ τῶν δαιμόνων, ὡς σφόδρα παρὰ πάντων ἐπιβουλευόμενος προσεύχεται. <Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλισον αὐτούς.> (B f. 58.) Τὸ μὲν πρόφθασον δηλοῖ τὸ, Μὴ ἐπιτρέψῃς εἰς πέρας αὐτοῖς ἐκβῆναι τὸ σπουδαζόμενον· προλαβὼν δὲ τὸν ἐμὸν κίνδυνον, τὸ τέλος ἀχρεῖον αὐτῶν ἀποφῆναι τὴν σκαιότητα.
Τὸ δ᾽ ὑποσκέλισον, ἀντὶ τοῦ, Μὴ εὐοδώσῃς τρέχοντας κατ᾽ ἐμοῦ· πιπτέτωσαν δὲ μᾶλλον ὡς ὑπαντῶντός τινος, καὶ τὸν πανχάλεπον αὐτῶν ἀνακόπτων δρόμον. [<Κύριε, ἀπ᾽ ὀλίγων ἀπὸ γῆς.> Ὀλίγους, ὥσγε οἶμαι, φησὶν τοὺς ἐξειλεγμένους ἐν τούτοις, δῆλον δὲ ὅτι τοὺς ἁγίους, καὶ τὸν ἀπόβλεπτον παρὰ Χριστοῦ λαχόντας κλῆρον. Καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ· «Πολλοὶ μὲν οἱ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.»—«Διαμέρισον τοίνυν αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν.» Ἀποδίελε, φησὶ, τῶν ἁγίων, καὶ ἀπόστησον τῶν ἱερωτάτων τοὺς πονηρούς· πρέπει γὰρ τοῦτο τῇ ζωῇ αὐτῶν. Τοῖς γὰρ ἀποσειομένοις τὸν ἐπὶ Θεῷ ζυγὸν, καὶ ἀπηνῆ τοῖς αὐτοῦ θεσπίσμασιν ἀντανατείνουσι τὸν αὐχένα, πῶς ἂν δοθείη κλῆρος ἢ μερὶς μετὰ τῶν εὐήνιον ἐχόντων τὸν νοῦν, καὶ ὅπερ ἂν βούλοιντο πρὸς τοῦτο μάλιστα ἐσπουδακόσιν;]
ΨΑΛΜΟΣ ΙΖʹ. <Εἰς τὸ τέλος, τῷ παιδὶ Κυρίου τῷ Δαβίδ· ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, κ.τ.λ.> (A f. 97 b.) Τὸ δὲ ἀληθὲς καὶ μυστικὸν, οἱ πιστεύσαντες εἰς Χριστὸν τὸν ἐκ σπέρματος Δαβὶδ γεγονότα, καὶ σὺν αὐτῷ υἱοὶ τοῦ Δαβὶδ χρηματίσαντες, οὗτοι τῷ Χριστῷ τὴν ᾠδὴν ταύτην ἀνακομίζουσιν, ὡς ἐκ πάντων ἐχθρῶν ῥυσθέντες, καὶ ἐκ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ὃν τῆς καθ᾽ ἡμῶν τυραννίδος ἐξέβαλεν ὁ Υἱὸς, καθ᾽ ἃ καὶ πάλαι Θεὸς τὸν Σαοὺλ ἀπώσατο τοῦ βασιλεύειν ἐπὶ τὸν Ἰσραήλ. Εἰσφέρεται δὲ ἐν τῷ ψαλμῷ, ποτὲ μὲν τὸ πρόσωπον τῶν πιστευσάντων, ποτὲ δὲ τὸ τοῦ Χριστοῦ, ταῖς ἀνθρωπίναις κεχρημένον φωναῖς. Ταύτῃτοι καὶ Εἰς τὸ τέλος ἡ ἐπιγραφή.
Περιέχει γὰρ ὁ ψαλμὸς τὴν κάθοδον τοῦ Μονογενοῦς, τὴν ἀνάληψιν, τὴν κατὰ τῶν δαιμόνων νίκην, τοῦ Ἰσραὴλ τὴν ἐκβολὴν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, ἅτινα πάντα ἐν τῷ τέλει τῶν αἰώνων ἐγένετο, ὅτε ὁ Μονογενὴς ἐνηνθρώπησεν. Εἴημεν καὶ ἡμεῖς παῖδες Κυρίῳ, ὅ ἐστι δοῦλοι· καὶ ὡς ἐν ἡμέρᾳ τῇ ἀρετῇ καὶ τοῖς ἔργοις τοῦ φωτὸς εὐσχημόνως περιπατοῦντες, ῥυσθείημεν ἐκ πάντων τῶν ἐχθρῶν, μάλιστα δὲ τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως καὶ τῆς ἐνεργείας τοῦ Σατανᾶ. Ἡ γὰρ χεὶρ, πράξεως σύμβολον· καὶ εἰς τὸ τέλος τῆς νίκης ἐλθόντες, εὐχαριστεῖν ἀξιωθείημεν τῷ νικοποιῷ Χριστῷ. <Ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου.> (C f. 31.) Ταῦτα δὲ πάντα δικαίως ὀνομάζεται, περὶ οὗ ψάλλειν ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης ἐδίδαξεν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οὔτως ἡμῶν ὑπερασπιστὴς διὰ τῆς σαρκὸς, καθάπερ ἐν ἀσπίδι βέλη τὰ ὑπὲρ ἡμῶν πάθη δεξάμενος.
Ἀντιλήπτωρ διὰ τῆς θεότητος· μόνη γὰρ ἡμῶν ἀντιλαβέσθαι διὰ τῆς ἀπαθείας ἐδύνατο. Κέρας ἡμῶν σωτηρίας διὰ τοῦ σταυροῦ ἐγένετο· οὐδὲν γὰρ τοῖς δαίμοσιν τοῦ σταυροῦ φοβερώτερον. <Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ.> (A f. 100, Κυρίλλου καὶ Ὑπατίου.) Ὥσπερ γὰρ καπνὸς προηγεῖται πυρὸς, ἀνακαιομένου δὲ πυρὸς καὶ ξυλικὴν δαπανῶντος ὕλην, ἄνθρακας γίνεσθαι συμβαίνει, οὕτω καὶ ἡ τοῦ Θεοῦ ὀργὴ, ἤρξατο μὲν ὡς διὰ καπνοῦ, ηὔξησε δὲ ὡς πῦρ, καὶ τέλος ἀπηνθράκωσε τοὺς ἐχθροὺς τοῦ Δαβίδ. Εἰκότως δὲ καπνὸς καὶ τιμωρία λέγεται, ὡς δακρύων ἐμποιητική· ἐξέλκει γάρ πως ἀεὶ τῶν ὀμμάτων τὸ δάκρυον ὁ καπνὸς ἐμπίπτων τοῖς ὀφθαλμοῖς. Ὀργισθέντος δὲ τοῦ Δημιουργοῦ καὶ κατὰ δαιμονίων διὰ τὴν τοῦ πλάσματος ἀπώλειαν, προηγήσατο τῆς ἐκδικήσεως ὁ καπνὸς, ἡ μετρία τοῦ τυραννήσαντος ἐποχή· ἠκολούθησε δὲ καὶ πῦρ, ἡ παντελὴς πάντως τοῦ πολεμίου φθορὰ γενομένη ἀπὸ προσώπου τοῦ Θεοῦ, τουτέστιν ἀπὸ Χριστοῦ, ὅς ἐστι τοῦ Θεοῦ πρόσωπον καὶ χαρακτὴρ τῆς αὐτοῦ ὑποστάσεως. Ἐνανθρωπήσαντος γὰρ τοῦ Μονογενοῦς, ἀνήφθη ἀπ᾽ αὐτοῦ πῦρ ὀργῆς κατὰ τῶν δαιμονίων, ὥστε κράζειν αὐτά· «Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Καὶ ἐπὶ τῶν Ἰουδαίων δὲ προανεδόθη ὥσπερ καπνὸς ἡ παρὰ τοῦ Χριστοῦ ἐπ᾽ αὐτοὺς ἀπειλή.
Ἔφασκε γάρ· «Ὅταν ἴδητε κυκλουμένην τὴν Ἱερουσαλὴμ ὑπὸ στρατοπέδων, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ᾽ ἡμᾶς.» Εἶτα ἐπηκολούθησε καὶ πῦρ ἡ ὀργὴ, καὶ τοσοῦτον ἐπ᾽ αὐτοῖς ἐξεκαύθη, ὥστε καὶ ἄνθρακας αὐτοὺς ἀποτελέσαι, τουτέστι δαπανῆσαι καὶ διαφθεῖραι. Οἶδα καὶ πῦρ καλὸν, ὅπερ ἦλθε Χριστὸς βαλεῖν ἐπὶ τὴν γῆν. Τοῦτο τὸ πῦρ ἐπαινετοὺς ἄνθρακας ἀποτελεῖ· διὰ γὰρ τῆς τοῦ ἁγίου Πνεύματος θερμότητος, τῷ πνεύματι ζέοντες ἀποφαίνονταί τινες. Ἀνήφθησαν γοῦν ἀπὸ Θεοῦ ἄνθρακες οἱ ἀπόστολοι, τῇ πρὸς αὐτὸν ἑνώσει πυρούμενοι, καὶ φωστῆρες ἐν κόσμῳ φαινόμενοι· καὶ περὶ αὐτῶν λέλεκται πρὸς τὴν Ἱερουσαλήμ· «Ἔχεις ἄνθρακας πυρὸς καθίσαι ἐπ᾽ αὐτοὺς, οὗτοι ἔσονταί σοι βοήθεια.» <Ἔκλινεν οὐρανοὺς καὶ κατέβη, κ.τ.λ.> (C f. 31 b.) Κατέβη ἵνα τὴν γῆν τῷ οὐρανῷ συνάψῃ, καὶ τοῖς κάτω πρὸς τὰ ἄνω κοινωνίαν χαρίσηται.
Οὐκ ἂν δὲ τοῦτο ἐγένετο, εἰ μὴ καταβὰς τοῦτον τὸν τρόπον ἐπεδήμει τῇ γῇ καθ᾽ ὃν ἐδύνατο δέχεσθαι, τουτέστιν ἐν σαρκὶ, ἥντινα γνόφον ὑπὸ τοὺς πόδας ἐκάλεσεν. Αὔτη γὰρ τοῦ Θεοῦ τὴν παρουσίαν τὴν ἐπὶ συντελείᾳ πρὸς ἡμᾶς γενομένην ἀπέκρυψεν. <Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.> (K f. 48). Σκότος ἐνταῦθα τὴν ἐκ τῆς ἀκαταληψίας ἀχλὺν, ἣ καὶ τοῖς εἰς νοῦν τὸν ἡμέτερον ὀφθαλμοῖς ἐμπίπτουσα, τὸν ἀϊδίως ὄντα μετὰ Πατρὸς, χρόνου μέτροις μετρεῖν οὐκ ἐᾷ. (C f. 31 b). Σκότος τὸ ἀσαφὲς τοῦ μυστηρίου νόησον, ὅπερ ἀπὸ τῆς σαρκὸς τοῖς ἀπίστοις συνέβαινεν· ὅθεν καὶ ἀποκρυφὴν εἰκότως προσηγόρευσεν· οὔτως ἑαυτὸν ὁ Χριστὸς ἀπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔκρυψεν, οἳ θεωροῦντες αὐτὸν καὶ παρὰ τῶν Ἰουδαίων ἀπιστούμενον, ἐπὶ τὸν σταυρὸν ἔτρεχον, οὐκ εἰδότες τοῦ σταυρωθέντος τὴν δύναμιν. <Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.> (F f. 23.) Κεκρυμμένον γὰρ οὕτως ἐστὶ τὸ τοῦ Χριστοῦ μυστήριον. <Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν.> (A f. 102 b.) Ὁμολογεῖ καὶ ἡ τῶν πιστῶν Ἐκκλησία, Σωτῆρα ἐξ οὐρανοῦ τὸν Κύριον παρὰ τοῦ Πατρὸς ἀποσταλῆναι, ὡς ἀκτῖνα ἐξ ἡλίου, καὶ ἐλευθερῶσαι αὐτὴν ἀπὸ τῶν πολλῶν ὑδάτων, τουτέστι τῶν ἀντικειμένων δυνάμεων, καὶ τῶν ἀλμυρῶν καὶ ταραχωδῶν τοῦ βίου πραγμάτων καὶ περιστάσεων.
Πολλὰ δὲ λέγει τὰ ὕδατα· διάφοροι γὰρ τῶν πειρασμῶν οἱ τρόποι, καὶ τῶν πονηρῶν πνευμάτων αἱ ἐπιβουλαί. Ἀλλ᾽ ἐκ πάντων τούτων σέσωκεν ἡμᾶς ὁ Χριστός. <Κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.> (C f. 34.) Συζύγως δὲ καθαρότητα χειρῶν ἐρεῖς τὰ λαμπρὰ καὶ ἀμολύντως ἐνεργούμενα τῆς πίστεως ἔργα, ὧν χωρὶς ἡ πίστις νεκρά ἐστιν. <Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ.> (C f. 35 b.) Ὁ τοῦ Θεοῦ Λόγος μόνος Θεὸς ἀληθής· διὸ καὶ Μονογενὴς διὰ τὸ μόνος εἶναι ὥσπερ Θεός· πάντες γὰρ οἱ ἄλλοι παρουσίᾳ τοῦ Θεοῦ Λόγου θεοὶ κατασκευάζονται. Ἐκείνους γὰρ θεοὺς εἶπεν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. <Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου.> (A f. 105 b.) Ἁρμόζει δὲ ταῦτα καὶ τοῖς ἱερουργοῖς τοῦ Εὐαγγελίου, οἷς ἔλεγεν ὁ Σωτήρ· «Καθίσατε ἐν Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους·» ἣν περιζωσάμενοι καὶ, τῷ ἁγίῳ καθοπλισθέντες Πνεύματι (τοῦτο γὰρ ἡ ἐπηγγελμένη δύναμις), ἀκαταγώνιστοι ἐγίνοντο καὶ δαίμοσι καὶ διώκταις καὶ πάθεσι, καὶ τὴν ὁδὸν τῆς ζωῆς ἀνεπιλήπτως διῆλθον. <Καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με.> (A f. 105 b.) Φασὶ τὰς ἐλάφους εὐδρομωτάτας εἶναι, καὶ μὴν καὶ ὀφιοκτόνους, καὶ διωκομένας ὑπὸ τῶν θηρευτῶν, ὑψοῦ φέρεσθαι.
Ἐδίωξαν οὖν καὶ τὸν Δαβὶδ ἄλλοι τε καὶ ὁ Σαούλ· ἀλλ᾽ οὐ κατέλαβεν αὐτὸν, τοῦ Θεοῦ τάχος αὐτῷ ἐμπαρέχοντος, καὶ καταπατεῖν ὡς ἰοβόλα θηρία τοὺς πολεμίους ποιοῦντος.
Ἐπεὶ δὲ ἴδιόν ἐστι τῆς τῶν νεβρῶν φύσεως τὸ ἀναλωτικὸν τῶν θηρίων, καὶ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι τὸ τῶν ὄφεων γένος, εἰκότως νεβρὸς ὁ Κύριος λέγεται, ὡς πατῶν καὶ ἀναλίσκων τὴν ἐναντίαν ἐνέργειαν, καὶ τοὺς μαθητὰς εἰς τὴν τῶν ἐλάφων καταρτιζόμενος φύσιν, ἐν οἶς λέγει· «Δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.» Διώκει μὲν οὖν ὁ Σατανᾶς οἷά τις ὄφις· ἀλλ᾽ οὗτοι λαβόντες ἐξουσίαν παρὰ τοῦ Σωτῆρος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν νοητῶν δηλαδὴ, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐχ ἁλίσκονται· ἀλλὰ τὸ χαμαιριφὲς ἀφέντες φρόνημα, ἀναφοιτῶσιν ὥσπερ εἰς ὄρος τὴν ἀξιόκτητον ἀρετήν. Πλὴν οὐκ ἀρκεῖ τὸ ἀναφοιτῆσαι μόνον, ἀλλὰ χρὴ προσεῖναι καὶ τὸ ἐμμένειν τοῖς ἄνω καὶ ἐμφιλοχωρεῖν τοῖς τῶν ἀρετῶν ὑψώμασι. Διὸ καὶ τὸν δίκαιον, τὸν τοὺς πόδας κατηρτισμένους ἔχοντα, οὐ μόνον ἀνάγει ἐπὶ τὰ ὑψηλὰ ὁ Θεὸς, ἀλλὰ καὶ ἱστᾷ ἄνω, τουτέστιν ἵστασθαι παρασκευάζει ἐν τῇ ἀρετῇ, καὶ μὴ καταπίπτειν. <Ἐπλάτυνας τὰ διαβήματά μου.> (C f. 36.) Διαβήματα λέγει καθ᾽ ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος αἰῶνος εἰς τὸν μέλλοντα διαβαίνει. Κατ᾽ ἀρχὰς μὲν οὖν τὰ στενὰ καὶ ἐπίπονα τῷ τὴν τεθλιμμένην ὁδεύοντι, καὶ τῶν ἐχθρῶν βουλομένῳ διαβαίνειν τὰ σκάνδαλα· τῇ δὲ προκοπῇ, πλατυνόμενα. <Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι.> (D f. 67.)
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.